Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
Caput XXIX
PG 153:417καὶ τότε δὲ ὁμιλῶν αὐτῷ, τῆς ἀρχαίας τε ἀνεμίμνησκεν αὐτὸν πρὸς ἀλλήλους φιλίας καὶ τῆς κατάκρας συναφείας οὐκ ἐν παρέργῳ, ἀλλὰ μετά τινος φροντίδος καὶ σπουδῆς, καὶ ὧν μικρῷ πρόσθεν εἰρήκει πρὸς αὐτὸν, ὅτε περὶ Συργιάννη ἐδεῖτο τῆς εἱρκτῆς ἀπολυθῆναι, ὡς, οὔτ’ ἂν εἴη τι τῶν πάντων ὃ κατὰ γνώμην αὐτῷ πραχθῆναι ὂν αὐτὸν ἐθελῆσαι ἄν ποτε κωλῦσαι, ἀλλὰ συγκατεργάσεσθαι πάσῃ σπουδῇ, οὔτε εἰ κατὰ δή τινα τρόπον δόξειεν αὐτῷ τῆς οἰκίας ἀποστάντα καὶ φιλτάτων καὶ γυναικὸς καὶ συμπάντων εἰπεῖν χρημάτων, ἐπ’ ἀλλοτρίας διατρίβειν, δυνήσεσθαι ἄν ποτε ἀποστήσεσθαι αὐτοῦ, ἀλλὰ τὴν μὲν ἀκαιρίαν τοῦ πράγματος καὶ τὴν ἀτοπίαν ὅση ἐκδιδάξειν. ἐὰν δὲ μὴ δύναιτο τῆς ὁρμῆς ἀφιστᾷν, καὶ αὐτὸν εἰπόντα πᾶσι χαίρειν, αἱρήσεσθαι τὴν ἐπὶ ξένης πλάνην· ἔτι τε εἰ αἵρεσις αὐτῷ δοθείη, πάντως δὲ παρὰ τοῦ τὰ τοιαῦτα δυναμένου θεοῦ τὸν ἕτερον αὐτῶν παρὰ τοῖς πλείοσι γενέσθαι, ἁπάσαις ψήφοις αὐτὸν ἂν ἑλέσθαι τὴν ἐν ᾅδου διατριβὴν, ὑπὲρ τοῦ αὐτὸν μακροῦ βίου ἀπολαύειν·
Chapter IIICaput III
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:419καὶ πρὸς ἐπὶ τούτοις, εἰ καθ’ ἡντιναοῦν αἰτίαν ξίφος αὐτὸν γυμνώσαντα συνέβη κατ’ αὐτοῦ χωρῆσαι ὡς ἀποκτενοῦντα πάντως, ἔπειτα ἄκοντα εἰς τέλος ἀγαγεῖν τὴν ἐπιχείρησιν κωλυθῆναι, μέμψασθαι μὲν ἂν τὴν πρᾶξιν, ὡς οὐκ ἀγαθὴν, αὐτὸν δὲ δυνήσεσθαι μηδέποτε μισῆσαι. Μεταξὺ δὲ τῶν τοιούτων λόγων ἐπικόπτων τὴν ὁρμὴν, πάντων μὲν ἔλεγε τούτων ὁ μέγας δομέστικος μεμνῆσθαι, καὶ μᾶλλον ἤ τινων ἄλλων· οἴεσθαι δὲ καὶ ψυχαῖς εἴ τις αἴσθησις καὶ μνήμη τῶν κατὰ τὸν βίον μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν, πάντων μᾶλλον αὐτὸν ἐπιλήσεσθαι τῶν ἄλλων ἢ τῶν λόγων τουτωνὶ ἀνεξάλειπτα τῇ διανοίᾳ ἐγκεκολαμμένων. ὅ,τι δὲ αὐτῷ τὰ τοιαῦτα δύνασθαι νοεῖν, νῦν ἀγνοεῖν. Εἰκότως, εἴρηκεν ὁ βασιλεύς· ἔτι γὰρ ἑαυτῷ τῶν τοιούτων τὴν δύναμιν ἄδηλον παρακατέχειν, νυνὶ δὲ ποιήσειν φανεράν. τὴν γὰρ ἔνδοθεν πρὸς αὐτὸν ἀκραιφνῆ καὶ καθαρὰν φιλίαν αὐτῷ μὲν εἶναι καὶ πάλαι δήλην ἐκ πολλῶν· βούλεσθαι δὲ νῦν καὶ τοῖς ἄλλοις ἅπασιν οὐ Ῥωμαίοις μόνον, ἀλλὰ καὶ τοῖς ἐν ἐσχατιαῖς γῆς βαρβάροις ἔνδηλον καὶ φανερὰν ποιῆσαι.
τοῦτο δὲ γένοιτ’ ἂν, εἴγε καὶ αὐτὸς πορφύραν ἐνδὺς καὶ παρασήμοις κοσμηθεὶς βασιλικοῖς, συμβασιλεύσει Ῥωμαίων καὶ συνεδριάζων αὐτῷ φανεῖται καὶ χρηματίζων βασιλικῶς. καίτοι τοῦτο δόξαι μὲν ἂν τοῖς ἔξωθεν ὑπερφυὲς, ὥσπερ δῆτα καί ἐστι, τῇ δὲ ἔνδοθεν πρός σέ μου διαθέσει παραβάλλων τις, ἡττώμενον εὑρήσει παραπολύ. τὸ μὲν γὰρ κοινωνὸν ἑλέσθαι τῆς ἀρχῆς καὶ τῆς εὐδοξίας μεταδοῦναι, καὶ ἄλλοις ἄν τισιν εὕροι τις εἰργασμένον πρὸ ἡμῶν· τῇ δὲ φιλίᾳ καὶ τῇ συμπνοίᾳ, ἣν ἐν ἀλλήλοις ἐκτησάμεθα ἡμεῖς, καὶ τοὺς παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ἐπὶ φιλίαις ὑμνουμένους οὐκ ἐπ’ ὀλίγον νομίζω παρηκοντικέναι. ὅθεν εἴ τι καὶ τῶν θαυμασίων δοκεῖ εἶναι τοῖς ἄλλοις πᾶσι, τῶν μετρίων ἔμοιγε φαίνεται καὶ ὀλίγων, οὐ διὰ τὸ μάλιστα βούλεσθαι μόνον καὶ ὥσπερ τι δεῖγμα οἴεσθαι μικρὸν τῆς ἔνδοθεν στοργῆς τῆς περὶ σὲ, ἀλλ’ ὅτι καὶ Ῥωμαίοις οὐ μικρὸν εἰς τὰ πράγματα λυσιτελήσει. Βασιλεὺς μὲν οὖν ἐκ τούτων ἐπεχείρει τὸν μέγαν δομέστικον πείθειν αὐτῷ συμβασιλεύειν καὶ συνδιέπειν τὴν ἀρχήν·
ὁ δὲ καὶ αὐτὸς μὲν ἔλεγε τὴν ἴσην καὶ ὁμοίαν ἔχειν περὶ τὸ πρᾶγμα δόξαν, καὶ μέγα μὲν οἴεσθαι καὶ θαυμαστὸν καθ’ ἑαυτό τε εἶναι καὶ δοκεῖν τοῖς ἄλλοις ὥσπερ τις κορωνὶς τῶν ἐν ἀνθρώποις εὐτυχημάτων ὂν, τῇ φιλίᾳ δὲ αὐτῶν παραβαλλόμενον τῇ πρὸς ἀλλήλους, οὐδὲν τῶν θαυμασίων εἶναι, οὐδὲ τῶν εἰκότως ἂν ἐκπλῆξαι δυναμένων. ὁ γὰρ τὴν αὐτοῦ ζωὴν τῆς οἰκείας προτιθεὶς καὶ μεθ’ ὅσης ἂν ἡδονῆς τὸ ὑπὲρ αὐτοῦ ἀνθελόμενος ἀποθανεῖν, τί θαυμαστὸν, εἰ καὶ βασιλείας μεταδοίη, ἢ εἴ τινος καὶ τούτου θαυμασιωτέρου; τῆς δὲ εὐεργεσίας ἕνεκα ταυτησὶ πολλὰς μὲν ὀφείλειν χάριτας ὁμολογεῖν, καὶ λόγοις τε καθόσον οἷόν τε τὴν ὑπὲρ αὐτῆς χάριν ἀφοσιοῦν, ἔργοις τε ἀμείβεσθαι τοῖς ἴσοις, τὴν ὁμοίαν καὶ αὐτὸν ἐκ τῆς καρδίας αὐτῷ προσάγοντα καὶ φιλίαν καὶ στοργήν. ὃ δὲ αὐτῷ προστάττει νῦν δέχεσθαί τε καὶ ὡς τετελεσμένον νομίζειν ἤδη. τὸ γὰρ εἰς αὐτὸν ἧκον, οὐδὲν ἐλλείπειν τοῦ πεπρᾶχθαι, ἔργῳ δὲ τελεῖν μήτε δύνασθαι, μήτε κατὰ γνώμην αὐτῷ εἶναι μήτε καθ’ ἡδονήν. διὸ αὐτόν τε παύεσθαι πείθειν ἐπιχειροῦντα περὶ τούτου καὶ αὐτῷ παραιτουμένῳ συγγινώσκειν.
Caput XXX
PG 153:421Βασιλεὺς δὲ οὐχ οὕτως ἔφασκεν ἀπροφασίστως παραιτεῖσθαι χρῆναι, ἀλλὰ τὰς αἰτίας διδάξαντα πρῶτον καὶ τὴν ἀξίωσιν πείσαντα ὡς παράλογον, οὕτως ἤδη ἀπολύεσθαι αἰτίας· πρὶν δὲ ταῦτα ποιεῖν οὐ συνετὸν, οὐδ’ ἄγαν φιλοῦντος οὕτως ἐξ οὐδεμιᾶς αἰτίας ἰσχυρίζεσθαι τὸ μὴ πεισθῆναι ἄν ποτε. καίτοι γε εἰ μή τι ἄλλο, τὸ γοῦν ἀεὶ διαβεβαιοῦσθαι μηδὲν εἶναι μήτε μεῖζον μήτε ἔλαττον ὃ, θελήσαντος ἐκείνου, μὴ ἂν εἰς πέρας ἀγαγεῖν, αὐτὸν ἄξιον καταναγκάζειν πείθεσθαι αὐτῷ. εἰ δ’ οὐχ οὕτως ἔχεις, δίκαιον διδάσκειν, ὡς ἂν εἰδείην τὸν πρότερον ἠπατημένος χρόνον. Οὕτως ἔφασκεν ὁ μέγας δομέστικος ἔχειν, καὶ ἀεί τε διϊσχυρίζεσθαι πάντα πράττειν ἐθέλειν, ἅττα ἂν βούλοιτο αὐτὸς, καὶ νῦν οὐδὲν ἧττον πρὸς τοῦτο παρεσκευασμένος εἶναι. ἐφ’ οὗ δὲ πείθειν νῦν ἐπιχειρεῖς, οὐ σώζειν τὴν ἀκολουθίαν τὸν λόγον. πᾶν γὰρ ἐθέλειν ποιεῖν φαίην ἂν, ὃ οὐ δι’ ἐμὲ ἂν γίγνοιτο, διὰ σὲ δέ·
περὶ οὗ δὲ νῦν ὁ λόγος δι’ ἐμὲ ὄντος, οὐ δίκαιον οὐδ’ ἀναγκαῖον εἰς πειθὼ τῷ λόγῳ χρῆσθαι, ἄλλως τε καὶ αὐτὸν ὡσαύτως διακείμενον περὶ ἐμὲ καὶ τοῖς ὁμοίοις καὶ αὐτὸν χρώμενον λόγοις, οὐκ εὔλογον πρὸς ἐμὲ μὲν ἰσχυρὸν τὸν λόγον ἡγεῖσθαι, πρὸς σὲ δὲ μὴ δύνασθαι τὰ ἴσα. εἰ δ’ ἐν ἀμφοτέροις ὁμοίαν ἔχει τὴν ἴσχυν, δίκαιον καὶ σὲ ὃ μᾶλλον ἐγὼ βούλομαι ποιῆσαι, ἄλλως τε καὶ περὶ ἐμοῦ τοῦ ζητουμένου ὄντος. Τοιούτων δή τινων καὶ πλειόνων ἑτέρων πρὸς ἀλλήλους εἰρημένων, βασιλέως μὲν ἐπιχειροῦντος πείθειν δέχεσθαι τὴν βασιλείαν, τοῦ μεγάλου δομεστίκου δὲ μήτε βουλομένου μήτε πειθομένου, τὸ νῦν μὲν ἔχον διελύθησαν, οὔτ’ ἀπαγορεύσαντος εἰς τέλος βασιλέως, οὔτε τοῦ μεγάλου δομεστίκου ἀποσχέσθαι τοῦ πράγματος πεῖσαι δυνηθέντος βασιλέα.
βασιλεὺς δὲ αὐτὸν οὕτως ἀνθιστάμενον ὁρῶν, δεῖν ἔγνω καὶ ἑτέρους πρὸς πειθὼ παραλαβεῖν, εἴ πως δυνηθείη δι’ αὐτῶν πεῖσαι δέξασθαι τὴν βασιλείαν, καὶ παραλαβὼν Ἀνδρόνικον τὸν Ἀσάνην, ὄντα τοῦ μεγάλου δομεστίκου πενθερὸν, καὶ τὸν πρωτοστράτορα Συναδηνὸν, καὶ αὐτοῦ μεγάλου δομεστίκου παρόντος, μετὰ τὸ διαλεχθῆναι περί τινων ἑτέρων πρὸς αὐτοὺς, ἤδη καὶ περὶ τοῦ προκειμένου προοιμιαζομένου, ὁ μέγας δομέστικος περὶ ὧν ἔσοιντο οἱ λόγοι συμβαλὼν, ἀνίστη τε τὸν βασιλέα τοῦ συνεδρίου, ὡς περί τινος ἀναγκαίου μέλλων διαλέξεσθαι, καὶ μόνον παραλαβὼν, ὥρκιζε τὸν θεὸν, μηδὲν πρὸς τοὺς εἰρημένους περὶ ὧν βούλοιτο εἰπεῖν, ὡς ὠφελείας οὐδεμιᾶς ἐκ τῶν λόγων ἐσομένης. εἰ γὰρ ἐνῆν ὑπό τινων πεισθῆναι, μᾶλλον ἂν τῶν ἄλλων πάντων ἐπείθετο αὐτῷ· αὐτοῦ δὲ ἐκ πολλῶν καὶ συνεχῶν ὁμιλιῶν πλέον ἠνυκότος οὐδὲν, θαυμάζειν εἰ ἑτέροις τισὶν ἤλπισε τοῦτο γενέσθαι δυνατόν. βασιλεὺς δὲ ἤλγησε μὲν οὐκ ἐπ’ ὀλίγον, ὁρῶν ἤδη τὴν ἐπιχείρησιν οὐκ ἐσομένην ἀνυσθῆναι δυνατήν.
PG 153:423καὶ διετέλεσεν ἡμέρας οὐκ ὀλίγας ἀλγῶν τε καὶ πολλὰ τὸν μέγαν δομέστικον καταμεμφόμενος τῆς ἀπειθείας καὶ τῆς οὐ καλῆς φιλονεικίας. ὅμως μέντοι τοῖς ἐκείνου πειθόμενος λόγοις ἀπέσχετο τοῦ λέγειν περὶ ὧν ὥρμητο πρὸς τοὺς εἰρημένους. καὶ αὐτοὶ δὲ ὅ, τι μὲν ἔμελλεν ἐρεῖν οὐκ ᾔδεισαν ἀκριβῶς ὁ βασιλεὺς, ὅμως δὲ ἐκ τῶν εἰκότων στοχαζόμενοι ὡς, περί τινων μεγάλων διαλέξεσθαι μέλλοντος αὐτοῖς, ὑπὸ τοῦ μεγάλου δομεστίκου κωλυθείη· ἐν αἰτίαις τε αὐτὸν ἐποιοῦντο καὶ τὰ ἔσχατα ἠδικῆσθαι διετείνοντο ὑπ’ αὐτοῦ. μηδεὶς δὲ ταῦτ’ ἀκούων, ἀνεξέλεγκτα οἰέσθω ψεύδεσθαι ἡμᾶς διὰ τὸ μὴ πᾶσι μέχρι νῦν τὰ τοιαῦτα κατάδηλα γενέσθαι.
Caput XXXI
ἴστω γὰρ θεὸς ὁ πάντα ἐφορῶν καὶ πᾶσι τοῖς γινομένοις ἀεὶ παρὼν καὶ τῶν ἀδήλων καὶ κεκρυμμένων ἀγνοῶν μηδὲν, ὡς οὔτ’ ἐπὶ τοῖς ἄλλοις τοῖς συγγεγραμμένοις ἅπασιν οὔτ’ ἔχθραν οὔτε φιλίαν οὔτ’ ἄλλο τῶν πάντων οὐδὲν τῆς ἀληθείας προεθέμεθα, νῦν τε οὕτως ὡς ἐγένετο περὶ τοῦ πράγματος τὴν διήγησιν ἀποδιδόαμεν ὑμῖν, ὡς οὐχ ἅπαξ οὐδὲ δὶς καὶ τετράκις, ἀλλὰ καὶ πολλάκις βασιλεὺς Ἀνδρόνικος ὁ νέος Καντακουζηνὸν τὸν μέγαν δομέστικον ὅλῃ γνώμῃ καὶ πάσῃ σπουδῇ τοῖς βασιλικοῖς ἠθέλησε κοσμῆσαι παρασήμοις καὶ συγκάθεδρον αὐτῷ καὶ συμβασιλεύοντα ἀποδεῖξαι. αὐτοῦ δὲ παραιτουμένου ἰσχυρῶς καὶ μήδ’ ἂν εἴτι γένοιτο, πεισθήσεσθαι ἰσχυριζομένου, ἤλγησέ τε σφοδρῶς ὁ βασιλεὺς ἐπιπολὺ καὶ τῆς ἀκαίρου κατεμέμψατο φιλονεικίας. τῷ μὲν δὴ ἔξωθεν σχήματι καὶ τῇ περιβολῇ οὐχ ᾗ ἠξίου ἐγεγόνει ὁ βασιλεύς· ἔργοις δὲ οὐδὲν ἦν σχεδὸν διαφέρων βασιλέως.
ἥ τε γὰρ διοίκησις τῶν πραγμάτων πᾶσα ὑπ’ αὐτῷ ἦν, καὶ τὰ βασιλέως προστάγματα οὐχ ἧττον ἢ αὐτὸς βασιλεὺς ἐρυθραῖς ὑπεσημαίνετο ὑπογραφαῖς, καὶ ἃ ἐξεφέρετο παρ’ ἑαυτοῦ, τὴν ἴσην καὶ ὁμοίαν δύναμιν τοῖς βασιλέως εἶχεν, καὶ τἄλλα ὅσα βασιλέως ἔργα ἦν, καὶ αὐτῷ ἐξῆν. στρώμασί τε γὰρ ἐφύπνωττε βασιλέως, εἴποτε στρατευομένῳ συνέβαινε τοῖς αὐτοῦ σκευοφόροις μὴ παρεῖναι, καὶ τῇ βασιλέως κλίνῃ, ᾗ μηδὲ υἱῷ καὶ βασιλεῖ, εἰ μὴ ἐπιτραπείη, ἔξεστιν, αὐτὸς ἀνεκλίνετο ἀκωλύτως ὁμοίως τε ἀπόντος καὶ παρόντος βασιλέως, ἐμβάσι τε ἐχρῆτο ταῖς βασιλικαῖς ἀδεέστερον ἢ ταῖς ἰδίαις, ὁπότε συνδιανυκτερεύσειε βασιλεῖ, καὶ πάντα ἔπραττε βασιλικῶς, ὡς καὶ βασιλέα ὁρῶντα τὰ τοιαῦτα ἥδεσθαί τε ἄγαν ὑπερφυῶς καὶ τοῖς ἄλλοις ἐνδείκνυσθαι ὡς εἴη αὐτῷ καθ’ ἡδονήν. τὰ τοιαῦτα δὲ οὐδὲ τῇ βασιλίδι Ἄννῃ ἄγνωστα ἦν, ἀλλὰ παρούσης καὶ αὐτῆς, ἐπράττετο πολλάκις, ὡς καὶ βασιλέα πρὸς τὸν μέγαν δομέστικον λέγειν, ὅτι τί δ’ ἂν εἴη δεινὸν, εἰ ἃ ἰδίᾳ, ταῦτα καὶ δημοσίᾳ πραχθείη καὶ τοῖς πᾶσι γένοιτο καταφανῆ; ὁ δ’ οὐδὲν ἧττον ἢ πρότερον ἀπεωθεῖτο, ἀρκεῖσθαι τοῖς παροῦσι φάσκων.
Caput XXXII
PG 153:425ἀλλὰ περὶ μὲν τούτων τῆς ἀληθείας ἕνεκα τοσαῦτα εἴρηται ἡμῖν. ι. Οὐ πολλοῖς δὲ ἔτεσι πρότερον Ζαχαρίας Μπενέτος ὁ ἐκ Γεννούας τῇ Χίῳ ἐπιθέμενος ἐκράτησεν αὐτῆς. βασιλεῖ δὲ Ῥωμαίων τῷ πρεσβυτέρῳ Ἀνδρονίκῳ διὰ τὰς συχνὰς ἐφόδους τῶν Περσῶν κατὰ τῶν πρὸς ἕω τοῖς Ῥωμαίοις ὑπηκόων πόλεων οὐ ῥᾳδίως ἔχοντι πολέμῳ τὴν νῆσον Ῥωμαίοις ἀνακτᾶσθαι, ἔδοξε λυσιτελεῖν εἰρηνικὰς πρὸς Ζαχαρίαν σπονδὰς θέσθαι, ὥστε Χίον μὲν ἐπὶ δέκα ἔτεσι κατέχεσθαι παρ’ αὐτοῦ καὶ μηδένα βασιλεῖ παρέχειν φόρον, ὀνομάζεσθαι δὲ μόνον βασιλέως καὶ σημαίας ἐπὶ τῶν τειχῶν ἀνάγεσθαι βασιλικὰς, μετὰ δὲ τὴν δεκαετίαν πάλιν Ῥωμαίοις τὴν νῆσον ἀποδιδόναι. τοιαύτας μὲν βασιλεὺς τὰς πρώτας σπονδὰς ἔθετο πρὸς Ζαχαρίαν· ἐν τοῖς αὐτοῖς δὲ ἔτεσιν αὐτὸς περιεποίει τε τὴν νῆσον ἑαυτῷ ὑποποιούμενος τοὺς Χίους, καὶ Ὠχύρου τὴν πόλιν τά τε πεπονηκότα ἀνοικοδομῶν, καὶ εἴπου δέοι, τοῖς τείχεσιν ὕψος προστιθεὶς, καὶ τάφρους τε καὶ τἄλλα ἐξαρτυόμενος ἃ ἔμελλε λυσιτελήσειν, εἰ κατασταίη πρὸς τὸν πόλεμον.
μετὰ δὲ ταύτας τὰς δεκαετεῖς οὐ ῥᾳδίαν ὁρῶν ὁ βασιλεὺς τὴν παράληψιν τῆς Χίου διὰ τὸ ὠχυρῶσθαι, ἄλλως τε καὶ Ζαχαρίου πρεσβείαν πέμψαντος καὶ βασιλέως δεομένου μὴ περὶ τῆς νήσου ἐνοχλεῖν, ἑτέρας ἔθετο πενταετεῖς ἐπὶ τοῖς ἴσοις καὶ ὁμοίοις, καὶ μετ’ αὐτὰς ἑτέρας πάλιν. καὶ τετελευτηκότος Ζαχαρίου, τῆς τε Χίου καὶ τῆς πανουργίας οἱ παῖδες καταλειφθέντες κληρονόμοι, οὕτω διεπαιδαγώγουν βασιλέα, πρὶν τὰς οὔσας ἐξικέσθαι ἑτέρας τιθέμενοι· καὶ ἔργῳ μὲν αὐτοὶ καρπούμενοι τὴν Χίον, ψιλῇ δὲ προσηγορίᾳ βασιλεῖ παρέχοντες αὐτῆς κυρίῳ εἶναι.
Chapter IVCaput IV
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:427τῶν σπονδῶν δὲ αὐτοῖς τότε πρὸς ἔξοδον ἤδη οὐσῶν, Καλόθετος τῶν παρὰ Χίοις δυνατῶν ὁ μάλιστα διαφορώτατος, τῷ μεγάλου δομεστίκου οἴκῳ προσῳκειωμένος ἐκ πολλῶν ἐτῶν, (πατέρες τε γὰρ ἐκείνου τοῖς μεγάλου δομεστίκου πατράσιν ἐς τὰ μάλιστα ἦσαν φίλοι καὶ οἰκεῖοι, καὶ αὐτὸς αὐτῷ,) οὗτος δὴ ὁ Καλόθετος τῇ τοῦ μεγάλου δομεστίκου μητρὶ τότε προσελθὼν Διδυμοτείχῳ ἐνδιατριβούσῃ καὶ τήν τε κακουργίαν τῶν Λατίνων ἀπαγγείλας, ᾗ χρώμενοι ἀπεστέρησάν τε Ῥωμαίους τῆς Χίου τὴν ἀρχὴν καὶ νῦν ἐπὶ τοσοῦτον κατέχουσιν ἐξαπατῶντες, πρᾶγμα οὐκ εὐκαταφρόνητον, οὐδ’ οἷον ῥᾳδίως τινὰ αὐτὸ καταπροέσθαι· (δύο γὰρ πρὸς ταῖς δέκα μυριάσι χρυσίου ἐτησίους τελεῖ φόρους,) τήν τε εὔνοιαν αὐτοῦ τὴν ἀρχαίαν καὶ τὴν συνήθειαν τήν τε πρὸς αὐτὴν καὶ τὸν υἱόν· τελευταῖον συνεβούλευεν ὡς εἰ εἴη δυνατὸν βασιλέα στόλῳ εἰς τὴν Χίον βοηθῆσαι, αὐτὸν τὰ μέγιστα ἂν συνάρασθαι πρὸς τὸ ἀνακτήσασθαι τὴν νῆσον, τὰ πρῶτά τε δυνάμενον παρὰ Χίοις καὶ πολλοὺς ἑτέρους προσεταιρισάμενον καὶ τῶν φίλων καὶ τῶν συγγενῶν.
εἶναι δὲ καὶ ἀφορμὰς οὐκ ἀγεννεῖς τοῦ πρὸς Μαρτῖνον πολέμου τό, τε πρὸς ἔξοδον ἤδη εἶναι τὰς σπονδὰς, καὶ τὸ, βασιλέως ἀγνοοῦντος, ἀκρόπολιν ἐπὶ τῷ Χίον βίᾳ κατασχεῖν οἰκοδομεῖν. ἐδεῖτό τε αὐτῆς σκέψασθαι περὶ αὐτοῦ πρότερον καλῶς, ὅπως μὴ αὐτῷ ἐς κίνδυνον τὰ πράγματα χωρήσει, βασιλέως οὐ μετὰ τῆς προσηκούσης δυνάμεως ἐκεῖ ἐλθόντος. περὶ πλείστου μὲν γὰρ ποιεῖσθαι καὶ τὸ Χίον Ῥωμαίοις προσχωρῆσαι, ὠφέλειαν παρέξουσαν οὐ τὴν τυχοῦσαν· οὐδὲν δὲ ἧττον καὶ ἑαυτοῦ καὶ τῶν οἰκείων προνοεῖσθαι, ὡς εἰ μὴ κατὰ γνώμην αὐτῷ τὰ πράγματα χωρήσει, πανοικεσίᾳ διαφθαρησομένου, εἰ κατάδηλον γένοιτο Λατίνοις, ὅτι αὐτοῦ πράττοντος ἐπεστράτευσεν αὐτοῖς ὁ βασιλεύς. οὗ δὴ ἕνεκα αὐτῇ τὴν γνώμην ἀναθεῖναι πρώτῃ, ὡς ἅττα ἂν αὐτῇ δοκοίη ἐκείνου διαπραξομένου. Τοιαῦτα μὲν ὁ Καλόθετος τῇ μητρὶ τοῦ μεγάλου δομεστίκου κρύφα περὶ Χίου διειλέχθη· ἡ δὲ ἐπέῤῥωσέ τε μᾶλλον πρὸς τὸ ἔργον αὐτὸν καὶ καλῶς ἔφασκε καὶ λυσιτελούντως βεβουλεῦσθαι καὶ Ῥωμαίοις καὶ ἑαυτῷ.
ἐπεὶ δὲ αὐτῇ τὴν πρᾶξιν ἀναθείη πρώτῃ διὰ τὴν ἀρχαίαν οἰκειότητα καὶ τὴν εὔνοιαν ἣν ἔσχηκεν ἐκ παλαιοῦ πρὸς αὐτὴν καὶ τὸν υἱὸν, αὐτὴ καὶ διαπράξεται ὅπως ἄριστα αὐτῷ ἕξει. Ἐκείνη μὲν οὖν τοιαῦτα εἶπε· πέμψασα δὲ ἐκ Βυζαντίου βασιλέα καὶ τὸν υἱὸν εἰς Διδυμότειχον ἐκάλει, ὡς ἀναγκαίων πέρι διαλεξομένη. οἱ δ’ εὐθὺς, τῶν ἄλλων ἀμελήσαντες, εἴχοντο ὁδοῦ· γενόμενοι δὲ ἐν Διδυμοτείχῳ, ἐπεὶ ἐπύθοντο περὶ ὧν καλοῖντο, ἡδέως τε ἐδέξαντο τοὺς λόγους καὶ ἐδόκει δεῖν ὡς περὶ ἀναγκαίου τῆς Χίου παρασκευάζεσθαι τὰ πρὸς τὸν πόλεμον προθύμως. τόν τε Καλόθετον ἰδίᾳ μετακαλεσάμενοι, ἑκάτερος αὐτῶν λόγοις τε ἐπέῤῥωσαν πρὸς τὸ ἔργον ἐπαγωγοῖς καὶ δώροις φιλοφρονησάμενοι ἀξίως ἑαυτῶν, ἔτι δὲ καὶ ἐπαγγειλάμενοι αὐτόν τε καὶ γένος εὖ ποιήσειν, ἐξέπεμψαν πρὸς Χίον, ὡς ὧν ἂν δέοιτο παρασκευασόμενον πρὸς τὸ Λατίνοις, ἢν δέῃ, ἐπιθέσθαι. αὐτοὶ δὲ εἰς Βυζάντιον ἐπαναστρέψαντες, τριήρεις τε ἐναυπηγοῦντο, καὶ τἄλλα παρεσκευάζοντο ὡς πλευσούμενοι ἐς Χίον.
PG 153:429σκεπτομένοις δὲ αὐτοῖς ἥντινα ἐξέσται τοῦ πολέμου εὐπρόσωπον ἀρχὴν λαβεῖν, ὁ μέγας δομέστικος συνεβούλευε τὰς μὲν τριήρεις ναυπηγεῖσθαι καὶ τὰ ὅπλα ὧν δέονται παρασκευάζεσθαι καὶ ναυτικὸν συλλέγειν, οἳ ἐπιβήσονται, καὶ ὁπλίτας. ἐπεὶ δὲ αἵ τε σπονδαὶ τῷ Μαρτίνῳ ἐν ἐξόδῳ εἰσὶν ἤδη, καὶ ἄκραν, βασιλέως μὴ ἐπιτρέψαντος, οἰκοδομεῖ ἐπὶ τῷ καταδουλώσασθαι τὴν νῆσον, πρόσταγμα πρὸς ἐκεῖνον αὐτοῦ πεμφθῆναι, ἅμα μὲν αὐτὸν αἰτιωμένου ὡς τὴν ἄκραν, αὐτοῦ μὴ συνειδότος, οἰκοδομοίη, κελεύοντός τε τὸ οἰκοδομεῖν ἐᾷν καὶ περαιτέρω μὴ προβαίνειν· ἅμα δὲ καὶ τὰς σπονδὰς ὡς εἰ βούλοιτο ἑτέρας θέσθαι, τῶν οὐσῶν ἤδη ἐξηκουσῶν, εἰς Βυζάντιον ἐλθεῖν. κἂν μὲν παύσηταί τε οἰκοδομεῖν καὶ γενόμενος ἐν Βυζαντίῳ περὶ ἑτέρων δέοιτο σπονδῶν, ὅ, τι ἂν εἴη σκεψαμένοις βέλτιον ποιεῖν. ἢ γὰρ μηκέτι Χίου Μαρτῖνον ἄρχειν δίκαιον ἐᾷν, ἀλλ’ ἕτερον τρόπον εὖ ποιεῖν, τὴν νῆσον δὲ τελεῖν ὑπὸ Ῥωμαίους· ἢ σπονδὰς οὐ κατὰ τὰς προτέρας, ἀλλ’ ἐφ’ οἷς ἂν αὐτοῖς βέλτιον δοκοίη τίθεσθαι, ὥστε αὖθις Μαρτῖνον Χίου ἄρχειν ἐπὶ χρόνον τινὰ ῥητόν.
Caput XXXIII
ἐὰν δὲ μήτε παύηται οἰκοδομῶν, σπονδῶν τε μὴ δέοιτο ἑτέρων, ὡς ἤδη βεβαίως τῆς νήσου ἐχομένης, τότε παρεσκευασμένων τῶν τριήρεων οὐσῶν, τὴν ταχίστην ἐπιπλεῖν· πέμπειν δὲ καὶ ἕτερα γράμματα Χίοις, κελεύοντα καὶ αὐτοῖς ἀποσχέσθαι τοῦ οἰκοδομεῖν, ὡς ἢ παύοιτο καὶ ἄκων, οὐκ ἔχων τοὺς συναιρομένους, ἢ εἰ βιάζοιτο καὶ ἄκοντας, μᾶλλον ἐκπολεμωθεῖεν πρὸς αὐτόν. Οὕτω βουλευσαμένοις ἐδόκει δεῖν τά τε γράμματα εἰς Χίον πέμπειν, καὶ τριήρεις τάς τε οὔσας ἐπισκευάζειν καὶ ἑτέρας ἐπιναυπηγεῖν. τὰ μὲν οὖν γράμματα βασιλέως ἀφιγμένα πρὸς Μαρτῖνον, πλέον ἤνυσαν οὐδὲν, ἀλλ’ ἀναγνοὺς, μᾶλλον ἔργου εἴχετο καὶ πᾶσαν ἐπεδείκνυτο σπουδὴν, ὥστε τὴν ἀκρόπολιν ἀπαρτίσαι ὧν ἂν δέοιτο τὴν βασιλέως φθάσας ἔφοδον. ἤδη γὰρ ὑπώπτευε καὶ αὐτός. Μπενέτος δὲ ὁ Μαρτίνου ἀδελφὸς ἐν διαφορᾷ πρὸς ἐκεῖνον καταστὰς, ὅτι χρυσίων ἑξακισχιλίων ἀποστεροῖτο παρ’ αὐτοῦ, ἃ ἐχρῆν αὐτὸν ἐκ τῶν δημοσίων τῆς Χίου φόρων λαμβάνειν ἐτησίως, προσήκοντα ἐκ πατρῴου κλήρου, ἧκεν ὡς βασιλέα τὴν ἀδικίαν ἐγκαλῶν τῷ ἀδελφῷ καὶ τυχεῖν δεόμενος ἐπικουρίας.
PG 153:431γραμματεῖά τε ἐδείκνυ ἃ σαφῶς πολλὴν τοῦ ἀδελφοῦ καὶ τὴν ἀδικίαν κατηγόρει καὶ τὴν ἀγνωμοσύνην. βασιλεὺς δὲ ἐπηγγέλλετό τε τιμωρήσειν αὐτῷ ἐφ’ οἷς ἀδικεῖται ἀφικόμενος ἐκεῖ, καὶ αὐτὸς οὐδὲν ἧττον ἃ παρὰ Μαρτίνου ἀδικεῖται ἀπολήψεσθαι. ια. Παρεσκευάζετο μὲν οὖν στόλος πέντε καὶ ἑκατὸν νεῶν, ὧν ἦσαν ὀλίγῳ ἐλάσσους εἰς τὰς δύο μοίρας διήρεις καὶ τριήρεις, ἐξ ὧν ἦσαν ἱππαγωγοὶ ὀκτὼ ἄγουσαι τριακοσίαν ἵππον· αἱ λοιπαὶ δὲ μονήρεις ἦσαν. ἐπεὶ δὲ παρεσκευασμέναι ἦσαν, τήν τε ἵππον ἐσεκόμιζον καὶ τὰ ἄλλα ἐπιτήδεια. ἦν τε ἅμιλλα πολλὴ τοῖς τριηράρχαις, ἑκάστου φιλονεικοῦντος πολυτελείᾳ καὶ λαμπρότητι παρασκευῆς τοὺς ἄλλους ὑπερβαλέσθαι· καὶ τά τε ἄλλα ἐξηρτύοντο πρὸς τὸ μεγαλοπρεπέστερον καὶ τὰ πληρώματα ἐκόσμουν ἰδίοις παρασήμοις ἔν τε ὅπλοις καὶ ἀσπίσιν. ἦσαν γὰρ οὐ τῶν τυχόντων, ἀλλὰ τῶν τε εὐγενῶν καὶ μεγάλα δυναμένων. συνέπλεον δὲ τῷ βασιλεῖ οὐ μόνον ὁπλῖται καὶ ψιλὸς πολὺς, ἀλλὰ τῶν τε συγκλητικῶν οὐκ ὀλίγοι, καὶ στρατιωτῶν οὐ μόνον οἱ χρησόμενοι τοῖς ἵπποις, ἀλλὰ καὶ ἄλλος ὅμιλος πολύς. ἐπεὶ δὲ πάντα ἤδη ἐπεπόριστο καὶ οὐδὲν ἐνέδει ἔτι, ἄραντες ἐκ Βυζαντίου ἔπλεον ἐπὶ Χίον.
Caput XXXIV
γνώμην δὲ εἶχεν ὁ βασιλεὺς, ὡς ἢν ὁ Μαρτῖνος τὸν ἐπίπλουν πυθόμενος, πρὶν εἰς τὴν νῆσον κατᾶραι, ἀφίκηται πρὸς αὐτὸν καὶ δεηθῇ περὶ αὐτῆς, τὴν μὲν ἀκρόπολιν, ἣν αὐτὸς ᾠκοδόμει, τὰ ἐλλείποντα ἐπισκευάσας, κατασχεῖν φρουρᾷ τῆς εἰσέπειτα ἀσφαλείας ἕνεκα· Μαρτίνῳ δὲ τῆς ἄλλης νήσου ἐπιτρέψαι ἄρχειν, ἀποδιδόντι ἐτησίως Μπενέτῳ ἃ πρότερον χρήματα ἀπεστέρει. ὁ δ’ οὐ μόνον ἐποίει τῶν δεόντων οὐδὲν, ἀλλ’ ἐπεὶ ἐπύθετο ὅσον οὐδέπω ἐπιπλέοντα τὸν στόλον, τὰς μὲν τριήρεις ἃς εἶχε (τρεῖς δὲ ἦσαν,) εἰς τὴν θάλασσαν κατέδυσε κενάς· Ῥωμαίων τε τοῖς τὴν νῆσον κατοικοῦσι μηδενὶ ἐκέλευσεν ἐξεῖναι ὅπλοις χρῆσθαι, θάνατον δὲ εἶναι τὴν ζημίαν τῷ χρωμένῳ. αὐτὸς δὲ τάς τε πύλας τῆς πόλεως ἀσφαλισάμενος καὶ τὰ ἄλλα καταστήσας ᾗ αὐτῷ ἄριστα ἐδόκει ἔχειν, ἅμα ὀκτακοσίοις οὓς εἶχε, φραξάμενοι ἀνῆλθον εἰς τὰ τείχη ὡς ἀμυνούμενοι ἐπιόντα βασιλέα. ἤδη γὰρ ἀνθίσταντο ἀναφανδὸν, καὶ οὐδὲ σημαίας τὰς βασιλικὰς ἠξίωσαν ἀναγαγεῖν ἐπὶ τὰ τείχη, ὥσπερ ἦν ἔθος, ἀλλὰ τὰς Μαρτίνου μόνας, ὡς βεβαίως ἤδη τῆς νήσου ἐχομένης. Καλόθετος δ’ ἅμα τοῖς περὶ αὐτὸν, ὅπλοις μὲν οὐκ ἐτόλμων χρῆσθαι τῷ δέει τῶν Λατίνων·
παρεσκευασμένοι δὲ ἦσαν ὡς ἐπιθησόμενοι αὐτοῖς, ἐπειδὰν ὁ βασιλεὺς εἰς τειχομαχίαν καταστῇ. Μαρτῖνος μὲν οὖν οὕτω τοῖς ὀκτακοσίοις πεποιθὼς, ἀντικατέστη πρὸς τὴν μάχην. βασιλεὺς δὲ τῇ νήσῳ ὡς προσέσχεν, ἀπόβασίν τε ἐποιεῖτο τῆς γῆς εὐθὺς κρατῶν, καὶ τὴν ἵππον ἐξάγων παρεσκευάζετο πρὸς τὴν τειχομαχίαν. Μπενέτος δὲ ὁ Μαρτίνου ἀδελφὸς φρούριόν τι καὶ αὐτὸς κατέχων οὐ μακρὰν τῆς ἄλλης πόλεως ᾠκοδομημένον, ἀλλ’ ὅσον ἀφ’ ἑκατέρου πρὸς τὸ ἕτερον λίθῳ σχεδὸν ἐξικνεῖσθαι, ἐνεχείρισεν ἐλθὼν τῷ βασιλεῖ, πολλὰ τοῦ ἀδελφοῦ κατηγορῶν ὡς καὶ ἀνόητα καὶ ἄδικα πράττειν ἐγνωκότος· τοῦτο μὲν, εἰ πρὸς τοσαύτην δύναμιν ἀντισχήσειν ἤλπισε, μὴ αὐτὸς ἐξ ἴσης ὁρμώμενος παρασκευῆς· ἀδικίαν δὲ κατεγίνωσκεν αὐτοῦ, εἰ πολλὰ πρὸς βασιλέως εὐεργετηθεὶς, Χίον διενοήθη αὐτοῦ ἀποστερῆσαι. βασιλεὺς μὲν οὖν εἰς τὸ φρούριον εἰσῆλθε, Μπενέτον τῆς εἰς αὐτὸν εὐνοίας ἐπαινέσας, καὶ μετὰ μικρὸν ἐξελθὼν διεκόσμει τὴν στρατιὰν ὡς ἐς τειχομαχίαν.
PG 153:433Μαρτῖνος δὲ πρός τε τὴν βασιλέως στρατιὰν ἤδη ἑαυτὸν οὐκ ἀξιόμαχον ὁρῶν, ἔκ τε τῶν Χίων ἐπικουρίαν οὐδεμίαν προσδοκῶν διὰ τὸ οὐχ ἧσσον αὐτοῦ ἀφεστηκέναι ταῖς γνώμαις ἢ καθ’ ὅσον εὖνοι ἦσαν βασιλεῖ ὑπωπτευκέναι, ἄλλως τε καὶ Μπενέτου προσχωρήσαντος καὶ τὸ φρούριον παραδόντος, ὃ οὐκ ἔλαττον ἠδύνατο ἀποτειχισμοῦ οὕτω πλησίον ᾠκοδομημένον, σφοδρῶς τε ἐθορυβεῖτο καὶ τὰς σωζούσας ἀπεγίνωσκεν ἐλπίδας. ἐπεὶ δὲ τά τε σημεῖα ἤδη ᾔρετο καὶ ἦρχον μάχης οἱ Ῥωμαῖοι, πρεσβείαν πέμψας ὁ Μαρτῖνος, ἐδεῖτο βασιλέως συγγνώμης τυχεῖν καὶ πρὸς συμβάσεις χωρῆσαι οἵας ἂν δοκῇ βασιλεῖ. βασιλεὺς δὲ ἀπεώσατό τε τὴν πρεσβείαν καὶ οὐκ ἔφασκε δεῖν, τῆς στρατιᾶς πρὸς τὴν μάχην παρατεταγμένης, διαλέγεσθαι περὶ συμβάσεων. πρότερον γὰρ αὐτῷ ἐξῆν πρὶν ἐνθάδε ἥκειν συγγνώμην τε αἰτεῖν καὶ σπονδὰς τίθεσθαι εἰρηνικὰς, νῦν δὲ ὅπως ἂν αὐτῷ δοκῇ ποιεῖν, ἐπεὶ τῇ σφετέρᾳ πεποιθὼς δυνάμει ὅπλα αὐτῷ ἀντῆρε. Βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπε· Μαρτῖνος δὲ ἤδη πᾶσαν ἐλπίδα περιῃρημένος σωτηρίας, δείσας μὴ καὶ τὸ ζῆν ἀφαιρεθείη, ἑαυτὸν ἐνεχείρισε βασιλεῖ καὶ τὴν στρατιὰν, τῆς πόλεως ἐξελθών.
οἱ Χῖοι δὲ αὐτὸν ὁρῶντες ἤδη πρὸς αἰχμαλώτου τύχην καταστάντα, ὥρμησαν ὡς ἐπὶ τοῦ βασιλέως ἀποκτενοῦντες. ὁ μέγας δὲ δομέστικος ἀπειλήσας αὐτοὺς τὰ δεινότατα διαθήσειν, εἴ τι νεωτερίζοιεν περὶ αὐτὸν, ἀπαθῆ διετήρησε κακῶν. βασιλεὺς δὲ αὐτὸν πολλὰ καταμεμψάμενος τῆς ἀβουλίας, ὅμως οὐ διέθηκεν αὐτὸν κακῶς, ἀλλὰ τὴν μὲν γυναῖκα αὐτοῦ ἐκέλευσε καὶ παῖδας, ἔτι δὲ καὶ θεραπαινίδας ὅσαι ἦσαν, αὐτὰς μὲν ἐπιφορτίσασθαι ὅσον ἀνύσαι δυνατὸν ἐκ τῶν ἐκείνῳ προςόντων χρημάτων τε καὶ ἄλλων ἐπίπλων καὶ σκευῶν πολυτελῶν, τοὺς δὲ δούλους στρώματά τε καὶ τάπητας ἆραι καὶ ἄλλα ὅσα ἐπιτήδεια πρὸς τὸ καθεύδειν τῆς νυκτὸς, καὶ ἐξελθόντας Χίου πορεύεσθαι ὅποι ἂν δοκῇ· Μαρτῖνον δὲ ἐκέλευσεν εἱρχθῆναι. καὶ τοῦτο μὲν τοῦτον ἐπράχθη τὸν τρόπον, καὶ σχεδὸν ὅσα Μαρτίνῳ ἦσαν αἱ θεραπαινίδες ἅμα γυναικὶ ἐπεφορτίσαντο· τοὺς συνόντας δὲ αὐτῷ ὀκτακοσίους συγγνώμης τε ἠξίωσεν ὁ βασιλεὺς, ἀδικήσας μηδὲν, καὶ προὔθηκεν αἵρεσιν αὐτοῖς τοιαύτην, ὥστε τοῖς τε βουλομένοις τὰ ὄντα λαβόντας ἐξεῖναι ἀναχωρεῖν, τοῖς τε μένειν ἐθέλουσι μηδένα ἐνοχλεῖν, ἀλλὰ τὴν μισθοφορὰν λαμβάνοντας, δουλεύειν βασιλεῖ.
Chapter VCaput V
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Caput XXXV
PG 153:435ὀλίγοι μὲν οὖν ἐκείνων ἀπῆραν ἐκ τῆς Χίου, οἱ λοιποὶ δὲ, οἱ μὲν ἔμειναν ἐν Χίῳ αὖθις μισθοφοροῦντες, οἱ δὲ τοῖς βασιλέως συνηριθμήθησαν οἰκέταις. Χίος μὲν οὖν οὕτως αὖθις γέγονεν ὑπὸ Ῥωμαίοις. βασιλεὺς δὲ Μπενέτον τε δίκαιον ἔκρινεν ἀμείβεσθαι τῆς εὐνοίας καὶ τῆς προθυμίας τῆς εἰς αὐτὸν, καὶ τῶν Χίων τοὺς δυνατοὺς καὶ τὸν δῆμον. εἰ γὰρ καὶ μηδὲν εἰς τὸν πρὸς Μαρτῖνον πόλεμον εἰσήνεγκαν αὐτοὶ, ἀλλὰ ταῖς γνώμαις οὕτως ἦσαν παρεσκευασμένοι, ὡς ἢν δέῃ, πᾶσαν ἐπιδειξόμενοι σπουδὴν καὶ προθυμίαν ὑπὲρ βασιλέως. διὸ καὶ Καλόθετον μὲν καὶ γένος τά τε ἐν Διδυμοτείχῳ προεπηγγελμένα, ὅτε περὶ Χίου κρύφα διειλέχθη, καὶ προσέτι πλείω εὐηργέτει, καὶ τοὺς ἄλλους καὶ τιμαῖς ἠμείβετο καὶ δωρεαῖς· τὸν δῆμον δὲ τῶν δημοσίων ἀνῆκεν εἰσφορῶν, ὅσαι μάλιστα ἐπίεζον. ιβ. Μπενέτον δὲ μετακαλεσάμενος τὸν Μαρτίνου ἀδελφὸν ἀνεμίμνησκέ τε ὧν πρὸς Βυζάντιον ἐλθὼν τοῦ ἀδελφοῦ κατηγόρει, ὡς ἀποστεροίη μὲν τῶν ἑξακισχιλίων χρυσίων, ἃ προσῆκεν αὐτῷ ἀπὸ τῶν δημοσίων προσόδων τῆς Χίου λαμβάνειν, αὐτὸς δὲ τὴν νῆσον σφετεριζόμενος ἀποστεροίη τοῦ πατρῴου κλήρου, καὶ ὡς ἐδεῖτο τῆς δυνατῆς τυχεῖν ἐπικουρίας·
ὧν τε αὐτὸς ἐπηγγείλατο, ὡς ὅσον ἤδη γενόμενος ἐν Χίῳ τῆς τε εἰς αὐτὸν καὶ τὸν ἀδελφὸν ἀδικίας εἰσπράξεται Μαρτῖνον δίκας. ὧν δὴ νῦν καλῶς καὶ ὡς προσῆκεν ἀποβάντων καὶ Μαρτίνου Χίου ἐξεληλαμένου, δίκαιον ἡγεῖσθαι εἶναι τάς τε ἐπαγγελίας ἐκπληροῦν τὰς εἰς αὐτὸν, καὶ τῆς εὐνοίας ἀμείβεσθαι ἧς πρὸς ἐλθόντα ἐνεδείξατο, τὸ φρούριον παραδούς. οὗ δὴ ἕνεκα τῆς τε Χίου ἐπιτρέπειν τὴν ἀρχὴν, καὶ τῶν προσόδων αὐτῆς τῶν δημοσίων οὐκ ἔλαττον χρυσίου μυριάδων δυοκαίδεκα οὐσῶν, εἰς μὲν ἐπιμέλειαν τῆς νήσου καὶ φυλακὴν, ἔτι τε λοιπὴν ἀναγκαίων ἀναλωμάτων χρείαν ὅσα ἂν αὐτῷ σκεψαμένῳ βέλτιον δοκοίη ἔχειν ἀναλοῦν· τὰ δὲ ὑπολειφθέντα χρήματα, τὰ ἡμίση μὲν τῷ βασιλικῷ ταμιείῳ εἰςκομίζειν, αὐτὸν δὲ τὰ ἐπίλοιπα καρποῦσθαι.
ἄδηλον δὲ ὂν ἀνθρώπῳ παντὶ ὁπότε ἀπροσδόκητον ἥξει τὸ τέλος τῆς ζωῆς, δίκαιον ἅμα καὶ λυσιτελὲς ἡγεῖσθαι εἶναι, τὴν ἀκρόπολιν, ἣ πρὸς Μαρτίνου ᾠκοδομεῖτο, ἐπισκευασθεῖσαν ὧν δέοιτο, φρουρᾷ κατασχεθῆναι παρ’ αὐτοῦ, ὡς εἴ τι περὶ αὐτοῦ, οἷα τὰ ἀνθρώπινα, συμβαίη καὶ γένοιτο ἐξ ἀνθρώπων, μὴ τὴν Χίον Ῥωμαίους ἀποστερηθῆναι, πολλοὺς ἔχουσαν οὐ πόῤῥωθεν μόνον, ἀλλὰ καὶ ἐγγύθεν ἐπιβούλους καὶ μάλιστα τοὺς ἐκ Δήλου Σπιταλιώτας. Τοιαῦτα πρὸς Μπενέτον διεξιόντος βασιλέως καὶ μικρᾶς εὐνοίας χάριν μεγάλην κατατιθεμένου, οἱ μὲν ἄλλοι πάντες κατεπλήττοντο τὴν περὶ τὰς εὐεργεσίας τοῦ βασιλέως φιλοτιμίαν, ὅτι μικρᾶς ἕνεκα εὐνοίας τοσαύτην ἀντιπαρέσχε χάριν, μήτε ὧν ἀνάλωσε χρημάτων πρὸς τὴν παρασκευὴν τοῦ στόλου καὶ τῆς συνεπομένης ἄλλης στρατιᾶς ὑπολογισάμενος τὸ πλῆθος, μήτε ὧν ἐκ Χίου ἔμελλεν ἐτησίως ὁ Μπενέτος ἀποφέρεσθαι, καὶ ταῦτα, ὀλίγα ἢ οὐδὲν πρὸς τὸν ὑπὲρ τῆς Χίου πόλεμον εἰσενεγκών. Μπενέτῳ δὲ οὐδὲν ἄρα ἤρκει, ἀλλ’ ἀδικεῖσθαι ἡγεῖτο καὶ ἀποστερεῖσθαι, μὴ μειζόνων ἀξιούμενος.
PG 153:437διὸ καὶ τὴν βασιλέως δωρεὰν ἀπεωθεῖτο μὴ δεῖσθαι φάσκων μήτ’ ἐπιτροπεύειν Χίου, μήτ’ ἐφ’ οἷς ὁ πατὴρ αὐτῷ, μήθ’ ὁ ἀδελφὸς Μαρτῖνος καὶ αὐτὸν κατέχειν· ἀλλ’ εἰ μὲν αὐτῷ παντάπασι τῆς Χίου βασιλεὺς παραχωροίη, ὥστ’ ἰδίαν αὐτῷ ἀρχὴν εἶναι καὶ μηδαμῶς τελεῖν ὑπὸ Ῥωμαίους, πολλὴν ἂν εἰδείη τῆς εὐεργεσίας χάριν. εἰ δὲ μὴ τοῦτον βούλοιτο τὸν τρόπον, μηδεμιᾶς ἑτέρας εὐεργεσίας μεμνῆσθαι, ὡς πρὸς ἡδονὴν αὐτῷ οὐκ ἐσομένης, ἀλλ’ αὐτὸν ὅ, τι ἂν δοκῇ δεσπότην ὄντα περὶ τῆς νήσου πράττειν. Βασιλεὺς δὲ οὐ δίκαια αἰτεῖν ἔφασκε Μπενέτον, οὐδ’ οἷα τυχεῖν. ἐχρῆν μὲν γὰρ εἰ καὶ τοὺς ἑξακισχιλίους ἐλάμβανε χρυσοῦς, ὧν παρὰ Μαρτίνου ἠδικεῖτο, ἀγαπᾷν καὶ πολυπραγμονεῖν μηδέν. εἰ δὲ οὐ τοσαῦτα μόνον, ἀλλὰ καὶ πολλαπλασίω τούτων καὶ προσέτι τὴν ἀρχὴν ἔχειν ἔξεστι τῆς νήσου, πῶς ἂν εἴη δίκαιον ἐνδεᾶ τὴν χάριν τοῦ προσήκοντος νομίζειν; ἔτι δὲ οὐδὲ ἑαυτῷ τὸ παντάπασιν αὐτῷ παραχωρῆσαι Χίου ἐν καλῷ τοῦ σχήματος ἔφη κείσεσθαι ὁ βασιλεὺς, οὐδὲ φιλοτιμίαν καὶ μεγαλοψυχίαν, ἀλλὰ παραπληξίαν καὶ ἀκρισίαν περιάψειν ἑαυτῷ.
εἰ γὰρ ἔδει τοσοῦτον πόνον αὐτόν τε καὶ Ῥωμαίους ὑπομείναντα καὶ τοσαῦτα κατὰ τὴν παρασκευὴν τοῦ στόλου χρήματα οὐκ αὐτὸν μόνον ἐκ τῶν βασιλικῶν, ἀλλὰ καὶ ἐκ τῶν ἰδίων τῶν ἐπιφανῶν πολλὰ ἀναλωκότων ὥστε κρατῆσαι Χίου, ἔπειτα αὐτῷ παραχωρῆσαι ἐς τοσοῦτον, ὥστε μήτε νῦν μήθ’ ὕστερον μὴ μόνον μὴ μετεῖναι Ῥωμαίοις τῆς ὠφελείας τῆς αὐτῆς, ἀλλὰ μηδὲ προσρήματι ψιλῷ κυρίους ὀνομάζεσθαι αὐτῆς, πολλῷ τῷ μέτρῳ βέλτιον καὶ λυσιτελέστερον ἦν, τὴν ἀπραγμοσύνην καὶ τὴν ἡσυχίαν αἱρεῖσθαι, Μαρτῖνόν τε ἐᾷν κατέχειν καὶ μὴ παρενοχλεῖν. ἐκείνως μὲν γὰρ πρὸς τῷ μὴ κόπτεσθαι καὶ ταλαιπωρεῖν ἐν στρατείαις, καὶ ταῦτα διαποντίοις, καὶ τὰ ἀναλωθέντα χρήματα ἐξῆν κερδαίνειν· καὶ προσέτι γε εἰ μὴ νῦν, ἀλλ’ ὕστερόν ποτε δύναμιν κτησαμένοις τοῖς Ῥωμαίοις τὴν νῆσον ἂν ἐξῆν ἀνακαλεῖσθαι ὡς ἀδικουμένοις, καὶ ἢ αὐτῆς τῶν ἀδικούντων κρατήσασι τυγχάνειν, ἢ ἐλάσσοσι τῶν ἀντιπάλων γενομένοις μὴ ἀδικεῖν νομίζεσθαι, μηδὲ παρασπονδεῖν.
PG 153:439εἰ δ’, ὥσπερ νῦν ἀξιοῖς αὐτὸς, σοὶ παραχωρήσομεν τῆς νήσου, οὐ μόνον εἰκῇ καὶ μάτην τόν τε πόνον ἐσόμεθα πεπονηκότες καὶ τὰ χρήματα ἀναλωκότες, ἀλλ’ οὐδ’ ἐλπίδα ὑπολειψόμεθα Ῥωμαίοις τοῦ ἀνασώσασθαι ἄν ποτε τὴν νῆσον· ἢ δοκεῖν ἀδικεῖν καὶ παρασπονδεῖν ἐάν τε κρατήσωσιν, ἐάν τε μή. δι’ ἃ δὴ πάντα μήτ’ αὐτὸν μήτε δίκαια μήτε δυνατὰ αἰτεῖσθαι, μήτ’ αὐτὸν δύνασθαι παρέχεσθαι· ἀλλ’ ἃ ὑπ’ αὐτοῦ πρότερον ἐκρίθη, δυνατά τε εἶναι καὶ Ῥωμαίοις καὶ αὐτῷ λυσιτελῆ. Μπενέτου δὲ πάντων μὲν φάσκοντος ἀκηκοέναι τῶν βασιλέως λόγων καὶ προσεσχηκέναι αὐτοῖς, μηδενὶ δὲ πείθεσθαι αὐτῶν, ἀλλὰ τοῖς ἐξ ἀρχῆς ἐμμένειν δεδογμένοις, καὶ μηδεμίαν ἡγεῖσθαι χάριν προσήκουσαν αὐτῷ ἢ τὴν παντελῆ παραχώρησιν τῆς νήσου, Οὐδὲν, ἔφη, θαυμαστὸν, ὁ βασιλεὺς, εἴ τινι περὶ πράγματός τινος βουλευομένῳ νῦν μὲν τοιάδε τινὰ λογίζεσθαι παρασταίη, μικρὸν δὲ ὕστερον τἀναντία ἢ βελτίω ἢ χείρω σκεπτομένῳ φαίνοιτο ἐκ τῶν πραγμάτων.
Caput XXXVII
διόπερ οὐδ’ αὐτὸν δίκαιον νῦν πρῶτον τῶν πρὸς αὐτὸν ἀκηκοότα λόγων, ἀπερισκέπτως οὕτως ἀπαγορεύειν, ἀλλὰ δέον εἰς δευτέραν καὶ τρίτην μετὰ τῶν φίλων σκεψάμενον ἡμέραν, οὕτως ἥκειν ἀπαγγέλλοντα ὅσα ἔδοξεν. ἴσως γάρ τι τῶν δεόντων ἡ μετὰ τῶν φίλων καὶ οἰκείων συνδιάσκεψις εὑρήσει. Ἐπιχειροῦντος δὲ αὖθις ἀντιλέγειν τοῦ Μπενέτου, ἐπέσχεν ὁ βασιλεὺς, τῆς καθέδρας τε ἐξαναστὰς καὶ πρὸς αὐτὸν εἰπὼν, ὡς οὐκ ἀκούσεται πρὶν μετὰ τῶν φίλων βουλευσάμενον ἥκειν. Μπενέτος μὲν οὖν οὕτως οἴκαδε ἀπῆλθεν, ἀνάπλεως ταραχῆς· εἰς τρίτην δὲ ἡμέραν μεταπεμψάμενος αὐτὸν ὁ βασιλεὺς, τῶν τε πρότερον ἀνεμίμνησκεν εἰρημένων καὶ ἕτερ’ ἄττα προσετίθει, τήν τε εὐμένειαν τὴν πρὸς αὐτὸν ἔνδηλον ποιῶν καὶ ὅσην ἔχει περὶ τὸ εὖ ποιεῖν αὐτὸν τὴν προθυμίαν. συνεβούλευέ τε πείθεσθαι αὐτῷ ὡς λυσιτελοῦντα βουλευομένῳ. ὁ δὲ τῆς τε ἐξ ἀρχῆς εἴχετο γνώμης καὶ βασιλεῖ παρῄνει μὴ εἰκῇ πονεῖν, μήδ’ ἄλλο τι πείθειν ἐπιχειρεῖν. ἀλλ’ εἰ μὲν αὐτῷ τῆς νήσου πᾶσαν παραδοίη τὴν ἀρχὴν, εἰ δὲ μὴ, ἀλλὰ τόγε δεύτερον, τῶν τριήρεων ὅσων δέοιτο ἐδεῖτο παρασχεῖν, ὡς ἂν εἰς Γαλατᾶν ἀφίκηται, ἐνθέμενος τὰ ὄντα.
Chapter VICaput VI
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:441βασιλεῖ δὲ ἐδόκει δεινὸν, εἰ μήπω πᾶσι φανερᾶς τῆς εἰς αὐτὸν εὐεργεσίας καθεστηκυίας, ἢ τἀληθὲς αὐτὸς ἐθέλων ἀποκρύπτειν, ἢ ἕτεροί τινες τῶν γενομένων πέρι μηδὲν εἰδότες, οἰήσονται τὸν βασιλέα βούλεσθαι μὲν ἀπελαύνειν Μπενέτον Χίου, εὐπροσώπου δὲ προφάσεως οὐκ εὐπορεῖν, καὶ διὰ τοῦτο ἀσμένως λαβόμενον τοῦ λόγου, τάς τε τριήρεις παρέχειν καὶ τὴν ἔξοδον ἐπιτρέπειν. διὸ καὶ αὖθις ἐφ’ ἑτέραις τρισὶν ἡμέραις περὶ τοῦ πράγματος ἐκέλευε διασκέψασθαι, δίκαιον δὲ εἶναι μὴ πρὸς τὴν ἐκείνου μικροψυχίαν ἀπιδεῖν, ἀλλὰ τὴν αὐτῷ προςήκουσαν ἐνδείξασθαι μεγαλοψυχίαν καὶ καρτερίαν. ἴσως γὰρ ἐν αὐταῖς τῶν δεόντων τι βουλεύσασθαι δυνήσῃ. Μπενέτος δὲ μηδὲν ἔτι προσθεὶς, θυμοῦ γέμων, οἴκαδε ἀπεχώρει ὡς τὰ ἔσχατα ἠδικημένος. βασιλεὺς δὲ ἐπὶ τοῖς γινομένοις δυςχεραίνων, τῶν παρόντων ἐπυνθάνετο Ῥωμαίων, εἰ μὴ τὴν προσήκουσαν εὐεργεσίαν κατατίθεται Μπενέτῳ, μικρὰ ἢ οὐδὲν πρὸς τὸν ὑπὲρ τῆς Χίου πόλεμον συναραμένῳ, ἢ εἰ δικαία ἡ ἀξίωσις αὐτοῦ καὶ σὺν λόγῳ γινομένη. αὐτὸν γὰρ μὴ δύνασθαι συνεῖναι, ὅ, τι ταῦτα αὐτῷ τὰ ῥήματα νοεῖ.
οἱ μὲν οὖν ἄλλοι Μπενέτον τε κατῃτιῶντο καὶ πολλὴν κατεγίνωσκον αὐτοῦ ἀβελτηρίαν· ὁ μέγας δὲ δομέστικος τὴν μὲν ἀλογίαν εἶπεν ὦ βασιλεῦ, καὶ τὴν παράνοιαν τῶν Μπενέτου ζητημάτων πάντες τε ἴσασι σαφῶς καὶ τὴν ὁμοίαν ψῆφον φέρουσι περὶ αὐτοῦ. διὸ οὐδὲ πολυπραγμονεῖν ἐξετάζοντας χρὴ, ὅ, τι βουλόμενος ἀνενδότως ἔχει περὶ αὐτά· οἴεσθαι δὲ αὐτὸν τοῖς μαινομένοις προσεοικέναι, οἱ μήτε περὶ ὧν λέγουσι, μήτε πρὸς οὓς ποιοῦνται ἴσασι τοὺς λόγους, ἀλλ’ ᾗ ἂν τὸ δαιμόνιον κινοίη, φθέγγονται ἀδιανόητα τοῖς πᾶσιν. ὡς ἂν δὲ μήθ’ ὕστερον αὐτός ποτε μήδ’ ἕτερός τις τὴν ἀλήθειαν ἐθέλων ἀφανίζειν δύναιτο τῷ ψεύδει χρῆσθαι καὶ τὰ οὐκ ὄντα λογοποιεῖν, κακίαν δῆθεν προστριβόμενος ἡμῖν τινα, ἅ μοι δοκῶ ποιητέα, εἴγε καὶ αὐτῷ σοι συνδόξειεν εἶναι, ἐρῶ. τῇ Χίῳ νυνὶ πολλῶν ἐπιδημούντων, οὐ Ῥωμαίων μόνον, ἀλλὰ καὶ ἐκ Γεννούας καὶ Βενετίας κατ’ ἐμπορίαν, καὶ Νικολάου Σανούτου τοῦ τῶν Κυκλάδων ἄρχοντος, ὃς ἧκε κατὰ φιλίαν σὲ προσκυνήσων, ἔτι δὲ καὶ ἐκ Λατίνων ἀρχιερέως, ὃς τὴν τῆς Χίου παρὰ τοῦ πάπα ἐπιτέτραπτο ἐπισκοπὴν, καὶ Φρερίων τινῶν καθ’ ἱστορίαν, κέλευσον ἐκ πάντων ἐκκλησίαν ἀθροισθῆναι·
πάντων δὲ παρόντων γενέσθαι τοὺς λόγους πρὸς Μπενέτον. κἂν δέξηται πεισθεὶς τὴν εὐεργεσίαν, πανταχόθεν ἂν ἔχοι καλῶς· ἐὰν δὲ τῇ προτέρᾳ παρανοίᾳ χρώμενος, τῶν μὲν ἐν χερσὶν ἀπόσχηται ἀγαθῶν, τῶν δὲ μήτε ὄντων μήτε ἐσομένων ἐπιθυμοίη, εἰ μὴ αὐτὸν ὡς ἀδύνατα ἀξιοίη πεῖσαι δυνησόμεθα, ἀλλὰ τούς γε παρόντας οὐ μάρτυρας μόνον ἕξομεν, ἀλλὰ καὶ κήρυκας καὶ τῆς σῆς καλοκαγαθίας καὶ φιλοτιμίας περὶ τὰς εὐεργεσίας, βασιλεῦ, καὶ τῆς ἐκείνου παραπληξίας, καὶ δύο τὰ μέγιστα ἐντεῦθεν κερδανοῦμεν, ἡμᾶς τε αὐτοὺς ἀπαλλάττοντες ἀδοξίας οὐ προσηκούσης καὶ τοὺς ἄλλους τῆς ἐκ τοῦ ψεύδους ἐλευθεροῦντες προσγενησομένης βλάβης. Τοιαῦτα μὲν ὁ μέγας δομέστικος εἶπε· βασιλεὺς δὲ ἐπείθετό τε εὐθὺς τοῖς εἰρημένοις ὡς καλῶς ἔχουσι, καὶ αὐτῷ ἐπέτρεπε τὴν πρᾶξιν, προσθεὶς, ὡς εἰ μὴ βούλοιτο κατὰ τὰ διατεταγμένα πρότερον ἄρχειν ὁ Μπενέτος Χίου, καὶ δευτέραν αἵρεσιν εὐεργεσίας αὐτῷ προθεῖναι, ἐλάττονος ἢ κατὰ τὴν προτέραν οὐδαμῶς.
PG 153:443τακτῇ δὲ ἡμέρᾳ ἐκκλησίαν ὁ μέγας δομέστικος ἔκ τε Ῥωμαίων καὶ τῶν ἐπιχωριαζόντων Λατίνων συναγαγὼν, παρόντος καὶ αὐτοῦ Μπενέτου καὶ τῶν Μαρτίνῳ τῷ ἀδελφῷ πρότερον συνόντων οὐκ ὀλίγων, εἰς λόγους τε καθίσταντο καὶ διηγεῖτο ἄνωθεν ἀπ’ ἀρχῆς, ὅπως τε εἰς Βυζάντιον ἀφίκοιτο πρὸς βασιλέα ὁ Μπενέτος κατηγορῶν τοῦ ἀδελφοῦ ἐφ’ οἷς ἠδικεῖτο παρ’ αὐτοῦ, ὅσα τε αὐτῷ λεχθείη πρὸς βασιλέως, καὶ τὴν εὔνοιαν, ἣν ἐνεδείξατο πρὸς αὐτὸν ἀφικόμενον πρὸς Χίον, καὶ ὡς τῆς εἰς αὐτὸν εὐνοίας ἕνεκα ὁ βασιλεὺς ἀμείβεται τοιαύταις εὐεργεσίαις. Μπενέτος δὲ αὖθις τήν τε δωρεὰν ἀπεωθεῖτο τὴν βασιλέως, ἀναξίαν κρίνων ἑαυτοῦ, καὶ εἰ μὴ παντάπασιν αὐτῷ· παραχωρήσει Χίου, τῆς Ῥωμαίων ἀφελόμενος ἡγεμονίας, μηδεμιᾶς ἑτέρας εὐεργεσίας φάσκων δεῖσθαι παρ’ αὐτοῦ, καὶ μηδὲ τρίβεσθαι εἰκῇ καὶ μάτην ἀδύνατα ἐπιχειροῦντας πείθειν. οἱ μὲν οὖν παρόντες καὶ μάλιστα οἱ ἐκ Λατίνων, πολλὴν ἀκρισίαν κατεγίνωσκον Μπενέτου καὶ ᾐτιῶντο φανερῶς, καὶ τὴν βασιλέως θαυμάζοντες φιλοτιμίαν καὶ τὴν αὐτοῦ κακοβουλίαν, καὶ συνεβούλευον πείθεσθαι βασιλεῖ, ὡς, εἰ μὴ πεισθείη νῦν, πολλὰ πολλάκις ὕστερον μεταμελήσοντος αὐτῷ.
ὁ δ’ οὐδὲν μᾶλλον ἐπείθετο αὐτοῖς, ἀλλὰ τοῖς προτέροις ἐνέμενε λογισμοῖς. ὁρῶν δὲ αὐτὸν ὁ μέγας δομέστικος οὕτως ἔχοντα ἐφ’ οἷς ἠξίου ἀμεταμελήτως οὐκοῦν εἶπεν εἰ μή σοι ταῦτα ἀρεστὰ δοκοίη, ἀλλ’ εἰ μὴ τύχοις ὧν αὐτὸς ἀξιοῖς, καὶ τῆς Χίου παντάπασι κέκρικας ἀποστῆναι δεῖν, καὶ δευτέραν αἵρεσίν σοι προθήσομαι εὐεργεσίας, ἣν αὐτὸς ἐκέλευσε βασιλεύς. οἰκίας γάρ σοι λαμπρὰς καὶ πολυτελεῖς χαρίζεται ἐν Βυζαντίῳ, καὶ τῶν συγκλητικῶν Ῥωμαίων ἕνα κελεύει εἶναι, καὶ ἀξιώματι τῷ προσήκοντι τιμήσει καὶ ἀρχὴν ἐγχειρίσει τῶν παρὰ Ῥωμαίοις νενομισμένων, καὶ τἄλλα ὅσα τοῖς εὐγενεστέροις Ῥωμαίων καὶ αὐτῷ προσήκοντα ἔσται· καὶ τούτων πάντων χωρὶς προσόδων ἐτησίων ἕνεκα ἐκ τῶν τῆς Χίου φόρων μυριάδας χρυσίου λαμβάνειν δύο. Τούτων ἀκούσας ὁ Μπενέτος, οὐκέτι οὐδὲ καθεκτὸς ἐδόκει εἶναι, ἀλλ’ ὥσπερ τὰ μέγιστα ἀδικούμενος, ἀχθόμενος καὶ δυσανασχετῶν, καὶ ὅρκοις ἑαυτὸν κατελάμβανε καὶ ἀραῖς ταῖς παλαμναιοτάταις, εἴτι παραδέξαιτο τῶν λεγομένων, εἰ μὴ ἅπερ ἐξ ἀρχῆς ᾐτήσατο παράσχοι βασιλεύς. τρεῖς δὲ ᾐτεῖτο τριήρεις ἐκ τῶν βασιλικῶν ὡς πανοικεσίᾳ πλευσούμενος ἐς Γαλατᾶν.
PG 153:445ὁ μὲν οὖν τοιούτους παραπληξίας γέμοντας προῄει λόγους· οἱ δ’ ἀκροώμενοι τῶν εἰρημένων βασιλέα μὲν ἐθαύμαζον καὶ ἐπῄνουν καὶ τῆς μεγαλοψυχίας καὶ τῆς φιλοτιμίας, Μπενέτου δὲ πολλὴν κατεγίνωσκον ἀγνωμοσύνην. καὶ ὁ σύλλογος διελέλυτο ἐπὶ τούτοις. πυθόμενος δὲ ὁ βασιλεὺς ὅσα τε εἴποι καὶ ὧν ἀκούσειε Μπενέτος, ἐπεὶ μηδὲν ἔτι συνεώρα λειπόμενον τῶν προσηκόντων, ἐκείνῳ μὲν τρεῖς παρέσχετο τριήρεις, ὥσπερ ᾐτεῖτο, αἷς ἐνθέμενος ὅση ἦν αὐτῷ περιουσία, ἦλθεν εἰς Γαλατᾶν. ιγ. Αὐτὸς δὲ ὅσα ἐξῆν πρὸς φυλακὴν ἐξαρτυσάμενος τῆς νήσου, ἄρας ἐκεῖθεν ταῖς λοιπαῖς ναυσὶν, ἦλθεν εἰς Φώκαιαν τὴν παλαιὰν, οὖσαν ὑπήκοον Ῥωμαίοις· καὶ ἀπόβασιν ποιησάμενος ἐφ’ ἡμέρας τινὰς συνεγένετο Σαρχάνῃ, τῶν κατὰ τὴν Ἰωνίαν ἄρχοντι Περσῶν ἐκεῖσε γενομένῳ καὶ μετὰ τῆς προσηκούσης αὐτῷ προσελθόντι μετριότητος καὶ, οἷον εἰπεῖν, δουλείας. ὃν καὶ δώροις φιλοφρονησάμενος ὁ βασιλεὺς μεγαλοπρεπῶς, ἀπέστειλεν ἔνσπονδον Ῥωμαίοις. Αἰτίνης δὲ καὶ αὐτὸς Καρίας ὢν σατράπης, πρὸς βασιλέα μὲν οὐ παρεγένετο ὑπὸ νόσου χρονίου κωλυθείς·
τῶν ὑπ’ αὐτὸν δὲ Περσῶν οὐκ ὀλίγους πέμψας ἅμα δώροις πρὸς βασιλέα, τὴν νόσον, ὡς ὑπ’ αὐτῆς κεκωλυμένος, ᾐτιᾶτο, προσκυνῆσαι βασιλέα. βασιλεὺς δὲ λόγοις τε εὐχαριστήσας καὶ δώροις ἀμειψάμενος αὐτὸν, ἀπέστειλε τοὺς ἐλθόντας. ἐκεῖθεν δὲ ἐξελθὼν, εἰς Φώκαιαν τὴν νέαν ἦλθεν. αὕτη δὲ Ῥωμαίους μὲν οἰκοῦντας εἶχεν· ἐξ αἰτίας δέ τινος ὥσπερ Ζαχαρίας Χίου, οὕτω δὴ καὶ αὐτῆς Ἀνδρέας Κατανίας ἐκ Γεννούας κρατήσας, ἀκρόπολίν τε οἰκοδομησάμενος καὶ κατασχὼν φρουρᾷ, τῆς ἄλλης πόλεως ἦρχεν ἀσφαλῶς. τότε μὲν οὖν Ἀνδρέας οὐ παρῆν, ἀλλ’ εἰς Γέννουαν κατά τινα χρείαν ἀπεδήμει. Ἀρῆγος δὲ Ταρταρὼ, ὃς ἦν Ἀνδρέου θεῖος, Φωκαίας ἦρχεν ἀντ’ αὐτοῦ· ὃς ἰδὼν τὸν βασιλέα προσιόντα, Φωκαίας τε ἐπέσπευδεν εἰς ὑπάντησιν βασιλέως ἐξελθεῖν, ἀνοίξας τὰς πύλας, καὶ αὐτὸς ἅμα σὺν αὐτοῖς ἐξῆλθε καὶ προσεκύνει βασιλέα. ἐπεὶ δὲ γένοιτο ἐντὸς τειχῶν, τοὺς τὴν ἀκρόπολιν φρουροῦντας (ἦσαν δὲ ἐκ Γεννούας Λατῖνοι,) ἐξελθόντας ἐκέλευε βασιλεῖ παραδιδόναι. οἱ δὲ ἐξήρχοντό τε προσκυνοῦντες, καὶ παρεδίδοσαν τὴν ἄκραν.
PG 153:447βασιλεὺς δ’ ἐν αὐτῇ δύο αὐλισάμενος ἡμέρας, εἰς τὴν τρίτην ἅμα ἕῳ τὸν Ἀρῆγον μεταπεμψάμενος, καὶ τὰ κλεῖθρα τῆς πόλεως τοὺς τοὺς πελέκυς ἔχοντας βαράγκους κελεύσας ἀγαγεῖν (τούτους γὰρ ἔθος τὰ κλεῖθρα τῶν πόλεων ἔνθα ἂν ἐπιδημοίη βασιλεὺς, κατέχειν,) Ἀρήγῳ ἐκέλευε παραδιδόναι, πρὸς αὐτὸν εἰπὼν, ὡς νῦν μὲν εἰς Φώκαιαν ἐμοὶ ὑπήκοον οὖσαν ἐλθὼν, ἔμεινα ἐφ’ ὅσον ἠβουλόμην. αὖθις δὲ ἐξερχόμενος, τὴν πόλιν παραδίδωμί σοι, καὶ διὰ σοῦ τῷ Ἀνδρέᾳ, ὥστε ἄρχειν αὐτῆς ὥσπερ καὶ πρότερον ἐπιτροπεύοντα καθ’ ὅσον ἂν χρόνον ἐμοὶ βουλομένῳ ᾖ. δώροις τε αὐτὸν καὶ τοὺς τὴν ἄκραν φρουροῦντας φιλοφρονησάμενος, καταλιπὼν ἐκεῖ πολλὰς αὐτῷ τῆς εὐεργεσίας χάριτας ὁμολογοῦντας, ἄρας σὺν ἅμα παντὶ τῷ στόλῳ ἦλθεν εἰς Βυζάντιον καὶ διέλυσε τὴν στρατιάν. ὀλίγον δὲ ἐνδιατρίψας Βυζαντίῳ χρόνον, ἐξελθὼν ἐκεῖθεν, ἦλθεν εἰς Διδυμότειχον. ἔνθα διατρίβοντι ἠγγέλθη ὡς ἐκ τῆς ἕω στρατιὰ Περσῶν πεζὴ περαιωθεῖσα ἑβδομήκοντα ναυσὶ, τὰ περὶ Τραϊανούπολιν ληί̈ζεται καὶ Βήραν.
συμβέβηκε δὲ διὰ τὸν εἰς Χίον ἀπόπλουν πάντων οἴκαδε διαλυθέντων ἀναπαύλης χάριν, βασιλέα ἅμα δομεστίκῳ τῷ μεγάλῳ σὺν ὀλίγοις τισὶν εἶναι στρατιώταις· ὅσους δὲ ἐνῆν ὡς τάχιστα συναγαγόντες ἐκ τῶν πέριξ πόλεων, ἀπροσδοκήτως ἐπέθεντο τοῖς Πέρσαις, καὶ μάχῃ κρατήσαντες παρὰ πολὺ, τοὺς μὲν ἀπέκτειναν αὐτῶν, τοὺς δὲ καὶ εἷλον ζῶντας. ὅσοι δὲ ἠδυνήθησαν διαφυγεῖν, ἐμβάντες εἰς τὰς ναῦς, (ἐπεὶ τοτηνικάδε ναυτικὴ δύναμις οὐκ ἦν Ῥωμαίοις παρεσκευασμένη) ἐπεραιώθησαν πρὸς ἕω· καὶ ὁ βασιλεὺς μετὰ τὴν νίκην εἰς Ἀδριανούπολιν ἐπανῆλθεν. Μπενέτος δὲ ὁ Μαρτίνου ἀδελφὸς ἐκ Χίου κατασχὼν εἰς Γαλατᾶν, γνώμην ἔχων ὡς ἢν δύνηται ἀμυνούμενος βασιλέα, τριήρεις ἐκ Γεννούας εὑρὼν ἐφορμούσας ὀκτὼ, τὰ ὄντα πάντα διαθέμενος, πείθει μισθῷ τοὺς τριηράρχας, αὐτῷ κατὰ Χίου συνεκπλεῦσαι, ἐλπίσας αἱρήσειν ῥᾳδίως, ὡς βασιλέως οὐ ταχέως βοηθήσοντος, τῆς ναυτικῆς αὐτῷ δυνάμεως διεσκεδασμένης. ἐπεὶ δὲ προσέσχον τῇ Χίῳ, ἀπέβαινόν τε τῶν νεῶν καὶ ὁπλισάμενοι ἐχώρουν πρὸς τὴν πόλιν ὡς τῶν τειχῶν ἀποπειράσοντες.
Caput XXXVIII
Χῖοι δὲ ἐξελθόντες πανδημεὶ ἐκράτησάν τε μάχῃ τῶν Λατίνων, καὶ φεύγοντας αἰσχρῶς ἐνέβαλον εἰς τὰς ναῦς· ἀπέκτειναν δὲ αὐτῶν ὀλίγῳ πλείους τριακοσίων. οἱ δὲ λοιποὶ ἀναχθέντες, ὡρμίσαντο ἐπ’ ἀγκυρῶν, καὶ ἐς τὴν ὑστεραίαν, οὐκέτι ἀγαθὰς ἔχοντες τὰς ἐλπίδας περὶ Χίου, ἐπ’ οἴκου ἀνεχώρουν. Μπενέτῳ δὲ ὡς πᾶσα ἐλπὶς περιῃρεῖτο, ἐπιληψίᾳ κατεσχέθη καὶ πρὶν ἑβδόμην ἥκειν ἐτελεύτησεν. ιδ. Ὀλίγου δὲ παρῳχηκότος χρόνου, συμβέβηκε βασιλέα Διδυμοτείχῳ ἐνδιατρίβοντα ὀξεῖ νοσήματι περιπεσεῖν, ὃ παῖδες ἰατρῶν κεφαλικὸν σύμπτωμα καλοῦσιν. ἰατροὶ μὲν οὖν ἐκ πρώτης προσβολῆς τὴν ὀξύτητα δείσαντες τῆς νόσου, οὐκ ἀγαθὰς εἶχον τὰς ἐλπίδας· καὶ βασιλεὺς δὲ αὐτὸς τὴν ἀθρόαν καταβολὴν ὑπώπτευε μὴ οὐκ ἄνευ κινδύνου τελευτήσειν. δευτέρᾳ δὲ ἡμέρᾳ μετὰ τὴν προσβολὴν τὸν μέγαν δομέστικον μετακαλεσάμενος σὺ μὲν εἶπεν οἶσθα, ὁσάκις ἐμοῦ πείθειν ἐπιχειρήσαντος παρασήμοις σε κοσμηθῆναι βασιλικοῖς, ὥς τι πλέον αὐτὸς εἰδὼς, τοὺς μὲν ἐμοὺς διεκρούσω λόγους, καίτοι λυσιτελοῦντα πᾶσιν ἀξιοῦντος· ἃ δὲ αὐτὸς ᾤου βελτίω εἶναι, ταῦτ’ ἔθου διὰ σπουδῆς ἀκατάλυτα τηρεῖν.
PG 153:449νῦν δὲ αὐτὸς ἔοικα μᾶλλον ἢ σὺ στοχάζεσθαι τῶν συμφερόντων. εἰ γὰρ ὅσα αὐτὸς ἠξίουν ἐτελεῖτο, νῦν οὐκ ἂν ἐν θορύβῳ πολλῷ καὶ ταραχῇ αὐτός τε ἦν καὶ τὰ Ῥωμαίων πράγματα τοὺς ἐσχάτους ὑπώπτευε κινδύνους. εἰ γάρ με συμβαίη νῦν ὑπὸ τῆς νόσου κατεργασθέντα τελευτῆσαι, ὅπερ οὐδὲ πόῤῥω προσδοκίας, ἄδηλον εἰ μὴ εἰς πράγματα ὑμῖν καὶ ταραχὰς ἡ ἐμὴ τελευτὴ χωρήσει. διὸ καὶ δεῖν οἴομαι, αὐτῶν νυνὶ σαφῶς τὰ δέοντα τῶν πραγμάτων διδασκόντων, τὴν μὲν ἄκαιρον φιλονεικίαν καὶ τὴν οὐ προσήκουσαν ἔνστασιν καταλιπεῖν· αὐτὸν δὲ ὑπ’ ὀφθαλμοῖς ὅσοι πάρεισι Ῥωμαίων ὑποδήμασί τε βασιλικοῖς καὶ πίλῳ τῷ ἐμῷ, ἃ δοκεῖ βασιλείας σύμβολα εἶναι, κοσμηθῆναι ἐπ’ ἐμοῦ. κἂν μὲν καὶ αὐτὸς περιγένωμαι τῆς νόσου, καινὸν οὐδὲν ἂν εἴη εἰργασμένον. ἃ γὰρ προὐθέμην ἐξ ἀρχῆς καὶ διὰ σπουδῆς εἶχον ἐλθεῖν εἰς πέρας, ταῦτα ἔσται εἰργασμένα·
Caput XL
εἰ δ’ ἐξ ἀνθρώπων γένωμαι, τὴν ἡγεμονίαν πᾶσαν ἀναδέξασθαι Ῥωμαίων σὲ, καὶ μὴ διὰ τὴν ἀναρχίαν εἰς στάσεις καὶ πολέμους χωρῆσαι, ἐξ ὧν διαφθαρήσονται. Βασιλεὺς μὲν οὖν τοιαῦτα συνεβούλευε καὶ προσετίθει, ὡς, εἰ μὴ ἀνιᾷν βούλοιτο αὐτὸν, καὶ ταῦτα νοσοῦντα νῦν, τὸ κελευόμενον ποιεῖν. ὁ δ’ οὐδὲν ἔλαττον τῶν ἐξ ἀρχῆς εἴχετο λογισμῶν καὶ γνώμην εἶχεν, ὡς οὐδ’ ἂν εἴ τι γένοιτο εἰς βασιλέως σχῆμα κατασταίη. συνιδὼν δὲ ὁ βασιλεὺς ὡς οὐκ ἂν δύναιτο πείθειν αὐτὸν ἀμείβειν τὸ σχῆμα, ἔγνω δεῖν μὴ πέρα τοῦ δέοντος φιλονεικεῖν, ἐν οὕτω στενῷ κομιδῇ τῶν πραγμάτων καθεστώτων, ἀλλ’ αὐτοῖς πράγμασι διάδοχον αὐτὸν τῆς βασιλείας καταλιπεῖν, καὶ τοῖς παρεστῶσιν ἐκέλευε τούς τε προὔχοντας τῆς συγκλήτου πρῶτον καὶ τοὺς ἄλλους εὐγενείᾳ διαφέροντας, ἔπειτ’ ἐφεξῆς καὶ τοὺς ἄλλους ὅσοι παρῆσαν Ῥωμαίων συγκαλεῖν. ἐπεὶ δὲ συνῆλθον καὶ περιέστησαν αὐτὸν, καὶ Ἄνναν τὴν βασιλίδα ἐκέλευε παρεῖναι. ὡς δὲ καὶ αὐτὴ παρῆν, ὡς μάλιστα εἶχεν ἐπιῤῥώσας ἑαυτὸν, ὀλίγα ἄττα διειλέχθη πρὸς αὐτούς. ἔφη γάρ·
Chapter VIICaput VII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:451Τὴν μὲν εὔνοιαν, ὦ φίλοι, τὴν περὶ ὑμᾶς καὶ ὡς τοῦ παντὸς ἂν ἐτιμησάμην, οὐ μόνον κοινῇ πάντας, ἀλλὰ καὶ ἕκαστον ὑμῶν ἰδίᾳ τὰ μέγιστα εὐεργετῆσαι, καὶ ὡς οὐκ ἐν παρέργῳ, ἀλλὰ πάσῃ σπουδῇ τῷ κοινῷ Ῥωμαίων τι λυσιτελήσειν ὑμῖν χρώμενος συνεργοῖς προὐθέμην, νομίζων εἰ ἀποθανοῦμαι τοῖς βαρβάροις μαχόμενος ὑπὲρ αὐτῶν, πάσης ἥδιον καὶ μακαριώτερον ζωῆς, αὐτὸς ἂν εἰδείη θεὸς, ὁ τὰ ἄδηλα καὶ τὰ κεκρυμμένα τῶν ἀνθρώπων εἰδὼς καὶ καρδιῶν καὶ φρενῶν ἐταστής. ἐπεὶ δὲ οἷς οἶδε κρίμασιν αὐτὸς τοῦτο μὲν οὐ κέκρικε δεῖν, ἀλλ’ ὡς ὁρᾶτε περιέστησεν ἡμῖν τὴν τελευτὴν, πάντας πείθων ἔργοις αὐτοῖς, ὡς οὔτε χρήμασιν οὔτε δόξῃ οὔτε τοῖς λοιποῖς ὅσα τῶν ῥεόντων καὶ φθειρομένων, χρεὼν προσέχειν, ἀλλ’ ἑνὸς μόνου γίνεσθαι τοῦ διὰ βίου παντὸς προσέχειν θεῷ καὶ πρὸς τὸν ἐκεῖθεν βίον ἑαυτὸν ἕκαστον μεταῤῥυθμίζειν καὶ μεθαρμόζειν, πρῶτον μὲν ὑμᾶς ἀσπάζομαι τὰ τελευταῖα δὴ ταῦτα, ἄδηλον ὂν εἰ ἔτι προσφθέγξομαι ὑμῖν, καὶ δέομαι ὑμῶν, εἴ τις ὑμῖν κεῖται χάρις ἐμοῦ, ἱκεσίαις ἱλεώσασθαι τὸ κρεῖττον ἐμοὶ, τῷ πολλὰ πολλάκις αὐτῷ προσκεκρουκότι, μάλιστα νυνὶ δεομένῳ τῆς ἐπικουρίας ταυτησί·
ἔπειτα δὲ ἡγεμόνα καὶ προστάτην ἀντ’ ἐμοῦ τὸν μέγαν δομέστικον ἀφίημι ὑμῖν. Μετὰ δὲ τοῦτο τῶν αὐτοῦ λαβόμενος χειρῶν καὶ ταῖς χερσὶ τῆς βασιλίδος περιαγαγὼν, ἐχούσης ἐν γαστρὶ Μαρίαν τὴν θυγατέρα, ἣ καὶ ὕστερον Μιχαὴλ πρὸς γάμον ἐξεδόθη τῷ Μυσῶν βασιλέως Ἀλεξάνδρου, καὶ τῆς εἰκόνος ἐφεστηκυίας τῆς ὑπερφυῶς διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν τετοκυίας θεὸν τὸν κύριον Ἰησοῦν Χριστὸν σοὶ ταύτην ἔφη παραδίδωμι καὶ πάντας Ῥωμαίους, καὶ τοαποτοῦδέ σοι μελήσει περὶ αὐτῶν. θρῆνος μὲν οὖν εὐθὺς ὑπὸ πάντων ᾖρτο λαμπρὸς καὶ πάντες ἐτράποντο πρὸς οἰμωγὰς, καὶ οὐδὲν ἦν ὁρᾷν εἰ μὴ κοπτομένους καὶ κατατιλλομένους, καὶ ὁ διὰ πάντων ὀλοφυρμὸς ἐπιπολὺ τοῦ ἀέρος ἐχώρει καὶ πάντα ἐξηκούετο συμμιγῆ· καὶ οὐδεὶς εἰ μὴ αὐτολιθίνην εἶχε ψυχὴν, ἴσχυσεν ἂν ἐγκρατὴς ἑαυτοῦ γενέσθαι καὶ μὴ ἐπιδακρῦσαι τοῖς γινομένοις. ἐφ’ ἱκανὸν μὲν οὖν πάντες ἐνέμειναν τοῖς ὀλοφυρμοῖς, οὐδενὸς ἰσχύσαντος ἀπολογίαν πρὸς τὰ εἰρημένα παρασχεῖν· ὀψὲ δὲ ἀναλαβόντες ἑαυτοὺς, συνέθεντο τὰ διατεταγμένα ἐκπληροῦν, καὶ προσαγορεύοντες τὰ τελευταῖα ἕκαστος βασιλέα, δάκρυσι περιῤῥεόμενοι ἀνεχώρουν.
διὰ πάσης δὲ τῆς ἡμέρας ταυτησὶν, οὕτω προστεταγμένον ὑπὸ βασιλέως, τῶν ἐν τοῖς βασιλείοις θυρῶν ἀναπετασθεισῶν, πάντες εἰσιόντες ἀκωλύτως προσηγόρευον βασιλέα καὶ ἠσπάζοντο τὰ τελευταῖα, καὶ αὐτὸς ἀντασπαζόμενος αὐτοὺς, τὰ διατεταγμένα ὑπ’ αὐτοῦ παρηγγύα στέργειν. οὕτω μὲν οὖν διὰ πάσης τῆς ἡμέρας τοῖς πᾶσι συνταττόμενος διετέλεσεν ὁ βασιλεύς. μετὰ δὲ τοῦτο προσκαλεσάμενος τοὺς ἰατροὺς, ὥρκιζεν αὐτοὺς θεὸν τὸν ζῶντας κρινοῦντα καὶ νεκροὺς, μὴ ἀποστερῆσαι τοῦ σχήματος τῶν μοναχῶν, ἀλλ’ ἐπιτρέψαι οἱ τούτου ἀξιωθῆναι. ἔφασκε δὲ μὴ ὡς ἤδη τελευτῶν ἐφίεσθαι τοῦ τοιούτου βίου, μηδ’ αὐτοὺς πρὸς ἐκεῖνο ἀποβλέπειν, ὡς εἰ μὲν μηδεμία εἴη τοῦ περιγενήσεσθαι αὐτὸν ἐλπὶς, ἐπιτρέπειν, τοὐναντίον δὲ κωλύειν, ἀλλ’ ἤδη πράττειν μηδὲν ἀναβαλλομένους· τοῦτο γὰρ αὐτῷ μᾶλλον εἶναι πρὸς ἡδονήν· καὶ ὅρκοις ἰσχυρίζετο, ἦ μὴν αἱρεῖσθαι μᾶλλον ἐν τούτῳ τῷ σχήματι ὅσα δήποτε ἔτη ἐπιβιοὺς ὑπὲρ τῶν πρότερον πεπλημμελημένων εὐθύνειν ἑαυτὸν καὶ διὰ μετανοίας θεῷ προσοικειοῦν, ἢ ἅμα τῷ περιβαλέσθαι ἀπελθόντα μὴ προσεπεργάσασθαι τῷ χαρίσματι.
PG 153:453Ἀσκληπιάδαι δὲ πρῶτα μὲν παρεμυθοῦντο, ὡς μηδενὸς δεινοῦ συμβησομένου, ἔπειτα ὡς ἐπέκειτο σφοδρῶς, καὶ ἃ ἐδεῖτο ὑπισχνοῦντο πράττειν· ὁ δ’ οὐδὲν μᾶλλον ἐπείθετο, εἰ μὴ καὶ ὅρκοις αὐτοὺς καταλάβοι, ἦ μὴν αὐτὸν τῆς καλῆς ἐπιθυμίας μὴ ἀποστερήσειν. ιε. Ἡ νόσος δὲ ἐπετείνετο μᾶλλον καὶ προέκοπτεν ἐπὶ τὸ χεῖρον· ἡ θεία δὲ αὐτῷ Παλαιολογίνα παροῦσα ἡ Καντακουζηνὴ ᾔρετο περὶ τῆς μητρὸς τῆς βασιλίδος Ξένης, εἴ τι διατάττοιτο περὶ αὐτῆς. ἀποκριναμένου δὲ μηδὲν, νομίσασα ὑπὸ τῆς νόσου μὴ ἐπαισθάνεσθαι τῶν λεγομένων, αὖθις περὶ τῶν αὐτῶν ἐπανῄρετο, καὶ τρίτον· ὁ δ’ ἀπεκρίνατο, μὴ δύνασθαι δύο τοῖς πράγμασιν ἐφιστάναι, καὶ ταῦτα γυναῖκας οὔσας. ὁ μέγας δὲ δομέστικος ἐξελθὼν, ὅρκους προσέταξε γίνεσθαι κατὰ τὸ ἐπικρατῆσαν ἐξ ἀρχῆς ἔθος ἐπὶ τῇ βασιλέως τελευτῇ. καὶ ἐγίνοντο ἐπὶ τοῖσδε· στέργειν Ἄνναν τὴν βασιλίδα, κυρίαν καὶ δεσπόζουσαν τῶν πραγμάτων, καὶ τὴν πίστιν αὐτῇ καθαρὰν καὶ ἄδολον τηρεῖν· πείθεσθαι δὲ πάντα καὶ μεγάλῳ δομεστίκῳ καὶ τὰ κελευόμενα ὑπ’ αὐτοῦ μηδὲν ἀντιλέγοντας ποιεῖν. οὕτω μὲν οὖν ἐγίνοντο οἱ ὅρκοι, πάντων ὀμνυόντων ἐφεξῆς.
αὐτὸς δὲ τὰ πράγματα διῴκει ᾗ αὐτῷ ἄριστα ἐδόκει ἔχειν καὶ τὰς ἀρχὰς ἐπέτρεπε τῶν πόλεων, οἷς ἔκρινε δεῖν· τῶν δὲ ἀφῃρεῖτο. ὅσοι δὲ Ῥωμαίων εἰς Διδυμότειχον ἔτυχον τότε παρόντες, οὐ τῆς συγκλήτου μόνον, ἀλλὰ καὶ τῆς στρατιᾶς, τὸν μέγαν δομέστικον ἠνάγκαζον συνελθόντες τὰ βασιλικὰ σύμβολα περιθέσθαι· τά τε ἄλλα ἰσχυριζόμενοι δίκαιον εἶναι καὶ ὅτι οὕτω διατάξαιτο βασιλεύς. ὁ δ’ ἀνένευέ τε καὶ ἐκέλευε μὴ παρενοχλεῖν ὡς ἀδύνατα ἀξιοῦσι. Κωνσταντῖνος δὲ ὁ δεσπότης, ὃν ἐν ἀρχαῖς τῆς ἱστορίας μάλιστα ἐκ Θεσσαλονίκης ἔφημεν ἀχθῆναι δεσμώτην, σχῆμά τε ἠμφιεσμένον μοναχῶν καὶ Κάλλιστον ὠνομασμένον, ἔτι μὲν ἐν δεσμωτηρίῳ κατὰ τὸ Διδυμότειχον ἐφρουρεῖτο. δείσαντες δὲ οἱ παρόντες τῶν συγκλητικῶν καὶ τῆς στρατιᾶς, μὴ, τοῦ βασιλέως τελευτήσαντος, ὁ δεσπότης τοῦ δεσμωτηρίου διαδρὰς, στάσιν πάλιν τοῖς Ῥωμαίοις ἐγερεῖ καὶ τὰ πράγματα διαφθερεῖ, πόλεμον ἐμφύλιον κινήσας, τὴν βασιλείαν ἑαυτῷ περιποιούμενος, πρὸς τὸν μέγαν δομέστικον ἐλθόντες ἐδέοντο αὐτὸν ἀποκτιννύναι. τοῦτο γὰρ μάλιστα τοῖς πράγμασι λυσιτελεῖν.
Caput XLI
PG 153:455ὁ μέγας δὲ δομέστικος δεινῶς τε ἀπάνθρωπον ᾤετο τὸ πρᾶγμα καὶ ὠμὸν, καὶ τοὺς ἄλλους ἐπεχείρει πείθειν, μηδέποτε λέγων παραστῆναι ἂν αὐτῷ περὶ αὐτῶν τοιαῦτα καὶ βουλεύσασθαι καὶ εἰπεῖν περὶ δεσπότου. εἰ γὰρ μὴ καὶ ἀφ’ ἑαυτῶν αὐτοὶ συνεῖναι τὰ δέοντα ἦσαν ἱκανοὶ, ἀλλὰ τῷ γε βασιλεῖ ἐξῆν χρῆσθαι διδασκάλῳ αὐτοῖς πράγμασι παιδεύοντι ἄχρι νῦν, θεῷ δὲ θαῤῥεῖν ὡς καὶ εἰς τοὐπιὸν συνεσομένῳ καὶ παιδεύσοντι ἄχρι πολλοῦ, μὴ ὠμοὺς μηδὲ φονικοὺς εἶναι, καὶ ταῦτα πρὸς ὁμοφύλους. τίνος γὰρ κατεψηφίσατο θάνατον ὁ βασιλεὺς, καὶ ταῦτα οὐκ ὀλίγους αὐτῷ ἐπιβουλεύοντας εὑρὼν καὶ αὐτόχειρας μονονουχί; εἰ δὲ αὐτὸς ὑπὲρ ἑαυτοῦ τοσαύτῃ ἐχρήσατο φιλανθρωπίᾳ, οὐδ’ ἡμᾶς ὑπὲρ αὐτοῦ δίκαιον θηρίων ἀγριωτέρους ὀφθῆναι, ἀλλ’ ἀποστάντας τῶν τοιούτων λογισμῶν, ἡμερώτερα καὶ μετριώτερα βουλεύσασθαι περὶ τ’ ἀνθρώπου. οἱ δ’ ἔφασαν οὐ περιόψεσθαι ἑκόντες εἶναι εἰς πολέμους ἐμφυλίους καὶ στάσεις καὶ ταραχὰς τὰ πράγματα χωρήσοντα Ῥωμαίοις. αὐτοὶ γὰρ εἰδέναι ὁπόσα ἐλυμήνατο τοῖς πράγμασιν ὁ τῶν βασιλέων πρὸς ἀλλήλους πόλεμος.
διὸ μάλιστα μὲν αὐτοῦ δεῖσθαι τὰ ὑφορμοῦντα κακὰ ἐκποδὼν ποιεῖν, καὶ μὴ τοὺς περὶ βασιλείας ἐρίζοντας ζῆν ἐᾷν. εἰ δὲ μὴ, τά τε δεύτερα, ἐκτυφλοῦν· ὡς ἂν μήτ’ αὐτοὶ στερίσκωνται τοῦ ζῆν, μήτ’ αὐτοῖς αἴτιοι γίνωνται πολλῶν κακῶν. Οἱ μὲν οὖν τοιαῦτα εἶπον· καὶ παρεσκευασμένοι ἦσαν ὡς, εἰ μὴ πείθοιτο ὁ μέγας δομέστικος αὐτοῖς, καὶ ἄκοντος ἐν δεσμωτηρίῳ τὸν δεσπότην ἀποκτενοῦντες. ὃ δὴ καὶ αὐτὸς ἐκ τῶν λόγων συνορῶν καὶ βουλόμενος αὐτοὺς ἀποτρέψαι τῆς ὁρμῆς Τὸ μὲν ἀποκτιννύναι, εἶπεν, οὐδενὶ ἐξέσται τρόπῳ, οὐδὲ περιϊδεῖν ἂν αὐτὸς τὴν βασιλέως ψυχὴν φόνῳ συγγενικῷ δι’ αὐτὸν καταχρανθεῖσαν. τὸ δὲ ἀποστερεῖν τῶν ὀφθαλμῶν, μάλιστα μὲν οὐδὲ αὐτῷ βούλεσθαι ἑκὼν εἶναι· ὡς ἂν δὲ μὴ ὑποψίαν παρέχῃ στάσεως καὶ ταραχῆς, σκεψαμένῳ τῆς νυκτὸς, ὅ, τι ἂν λυσιτελοίη τοῖς πράγμασι ποιήσειν εἰς τὴν ὑστεραίαν. Οἱ μὲν οὖν ἐπείθοντο τοῖς λόγοις, οἰόμενοι ἀπαλλάξεσθαι πραγμάτων, ἐὰν τῶν ὄψεων ὁ δεσπότης ἀποστερηθῇ. αὐτὸς δὲ νυκτὸς τρισὶ τῶν πιστοτάτων οἰκετῶν, τὸν δεσπότην ἐκέλευεν ἐκ τοῦ δεσμωτηρίου λαβόντας, ἐν μυχοῖς κατακρύψαι γῆς ἀσφαλέστατα εἰς ὅσον μάλιστα ἂν ἐξῇ·
Chapter VIIICaput VIII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:457κατὰ δὲ τὸν παραῤῥέοντα ποταμὸν, ὃς Ἄδρα καλεῖται, ἀκάτιον ἀνατρέψαι, φήμην δὲ κρύφα διαδοῦναι, πρῶτα μὲν ὡς διαδράσειε τοῦ δεσμωτηρίου ὁ δεσπότης, ἔπειτα δὲ ὡς ἀποπνιγείη κατὰ τὸν ποταμόν. οἱ μὲν οὖν ἐποίουν κατὰ τὰ κεκελευσμένα· καὶ ὁ δεσπότης ἐκέκρυπτο ἐν ἀδύτοις γῆς. ἅμα δὲ πρωὶ̈ τοῦ ὄρθρου φήμη διεδόθη, ὡς διαδράσειε τοῦ δεσμωτηρίου ὁ δεσπότης· καὶ πάντες ἦσαν ἐν θορύβῳ καὶ ταραχῇ, οἰόμενοι ἤδη τὰ πράγματα εἰς στάσιν χωρεῖν. ἐπεὶ δὲ ἐπύθοντο περὶ τοῦ ἀνατετραμμένου ἀκατίου κατὰ τὸν ποταμὸν, λογισάμενοι αὐτὸν ἐκ προνοίας ἀποπεπνῖχθαι, κατεστέλλοντό τε θορυβοῦντες καὶ οὐκέτι περὶ στάσεως προσδοκίαν οὐδεμίαν εἶχον. ὁ δεσπότης μὲν οὖν οὕτω διέφυγε τὸ ἀποθανεῖν πρὸς τῷ μηδὲ τῶν ὄψεων ἀποστερηθῆναι· Λάσκαριν δὲ τὸν Καλαμάνον ὁ μέγας δομέστικος εἰς Βυζάντιον πέμψας πρωτοστράτορι ἐπιτροπεύοντι αὐτοῦ τὰ περὶ βασιλέως ἐδήλου· ἐκέλευέ τε αὐτόν τε ὀμνύειν τὸν προειρημένον ὅρκον, καὶ τοῖς ἄλλοις ἐπιτρέπειν τῶν συγκλητικῶν καὶ τοῖς δυνατοῖς τῶν Βυζαντίων· καὶ ὃς μελλήσας μηδὲν, ἐποίει τὰ προστεταγμένα. ι.
Ἀνδρόνικος δὲ ὁ πρεσβύτερος βασιλεὺς πυθόμενος περὶ βασιλέως τοῦ ἐγγόνου, ὡς νοσήματι ὀξεῖ κατασχεθεὶς προσδόκιμός ἐστιν ἀποθανεῖν, ὁρῶν δὲ καὶ τοὺς τελουμένους ὅρκους, οὓς ἐπὶ βασιλέως ᾔδει γινομένους τελευτῇ, δείσας μὴ τελευτήσαντος αὐτοῦ νεωτερισθῇ τι περὶ αὐτὸν καὶ ὑπό τινων ἀποστερηθῇ τὸ ζῆν οἰησομένων ἐπιθήσεσθαι πάλιν τῇ ἀρχῇ Ῥωμαίων, ᾐτήσατο γενέσθαι μοναχὸς, οἰόμενος οὕτως ἂν διαφυγεῖν τὸ ἀποθανεῖν, ἂν ὁ ἔγγονος τελευτήσῃ· ἐνδόντος δὲ καὶ πρωτοστράτορος, ῥάκη τε ἐνέδυ καὶ Ἀντώνιος ἐξ Ἀνδρονίκου μετωνομάσθη. Ἀνδρόνικος δὲ ὁ βασιλεὺς τῇ νόσῳ συνεχόμενος δεινῶς καὶ ὅσον οὔπω νομίζων αὐτὸν ἀπολείψειν καὶ τὸ ζῆν, τοὺς ἰατροὺς προσκαλεσάμενος ὑμεῖς εἶπεν ἴστε σαφῶς ὅσα τε διειλέχθην πρὸς ὑμᾶς αὐτὸς τοῦ τῶν μοναχῶν ἐφιέμενος σχήματος ἐπιτυχεῖν, οὐχ ὡς ἤδη παντάπασιν ἀπηγορευκὼς τὸ ζῆν, ἀλλ’ εἰ καὶ βεβαίας ἔχοιμι τοῦ περιέσεσθαι τὰς ἐλπίδας, οἰόμενος ἔχειν ἀμφοτέρωθεν καλῶς. ἄν τε γὰρ ἀπέλθω πρὸς τοὺς πλείους, ἐν καλῷ μοι κείσεται τῷ ἀδεκάστῳ κριτῇ τὸ τῆς μετανοίας ἔχοντα σχῆμα ὀφθῆναι ἐπὶ τῆς δίκης ἐκείνης τῆς φοβερᾶς·
ἄν τε περιγένωμαι τῆς νόσου, μᾶλλον βέλτιον, ὅσῳ καὶ καιρὸν εὑρήσω μετανοίας ἀπολύσασθαι τὰ πεπλημμελημένα. ὅσα τε ἐπηγγείλασθε αὐτοὶ, καὶ ὅρκοις ἐπιβεβαιώσαντες τοὺς λόγους μὴ τοῦ τοιούτου καλοῦ ἀποστερήσειν, νυνὶ δὲ τοὐναντίον ἅπαν ὁρῶ γινόμενον. αὐτός τε γὰρ ἤδη ὀλίγον ἀποδέω τοῦ ἀψύχοις ἐοικέναι, καὶ ὑμᾶς πάντα μᾶλλον ἢ τὸ τὰ συμφέροντα καὶ φίλα ἐμοὶ διανοουμένους πράττειν ὁρῶ. διὸ δὴ καὶ δέομαι ὑμῶν, μὴ ἐπὶ πλεῖον καταχρήσασθαι τῇ ἀμελείᾳ, οὐ μέτριά τινα, ἀλλ’ εἰς αὐτὰ τὰ καιριώτατα βλαπτούσῃ· ἀλλ’ ὃ μὴ πρότερον, νυνὶ σπουδάσαι καταπράξασθαι πρινὴ τὸ τέλος ἐπιστῇ. Βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπεν· οἱ δὲ ἰατροὶ μέγα ἀνοιμώξαντες καὶ πολλὰ πολλάκις ἐπευξάμενοι, εἰ μηδὲ τὴν ἀρχὴν ἐν ἐπιστήμῃ τῆς θεραπευτικῆς ἐγένοντο, ὥστε τοιαῦτα ἐπιδεῖν, ἐπέτρεπον ὅ, τι ἂν βούλοιτο βασιλέα πράττειν περὶ ἑαυτοῦ. ὁ δὲ ἀκούσας, ἔνθους τε ἐγένετο ὑφ’ ἡδονῆς, καὶ ὡς ἤδη λαμπρά τινα εὐτυχηκὼς, τὸν μέγαν δομέστικον μετεκαλεῖτο καὶ μετὰ σπουδῆς ἐκέλευε πατέρα τὸν πνευματικὸν καλεῖν τὸν ἑαυτοῦ· ὁ δὲ τῶν γεγενημένων εἰδὼς μηδὲν, ἐπυνθάνετο τὴν αἰτίαν τῆς κλήσεως ἥτις εἴη.
PG 153:459ἐπεὶ δὲ μάθοι, βασιλεῖ μὲν ὑπισχνεῖτο τὰ κελευόμενα ποιεῖν, τοῖς ἰατροῖς δὲ ἐπετίμα τε οὐ μετρίως καὶ αὐτὸς ἤνεγκεν οὐκ ἀνεκτῶς. τριβομένης δὲ ἐπιπολὺ τῆς ὥρας καὶ τοῦ πνευματικοῦ πατρὸς οὐ παραγινομένου, αὐτός τε ἐπέσπευδε τὴν ἄφιξιν καὶ τοὺς ἰατροὺς τὴν αἰτίαν τῆς μελλήσεως ἠρώτα· συνεὶς δὲ ἀπὸ τῶν λεγομένων ὑγιὲς μηδὲν αὐτοὺς λέγειν, ἐστοχάζετο παρὰ τοῦ μεγάλου δομεστίκου κωλύεσθαι τὴν πρᾶξιν, καὶ μετακαλεσάμενος αὐτὸν, τῆς τε ἐκ πρώτης ἡλικίας πρὸς ἀλλήλους αὐτὸν ἀνεμίμνησκε φιλίας καὶ τοῦ μηδέπω μηδαμῶς παρὰ πάντα τὸν βίον οὐδέτερον ἑτέρῳ ταραχῆς καὶ σκανδάλου ἀφορμὴν παρεσχηκέναι. νυνὶ δὲ ἀπορεῖν ὅθεν ὁρμώμενος οὕτως ἐξεπίτηδες ἐβουλήθη ἀχθόμενον αὐτῷ εἰς ᾅδην παραπέμψαι.
μὴ δὴ τοιαῦτά με ἐργάσῃ κακὰ, ὦ φίλων ἔλεγεν ἄριστε, μηδὲ καταπρόῃ μοι τὴν ἐλπίδα τῆς σωτηρίας, ἀλλ’ ὥσπερ πολλάκις ὑπὲρ τοῦ δυστήνου σώματος τουτουὶ̈ πάσῃ σπουδῇ καὶ προθυμίᾳ σεαυτὸν ἐνέβαλες εἰς τοὺς κινδύνους, οὕτω νῦν πολλῷ πλέον κινδυνεύοντος κατὰ ψυχὴν, πρόστηθι πάσῃ προθυμίᾳ, οὐ μόνον διὰ τὴν φιλίαν, ἀλλ’ ἵνα μὴ καὶ δίκας ὑπόσχῃς τῷ πάντων κριτῇ, τό γε εἰς σὲ ἧκον ἀποστερήσας αὐτὸν ψυχῆς, ὑπὲρ ἧς αὐτὸς θάνατον εἵλετο καὶ σταυρόν. μηδὲ κατάτριβε τὸν καιρὸν, οὕτως ἀναγκαῖον ὄντα, ὃν αὖθις εὑρεῖν οὐκ ἐξέσται διαφυγόντα νῦν, ἀλλ’ εὐχῶν τε πολλῶν δεόμενον καὶ σπουδῆς οὐ τῆς τυχούσης. ἐγὼ γὰρ καὶ ὃν ἀναλίσκω σοὶ διαλεγόμενος χρόνον, ζημίαν ἥγημαι τὴν ἐσχάτην. Ὁ μέγας δὲ δομέστικος ἀποκρίνασθαι μὲν ἴσχυσεν οὐδὲν, τῆς ψυχῆς ἤδη τῇ λύπῃ καταβεβαπτισμένης· ἔξω δὲ ἐλθὼν ἀνῴμωξέ τε πικρῶς καὶ τὸν φίλον ἀνεκαλεῖτο, καὶ μικροῦ μὲν ἐδέησεν ἀφεῖναι καὶ τὴν ψυχὴν ἐπὶ τοῖς θρήνοις· ὅμως δ’ ἀνελάμβανέ τε πάλιν ἑαυτὸν καὶ τὰς ὄψεις ὕδατι τῶν δακρύων ἀποκαθαίρων, ὥσπερ ἄλλου πάσχοντος ἀδάκρυτος ὡρᾶτο βασιλεῖ.
PG 153:461ὡς δὲ ὁ βασιλεὺς συχνοὺς ἀγγέλους ἐπιπέμπων, τὴν τοῦ πνευματικοῦ πατρὸς ἄφιξιν ἐπέσπευδεν, ὁ μέγας δομέστικος πέμψας τὸν μὲν πνευματικὸν ἐκέλευεν ἔξω Διδυμοτείχου χωρεῖν καὶ διατρίβειν ἐν προαστείοις ἄχρις ἂν αὐτὸς τὴν εἴσοδον ἐνδῷ, πρότερον δὲ μὴ εἰσιέναι, μήδ’ εἰ πάντες ἄνθρωποι ἐπιτρέποιεν· ἕτερον δὲ ἀντ’ ἐκείνου παραλαβὼν, εἰσήγαγεν ὡς βασιλέα. ἔφασκέ τε τὸν μὲν εἰωθότα τῆς πόλεως ἀποδημεῖν, καὶ ὅρκους προστιθεὶς ὡς ἀληθεύοι, τουτονὶ δὲ εἰσαγαγεῖν οὐδαμῶς ὄντα σοι ἐν συνηθείᾳ, καὶ πάνυ ἄκοντα διὰ τὸ βιάζεσθαι ὑπὸ σοῦ.
Caput XLII
Βασιλεὺς δὲ αὐτὸν προσαγορεύσας ὥρα σοι, πάτερ, ἔλεγε τοῖς πνευματικοῖς χρῆσθαι φαρμάκοις καὶ τὴν ἐπιστήμην ἐπιδείκνυσθαι τὴν πασῶν φιλανθρωποτάτην, καὶ ψυχὴν ὀδυνωμένην καὶ κακῶς πάσχουσαν ὑπὸ πολλῶν τραυμάτων καὶ πταισμάτων ἀνακαλεῖσθαι καὶ πρὸς σωτηρίους τρίβους καθοδηγεῖν, καὶ μετανοίας ἐνδύμασι καὶ πράγμασι τὸν κριτὴν ἵλεων αὐτῇ προκατασκευάζειν. ὁ δ’ ἀντησπάζετο μὲν βασιλέα καὶ αὐτὸς, μὴ ἐξεῖναι δὲ αὐτῷ ἔλεγεν, ἔτι ζῶντος τοῦ πατρὸς, ᾧ φέρων ἑαυτὸν ὑπέταξας πνευματικῶς, ἕτερον ἀνθαιρεῖσθαι, καὶ ταῦτα ἐν καιροῖς μάλιστα τοιούτοις, ὅτε βούλει μεταλλάξασθαι τὸν βίον καὶ πρὸς ἀγγελικὴν μετατάξασθαι πολιτείαν, ἐπεὶ καὶ διὰ βίου παντὸς τούτῳ χρῆσθαι δίκαιον διδασκάλῳ καὶ ὡς τῶν κρειττόνων τινὶ προσέχειν, ἀλλὰ μὴ ἁπλῶς οὕτω καὶ ἀπερισκέπτως ὑπὸ τοῦ τυχόντος τὰ τοιαῦτα μυσταγωγεῖσθαι. Τοιαῦτα γὰρ ἦν δεδιδαγμένος λέγειν. βασιλεὺς δὲ ἐδυσχέραινε μὲν οὐ μετρίως πρὸς τοὺς λόγους καὶ τὸν μέγαν δομέστικον ἐν αἰτίαις ἐποιεῖτο, ὑπ’ αὐτοῦ φάσκων κωλύεσθαι σωτηρίας τυχεῖν.
συνηγοροῦντος δὲ αὐτοῦ τοῖς εἰρημένοις ὑπὸ τοῦ πνευματικοῦ καὶ διαβεβαιουμένου μὴ παρεῖναι ἐκεῖνον, ᾧ δίκαιον τὰ τοιαῦτα ἐπιτρέπειν, ἔτι τε ἐπαγγελλομένου ὡς, εἴ ποτε ἐπανήξει, μηδὲν ἀναβαλλόμενος παρέσται, ἡσύχασε πεισθεὶς ὁ βασιλεύς. Βαρὺς δὲ, τῶν ἰατρῶν ὁ μάλιστα ἐμπειρότατος, δεινὰ ἐποιεῖτο καὶ οὐδὲ ἀνέξεσθαι ἐδόκει, εἰ βασιλεὺς ἀποστερήσοιτο τῆς σωτηρίας ἐν χρῷ κινδύνου καθεστὼς, ὑπὸ τοῦ μεγάλου δομεστίκου παραχθεὶς, ὥρμητό τε δῆλα βασιλεῖ ποιεῖν ὅσα τε περὶ τὸν πνευματικὸν πατέρα συσκευασθείη καὶ ὡς οὐδὲν ἂν εἴη κώλυμα, εἰ μὴ παρείη ὁ πνευματικὸς ἐκεῖνος, ἕτερον τὰ ὅμοια ποιεῖν, τῆς αὐτῆς ἐξουσίας ὑπὸ τοῦ παντουργοῦ πνεύματος πᾶσι πνευματικοῖς πατράσιν ἐξίσης κεχορηγημένης. συνιδὼν δὲ ὁ μέγας δομέστικος ὅ, τι βούλεται ὁ Βαρὺς, εἰς τὸ ἐξώτερον οἴκημα παραλαβὼν, στοχάζομαί σε εἶπε βούλεσθαι βασιλέα παρακινεῖν τὸ μοναχῶν ἐνδῦναι σχῆμα ὑφ’ ὅτου ἂν τύχοι πατρὸς πνευματικοῦ. σὺ δ’ αὐτὸς καὶ τὴν ἀρχὴν εἰς τοῦτο παρώρμησας βασιλέα. τότε μὲν οὖν ἡ ἀπειρία καὶ ἡ ἄγνοια παρῃτήσατό σε μὴ κακῶς παθεῖν·
Caput XLIII
PG 153:463ἂν δ’ αὖθις τοῖς αὐτοῖς ἢ καὶ χείροσιν ἐπιχειρῇς, ἴσθι μὴ ἄνευ τιμωρίας ἀπαλλάξων. πρῶτον μὲν γὰρ οὐκ ἐξ ἀγορᾶς ἐστιν ὠνήσασθαι βασιλέα, ἂν τοῦ ὄντος ἀποστερηθῶμεν, ἔπειτα εἰ καὶ τοῦτ’ ἐξῆν, ἀλλ’ οὐκ ἂν τοιούτῳ γε ἐνετύχομεν τὰ πάντα βελτίστῳ. τοὺς γὰρ μέλλοντας τοσαύτην προστασίαν ἐγχειρισθήσεσθαι πραγμάτων ὁ τὰ πάντα προορώμενος θεὸς ἀναλόγους πρὸς τὸ τῆς ἀρχῆς μέγεθος δημιουργεῖ. ἄλλως τε, πόσοις τῶν νοσήμασι δεινοῖς παλαιόντων, ὑπὸ μὲν τῶν ἰατρῶν συμβέβηκεν ἀπαγορευθῆναι καὶ εἰς αὐτὸ τὸ ἔσχατον δοκοῦν κατηντηκέναι τῆς ζωῆς, ὑπὸ δὲ τοῦ τὰ πάντα οἰκονομοῦντος καὶ μετασκευάζοντος ᾗ βούλεται, ἀνεβίωσάν τε αὖθις καὶ ῥαί̈σαντες οὐκ ἐλάσσω τῶν προτέρων ἔτη ἐπεβίωσαν; τί οὖν θαυμαστὸν, εἰ θεοῦ βουλομένου, τοιαῦτα παραπλήσια καὶ ἐπὶ τοῦ ἡμετέρου συμβήσεται βασιλέως; οὗ δὴ ἕνεκα σοὶ λέγω, ἠρεμεῖν καὶ μὴ βασιλέα παρενοχλεῖν, ἀλλ’ ἐᾷν οὕτως ὅπως ἔχει σχήματος. κἂν μὲν θεὸς Ῥωμαίοις ἵλεων ἐπιβλέψας, τὸν σφέτερον χαρίσηται βασιλέα, αὐτῷ τε τὰς δυνατὰς ἀποδώσομεν εὐχαριστίας καὶ ἡμῖν αὐτοῖς ἀντὶ μεγίστης εὐτυχίας τὴν ὑγείαν λογιούμεθα βασιλέως·
ἂν δ’, ὃ μὴ γένοιτο, κρίμασιν οἷς οἶδεν αὐτὸς, ἐκ τῶν προσκαίρων καὶ ἐπιγείων πρὸς τὰ βελτίω καὶ μονιμώτερα βασίλεια καταστήσῃ, δίκαιος ὢν κριτὴς καὶ καρδιῶν καὶ λογισμῶν ἐταστὴς, τήν τε πρόθεσιν κρινεῖ καὶ τῶν ἴσων ἀξιώσει γερῶν τοῖς μοναχοῖς, ὅτι μὴ προθέσει τῇ σφετέρᾳ, ἀλλ’ ἀπατηθεὶς ἀπεστέρηται τοῦ τοιούτου καλοῦ. Τοιαῦτα τοῦ μεγάλου δομεστίκου εἰρηκότος, ὁ Βαρὺς οὐ καθεκτὸς ἦν, ἀλλ’ οὐ περιόψεσθαι ἔφασκε βασιλεῖ οὕτως ἐν ἐσχάτοις κινδύνοις ὄντι μὴ τὴν δυνατὴν βοήθειαν εἰσενεγκεῖν· οὐ μόνον ὡς ἰατρὸς ὢν, εἰ μὴ τὰ δέοντα παραινέσει, τὰς ἐσχάτας τίσων δίκας, ἀλλ’ ὅτι καὶ ὅρκοις πρὸς βασιλέως κατελήφθη ἔνδηλα αὐτῷ ποιῆσαι τἀληθῆ περὶ ἑαυτοῦ. νυνὶ δὲ ἤδη οὐδενὶ τρόπῳ βασιλέως ἐν τοῖς ζῶσιν ἐσομένου, τί χρὴ τῆς ψυχῆς τῆς σωτηρίας ἀμελεῖν ἐλπίσι κεναῖς αἰωρουμένους; Τοιαῦτα λέγοντι Βαρεῖ καὶ ἤδη ὡρμημένῳ βασιλεῖ δῆλα ποιεῖν ὁ μέγας δομέστικος ἠπείλησεν ἀποκτενεῖν, εἰ μὴ παύοιτο τοιαῦτα δρῶν. εἰδώς τε αὐτὸν δειλότατον ὄντα καὶ θορυβῆσαι διανοηθεὶς, ἐξαγαγὼν ἔξω, τοῖς παροῦσι Ῥωμαίων εἶπεν·
Chapter IXCaput IX
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:465Ἄνδρες Ῥωμαῖοι, ἰατρὸς οὑτοσὶ ἐμοὶ μὲν πείθεσθαι βούλεται οὐδαμῶς, ἑαυτῷ δὲ πεποιθὼς ὡς δή τις ὢν τῶν τε τὰ ὄντα καὶ τὰ ἐσόμενα εἰδότων, ὥρμηται ἡμῖν τὸν βασιλέα μονάζοντα ἐκ βασιλέως ἀποδεῖξαι. εἰ δὴ τὰ πραττόμενα ὑμῖν κατὰ γνώμην, εἰδείητε ἂν αὐτοί. οἱ δ’ αὐτίκα περιστάντες τὸν ἰατρὸν, ἐθορύβησάν τε οὐ μετρίως καὶ καινήν τινα αὐτῷ ἠπείλησαν ἰδέαν ἐξευρήσειν θανάτου, εἰ μὴ παύοιτο τοιούτοις ἐγχειρῶν. ὁ δὲ ἔδεισέ τε καὶ ἐπείθετο τοῖς ἀπειλοῦσι. βασιλεὺς δὲ, καίτοι τοῦ νοσήματος αὐξανομένου καὶ προσθήκην οὐ μικρὰν ὁσημέραι δεχομένου, ὅμως εἶχεν ὑγιῶς τὰς φρένας καὶ οὐδὲν ὑπὸ τοῦ νοσήματος, καίτοι περὶ τὴν κεφαλὴν ὄντος, παρεβλάπτετο· καὶ τὸν πνευματικὸν πατέρα συνεχῶς ἀνεκαλεῖτο καὶ ἐρωτικῶς εἶχεν ἀτόπως περὶ τὸ Ναζιραίων σχῆμα, τῷ τε παρόντι ἐπέτρεπε πνευματικῷ τὸ ἔργον· οὐδὲν εἶναι λέγων θαυμαστὸν, εἰ ἀπόντος ἐκείνου τοῦ συνήθους, αὐτὸς τὰ ἴσα δρῴη. ὁ δὲ ἀνεβάλλετό τε ἰσχυρῶς καὶ ἔφασκεν οὐκ ἐγχειρήσειν, εἰ μὴ βούλοιτο καὶ αὐτῆς ἱερωσύνης ἐκπεσεῖσθαι, ὡς ἐκθέσμως καὶ παρανόμως ἐγχειρῶν τοῖς ἱεροῖς. οὕτω γὰρ εἶναι τοῖς θείοις πατράσι νενομοθετημένον.
ὁ δ’ ἐπείθετο μὲν, βαρέως δὲ ἤνεγκε τοῦ σχήματος τὴν ἀποτυχίαν. σιωπήσας δὲ ἐπὶ μικρὸν καὶ τῶν τε πεπλημμελημένων εἰς ἔννοιαν ἐλθὼν καὶ ὡς πάντων ἐκείνων ὑφέξει δίκας ἐπὶ τοῦ ἀδεκάστου καὶ φρικτοῦ δικαστηρίου, δάκρυά τε ἠφίει τῶν ὀφθαλμῶν καὶ ἐθρήνησεν αὑτὸν ἐφ’ ἱκανόν. εἶτα τῇ περὶ αὐτὸν ἐπέσκηπτε θεραπείᾳ τελευταίας ἐντολὰς, καὶ ὥρκιζεν αὐτοῖς τὸν θεὸν, ὡς ἐπειδὰν ἀναλύσαντα τοῦ σώματος ἐπὶ τῷ ὁσίας ἀπάγωσιν ἀξιῶσαι, ἐπὶ τὴν μεγάλου δομεστίκου οἰκίαν ἀγαγόντας πρῶτον, καὶ καταθέντας χρόνον τινὰ, οὕτως ἐκεῖθεν ἀραμένους, ὑπὸ λίθον κατακρύψαι, ὡς ἂν γένοιτο πᾶσι καταφανὲς, ὡς οὐδ’ αὐτὸς ὁ τῶν τῇδε πάντων θάνατος ἐπιλανθάνεσθαι ποιῶν, ἴσχυσεν αὐτοῦ τὴν πρὸς ἐκεῖνον φιλίαν ἀμβλῦναι. οἱ μὲν οὖν παρόντες ἐθρήνησάν τε ἐπὶ τοῖς λεγομένοις καὶ τὴν ὑπερβολὴν ἐθαύμασαν τῆς πρὸς ἀλλήλους αὐτῶν φιλίας, ὅτι καὶ ἄχρι τελευτῆς οὕτως ἐν ἀκμῇ διετηρήθη. ιζ. Μετὰ τοῦτο δὲ ὁ βασιλεὺς τὸν μέγαν δομέστικον μετακαλεσάμενος οἶδα μὲν εἶπεν ὦ φίλων ἄριστε, σαφῶς, ὡς ἡ νῦν ἡμέρα οὐ μόνον ἀποφράδος πάσης ἐχθίων σοι φανεῖται, ἀλλὰ καὶ μεγάλας οἴσει τὰς δυσχερείας καὶ περιστάσεις.
ἀνάγκη γὰρ πρός τε τὴν πρόνοιαν τῆς ἀρχῆς μερίζεσθαι Ῥωμαίων, δεδοικότι μὴ διὰ τὴν ἐμὴν τελευτὴν τῶν καθεστηκότων τι κινηθῇ, καὶ πρὸς τὴν ἐμὴν ἀποστέρησιν οὐδεμίαν ὑπερβολὴν ἀθυμίας ἀπολείπειν, λογιζόμενον εἰκότως ὅτι τὸν πάνυ φίλτατον καὶ ὃν οὔτε χρόνος ὁ πάντ’ ἀποῤῥέειν καὶ ἀπανθεῖν ποιῶν, οὔθ’ ἡ τῶν πραγμάτων ἄστατος καὶ ἀβέβαιος φύσις, οὔτ’ ἀνάγκη τις οὐδεμία τῆς σῆς ἴσχυσε φιλίας ἀποστῆσαι κἂν πρὸς βραχὺ, νῦν ὁ καὶ αὐτῆς φύσεως ἰσχυρότερος θάνατος ἐπελθὼν ἀποτέμνει τε καὶ διαζεύγνυσιν ἀνημέρως· καὶ σὲ μὲν ἀπολείπει σῶμα χωρὶς ψυχῆς, ἐμὲ δὲ ἀνενέργητον ψυχὴν παραλαμβάνει πικρῶς ὀδυνωμένην τὴν διάζευξιν. ἀλλὰ τί ἄν τις πάθοι; στέργειν γὰρ ἀνάγκη τοὺς παρὰ τοῦ δημιουργοῦ τῆς φύσεως κειμένους θεσμούς. οὐ μὴν ἀλλ’ ἐπειδὴ τὸ λειπόμενον ὀλίγον τῆς ζωῆς, τοῖς ἄλλοις πᾶσι χαίρειν εἰπὼν, ἐπὶ τῆς κλίνης ἀνακλίθητι τῆς ἐμῆς καὶ τὴν σοὶ φιλτάτην κεφαλὴν τοῖς γόνασιν ἐπίθες καὶ χεῖρας ἐπίβαλε τοῖς ὀφθαλμοῖς. ἴσως τοῦτο παραμυθίαν τινὰ προξενήσει τῇ ψυχῇ τοῦ σώματος χωριζομένῃ, πολλὰς, ὡς λέγουσιν, ὑφισταμένῃ τὰς ὀδύνας·
PG 153:467μᾶλλον δ’ ἵν’ αἰσθάνηται διπλῶν τῶν ὀδυνῶν, σοῦ τε καὶ σώματος χωριζομένη, καὶ μήδ’ ἐν ᾅδου σοῦ δύνηται ἐπιλαθέσθαι, εἴ τις αἴσθησις τῶν τῇδε ψυχαῖς μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν. Τούτων ὁ μέγας δομέστικος ἀκούσας, ἀνῴμωξέ τε πικρὸν, οὔπω πρότερον ἄχρι τότε τοῦτο παθὼν ἐπὶ τοῦ βασιλέως, ἀλλ’ ἀεὶ μὲν ἔξω κοπτόμενος καὶ θρηνῶν, ἔνδον δὲ μάλιστα σπουδάζων ἐγκρατὴς εἶναι ἑαυτοῦ· τότε δὲ ὑπὸ τοῦ πάθους ἤδη λαμπρῶς νενικημένος, ἔστενέ τε βύθιον ἐκ καρδίας καὶ τὸν ἑταῖρον ἀνεκλαίετο, ὡς καὶ τοὺς ἔξωθεν αἰσθομένους τῆς ὀλωλυγῆς, τετελευτηκέναι νομίσαι βασιλέα. ἐπιπολὺ μὲν οὖν ὁ θρῆνος παρετάθη, καὶ τῶν ἄλλων τῶν παρόντων πάντων συνθρηνούντων· ἐπεὶ δὲ ἱκανῶς εἶχεν, αὐτῷ ὁ βασιλεὺς αὖθις, τὸ μὲν θρηνεῖν, εἶπεν, ἐᾷν οὐκ ἂν κατὰ καιρὸν, ἐπὶ τῆς κλίνης δὲ ἀνελθόντα, τὸ προςτεταγμένον ποιεῖν. ἐπειδὰν δὲ ὁ τοῦ θρηνεῖν ἀφίκηται καιρὸς, σύ τε κλαύσῃ πολλὰ πολλάκις καὶ αὐτὸς ὡς νεκρὸς ἀπὸ καρδίας ἐπιλησθήσομαι τῶν ἄλλων ἀνθρώπων· εἴθε δὲ καὶ τῆς σῆς μέρος τι μικρὸν τῆς μνήμης τῆς ἐμῆς ἠδυνήθην ἐκβαλεῖν Ἀνῆλθε μὲν οὖν ὁ μέγας δομέστικος ἐπὶ τῆς βασιλέως κλίνης·
Caput XLIV
καὶ τῆς κεφαλῆς ἡμμένος, τὸ μέλλον ἀπεσκόπει, δάκρυα προχέων ἀψοφητί. ἤδη δὲ ἠργμένης τῆς νυκτὸς, τό, τε σφύζειν παντελῶς ἀπέλιπε βασιλέα καὶ οὐκέτι ἀμφιβάλλειν ἦν περὶ τῆς τελευτῆς. περὶ δὲ ὥραν αὐτῆς τετάρτην ἐπυνθάνετο τῶν ἰατρῶν ὁ βασιλεὺς τὸν χρόνον ὁπόσον ἂν αὐτῷ νομίζοιεν διαρκέσειν τὴν ζωὴν, καὶ ἐκέλευε σὺν ἀληθείᾳ ἀπαγγέλλειν. οἱ δ’ ἅμα καὶ θρηνοῦντες ἄχρι νύκτα ἔλεγον οἴεσθαι ἐξήκειν. οὐ πολλοῦ δὲ χρόνου διαλιπόντος, τά τε ἄκρα ψύχεσθαι ἤρχετο, ἀπολείποντος τοῦ ζωτικοῦ, καὶ αὐτὸς ἤδη καὶ τὰ μέλη παρεῖτο καὶ τὴν φωνήν. καὶ κνῆμαι μὲν ἐμελαίνοντο ἄχρι γονάτων, πήχυς δὲ χειρῶν οὐδὲν ἦσαν ἀψύχων ἀπεοικυῖαι, βλέφαρά τε τῶν φυσικῶν ἐκλυθέντα τόνων, καθίεντο τοῦ μέτρου πλέον, καὶ ῥὶς ἀπωξύνετο ἐπιπολὺ καὶ κρόταφοι συνεπεπτώκεσαν, καὶ πάνθ’ ὅσα τελευτῆς τεκμήρια παῖδες ἴσασιν ἰατρῶν γινόμενα ἦν ὁρᾷν, ὡς καὶ αὐτοὺς καὶ τῆς προθεσμίας οἰηθῆναι πρότερον τελευτήσειν. ὅσα μὲν οὖν ἦν ἀναγκαῖα πρὸς ταφὴν, πάντα ἤδη ἐπεπόριστο, καὶ οὐδὲν ἦν ἕτερον οὐδένα προσδοκᾷν πλὴν ταφῆς.
PG 153:469βασιλεὺς δ’ ἀμυδρᾷ φωνῇ καὶ οἷον ἤδη ἐκλειπούσῃ, εἰ τῶν ἱερῶν ὑδάτων τῶν ἐκ τῆς ἀεννάου καὶ σωτηρίου πηγῆς τῆς θεομήτορος ἐκβλυζόντων εὑρεθῆναι ἠρώτα δυνατόν. Φακρασίνα δὲ τῶν τῇ βασιλίδι συνουσῶν μία γυναικῶν εὐγενῶν τῆς ἑσπέρας ἔφασκεν ἥκοντα ἐκ Βυζαντίου τῶν αὐτῆς τινα οἰκετῶν, τῶν ἱερῶν ὑδάτων κεκομικέναι· ἅμα δὲ καὶ φέρουσα παρείχετο σὺν σπουδῇ. προσαχθέντων τε τῷ στόματι βασιλέως ἐδόκει μὲν καταβροχθίσαι, καὶ ἐθαυμάζετο παρὰ πάντων, ὅτι καίτοι τὰ τελευταῖα πνέων, οὐκ ἀπέσχετο τῆς περὶ τὰ σεβάσμια καὶ πίστεως καὶ τιμῆς. ὅμως δὲ οὐδὲν ἧττον ἐγγίζειν ἐδόκει ταῖς ᾅδου πύλαις· χρισθείσης δὲ αὐτῷ καὶ τῆς σαρκὸς ἐξ ἐκείνων τῶν ὑδάτων, ἡσύχασέ τε παντελῶς καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἄφωνός τε καὶ ἀκίνητος ἔμεινεν ὄρθρου ἄχρι παντελῶς, ζῆν μόνῳ πιστευόμενος τῷ ἀναπνεῖν. περὶ ὄρθρον δὲ ὥσπερ ἐκ τεθνεώτων ἀναβιοὺς δόξα σοι, ὦ θεὸς, εἶπεν. ἐρομένου δὲ ὅπως ἔχει τοῦ μεγάλου δομεστίκου, αὐτὸς μὲν εἶπεν οὐκ εἰδέναι, εἰδείη δ’ ἂν ὁ πάντα γινώσκων θεός. προσελθὼν δ’ ὁ τῶν ἰατρῶν προέχων καὶ τῆς χειρὸς ἁψάμενος τῆς βασιλέως, ἐδόκει μὲν σφύζειν ἀμυδρῶς·
Caput XLV
τῷ παραλόγῳ δὲ τοῦ πράγματος οἰόμενος ἠπατῆσθαι (οὐδεμία γὰρ ὑπελείπετο ἐλπὶς τοῦ ζήσεσθαι αὐτὸν) ἀνηρεύνα τε αὖθις ἐπιμελῶς καὶ περιειργάζετο τοὺς σφυγμοὺς καὶ τὰς χεῖρας περιέψα. ὡς δὲ ἐπείθετο οὐκ ἠπατημένος ὢν, ἐξεπέπληκτό τε τοῦ πράγματος τῷ παραδόξῳ καὶ μέγας ὁ θεὸς ἀνεβόησεν ὁ μόνος δυνάμενος εἰς ᾅδου κατάγειν πύλας καὶ ἀνάγειν αὖθις ἐκεῖθεν. περιστησάμενος δὲ καὶ τὸν ἄλλον ὅμιλον τῶν ἰατρῶν ὥσπερ ὑπ’ ἐκπλήξεως οὐδ’ ἑαυτῷ θαῤῥῶν, εἰ καὶ αὐτοῖς τὰ ἴσα περὶ βασιλέως ἐπυνθάνετο δοκεῖ. συνθεμένων δὲ καὶ αὐτῶν, ἔκπληξις μὲν πάντας εἶχε καὶ χαρὰ οὐδεμίας δευτέρα· ἀναλαμβάνειν δὲ ἤρξατο αὑτὸν ὁ βασιλεὺς καὶ ὥσπερ ἀναστρέφειν ἐξ ᾅδου πυλῶν. καὶ μέχρι τρίτης τῆς ἡμέρας ὥρας οἵ τε σφυγμοὶ διεφαίνοντο ἤδη καθαρῶς, ἐξίτηλοι μὲν καὶ ἀτονοῦντες, ἴσοι δὲ ὅμως καὶ ὁμαλοί. καὶ αὐτὸς ῥᾴων ἦν καὶ πάνθ’ ὁμοῦ διελέλυτο τὰ δεινά. καὶ ἀπ’ ἐκείνης τῆς ἡμέρας ἀνακτώμενος ἑαυτὸν κατὰ μικρὸν, εἰς τελεωτάτην καὶ καθαρὰν ἦλθεν ὑγείαν.
PG 153:471τοσαύτη δὲ παρὰ πᾶσιν ἦν ἡ τῆς ἐκπλήξεως ὑπερβολὴ, ὥστ’ οὐ μόνον ἀκούοντες ἠπίστουν τοῖς λεγομένοις, οἰόμενοι τεθνάναι βασιλέα, ἀλλὰ καὶ σχεδὸν ὁρῶντες οὐ ῥᾳδίως ἑαυτοῖς πιστεύειν εἶχον. ὅσοις μέντοι Ῥωμαίων εὔνοια πρὸς βασιλέα καθαρὰ καὶ ἄδολος ἦν, οὐδ’ ἡ χαλεπὴ νόσος ἐκείνη καὶ ἡ παρὰ δόξαν ὑγεία ἀκερδὴς διέμεινε παντελῶς, ἀλλ’ οἰκείαν ἕκαστος λογιζόμενοι τὴν εἰς βασιλέα παραδοξοποιί̈αν, ἔργοις ἀγαθοῖς ἠμείβοντο τὸν θεόν· οἱ μὲν ἀφιστάμενοι οἷς συνείχοντο κακοῖς, οἱ δ’ ἐλεημοσύναις καὶ λύτροις αἰχμαλώτων καὶ ἐγκρατείᾳ βρωμάτων ἐπὶ καιρὸν τὴν εὐγνωμοσύνην ἐνδεικνύμενοι καὶ τὴν εὐχαριστίαν. οὕτω μὲν ὁ βασιλεὺς εἰς αὐτὸ τὸ ἀκμαιότατον ἔφθασε τοῦ κινδύνου, οὕτω δ’ αὖθις παραδόξως διεσώθη. ιη. Ἐπεὶ δ’ ἐῤῥάϊσεν, ἕκαστα καθ’ ὅ, τι πραχθείη παρὰ τοῦ μεγάλου διεπυνθάνετο δομεστίκου, καὶ αὐτοῦ διηγουμένου κατὰ μέρος, πᾶσιν ὡς λυσιτελῶς καὶ προσηκόντως εἰργασμένοις ἐπεψηφίζετο ὁ βασιλεύς. ἐπεὶ δὲ ἀπαγγείλαι ὡς καὶ Συργιάννην τῆς ἑσπέρας ἐκπέμψειε στρατηγὸν, οὐκέτι εἶχεν ἐπαινεῖν, ἀλλ’ ᾐτιᾶτο τοῦτο μόνον ὡς οὐ διαπεπραγμένον συνετῶς.
βέλτιον γὰρ εἶναι Συργιάννην ἐπὶ τοῦ προτέρου μένειν σχήματος καὶ μὴ πρὸς κακίαν ἐναγούσης ὕλης εὐπορεῖν. ὁ δ’ οὐκοῦν ἔφασκεν εἴ σοι βέλτιον δοκοίη, γράμμασι μὲν αὐτὸν τῆς ἑσπέρας παραλύσω τῆς ἀρχῆς· ἐπὶ δὲ τῶν προτέρων πάλιν καταστήσω. ἐπαινέσαντος δὲ τοῦ βασιλέως, ὁ μὲν ἐχώρει πρὸς τὸ τὰ κεκελευσμένα ἐκπληροῦν. μεταμεληθεὶς δὲ ὁ βασιλεὺς ἐκέλευέ τε ἀναστρέφειν καὶ Συργιάννην ἐᾷν ἐφ’ ἧς ἐτέτακτο ἀρχῆς, ὡς οὐ δίκαιον ὂν οὐδὲ καθ’ ἡδονὴν αὐτῷ τῶν ἄλλων πάντων ἃ αὐτῷ πέπρακται στεργομένων, ταύτην μόνην τὴν πρᾶξιν ἄκυρον ὀφθῆναι. ὁ δ’ ἐπείθετο εὐθύς· τῶν παρόντων δὲ ἐκεῖ τινες κρύφα Συργιάννῃ ἐδήλουν γραφῇ ὡς βουληθείη μὲν ὁ μέγας δομέστικος παραλῦσαι τῆς ἀρχῆς, μεταγνοὺς ὅτι ἐνεχείρισε καὶ τὴν ἀρχὴν, κωλυθείη δὲ ὑπὸ βασιλέως· καὶ, τὸ μὲν εἰς ἐκεῖνον ἧκον, ἤδη τῆς ἀρχῆς ἐκβεβλημένον εἶναι, βασιλεῖ δὲ ὀφείλειν χάριτας κεκωλυκότι. τοιαῦτα πυθόμενος ὁ Συργιάννης, τῶν μὲν ὑπηργμένων αὐτῷ παρὰ τοῦ μεγάλου δομεστίκου ἠμνημόνησεν ἀγαθῶν, διὰ ταῦτα δὲ, καίτοι γε οὐκ ὄντα ἀληθῆ, ὀργῇ φερόμενος εἰργάσατο ἃ δηλώσει προϊὼν ὁ λόγος.
τότε δὲ πάντα ἀπαγγέλλων ὁ μέγας δομέστικος βασιλεῖ, καὶ περὶ δεσπότου τοῦ Καλλίστου διηγεῖτο, ὡς κινηθείη μὲν ἡ στρατιὰ κατ’ αὐτοῦ, δείσαντες μὴ τοῦ δεσμωτηρίου διαδρὰς μετὰ τὴν σὴν τελευτήν τι νεωτερίσῃ, καὶ ὡς βουληθεῖεν ἀποκτεῖναι, αὐτὸς δὲ μηχαναῖς χρησάμενος καὶ ἀπάταις διασώσειέ τε αὐτὸν καὶ νῦν ἐν ζῶσιν εἶναι. ἡδέως δὲ ἄγαν ἐπὶ τούτοις διατεθεὶς ὁ βασιλεὺς καὶ τὸν μέγαν δομέστικον ἐπαινέσας καὶ συγγνώμης ἠξίωσεν ἐκεῖνον ἀπολύσας τῆς εἱρκτῆς. καίτοι γε καὶ πρότερον πολλάκις ἠβουλήθη τοῦ δεσμωτηρίου ἀπολύειν ὅρκοις πιστωσάμενον ὡς τοὺς ἐν Θεσσαλονίκῃ κακῶς διαθέντας καὶ δεσμώτην ἀποδείξαντας οὐκ ἀμυνεῖται καιροῦ τυχών· ὁ δὲ οὐκ ἐπείθετο, ἀλλ’ ἰσχυρίζετο φανερῶς, ὡς ἀμυνούμενος αὐτοὺς ἀξίως, ἂν τὴν δύναμιν προσλάβηται τοῦ ἀντιδρᾷν. διὰ ταῦτα δὲ ἔτι ἐφρουρεῖτο· τότε δὲ βασιλέως παραινέσαντος ὅσα ἐχρῆν, καὶ συνθεμένου καὶ αὐτοῦ ἀμνηστήσειν τοῖς προσκεκρουκόσι, τοῦ δεσμωτηρίου ἀπηλλάττετο. Περί γε μὴν Ἀνδρονίκου τοῦ πρεσβυτέρου βασιλέως βασιλεὺς ὁ ἔγγονος ἐνθυμηθεὶς, ἐπυνθάνετο τοῦ μεγάλου δομεστίκου ὅπως περὶ τὴν αὐτοῦ διατεθείη νόσον.
Chapter XCaput X
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:473ὁ δ’ ἔφασκε μοναχῶν τε ὑποδῦναι σχῆμα καὶ Ἀντώνιον ἐξ Ἀνδρονίκου προσαγορευθῆναι. ἐκπλαγεὶς δὲ ὁ βασιλεὺς, τὴν αἰτίαν τε ἠρώτα τῆς μεταβολῆς καὶ εἰ ἑκὼν εἶναι μεταλλάττοιτο τὸν βίον ἢ παρά του βιασθείς. ὁ δ’ ἔφασκεν εἰδέναι μὲν τἀληθὲς οὐκέτι ἔχειν. μήτε γὰρ ἀξιόλογόν τινα ἀπαγγελοῦντα ἐκεῖθεν ἀφῖχθαι, μήτε πρωτοστράτορα γράμμασι δεδηλωκέναι. τοῦτο δὲ μόνον τῶν ἐκεῖθεν ἀφικνουμένων ἀγγελιαφόρων ἀκηκοέναι, ὡς πύθοιτο μὲν ὁ βασιλεὺς περὶ τῆς νόσου τῆς σῆς ὡς εἴη τῶν πρὸς θάνατον ἀγουσῶν· δείσας δὲ μὴ μετὰ σὴν τελευτὴν τῶν ἀνηκέστων τι τολμηθῇ περὶ αὐτὸν, ὑποδύσαιτο τὸ σχῆμα τῶν μοναχῶν. βασιλεὺς δὲ ἤχθετό τε πρὸς τὴν ἀγγελίαν καὶ ἐδυσχέραινεν οὐ μετρίως, οὐ κατὰ γνώμην αὐτῷ λέγων εἶναι τὰ γεγενημένα. ὁ μέγας δὲ δομέστικος ὁρῶν αὐτὸν ἀλγοῦντα ἐπὶ τοῖς συμβεβηκόσι καὶ δείσας μή τι πρὸς τὴν νόσον ὑπὸ τοῦ ἀλγεῖν παραβλαβῇ, ἀνελάμβανέ τε αὐτὸν καὶ παρεμυθεῖτο, τὴν μὲν αἰδῶ καὶ τιμὴν ἣν αὐτὸς ἔχων περὶ βασιλέα διατελεῖ, καὶ ὡς πολλοῦ ἂν ἐτιμήσατο μὴ τοιαῦτα περὶ αὐτὸν συμβεβηκέναι, ἀλλ’ ἐπὶ τοῦ προτέρου διαμένειν σχήματος πάντων μᾶλλον αὐτὸς εἰδέναι καὶ συνεπιμαρτυρεῖν εἰπών.
εἰ δὲ ἀδύνατον τὰ γεγενημένα ἀναλῦσαι, τί χρὴ περὶ αὐτῶν πολλὴν ποιούμενον φροντίδα, ἐκείνοις μὲν οὐδεμίαν ἐξευρίσκειν ὄνησιν, ἡμῖν δὲ αὐτοῖς οὐ τὴν τυχοῦσαν βλάβην προξενεῖν; ἐγὼ δὲ, εἴγε ἐξῆν, ἐμαυτῷ δίκας οὐ μικρὰς ἐτιμησάμην, ὅτι οὕτως ἀπερισκέπτως ἢ ἀνοήτως μᾶλλον εἰπεῖν, ἐπ’ οὐδενὶ κέρδει ταραχήν σοι προςήγαγον καὶ λύπην οὐδαμῶς ἐν τῷ νυνὶ προσήκουσαν καιρῷ. κἂν γὰρ τῶν πρὸς θάνατον ἀπηλλάγημεν φόβων καὶ ὑπονοιῶν, ἀλλ’ οὔπω καθαρᾶς ὑγείας οὐδ’ ἀσφαλείας ἀπολαύειν ἔξεστι. βασιλεὺς δὲ ἃ μικρῷ πρόσθεν περὶ βασιλέα τὸν πάππον διενοεῖτο δρᾷν ἀνεμίμνησκεν αὐτὸν, ὡς εἴ γε ἐκεῖνα λέγων εἰς ἔργον προὔβη, νῦν οὐκ ἂν συνέβαινε τοιαῦτα. ὁ δ’ ἔφασκε καὶ αὐτὸς, ὡς τοιαῦτα μὲν οὐκ ἂν ἐδρᾶτο· ἕτερα δὲ πολλῷ χείρονα καὶ ἀλυσιτελέστερα ἴσως ἂν συνέβη. ιθ. Ἐπεὶ δ’ ὧν περὶ βασιλέα τὸν πάππον ὁ νέος διενοεῖτο, ἐμνήσθημεν, βασιλεὺς, ἀναγκαῖον βραχέα καὶ περὶ αὐτῶν διαλαβεῖν, ὡς ἂν μὴ λυμαίνοιτο τῷ σώματι τῆς ἱστορίας ἡ τῶν δοκούντων τινῶν παράλειψις ἀναγκαίων.
Caput XLVI
PG 153:475ὡς γὰρ ὁ βασιλεὺς Ἀνδρόνικος ὁ νέος, καθάπερ ἔφθημεν εἰπόντες, τῆς βασιλείας διενοήθη κοινωνὸν τὸν μέγαν δομέστικον παραλαβεῖν καὶ τῷ τῆς ἁλουργίδος ἄνθει καὶ βασιλικοῖς κοσμῆσαι παρασήμοις, καὶ πολλὰ πολλάκις περὶ τούτου γε αὐτῷ διαλεχθεὶς, οὐδὲν ἠδυνήθη πλέον, ἀλλ’ ἀμετάθετον τὴν γνώμην ἔχοντα ἑώρα πρὸς τὸ μηδέποτε αὐτῷ πεισθέντα πράττειν ἃ ἠξίου, ἐκείνου μὲν ἀπέσχετο καὶ αὐτὸς, ἀνηνύτοις οἰόμενος ἐπιχειρεῖν· ὕστερον δὲ οὐ πολλῷ τῷ πάππῳ καὶ βασιλεῖ πᾶσαν τὴν ἀρχὴν καὶ τὴν διοίκησιν τῆς Ῥωμαίων ἡγεμονίας ὥσπερ καὶ πρότερον παρέστη ἐγχειρίσαι. οὕτω δὴ διανοηθέντι ἐδόκει δεῖν προάγειν καὶ εἰς ἔργον, καὶ τῷ μεγάλῳ δομεστίκῳ ἐκοινοῦτο τὰ τῆς γνώμης, ὡς εἰ λυσιτελοίη καταπραξόμενος. τῷ δ’ εὐθὺς μὲν ἐδόκει πεῖραν αὐτοῦ ποιεῖσθαι βασιλέα, οἰόμενον ὡς ἂν τοιαῦτα περὶ βασιλέως τοῦ πάππου πύθηται βουλόμενον, ῥᾳδίως ὑπείξει πρὸς τὸ ὑπ’ αὐτοῦ γενέσθαι βασιλεὺς, ὅπερ ἀνεβάλλετο πρὶν, καὶ ἐδήλου ἃ ὑπενόει βασιλεῖ.
ὡς δὲ ἐκεῖνος τοιοῦτον μὲν ἔφασκε διανενοῆσθαι μηδὲν, ἁπλῶς δ’ οὑτωσὶ καὶ πανουργίας τινὸς χωρὶς καλόν τε οἴεσθαι καὶ βούλεσθαι προάγειν καὶ εἰς ἔργον, ὁ μέγας δομέστικος ὑπολαβών· ἀλλ’ ἔμοιγε εἶπεν οὐκ ἀγαθὸν εἶναι δοκεῖ, οὐδὲ, τόγε εἰς ἐμὲ ἧκον, ὡς λυσιτελοῦν βουλεύσασθαι πραχθῆναι ἄν. εἰ δὲ σοί γε ἔδοξε τοιαῦτα περὶ βασιλέως καὶ παντὶ τρόπῳ βούλει ἐκτελέσαι, βέλτιον ὃ παρά σοι κέκριται καλὸν τοῦ παρ’ ἐμοὶ μὴ τοιούτου φαινομένου τὸ πλέον ἔχειν. εἰ μὲν γὰρ σαυτῷ τε καὶ Ῥωμαίοις καὶ προςήκοντα καὶ λυσιτελοῦντα ἐβουλεύσω, θεὸς ὁ πᾶσιν ἀγαθοῖς ἔργοις ἐνηδόμενος καὶ τὴν σὴν ἂν ἐπιῤῥώσειε πρὸς τοῦτο ψυχὴν, καὶ οὐδ’ εἰ πάντες ἄνθρωποι κωλύειν ἐπιχειροῖεν πεῖσαι δύναιντ’ ἄν σε ἀποσχέσθαι· εἰ δ’ ἄρα ταῦτα μὲν ἀσύμφορα πάντη καὶ Ῥωμαίοις καὶ σαυτῷ, θεῷ δ’ ἔδοξε τοιαῦτα πεῖσαι ὥστε πρόφασιν πολέμων ἐμφυλίων καὶ στάσεως καὶ ταραχῆς Ῥωμαίοις εὑρεθῆναι, τίς οὕτως ἂν εἴη παντάπασιν ἔρημος φρενῶν, ὥσθ’ ἃ ἔδοξε θεῷ, ταῦτ’ αὐτὸν ἄν ποτε δυνηθῆναι ἀναλῦσαι νομίσαι; σκέψαι τοίνυν παρὰ σαυτῷ, κἂν ἴδῃς ἁπάσαις ψήφοις πρὸς τοῦτο ῥέπουσαν τὴν σὴν ψυχὴν, τί χρὴ καὶ βουλεύεσθαι περὶ αὐτοῦ;
Caput XLVII
PG 153:477εἰ δ’ ἄρα τοιοῦτον μὲν οὐδὲν κέκριται παρά σοι, σαυτῷ δὲ καὶ τοῖς ἄλλοις ὑπηκόοις λυσιτελῆ τε ὁμοῦ καὶ δίκαια ποιεῖν ἐθέλων τὸ πάλιν ἀνακαλεῖσθαι βασιλέα καὶ τὴν ἀρχὴν Ῥωμαίων ἐγχειρίζειν διεσκέψω, οὐχ ἁπλῶς οὕτω καὶ ἀπερισκέπτως ὥς τι τῶν μηδενὸς ἀξίων πράττειν χρή· ἀλλὰ πρότερον πολλὰ πολλάκις σκεψάμενον περὶ αὐτοῦ καὶ διακωδωνίσαντα ἀκριβῶς, οὕτω χωρεῖν ἐπὶ τὸ πράττειν, μή πώς τι τῶν ἀδοκήτων ὕστερον συμβὰν (πολλὰ δ’ ἂν γένοιτο τοιαῦτα) τοῖς τε ἄλλοις καὶ πρό γε αὐτῶν ἡμῖν ἀβουλίαν καὶ ἀπραγμοσύνην καταγινώσκειν ἑαυτῶν πρόφασιν παράσχῃ. Τούτων οὕτως εἰρημένων, ἐπείθετο ὁ βασιλεὺς καὶ ὡς καλῶς ἔχοντα ἐπῄνει, ἐπέτρεπέ τε βουλεύεσθαι περὶ αὐτοῦ. ὁ μέγας δὲ δομέστικος τὰς αἰτίας πρότερον ἔφασκε μαθεῖν ἐθέλειν, ἐξ ὧν εἰς τοῦτο ἐναχθείη. κἂν μὲν καὶ αὐτῷ λόγον ἔχουσαι δοκοῖεν καὶ πείθειν ἰσχυραὶ, τί χρὴ περαιτέρω πονεῖν εἰκῇ βουλευομένους; τὸ κωλύον γὰρ οὐδὲν τὰ καλῶς δοκοῦντα ἔχειν ποιεῖν. ἂν δ’ ἄρα μὴ τοιαῦτα φαίνοιντο, πάλιν αὐτὸν ἐξ ἀντιστρόφου δι’ ἃ μὴ λογίζοιτο αὐτὸς λυσιτελεῖν τὴν πρᾶξιν, προτιθέναι.
κἂν μὲν τοῦ ὀρθῶς καὶ δικαίως ἔχοντος φαίνηται ἡμμένα, πείθεσθαί τε αὐτὸν καὶ ἀφίστασθαι τοῦ μὴ τὰ δέοντα ποιεῖν· ἐὰν δὲ ἐνδεῶς ἢ ὥστε δύνασθαι πείθειν ἔχωσι καὶ ἀγχώμαλος ἡ μάχη καταστῇ, τότ’ αὐτὸν τῆς νίκης αὐτῷ προχωρεῖν, ὥσπερ τοὺς Ἀθηναίους, τῆς Ἀθηνᾶς προστιθεμένης ψήφου, λόγος ποιεῖν. τριῶν δὲ ὄντων ἃ ἄν σε μάλιστα δύναιτο πρὸς μεταμέλειαν τῶν γεγενημένων ἐνάγειν, τοῦ τε μὴ δικαίως δοκεῖν πεπρᾶχθαι, καὶ τοῦ μὴ τοῖς πράγμασι λυσιτελούντως, καὶ τρίτου, τοῦ τινα τῶν δεόντων γίνεσθαι ἀμελεῖσθαι διὰ τὸ μὴ βασιλέα τοῖς πράγμασιν ἐφεστάναι, σκεψώμεθα ἕκαστον αὐτῶν. καὶ πρῶτόν γε πάντες ἂν ἐμοὶ συμφαῖεν ὡς μάλιστα πέπρακται δικαίως. πρότερόν τε γὰρ αὐτὸς οὐκ ἦρξας πολέμου, ἀλλ’ ὑπὸ τῶν πραγμάτων αὐτῶν ἐκβιασθείς. καὶ τότε μὲν ἄκων, ἀνεχώρησας δ’ οὖν ὅμως, βασιλέως τὸν κίνδυνον ἀποδιδράσκων·
καὶ ὕστερον ἀμυνόμενος ἀναγκαίως καὶ, τοῦ θεοῦ συναιρομένου, ἐπεὶ τὰ πράγματα γεγένηται ὑπό σοι, καίτοι γε ἐξὸν τὴν σύμπασαν ἀρχὴν ἔχειν καὶ προσεῖναι τὸ δικαίως διὰ τὸ ἐκεῖνον πολέμου ἄρξαι, (οὐδεὶς γὰρ ὁ κωλύων νόμος τὰ τῶν πολεμίων τοὺς νενικηκότας ἆθλα τῆς ἀρετῆς κεκτῆσθαι,) οὐκ ἔφθασε μνησθεὶς εἰρήνης, καὶ σὺ τὰ δίκαια ποιῶν ἀπεδίδους τὴν ἀρχήν. ὥστε καὶ ἐξ ὧν πρότερον ἀπεστεροῦ μηδὲν ἀδικῶν, καὶ ἐξ ὧν ὕστερον κρατῶν τῶν ἀντιπάλων οὐκ ἀπεστέρεις τῶν δικαίων, ὁμοίως σοὶ τὸ δικαίῳ εἶναι περιέσται. ὅτι δὲ καὶ τοῖς πράγμασι λυσιτελῶς, οὐδ’ ἀποδείξεως δεήσεσθαι οἶμαι. τίς γὰρ οὐκ οἶδε, τῶν ἁπάντων εἰ μὴ τῶν πραγμάτων ἔξω κατοικεῖ, τὸν πρὸς τοὺς ὁμοφύλους πόλεμον λύμην οὖσαν τοῖς χρωμένοις καὶ φθορὰν, ὥσπερ τὴν εἰρήνην καὶ τὴν ὁμόνοιαν τοὐναντίον ἅπαν, ὠφέλειαν καὶ πρὸς τὸ βέλτιον ἐπίδοσιν τῶν κοινῶν; ἀλλὰ μὴν ὅτι γε οὐδὲ τῶν δεόντων οὐδὲν παραλείπομεν ἡμεῖς διὰ τὸ μὴ ἐκεῖνον τῶν πραγμάτων ἐξηγεῖσθαι, πειράσομαι ἀποδεικνύναι.
Chapter XICaput XI
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:479δύο γὰρ ὄντων ἃ προσήκει βασιλεῦσιν ἔργων, τοῦ τε περὶ τὰ πολέμια διατρίβειν, ἀμυνόμενον μὲν τοὺς ἐπιόντας πολεμίους καὶ τὴν οἴκησιν παρέχοντα τοῖς ὑπηκόοις ἀσφαλῆ, εἰ δέ που δέοι, καὶ ἐπιστρατεύοντα τοῖς πρότερον ἐπελθοῦσι, καὶ τοῦ περὶ δίκας ἀσχολεῖσθαι καὶ θεσμοὺς ἐν τῆς εἰρήνης τοῖς καιροῖς καὶ τὰ οἰκεῖα εὖ τίθεσθαι, ἐν οὐδετέρῳ τὸ πλέον ἔχων ἡμῶν ἐκεῖνος ἂν φανείη, μᾶλλον δὲ τῷ μὲν οὐδαμῶς λείπεσθαι βασιλέως, τῷ ἑτέρῳ δέ σοι συμβέβηκε νικᾷν παραπολύ. τῆς γὰρ ἄλλης τῶν πραγμάτων διοικήσεως οὐδὲν ἔλαττον ἢ πρότερον ὡς προσῆκον γινομένης, ἐν τοῖς πολέμοις καὶ ταῖς στρατείαις πολὺ προέχεις, αὐτὸς ἐφ’ ἅπασι παρὼν καὶ στρατηγοῖς χρώμενος βελτίοσιν ἢ ἐκεῖνος, ὡς ἐξ αὐτῶν τῶν ἔργων ἐγένετο καταφανὲς, αὐτοῦ ταπολλὰ καὶ πρότερον οἰκουροῦντος ὥσπερ νῦν. Ἔτι δὲ τὸν λόγον βουλομένου τοῦ μεγάλου συνείρειν δομεστίκου καὶ διὰ πολλῶν ἀποδεικνύναι μὴ ὂν λυσιτελὲς πρὸς τῶν πραγμάτων τὴν ἀρχὴν αὖθις ἐπανάγειν τὸν πρεσβύτερον Ἀνδρόνικον, ὁ νέος ἐπικόπτων βασιλεὺς, ταῦτα μὲν ἔφη καὶ αὐτὸς οἴεσθαι ὀρθῶς ἔχειν, καὶ τούτων ἕνεκα οὐδενὸς τῷ πάππῳ ἐθέλειν ἐγχειρίζειν τὴν ἀρχήν·
ἀλλὰ πρώτου μὲν, τοῦ μὴ τοὺς πάντα εὐχερεῖς καὶ φαύλους καὶ διεφθορότας ὡς ἐκ προνοίας αὐτὸς καὶ σκέψεως ἐπιβούλου τὴν ἀρχὴν παρειλόμην, βασιλέως μηδεμίαν πρόφασιν πρὸς τὸν πόλεμον παρεσχημένου, δύνασθαι λογοποιεῖν καὶ πείθειν τοὺς πολλούς· δευτέρου δὲ, τοῦ μάλιστα βούλεσθαι καὶ διὰ σπουδῆς ἔχειν, ἅττα ἂν ᾖ μάλιστα πρὸς ἡδονὴν καὶ τιμὴν τῷ βασιλεῖ, ταῦτα καταπράξασθαι ἐμέ. οἴομαι δὲ μηδὲ βασιλέα πρὸ τοῦ ἄρχειν τῶν πραγμάτων ἕτερόν τι μήτε βούλεσθαι μήτε ἄγειν. κ. Αὖθις δὲ ὁ μέγας δομέστικος τὸν λόγον ἀναλαβὼν Τὴν μὲν ἐμὴν εἶπεν εὔνοιαν πρὸς βασιλέα καὶ σπουδὴν, καὶ ὡς ἐποιούμην περὶ πλείστου μὴ μόνον ἀνήκεστον οὐδὲν εἰς αὐτὸν ἰδεῖν ἐλθὸν, ἀλλὰ καὶ τῆς ἀρχῆς κρατεῖν καὶ παρὰ πᾶσι καὶ θαυμάζεσθαι καὶ ἐπαινεῖσθαι, οὐδένα μοι μᾶλλον ἢ σὲ οἴομαι συνειδέναι. καὶ ὅτε γὰρ τοῦ πρὸς ἀλλήλους ὑμῶν μάλιστα φυομένου πολέμου ἐβουλευόμεθα περὶ τοῦ ᾗ χρὴ τὸν πόλεμον διαθέσθαι, τῶν ἄλλων παραινούντων εἵργειν, ἢ καὶ ἀποκτιννύναι, καὶ ὀλίγῳ χρόνῳ πολλῶν ἀπαλλάττεσθαι πραγμάτων, οἶσθα ὁπόσα φιλάνθρωπα αὐτός τε ἐβουλεύσω περὶ αὐτοῦ, κἀγὼ συνεῖπον προθύμως καὶ τὸ μέρος συγκατειργασάμην.
PG 153:481καὶ ἐπειδὴ πρὸς τὸν πόλεμον καταστάντες περιεγενόμεθα αὐτοῦ καὶ ἅπαξ καὶ δὶς, οἶσθα ὅσην ἐπεδειξάμεθα περὶ αὐτὸν καὶ τὴν εὔνοιαν καὶ τὴν αἰδῶ ἐκ μέσων ἐξαρπάσαντες τῶν κινδύνων· καὶ οὐ μόνον ἐν ἀσφαλείᾳ καταστήσαντες, ἀλλὰ καὶ τὴν πρὶν εὐδαιμονίαν, ὅσα γε ἐξῆν, φυλάξαντες αὐτῷ, τῶν ἄλλων ἁπάντων βουλευομένων τἀναντία καὶ δεομένων πείθεσθαι αὐτοῖς. διό με οὐδὲ οἴεσθαι χρή τινα ἀπεχθείᾳ τῇ πρὸς αὐτὸν τοὺς λόγους ποιεῖσθαι τουτουσὶ, ἀλλὰ τῷ κοινῷ προσέχοντα λυσιτελεῖ· ἄλλως τ’ οὐδὲ τῷ μάλιστα τοὺς τρόπους συκοφαντικῷ διαβολὰς ἐξέσται ῥάπτειν, ὡς ἐμαυτῷ περιποιούμενος τὴν βασιλείαν κωλύω τοῦ μὴ ἐγχειρίζειν ἐκείνῳ τῶν πραγμάτων τὴν ἀρχήν. πρότερόν τε γὰρ ἐξῆν, εἴπερ ἐβουλόμην, καὶ νῦν ἔτι κεῖται ἐπ’ ἐμοὶ, σοῦ παρασχόντος ἂν προθύμως εἰ βουληθείην· ὥστ’ οὐδὲ τοῦ ξυνοίσοντος ἰδίᾳ τι ἐμοὶ τοιαῦτα συμβουλεύω. ὅτε τοίνυν ἐξ αὐτῶν ἀποδείκνυται τῶν πραγμάτων, μήτε πρὸς χάριν ἐμαυτῷ μήτε πρὸς ἀπέχθειαν ἐκείνῳ λέγειν, δέον ἤν τι τῶν δεόντων πείθεσθαι φαίνομαι συμβουλεύων. ἔφης τοιγαροῦν δυοῖν ἕνεκα μάλιστα ἐνάγεσθαι πρὸς τοῦτο·
Caput XLVIII
τοῦ τε μὴ κακῶς ἀκούειν παρὰ φαύλων ἀνθρώπων καὶ διεφθορότων, καὶ τοῦ μάλιστα βούλεσθαι τῶν πρὸς αἰδῶ καὶ τιμὴν καὶ ἡδονὴν ἐσομένων βασιλεῖ, ὅ,τι ἂν ἐξῇ ποιεῖν· τὸ μὲν οὖν θεραπεύειν βασιλέα, δίκαιόν τε φαίην ἂν καὶ αὐτὸς καὶ σοὶ προσῆκον. ἔξεστι δὲ πολλοῖς τρόποις ἐπιδείκνυσθαι τὴν θεραπείαν. τό, τε γὰρ τιμᾷν ὡς πατέρα ἀναγκαῖον καὶ τὸ πρόνοιαν αὐτοῦ τὴν δυνατὴν ποιεῖσθαι ὥστ’ αὐτόν τε καὶ οἰκετικὸν διάγειν ἐν ἀφθόνοις. εἰ δὴ τὰ ἀποτεταγμένα χρήματα αὐτῷ τῆς χρείας δοκεῖ ἐλάσσω εἶναι, φθόνος οὐδεὶς καὶ ἕτερα τοσαῦτα ἢ καὶ διπλασίω προστιθέναι· καὶ ἕτερ’ ἄττα ἃ αὐτῷ μὲν ἂν εἴη καθ’ ἡδονὴν, βλάβην δὲ ἑτέροις μὴ παρέχῃ. ἄρχοντα δὲ ἀποδεικνύναι τῶν πραγμάτων, οὔτ’ ἂν αὐτὸς πεισθείην τῶν κοινῇ λυσιτελούντων εἶναι, οὔθ’ ἑτέρῳ συμβουλεύσαιμι. τῶν κακῶν δὲ οὐδένα λόγον οἴομαι ποιεῖσθαι δεῖν. ἢ σχέτλιον ἂν εἴη, εἰ τῶν μὲν ἀγαθῶν οὐδένα ποιησόμεθα λόγον, τοῖς δὲ κακοῖς τοσοῦτον χαριούμεθα, ὥστε καὶ ἃ λυσιτελῆ καὶ δίκαια δοκοῦμεν εἶναι, ταῦθ’ ἑκόντες ὄντες προησόμεθα αὐτοῖς.
φέρε γὰρ πρὸς θεοῦ, εἴ γε πάντες οἱ τοὺς τρόπους ἀγαθοὶ ἐκκλησίαν συναθροίσαντες, ἡμᾶς ἐπὶ δίκῃ προκαλοῖντο, λέγοντες, ὡς, ἄδικα καὶ βίαια ποιεῖτε, πολέμους ἡμῖν ὁμοφύλοις ἐπεγείροντες. εὐθύς τε γὰρ ἐξ ἀρχῆς, ἅμα τῷ βασιλεῖ καθ’ ὑμῶν τὸν πόλεμον κεκινηκέναι, ὁρῶντες ὡς ἄδικα πάσχετε ὑμεῖς, συνηλγήσαμέν τε μάλιστα ὑμῖν καὶ συνηγωνισάμεθα προθύμως. καὶ ἐπειδὴ θεοῦ συναιρομένου, ῥᾷστα κεκρατήκαμεν τῶν πολεμίων, δέον ἀπελαύνειν καὶ κακῶς ποιεῖν τοὺς προτέρους ἄρξαντας τῆς ἀδικίας καὶ ἡμᾶς πραγμάτων ἀπαλλάττειν, οὐκ ἠθελήσατε ὑμεῖς, ἀλλ’ ὥσπερ κακῶν ἐπιθυμοῦντες, βασιλέως μέτρια αἰτοῦντος καὶ σώζεσθαι μόνον δεομένου, ὑμεῖς ἐπὶ κακῷ τῶν ὑπηκόων καὶ ὑμῶν αὐτῶν ἄτοπα φιλοτιμούμενοι, τῆς ἀρχῆς ὀλίγου δεῖν ἁπάσης παρεχωρήσατε αὐτῷ, ἡμῶν ἀπαναινομένων καὶ τὴν ἀβουλίαν ἐπιμαρτυρομένων. ὁ δ’ οὐ πολλοῦ χρόνου παρεῤῥυηκότος, αὖθις ἐπεχείρησε τοῖς ἴσοις, ὥσπερ ἐπιλελησμένος εἰς ὅσον ἤλασε κινδύνου, καὶ πόλεμον ἀκήρυκτον ἐπήνεγκεν ἡμῖν.
Chapter XIICaput XII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Caput XLIX
PG 153:483ὁρῶντες δὲ ἡμεῖς οἷ κακῶν τὰ πράγματα χωρήσει καὶ ὡς ἄρδην ἀπολεῖται τὸ Ῥωμαϊκὸν, πρεσβείαν οὐκ ἰδίᾳ μόνον, ἀλλὰ καὶ κοινὴν ὑμῖν ἐποιησάμεθα πρὸς βασιλέα, δεόμενοι, μὴ περιϊδεῖν ἡμᾶς ὑπὸ τοῦ πρὸς ἀλλήλους πολέμου διαφθαρησομένους· ἀλλ’ εἴ τι καὶ ἐγκαλεῖν ὑμῖν ἔχει, δίκῃ διαλύεσθαι. ὁ δ’ οὐδ’ ἄκροις ἠνέσχετο ὠσὶ τῶν περὶ τὴς εἰρήνης λόγων. πάντοθεν δὲ ἡμεῖς ἀπορίᾳ συσχεθέντες, αὖθις ἐνεβάλλομεν ἑαυτοὺς εἰς τοὺς κινδύνους καὶ πόλεμον ἀράμενοι δεύτερον πρὸς αὐτὸν νενικήκαμεν αὖθις καὶ πρὸς τὴν προτέραν ἢ καὶ μείζω συνηλάσαμεν ἀπορίαν. ὁρῶν δὲ ἐκεῖνος ὡς οὐκ ἄνευ κινδύνων ὁ πόλεμος αὐτῷ τελευτήσει, αὖθις ἐπρεσβεύετο ὑμῖν περὶ εἰρήνης, ὁ μηδὲ ἴχνος πρότερον ἀνεχόμενος αὐτῆς.
ὑμεῖς δὲ οὐκ οἶδ’ ὅ,τι παθόντες, δέον ἐκ τῶν προτέρων διδαχθέντας σωφρονεῖν, ὑμεῖς δὲ τἀναντία τῶν δεόντων ἐποιεῖτε, καὶ τὴν ἀρχὴν παρεδίδοτε αὐτῷ πᾶσαν καὶ τὴν ἡγεμονίαν τῶν πραγμάτων καὶ προσέτι φέροντες ὑμᾶς αὐτοὺς, (ἐῶ γὰρ λέγειν καὶ ἡμᾶς τοὺς ὑπηκόους, πολλὰ δυσανασχετοῦντας καὶ μονονοὺ τὴν ἀδικίαν ὀδυρομένους,) ἄδικοι καὶ προδόται σχεδὸν περὶ ἡμᾶς γεγενημένοι, οἰόμενοι κἂν οὕτω πᾶσαν πολέμου πρόφασιν περιαιρήσειν. ὁ δ’ ὥσπερ στενὴν αὐτῷ τῆς γῆς τὴν οἴκησιν παρεχούσης εἰ ταύτην οἰκείη μεθ’ ὑμῶν, αὖθις ἐπολέμησε, καὶ τρίτον μηδὲν ἔχων ἐγκαλεῖν, οὐκέθ’ ὥσπερ πρότερον ἀπαρασκεύως καὶ ἐξ ἐφόδου, ἀλλὰ πολλὰ πρότερον συνεσκευασμένος περὶ τὴν ἑσπέραν, καὶ στρατιὰν ἐπαγαγὼν ἡμῖν πλήθει οὐκ ὀλίγον ὑπερέχουσαν ἡμῶν οὐκ ἐξ Ἑλλήνων μόνον τῶν αὐτόθι κατοικούντων, ἀλλὰ καὶ τῶν προσοίκων βαρβάρων συμμαχίδα. ὁρῶντες δὲ ταῦθ’ ὑμεῖς, ἐλθόντες εἰς Βυζάντιον, ἐδεῖσθε βασιλέως περὶ εἰρήνης. ὁ δ’ οὐδὲν ἧττον ἢ πρότερον ἦν ἀδύνατος πεισθῆναι, καὶ διὰ τοῦτο ἀναγκαίως πρὸς τὸν πόλεμον καὶ τρίτον ἐχωρήσατε ὑμεῖς.
Caput L
PG 153:485καὶ ἡμεῖς τὴν ὑπερβολὴν βδελυξάμενοι τῆς ἀδικίας, προθύμως συνηράμεθα ὑμῖν καὶ πολλοὺς κινδύνους ὑπεμείναμεν καὶ πόνους. εἶτ’ αὖθις μετὰ τὴν μακρὰν ἐκείνην πλάνην καὶ τοὺς περιδρόμους τοὺς πολλοὺς καὶ τὴν ἐκ τῆς χρονίου κακοπάθειαν στρατείας, καὶ τῆς κρείττονος δυνάμεως ἡμῖν τὸν πόλεμον συγκατεργαζομένης, τῶν τε πολεμίων κεκρατήκαμεν ἤδη καθαρῶς καὶ τὴν Ῥωμαίων ἡγεμονίαν συγκατεκτησάμεθα ὑμῖν. νυνὶ δ’ αὖθις τῶν πολέμων πεπαυμένων καὶ εἰρήνης τὰ Ῥωμαίων κατεχούσης πράγματα, ὁρῶντες ὑμᾶς τῶν προτέρων μείζοσι κακοῖς ἐπιχειροῦντας ἡμᾶς ἐμβάλλειν, παραγγέλλομεν ὑμῖν μὴ αὖθις καινὰ διανοεῖσθαι, μηδ’ ἀφορμὰς παρέχειν τῷ κάκιστ’ ἀπολουμένῳ πολέμῳ πρὸς τοὺς ὁμοφύλους. Εἰ ταῦτ’ ἔλεγον καὶ ὥσπερ κορωνίδα προςετίθεσαν, ὅτι, εἰ μὲν δέχεσθε ἐπὶ τούτοις, εἰ δὲ μὴ, σκοπεῖτε μὴ οὐχ ἡμῖν μᾶλλον ἢ ὑμῖν αὐτοῖς αἴτιοι μειζόνων γενήσεσθε κακῶν·
Εἰ δὲ δὴ καὶ προσέθηκαν, ἐῶ γὰρ εἰπεῖν, ὅτι, εἰ μὲν βασιλεὺς οὕτως ἔχοι γνώμης ὥστ’ ἐφ’ ἑκάτερα ῥᾳδίως μεταβάλλεσθαι καὶ μικρᾶς ἕνεκα ἢ καὶ οὐδεμιᾶς αἰτίας πολέμου ἄρχειν, τί δεῖ τῷ τοιούτῳ ἀφορμὰς ταραχῆς καὶ στάσεως ἐπὶ λύμῃ καὶ φθορᾷ τοῦ κοινοῦ παρέχειν. εἰ δ’ ἑτέροις πείθεται συκοφάνταις καὶ διεφθορόσι καὶ οὐδὲν ἀμείνοσιν ἀνθρώποις ἀνδραπόδων, οὐδ’ οὕτω δίκαιον οὐδὲ λυσιτελὲς τοῖς οὕτως ἔχουσιν, ἐν μοίρᾳ Καρὸς ἡμᾶς ὑποτάττειν ἑαυτούς· Ἀλλ’ εἰ προσέθηκαν τοῖς λόγοις ἐκεῖνο μόνον, ὅτι, εἰ νῦν τοιαῦτα περὶ βασιλέως ἐγνώκατε ὑμεῖς, ἀλλ’ ἡμῖν οὐ δίκαια οὐδὲ λυσιτελῆ βουλεύεσθαι δοκεῖτε, κἄν τι συμβαίη τῶν ἀδοκήτων, ἡμεῖς ἔξω κινδύνων καὶ πραγμάτων καταστήσαντες ἑαυτοὺς ὥσπερ θεαταὶ καθεδούμεθα τῶν γινομένων. Ἆρ’ ἢ πρὸς τὴν ἀξίωσιν ὡς οὐ δικαίᾳ δυνησόμεθα ἀντειπεῖν, ἢ ἐν οὐδενὶ θησόμεθα τοὺς λόγους ὡς ἀκαίρως εἰρημένους;
μὴ γὰρ ὅτι πάσης μὲν προφάσεως πολέμων ἐκ βασιλέως ἐξ ἀρχῆς κεκινημένης, ῥᾳδίου δὲ ὄντος φύσει πρὸς μεταβολὰς, τῆς Ῥωμαίων δὲ ἡγεμονίας πολλὰ τοῖς ἐμφυλίοις τετρυχωμένης πολέμοις, ἁπάντων δὲ οὐκ ἂν οἰσόντων ῥᾳδίως τὴν μεταβολὴν, ἀλλ’ εἰ πάντων μὲν ἀμφοτέροις μετῆν ἐπίσης, ἐν μηδενὶ δὲ διενήνοχεν ἅτερος ἑτέρου, ἔδει δὲ ἐκ τῶν ὑπαρχόντων σκεψαμένους τὸν προσήκοντα ἑλέσθαι μᾶλλον ἄρχειν, οὐ σοὶ προστίθεσθαι προσῆκον πάντα ὁντινοῦν· οὐ μόνον διὰ τὴν πρᾳότητα καὶ μεγαλοψυχίαν, ἣν παρὰ πάντα ἐπεδείξω τὸν τοῦ πολέμου χρόνον, ἀλλὰ καὶ τὴν εὐψυχίαν καὶ τὴν τόλμαν τὴν ἐν τοῖς πολέμοις, καὶ τὸ μάλιστα δεῖσθαι τὰ Ῥωμαίων πράγματα νυνὶ, οὐκ ἐμπείρου καὶ δεινοῦ μόνον στρατηγοῦ, ἀλλὰ καὶ σπουδαίου καὶ τὰ πολέμια ἐξησκημένου; ἐμοὶ μὲν οὖν πανταχόθεν ἐξετάζοντι, οὐδεμία τις αἰτία φαίνεται ἀρκοῦσα πείθειν ὡς λυσιτελὲς αὐτὸν ἀποστάντα τῆς ἀρχῆς τῷ πάππῳ ἐγχειρίζειν. διὸ καὶ συμβεβούλευκα προθύμως τοῦ κοινῇ λυσιτελοῦντος ἕνεκα.
PG 153:487σὲ δὲ εἰ μὴ τὰ λελεγμένα πείθειν ἱκανὰ, ἔξεστι καὶ ἑτέροις ἅμα καὶ συνετωτέροις καὶ ἐμπειροτέροις συμβούλοις χρησαμένῳ, μὴ τοῦ δέοντος ἁμαρτεῖν. Τοιαῦτα μὲν ὁ μέγας δομέστικος εἶπε· βασιλεὺς δ’ ὥσπερ εἴωθε μικρὸν ἐπισχὼν συνετῶς μὲν εἰρῆσθαι τοὺς λόγους, εἶπεν οὐκ ἂν ἔξαρνος γενοίμην· ἔτι δέ μοι δοκεῖ καὶ κατὰ σχολὴν εἶναι βουλευτέον περὶ αὐτῶν, εἴπως τι βέλτιον ὁ μεταξὺ χρόνος ἐξευρήσει. ἐπαινέσαντος δὲ καὶ τοῦ μεγάλου δομεστίκου, τὸ νῦν μὲν ἔχον διελύθησαν. ἐς τρίτην δὲ ἡμέραν πάλιν συνελθόντες, ἐπυνθάνοντο ἀλλήλων εἴτι πλέον ἐν τῷ μεταξὺ ἐξευρηκότες εἶεν χρόνῳ· μηδὲν δὲ ἀμφοτέρων εἰρηκότων ἐπεψηφίσαντο τὴν βουλὴν, καὶ οὕτω παρ’ ὀλίγον ἐλθὸν τὸ βασιλέα τὸν πρεσβύτερον αὖθις ἄρχοντα γενέσθαι τῶν πραγμάτων, ὑπὸ τοῦ μεγάλου δομεστίκου ἐκωλύθη.
Caput LI
ὧν ὕστερον εἰς μνήμην ἐλθὼν ὁ βασιλεὺς, ἐπεὶ ἐπύθετο αὐτὸν τὸν μονήρη βίον ἀνῃρημένον ᾐνίττετο τῷ μεγάλῳ δομεστίκῳ, ὡς εἰ ἃ πρότερον ἐβουλευόμεθα εἰς ἔργον ἧκον, νῦν οὐκ ἂν συνέβαινε τοιαῦτα. πρὸς ἃ ἐκεῖνος ἀπεκρίνατο, ὡς τοιαῦτα μὲν οὐκ ἂν συνέβη, ἴσως δ’ ἕτερα χείρω καὶ ἀλυσιτελέστερα πολλῷ. βασιλεὺς δ’ ἐπεὶ τῆς νόσου ἤδη ἀπηλλάγη καθαρῶς, ἐκ Διδυμοτείχου εἰς Βυζάντιον ἧκεν ἀποδώσων τὰς εὐχαριστίας τῇ πανάγνῳ μητρὶ τοῦ θεοῦ τῇ ζωοδόχῳ πηγῇ τῇ μᾶλλον ἰάματα ἢ νάματα βρυούσῃ· ἧς τυχὼν ἀπήλλακτο καὶ αὐτὸς τῆς χαλεπῆς ἐκείνης νόσου. Βυζάντιοι δὲ πανδημεὶ πρὸς ὑπάντησιν τοῦ βασιλέως ἐξελθόντες, ἔτι δὲ καὶ οἱ τῶν πέριξ χωρῶν τε καὶ πόλεων κατὰ θέαν βασιλέως (πᾶσι γὰρ οὐκ ἐπέραστος μόνον, ἀλλὰ καὶ θαύματος ἀξία ὄψις ἦν, ὥσπερ ἐκ νεκρῶν ἐγηγερμένος,) ἄχρι μὲν Ῥηγίου προῆκον ὑπ’ ἀλλήλων συνωθούμενοι καὶ ἠσπάζοντο βασιλέα προσκυνοῦντες. ἐκεῖθεν δὲ δι’ αὐτῶν ἰὼν ὁ βασιλεὺς ἄχρι τοῦ πρὸ τῆς πόλεως τεμένους τῆς ἀεννάου πηγῆς ἦλθε συνωθούμενος ὑπὸ τοῦ πλήθους· ἀποδοὺς δὲ τὰς εὐχαριστίας θεῷ, ἦλθεν εἰς τὰ βασίλεια ἐκεῖθεν καὶ διέτριψεν ἐν Βυζαντίῳ ἐξ ἐκείνης εἰς ἑξηκοστὴν ἡμέραν.
αὖθις δὲ ἐξελθὼν, περιῄει τὰς τῆς Θρᾴκης πόλεις. κα. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ στρατιὰ Περσῶν ἱππικὴ τὸν Ἑλλήσποντον περαιωθεῖσα, ἐληί̈ζετο τὴν Θρᾴκην. πυθόμενος δὲ ὁ βασιλεὺς συνήθροιζε τὴν στρατιὰν ὡς ἀμυνούμενος αὐτούς. ἐν ᾧ δὲ ταῦτα ἐτελεῖτο, οἱ μὲν πολλοὶ τῶν Περσῶν, ἀναστρέψαντες ἐπεραιώθησαν πρὸς ἕω. πεντακόσιοι δὲ αὐτῶν καὶ χίλιοι λογάδες ἔμειναν ἐπὶ τῆς Θρᾴκης· βασιλέως δὲ αὐτοῖς ἐπιστρατεύσαντος, ἔπεσον πάντες μάχῃ νικηθέντες. οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις ἐκ τῆς ἑσπέρας ἠγγέλθη βασιλεῖ ὡς παρασκευάζοιτο στρατιὰ Τριβαλῶν τῇ Ἀχρίδι ἐπιθέσθαι πόλει ἑσπερίῳ ὑπὸ τὴν Πιερίαν τὸ ὄρος κειμένῃ, καὶ μετὰ μικρὸν οἱ Τριβαλοὶ δῃώσαντες τὰ περὶ αὐτὴν, περικαθήμενοι ἐπολιόρκουν· βασιλεὺς δὲ ἐβοήθει κατὰ τάχος. αἰσθόμενοι δὲ οἱ Τριβαλοὶ, τὴν πολιορκίαν ἐκλιπόντες, ἀνεχώρησαν εἰς τὴν οἰκείαν, καὶ ὁ βασιλεὺς εἰς Ἀχρίδα παρελθὼν πρόνοιάν τε ἐποιήσατο τῆς πόλεως ὅση δυνατὴ καὶ ἐκ τῶν παρακειμένων αὐτῇ φρουρίων τινὰ ὄντων ὑπηκόων Τριβαλοῖς, εἷλεν ἐξ ἐφόδου· τῶν τε ἑσπερίων ἑτέρων πόλεων προνοησάμενος, αὖθις εἰς Διδυμότειχον ἐπανῆκε.
PG 153:489Μιχαὴλ δ’ ὁ τῶν Μυσῶν βασιλεὺς ἔκ τινων διαφορῶν πρὸς Κράλην τὸν Τριβαλῶν ἄρχοντα ἐκπολεμωθεὶς, παρεσκευάζετο ὡς αὐτῷ ἐπιστρατεύσων. εἰδὼς δὲ καὶ βασιλέα πολέμιον αὐτῷ ὄντα, πέμψας πρεσβείαν πρὸς αὐτὸν, ἐδεῖτο αὐτοῦ ἐπιθέσθαι Κράλῃ, ὡς ὑπ’ ἀμφοτέρων ῥᾳδίως ἐκτριβησομένῳ. ἐπεὶ δὲ ἐδόκει καὶ βασιλεῖ καιρὸν εἶναι δίκας παρὰ Τριβαλῶν λαβεῖν ὧν ἠδίκησαν Ῥωμαίους, Μιχαὴλ μὲν ὑπέσχετο τὴν ἐκστρατείαν, προσθεὶς ὡς εἰ μὴ παρεκάλει καὶ αὐτὸς, ἀλλ’ αὐτὸς διενοεῖτο στρατιᾷ ἐπὶ Τριβαλοὺς ἐλθεῖν ὡς τὰ μέγιστα ἠδικημένος ὑπ’ αὐτῶν· αὐτὸς δὲ ἀθροίσας τὴν στρατιὰν καὶ πάντα ἐκπορισάμενος ὧν ἐδεῖτο, διὰ Πελαγονίας ἐσέβαλεν ἐς τὴν γῆν τῶν Τριβαλῶν καὶ ἔτεμέ τινα αὐτῆς. καὶ Βουτζοῦνιν μέν τι φρούριον προσαγορευόμενον εἷλεν ἐξ ἐφόδου, Δεύριτζαν δὲ καὶ Δουβροῦνιν καὶ Καβαλλάριον καὶ Σιδηρόκαστρον, φρούρια καὶ αὐτὰ, παρεστήσατο ὁμολογίᾳ. Μιχαὴλ δὲ καὶ αὐτὸς διὰ Παιονίας πανστρατιᾷ ἐπιστρατεύσας Τριβαλοῖς, ἐστρατοπέδευσεν ἐν τόπῳ Βελμάσδιν ἐγχωρίως προσαγορευομένῳ, περιορώμενος τοὺς πολεμίους, ὡς οὐκ ἂν τολμήσοντας προσβαλεῖν αὐτῷ.
Στέφανος δὲ Κράλης ὁ τῶν Τριβαλῶν ἄρχων, ἐπεὶ ἑκατέρωθεν συνεώρα τῷ πολεμίῳ πυρὶ περισχεθεὶς, ἑκατέροις μὲν ἀντιτάξασθαι τοῖς βασιλεῦσι, διελόμενος τὴν στρατιὰν, οὐκ ᾤετο εἶναι δυνατός· εἵλετο δὲ μᾶλλον τὸν Μυσῶν βασιλέα ἀνταγωνιστὴν καὶ πανστρατιᾷ καὶ αὐτὸς ἐλθὼν παρεστρατοπέδευσε μὲν αὐτῷ, ἐν ἐπικαίρῳ δὲ χωρίῳ, στενὴν ἔχοντι τὴν δίοδον καὶ σκληρὰν, ᾗ ἐπέστησε στρατιὰν πεζὴν φρουρεῖν, ὡς μή τις δύναιτο δι’ αὐτῆς ἰέναι ἐπ’ αὐτόν. ἐπικηρυκευσάμενοι δὲ ἀλλήλοις, ἐπεὶ ἀσυμβάτως εἶχον καὶ ἐδόκει πολεμητέα εἶναι, ἐκεχειρίαν ἄγειν συνέθεντο ἐκείνην τὴν ἡμέραν ὡς μαχούμενοι ἐς τὴν ὑστεραίαν. ἐπιλελοιπότος δὲ ἤδη σίτου τῷ στρατοπέδῳ τῶν Μυσῶν, ὁ βασιλεὺς Μιχαὴλ ἔγνω δεῖν καθ’ ἣν τὴν ἐκεχειρίαν ἦγον, στρατιὰν ἀπολεξάμενος, πέμψαι ἐπὶ σῖτον· καὶ διεσκέδαστο τὸ πλεῖον τῆς στρατιᾶς ἐπὶ τὰ παρακείμενα χωρία ἐφ’ ἁρπαγήν.
Caput LIII
PG 153:491ὁρῶν δὲ ὁ Κράλης τὴν Μυσῶν διεσκεδασμένην στρατιὰν καὶ νομίσας καιρὸν εἶναι ἐπιθέσθαι Μιχαὴλ καταστρατηγηθέντι ὑπ’ αὐτοῦ, ὡς εἶχε τάχους, ὡπλισμένην τὴν στρατιὰν ἀναλαβὼν καὶ τριακοσίους ἐξ Ἀλαμανῶν ἐπαγόμενος καταφράκτους, ὀλίγα τῶν συνθηκῶν φροντίσας, ἐπὶ Μυσοὺς ἐχώρει. Μιχαὴλ δὲ ὁρῶν τὴν Τριβαλῶν στρατιὰν ἐπαγομένην, ἔγνω μὲν ἠπατημένος, πλὴν ὡς εἶχε τάχους καὶ αὐτὸς τὴν στρατιὰν ὁπλίσας, ἐξῆγεν ὡς ἐς μάχην· καὶ πρὶν εἰς τάξιν καταστῆναι, οἱ Τριβαλοὶ ἐπιπεσόντες, ἐτρέψαντό τε τοὺς Μυσοὺς καὶ ἐνίκων κατὰ κράτος. καὶ τοὺς μὲν ἀπέκτειναν αὐτῶν παρὰ τὴν μάχην, ὅσοι δὲ ἑάλωσαν ζῶντες, γυμνούμενοι τῶν ὅπλων, ἀπελύοντο. οὐ γὰρ ἔξεστιν αὐτοῖς ἀλλήλους ἀνδραποδίζειν ὄντας ὁμοφύλους. βασιλεὺς δὲ ὁ Μιχαὴλ τραυματίας γενόμενος καιρίως ἑάλω μὲν ἔτι ζῶν καὶ ἀπήχθη παρὰ τὸ στρατόπεδον τῶν πολεμίων. ἐτελεύτησε δὲ μικρὸν ἐπιβιούς. τὸ δὲ στρατόπεδον τῶν Μυσῶν ἐπόρθησαν οἱ Τριβαλοί. ἡ δ’ ἐπὶ τὸν σῖτον διεσκεδασμένη στρατιὰ, τοῦ σφετέρου βασιλέως πυθόμενοι τὴν ἧτταν, οἱ μὲν αὐτῶν ἄλλοι ἄλλοσε καταλαμβανόμενοι διεφθείροντο, οἱ πλείους δὲ αὐτῶν φυγῇ ἐπορίσαντο τὴν σωτηρίαν.
ὁ Κράλης δὲ μετὰ τὴν νίκην βασιλεῖ μὲν οὐκ ἐπεστράτευσε Ῥωμαίων ἐπικειμένῳ ὁμοίως καὶ πολιορκοῦντι τὰς ἐν τοῖς μεθορίοις αὐτοῦ τε καὶ τῆς Ῥωμαίων ἡγεμονίας πόλεις, ἀλλ’ ἔμεινεν ἐστρατοπεδευμένος οὐκ ἐγγύς· εἴτε δὲ μείζονα συναθροίζων στρατιὰν, ὡς τῆς οὔσης οὐκ ἀξιομάχου Ῥωμαίοις δοκούσης εἶναι, εἴθ’ ἕτερόν τι διανοούμενος, ἔμεινεν ἐν ἀδήλῳ. μετὰ μικρὸν δὲ ἠγγέλλετο τῷ βασιλεῖ, ὡς οἱ δυνατοὶ παρὰ Μυσοῖς, τοῦ σφετέρου βασιλέως Μιχαὴλ ἀποθανόντος, εἴτε Στέφανον θεραπεύοντες τὸν Κράλην, εἴθ’ ὅ, τι ἕτερον διανοούμενοι, τὴν μὲν βασιλέως ἀδελφὴν ἀπήλασαν μετὰ τῶν τέκνων, τῇ δὲ ἀδελφῇ Στεφάνου, ἣ πρότερον συνῴκει Μιχαὴλ, ἅμα τέκνοις τά τε βασίλεια παρέδοσαν τῶν Μυσῶν καὶ τὴν ἀρχήν. βασιλεὺς δὲ ἐκκλησίαν συναθροίσας μετὰ τῶν ἐν τέλει, ὅ,τι δέοι ἐβουλεύετο ποιεῖν. καὶ ἐδόκει δεῖν τὰ ἐνταῦθα μὲν καταλιπεῖν, ὡς ὀλίγα ἢ οὐδὲν δυνησομένους ἑαυτοῖς περιποιήσασθαι, τοῦ Κράλη ἤδη τοῦ πρὸς Μυσοὺς πολέμου ἀπηλλαγμένου καὶ δυνηθέντος ἂν ῥᾳδίως ἀμύνεσθαι αὐτοὺς κακοῦντας τὴν αὐτοῦ· πρὸς δὲ τὴν Μυσίαν ἀπαίρειν τὴν ταχίστην, ὡς ἐλπίδων ἐκεῖ μεγάλων ὑποφαινομένων.
Chapter XIIICaput XIII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:493πρόφασιν δὲ πολέμου εἶναι οὐ μικρὰν, τὸ τὴν βασιλέως ἀδελφὴν ἀπελαθῆναι τῆς ἀρχῆς, δικαιοτέραν οὖσαν ἄρχειν, ἅτε τῆς Κράλη ἀδελφῆς ὑπὸ περιόντος ἔτι ἐκβληθείσης Μιχαήλ. ἐπεὶ δὲ ἐδέδοκτο ἀναχωρεῖν τοῖς τε προσχωρήσασιν ἀρτίως πολιχνίοις φρουρὰς ἐγκαταστησάμενος ὁ βασιλεὺς, τῶν τε λοιπῶν πέρι τὴν ἄκραν πόλεων ὅσης ἐδέοντο πρόνοιαν ποιησάμενος, καὶ στρατιὰν ἅμα στρατηγῷ Συργιάννῃ καὶ τῆς ἄλλης ἑσπέρας ὄντι καταλιπὼν, ὥστε ἀμύνεσθαι ὑπὲρ αὐτῶν ἂν ἐπίωσιν οἱ Τριβαλοὶ, τὴν ἄλλην στρατιὰν ἀναλαβὼν, εἰς Ἀδριανούπολιν ἐπανῆλθεν· οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις καὶ τὴν ἐπίλοιπον Ῥωμαίων στρατιὰν ὅση ἦν συναγαγὼν, ἐσέβαλεν εἰς τὴν Μυσίαν, καὶ τά τε ἄλλα μάλιστα τὴν χώραν δῃώσας καὶ ἐκ τῶν ὑπηκόων πόλεων Μυσοῖς τὴν Ἀγχίαλον καὶ Μεσημβρίαν καὶ Ἀετὸν Κτένιά τε καὶ Ῥωσόκαστρον καὶ Διάμπολιν παραστησάμενος ὁμολογίᾳ, εἰς Βυζάντιον ἐπανῆκε. διατρίβοντι δὲ ἐκεῖ, ἐπεὶ καὶ ἡ Βυζαντίων ἐκκλησία χηρεύουσα ἦν ἀρχιερέως, τοῦ πατριάρχου Ἠσαί̈ου οὐ πολλῷ πρότερον χρόνῳ τετελευτηκότος, ἐδόκει τῶν ἀναγκαίων τοῖς πατριαρχικοῖς θρόνοις τινὰ ἐγκαθιδρύσαι.
πολλῆς δὲ ζητήσεως περὶ τούτου γινομένης καὶ ἄλλων ἄλλους προβαλλομένων, ὁ μέγας δομέστικος συνεβούλευε βασιλεῖ, τὸν πρεσβύτερον Ἰωάννην ἀποδεῖξαι πατριάρχην, ὃν τῆς Ἀπρίων μὲν ὄντα πόλεως πολίτην καὶ ἐξ ἀσήμων, περὶ δὲ τὴν ἱερατικὴν λειτουργίαν μάλιστα δοκοῦντα ἔχειν εὐφυῶς, ὁ μέγας δομέστικος ἐνέγραψε τοῖς οἰκείοις καὶ περὶ τὴν ἱερὰν ἐχρῆτο ταύτην λειτουργίαν. ὕστερον δὲ οὐ πολλῷ χρείας γενομένης, τῷ βασιλικῷ ἐνέγραψε κλήρῳ, μηδὲν τῶν παρ’ αὐτοῦ χορηγουμένων προσόδων ἀποστερήσας, ἀλλ’ ἐκείναις τὰς βασιλικὰς προσθείς. καὶ διετέλεσέ γε κἀκεῖ περὶ τὰ τοιαῦτα μάλιστα εὐδοκιμῶν καὶ διὰ τοῦτ’ ἀπέλαυε τῆς βασιλέως εὐμενείας. βασιλεὺς δὲ ἐπῄνει τε τὸν λόγον καὶ ἐπιχειρητέα ἔλεγεν εἶναι, εἴγε ἀνυσθῆναι δυνατόν. ὡς δὲ τοῖς λοιποῖς ἀρχιερεῦσι τὸν περὶ τούτου προσῆγον λόγον, οἱ μὲν εὐθὺς ὥσπερ ἀπὸ συνθήματος πάντες ἀπωθοῦντο καὶ οὐδὲ ἠνείχοντο τῶν περὶ τούτου λόγων· βασιλεὺς δὲ αὐτοὺς οὕτως ἄγαν ὁρῶν ἐνισταμένους, τῷ μεγάλῳ δομεστίκῳ τὴν περὶ τούτου ἐπιχείρησιν ἐπέτρεπεν.
ὁ δὲ οὐδὲν μελλήσας ἐκκλησίαν συνήθροιζεν ἐκ τῶν ἀρχιερέων ἐν τῷ τῶν θείων ἀποστόλων Χριστοῦ νεῷ, καὶ καταστὰς εἰς λόγους, ἐπεχείρει πείθειν, ὡς δεῖ τὸν πρεσβύτερον Ἰωάννην ἐπὶ τὸ πατριάρχην δέχεσθαι ψηφίζεσθαι· οἱ δ’ ἀντεπεχείρουν, ὡς οὔτε δίκαιον, οὔτε λυσιτελὲς ἂν τῇ ἐκκλησίᾳ εἴη τοῦ θεοῦ. πολλῶν δὲ ἐξ ἑκατέρου μέρους λόγων εἰρημένων, τέλος ἀνέστησαν ἀσύμφωνοι ταῖς γνώμαις, τῶν μὲν οὐδαμῶς οἰομένων εἶναι ἀνεκτὸν, τὸν ἔτι τοῖς τοῦ βίου πράγμασι συνισχημένον καὶ γυναικὶ καὶ τέκνοις συνοικοῦντα, εἰς τὸν ὑψηλότατον τῆς διδασκαλίας ἀνάγειν θρόνον· τοῦ δ’ ἀντεπιχειροῦντος, ὡς οὐδὲν ἂν εἴη τοῦτο κώλυμα, καθάπαξ ἀποστησομένου, ἂν τἄλλα ἱκανός τε καὶ ἁρμόζων πρὸς τὸ ἔργον ᾖ. τέλος δὲ ὁ μέγας δομέστικος τὴν ἐκκλησίαν διαλύων, νῦν μὲν ἕκαστον ἐκέλευεν οἴκαδε ἀπελθόντα, ἀναπαύλης τυχεῖν οὐκ ὀλίγον πόνον ὑπομείναντας· αὖθις δὲ συνελθόντας περὶ τῶν αὐτῶν ποιήσεσθαι τοὺς λόγους.
PG 153:495οἱ μὲν οὖν ἕκαστος ἐπ’ οἴκου διελύοντο, ὁ μέγας δὲ δομέστικος ἀπήγγελλε τῷ βασιλεῖ ἐλθὼν, ὅσα τε λέξαι τοὺς ἀρχιερέας πείθειν ἐπιχειρῶν καὶ ὧν παρ’ αὐτῶν ἀκούσειεν ἀντιλεγόντων, καὶ τέλος, ὡς συντεθείη καὶ δευτέραν ἐκκλησίαν συναθροῖσαι τούτου ἕνεκα. μετὰ δεκάτην δὲ ἡμέραν αὖθις ἐκέλευεν ἀθροίζεσθαι ἐν τῷ αὐτῷ ναῷ· καὶ ἐπειδὴ πάντες ἠθροισμένοι ἦσαν, οὐκέτι μὲν ἐκ τῶν ὁμοίων ἐπεχείρει πείθειν, (ᾔδει γὰρ οὐ πείσων,) ἀλλ’ ἐξ ὧν μάλιστα ᾤετο ὑποκλέψειν τὴν πειθὼ αὐτοῖς. ἔφη γὰρ τὸ μὲν περὶ Ἰωάννου τοῦ πρεσβυτέρου πείθειν εἰς τὸν πατριαρχικὸν ἀνάγειν θρόνον, οὐδ’ αὐτῷ δοκεῖν εἶναι δεῖν, μάλιστα βουλομένῳ τὰ κατὰ γνώμην αὐτοῖς ποιεῖν καὶ μηδὲν ἀηδὲς μήτ’ ἀβούλητον προσαναγκάζειν· ἑτέρας δὲ ἐκκλησίας σκέψασθαι εἴγε δίκαιον προστάτην ἀποδεῖξαι. πάντως δὲ οὐδ’ ἂν εἴη τοῦ τοιούτου κώλυμα, ἕως ἂν μηδεὶς αὐτῷ ἔχῃ περὶ τῆς ἱερωσύνης ἔγκλημα ἐπενεγκεῖν.
Caput LIV
οἱ δὲ μηδὲν τῶν μελλόντων ὑποπτεύσαντες, μηδὲ τοῦτο ἐννοήσαντες, ὡς τοῖς σφετέροις αὐτῶν ἁλώσονται βρόχοις, αὐτοὶ ἡδέως τε ἐδέξαντο τοὺς λόγους οἰόμενοι κεκρατηκέναι καὶ ἐπεψηφίζοντο προθύμως, Θεςσαλονίκης ἱεράρχην ἀποδεῖξαι τὸν Ἰωάννην. ἐπεὶ δὲ εἰς ἓν συνῆλθον ἅπαντες ταῖς γνώμαις, ἐκέλευε γράμμασι τὰ ἐψηφισμένα ἐπιβεβαιοῦν· οἱ δ’ ἔγραφον τὸ ψήφισμα αὐτίκα. ἐπεὶ δ’ ἐν χερσὶ τοῦτο εἶχεν ὁ μέγας δομέστικος λαβὼν, τοῦτο μὲν εἶπε καλῶς καὶ ᾗ προσῆκεν ἐγεγόνει, καὶ χάριν ἂν ὑμῖν εἰδείην καὶ αὐτὸς τούτου ἕνεκα πολλήν. πυθέσθαι δὲ ὑμῶν βούλομαι ἐκεῖνο· ἂν ἔρηται ὁ βασιλεὺς, ὅτι, εἰ τοῖς ἀρχιερεῦσι πολλὰ σκεψαμένοις καὶ τὰ δίκαια ποιοῦσιν ἔδοξε τὸν πρεσβύτερον Ἰωάννην ψηφίσασθαι ἀρχιερέα καὶ οὐδεμία τις ἐφάνη αἰτία κωλῦσαι δυνατὴ, ἀλλὰ πᾶσιν ἔδοξεν ὁμοῦ ψήφῳ κοινῇ τῆς ἱερᾶς ἄξιος λειτουργίας ταυτησὶν, ἀνθ’ ὅτου μὴ καὶ πρὸς τὸν πατριαρχικὸν, ἐμοῦ βουλομένου, ἀναχθείη θρόνον; ἂν ταῦτα λέγῃ, τί ἐροῦμεν ἢ τίνα εὐπρόσωπον ἀπολογίαν ἀποδῶμεν ἄν;
Chapter XIVCaput XIV
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:497διδάξατε αὐτοί. Τῶν δὲ φαμένων, ὅτι ἐπειδὴ τὸ ψήφισμα ἐπὶ τούτοις ἐποιησάμεθα, ὅτι Θεσσαλονίκης μὲν ἤ τινος ἄλλης ἐκκλησίας ἡγεμόνα δέχεσθαι τὸν Ἰωάννην, πατριάρχην δὲ μή· οὐκοῦν ἔδει εἶπε καὶ ἀνάγκην τινὰ προσεῖναι τῷ λόγῳ. εἰ μὲν γὰρ ἄλλην τινὰ χάριν ἢ δύναμιν ἄνωθεν ἐκ ταμίου δωρεῶν δέχεται ὁ πατριάρχης, ἣν οὐκ ἔξεστι λαμβάνειν καὶ τοῖς ἄλλοις ἱεράρχαις, ἔχοι ἄν τινα πρόφασιν ὁ λόγος· εἰ δὲ τοῦτο μὲν οὐκ ἔστι, πᾶσι δὲ ἐπίσης καὶ τῆς μείζονος καὶ τῆς ἐλάσσονος πόλεως ἐπισκόποις μέτεστι δωρεᾶς, αἱ τιμαὶ δὲ καὶ αἱ λαμπρότητες τῶν θρόνων κεῖνται παρὰ βασιλεῖ καὶ ἔξεστιν αὐτῷ καὶ τὸν μικρᾶς πόλεως ἐπισκοπεῖν ἄξιον κριθέντα ἐπὶ τὴν μείζονα ἀνάγειν, τί δεῖ ἀπέραντα πονοῦντας, ἀπολογίας οὕτω σαθρὰς καὶ εὐκαταλύτους συναγείρειν καὶ προσκρούειν εἰκῇ δοκεῖν τῷ βασιλεῖ; ἐφ’ ἃ μὴ δέον ἀντιλέγοντας, ἀλλὰ μὴ μικρὸν τῆς φιλονεικίας ὑπενδόντας, ψηφίσασθαι τὰ κατὰ γνώμην βασιλεῖ, καίτοι γε τοῦ δικαίου καὶ εὐλόγου οὐ μακρὰν ἀφεστηκότα.
τὸ γὰρ ἡμέτερον ἐῶ, εἰ δή τις χάρις καὶ ἐμοῦ κεῖται παρ’ ὑμῖν. Τοιαῦτα εἰρηκότος πρὸς αὐτοὺς, μόλις μὲν, νοῦν δὲ ὅμως ἔσχον, ὡς τοῖς οἰκείοις ἑάλωσαν πτεροῖς καὶ ἀναλῦσαι οὐκ ἔστι τὰ ἐψηφισμένα. καὶ πρὸς ἀλλήλους μὲν ἑώρων ὡς ἠπατημένοι, ὅμως δὲ καὶ ἄκοντες ἐπεψηφίζοντο τὸν Ἰωάννην πατριάρχην, πολλὰ τοῦ μεγάλου δομεστίκου πρότερον καὶ πρὸς ἕκαστον ἰδίᾳ καὶ πᾶσι κοινῇ διειλεγμένου καὶ πείθοντος, τοὺς μὲν, ὅτι ἦσαν εὖνοι πρότερον αὐτῷ, τοὺς δ’, ὅτι καὶ αὐτοὶ ἐδέοντο αὐτοῦ τοῖς πράγμασιν ἐφεστηκότος τὴν εἰς τὸ μέλλον οἰκείωσιν προμνωμένους αὑτοῖς. οὕτω μὲν δὴ ὁ Ἰωάννης σπουδῇ πολλῇ τοῦ μεγάλου δομεστίκου πατριάρχης ἐψηφίσθη, οὐδενὸς ἂν ἑτέρου πείσαντος, εἰ μὴ αὐτὸς παρῆν, καὶ ἐχειροτονήθη μετὰ μικρόν. κβ. Βασιλεὺς δὲ ἐπεὶ ἡ κατὰ Βυζάντιον αὐτῷ διατριβὴ εἶχεν ἱκανῶς, ἐξῄει πρὸς τὰς κατὰ Θρᾴκην πόλεις. ἔνθα διατρίβοντι ἠγγέλθη ὡς τὸν Ἑλλήσποντον διαβᾶσα στρατιὰ Περσῶν ἱππικὴ καὶ εἰς δύο διαιρεθεῖσα, οἱ μὲν αὐτῶν περὶ Κιςσὸν καὶ Πολύβοτον καὶ Ἀκονίτην, πόλεις Θρᾳκικὰς, ἐπερχόμενοι δῃοῦσιν· ἡ δ’ ἐχώρησε πρὸς Ῥαιδεστόν.
συναθροίσας δὲ στρατιὰν ὅσην μάλιστα ἐνῆν ἐπὶ Ῥαιδεστὸν ὀξέως ἐβοήθει. καὶ συμβαλὼν τοῖς τὰ ταύτῃ χωρία ληϊζομένοις, ἐκράτησε μάχῃ, καὶ τοὺς μὲν ἀπέκτεινεν αὐτῶν, τοὺς δὲ ἠνδραποδίσατο, διαδράντων τινῶν εὐαριθμήτων. ἡ δὲ κατὰ τὸ Πολύβοτον ἑτέρα μοῖρα τῶν Περσῶν πυθόμενοι ὡς βασιλεὺς τοὺς ἑτέρους ἀνδραποδισάμενος χωρεῖ καὶ κατ’ αὐτῶν, τὴν λείαν τάχιστα καὶ ὅσοι ἦσαν αἰχμάλωτοι λαβόντες, ἐπεραιώθησαν πρὸς ἕω. βασιλεὺς δὲ ἐλθὼν ὑστέρησεν αὐτῶν. Συργιάννης δὲ ἑσπέρας στρατηγὸς ὑπὸ τοῦ μεγάλου δομεστίκου ἐπιτραπεὶς, ἡνίκα ὁ βασιλεὺς ἐνόσησε τὴν νόσον ἐκείνην τὴν σφοδρὰν, πρῶτα μὲν ἐδόκει εὔνους εἶναι καὶ χάριτας ὡμολόγει· ἔπειτα ὡς ἐπύθετο ὡς, ῥαί̈σαντος ἀπὸ τῆς νόσου βασιλέως, ὥρμητο μὲν ὁ μέγας δομέστικος αὐτὸν παραλύειν τῆς ἀρχῆς, ἐπέσχε δὲ ὁ βασιλεὺς, ψευδῶς οὕτως εἰρημένου, τῶν μὲν προτέρων ἀγαθῶν, ὧν ἦν παρ’ αὐτοῦ τετυχηκὼς, οὐδενὸς μεμνημένος ἦν.
PG 153:499ὀργῇ δὲ φερόμενος πρὸς αὐτὸν διὰ τὰ εἰρημένα, ἑταιρείαν ἤρξατο συναθροίζειν καὶ ἑαυτῷ περιποιεῖν, οἰόμενος, ὡς ἐὰν δύναμιν ἑαυτῷ ἐκ φίλων μάλιστα πολλῶν καὶ οἰκετῶν συστήσηται ἀρκοῦσαν, οὐ δυνησομένου τοῦ μεγάλου δομεστίκου κακῶς αὐτὸν ὅταν βούληται ποιεῖν. τοῦτο μὲν οὖν ὡς μάλιστα ἐνῆν ἐσπουδάζετο αὐτῷ, ἐν ἀποῤῥήτῳ δὲ καὶ τῶν μάλιστα οἰκειοτάτων συνειδότων. καὶ διέλαθέ γε ἀγνοούμενος ἐπὶ καιρόν· ἔπειτα ὑπ’ αὐτῶν τινος τῶν συνειδότων τῷ μεγάλῳ δομεστίκῳ ἐμηνύθη. καὶ κατέγνω μὲν πολλὴν αὐτοῦ ἀχαριστίαν καὶ ἀμνημοσύνην τῶν καλῶν, ὅμως δὲ σπουδάζων ἴσος εἶναι ἑαυτῷ καὶ ὅμοιος ἐπὶ τῷ ἄτρεπτος μένειν ἐν τοῖς ἀγαθοῖς, οὔτε ἐβουλεύσατο αὐτῷ τι δυσχερὲς, οὔτε εἴργαστο. ἀλλὰ τά τε ἄλλα ἦν προσκεκρουκὼς αὐτῷ οὐδὲν, καὶ τῆς ἑσπέρας τὴν ἀρχὴν ἐφ’ ἱκανὸν παρεῖχε χρόνον ἄρχειν. ὁ δ’ ἔτι μᾶλλον βουλόμενος βεβαίους αὐτῷ τοὺς φίλους εἶναι, καὶ ὅρκοις κατελάμβανε καὶ αὐτὸς ἐκ τοῦ ὁμοίου παρεῖχεν. ἐγίνοντο δὲ οἱ ὅρκοι ἐπὶ τούτοις· Συργιάννην καὶ αὐτόν τινα φίλους εἶναι βεβαίους καὶ μηδένα ὑπ’ οὐδεμιᾶς ἀνάγκης τὸν ἕτερον προδιδόναι·
ἂν δ’ ἑνί γέ τῳ τελευτήσῃ τρόπῳ ὁ βασιλεὺς, μὴ ἕκαστον ὅ,τι ἂν οἴηται δίκαιον καὶ λυσιτελὲς ποιεῖν, ἀλλὰ κοινῇ βουλευσαμένους ὅ,τι ἂν δοκῇ Συργιάννῃ πράττειν καὶ μηδένα ἀντιλέγειν, ἀλλὰ πείθεσθαι αὐτῷ ὡς τὰ κοινῇ συμφέροντα βουλευσομένῳ. ἀλλὰ ταῦτα μὲν πρότερον, ὕστερον δὲ οὐκ ὀλίγῳ χρόνῳ διατρίβοντι βασιλεῖ κατὰ τὴν Χαλκιδικὴν τὴν ἐν τῇ Θρᾴκῃ, συνῆσαν μὲν τῶν ἐν τέλει πολλοί· παρῆν δὲ καὶ Συργιάννης. Ἀρσένιος δὲ Τζαμπλάκων ὁ μέγας παπίας παρελθὼν ἐπὶ τοῦ βασιλέως, ἐδίωκε τὸν Συργιάννην ἀπιστίας, διϊσχυριζόμενος ὡς ἀπελέγξειν ἐπὶ τῆς δίκης. Συργιάννης δὲ εὐθὺς πρὶν βασιλέα φθέγξασθαί τι, καταψεύδεσθαί τε ἔφασκεν αὐτοῦ Τζαμπλάκωνα καὶ ἀποδείξεις παρέξειν τοῦ ψεύδους ἰσχυράς. ὁ δ’ οὐ δεῖν ἔφασκεν εἰκῇ λογομαχεῖν ἀλλήλοις ἀντεπάγοντας τὸ ψεύδεσθαι, ἀλλ’ ἐπὶ τῆς δίκης καταστάντας ἑκάτερον ὧν ἀξιοῖ παρέχεσθαι τὰς ἀποδείξεις. βασιλεὺς δὲ πρότερον μὲν ἡσύχασεν ἐπὶ μικρὸν πρὸς τὰ εἰρημένα· οὐδὲ γὰρ ἦν πω πρότερον οὐδὲν ἀκηκοὼς περὶ Συργιάννη· ἔπειτα ἄχθεσθαι μὲν εἶπε καὶ πάνυ πρὸς τοὺς τοιούτους λόγους.
Chapter XVCaput XV
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Caput LV
PG 153:501οὐ γὰρ βούλεσθαι αὐτῷ τοὺς ὑπηκόους, τοὺς μὲν ἀπιστίας φεύγειν, τοὺς δὲ διώκειν, ἀλλὰ πάντας τε αὐτῷ εὔνους εἶναι καὶ μηδένα μηδ’ ὑφ’ ἑνὸς κατηγορεῖσθαι· ἐπεὶ δὲ εἴρηται τοιαῦτα, οὔθ’ οὕτως ἔχειν ὥστε πάνυ πιστεύειν δεῖ, οὔθ’ ὥστε ἀπιστεῖν, ἀλλὰ βασάνῳ τὸ πρᾶγμα δόντας, τἀληθὲς ἀνερευνᾷν. εὔχομαι δὲ Τζαμπλάκωνα παραχθέντα μᾶλλον τὰ μὴ ὄντα λέγειν ἢ σὲ τοιούτοις οἵοις αὐτός φησιν ἐνέχεσθαι κακοῖς. Συργιάννης δὲ ἐδεῖτο βασιλέως μόνον τῶν δικαίων τυχεῖν καὶ μὴ διὰ συκοφαντίαν ἐρήμην ἁλῶναι· τοὺς δὲ ψευδεῖς τουτουσὶ καὶ πεπλασμένους λόγους ἡγεῖσθαί τε μηδὲν καὶ σὺν οὐδενὶ πόνῳ ὅπερ εἰσι ῥᾳδίως ἀποδείξειν. βασιλεὺς δὲ καὶ αὐτὸς ἔφασκε κατὰ γνώμην αὐτῷ εἶναι μᾶλλον ἀπολύσασθαι τὰς κατηγορίας καὶ μηδ’ ἐπὶ μιᾷ αὐτῶν ἁλῶναι ἀληθῶς· ἄδικον δὲ ψῆφον οὐκ ἄν ποτε αὐτῷ ἐπενεγκεῖν, οὐ μόνον ὥσπερ νῦν περὶ ψυχῆς ἀγωνιζομένῳ, ἀλλ’ οὐδ’ εἰ περὶ τῶν φαυλοτάτων τινὸς ἐλάγχανε τὴν δίκην. Τζαμπλάκωνι δὲ ἐκέλευσεν ἃ Συργιάννῃ ἐγκαλοίη εἰς μέσον ἄγειν· οὐδὲ γάρ πω ᾔδει περὶ αὐτῶν οὐδέν. Τζαμπλάκων δὲ ἄνωθεν ἀρξάμενος, οὕτως ἐποιεῖτο τὴν κατηγορίαν·
Συργιάννης οὑτοσὶ λέγων ὦ βασιλεῦ, τὴν τῆς ἑσπέρας ἀρχὴν ἐπιτετραμμένος, πρῶτα μὲν ἐποιεῖτο διὰ σπουδῆς καὶ ἔργον ἦν αὐτῷ τῶν πάντων περισπουδαστότατον ἑταιρείαν συστήσασθαι περὶ αὑτὸν καὶ πάντας, εἰ δύναιτο, αὑτῷ πεῖσαι προσέχειν καὶ ἐν τοῖς μάλιστα τῶν φίλων ἄγειν. ἡμεῖς δὲ τὰ τοιαῦτα ὁρῶντες μάλιστα ἐν ταῖς ἀρχαῖς, οἰόμενοι αὐτὸν δόξης ἐπιθυμοῦντα καὶ ἐπαίνων, εἰς ἃ μάλιστα ἐπτόηνται οἱ δοκοῦντες εὐτυχεῖν, τοῖς τοιούτοις ἠσχολῆσθαι, ἐποιούμεθα τὰ πραττόμενα οὐκ ἐν δεινῷ· ὡς δὲ τοῦ χρόνου τριβομένου, τὴν ἐν τοῖς τοιούτοις σπουδὴν μείζω τοῦ προσήκοντος γινομένην ἑωρῶμεν, ὑποπτεύειν ἐπῄει, μὴ οὐχὶ εὐδοξίας ἕνεκα τὰ τοιαῦτα αὐτὸν ἐπιτηδεύειν, ἀλλά τινος ἑτέρου χάριν ἀποῤῥητοτέρου, καὶ περιεργότερον προσείχομεν τοῖς γινομένοις. ὡς δὲ τὰ τοιαῦτα ἐρευνῶσιν ἐμηνύετο, ὡς οὐδὲ ἁπλῶς καὶ ἀπεριέργως αἱ φιλίαι γίνωνται τῶν συνισταμένων πρὸς αὐτὸν, ἀλλ’ ὅρκοις διδόντων πίστεις ἰσχυρὰς καὶ λαμβανόντων παρ’ αὐτοῦ, τότ’ ἤδη ἐν πλείονι ἦμεν ὑποψίᾳ τοῦ μεγάλα τινὰ κακουργεῖν αὐτὸν, καὶ τοὺς ὅρκους ἐφ’ ὁποίοις γίνονται ἀκριβῶς διηρευνῶμεν.
ἐμηνύετο δ’ ὑπ’ αὐτῶν τῶν τὰ τοιαῦτα συνειδότων, ὡς πρῶτον μὲν γίνοιντο οἱ ὅρκοι ἐπὶ τῷ αὐτοὺς φίλους εἶναι Συργιάννῃ καὶ αὐτὸν αὐτοῖς, καὶ τὰ συνοίσοντα ἀλλήλοις ἐκ παντὸς τρόπου πράττειν ἑκατέρους· ἔπειτα ἂν συμβῇ βασιλέα τρόπῳ δή τινι τελευτῆσαι, μὴ ἕκαστον ἐφ’ ἑαυτοῦ ὅ,τι ἂν δοκῇ συνοῖσον πράττειν, ἀλλὰ κοινῇ σκεψαμένους, τὰ δοκοῦντα Συργιάννῃ λυσιτελεῖν ποιεῖν. ὅτι δὲ ἀληθῆ, μάρτυρας παρέξομαι τῶν λεγομένων. σὺ μὲν οὖν ἂν εἰδείης, ὦ βασιλεῦ, ὅ,τι χρὴ ἀποφαίνεσθαι περὶ αὐτῶν· ἐμοὶ δὲ ἐδόκει τῶν ἀτοπωτάτων, ὑπὸ βασιλέα τινὰ τελοῦντα καὶ δουλείαν ὁμολογοῦντα ὀφείλειν, τοιούτοις ἐγχειρεῖν. ἐπυθόμην δὲ καὶ τῶν πρώτων τῶν ἐμῶν ἐγὼ, ὡς τὰ τοιαῦτα τολμώμενα παρὰ τῶν ὑπηκόων ἀποστασίαν καὶ ἀπιστίαν πάντων μάλιστα ἂν αὐτῶν κατηγοροίη.
PG 153:503διὸ οὐδὲ ἠνεσχόμην σιγῇ φέρειν, ἀλλ’ ἐπὶ σοῦ τὰ τοιαῦτα κατηγόρηκα αὐτοῦ, νομίζων οὐκ ἔλαττον εἶναι τοῦ συμπράττειν πρὸς τὰ φαῦλα τὸ συνειδότα μὴ ἐλέγχειν εἰς κατηγορίας λόγον. Τοιαῦτα Τζαμπλάκωνος διεξιόντος, ἀδικεῖσθαι καὶ συκοφαντεῖσθαι διετείνετο ὁ Συργιάννης καὶ καταψεύδεσθαι Τζαμπλάκωνα αὐτοῦ, πλασάμενον διαβολὰς ἔχθει παλαιῷ τῷ πρὸς αὐτὸν, ὅτι τοὺς υἱοὺς, βασιλέως ἀποστάντας, στρατηγὸς κατ’ αὐτῶν ἐκπεμφθεὶς χειρώσαιτό τε καὶ δεσμώτας πρὸς βασιλέα ἀπαγάγοι. Τζαμπλάκων δὲ τῶν μὲν υἱῶν αὐτῷ μέλειν ἔλεγεν ὀλίγα ἢ οὐδὲν, ὡς οὔτε ὀνησόντων οὐδὲν, ἂν βελτίους ὦσιν, οὔτε προστριψομένων τινὰ αἰσχύνην, ἂν φαίνωνται κακοί· βασιλεῖ γὰρ μελήσειν ὅπη ἂν διάθηται τὰ κατ’ αὐτοὺς, ὄντας ὑπηκόους. ἔχθει δὲ τῷ πρὸς ἐκεῖνον κατηγορηκέναι, οὐκ ἂν ἔξαρνος γενέσθαι. οὐ γὰρ ἂν δύναιτο κακῷ γενομένῳ περὶ βασιλέα μὴ ἐχθραίνειν. ἐδεῖτό τε βασιλέως μηδένα αὐτῶν ἐᾷν οἴκαδε ἀναχωρεῖν, ἀλλ’ αὐτῷ συνδιατρίβειν, ἄχρις ἂν μεταπεμψάμενος τοὺς μαρτυρήσοντας τοῖς εἰρημένοις, ἀπελέγξῃ διαῤῥήδην, ὡς οὐδὲν ἂν εἴη ὧν κατηγόρηκε πλάσμα καὶ συκοφαντία, ἀλλ’ αὐτὰ τὰ γεγενημένα ὑπ’ αὐτοῦ.
βασιλεὺς δὲ δίκαιά τε Τζαμπλάκωνα ἐπεψηφίζετο ἀξιοῦν καὶ προσέταττεν οὕτω πράττειν. ἀξιοῦντος δὲ καὶ Συργιάννη προσκαλεῖσθαί τινας, οἳ ἀδικούμενον αὐτὸν καὶ συκοφαντούμενον ἀποφανοῦσιν, ἐπέτρεπε καὶ αὐτῷ πᾶν ὅπερ ἂν ᾖ πρὸς ἀπόδειξιν τῆς ἀληθείας ἐξεῖναι πράττειν. τοὺς μὲν οὖν συμμαρτυρήσοντας αὐτοῖς ἐπὶ τῆς δίκης αὐτίκα ἔπεμψαν τοὺς κομιοῦντας· αὐτοὶ δὲ συνόντες βασιλεῖ, παρεσκευάζοντο ὡς ἐπὶ δίκην. κγ. Τῆς ἡμέρας δὲ ἐκείνης παρελθούσης, ἐπεὶ ἐπεγένετο ἡ νὺξ περὶ μέσην, ὁ Συργιάννης εἰς τὴν οἰκίαν τὴν μεγάλου δομεστίκου ἀπελθὼν, ἐδεῖτο μὴ περιϊδεῖν ὑπὸ συκοφαντίας τὰ ἔσχατα προσδοκῶντα πείσεσθαι δεινὰ, ἀλλὰ χεῖρα σώζουσαν παρασχεῖν καὶ μὴ διὰ τὸ προσκεκρουκέναι ἀφειδῆσαι κινδυνεύοντος, ἀλλὰ πρόνοιάν τινα ποιήσασθαι αὐτοῦ. αὐτῷ μὲν γὰρ ὁμολογεῖν προσκεκρουκέναι, πεισθέντα φαύλοις ἀνθρώποις καὶ διεφθορόσι καὶ ψευδομένοις ὡς τὰ πολλὰ, καὶ διὰ τοῦτο αὐτόν τε ἑαυτοῦ κατηγορεῖν πολλὴν ἀγνωμοσύνην καὶ αὐτῷ ἐφιέναι ἣν ἂν ἐθέλοι δίκην λαμβάνειν παρ’ αὐτοῦ. περὶ βασιλέα δὲ μηδὲν ἑαυτῷ κακῷ γενομένῳ συνειδέναι, ἀλλ’ ἄκρατον εἶναι τὴν διαβολήν.
Chapter XVICaput XVI
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:505οὗ δὴ ἕνεκα αὐτοῦ δεῖσθαι συγγνῶναί τε αὐτῷ τῆς περὶ αὐτὸν ἀδικίας καὶ ἀγνωμοσύνης καὶ τὴν προςδοκωμένην λύειν συμφοράν· αὐτὸν δὲ ὅρκοις οἷς ἂν ἐθέλοι τὸ μὴ διὰ βίου παντὸς κακὸν ὀφθῆναι περὶ αὐτὸν, ἀλλὰ πάντα αὐτῷ πιστώσασθαι ὑπείκειν. Συργιάννης μὲν οὖν τοιαῦτα ἐδεῖτο· ὁ μέγας δὲ δομέστικος αὐτῷ ὑπετίθετο θαῤῥεῖν, ὡς οὐκ ἀποστερήσοιτο τῶν δικαίων· οὐδὲ διὰ συκοφαντίαν αὐτῷ ἀπαντήσει δυσχερὲς οὐδέν. οὔτε γὰρ βασιλέα ἀνασχέσθαι ἄν ποτε καταψηφίσασθαι συκοφαντουμένου, μήτ’ αὐτὸν περιϊδεῖν. τὸ δ’ ὅρκους παρασχέσθαι ἐπηγγέλθαι, ἄν σοι νῦν περὶ τὰς προςδοκωμένας τύχας χρήσιμος ὀφθῶ, ὥστε διὰ βίου παντὸς ἐμοὶ ὑπείκειν καὶ μηδέποτε ἀγνωμονῆσαι, μηδὲ εἰς λήθην τῶν εὐεργεσιῶν ἐλθεῖν, ἐν ἴσῳ μοι δοκεῖς καὶ ἀδύνατα ἀξιοῦν. ὁ γὰρ μήτε πρότερον μήθ’ ὕστερον ἀγαθὸς γενόμενος περὶ τοὺς φίλους, ἀλλὰ μικρᾶς καὶ φαύλης τινὸς ἕνεκα αἰτίας ἢ οὐδὲ μικρᾶς, Εὐρίπου δίκην μεταφερόμενος καὶ ἀστατῶν, πῶς ἂν εἴης δίκαιος πιστεύεσθαι περὶ τοῦ μέλλοντος παρεχόμενος τὰς πίστεις;
οἶσθα γὰρ ὡς φιλίας ἡμῖν ἄνωθεν ἐκ παίδων προσγεγενημένης, ἐγὼ μὲν ἐσπούδασα ἀεὶ μηδεμίαν πρόφασιν δικαίαν σοι διαστάσεως παρασχεῖν καὶ ταραχῆς, καὶ διετήρησά γε ἐμαυτὸν ἄχρι νῦν ἐπὶ τῆς ὁμοίας προαιρέσεως καὶ τοῦ θεοῦ συναιρομένου· σὺ δὲ καὶ ἅπαξ καὶ δὶς μηδὲν ἔχων ἐγκαλεῖν, ἀντὶ φίλου καὶ συνήθους πολέμιος ἐξαίφνης ἀνεφάνης καὶ οὐδενὸς, τό γε εἰς σὲ ἧκον, τῶν λυπεῖν ἀπέσχου δυναμένων. ἃ νῦν ἔμοιγε ὀνειδίζειν οὐ κατὰ καιρὸν δοκεῖ, περὶ αὐτῶν ἅπαξ συνεγνωκότι·
τὰ τελευταῖα δὲ νῦν ταῦτα ὑπὸ κλοιοῖς ἐν δεσμωτηρίῳ ὑπὸ τοῦ πρεσβυτέρου βασιλέως κατεχομένῳ καὶ μηδεμίαν ἐλπίδα ἔχοντι τῆς τῶν δεινῶν ἀπαλλαγῆς, τῆς μὲν σῆς ἀγνωμοσύνης οὐδὲ ἐπεμνήσθην, τῆς δὲ ἐμῆς πρὸς σὲ φιλίας καὶ συνηθείας ὥσπερ εἴωθα μεμνημένος, ἅπερ οὐδ’ ἄν ποτε αὐτὸς ἤλπισας, οὐδ’ ἂν ἑτέρου λέγοντος ἐπείθου ὡς εἴη ἀληθῆ, τοιαῦτα καὶ διενοήθην καὶ εἰργασάμην ὑπὲρ σοῦ καὶ οὐ μόνον τοῦ δεσμωτηρίου ἀπήλλαξα καὶ τῶν κλοιῶν, καίτοι γε πολλὰ καὶ βασιλίδος τῆς βασιλέως μητρὸς τῆς εἰς σὲ προνοίας ἕνεκα αἰτιωμένης, καὶ βασιλέως αὐτοῦ δι’ οὐδὲν ἕτερον ἢ διὰ τὸ ἐμὲ βούλεσθαι μόνον τὴν ἄδειαν παρεσχημένου, ἀλλὰ καὶ ἔκ τε τῶν κοινῶν ὠφέλησα πολλὰ, προσόδους τε παρέχων ἐτησίους ἐκ χωρίων καὶ ἄρχοντα πόλεων καθιστὰς, καὶ ἐκ τῶν ἰδίων οὐδὲν ἔλαττον· ἃ νῦν ἕκαστα ἀπαριθμεῖν, ἀγεννὲς ἂν εἴη καὶ οὐδαμῶς ἐγγὺς τοῦ ἡμετέρου τρόπου· ἐκεῖνο ἐννοῶν, ὡς αὐτὰ τὰ πράγματα διδάξαι δυνατὰ οἷον φίλον ἰδίᾳ φαυλότητι τρόπων ἀπολωλεκότι, τῇ σφετέρ’ αὐτοῦ καλοκαγαθίᾳ πάλιν ὑπῆρξεν ἀνασώσασθαι· καὶ τελευταῖον ἀπὸ μικρᾶς τινος καὶ εὐτελοῦς ἀρχῆς ἐπὶ πᾶσαν τῆς ἑσπέρας ἀνῆγον τὴν ἡγεμονίαν.
PG 153:507σὺ δ’ ἀντὶ πάντων τούτων θαυμασίαν τινὰ καὶ μάλιστα σοὶ προσήκουσαν ἀπεδίδους τὴν ἀντιμισθίαν. δέον γὰρ ἔργοις τε καὶ λόγοις εὐεργέτην ἀναγράφεσθαι καὶ σωτῆρα καὶ κηδεμόνα, πᾶν ἐποίεις τοὐναντίον, ὡς ἐπὶ πολέμιον καὶ πολλὰ δεινὰ εἰργασμένον παρασκευαζόμενος καὶ προσεταιριζόμενος πολλοὺς, ὡς ἂν εἰ βουληθείην ὥσπερ δὴ καὶ πρότερον ἀδικεῖν καὶ κακῶς ποιεῖν, αὐτὸς εἴης δυνατὸς ἀμύνεσθαι τῇ προπαρεσκευασμένῃ χρώμενος δυνάμει. ἐξ ὧν ὥσπερ αὐτοὶ λέγουσιν οἱ κατηγοροῦντες, εἰς πολλῷ χαλεπώτερον καὶ χεῖρον βάραθρον κατεκρημνίσθης· σὺ δὲ ἤδη συνορῶν οἷ κακῶν ὑπ’ ἀβουλίας συνηλάθης, ἅ σοι ἔδοξε μόνα δυνατὰ πρὸς τὴν παροῦσαν ἀνάγκην ἀποχρήσειν, ταῦτα ἥκεις ἐσκεμμένος λέγειν. ἐγὼ δὲ μηδὲν ἀποκρυψάμενος, ὅπως τε διάκειμαι πρὸς σὲ, καὶ οἷα ποιήσω, ἐρῶ. οὔθ’ οὕτως ἔχω ὥστε ποτὲ τοῖς φίλοις σε συντάττειν τοῖς ἐμοῖς καὶ ὑπὲρ σοῦ τῶν προσηκόντων τοῖς φιλοῦσι πράττειν τι, οὔθ’ ὡς πολεμίῳ χρῆσθαι βλάπτων ὅσα δυνατά· ἀλλ’ ἐπὶ τῆς δίκης γενομένου καὶ ὑπὲρ ὧν κατηγορῇ τὰς ἀπολογίας ποιουμένου, αὐτὸς μακρὰν ἐξασκήσω σιωπὴν, φθεγγόμενος μηδέν.
κἂν μὲν τῶν κατηγόρων περιγένῃ καὶ τὴν δίκην διαφύγῃς, ἀγαπήσω καὶ αὐτὸς καὶ οὐ φθονήσω τυχόντι τῶν δικαίων· ἂν δ’ ἥττων φαίνῃ παραπολὺ καὶ ἁλίσκῃ ἀδικῶν, ἂν μὲν ἀπειρίᾳ λόγων ἢ ἀδικίᾳ τῶν συκοφαντῶν, ἢ τρόπῳ δή τινι ἑτέρῳ ἀποστερεῖσθαι συμβαίη τῶν δικαίων, προστήσομαι προθύμως, καὶ οὐ περιόψομαι ἄδικον ψῆφον ἐνεχθεῖσαν κατὰ σοῦ, οὐ σοῦ γε ἕνεκα μᾶλλον, ἢ αὐτοῦ δικαίου· ἂν δὲ προσῇ τὸ δικαίως τῇ κατὰ σοῦ ἐξαγομένῃ ψήφῳ, μηδεμίαν ἐπικουρίαν προσδόκα παρ’ ἐμοῦ. ἐξ ὅτου γὰρ αὐτὸς ἀπώσω τὴν φιλίαν τὴν ἐμὴν καὶ πολεμίου ἔργα εἵλου πράττειν, καὶ αὐτὸς τοῦ νομίζειν φίλον ἀπεσχόμην· ἐμαυτῷ δ’ ὥσπερ πολιτείαν ἀρχαίαν τὸ μηδενὶ πολέμιος εἶναι συντηρῶν, οὔτε σοι μέχρι νῦν, οὔθ’ ὕστερον γενήσομαι· ἀλλ’ οὔτ’ ἀδικούμενον περιόψομαι ὥσπερ ἔφην, οὔτ’ ἀδικοῦντα ἐξαρπάσω τῶν κινδύνων. πρὸς δὴ ταῦτα ὅπη ἄν σοι δοκῇ τοῖς πράγμασι χρῆσθαι, συνετός τε ὢν καὶ πεῖραν ἔχων καὶ λόγων καὶ πραγμάτων. Συργιάννην μὲν οὖν εὐθὺς οὐκ ὀλίγον ἐθορύβησαν οἱ λόγοι, νομίσαντα ἤδη ἐν χρῷ κινδύνου καθεστάναι.
Caput LVI
PG 153:509ὅμως δὲ ἔτι πειρώμενος αὐτοῦ εἰ δύναιτο ἀποθέμενος τὴν πρὸς αὐτὸν ὀργὴν στῆσαι τὴν προσδοκωμένην συμφορὰν Ἐγὼ μὲν ᾤμην εἶπε μέχρι λόγων μοί σε τὴν τιμωρίαν τῶν ἡμαρτημένων στήσειν, καὶ μὴ διὰ μικροψυχίαν, ἐφ’ ᾗ μοι καὶ πρότερον πολλὰ πολλάκις συνέγνως, προήσεσθαι τοῖς συκοφαντοῦσι νῦν. ὁρῶ δὲ ἤδη τὸν ὄλεθρον κατ’ οὐδὲν ἐλλείποντα ἐμοί. ἐὰν γὰρ πεισθῶ σαφῶς, ὅτι σε οὐ πείσω δυνατὸν δεηθεὶς ὑφεῖναί μοι τὴν ὀργὴν καὶ ὁμοίας ὥσπερ πρότερον κηδεμονίας ἀξιοῦν, οὐδὲν λοιπὸν ἢ κακοῖς τοῖς ἐσχάτοις περιπεσεῖσθαι προσδοκᾷν. ὁ δ’ ἔφασκεν οὐ χρείαν εἶναι λόγων περιττῶν· αὐτὸς δὲ πρότερόν τε λόγοις ὀλίγοις τὴν διάνοιαν δεδηλωκέναι, καὶ νῦν οὐδὲν ἧττον τὸ αὐτὸ ποιήσειν· ἀνεπίφθονον δὲ εἶναι, εἰ διὰ παραδειγμάτων τὴν ἀπόδειξιν ποιήσομαι τοῦ λόγου. ἐοικέναι γὰρ νομίζειν, ἐμὲ μὲν γαληνῷ τινι λιμένι προσερηρεισμένῃ πέτρᾳ, σὲ δὴ νηὶ̈ κάλων ἐξ αὐτῆς ἀναψαμένῃ καὶ πολλῆς ἀπολαυούσῃ τῆς εὐδίας·
νομίσαντα δὲ, ἂν αὐτῆς ἀπολυθήσῃ, πλέον τι καὶ κερδαλεώτερον εὑρήσειν, ἀφεῖναι ἐπὶ τοῦ πελάγους ἀποστάντα, κλυδωνίῳ δὲ περιπεσόντα καὶ σαφῶς τὴν ἀβουλίαν ἐγνωκότα, τῆς πέτρας δεῖσθαι τοῦ κλύδωνος ἐπὶ τοῦ πελάγους ἐλθοῦσαν ἐξαρπάσαι· τὴν δὲ ἀποκρίνασθαι, οὐ δυνατὰ αἰτεῖσθαι· ἀλλ’ εἴτι δέοιτο τῆς παρ’ αὐτῆς γαλήνης, αὐτὸν μᾶλλον ἐλθόντα πρὸς αὐτὴν, τὰ πρυμνήσια ἀνάψαι. τοῦτο δὲ οὐ λόγοις, ἀλλὰ μᾶλλον ἔργοις ἐπιδείκνυσθαι· οὐδεμία γὰρ ἔσται τις ὠφέλεια ἀπὸ τῶν λόγων, ἐὰν μὴ αὐτὸς ἔργῳ προσορμήσῃ τῷ λιμένι. τὸ νῦν μὲν οὖν ἔχον, μηδένα παρ’ αὐτοῦ μήτε κίνδυνον ὑφορᾶσθαι, μήτ’ ἐπικουρίας τυχεῖν ἐλπίζειν. ἐὰν δὲ ἔργοις εἰς τὸ ἐπιὸν ἐπιδείξηται τὴν πρὸς αὐτὸν στοργὴν, (λόγοις γὰρ οὐ πιστεύειν, ἤδη δὶς καὶ τρὶς ἀποδεδειγμένοις ἔχειν ὑγιὲς οὐδὲν,) τότ’ ἤδη τὰ παρ’ ἑαυτοῦ καὶ αὐτὸν προσθήσειν. Συργιάννης μὲν οὖν τοσαῦτα εἰπὼν καὶ ἀκούσας, ἀνεχώρησεν ἐκεῖθεν, οὐκ ὀλίγα ἀνιώμενος ὅτι μὴ δυνηθείη πεῖσαι τὸν μέγαν αὐτῷ δομέστικον προσέχειν. κδ. Βασιλεὺς δὲ ἐκ τῆς Χαλκιδικῆς ἄρας, ἦλθεν εἰς Βυζάντιον· συνείποντο δὲ καὶ Συργιάννης καὶ Τζαμπλάκων, ὡς ἐκεῖ γενησομένης δίκης.
οὐ πολλῷ δὲ ὕστερον καὶ οἱ παρ’ ἑκατέρου προσκεκλημένοι μάρτυρες παρῆσαν. ἐπεὶ δὲ ἐπύθετο ὁ βασιλεὺς, ἐκέλευεν εἰς τὸ δικαστήριον ἀπαντᾷν. μελλόντων δὲ ἤδη, ἠγγέλλετο ἐκ Βιθυνίας ὡς Ὀρχάνης ὁ τῶν αὐτόθι Περσῶν σατράπης τὴν κατὰ τὸν Ἀστακηνὸν κόλπον Νικομήδειαν, πόλιν μεγάλην καὶ πολυάνθρωπον, στρατιὰν πολλὴν περικαθίσας, καὶ μηχανήματ’ ἐπιστήσας, πολιορκεῖ. ἐδόκει δὴ βασιλεῖ βοηθητέον εἶναι κατὰ τάχος. καὶ στρατιὰν ἐνθέμενος, οὐ μόνον τριήρεσιν, ἀλλὰ καὶ φορτηγοῖς ναυσὶ πεζήν τε καὶ ἱππικὴν, ἔπλει πρὸς τὴν Νικομήδους, ὡς ἐξαιρησόμενος τῶν κινδύνων. ἔτι δὲ ὄντος μετεώρου τοῦ στόλου, καὶ μέλλοντος εἰς Νικομήδειαν καταίρειν, Ὀρχάνης πρεσβείαν πέμψας, πρῶτα μὲν ἠσπάζετο βασιλέα· ἔπειτα ἐμήνυεν ὡς βούλοιτο τὸν πόλεμον καταθέσθαι, ἐὰν καὶ αὐτῷ κατὰ γνώμην ᾖ· ἐὰν δὲ μάχην συνάπτειν προθυμοῖτο, μαχεῖσθαι καὶ αὐτόν. ὁ δ’ ἀντησπάζετο μὲν καὶ αὐτὸς αὐτὸν, ἐδήλου τε ὡς τοῦ μὲν ἥκειν παρεσκευασμένος ὡς ἐς μάχην, οὐκ ἂν δύναιτο ἔξαρνος γενέσθαι, ἐξ αὐτῶν τῶν πραγμάτων ὄντος φανεροῦ. ἐὰν δὲ αὐτὸς βούλοιτο τὸν πόλεμον καταθέμενος εἰρήνην ἄγειν, οὐδ’ αὐτὸν ἀπώσασθαι αὐτήν.
PG 153:511καὶ λόγων γενομένων περὶ σπονδῶν διὰ τῶν πρέσβεων, (οὐ γὰρ αὐτοὶ συνῆλθόν γε ἀλλήλοις,) συνέβησάν τε καὶ ἔθεντο σπονδὰς εἰρηνικὰς, ὥστε Ὀρχάνην βασιλέως εἶναι φίλον καὶ τὰς κατὰ τὴν ἕω πόλεις, ὅσαι ἔτι ἦσαν ὑπήκοοι Ῥωμαίοις, ἀδικεῖν μηδέν· ἔπειτα ἀλλήλους ἠμείβοντο δώροις, Ὀρχάνης μὲν ἵππους πέμψας καὶ κύνας θηρευτικὰς τάπητάς τε καὶ παρδάλεων δοράς· βασιλεὺς δὲ ἐκπώματά τε ἀργυρᾶ καὶ ὑφάσματα οὐκ ἐξ ἐρίων μόνον, ἀλλὰ καὶ Σηρικὰ, καὶ τῶν βασιλικῶν ἐπιβλημάτων ἓν, ὃ περὶ πλείστου παρὰ τοῖς βαρβάρων σατράπαις ἄγεται ἀεὶ καὶ τιμῆς εἶναι δοκεῖ τεκμήριον καὶ εὐμενείας· ἐφ’ ᾧ τότε καὶ αὐτὸς ὑπερήσθη τε τῶν ἄλλων μᾶλλον καὶ χάριτας ὡμολόγει βασιλεῖ. μετὰ τοῦτο Ὀρχάνης μὲν ἐπανέζευξεν εἰς τὴν οἰκείαν, βασιλεὺς δὲ ἀπόβασιν ποιησάμενος καὶ ἐφ’ ἡμέραις ἑπτὰ περὶ τὰ ἐκεῖσε χωρία διατρίψας, (οὔπω γὰρ ἄχρι τότε ταῦτα ἦν ἑωρακὼς,) καὶ τὸν σῖτον ὅσος ταῖς ναυσὶν ἐνῆν, Νικομηδεῦσι παρασχὼν, ἅμα παντὶ τῷ στόλῳ εἰς Βυζάντιον ἐπανῆκε· καὶ μηδὲν ἀναβαλλόμενος εὐθὺς τὴν περὶ τοῦ Συργιάννη δίκην ἐποιεῖτο. καὶ Τζαμπλάκων μὲν ὅσα καὶ πρότερον αὖθις κατηγόρει καὶ μάρτυρας παρείχετο τῶν λεγομένων·
Συργιάννης δὲ καὶ αὐτὸ μὲν ἐκ τοῦ ὁμοίου παρεισῆγε τοὺς συνεροῦντας αὐτῷ περὶ ὧν ἀπελογεῖτο· ἐδόκει δὲ οὐδὲν προφέρειν ἰσχυρὸν, ἀλλ’ ἐπλανᾶτο περὶ τὰς ἀποδείξεις καὶ ἀδύνατος ἐδόκει εἶναι. βασιλεὺς μὲν οὖν καὶ οἱ ἄλλοι παρόντες τῶν συγκλητικῶν ἐβασάνιζόν τε τὰ λεγόμενα παρ’ ἑκατέρων καὶ ἐπειρῶντο ἀπὸ τῆς συζητήσεως τἀληθῆ ἀνερευνᾷν· ὁ μέγας δομέστικος ἐφθέγγετο οὐδὲν, ἀλλὰ καθῆστο μόνον ἀκροώμενος τῶν λεγομένων. τρὶς δὲ καὶ τετράκις γενομένου συλλόγου περὶ τῶν αὐτῶν, ἐπεὶ ὁ Συργιάννης συνεώρα τὴν νίκην πρὸς Τζαμπλάκωνα χωροῦσαν, ἐδόκει δεῖν διακρούσασθαι τὴν δίκην καὶ ἐδεῖτο βασιλέως προθεσμίαν αὐτῷ ἔτι παρασχεῖν ἐπὶ τῷ μάρτυρας ἑτέρους ἀγαγεῖν, οἳ δυνήσονται αὐτῷ συνάρασθαι πρὸς τὸ διαφυγεῖν τὴν καταδίκην. βασιλεὺς δὲ παρέσχετο προθύμως καὶ ὅ,τι ἂν ἕτερον δοκοίη δυνάμενον αὐτῷ ἐπικουρίαν παρασχεῖν τινα μηδὲν ἀναβαλλόμενον κελεύσας ἐκπορίζειν ἑαυτῷ. Τζαμπλάκων δὲ κατεβόα τοῦ δικαστηρίου καὶ δεινὰ ἐποιεῖτο, εἰ προφάσει χρώμενος τοῖς μάρτυσι Συργιάννης διαφύγοι τὴν ἐπὶ τῇ δίκῃ τιμωρίαν διαδράς. οὐ γὰρ ἄλλο τι δύνασθαι αὐτῷ τὴν προθεσμίαν·
PG 153:513μάρτυρας γὰρ αὐτῷ οὔτε πλείους οὔτε βελτίους εἶναι τῶν παρηνεγμένων. ἐδεῖτό τε βασιλέως, εἰ μὴ πλεῖστα βούλοιτο χαρίζεσθαι Συργιάννῃ, δεσμωτηρίῳ ἀμφοτέρους ἐμβληθέντας φρουρεῖσθαι τὴν ἄφιξιν τῶν μαρτύρων περιμένοντας. δίκαια δὲ φάσκοντος βασιλέως τὸν Τζαμπλάκωνα ἀξιοῦν, Ἀλλ’ οὐ καλὸν εἶπεν ὁ Συργιάννης εἰκῇ καὶ μάτην εἱργομένους ταλαιπωρεῖσθαι, ἐξὸν ἐγγυητὰς παρασχομένους ἀμφοτέρους τοῦ μὴ ἀποδρᾶναι ἀναπαύλης ἀπολαύειν, οἴκοι διατρίβοντας. ὡς δὲ καὶ τοῦτο ἀσφαλείας ἐνέχυρον ἄξιον ἐδόκει εἶναι, τὸν σύλλογον μὲν διέλυσεν ὁ βασιλεὺς, τοὺς ἐγγυητὰς δὲ ἐκέλευε παρέχειν τοῖς δικαζομένοις. ἐς τὴν ὑστεραίαν δὲ ὁ Συργιάννης γενόμενος ἐν τῇ τοῦ μεγάλου δομεστίκου οἰκίᾳ Τὰ μὲν ἐν τῇ Χαλκιδικῇ ἔφη εἰρημένα πρὸς ἐμὲ πέρας ἤδη ἔσχεν· ἃ καὶ πρότερον πιστευόμενα, νῦν μᾶλλον ἢ πρότερον ἐπὶ τῶν ἔργων βέβαια ἐφάνη. πρὸς οὐδὲν γὰρ ἐπὶ τῆς δίκης ἐναντία πράττων ἢ φθεγγόμενος ἐμοὶ ἐφάνης· ἔδει δὲ μηδ’ οὕτω παντάπασι κινδυνεύοντα ἀβοήθητον καταλιπεῖν. νυνὶ δὲ μάλιστα ἀναγκαίως ἐπικουρίας δεομένῳ μὴ περιϊδεῖν παρακαλῶ·
Caput LVII
ἀλλ’ ἐπὶ τοῖς πρότερον ἡμαρτημένοις συγγνώμην παρασχόντα, βοηθεῖν τὰ δυνατά. ᾐτεῖτο τε ἐγγύας παρασχεῖν ὑπὲρ αὐτοῦ, ἄχρις ἂν πέμψας ὧν δέοιτο μάρτυρας ἀγάγοι. ἐπαγγειλαμένου δὲ προθύμως ἃ ᾐτεῖτο ἐκπληρώσειν, ἐκεῖθεν μὲν πολλὰς αὐτῷ χάριτας ἀνεχώρησεν ὁμολογῶν. ἐπιγενομένης δὲ νυκτὸς, ἐκ Βυζαντίου ὡς μάλιστα ἐνῆν λαθὼν πρὶν ἐγγύας παρασχεῖν, εἰς Γαλατᾶν ἐπεραιώθη καὶ κατέκρυψεν ἑαυτὸν ἐν ἀσφαλεῖ. ἐπεὶ δὲ διεθρυλλήθη ἀποδεδρακέναι Συργιάννην, πάντα χρήματα ἐξηρευνᾶτο καὶ ἐζητεῖτο πανταχοῦ· ἀπόρου δὲ ἤδη τῆς εὑρέσεως γινομένης, οἰηθεὶς ὁ βασιλεὺς ἀμελείᾳ τῶν ζητούντων αὐτὸν διαδιδράσκειν, ἑαυτοῦ αὐτὸς τὴν ζήτησιν ἐποιεῖτο. καὶ παρελθὼν εἰς Γαλατᾶν ἅμα ὅσοις ἔτυχε Ῥωμαίων, ἐπεὶ μηδὲν εἶχον οἱ Λατῖνοι ἀντιλέγειν, τὰς οἰκίας πέμπων διηρευνᾶτο καθ’ ἑκάστην· ὁ δ’ ἴσα καὶ ᾅδου ὑποδύντι κυνῆν, ἀνεύρητος ἦν. ὅμως δὲ ἐκέκρυπτο ἐν Γαλατᾷ ὑπὸ φαύλου τινὰ οἰκίαν, ἣ διὰ φαυλότητα οὐδὲ ἀνηρευνήθη, καίτοι γε βασιλέως ἐπ’ αὐτῆς ἑστῶτος καθ’ ὅσον χρόνον αἱ λοιπαὶ διηρευνῶντο.
Chapter XVIICaput XVII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:515ἐπεὶ δὲ ἀνεχώρησεν ἐκεῖθεν ὁ βασιλεὺς ὡς ἀδύνατον ἀπαγορεύσας τὸ ζητεῖν, ὁ Συργιάννης ἐπιβὰς νεὼς ἐπ’ Εὔβοιαν πλεούσης, ἐκεῖ ἀπεκομίσθη πρῶτον· ἔπειτα ἐκεῖθεν διὰ Λοκρῶν καὶ Ἀκαρνάνων εἰς Ἀλβανοὺς, οἳ περὶ Θετταλίαν οἰκοῦσιν αὐτόνομοι νομάδες, διεσώθη κατὰ φιλίαν παλαιὰν, ἣν πρὸς αὐτοὺς ἦν πεποιημένος, ὅτε τῆς ἑσπέρας ἐστρατήγει· κἀκεῖθεν ἀγωγῶν παρ’ αὐτῶν τυχὼν, ἦλθεν εἰς Κράλην ἄρχοντα τῶν Τριβαλῶν φυγάς. καὶ ἐπηγγέλλετο πολλὰ τοῖς Ῥωμαίοις ὑπήκοα αὐτῷ ὑποποιήσειν· Κράλης δὲ ὑπεδέξατο αὐτὸν ἀσμένως, ἅμα μὲν ἱκέτην γεγενημένον, ἅμα δὲ ἐλπίσας δι’ αὐτοῦ τὰ Ῥωμαίων πράγματα ὡς μάλιστα κακώσειν. καὶ τά τε ἄλλα φιλοτίμως μάλιστα προςεφέρετο αὐτῷ, καὶ στρατιὰν ὅσης ἐδέετο παρεῖχεν ἐπὶ τῷ τὰς ὑπηκόους τοῖς Ῥωμαίοις πόλεις καταδουλοῦσθαι. καὶ ἄλλα τε μάλιστα πολίσματα προσεποιήσατο, καὶ Καστορίαν πόλιν μεγάλην κατὰ τὴν Βοτιαίαν ᾠκισμένην. πυθομένῳ δὲ βασιλεῖ ὅσα κατὰ τὴν ἑσπέραν Συργιάννῃ νεωτερισθείη, ἠρεμεῖν οὐκ ἦν, ἀλλ’ ἐκ Βυζαντίου εἰς Διδυμότειχον ἐλθὼν, συνέλεγε τὴν στρατιὰν, ὡς εἰς τὴν ἑσπέραν ἐκστρατεύσων. κε.
Ἀσχολουμένου δὲ αὐτοῦ περὶ τοῦ στρατεύματος τὴν συλλογὴν, Σφραντζὴς ὁ Παλαιολόγος τῶν συγκλητικῶν εἷς, οὐ πάνυ δὲ τῶν ἐπ’ εὐγενείᾳ λαμπρυνομένων, βασιλεῖ νυκτὸς προσελθὼν, προσκεκρουκέναι τε ὡμολόγει πολλὰ καὶ δίκης ἄξια, συγγνώμης τε καὶ εὐεργεσίας ἀνθ’ ὧν ἔδει τυχεῖν τιμωριῶν. ἀνθ’ ὧν βούλεσθαι μὲν καὶ αὐτὸν καὶ προθυμεῖσθαι ἄξιον φανῆναι τῆς εὐεργεσίας καὶ εὐγνώμονα περὶ τὸν οὕτως ἀγαθὸν δεσπότην· καιροῦ δὲ μὴ παρασχόντος, ἀτελῆ μέχρι νῦν καταλείπεσθαι τὴν προθυμίαν· νυνὶ δὲ μάλιστα τῶν πραγμάτων ἐνδιδόντων καὶ δεομένων εὔνων οἰκετῶν καὶ πιστῶν, ἥκειν καὶ αὐτὸν πρὸς τὸν κατὰ Συργιάννη πόλεμον διδόντα ὅ,τι βούλοιτο χρῆσθαι βασιλεῖ. ἕτοιμον δὲ εἶναι μὴ μόνον πόνοις πολλοῖς καὶ προθυμίᾳ καὶ σπουδῇ, ἀλλὰ καὶ αἵματι τῷ σφετέρῳ ἀλλαττόμενον, καταπράττεσθαι τὰ κατὰ γνώμην βασιλεῖ. βασιλεὺς δὲ Τῶν μὲν προτέρων ἕνεκα ἁμαρτημάτων ἔφη καίτοι γε μεγάλων ὄντων, μηδεμίαν εἶναι δίκαιον παραίτησιν ποιεῖσθαι νῦν, ἐκ πολλοῦ συνεγνωσμένων·
εὐνοίας δὲ ἕνεκεν τῆς πρὸς αὐτὸν πράττειν τῶν δεόντων τι καὶ μάλιστα βούλεσθαι οὐ μόνον ὅτι δίκαιον εὔνουν εἶναι καὶ πρόθυμον περὶ αὐτὸν, ἀλλ’ ἵνα καὶ μᾶλλον ἐπισπάσηται τιμάς τε παρέχειν καὶ προσηκούσας τὰς εὐεργεσίας· ἃ δὲ νῦν ἔφης εἰς τὸν κατὰ Συργιάννη πόλεμον χρήσιμος ὀφθήσεσθαι ἡμῖν, βούλεσθαι μαθεῖν ὁποῖ’ ἄττα, ὡς ἂν ἐκ τῶν λεγομένων ᾖ διαγινώσκειν, ἄν τε λυσιτελοῦντα τὰ βεβουλευμένα εἴη, ἄν τε μή. Σφραντζὴς δὲ οὐδὲν μὲν ἥκειν ἔφασκεν οἴκοθεν αὐτὸς βεβουλευμένος πλὴν τοῦ προθυμότατον ἑαυτὸν ἐφ’ οἷς ἂν κελευσθείη παρασχέσθαι· ἐπ’ αὐτῷ δὲ εἶναι ἐφ’ ὅ,τι ἂν δοκοίη λυσιτελεῖν σκεψαμένῳ χρῆσθαι. βασιλεὺς δὲ ἐπῄνει τε αὐτὸν τοῦ βουλεύματος καὶ οἴκαδε ἐκέλευεν ἀναχωρεῖν, ὡς ἐς τὴν ὑστεραίαν ἅττα ἂν δοκοίη βέλτιστα ὑποθησόμενος. τὸν μέγαν δὲ δομέστικον παραλαβὼν, ἐβουλεύοντο ὅπως δέοι τὸν κατὰ τοῦ Συργιάννη πόλεμον διαθέσθαι· ᾤοντο δὲ πρὶν παρασκευασαμένους ἥκειν ἀντιπάλῳ στρατιᾷ οὐ μέμψιν τινὰ δικαίαν εἶναι, εἴγε χωρὶς ὅπλων καὶ κινδύνων ἀπάτῃ τὸν πολέμιον συσχόντες δυνήσονται τὸν πόλεμον πρὶν συστῆναι καταλῦσαι.
PG 153:517τὰ γὰρ τοιαῦτα κλέμματα καλλίστην δόξαν ἔχειν, ἃ μάλιστ’ ἄν τις τὸν πολέμιον ἐξαπατήσας, ἑαυτόν τε καὶ τοὺς ὑπηκόους ὠφελήσειε. διὰ ταῦτα δὴ ἐδόκει Σφραντζῇ τῶν παρακειμένων τῇ Καστορίᾳ πολιχνίων ἐγχειρίζειν τὴν ἀρχὴν, καὶ ἐπειδὰν γένηται ἐκεῖ, Συργιάννην μὲν οὐκ ἀνέξεσθαι εὐθὺς μὴ προσπέμψαι πρὸς αὐτὸν καὶ παρακαλεῖν αὐτῷ προσθέσθαι ἀποστάντα βασιλέως· τὸν δὲ ὑπακούσαντα προθύμως, φιλίαν θέσθαι πρὸς αὐτὸν καὶ συμμαχίαν· καὶ ἐπειδὰν γένωνται ἐν συνηθείᾳ καὶ φοιτῶσι παρ’ ἀλλήλους ἀδεῶς, τότ’ ἤδη φυλάξαντα καιρὸν ἐν ᾧ μὴ μεθ’ ἑτέρων ἂν εἴη πολλῶν ὁ Συργιάννης, (πάντως δὲ τοιούτους πολλοὺς εὑρήσειν,) εἰς ἓν τῶν φρουρίων κατασχόντα δῆσαι· φρουρεῖν τε ἀσφαλῶς ἄχρις ἂν ἐλθόντι ἐγχειρίσῃ βασιλεῖ· οἴεσθαι δὲ ἔσεσθαι αὐτοῦ ῥᾳδίαν καὶ τὴν φυλακὴν ἅτε τῆς ἑπομένης στρατιᾶς οὐκ οἰκείας, ἀλλ’ ἐξ Ἀλβανῶν καὶ Τριβαλῶν οὔσης συμμαχίδος, οἳ οὐ βουλήσονται ὑπὲρ Συργιάννη διακινδυνεύειν, τὸ φρούριον πολιορκοῦντες, ἀλλὰ διαλυθήσονται ἐπ’ οἴκου, ἄσμενοι τῶν ἐκ τῶν πολέμων κακῶν ἀπηλλαγμένοι. τοιαῦτα μὲν ἐδόκει ἀμφοτέροις ἐπιχειρητέα εἶναι·
καὶ ἐς τὴν ὑστεραίαν τὸν Σφραντζὴν μεταπεμψάμενος ὁ βασιλεὺς, τὰ βεβουλευμένα τε διηγεῖτο, καὶ ἐπυνθάνετο αὐτοῦ, εἰ καὶ αὐτὸς λυσιτελῆ τε καὶ δυνατὰ ἡγοῖτο· ὁ δ’ ἔφασκε τοιαῦτα μὲν αὐτὸς οὐδὲ ἐνθυμηθῆναι τὴν ἀρχὴν, ἀλλ’ ἕτερ’ ἄττα πολλῷ ἀποδέοντα αὐτῶν· ἃ δὲ ἐβουλεύσαντο αὐτοὶ οὐ λυσιτελοῦντα μόνον, ἀλλὰ καὶ ῥᾷστα καὶ αὐτὸς νομίζειν· διὸ μηδὲ μέλλειν, ἀλλ’ ἔργου ἅπτεσθαι ἤδη ἀναγκαῖον. ἐπεὶ τοίνυν ἐκεκύρωτο ἡ βουλὴ, Δρομορᾶν μέν τινα ἐς τὰ μάλιστα φίλον τῷ Σφραντζῇ, αὐτοῦ δεηθέντος, προσέταξεν ὁ βασιλεὺς, ὡς ἐπειδὰν ἐμφανῶς ὁ Σφραντζὴς εἰς Συργιάννην ἀποστῇ, κτήματά τε ὅσα πρόσεστι καὶ βοσκήματα καὶ τὴν ἄλλην περιουσίαν δημοσιώσαντα φυλάττειν, ἵνα μὴ ὑπό τινων ἁρπασθέντα διαφθαρῇ· λόγῳ μὲν ὡς διαφέροντα βασιλεῖ, τῇ δ’ ἀληθείᾳ τῷ φίλῳ Σφραντζῇ τὴν χάριν κατατιθέμενον τῆς φυλακῆς· αὐτῷ δὲ γράμματα παρασχόμενος βασιλικὰ, ἃ τῶν φρουρίων Σωσκοῦ τε καὶ Δεύρης καὶ Σταριδόλων καὶ Χλερηνοῦ ἐπέτρεπε τὴν ἀρχὴν, ἐξέπεμπεν ἐκ Διδυμοτείχου κατὰ τάχος·
Caput LVIII
PG 153:519αὐτὸς δὲ περιμείνας οὐ πολλὰς ἡμέρας, ἀλλ’ ὅσας ᾤετο Σφραντζῇ ἀνακωχὴν πρὸς τὴν ἐπιχείρησιν παρέξειν, ἄρας καὶ αὐτὸς τὴν πρὸς Θεσσαλονίκην ᾔει σχολῇ βαδίζων. Σφραντζῇ δὲ ἐπεὶ τῆς ἐγκεχειρισμένης ἀρχῆς ἐγκρατὴς ἦν, προσέπεμπεν εὐθὺς τοὺς ἀποστήσοντας ὁ Συργιάννης· ὁ δὲ ὀργῇ τε φέρεσθαι δοκῶν πρὸς βασιλέα καὶ αὐτῷ εὔνους εἶναι ἐκ πολλοῦ συνθήκας θέμενος καὶ ὅρκους πρὸς αὐτὸν, προσεχώρησεν εὐθέως. Συργιάννης δὲ ὑπερήσθη τε τῇ πρὸς αὐτὸν ἀποστασίᾳ τοῦ Σφραντζῆ, καὶ μηδὲν μελλήσας, παραλαβὼν αὐτὸν, ἀφίκετο πρὸς Κράλην, ἅμα μὲν ἐνδεικνύμενος ὡς τὰ πράγματα αὐτῷ ἐπὶ τὸ βέλτιον χωροίη, ὡς καὶ τῶν συγκλητικῶν ἤδη βασιλέως πρὸς αὐτὸν ἀφισταμένων· ἅμα δ’ ἵν’ ἐφελκύσηται καὶ δι’ αὐτοῦ πρὸς τὸ παρεῖναι καὶ αὐτὸν πανστρατιᾷ καὶ συμμαχεῖν. ἐδεδίει γὰρ μὴ, βασιλέως ἐπελθόντος, ἀδύνατος ὢν ἀνθίστασθαι αὐτὸς, διαφθαρῇ καὶ ἀπόληται καταπολεμηθείς· καὶ ἔπεισέ γε ὑποτιθέμενος·
ὡς ἂν ἐλθόντες αὐτοὶ στρατοπεδεύσωνται ἐν Θεσσαλονίκῃ, αἱ μήπω προσκεχωρηκυῖαι τῶν ἑσπερίων πόλεων ἀπογνοῦσαι τὴν ἐκ βασιλέως ἐπικουρίαν, ὁρῶσαί τε ἤδη αὐτοὺς τὰ ἔμπροσθεν αὐτῶν πολέμῳ κτωμένους, αὐτοὶ ἐναπειλημμένοι μέσοι προσχωρήσουσιν εὐθέως. καὶ παραλαβόντες αὐτὸν πανστρατιᾷ ἐλθόντες, ἐστρατοπεδεύσαντο παρὰ τὸν Ἄξιον ποταμόν. καὶ ὁ βασιλεὺς διὰ Μακεδονίας μέρος τῆς Ῥωμαίων ἐπαγόμενος στρατιᾶς, (οἱ πλείους γὰρ ἔτι ἐν παρασκευαῖς ἦσαν διὰ τὸ ταχεῖαν γεγενῆσθαι τὴν στρατείαν,) μεταξὺ Θεσσαλονίκης καὶ Ῥεντίνης φρουρίου τινὸς, ὃ παρὰ τῇ Βόλβῃ λίμνῃ κεῖται ἐπὶ λόφου ἱδρυμένον, ἐστρατοπέδευσεν ἐν χωρίῳ τινὶ τῶν Κρητῶν προσαγορευομένῳ, ὅτι στρατιὰ ἐκ Κρήτης αὐτὸ κατῴκουν δι’ αἰτίαν τινὰ ἐκ τῆς νήσου ἀναστάντες. ἐκεῖσε δὲ ἐστρατοπεδευμένῳ ἠγγέλλετο ὑπό τινος δρόμῳ πρὸς τὴν ἀγγελίαν ὡρμημένου, ὡς περὶ τὴν Σερμυλίων πόλιν, πάλαι μὲν ᾠκισμένην, νυνὶ δὲ ὑπό τινος ὡς ἔοικε πολέμου κατεσκαμμένην, μεταξὺ Παλλήνης καὶ Ἄθω, ἑξήκοντα προσέσχον νῆες Περσικαὶ, καὶ τὰ ἐκεῖσε χωρία πορθοῦσιν ἀποβάντες.
τὸν μέγαν δὲ δομέστικον μετακαλεσάμενος ὁ βασιλεὺς, περὶ τῆς στρατιᾶς ἐπυνθάνετο τῆς ἐκεῖ ἐστρατοπεδευμένης, εἰ ἀρκοῦσα πρὸς τὴν τῶν βαρβάρων δοκοίη συμπλοκήν. ὁ δ’ ἔφασκεν, ἀκριβῶς μὲν οὐδὲ αὐτὸς τὸν ἀριθμὸν εἰδέναι. διὰ γὰρ τὸ ἐγγὺς Θεσσαλονίκης ἤδη γεγενῆσθαι πολὺ προσεῤῥυηκέναι αὐτῇ στρατιᾶς πορισμοῦ τῶν ἐπιτηδείων ἕνεκα· παρῄνει δὲ εἰ καὶ αὐτῷ βέλτιον δοκοίη, τὴν οὖσαν παραλαβόντα στρατιὰν, τῆς πρὸς Πέρσας φερούσης ἔχεσθαι ὁδοῦ· ὡς αὐτοῦ τάχιστα ἐκ τῶν παρακειμένων χωρίων συλλέξοντος καὶ ἑτέραν ἀρκοῦσαν πρὸς τὸ ἔργον. ἐπείθετο μὲν οὖν ὁ βασιλεὺς εὐθὺς, καὶ τῆς πρὸς Πέρσας εἴχετο ὁδοῦ. ὁ δὲ ὡς μάλιστα ἐνῆν, ὀξέως ἀθροίσας στρατιὰν, συνέμιξε τῷ βασιλεῖ· καὶ μετὰ μέσην ἡμέραν καθ’ ἃ οἱ Πέρσαι ἐληί̈ζοντο ἐγένοντο χωρία. καὶ γενομένης αὐτόθι συμβολῆς, ἐπιπολὺ μὲν ἀντέσχον οἱ Πέρσαι διὰ τὸ δυσπρόσοδα εἶναι τὰ χωρία καὶ ὑλώδη ἐφ’ ἃ ἐγεγένητο ἡ μάχη· ὅπερ οὐκ ὀλίγον συνεβάλλετο στρατιᾷ τῇ Περσικῇ οὔσῃ πεζῇ. τέλος δὲ κατὰ κράτος νικηθέντες διεφθάρησαν, οἱ μὲν ἁλόντες ζῶντες, οἱ δὲ πεσόντες παρὰ τὴν μάχην·
Chapter XVIIICaput XVIII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Caput LIX
PG 153:521ὅσοι δὲ εἰς τὴν ὕλην ἠδυνήθησαν διαφυγεῖν, ἐς τὴν ὑστεραίαν γενόμενοι παρὰ τὰς ναῦς τὰς ἑαυτῶν, τὰς μὲν λοιπὰς ἁπάσας ἐνέπρησαν πυρί· δύο δὲ πληρώσαντες (μόνοι γὰρ τοσοῦτοι ὑπελείποντο) ἀνεχώρησαν ἐπ’ οἴκου. Ῥωμαίων δὲ κατὰ τὴν μάχην ἔπεσον μὲν ὀλίγοι, τραυματίαι δὲ ἐγένοντο καὶ ἄνθρωποι καὶ ἵπποι πλεῖστοι. ἐκεῖθεν δὲ ὁ βασιλεὺς εἰσελθὼν εἰς Θεσσαλονίκην, ηὐλίσατο ἐκεῖ ἐφ’ ἱκαναῖς ἡμέραις. Συργιάννης δὲ ἀπὸ τοῦ στρατοπέδου τῶν οἰκείων ἓξ παραλαβὼν καὶ Σφραντζὴν, τριάκοντα καὶ αὐτὸν ἐπαγόμενον τῶν οἰκετῶν, εἰς ποταμόν τινα οὐ τῶν ἀεννάων Γαλυκὸν ὠνομασμένον οὐ μακρὰν Θεσσαλονίκης ῥέοντα, ῥᾳστώνης ἦλθε χάριν καὶ παραψυχῆς.
Σφραντζὴς δὲ αὐτὸν μόνον ἤδη ἀναπειλημμένον, καὶ τὸ μὲν συλλαμβάνειν οὐ μάλιστα ὂν εὐχερὲς, (ἐδεδίει γὰρ μὴ αἰσθήσεως γενομένης ἐν τῷ στρατοπέδῳ ἀπόλλωνται διαφθαρέντες) ῥᾷστον δὲ τὸ ἀποκτείνειν, τῶν βασιλέως παραινέσεων ἀμνημονήσας, τοῖς τε αὐτῷ συνοῦσι περὶ τοῦ ἀποκτείνειν Συργιάννην κρύφα διαλεχθεὶς καὶ πείσας, (πρότερον γὰρ οὐδέπω οὐδενὶ τὴν βουλὴν κατάδηλον ἦν πεποιηκὼς,) ἀποκτείνουσί τε αὐτὸν ἀγνοήσαντα τὴν ἐπιβουλὴν, καὶ φεύγοντες ἧκον εἰς Θεσσαλονίκην. βασιλεὺς δὲ ἐμέμψατο μὲν Σφραντζὴν τῆς μικροψυχίας· μᾶλλον γὰρ ἠβούλετο δεσμώτην ἀγαγεῖν ζῶντα Συργιάννην ἢ ἀποκτεῖναι· ἐπεὶ δὲ ἀναλῦσαι τὰ γεγενημένα οὐκ ἐνῆν, τὸν μὲν φόνον ἐλογίζετο τῇ ἀνάγκῃ τῇ ἀπὸ τῶν πραγμάτων, αὐτὸν δὲ ἠμείβετο καὶ τοὺς συνόντας τῆς τε εὐψυχίας ἕνεκα καὶ τόλμης, καὶ τοῦ σφᾶς αὐτοὺς προδήλοις κινδύνοις ἐμβαλεῖν ὑπὲρ αὐτοῦ· καὶ Σφραντζὴν μὲν τῇ τοῦ μεγάλου στρατοπεδάρχου τετίμηκεν ἀξίᾳ· προσόδους τε παρέσχεν ἐτησίους ἐκ χωρίων ἀναλόγως, καὶ τοὺς ἄλλους ἅπαντας ὡς ἕκαστοι. Κράλης δὲ ἐπεὶ ἐπύθετο πεσόντα Συργιάννην, πέμψας μὲν ἤγαγεν αὐτὸν εἰς τὸ στρατόπεδον ἐμπνέοντα ἔτι·
PG 153:523ἀποθανόντα δὲ μετὰ μικρὸν ἐθρήνησέ τε ἐφ’ ἱκανὸν ὡς ἄνδρα φίλον, καὶ ἔθαψε μεγαλοπρεπῶς. πρεσβείαν δὲ εἰς βασιλέα πέμψας, σπονδὰς ἔθετο πρὸς αὐτὸν εἰρηνικὰς καὶ συμμαχίαν, καὶ ἐς τὴν ὑστεραίαν οὐ μακρὰν Θεσσαλονίκης παρὰ τὸν Γαλυκὸν ποταμὸν συγγενόμενοι τῷ βασιλεῖ, ἀνεχώρησαν εἰς τὴν οἰκείαν. πόλεις δὲ ὅσαι πρότερον ἐγένοντο ὑπὸ Συργιάννην, πεσόντος αὐτοῦ, συγγνώμην παρασχομένου βασιλέως καὶ ἀμνηστίαν τῆς ἀποστασίας, προσεχώρησαν ἑκοῦσαι πάλιν. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ ὁ τῶν Οὔγκρων ἄρχων, ὃν ῥῆγα καλεῖν οἶδεν ἡ Λατίνων φωνὴ, στρατιᾷ μεγάλῃ ἐστράτευσεν ἐπὶ Κράλην, περὶ γῆς ὅρων πρὸς αὐτὸν διενεχθείς· δείσας δὲ ὁ Κράλης μὴ ἀδύνατος εἴη ἀμύνεσθαι αὐτὸν, πρεσβείαν ὡς βασιλέα πέμψας, ᾐτεῖτο συμμαχίαν. ἡσθεὶς δὲ ὁ βασιλεὺς πρὸς τὴν πρεσβείαν, στρατιὰν ἀπολεξάμενος πολλήν τε καὶ ἀγαθὴν, ἔπεμψεν εἰς Κράλην συμμαχίαν. ὁ ῥὴξ δὲ Οὐγκρίας, ἐπεὶ ἐγένετο ἐν μεθορίοις τῆς αὐτοῦ καὶ Τριβαλῶν ἀρχῆς, πρὶν ἐς τὴν πολεμίαν ἐσβαλεῖν, ἀνεχώρησεν εἰς τὴν οἰκείαν. λόγος δὲ ἦν ὡς πυθόμενος ἐκ βασιλέως ἥκειν συμμαχίαν ἀνεχώρησεν·
Caput LX
εἴτε δὲ τούτου ἕνεκα εἴτε καὶ ἑτέρου τινὸς, ἔμεινεν ἐν ἀδήλῳ. καὶ ὁ Κράλης δὲ τῆς αὐτῆς ἕνεκα αἰτίας οἰόμενος ἀνακεχωρηκέναι ῥῆγα, βασιλεῖ τε ὡμολόγει χάριτας πολλὰς, καὶ τοὺς στρατηγοὺς ἅμα καὶ τὴν στρατιὰν δώροις φιλοφρονησάμενος ἀξίως, χαίροντας ἀπέστειλεν εἰς τὴν οἰκείαν. καὶ ὁ βασιλεὺς τὸ ἔτος ἐκεῖνο διεχείμασεν ἐν Θεσσαλονίκῃ. κ. Ἅμα δὲ ἦρι ἀρχομένῳ γράμματα ἧκε βασιλεῖ ἐκ Βυζαντίου ἀγγέλλοντα, ὡς δύο τῶν παρὰ Μυσοῖς δυνατῶν, Ῥαξίνας ὁ πρωτοβεστιάριος καὶ Φίλιππος ὁ λογοθέτης, πρὸς τὴν βασιλεύουσαν αὐτῶν τοῦ Μιχαὴλ γαμετὴν, θείαν οὖσαν Κράλη τοῦ Στεφάνου, διαστασιάσαντες ἐξήλασαν τῆς ἀρχῆς· καὶ αὐτὴ μὲν φεύγουσα ἅμα τέκνοις, πρὸς Κράλην τὸν ἀδελφιδοῦν ἥκει. ἐκεῖνοι δὲ ἅμα καὶ τοὺς ἄλλους πείσαντες δυνατοὺς τῶν Μυσῶν, τὸν ἀδελφιδοῦν τοῦ προβεβασιλευκότος Μιχαὴλ, Ἀλέξανδρον τὸν Στρεαντζιμήρου ἀπέδειξαν βασιλέα ἑαυτῶν· ὃς ἅμα τῷ ἐγκρατὴς γενέσθαι τῆς ἀρχῆς τήν τε στρατιὰν ὅση ἦν Μυσοῖς παραλαβὼν, καὶ ἐκ Σκυθῶν κατασυμμαχίαν οὐκ ὀλίγην, ταῖς πρότερον ἐπεστράτευσε πόλεσι προςχωρησάσαις βασιλεῖ· καὶ πλὴν Μεσημβρίας τὰ μὲν τῶν ἄλλων τοῖς ὅπλοις, τὰ δὲ παρεστήσατο ὁμολογίᾳ.
Chapter XIXCaput XIX
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:525τοιαῦτα δὲ πυθομένῳ βασιλεῖ, οὐκέτι ἀνεκτὸν ἐδόκει μένειν ἐν Θεσσαλονίκῃ· ἀλλ’ ἄρας ἐκεῖθεν, εἰς Βυζάντιον ἀφικνεῖται. καὶ πρῶτα μὲν Συναδηνὸν τὸν πρωτοστράτορα εἰς Μεσημβρίαν ἄρχοντα ἐκπέμπει· δείσας μὴ καὶ Μεσημβριανοὶ ἄχρις ἂν ἡ στρατιὰ ἀποσταῖεν παρασκευασθῇ. ἐκέλευέ τε εἰς Βυζάντιον ἀθροίζεσθαι τὴν στρατιάν· καὶ αὐτὸς παρεσκευάζετο ὡς τοῖς Μυσοῖς πολεμησείων. μεταξὺ δὲ παρασκευαζομένου, ἠγγέλλετο ἐκ τῆς ἕω, ὡς στρατιὰ Περσῶν εἴη παρεσκευασμένη ἐπιθέσθαι Νικομηδεῦσι. Νικομήδεια δὲ ὅπλοις μὲν ἀνάλωτος ἦν καὶ βίᾳ χειρῶν, τειχῶν τε καρτερωτάτων περιβολῇ καὶ τῇ ἄλλῃ τοῦ τόπου φύσει εὐφυῶς πρὸς ὀχυρότητα ἐχούσῃ· ἐδεδίει δὲ τὴν ἔνδειαν τὴν ἐκ τοῦ σίτου. ὃ δὴ καὶ οἱ βάρβαροι συνιδόντες, τῶν τειχῶν μὲν ἠμέλουν ὡς ἀναλώτων ἐσομένων ἐκ τειχομαχίας, τῆς παρόδου δὲ ἐσπούδαζον κρατῆσαι, δι’ ἧς ἐτρέφετο ἡ πόλις. καὶ ὁ βασιλεὺς δὲ ὁμοίως ὅ,τι διανοοῦνται οἱ βάρβαροι σαφῶς εἰδὼς, διὰ σπουδῆς ἁπάσης τροφὴν παρέχειν Νικομηδεῦσιν ἐπιόντων τῶν βαρβάρων ἐποιεῖτο· ὡς εἰ τοῦτο παρείη, ῥᾷστα τὴν λοιπὴν οἰσόντων πολιορκίαν.
καὶ τότε οὖν πυθόμενος ἐστρατοπεδεῦσθαι τοὺς βαρβάρους παρ’ αὐτὴν, τῆς μὲν κατὰ τῶν Μυσῶν ἠμέλει εἰσβολῆς· στόλον δὲ ἐξαρτυσάμενος ἔκ τε τριήρεων καὶ φορτίδων νεῶν ἑτέρων, στρατιάν τε ἐνθέμενος καὶ σῖτον, ἔπλει ἐπὶ Νικομήδειαν. πρὶν δὲ κατᾶραι, οἱ βάρβαροι αἰσθόμενοι, σκηνὰς ἀναλαβόντες καὶ τὴν ἄλλην ἀποσκευὴν, ἀνεχώρουν εἰς τὴν οἰκείαν, δείσαντες τὴν βασιλέως ἔφοδον. Ὀρχάνης γὰρ αὐτῶν ὁ σατράπης ἔτι οὐ παρῆν. ἀπόβασιν δὲ ποιησάμενος ὁ βασιλεὺς καὶ Νικομηδέας λόγοις τε καὶ ἄλλαις φιλοφροσύναις ἐπιῤῥώσας, τόν τε σῖτον παρασχὼν, ηὐλίσατο ἐκεῖ ἐπὶ δυσὶν ἡμέραις. ἅμα δὲ ἕῳ εἰς τὴν τρίτην παντὶ τῷ στόλῳ ἐπανέπλεεν εἰς Κωνσταντίνου. καὶ διατρίψας ἐν αὐτῇ ἡμέρας οὐ πολλὰς, ἐπεὶ καὶ ἡ στρατιὰ πᾶσα ἤδη παρῆν, καὶ ὅσα ἔδει ἐπεπόριστο, ἄρας ἐκ Βυζαντίου, οὐ πολλαῖς ὕστερον ἡμέραις ἐσέβαλεν εἰς τὴν Μυσίαν καὶ ἐδῄωσέ τινα αὐτῆς· ὑπερβάς τε τὸν Αἷμον, τὰ μὲν ἄλλα πολίσματα ὅσα ἦν καὶ πρότερον ἔχων, παρεστήσατο ὁμολογίᾳ πάλιν· Ἀγχίαλος δὲ ἔτι ἐφρουρεῖτο παρὰ τῶν Μυσῶν.
Ἀλέξανδρος γὰρ ὁ τῶν Μυσῶν βασιλεὺς, αἰσθόμενος τὴν βασιλέως εἰσβολὴν, ἐβοήθει κατὰ τάχος πανστρατιᾷ ἄγων τοὺς Μυσούς. καὶ ἐλθὼν ἐστρατοπεδεύσατο παρὰ τὸ Ἀετὸν, οὐ πολὺ ἀπέχων βασιλέως παρὰ τὸ Ῥωσόκαστρον ἐστρατοπεδευμένου· πλὴν ὅτι στενή τις καὶ ἀπόκροτος δίοδος τὰ στρατεύματα ἀμφότερα διεῖργεν· ἣν φθάσας ὁ Ἀλέξανδρος, ἐφρούρει πεζὴν ἐπιστήσας στρατιάν. βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο Ἀλέξανδρον ἐγγὺς ἐστρατοπεδευκέναι, ἐς τὴν ὑστεραίαν ἅμα ἕῳ ἐκέλευεν ὁπλίζεσθαι τὴν στρατιάν· καὶ ἐπειδὴ ἦσαν ὡπλισμένοι, παραλαβὼν αὐτοὺς ὡς μάχην παρατεταγμένους, ἐγγὺς τῆς διόδου ἦλθεν, ἣ παρὰ Ἀλεξάνδρου ἐφρουρεῖτο, καὶ προὐκαλεῖτο ὡς ἐς μάχην τοὺς Μυσούς. προσβάλλειν γὰρ αὐτῶν τῷ στρατοπέδῳ οὐκ ἐνῆν διὰ τὴν δίοδον οὖσαν τραχεῖαν καὶ στενὴν καὶ φρουρουμένην ὑπ’ αὐτῶν. διημερεύσας δὲ ἐκεῖ ἐν ὅπλοις, ἐπεὶ οὐδεὶς ἀντεπεξῄει, εἰς τὸ οἰκεῖον στρατόπεδον πάλιν ἐπανῆλθε. καὶ ὕστερον ἡμέραις οὐ πολλαῖς πάλιν ἧκεν ἄγων ὡπλισμένην τὴν στρατιὰν ἐπὶ τὴν μάχην, καὶ διημέρευσεν ὥσπερ καὶ πρότερον πρὸς τῶν στενῶν τὰς εἰσβολάς.
PG 153:527Μυσοὶ δὲ οὐδ’ οὕτως ἐτόλμησαν εἰς τὴν εὐρυχωρίαν ἐξελθόντες ἐκ τοῦ ἴσου διαγωνίσασθαι πρὸς βασιλέα. ὁ δὲ εἰς τὸ στρατόπεδον τὸ οἰκεῖον πάλιν ἐπανέζευξε καταπλήξας τῇ τόλμῃ τοὺς βαρβάρους. Ἀλέξανδρος δὲ ὁρῶν ἤδη ἀδύνατος ὢν ἐκ παρατάξεως ἀντιστῆναι βασιλεῖ, πρεσβείαν πέμψας διελέγετο περὶ εἰρήνης. ἠξίου τε ἔχοντας ἑκάτερον ἃ ἔχουσι, πολέμου ἀποσχέσθαι. βασιλεὺς δὲ οὔτε πολέμου ἔφασκεν αὐτὸς ἄρξαι, οὔτε ἀποστερῆσαί τινα τῶν Μυσοῖς διαφερόντων· ἀλλ’ ἀδικούμενος ὑπ’ αὐτῶν πολέμου ὑπαρχόντων, ἀμύνεσθαί τε ἀναγκαίως, καὶ τὰ ὑπ’ αὐτῶν ἀφῃρημένα ἀνασώζεσθαι. ἀποστερεῖσθαι δὲ ἔτι Ἀγχιάλου, ἣν εἰ ἀπολήψεται, σπονδὰς θέσθαι ἕτοιμος εἶναι πρὸς αὐτοὺς εἰρηνικάς. καίτοι γε ἐχρῆν εἰ φιλόνεικος ἦν καὶ ἀπαραίτητος πρὸς τὰς ἀντιδόσεις, πᾶσαν ἐπιδείξασθαι σπουδὴν, ὥστε καὶ αὐτὸν ἐκ τῶν αὐτοῖς διαφερόντων τινὰ κτήσασθαι πολέμῳ. διὰ δὲ τὸ τὰ στρατεύματα ἀμφότερα τῆς αὐτῆς ἔχεσθαι θρησκείας· ἄλλως θ’ ὅτι καὶ ἡ εἰρήνη παντὸς πολέμου εἶναι δοκεῖ αἱρετωτέρα, μᾶλλον αὐτὴν αἱρεῖσθαι, εἰ τὰ οἰκεῖα μόνον ἀπολήψεται. Ἀλέξανδρος δὲ ἰσχυρίζετο ἀδικεῖν οὐδὲ αὐτός·
Ἀγχίαλόν τε γὰρ καὶ τὰ ἄλλα πολίσματα, ἃ ἦν ἀφῃρημένος, οὐ Ῥωμαίοις προσήκειν μᾶλλον ἢ Μυσοῖς. τοῖς γὰρ πρὸ αὐτοῦ βεβασιλευκόσιν ἐξ ἱκανοῦ εἶναι ὑποχείρια τοῦ χρόνου. διὸ καὶ μᾶλλον βασιλέα ἀδικεῖν πρὸς οἷς ἀφῄρηται ἀπαιτοῦντα καὶ Ἀγχίαλον. βασιλέως δὲ ἀποκριναμένου μὴ δεῖν τὴν ἀδικίαν ἐν δικαιώματος ποιεῖσθαι λόγῳ, μηδὲ ὅτι ἐπὶ χρόνον ἀπεστέρησαν, οἴεσθαι διὰ τοῦτο δίκαιον εἶναι καὶ διηνεκῶς ἀποστερεῖν. τὰς γὰρ τοιαύτας πόλεις οὐ μόνον ἄνωθεν ἐκ παλαιοῦ ὑπηκόους Ῥωμαίοις εἶναι, ἀλλὰ καὶ αὐτῶν τὰς πλείους ὑπ’ αὐτῶν τε ἐκτίσθαι καὶ κατῳκίσθαι ἀποικίας πεπομφότων· οὔπω δὲ χθὲς καὶ πρώην ὑφ’ ἑαυτοὺς πεποιῆσθαι Μυσοὺς ἐκ τῶν Σφεντισθλάβου τοῦ βασιλέως χρόνων, ὃς ἦν τὴν αὐτοῦ ἀδελφὴν γεγαμηκὼς, τοῦ πρὸς Κατελάνους καὶ Πέρσας τοῖς Ῥωμαίοις πολέμου κεκινημένου· ὃς πλεῖστα δὴ ἐκάκωσε τὰ πράγματα αὐτοῖς, δι’ ὃν οὐδὲ ταῦτα ἀνασώσεσθαι ἠδυνήθησαν ἐξ αὐτῶν. νυνί τε αὐτὸν ἀδικεῖν οὐδὲν, ἀλλὰ τά τε ὄντα ἔχειν καὶ τὰ ἐλλείποντα ἀπαιτεῖν, ἃ εἰ μὲν εἰρήνης ἐπιθυμοίη ἀποδιδόναι·
Chapter XXCaput XX
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Caput LXI
PG 153:529εἰ δὲ μὴ, ἀλλ’ αὐτόν γε μὴ δύνασθαι προί̈εσθαι, τρόπῳ δὲ παντὶ πειράσεσθαι διασώζειν τὴν ἀρχὴν, ὁ Ἀλέξανδρος, (ἐπεὶ ἐγγὺς ἐστρατοπεδεύοντο ἀλλήλων καὶ δι’ ἐλαχίστου τὰς ἀποκρίσεις ἐποιοῦντο,) οὐκ ἔφασκε δεῖν περὶ ἀρχῆς τινα διαλεγόμενον ἀποδείξεσι χρῆσθαι καὶ λόγοις πιθανοῖς, ἀλλ’ ὅπλοις καὶ χειρὶ βιαιοτέρᾳ τὰ δίκαια βραβεύειν. οἷς καὶ αὐτὸν ἐκ τοῦ ὑπερέχοντος χρώμενον νυνὶ, περὶ γῆς ὅρων διαλέγεσθαι ἀσφαλῶς· ἐγὼ δὲ παρεχώρησα ἂν καὶ Ἀγχιάλου ἐκ τοῦ ῥᾴστου, εἰ μὴ πολλὴν ἐμοί τε καὶ στρατιᾷ τὴν ἀτολμίαν καὶ τὴν μέμψιν ἐπῆγε. πρὸς γὰρ τῷ μὴ ἀντιστῆναι τολμῆσαι, μηδὲ ἐκ παρατάξεως διαγωνίσασθαι ὑμῖν, καίτοι γε ἅπαξ καὶ δὶς πρώτοις ἐπελθοῦσιν, εἰ καὶ Ἀγχιάλου ἐπ’ οὐδεμιᾷ παραχωρήσομεν ἀντιδόσει, σαφέστατα δὴ ἐν πᾶσιν ἀνθρώποις ὁμολογήσομεν τὴν ἧτταν. ἀλλά τινος ἕνεκα αἰσχύνης προκαλύμματος εἰ βούλοιτο Διάμπολιν ἀποδόντα, τὴν Ἀγχίαλον ἀπολαμβάνειν. πάντως δὲ εἰδέναι ἀκριβῶς, ὡς, ὅ φασι, χάλκεα χρυσείων ἀνταλλάττεται. τούτου δὲ γενομένου, αὐτόν τε ἔχειν ἃ συμβήσεται αἰτεῖ καὶ αὐτὸν αἰσχύνης ἀπηλλάχθαι, ἴς’ ἀντ’ ἴσων δοκοῦντα ἔχειν.
βασιλεὺς δ’ ἐπεὶ ἐδόκουν οἱ λόγοι προσηνεῖς τε εἶναι καὶ ἄξιοι παραδέχεσθαι, τοῦτο μὲν Ἀγχιάλου, Διαμπόλεως οὐδ’ ὅσον εἰπεῖν διαφερούσης, τοῦτο δ’ εἴτι καὶ πρόοιτο τῆς εἰρήνης ἕνεκα, οὐδεμίαν αὐτῷ μέμψιν ἂν οἰηθεὶς ἐπαγαγεῖν· ἄλλως τε καὶ σιτίων τῇ στρατιᾷ ἐπιλιπόντων, καὶ ἐνδείας οὔσης ἤδη λαμπρᾶς τῷ στρατοπέδῳ καὶ δεομένων ἢ διαγωνίζεσθαι πρὸς τοὺς πολεμίους, ἢ ἀναχωρεῖν, ὥστε καὶ αὐτὸν τὴν ἔνδειαν συνορῶντα πολλοῖς τὴν ἐς τὰ οἰκεῖα ἐπιτρέψαι ἀναχώρησιν, προσεδέξατό τε τὴν πρεσβείαν, καὶ ἐγένοντο αἱ συνθῆκαι ἐπὶ τούτοις, ὥστε Ῥωμαίους καὶ Μυσοὺς ποιήσασθαι σπονδὰς, καὶ μηδὲν ἀλλήλους ἀδικεῖν· ἀλλ’ Ἀγχίαλον μὲν ἀπολαβεῖν Ῥωμαίους, ἀποδοῦναι δὲ Διάμπολιν, καὶ τοῦ λοιποῦ εἰρήνην ἄγειν ἔχοντας ἃ ἔχουσιν ἑκατέρους. τοιαῦτα μὲν ἀμφοτέροις τοῖς βασιλεῦσιν ἐγεγένηντο αἱ σπονδαὶ ἑβδόμῃ καὶ δεκάτῃ μηνὸς Ἰουλίου ἱσταμένου· καὶ οἱ ἀποληψόμενοι τὰς πόλεις καὶ τοὺς ὅρκους παρῆσαν ἑκατέροις παρ’ ἀλλήλων. κζ. Τῆς αὐτῆς δὲ νυκτὸς καθ’ ἣν ἔμελλον εἰς τὴν ὑστεραίαν τελεσθήσεσθαι οἱ ὅρκοι, ἧκον πρὸς τὸν Ἀλέξανδρον κατὰ συμμαχίαν στρατιὰ ἀπὸ Σκυθῶν.
PG 153:531ἦν γὰρ δὴ αὐτοὺς προσκεκλημένος ἐπὶ Μπελαοῦρον τὸν θεῖον, ὃς διαστασιάσας πρὸς αὐτὸν καὶ μέρος τῆς ἀρχῆς παρασπασάμενος, λυπηρὸς ἦν καὶ κακῶς ποιῶν τὴν χώραν. νομίσας δὲ εἰς δέον χρήσεσθαι τῷ καιρῷ, εἰ τούτους ἐξαπατήσας ἐπαγάγοι βασιλεῖ, τὸν θεῖον ἔλεγεν αὐτοῖς ἐγγὺς παρεῖναι, ᾧ δέον πρὶν αἰσθέσθαι ἐπελθεῖν· ἐκεῖνον δὲ μηδὲν εἰδότα τῶν γεγενημένων προθύμως καταστῆναι εἰς τὸν πόλεμον εἰκός· τούτου δὲ γενομένου, ἐκεῖνον τε διαφθαρήσεσθαι ῥᾷστα κρατηθέντα ὑφ’ ἡμῶν ὄντων πολλαπλασιόνων καὶ ἡμᾶς πόνων ἀπαλλάξεσθαι μακρὰν ἀνύειν μέλλοντας ὁδόν. καὶ ἔπεισέ γε τοὺς βαρβάρους μὴ συνιδόντας τὴν ἀπάτην· βασιλεῖ γὰρ οὐκ ἂν ἐπῆλθον, εἴπερ ἔγνωσαν, διὰ τοὺς ὅρκους καὶ τὰς σπονδὰς, οὓς ἦσαν νεωστὶ πρὸς αὐτὸν πεποιημένοι. ἅμα δὲ ὄρθρῳ ὁπλισάμενοι, ἐχώρουν διὰ τῶν στενῶν ἐπὶ Ῥωμαίους. αἰσθόμενοι δὲ οἱ βασιλέως σκοποὶ, (αὐτόθι γὰρ ἦσαν τεταγμένοι,) ἀπήγγελλον τὴν ἔφοδον κατὰ τάχος· καὶ ὁ βασιλεὺς ἐκέλευεν ὁπλίζεσθαι τὴν στρατιάν. ἐπεὶ δὲ ὡπλίσαντο, ἐξῄεσαν τεταγμένοι κατὰ φάλαγγας ἓξ οὔσας πρὸς ταῖς δέκα.
ἦρχε δὲ τοῦ μὲν δεξιοῦ κέρως ὁ πρωτοστράτωρ, τοῦ δὲ ἀριστεροῦ Τζαμπλάκων ὁ μέγας παπίας, τὸ μέσον δὲ αὐτὸς ἐπεῖχεν ὁ βασιλεύς. ἓξ δὲ φάλαγγες τὸ μέτωπον ἐπλήρουν ἅπαν· καὶ μετ’ αὐτοὺς ἦσαν αἱ δέκα τεταγμέναι ὡς ἕκαστοι μετὰ τῶν στρατηγῶν. βασιλεὺς δὲ ἠνιᾶτο μὲν ἠπατημένος ὡς πολὺ τῆς στρατιᾶς διὰ τὴν τῶν συνθηκῶν ἐλπίδα ἐπιτρέψας. οἴκαδε ἀναχωρεῖν. ὅμως δὲ πρὸς μόνους τοὺς Μυσοὺς τὸν ἀγῶνα ἔσεσθαι νομίζων, ἐπῄει θαῤῥῶν αὐτοῖς. ἀπιοῦσι δὲ ἠκούετο σάλπιγξ ἠχοῦσα Σκυθική. ἠχεῖ γὰρ οὐ κατὰ τὰς ἄλλας, ἀλλ’ ἄγριόν τι καὶ ἀπηχὲς, ὁποῖον ἱκανὸν εἶναι τοὺς βαρβάρους ἐρεθίζειν πρὸς θυμόν. διὸ καὶ γνώριμός ἐστι καὶ πόῤῥωθεν ἀκουομένη. νομίσας δὲ ὁ βασιλεὺς οὐ Σκύθας εἶναι, (οὐδὲ γὰρ ἂν ἠθετηκέναι τὰς σπονδὰς τὰς πρὸς αὐτὸν,) ἀλλὰ τοὺς πέραν Ἴστρου Γέτας, οἳ ὁμόσκευοι τοῖς Σκύθαις ὡς τὰ πολλά εἰσιν ἱπποτοξόται, κατὰ συμμαχίαν παρόντας πρὸς ἔκπληξιν τῇ Σκυθικῇ σάλπιγγι χρῆσθαι, οἷς θαῤῥοῦντα καὶ Ἀλέξανδρον προθύμως πρὸς τὸν πόλεμον χωρεῖν, ἀντεπῄει καὶ αὐτὸς θαῤῥῶν.
ἐπεὶ δὲ ἐγγὺς ἀλλήλων ἦσαν ὅσον ὁρᾶσθαι, ὅ,τε ἥλιος τὸν ὁρίζοντα ὑπερβὰς, ἐνεργεστέραν ταῖς ὄψεσι τὴν δύναμιν παρεῖχε, τότ’ ἤδη καθαρῶς ἐφαίνετο Σκυθικὴ εἶναι ἡ ἐπιοῦσα στρατιά· οὐ γὰρ ἦσαν τεταγμένοι μετὰ τῶν Μυσῶν, ἀλλ’ ἰδίαν αὐτοὶ ἐπεῖχον τάξιν. ἐπεὶ δὲ ἐγγὺς ἦσαν ὅσον ἐμβαλεῖν, οἱ Σκύθαι τὸν μὲν βασιλέα μετὰ τῶν προτάκτων παρεξέκλιναν· ἐπὶ δὲ τοὺς ἐπιτάκτους ἐχώρουν καὶ ἐτρέψαντο ἀντισχόντας ἐπ’ ὀλίγον καὶ τὴν δίωξιν ἐποιήσαντο ἄχρι Ῥωσοκάστρου. ἐκεῖ δὲ συστραφέντες οἱ Ῥωμαῖοι, ἠμύνοντο τοὺς βαρβάρους ἔξω τῶν τειχῶν. βασιλεὺς δὲ ἅμα ταῖς προτεταγμέναις ἓξ φάλαγξι, καίτοι τῶν ὀπίσω τετραμμένων εἰς φυγὴν, οὐδὲν μᾶλλον ὑπεχώρησεν, ἀλλ’ ἴη κατευθὺ Μυσῶν, καὶ συνέβαλον ὀλίγοι πρὸς πολλαπλασίους. μάχης δὲ καρτερωτάτης ἐφ’ ἱκανὸν γεγενημένης, καὶ χειρὸς ἔργα καὶ τόλμης ἄξια πολλὰ τῶν Ῥωμαίων ἐπιδειξαμένων, τέλος ὑπὸ τοῦ πλήθους τῶν Μυσῶν ἐκβιαζόμενοι καὶ ἐν κινδύνῳ ἤδη καθεστῶτες, ὑπεχώρησαν ὀπίσω.
PG 153:533βασιλεὺς δ’ ἅμα τῷ μεγάλῳ δομεστίκῳ καὶ Ἀσάνῃ τῷ Μανουὴλ τῷ τῆς μεγάλου δομεστίκου γυναικὸς ἀδελφῷ, ὃς τῆς βασιλικῆς τάξεως ἦρχε, καὶ ἑτέρους ἄγων πεντήκοντα ἐκ τῶν ἐπιφανῶν λογάδας, πρῶτα μὲν ἐτρέψαντο τοὺς κατ’ αὐτούς. ἔπειτα σφοδροῦ προσεῤῥυηκότος τοῦ πολέμου καὶ πολλῶν περιχυθέντων, οὐκ ἠδυνήθησαν τηρῆσαι τὸν συνασπισμὸν, ἀλλὰ διαλυθέντες ὡς ἠδύναντο ἕκαστος, ἀνεχώρουν, τῶν δύο μόνων ὑπολελειμμένων βασιλέως καὶ μεγάλου δομεστίκου ἐν ταὐτῷ· κἀκεῖνοι δὲ διαιρεθέντες ἐπ’ ὀλίγου, πάλιν τάχιστα εἰς ἓν συνῆλθον, ὡς καὶ τὸν μέγαν δομέστικον εἰπεῖν πρὸς βασιλέα· καιρὸς εὐψυχίας καὶ τόλμης, ὦ βασιλεῦ· χρῶ τοίνυν τῇ χειρὶ, καὶ ἄξια ἔργα ἐπιδείκνυσο σαυτοῦ. τὸν δ’ ἀποκρίνασθαι, μηδὲν ὄφελος εἶναι τῆς ἀνδρίας καὶ τῆς τόλμης τῆς αὐτοῦ, τῶν ἄλλων ἁπάντων τετραμμένων εἰς φυγήν. ὅμως βασιλεύς τε καὶ ὅσοι εἰς χεῖρας ἦλθον τοῖς Μυσοῖς, καίτοι καὶ γενομένης τῆς τροπῆς, οὐ νῶτα βάλλεσθαι παρέσχον φεύγοντες ἀμεταστρεπτί· ἀλλ’ ἀμυνόμενοι καὶ περισώζοντες ἑαυτοὺς, ἦλθον ἄχρι Ῥωσοκάστρου·
Caput LXII
ἐκεῖ δὲ τῇ λοιπῇ στρατιᾷ γενόμενοι εἰς ἓν, ἠμύνοντο ὁμοῦ προθύμως πρός τε Σκύθας καὶ Μυσοὺς ἄχρι τρίτης τῆς ἡμέρας ὥρας· μηδὲν δὲ πλέον οἱ βάρβαροι δυνάμενοι ἀνύσαι, (οὐδὲ γὰρ αὐτὸς Ῥωσοκάστρου ἴσχυσαν βιάσασθαι ἐλθεῖν,) διαλυθέντες, εἰς στρατόπεδον τὸ οἰκεῖον ἐπανῆλθον. ἔπεσον δὲ παρὰ τὴν μάχην καὶ ἐζωγρήθησαν Ῥωμαίων ἀπὸ μὲν τῶν ἱππέων ἑπτὰ καὶ τριάκοντα· ὧν ἦσαν ἓξ τῆς τάξεως τῆς βασιλικῆς· πεζοὶ δὲ πέντε πρὸς τοῖς ἑξήκοντα· καὶ τούτων οἱ πλείους ἢ σύμπαντες σχεδὸν ὑπὸ τῶν Σκυθῶν ἑάλωσαν ἢ ἀπέθανον. ἀπέθανον δὲ καὶ ἀπὸ τῶν Μυσῶν ὀλίγῳ πλείους τῶν Ῥωμαίων. πλὴν ἡ νίκη φανερῶς προσεγένετο τοῖς Μυσοῖς διὰ τὸ μὴ τοὺς Ῥωμαίους ἀντισχεῖν, ἀλλὰ τραπέντας ἀτάκτως εἰς Ῥωσόκαστρον ἐλθεῖν. περὶ δὲ μεσημβρίαν τῆς αὐτῆς ἡμέρας Ἀλέξανδρος ὁ τῶν Μυσῶν βασιλεὺς τῶν παρ’ αὐτῷ ἐπιφανῶν τὸν Ἰβάνην πέμψας πρὸς βασιλέα πρεσβευτὴν, ἠξίου τὰς γεγενημένας τῇ προτεραίᾳ συνθήκας ἀλύτους μένειν, καὶ πλείονος ἕνεκα φιλίας καὶ ἀσφαλείας τῆς πρὸς τὰς σπονδὰς τὴν θυγατέρα τὴν αὐτοῦ τῷ υἱῷ ἐκείνου κατεγγυῆσαι.
PG 153:535βασιλεὺς δὲ τὸ μὲν τελεσθῆναι τὰς γεγενημένας σπονδὰς, καὶ αὐτῷ εἶναι ἀπεκρίνατο κατὰ γνώμην, ἐπεὶ καὶ πρότερον οὐ πρὸς ἀνάγκην, ἀλλὰ διὰ τὸ λυσιτελεῖν νομίζειν τὴν εἰρήνην γεγενῆσθαι· τὴν δὲ συγγένειαν μὴ βούλεσθαι· δόξαι γὰρ ἂν πᾶσι δι’ ἀνάγκην ἢ φόβον τοιαῦτα πράττειν οἷα δὴ νενικημένον ὑπὸ σοῦ· καίτοι τὸ μὲν τραπῆναι συμβέβηκεν ἡμῖν μόνοις ὑπὸ πλειόνων βιασθεῖσιν. ἀποστερήσει δὲ τῶν οἰκείων οὐδὲν διενηνόχαμεν ἀλλήλων. πλείους γὰρ ἀπεβάλετε ὑμεῖς· ὅμως αὐτοῦ γε ἕνεκα τοῦ ἡσσῆσθαι δοκεῖν ἡμᾶς οὐ βούλομαι τὴν συγγένειαν ποιήσασθαι νυνὶ, ἀλλ’ εἰρήνην μόνον καὶ σπονδάς· ἀναστρέψαντι δὲ εἰς τὴν οἰκείαν, πρεσβείαν περὶ τῆς ἐπιγαμίας ποιεῖσθαι καὶ σκεψαμένῳ ὅ,τι ἂν λυσιτελεῖν δοκοίη καθ’ ἡσυχίαν πράττειν. Ἰβάνης μὲν οὖν ἐπανῆλθεν ὡς βασιλέα τὸν οἰκεῖον, τὰς ἀποκρίσεις τοῦ Ῥωμαίων βασιλέως ἄγων· καὶ μετὰ μικρὸν ἐπανῆλθε πάλιν ἄγων καὶ συμπρεσβευτὴν τὸν Ἀλεξάνδρου τοῦ βασιλέως θεῖον Συναδηνὸν, τὰ ἴσα πρεσβεύοντα καὶ αὖθις. περί τε τοῦ κήδους πολλὰ διαλεγόμενοι ἐπαγωγὰ, ἐξ ὧν ᾤοντο τὸν βασιλέα πεῖσαι· ὁ βασιλεὺς δὲ τοῖς προτέροις καὶ αὖθις ἐχρῆτο λόγοις·
Caput LXIII
καὶ τὴν μὲν εἰρήνην ἔφασκεν αἱρεῖσθαι, καὶ θέσθαι βούλεσθαι περὶ αὐτῆς σπονδάς· τὴν συγγένειαν δὲ οὐ νυνὶ ποιήσειν, ἀλλ’ ἐς ὕστερον ἢν αὐτῷ δοκῇ. ἂν μὲν οὖν καὶ αὐτοῖς τὰ τοιαῦτα κατὰ γνώμην ᾖ, διαλέγεσθαι περὶ τῶν συνθηκῶν· ἂν δ’ ἕτερά τινα διανοῶνται, ἀπελθόντας παρασκευάζεσθαι καθ’ ὅ,τι ἂν δοκῇ. οἱ δ’ ἐπεὶ ἑώρων βασιλέα ἀμεταστρεπτὶ τῶν ἐξ ἀρχῆς ἐχόμενον λογισμῶν, τὴν μὲν συγγένειαν τὸν αὐτῶν ἔφασαν βασιλέα περὶ πλείστου ποιεῖσθαι· καὶ αὐτοῖς προστεταχέναι περὶ ἐκείνης πᾶσαν ἐπιδείξασθαι σπουδήν· ἂν δὲ μὴ προσχωροίη μηδὲ πείθοιτο ὁ βασιλεὺς, τότ’ ἤδη τοὺς μὲν περὶ ἐκείνης λόγους εἰς τὸ μέλλον ὑπερθέσθαι ὡς καιρῷ τῷ προσήκοντι γενησομένους· αὐτοὺς δὲ περὶ τῆς εἰρήνης ποιεῖσθαι τὰς συνθήκας. καὶ γενομένων παρ’ ἀμφοτέρων λόγων οὐ πολλῶν, συνέβησάν τε καὶ τὰς σπονδὰς ἐποιήσαντο αὐθήμερον· καὶ ὅρκους ἐποιήσαντο ἐπ’ αὐταῖς οἱ βασιλεῖς κατὰ τὸ ἔθος· καὶ τοὺς περιόντας τῶν Ῥωμαίων δοριαλώτους ἔλυσαν ἄνευ λύτρων· οὕτω γὰρ ἦν ἐν ταῖς συνθήκαις εἰρημένον·
εἰς τὴν ὑστεραίαν τε γενόμενοι ἐν ταὐτῷ, συνηρίστησάν τε ἀλλήλοις καὶ συνδιέτριψαν διὰ πάσης τῆς ἡμέρας περὶ τῶν γεγενημένων τῇ προτεραίᾳ κατὰ τὴν μάχην ὁμιλοῦντες. ἔκπληξις γὰρ εἶχεν Ἀλέξανδρόν τε καὶ Μυσοὺς τῆς Ῥωμαίων τόλμης καὶ τῆς εὐψυχίας, ὅτι ὀλίγοι πρὸς πολλαπλασίους ἀγωνιζόμενοι, καὶ τῶν μετ’ αὐτοὺς τεταγμένων ἡττημένων ἤδη λαμπρῶς, οὐδὲν μᾶλλον ὑφῆκαν τῆς ἀνδρίας καὶ τῆς τόλμης, ἀλλ’ ὥσπερ μηδενὸς καινοῦ γεγονότος, ἀτρέπτῳ φρονήματι συνέβαλον τοῖς πολεμίοις· καὶ βιασθέντες ὑπὸ τοῦ πλήθους μετὰ ταῦτα ἐπεὶ ἀνεχώρουν, οὐ πρὸς φυγὴν παντάπασιν ἀπεῖδον, ἀλλ’ ἠμύνοντο ἀπιόντες, ὅπερ καὶ μάλιστα διέσωσεν αὐτούς. διεβεβαιοῦτό τε Ἀλέξανδρος καὶ ὅρκους προστιθεὶς, ὡς εἰ χρόνον τινὰ ἔτι ἐνέμειναν μικρὸν ἐπὶ τοῦ σχήματος, καὶ μὴ ἐγένετο ἡ τροπὴ, οὐκ ἂν ὑπέμειναν αὐτοὶ, ἀλλ’ ᾤχοντο φεύγοντες, ἐκπεπληγμένοι τὴν τόλμαν αὐτῶν καὶ τὴν καρτερίαν καὶ μάλιστα βασιλέως.
Chapter XXICaput XXI
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Caput LXIV
PG 153:537τοιαῦτα καὶ ἕτερ’ ἄττα διὰ πάσης τῆς ἡμέρας ὁμιλήσαντες, πρὸς ἑσπέραν συνταξάμενοι ἀλλήλοις, Ἀλέξανδρος μὲν ἐπανέζευξεν εἰς τὴν οἰκείαν, βασιλεὺς δὲ Ῥωσοκάστρῳ ἡμέρας ἐνδιατρίψας οὐ πολλὰς, ἄρας ἐκεῖθεν ἦλθεν εἰς Διδυμότειχον, καὶ διέλυσε τὴν στρατιάν. κη. Καὶ μετὰ πεντεκαιδεκάτην ἡμέραν ἠγγέλλετο αὐτῷ ὡς ὁ Σμύρνης καὶ Ἐφέσου καὶ ἄλλων τῶν κατὰ τὴν Ἰωνίαν πόλεων σατράπης Ἀμοὺρ, πέντε ἄγων καὶ ἑβδομήκοντα στόλον νεῶν, τὸν Αἰγαῖον διαβαλὼν Σαμοθράκῃ προσέσχε πρῶτον· κἀκεῖθεν πρὸς τὴν ἀντιπέρας ἤπειρον περαιωθεὶς, τὰ ἐκεῖ παράλια τῆς Θρᾴκης παραπλεῖ, ἄδηλος ὢν ὅποι ἀποβήσεται. αὐτίκα τε ἐκ τῶν παρόντων ὅσους ἐνῆν συναγαγὼν, πρὸς τὰ παράλια ἐχώρει τῆς Θρᾴκης ὡς τῷ Περσικῷ στόλῳ κώλυμα ἐσόμενος τοῦ μὴ ἀποβάντας κακοῦν τὴν χώραν. συμβέβηκε δὲ βασιλέα τε κατὰ τὰ Κουμουτζηνὰ πόλισμα τῆς Θρᾴκης οὐ πολὺ ἀπῳκισμένον τῆς θαλάσσης αὐλίσασθαι τὴν νύκτα, καὶ Ἀμοὺρ κατὰ τὴν Ποροῦν παράλιον τῆς Θρᾴκης χώραν καταντικρὺ Κουμουτζηνῶν τὴν ἀπόβασιν ποιήσασθαι·
ἐξελθόντα τε αὐτὸν πανστρατιᾷ ὡς ἐπὶ λείαν, καὶ βασιλέα ἐπὶ τὸ κωλῦσαι προελθεῖν, συντυχεῖν ἀλλήλοις κατά τι χωρίον ὠνομασμένον Παναγίαν. ὃ ὕπτιον μὲν ἦν καὶ ὁμαλὸν, καὶ μάλιστα ἐπικαιρότατον ἱππεῦσι πρὸς πεζοὺς διαγωνίζεσθαι, καὶ διὰ τοῦτο βασιλεῖ παρεῖχε προθυμίαν συμπλέκεσθαι τοῖς βαρβάροις. ἀπέτρεπε δὲ αὖθις τὸ πλῆθος τῶν Περσῶν, οὐ τρὶς καὶ τετράκις, οὐδὲ δεκάκις, ἀλλὰ καὶ πλεονάκις τοσούτων ὄντων ἢ ὅσους ἦγεν αὐτὸς, καὶ διὰ τοῦτο οὔτε ἀφίστασθαι αὐτῶν ἠδύνατο ὁρῶν οὐκ ἀνέλπιστον τὴν ἐπιχείρησιν αὐτῶν· τό, τε συμπλέκεσθαι ἐποιεῖτο ἐν δεινῷ, εἰ ὀλίγους ἄγων πρὸς τοσούτους διακινδυνεύσοι. ἐλπίζων δὲ ἀφίξεσθαι καὶ ἄλλην στρατιὰν, ἣ ἦν προστεταγμένη πρὸς αὐτὸν ἐλθεῖν, περιέμενεν ἐκεῖ, ὡς εἰ ἀφίξοιτο τοῖς βαρβάροις συμβαλών. οὕτω γὰρ ὅ,τε μέγας δομέστικος καὶ ὁ τούτου πενθερὸς Ἀσάνης συνεβούλευεν ἐκεῖ παρών. οἵ τε βάρβαροι τῇ φύσει μὲν τοῦ τόπου οὐκ ἐθάῤῥουν διὰ τὸ μηδεμίαν εἶναι ἀναχώρησιν πρός τι καρτερὸν, εἰ βιάζοιντο ὑπὸ τῶν ἱππέων·
PG 153:539τῷ πλήθει δὲ ὁρῶντες ἑαυτοὺς ὑπερέχοντας πολὺ τῶν πολεμίων, ἐκαρτέρουν, μήτε ἄρχοντες αὐτοὶ πολέμου, μήτε ἀναχωροῦντες, ἵνα μὴ θάρσος παρέχωσι Ῥωμαίοις ἐπιφέρεσθαι αὐτοῖς. οὕτω μὲν οὖν ἀμφότερα τὰ στρατεύματα εἱστήκει ἀλλήλοις ἀντιπαρατεταγμένοι, γνώμην ἔχοντες ἑκάτεροι μὴ προεπιχειρεῖν, ἀλλ’ ἀμύνεσθαι τοὺς ἐπιόντας. ἐπεὶ δὲ ἤδη περὶ δείλην ἡ ἡμέρα ἦν, οἱ βάρβαροι πρότερον Ἑλληνιστὶ πρὸς Ῥωμαίους εἶπον, ὡς οὐ δέον ἀργοὺς οὕτω διὰ πάσης ἑστάναι τῆς ἡμέρας· ἀλλ’ ἢ μάχην συνάπτειν, ἢ ἀναχωρεῖν σπονδὰς θεμένους. μηδὲν δὲ ἀποκριναμένων τῶν Ῥωμαίων, οἱ βάρβαροι μικρὸν διαλιπόντες, ἐπυνθάνοντο πάλιν, ὅθεν εἴη τε ἡ στρατιὰ καὶ τίς ὁ ἐξηγούμενος αὐτῆς. κελεύσαντος δὲ βασιλέως, ἀπεκρίναντο, τὴν μὲν στρατιὰν ἐκ τῶν παρακειμένων πόλεων ἐγχωρίων εἶναι συνειλεγμένην· στρατηγεῖν δὲ αὐτῆς τὸν ἐκ βασιλέως ἐπιτετραμμένον τὴν τῶν πόλεων ἡγεμονίαν. αὐτοὶ δὲ τὸν μὲν στρατηγὸν ἀπεκρίναντο οὐκ ἀγνοεῖν, ἀλλὰ σαφῶς εἰδέναι ὅστις εἴῃ· μηνύειν τε αὐτῷ τὸν αὐτῶν σατράπην Ἀμοὺρ, ὡς αὐτοὶ μὲν ἥκοιεν κέρδους ἕνεκα ἐνταῦθα, οἰόμενοι κώλυμα οὐδὲν ἔσεσθαι αὐτοῖς πρὸς τὴν ὁρμήν.
ὑμῶν δὲ ἐμποδὼν γεγενημένων, διὰ πάσης μὲν ἡμέρας ἑστάναι ἐνταυθοῖ, ἔργῳ δεικνύντας, ὡς οὐκ ὀῤῥωδοῦμεν τὴν μάχην τὴν πρὸς ὑμᾶς, ἀλλ’ οὕτω παρεσκευάσμεθα, ὡς διαγωνιούμενοι ὑμῖν, ἂν πρῶτοι ἄρχητε πολέμου· κλινούσης δὲ ἤδη τῆς ἡμέρας, καιρὸν εἶναι πρὸς τὰς ναῦς καὶ τὸ στρατόπεδον ἀναχωρεῖν· κἂν μὲν καὶ ὑμῖν δοκοίη βέλτιον ἀποσχέσθαι μάχης, ἀγαπήσειν καὶ αὐτοὺς, ἂν δ’ ἐθέλητε συμπλέκεσθαι, ἀμυνεῖσθαι καὶ αὐτοὺς τὰ δυνατά. τοιαῦτα εἰπόντες, ἀναστρέψαντες ᾔεσαν τεταγμένοι πρὸς τὰς ναῦς· βασιλεῖ δὲ καὶ τοῖς συνοῦσιν ἀρκεῖν ἐδόκει τὸ φθορᾶς τοσαύτης τὴν χώραν ἀπαλλάττειν καὶ μὴ διὰ φιλονεικίαν ἑαυτοὺς εἰς κίνδυνον ἐμβάλλειν, ὀλίγους συμπλεκομένους πρὸς πολλούς. ἀλλ’ ἐπεὶ κεναῖς χερσὶν οἱ βάρβαροι ἀπήλλαξαν καὶ τῶν ἰδίων τινὰς ἀποβαλόντες, (τινὰς γὰρ αὐτῶν ἀπέκτειναν οἱ Ῥωμαῖοι, περί τι χωρίον ἐσκεδασμένοις ἐντυχόντες,) ἀγαπᾷν καὶ αὐτοὺς ἀναιμωτὶ τὴν νίκην καρπουμένους. διὸ καὶ ὥσπερ ἀπὸ συνθήκης ἀπέσχοντο τῆς μάχης. καὶ Ἀμούρπεκις μὲν ταῖς ναυσὶν ἐμβὰς, ἀπέπλει πρὸς Ἀσίαν·
βασιλεὺς δὲ εἰς Διδυμότειχον ἐπανῆκε, καὶ διήγαγεν ἐνιαυτὸν, μήτε ἀπὸ τῶν ἑσπερίων μήτε τῶν ἑῴων βαρβάρων πόλεμον μηδένα ἔχων. μετὰ δὲ τοῦτο μηνὶ Φεβρουαρίῳ ἰνδικτιῶνι πέμπτῃ ἐπὶ δέκα, ἔτει τεσσαρακοστῷ ἐπὶ ὀκτακοσίοις καὶ ἑξακισχιλίοις, Ἀντώνιος ἐτελεύτησεν ὁ βασιλεὺς, δύο καὶ ἑβδομήκοντα ἔτη γεγονώς. καὶ μετὰ ἥμισυν καὶ ἕνα ἐνιαυτὸν ἀπὸ τῆς βασιλέως τελευτῆς ἡ Ἀνδρονίκου τοῦ βασιλέως μήτηρ βασιλὶς ἡ Ξένη ἐτελεύτησεν. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους μετὰ μικρὸν καὶ ὁ Θετταλίας δεσπόζων τῆς ὁμόρου τῇ Βοτιαίᾳ Γαβριηλόπουλος Στέφανος ὁ σεβαστοκράτωρ ἐτεθνήκει. Θεσσαλονίκης δὲ ἐπιτροπεύων ἐν τῷ τότε ὕπαρχος ὁ Μονομάχος, συνέσει τε ἀγαθὸς καὶ πράγμασιν εἰδὼς χρῆσθαι, τά τε κατὰ τὰς στρατείας ἐξησκημένος καὶ στρατηγεῖν ἱκανὸς, συνιδὼν καιρὸν εἶναι ἐπιθέσθαι Θετταλίᾳ, ὡς ἂν ὑπαγάγοι βασιλεῖ, στρατιὰν ὅσην ἐνῆν ἀθροίσας ἐκ Θεσσαλονίκης, ἐσέβαλεν εἰς αὐτὴν, οὖσαν τεταραγμένην διὰ τὴν τοῦ δεσπόζοντος τελευτήν. καὶ εἷλε τόν τε Γόλον καὶ Καστρὶν καὶ Λυκόστομον πολίσματα αὐτῆς.
PG 153:541Σταγοὺς δὲ καὶ Τρίκαλα καὶ Φανάριον καὶ Δαμάσιν καὶ Ἐλασῶνα, ἃ ὑπὸ Γαβριηλόπουλον ἐτέλουν, καὶ ἕτερα φρούριά τινα ὁ τῆς Ἀκαρνανίας ἄρχων ὁ δεσπότης Ἰωάννης ὁ δοὺξ φθάσας παρεστήσατο ὁμολογίᾳ. καὶ κατασχὼν φρουραῖς, ἐπανῆλθεν εἰς Ἀκαρνανίαν. βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο τὰ κατὰ Θετταλίαν, ἔγνω δεῖν ἐκεῖ παραγενέσθαι. καὶ ὀλίγῳ ὕστερον ἐλθὼν, εἷλε πάντα ὅσα ὑπεποιήσατο ὁ δούξ. καὶ τοὺς φρουροὺς ἐκβαλὼν, ἠδίκησεν οὐδέν· ἀλλ’ εὖ ποιήσας, ἀπέπεμψεν εἰς τὴν οἰκείαν. διατρίβοντα δὲ ἐν Θετταλίᾳ βασιλέα οἱ τὰ ὀρεινὰ τῆς Θετταλίας νεμόμενοι Ἀλβανοὶ ἀβασίλευτοι Μαλακάσιοι καὶ Μπούϊοι καὶ Μεσαρίται ἀπὸ τῶν φυλάρχων προσαγορευόμενοι, περὶ δισχιλίους καὶ μυρίους ὄντες, προσεκύνησαν ἐλθόντες καὶ ὑπέσχοντο δουλεύσειν. ἐδεδοίκεσαν γὰρ μὴ, χειμῶνος ἐπελθόντος, διαφθαρῶσιν ὑπὸ τῶν Ῥωμαίων, ἅτε πόλιν οἰκοῦντες οὐδεμίαν, ἀλλ’ ὄρεσιν ἐνδιατρίβοντες καὶ χωρίοις δυσπροσόδοις, ὧν ἀναχωροῦντες τοῦ χειμῶνος διὰ τὸ κρύος καὶ τὴν χιόνα, ἄπιστόν τινα ἐν τοῖς ὄρεσιν ἐκείνοις νιφομένην, εὐεπιχείρητοι ἔσεσθαι ἐδόκουν. βασιλεὺς δὲ ἐκεῖθεν ἀναζεύξας ἦλθεν εἰς Θεσσαλονίκην.
Caput LXV
καὶ μετ’ οὐ πολλὰς ἡμέρας πρεσβείαν πρὸς αὐτὸν ὁ Κράλης πεπομφὼς, ἠξίου καθ’ ὃν ἂν δοκοίη τόπον γενομένους ἐν ταὐτῷ φιλίας ἕνεκα, ἀλλήλοις τε συνησθῆναι καὶ ὁμιλίας τῆς ἀλλήλων καὶ συντυχίας ἀπολαῦσαι. ἐπεὶ δὲ καὶ βασιλεῖ τοῦτο ἐδόκει κατὰ γνώμην καὶ ἐπένευε πρὸς τὴν ἀξίωσιν, συνέθεντο μετὰ τῶν πρέσβεων ἐν Βαϊμὶ τὴν ἕνωσιν γενέσθαι χωρίῳ Μακεδονικῷ. ὁ Κράλης μὲν οὖν, ἐπεὶ ἐπύθετο τὸ σύνθημα, ἐκ τῆς οἰκείας ὁρμηθεὶς πρὸς τὸ συντεθειμένον χωρίον ᾔει· βασιλεὺς δ’ ὥσπερ ἔκπληξίν τινα βουληθεὶς τῷ Κράλῃ ἐμποιῆσαι ἢ μᾶλλον ἀδόλου καὶ καθαρᾶς φιλίας πίστεις παρασχεῖν, τὸ μετὰ παρασκευῆς καὶ ἀντιῤῥόπου στρατιᾶς εἰς τὸν ὡρισμένον τόπον ἐλθεῖν καταλιπὼν, τριακοσίους τῶν ἰδίων ἀπολεξάμενος, καὶ ἐκ τῶν ἐπιφανῶν τινας ὀλίγους χωρὶς τῶν πρὸς ὑπηρεσίας τεταγμένων, ἔτι περὶ μέσην τὴν οἰκείαν διατρίβοντι τῷ Κράλῃ κατὰ τὸ Ῥαδοβόσδιον προσαγορευόμενον, ἠγγέλλετο ὁ βασιλεὺς ἐξαίφνης προσιών. πρῶτα μὲν οὖν ἐθορυβήθη δείσας τὴν βασιλέως ἔφοδον, μὴ οὐ κατὰ φιλίαν εἴη.
PG 153:543ὡς δὲ ἐπύθετο τὸν ἀριθμὸν τῶν ἑπομένων καὶ τὴν γνώμην βασιλέως ἣν ἔχων μετὰ τοσούτων ἥκει, ὑπερηγάσθη τε τὸν βασιλέα τῆς ἀδόλου γνώμης καὶ τῆς πρὸς τοὺς φίλους ἐλευθερίας, καὶ συνήδετο ἑαυτῷ τοιοῦτον κτησαμένῳ φίλον. εἱστίασέ τε αὐτὸν φιλοτίμως μάλα καὶ βασιλικῶς, καὶ παρακατέσχεν ἑαυτῷ ἐφ’ ἡμέραις ἑπτά. πολλήν τε ἐπιδειξάμενος φιλοφροσύνην καὶ μετρίως ἐς τὰ μάλιστα καὶ οἷα δεσπότῃ προσενεχθεὶς τῷ βασιλεῖ, μετὰ τὴν ἑβδόμην αὐτὸς μὲν ὑπελείπετο εἰς τὴν οἰκείαν, βασιλέα δὲ χαίρων χαίροντα οἴκαδε ἀπέπεμπε. κατὰ ταύτην δὲ τὴν συντυχίαν καὶ μεγάλῳ δομεστίκῳ ἐγένετο πρὸς Κράλην φιλία ἰσχυρὰ πεῖραν ἑαυτοῦ παρασχομένῳ. κθ. Βασιλεὺς δὲ ἐκεῖθεν εἰς Θεσσαλονίκην ἐλθὼν καὶ οὐ πολὺ ἐνδιατρίψας, ἧκεν εἰς Βυζάντιον.
καὶ οὐ πολλαῖς ἡμέραις ὕστερον ἠγγέλλετο, ὡς Δομένικος ὁ Ἀνδρέου τοῦ Κατάνια, ὃς τῆς νέας Φωκαίας ἦρχε, βασιλέως παραδόντος κατὰ χάριν, τοῦ πατρὸς αὐτῷ ἀποθανόντος, κληρονόμος τῆς οὐσίας καταστὰς, (πλούσιος δὲ ἦν,) τοῖς χρήμασι φυσηθεὶς, Λέσβον διανοηθείη Ῥωμαίων ἀφελόμενος, ἰδίαν ἑαυτῷ περιποιήσασθαι ἡγεμονίαν, μίαν καὶ δέκα ἐκ Γεννούας οἰκείοις χρήμασι πληρώσας τριήρεις καὶ ἐκ Σικελίας μίαν προσεταιρισάμενος Δηλίους τε πείσας πέντε παρασχεῖν, ἀκηρύκτως ἐπέπλευσε Λεσβίοις. καὶ Μιτυληναίους μὲν εἷλε τειχομαχίᾳ, ἀπαρασκεύοις προσπεσὼν καὶ καταπλήξας τῷ ἀπροσδοκήτῳ· ἐκράτησε δὲ καὶ τῶν ἄλλων φρουρίων συμπάντων ὅσα ἦν κατὰ τὴν νῆσον· Ἐρεσσοῦ δὲ καὶ Μηθίμνης ἀπεπείρασαν μὲν, ἥττους δὲ ὀφθέντες τῶν τειχῶν ἀπέσχοντο, καὶ νῦν ταῦτα μόνα τὴν πρὸς βασιλέα εὔνοιαν καὶ δουλείαν ἀποσώζει.
τοιαῦτα περὶ Λέσβου πυθόμενος ὁ βασιλεὺς, Λατίνοις μὲν τοῖς κατὰ Γαλατᾶν ἀποίκοις οὖσι Γεννουϊτῶν πολλὴν ὠνείδισε τὴν πονηρίαν καὶ τὴν νεωτεροποιί̈αν, καὶ διεμαρτύρατο ὅτι παρὰ τὰ συγκείμενα Ῥωμαίοις καὶ αὐτῶν τῇ βουλῇ καὶ τῷ δήμῳ οἰκείᾳ χρώμενοι μοχθηρίᾳ καὶ πανουργίᾳ πράττουσιν, ἐξ ὧν οὐ ζημίας μόνον, ἀλλὰ καὶ πόνους καὶ κινδύνους τοῖς Ῥωμαίων βασιλεῦσι προξενοῦσιν. οἷς οὐδὲ αὐτοὶ εἶχον ἀντειπεῖν ὡς δικαίως οὐ κατηγοροῦνται. αὐτὸς δὲ ἐν ἡμέραις εἴκοσι ταῖς πάσαις τεττάρων καὶ ὀγδοήκοντα νεῶν στόλον ἐξηρτύετο, ὧν ἦσαν αἱ τέτταρες καὶ τετταράκοντα διήρεις καὶ τριήρεις· αἱ λοιπαὶ δὲ μονήρεις ἦσαν. εἵποντο δὲ καὶ νῆες φορτηγοὶ ἄγουσαί τε στρατιώτας πεζομάχους καὶ σῖτον καὶ τὰ ἄλλα ἐπιτήδεια τῇ στρατιᾷ. καὶ ἐπεὶ πάντα παρεσκευασμένα ἦν καὶ οὐδὲν ἐνέδει ἔτι, ἄραντες ἐκ Βυζαντίου ἔπλεον ἐπὶ Λέσβον.
PG 153:545γενομένοις δὲ αὐτοῖς κατὰ τὴν Καλλιούπολιν τὴν πρὸς Ἑλλήσποντον, οἱ ἀπὸ τῆς Λέσβου τῶν Λατίνων σκοποὶ οἳ παρῆσαν αὐτόθι μακρᾷ νηὶ̈ ταχυναυτούσῃ, φυλάσσοντες τὴν βασιλέως ἔφοδον, πρότεροι ἐλθόντες διά τε ταχυτῆτα τῆς νηὸς καὶ τὸ μάλιστα ἐπισπεύδειν τὸν πλοῦν, ἐμήνυον βασιλέως τὸν ἐπίπλουν ὡς οὐ πολὺ ὕστερον ἐσόμενον. ἐκείνοις δὲ τὸ πλῆθος μὴ εἰδόσι τῶν βασιλικῶν νεῶν, ἐδόκει μαχητέα πρὸς βασιλέα εἶναι· καὶ παρεσκευάζοντο ὡς ναυμαχήσοντες. οἱ Δήλιοι δὲ ὁρῶντες αὐτοὺς παρασκευαζομένους, ναυάρχῳ τῷ σφετέρῳ τὴν γνώμην κατάδηλον ἐποίουν, φάσκοντες ὡς πᾶσι μᾶλλον ἀνθρώποις ἢ βασιλεῖ τῷ Ῥωμαίων ὅπλα ἀνταίρειν εἶεν δυνατοί. οὗ δὴ ἕνεκα καὶ πρὶν καταστῆναι ἐς τὴν μάχην, φανερὰν αὐτῷ τὴν βουλὴν ποιεῖν, ὅπως τάχιστα τὰ δέοντα βουλεύσηται καὶ μὴ ἀναγκασθῇ φεύγειν αἰσχρῶς καὶ ἀγεννῶς, μήτε ὅπλα ἀνταιρόντων αὐτῶν μήτε ἀμυνομένων. ὁ δὲ αὐτοὺς μὲν τῆς ἀληθείας ἕνεκα ἐπῄνεσε καὶ χάριν ὡμολόγησε πολλήν.
Δομενίκῳ δὲ τῷ παντὸς ἄρχοντι τοῦ στόλου, καὶ τοῖς ἄλλοις ναυάρχοις τῶν Λατίνων προσελθὼν, οὐκ ἔφασκε δεόντως βεβουλεῦσθαι πρὶν ἀκριβῶς ἐκμαθεῖν ὁπόσας ἄγοι τριήρεις ὁ βασιλεὺς, ἀπερισκέπτως πρὸς τὴν ναυμαχίαν οὕτω καὶ θρασέως χωρεῖν. ἐὰν γὰρ συμβαίη ἡττηθῆναι, οὐδὲν ἄλλο λείπεται ἢ παντάπασι διαφθαρῆναι, πάντων τῶν ἐνθάδε πολεμίων ὄντων καὶ συνεπιθησομένων. οὗ δὴ ἕνεκα ἐχρῆν πρότερον τὴν δύναμιν βασιλέως ἐρευνᾷν ὁπόσην ἄγει. κἂν μὲν οἷοί τε ἦτε διαναυμαχεῖν, ἂν δὲ μὴ, καταφυγήν τινα ὅπη σωθήσεσθε ζητεῖν. ἐγὼ δὲ προθύμως μὲν ἂν πρὸς τὴν ναυμαχίαν συνηγωνισάμην παρὼν ὑμῖν· Δηλίους δὲ οὐδέν ἐστι τὸ πεῖσον ὅπλα ἀνταίρειν βασιλεῖ, ἀλλὰ πάντα μᾶλλον αἱρετέα, ἢ πρὸς βασιλέα αὐτοῖς πολεμητέα εἶναι λέγουσι. βιάζεσθαι μὲν οὖν οὐκ ἔξεστιν αὐτοὺς πάντας ἐπίσης τὴν ὁμοίαν γνώμην ἔχοντας. ἔδοξε δέ μοι βέλτιον σκεψαμένῳ, πρὶν βασιλέα ἥκειν, ἀναχωρεῖν. ἐὰν γὰρ ὀφθέντος φεύγωμεν, αἰσχύνην οὐ τὴν τυχοῦσαν προστριψόμεθα Σπιταλιώταις. μελήσει δὲ ὑμῖν ὅπως ἂν βέλτιστα διάθησθε τὰ καθ’ αὑτούς. ὁ μὲν οὖν τῶν Δηλίων ναύαρχος τοιαῦτα εἰπὼν καὶ συνταξάμενος αὐτοῖς, ἀπέπλευσεν εἰς Δῆλον.
Caput LXVI
Δομενίκῳ δὲ καὶ τοῖς ἄλλοις τοῖς ὑπολειφθεῖσιν οὐκέτι ἐδόκει ναυμαχεῖν· ἀλλὰ πέντε μὲν τῶν τριήρεων ἔπεμψαν εἰς Καλλονὴν φρούριόν τι κατὰ τὴν Λέσβον ἐπὶ τῷ σῖτόν τε εἰσαγαγεῖν καὶ φρουράν· ἐδεδίεσαν γὰρ περὶ αὐτοῦ μὴ ὑπὸ βασιλέως ἐξ ἐπιδρομῆς ἁλῷ· αὐτοὶ δὲ ταῖς λοιπαῖς ἐφρούρουν Μιτυλήνην. βασιλεὺς δὲ ἅμα παντὶ τῷ στόλῳ ἦλθεν εἰς Ἐρεσσόν· ἐπαινέσας δὲ Ἐρεσσίους τῆς εἰς αὐτὸν εὐνοίας ἕνεκα, καὶ προνοίας ὅσης ἐδέοντο ἀξιώσας, ἄρας ἐκεῖθεν ἔπλει ἐπὶ Χίον. ἀπὸ σκοπιᾶς δέ τις μεγαβοῶν ἐπυνθάνετο περὶ στόλου ὅτων εἴη. ἀποκριναμένων δὲ, ὡς εἴη βασιλέως, αὐτός τε πάρεστιν ὁ βασιλεύς. αἱ δὲ ἐν τῷ κόλπῳ τῆς Καλλονῆς ἔφη τριήρεις τίνος; ἐκ τοῦ λόγου δὲ συνεὶς ὁ βασιλεὺς ἐκ τῶν εἰς Μιτυλήνην οὐσῶν εἶναι φρουρούσας Καλλονὴν, ἀναστρέψας ἤλαυνεν ἐπ’ ἐκείνους. ἤδη δὲ ἐπελάβετο ἡ νύξ. Λατῖνοι δὲ ὡς εἶδον βασιλέα προσελαύνοντα, τό,τε φεύγειν ἄπορον ὁρῶντες, καὶ τὸ διαγωνίζεσθαι ἀδύνατον, ἐξῶσαν εἰς τὴν γῆν τὰς ναῦς, καὶ αὐτοὶ κατεκρύβησαν ὑπὸ τὴν ὕλην, συνηρεφοῦς τοῦ τόπου πεφυκότος, ἅμα δὲ συνεργοῦντος καὶ τοῦ σκότους. καὶ τὰς μὲν τριήρεις εἵλκυσαν κενὰς οἱ βασιλικοί.
PG 153:547ἀποβάντες τε καὶ διερευνησάμενοι τὴν λόχμην, ὑπὲρ ἡμίσεις αὐτῶν τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ καὶ εἷλον ζῶντας. ὅσοι δὲ ὑπὸ σκότος ἠδυνήθησαν διαφυγεῖν, εἰς Μιτυλήνην διεσώθησαν πρὸς τοὺς οἰκείους. βασιλεὺς δὲ ἐκεῖ πιγκέρνην τὸν Φιλανθρωπηνὸν καταλιπὼν ἅμα στρατιᾷ πεζῇ τε καὶ ἱππικῇ τὴν Μιτυλήνην πολιορκεῖν, ἀπέπλευσεν εἰς Φώκαιαν, ἧς ἦρχε τῷ τότε Ντουνάρδος. οἱ μὲν οὖν εἰς Λέσβον καταλειφθέντες τὰ μὲν λοιπὰ φρούρια πάντα παρεστήσαντο ὁμολογίᾳ, Μιτυλήνην δὲ ναυσί τε καὶ πεζῷ περικαθήμενοι ἐπολιόρκουν. βασιλεὺς δὲ πρεσβείαν πρὸς Σαρχάνην πέμψας, ὃς ἦρχε τῆς ἕω τῆς κατὰ τὴν Φώκαιαν, σπονδὰς ἔθετο πρὸς αὐτὸν καὶ συμμαχίαν, ὥστε Σαρχάνην μὲν ἐπικουρίαν βασιλεῖ παρασχεῖν πεζήν τε καὶ ναυτικὴν πρὸς τὴν τῆς Φωκαίας καὶ Μιτυλήνης πολιορκίαν, βασιλέα δὲ τὸν παῖδα Σαρχάνη Σουλιμὰν καὶ τοὺς λοιποὺς παῖδας τῶν Περσῶν, οἳ κατὰ Φώκαιαν ἐν προσχήματι ὁμήρων ἐφρουροῦντο, ἐλευθεροῦν.
οἱ γὰρ εἰς Φώκαιαν ἐκ Γεννούας Λατῖνοι δόλῳ Σουλιμὰν τὸν παῖδα Σαρχάνη καὶ τέτταρας καὶ εἴκοσιν ἑτέρους τῶν παρὰ Πέρσαις εὐγενῶν κρατήσαντες παῖδας, ἔφασαν οὐκ ἐπὶ δουλείᾳ κεκρατηκέναι, ἀλλ’ ὥστε ὁμήρους ἔχειν βεβαίας ἕνεκα εἰρήνης. Σαρχάνης δὲ μὴ ἔχων ὅ,τι δρᾷν, ἠσπάζετο καὶ ἄκων τὴν εἰρήνην διὰ τὸ πρὸς τοὺς παῖδας φίλτρον. τότε δὲ ἐπαγγειλαμένου βασιλέως ἐλευθεροῦν, ἂν συναγωνίσηται προθύμως πρὸς τὸν πόλεμον τὸν κατὰ τῶν Λατίνων, ἐλπίδι τῆς τῶν παίδων ἐλευθερίας συνήρατο πρὸς τὸν πόλεμον τῷ βασιλεῖ, καὶ εἰς Φώκαιαν καὶ αὐτὸς ἐλθὼν ἅμα στρατιᾷ πεζῇ τε καὶ ἱππικῇ, προσεκύνησέ τε καὶ ἠσπάσατο βασιλέα, καὶ συνδιῆγεν αὐτῷ Φώκαιαν πολιορκῶν. παρεῖχέ τε ἄφθονον ἀγορὰν τῇ βασιλέως στρατιᾷ, ταῖς ὑπ’ αὐτὸν κελεύσας πόλεσι καὶ χώραις τὰ ἐπιτήδεια εἰς Φώκαιαν κομίζειν. πέμπτος μὲν οὖν ἠνύετο μὴν Φωκαέων καὶ Μιτυληναίων πολιορκουμένων, μάλιστα δὲ κατὰ τὴν Φώκαιαν συχναί τε καὶ καρτεραὶ ἐγίνοντο τειχομαχίαι καὶ ἑλεπόλεις προσήγοντο καὶ ἄλλαι μηχαναὶ πρὸς ἅλωσιν πόλεων ἐξευρημέναι.
PG 153:549ἐκπολιορκῆσαι δὲ οὐκ ἠδύναντο αὐτοὺς διά τε καρτερότητα τειχῶν καὶ τὸ εὐρώστως ἀμύνεσθαι Λατίνους καὶ μὴ ἐνδιδόναι. μηκυνομένης δὲ τῆς πολιορκίας ἐπὶ πλέον, ἐπεὶ ὅ,τε σῖτος αὐτοῖς ἐνέδει ἤδη, καὶ τὴν πολιορκίαν ὑπώπτευον οὐ ταχέως λύσειν βασιλέα πρὶν ἢ λιμῷ ἢ τειχομαχίᾳ παραστήσεται αὐτοὺς, μηχανώμενοι τὸ ἐπὶ πλείονα χρόνον ἀντισχήσειν, τοὺς μὲν Ῥωμαίους ὅσοι Φώκαιαν κατῴκουν ἐξήλασαν πανοικεσίᾳ, αὐτοὶ δὲ τὸν σῖτον καὶ ὅσα ἕτερα ἦν ἐπιτήδεια συναγαγόντες, εἰσήγαγον εἰς τὴν ἀκρόπολιν, ἣν αὐτοὶ ἐφρούρουν, καὶ χρώμενοι αὐτοῖς ὑπέμενον τὴν πολιορκίαν. διατρίβοντί τε κατὰ τὴν Φώκαιαν βασιλεῖ οἱ τοῦ Ἀϊτίνη παῖδες, ὃς ἦν σατράπης Ἰωνίας, Χετὴρ καὶ Ἀμοὺρ, ὃν φθάσαντες πρότερον εἰρήκαμεν στόλῳ καταπεπλευκέναι εἰς Θρᾴκην, καὶ τρίτος Σουλαϊμάσας ὠνομασμένος, προσῆλθόν τε κατὰ φιλίαν καὶ προσεκύνησαν καὶ ἐπηγγείλαντο εὖνοι ἔσεσθαι καὶ φίλοι βασιλεῖ, βασιλεύς τε αὐτοὺς τῆς εὐνοίας ἕνεκα δώροις ἀμειψάμενος καὶ εὐεργεσίαις, οἴκαδε ἀπέστειλεν.
Caput LXVIII
ἐν τούτοις δὲ ὄντων τῶν πραγμάτων, ἠγγέλλετο ἐκ Βυζαντίου βασιλεῖ ὡς ἐκ Γεννούας κατά τινα ἑτέραν χρείαν τριήρεις ἑκκαίδεκα προσέσχον Γαλατᾷ, ὧν τῷ ναυάρχῳ καὶ τοῖς τριηράρχαις τινὲς τῶν παρὰ Ῥωμαίοις ἐπιφανῶν κρύφα διαλεχθέντες, ἔπεισαν δώροις καὶ ὑποσχέσεσι πολλαῖς προσεταιρισαμένους καὶ τὰς λοιπὰς ἓξ αἵ εἰσιν ἐγχώριοι, ἔπειτα καὶ τὰς κατὰ τὴν Μιτυλήνην ἓξ παραλαβόντας, ἐπιθέσθαι αὐτῷ κατὰ τὴν Φώκαιαν. ταῦτα δὲ τοὺς Ῥωμαίους συνεσκευακέναι οὐ τῆς τῶν Γεννουϊτῶν προνοίας ἕνεκα, ἀλλ’ ἐπίβουλοι καὶ προδόται βασιλέως γεγενημένοι, καὶ τῆς ἀρχῆς κρατῆσαι βουληθέντες ἐξ ὧν ᾤοντο δυνήσεσθαι διαφθεῖραι ἔπραττον. λ. Βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο τοιαῦτα, τήν τε οὖσαν παρεσκεύαζε δύναμιν ὡς ἢν δέῃ ναυμαχήσων, καὶ ἑτέραν ἀπὸ τῶν κατὰ τὴν Ἰωνίαν βαρβάρων προσεπορίζετο ὅση δυνατή. καὶ Σαρχάνης μὲν τέτταρας καὶ εἴκοσι παρέσχετο ναῦς καὶ στρατιὰν πολλὴν πεζήν τε καὶ ἱππικὴν, ἣ ἐλθοῦσα ἐστρατοπεδεύετο παρὰ τὴν Φώκαιαν· Ἀμοὺρ δὲ ὁ τοῦ Ἀϊτίνη, τοῦ μεγάλου δομεστίκου πείσαντος, τριάκοντα ναυσὶ συνεμάχει βασιλεῖ.
Chapter XXIICaput XXII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:551ὁ γὰρ μέγας δομέστικος καὶ πρότερον μὲν εἶχε πρὸς Ἀμοὺρ φιλίως καὶ γράμμασιν αὐτῷ ὡμίλει καὶ τὴν εὔνοιαν ἐπεδείκνυτο, συνεγένετό τε καὶ ἐπὶ μικρὸν ὀλίγῳ πρότερον, ὅτε κατὰ Φώκαιαν πρὸς βασιλέα ἧκε· τότε δὲ τῆς χρείας καλούσης, πρεσβείαν πέμψας πρὸς αὐτὸν, οὐ δίκαιον ἔφασκεν εἶναι οὐδὲ καθ’ ἡδονὴν αὐτῷ γράμμασι καὶ ἀγγελίαις ὥσπερ πρότερον καὶ αὖθις ὁμιλεῖν. πρότερον γὰρ αἰτίαν εἶναι τῆς τοιαύτης συντυχίας τὸ πολὺ ἀλλήλων διεστάναι· νυνὶ δὲ ἐγγὺς διατριβόντων, δίκαιον εἶναι, εἴγε καὶ αὐτῷ κατὰ γνώμην εἴη, ἐν ὡρισμένῳ τινὶ τόπῳ συγγενέσθαι καὶ τῆς ἀλλήλων ὁμιλίας ἀπολαῦσαι καὶ τὴν οὖσαν ἐπιβεβαιώσασθαι φιλίαν. ὁ μέγας μὲν οὖν δομέστικος τοιαῦτα ἐπρεσβεύετο· Ἀμοὺρ δὲ, ὡς ἤκουσεν, εὐτυχίας οὐδεμιᾶς ἐνόμισε δευτέραν τὴν περὶ τῶν τοιούτων ἀγγελίαν, ἀλλὰ τὰ μέγιστα οἰόμενος εὐεργετεῖσθαι, τῶν ἄλλων πάντων ἀμελήσας, κατὰ τὰς Κλαζομενὰς γενόμενος συνεγένετο αὐτῷ, καὶ ἀποβάντα τῶν νεῶν εἱστίασέ τε φιλοτίμως καὶ πολλὴν ἐπεδείξατο φιλοφροσύνην.
ἐπὶ τέσσαρσι δὲ ἡμέραις ὁ μέγας δομέστικος αὐτῷ συνδιατρίψας, βασιλεῖ τε ἔπεισε προσέχειν ὡς δεσπότῃ καὶ τῶν ὑπ’ ἐκείνῳ τελούντων ἐπιφανῶν Ῥωμαίων νομίζειν ἕνα, καὶ ἑαυτῷ συνέδησεν ἀῤῥήκτοις φιλίας δεσμοῖς. τάς τε ναῦς παρῄνει πέμπειν ὡς τάχιστα βασιλεῖ δεομένῳ συμμαχίας, αἳ καὶ ἐπέμφθησαν μετ’ οὐ πολύ. καὶ Φιλαδελφεινοῖς ἐκέλευσε φίλον εἶναι καὶ σύμμαχον ἀντὶ πολεμίου, καὶ μηδένα φόρον λαμβάνειν ὃν παρείχοντο αὐτῷ ὅτε ἦσαν ἐν σπονδαῖς, καὶ οὐδὲν ἦν ὃ, κελεύσαντος τοῦ μεγάλου δομεστίκου, μὴ καθ’ ἡδονὴν αὐτῷ πράττειν ἦν πρὸς τῷ καὶ χάριν εἰδέναι καὶ τὰ μέγιστα οἴεσθαι εὐεργετεῖσθαι. ἐκεῖθεν δὲ ὁ μέγας δομέστικος συνταξάμενος Ἀμοὺρ, ἧκεν ὡς βασιλέα. καὶ ἐπεὶ καὶ αἱ παρὰ τοῦ Σαρχάνη παρῆσαν νῆες, παρεσκευάσαντό τε πρὸς τὴν ναυμαχίαν καὶ ἠνιῶντο ὅτι οὐ παρῆσαν οἷς ναυμαχοῦνται.
Λατῖνοι δὲ, εἴτε τὴν παρασκευὴν βασιλέως δείσαντες, εἴτε καὶ διὰ τὸ τοὺς ἐνάγοντας Ῥωμαίους καταφώρους γενομένους ὑποπτῆξαι, (ἡ γὰρ τοῦ μεγάλου δομεστίκου μήτηρ ἅμα βασιλίδι αἰσθόμεναι τὴν ἐπιβουλὴν, ὡς μάλιστα ἐνῆν ἠσφαλίσαντο τά τε βασίλεια καὶ τὴν ἄλλην ἀρχὴν,) ἀποσχόμενοι ὧν διενοοῦντο, διελύθησαν. βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο διαλυθέντας, τοὺς μὲν παρὰ τοῦ Ἀμοὺρ παρόντας κατὰ συμμαχίαν, ἀπέστειλεν εὐεργετήσας· αὐτὸς δὲ συντονώτερον εἴχετο τῆς πολιορκίας· ἤδη γὰρ καὶ ὁ καιρὸς ἤπειγε περὶ φθινόπωρον ὤν. τριβομένου δὲ τοῦ χρόνου κατὰ τὴν πολιορκίαν συμβέβηκε τὸν μέγαν δομέστικον παρὰ τὴν τῆς Φωκαίας πύλην ἰδεῖν ἑστῶτα Ντζουὰν ντὲ Σπίνιά τινα ὠνομασμένον, ὃς ἦν αὐτῷ γνώριμος πρότερον καὶ συνήθης, ἔκ τε τῶν παρὰ Λατίνοις ἐπιφανῶν ὄντα καὶ παιδείας τῆς παρὰ Ῥωμαίοις ἱκανῶς μετεσχηκότα. καὶ πέμψας αὐτὸν μετεκαλεῖτο, κελεύων ἥκειν πρὸς αὐτὸν μηδὲν ὑποπτεύοντα δεινόν. ὁ δ’ ἧκεν εὐθὺς πεισθείς.
PG 153:553προσαγορεύσας δὲ ὁ μέγας δομέστικος αὐτὸν καὶ ἀγνωμοσύνην ἐγκαλέσας, ὅτι φίλον ἀρχαῖον ὄντα καὶ συνήθη καὶ τοσοῦτον ἤδη χρόνον διατρίβοντα πρὸς ταῖς πύλαις ταῖς αὐτῶν, οὐδὲ ἅπαξ πρὸς αὐτὸν ἠθέλησεν ἐλθεῖν οὐδὲ ἀσπάσασθαι οἷα φίλον, καὶ ἕτερ’ ἄττα ὅσα ἦν ἁρμόζοντα προσθεὶς τῷ χρόνῳ, (ἤδη γὰρ ὀψὲ τῆς ἡμέρας ἦν,) τὸ νῦν μὲν ἔχον οἴκαδε ἀπέπεμπεν, εἰς τὴν ὑστεραίαν δὲ ἐκέλευσεν, εἴγε καὶ αὐτῷ καθ’ ἡδονὴν εἴη, πρὸς αὐτὸν πάλιν ἐλθεῖν, ὡς ἂν κατὰ σχολὴν καὶ περὶ τοῦ παρόντος πολέμου διαλεχθῶσιν ἅττα ἂν ἑκάστῳ δοκοίη δίκαια ἔχειν πρὸς αὐτόν. Ντζουὰν μὲν οὖν ἀποδεξάμενος τοὺς λόγους οἴκαδε ἀπῆλθεν· εἰς τὴν ὑστεραίαν δὲ ἅμα πρωὶ̈ εἰς τὴν μεγάλου δομεστίκου ἥκει σκηνὴν καὶ προσηγόρευεν αὐτόν. ἀντιπροσειπὼν δὲ καὶ αὐτὸς αὐτὸν καὶ μόνον παραλαβὼν, λόγου ἦρχε πρὸς αὐτὸν τοιοῦδε· οὔτε τὸ ἐπὶ προφάσει πάσῃ πολεμεῖν τῶν ἐπαινετῶν ἄν τις τιθείη σωφρονῶν, οὔτε τὸ εἰρήνην ἄγειν· ἀλλ’ ἑκάτερα βελτίω ἢ χείρω παρὰ τὰς αἰτίας νομίζοιτ’ ἂν δικαίως. ἐὰν δέ τις πολέμου ἄρχων, μείζοσιν ἢ καθ’ ἑαυτὸν πράγμασιν ἐπιχειροίη, πρὸς τῷ ἀδικεῖν καὶ ἄνοιαν προσοφλήσειεν ἂν παρ’ εὖ φρονοῦσι κριταῖς.
σκεψώμεθα δὴ καὶ περὶ τοῦ νυνὶ παρόντος πολέμου, ὃν ἤρασθε πρὸς μηδὲν ἀδικοῦντα βασιλέα, εἰ μετὰ βελτίονος τοῦ σχήματος προσγενήσεται ὑμῖν. πρῶτον μὲν γὰρ μηδὲν ὑπὸ βασιλέως ἀδικούμενοι, πρῶτοι ἐπήλθετε τῇ Λέσβῳ οὔσῃ ὑπηκόῳ βασιλεῖ ἀδικοῦντες καὶ πλεονεκτοῦντες, οὗπερ οὐδὲ αὐτοὺς οἶμαι ἐξάρνους δυνήσεσθαι γενέσθαι· ἔπειτα δὲ οὐδὲ ἀνοίας καὶ ἀβουλίας κατελίπετε ὑπερβολήν. τὸν γὰρ ἄρχοντα πολέμου οὐ χρὴ τοῦτο μόνον σκοπεῖν ὅπως ἀδικήσῃ, ἀλλὰ πρῶτον μὲν εἴγε μάλιστα αὐτῷ τοῦτο δυνατὸν, ἔπειτα δὲ εἰ καὶ ἀρκοῦσαν δύναμιν ἔχει πρὸς τὸ τὰ ἀδικηθέντα διασώζειν. ὑμῖν δὲ πρός τε τὸ τὰ ἀλλότρια ἁρπάζειν ἡ δύναμις ἐνδεὴς καὶ πρὸς τὸ τὰ ἡρπασμένα διασώζειν ἐλαχίστη. Λέσβῳ μὲν γὰρ ἐπιόντες, Δηλίους ἐπείσατε καὶ Σικελιώτας συμμαχεῖν. βασιλέως δὲ ἐπιστρατεύσαντος ὑμῖν, οἱ σύμμαχοι ᾤχοντο ὑμᾶς ἀπολιπόντες, οὐδὲ ὅπλα ἀνταίρειν δυνηθέντες. ὑμῶν δὲ μόνων ὑπολελειμμένων, οἱ μὲν ἀπώλοντο κατὰ τὴν Καλλονὴν ἐν πέντε τριήρεσι διαφθαρέντες, οἱ δὲ κατὰ τὴν Μιτυλήνην καὶ Φώκαιαν ἀποκεκλεισμένοι πολιορκεῖσθε, οὐδεμίαν ἔχοντες ἐλπίδα βεβαίαν σωτηρίας.
Caput LXIX
PG 153:555μὴ θαυμάσῃς δὲ, εἰ μηδεμίαν εἶπον ἐλπίδα βεβαίαν σωτηρίας ὑμᾶς ἔχειν, καίτοι καρτερώτατα ἀμυνομένους ἀπὸ τῶν τειχῶν καὶ μηδεμίαν ἢ ὀλίγην βλάβην ὑπομένοντας ἀπό τε τῶν ἐκπιπτόντων τῆς μηχανῆς λίθων καὶ τῶν κλιμάκων καὶ τῶν ἄλλων μηχανῶν τῶν κατὰ τὰς συχνὰς τειχομαχίας προςαγομένων. ἀποδείξω γὰρ σαφέστατα ὑμᾶς οὐ πολὺ ἀπέχοντας τοῦ ἐν ἐσχάτοις κινδύνοις εἶναι. τριῶν γὰρ ὄντων, ἃ ἂν μάλιστα διασώζειν δύναιτο τοὺς πολιορκουμένους, τοῦ τέ ποθεν ἔξωθεν ἐπελθοῦσαν δύναμιν τοὺς πολιορκοῦντας ἀνιστᾷν, καὶ τοῦ ἀφθονίαν σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων ἔχοντας μετὰ ῥᾳστώνης τὴν πολιορκίαν διαφέρειν, καὶ τρίτου, τοῦ τὸν πολιορκοῦντα ἀδύνατον εἶναι προσκαθέζεσθαι ἢ δι’ ἀπορίαν ἀναλωμάτων ἢ διὰ μικροψυχίαν ἤ τινα αἰτίαν ἄλλην, ἐγὼ ὑμῖν προσὸν ἀποδείξω τούτων οὐδὲ ἕν. τὴν μὲν οὖν ἴσως ἂν ἐπελθοῦσαν ἔξωθεν βοήθειαν ὑμῖν οὐδαμόθεν ἄλλοθεν ἄν τις οἰηθείη ἢ ἐκ Γεννούας, οἷα δὴ ὁμοφύλων ὄντων ὑμῖν καὶ συγγενῶν· τοῦτο δὲ τοσοῦτον ἀπέχει τοῦ εἶναι ἀληθὲς ἢ ὑμᾶς οἴεσθαι ἐλπίζειν, ὥστε τοὐναντίον μᾶλλον ἐφ’ ὑμᾶς ἐλεύσονται ἐκεῖνοι ἐκπολιορκήσοντες ὡς πολεμίους τῷ κοινῷ, ἂν κελεύῃ βασιλεύς.
ἴστε γὰρ δὴ σαφέστατα ὑμεῖς ὡς ἐν ταῖς συνθήκαις καὶ τοῖς ὅρκοις, οὓς πρὸς τὴν βασιλείαν Ῥωμαίων ἡ βουλὴ καὶ ὁ δῆμος ἔθετο Γεννούας ἐπὶ τῇ εἰρήνῃ, πρὸς τοῖς ἄλλοις περιείληπται καὶ τοῦτο, τὸ μὴ μόνον τὸ κοινὸν αὐτῶν μηδεμίαν βλάβην ἢ ζημίαν ἐπάγειν τῇ Ῥωμαίων βασιλείᾳ πρόφασιν πολέμου οὐ παρεχομένῃ, ἀλλὰ καὶ ἐάν τις ἰδιώτης Ῥωμαῖον ἀδικήσῃ, ἀπὸ τῶν προσόντων αὐτῷ κτημάτων ἢ πραγμάτων τὴν ζημίαν ἀπολαμβάνειν τὸν Ῥωμαῖον. ἂν δὲ καὶ τῇ βασιλείᾳ Ῥωμαίων τὴν ζημίαν προξενῇ ἢ νῆσον διαρπάζων ἢ πόλιν τινὰ παράλιον ἤ τι ἕτερον, τὸν ἴσον τρόπον ἀπὸ τῶν ἐκείνων κτημάτων καὶ πραγμάτων, εἰ πολλοὶ εἶεν ἢ εἷς, τὴν ζημίαν ἀποτίννυσθαι βασιλεῖ, αὐτὸν δὲ ψηφίζεσθαι πολέμιον τῷ δήμῳ καὶ τῇ βουλῇ, καὶ στρατεύειν ἐπ’ ἐκεῖνον ὡς ἄπιστον καὶ προδότην τοῦ κοινοῦ. οὗ δὴ ἕνεκα καὶ βασιλέα πρεσβείαν πρὸς Γέννουαν ἀπεσταλκέναι, ὥστε μὴ μόνον τὰ κτήματα ὑμῶν τῶν χρημάτων ἕνεκα ὧν ἀνάλωσε πολεμῶν ὑμῖν παραλαβεῖν, ἀλλὰ καὶ τριήρεις κελεῦσαι πέμψαι καθ’ ὑμῶν κατὰ τὰ συγκείμενα καὶ τοὺς ὅρκους. ὥστε ἐκ Γεννούας οὐ μόνον ἐπικουρίαν οὐδεμίαν, ἀλλὰ καὶ πόλεμον καὶ ἐπίπλουν προσδοκᾷν χρή.
ὅτι δὲ καὶ τῶν ἐπιτηδείων νῦν τε ἐνδεεῖς ἐστε καὶ μετ’ ὀλίγον ἐπιλείψει παντελῶς ὑμᾶς, ἐξ αὐτῶν ἄν τις τῶν πραγμάτων ἀληθέστατα τεκμήραιτο. οἱ γὰρ ἐξελαθέντες τοῦ ἄστεος ὑφ’ ὑμῶν Ῥωμαῖοι, ὧν αὐτοὶ τὰ ἐπιτήδεια λαβόντες χρῆσθε, τὸ μέτρον τῆς τροφῆς πρὸς τὸ τῶν πολιορκουμένων πλῆθος λογιζόμενοι, ἐντὸς ὀλίγου χρόνου παντάπασί φασιν ὑμᾶς τὰ σιτία ἐπιλείψειν. λείπεται δὴ μίαν ὑπολείπεσθαι ἐλπίδα σωτηρίας, τὸ βασιλέα ῥᾳθυμήσαντα ἢ διὰ τὸ τῶν ἀναλισκομένων πλῆθος χρημάτων ἢ διὰ τὴν κατὰ τὴν στρατείαν κακοπάθειαν λύσειν τὴν πολιορκίαν ἢ διὰ τὸ χειμῶνα ἐπιγίνεσθαι ἤδη προσδοκᾷν. ἐγὼ δὲ καὶ περὶ τούτου προδότης γενήσομαι ἡμῶν αὐτῶν καὶ μηνύσω προῖκα ἅπαν τἀληθές. καίτοι γε πολλοῦ ἂν ἐπρίασθε αὐτοὶ, εὖ οἶδα, εἰ ἃ διανοούμεθα περὶ ὑμῶν, ἀληθῶς ἐξεγένετο μαθεῖν· ἐγὼ δὲ ὑμῖν καὶ τοῦτο χαριοῦμαι. βασιλεὺς μὲν γὰρ καὶ ἡμεῖς καὶ τὸ πολὺ τῆς στρατιᾶς οἴκαδε ἀπελευσόμεθα, ἵνα μὴ εἰκῇ καὶ μάτην κατατριβώμεθα ἐνταῦθα, ἄλλως τε καὶ τῶν ἐκεῖσε πραγμάτων ἐπιμελείας δεομένων, ἣν οὐκ ἐξὸν ποιεῖσθαι μὴ ἐκεῖ ἐπιδημοῦντας.
Chapter XXIIICaput XXIII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:557ἐνταυθοῖ δὲ πρὸς τὴν πολιορκίαν δέκα καταλείψομεν τριήρεις καὶ μονήρεις εἴκοσι καὶ ἑτέρας τέτταρας καὶ εἴκοσι τὰς τοῦ Σαρχάνη ναῦς, μισθὸν παρασχόντες διαρκέσοντα ἄχρι ἦρος. οἳ ὑμᾶς τε καὶ Μιτυληναίους ἀσφαλῶς πολιορκήσουσιν ἐφορμοῦντες ἐκ θαλάσσης, ἐκ δὲ ἠπείρου ὑμῖν μὲν ἀρκέσουσιν ἡ τοῦ Σαρχάνη παρακειμένη στρατιά· Μιτυληναίοις δὲ οἱ Ῥωμαίων μισθοφόροι τὴν εἰς τὴν Λέσβον ἔξοδον ἀπείρξουσιν, ὥστε καὶ ἀμφοτέρους ἑκατέρωθεν ἀπείργεσθαι ἔκ τε γῆς καὶ θαλάττης τοῦ μηδὲν εἰσάγειν τῶν ἐπιτηδείων. ἅμα δὲ ἦρι ἀρχομένῳ στόλῳ μεγάλῳ αὖθις ἐφ’ ὑμᾶς πλευσούμεθα, γνώμην ἔχοντες μέχρι παντὸς διακαρτερεῖν, ἄχρις ἂν ἢ λιμῷ ἢ ὅπλοις παραστησάμενοι, ἐξανδραποδισώμεθα ὑμᾶς. πρὸς τούτοις δὲ καὶ ἑτέραν βασιλέως ἐπίνοιαν οὐκ ἀποκρύψω. βούλεται γὰρ τοῖς συμπολιορκουμένοις ὑμῖν πᾶσι δι’ ὅρκων αἵρεσιν προθεῖναι, ἢ μένοντας ἐντὸς τειχῶν πολεμίους αὐτῷ τε εἶναι καὶ τῷ κοινῷ Γεννούας, ἢ ἔξω γενομένους καὶ καταλιπόντας ὑμᾶς, μὴ μόνον παρὰ βασιλέως τυχεῖν συγγνώμης καὶ ἀμνηστίας ὧν ἐξημαρτήκασιν, ἀλλὰ καὶ παρὰ τῷ κοινῷ Γεννούας ἀζημίους εἶναι, βασιλέως τὴν ἄδειαν παρασχομένου.
ὅπερ ὅτι πολλοὺς τῶν ὑμῖν συμπολιορκουμένων πείσει ἀποστῆναι, οὐδ’ αὐτὸς ἀγνοεῖς. ὅτε τοίνυν ἐξ ἀρχῆς τε οὐ δίκαια ποιοῦντες τὸν πόλεμον κεκινήκατε τουτονὶ, νῦν τε τῶν πραγμάτων ἐναντίως ἢ αὐτοὶ προςεδοκᾶτε χωρησάντων, οὐ μόνον ἀβουλίας καὶ ἀσυνεσίας ὄφλετε κατηγορίαν, ἀλλὰ καὶ ἐν ἐσχάτοις κατέστητε κινδύνοις, ποῦ λυσιτελὲς ἢ σωφρονούντων ὅλως ἀνθρώπων, μὴ μεταβουλεύεσθαι περὶ τῶν κακῶς βεβουλευμένων καὶ σωτηρίαν τινὰ αὐτοῖς ἐκ τῶν ἐνόντων ἐκπορίζειν, ἀλλὰ διὰ φιλονεικίαν καὶ ἀλαζονείαν νοῦν οὐκ ἔχουσαν αὐτούς τε ἀπόλλυσθαι κακῶς καὶ τοῖς οἰκείοις οὐ πενίαν μόνον καὶ ἀποστέρησιν τῶν ὄντων, ἀλλὰ καὶ ἀδοξίαν προστρίβεσθαι διὰ βίου; ἐγὼ δὲ καὶ τούτων ἁπάντων χωρὶς οὐδαμῶς λυσιτελοῦντα τὸν πρὸς βασιλέα πόλεμον ὑμῖν ἀποφανῶ. εἰ γὰρ καὶ μήτε ὅπλοις, μήτε λιμῷ, μήθ’ ἑτέρᾳ μηχανῇ τινι παραστήσασθαι δυνησόμεθα ὑμᾶς, οὐδ’ οὕτω τὸ πολιορκεῖσθαι λυσιτελήσειεν ἂν ὑμῖν.
PG 153:559πρῶτον μὲν γὰρ οὐκ ἐπὶ τῷ διηνεκῶς πολιορκεῖσθαι καὶ ἐνδείᾳ καὶ τοῖς ἄλλοις τοῖς ἐκ τοῦ πολέμου κακοῖς πιέζεσθαι Λέσβου κρατῆσαι ὑμῖν ἐπῆλθε τοσαῦτα χρήματα ἀναλωκόσιν, ἀλλ’ ἐπὶ τῷ πολλαπλασίω τῶν ἀναλωμένων κτησαμένους, καὶ τῆς νήσου ἔχειν τὴν ἀρχήν. τοῦτο δ’ ἐναντίως ἢ αὐτοὶ συμβέβηκε προσδοκᾶτε. τά τε γὰρ χρήματα ἀνάλωνται εἰς τὰς τριήρεις καὶ ἡ νῆσος ὑπὸ βασιλέα αὖθις τελεῖ πλὴν Μιτυλήνης, ἣν δεῖ καὶ Φώκαιαν φρουρεῖν μισθοφόρους τρέφοντας χιλίων οὐκ ἐλάσσους. πόθεν οὖν ποριεῖσθε τὴν τροφὴν αὐτοῖς; οὔτε γὰρ χρήματα εἴχετε ἐν ταῖς ναυσὶν ἃ διαρκέσει πρὸς τὴν πολιορκίαν, οὔτε ἐκ Γεννούας ἐλπὶς ἐλθεῖν. τὰ γὰρ ἐκεῖσε κτήματα ὑμῶν, ἃ παρεῖχε τὰς προσόδους, ὑπὸ βασιλέα ἔσται· αἵ τε ἐκ Φωκαίας προσγινόμεναι πρότερον πρόςοδοι ὑμῖν ἀφῄρηνται διὰ τὸν πόλεμον. ἐμπορία τε γὰρ ἐκλέλοιπε πᾶσα, θαλασσοκρατούντων ἡμῶν, καὶ γεωργίας ἀπείργομεν, οὐδὲ τὸ πυλῶν προβαίνειν ἀκίνδυνον ὂν ὑμῖν. ὥστε πάντοθεν συμβαίνει περιί̈στασθαι τὸν κίνδυνον, ἄν τε κρατῆσθε τοῖς ὅπλοις, ἄν τε μή·
ὡς οὖν περὶ σωτηρίας ὑμῖν βουλευσομένοις οὐκ ἐν παρέργῳ χρὴ ποιεῖσθαι τὴν βουλὴν, ἀλλὰ μετὰ τῶν φίλων σκεψαμένους τὰ δέοντα ἑλέσθαι. λα. Τοιαῦτα τοῦ μεγάλου δομεστίκου εἰρηκότος, Ντζιουὰν ἐπιπολὺ μὲν ἦν σιωπῶν, ἐκπεπληγμένος ὅτι δὴ σαφέστατα περὶ τῶν κατ’ αὐτοὺς πραγμάτων διειλέχθη. συνεώρα τε ἤδη καὶ αὐτὸς τὸν κίνδυνον ὡς ἐν χρῷ. ἔπειτα ἀνενεγκὼν ὡς μὲν ἀδικοῦμεν πολέμου ἄρχοντες ἔφη οὐδὲ αὐτοὶ δυνάμεθα ἀντειπεῖν. πλὴν ἐλπίδι ἐπαρθέντες τοῦ τε ἐγκρατεῖς γενήσεσθαι τῆς Λέσβου τοῦ τε ἀμυνεῖσθαι βασιλέα ἂν ἐπίῃ, (οὐ γὰρ τοσαύτην γε ᾠόμεθα δύναμιν ἀθροίσειν ναυτικὴν,) ἠράμεθα· νυνὶ δὲ ἤδη τά τε χρήματα ἀνάλωται ἡμῖν καὶ αὐτοὶ πολιορκούμεθα, οὐκ ἀγαθὰς ἔχοντες ἐλπίδας περὶ τῶν μελλόντων. ἐπεὶ δὲ ὡς ὁρῶ, τοῦ θεοῦ κεκινηκότος, εἰς τοὺς περὶ τούτων προήχθης λόγους, δέομαι ἃ λυσιτελῆ δοκεῖ καὶ δέοντα βουλεύσασθαι περὶ τοῦ μέλλοντος. τὰ γὰρ παρελθόντα οὐκ ἔστιν ἄλλως διαθέσθαι ἢ ὡς ἔτυχε γεγενημένα. ὁ μέγας δὲ δομέστικος εἰ μὲν καθ’ ἑαυτοὺς αὐτοὶ περὶ τῶν ὑμετέρων ἔφη ἐβουλεύεσθε πραγμάτων, οὐδὲν ἂν ἐκώλυεν εἰρήνην ἢ τὸν πόλεμον ἑλέσθαι.
Chapter XXIVCaput XXIV
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:561ἐπεὶ δὲ ἐμοὶ περὶ τῶν ὑμετέρων ἐπιτρέπετε βουλεύεσθαι πραγμάτων, ἅ μοι δοκῶ ὑμῖν συμφέροντα ἐρῶ. ὑμῖν δὲ ἐξέσται ἢ αἱρεῖσθαι τὰ βεβουλευμένα ἢ διωθεῖσθαι. οἶμαι δὲ οὐδὲ πολλῶν δεήσεσθαι λόγων περὶ τῶν ὑμῖν πείθοντα δοκούντων λυσιτελεῖν. ἃ γὰρ διειλέχθην πρότερον, πολλῶν κακῶν ὑμῖν τὸν πόλεμον αἰτιώτατον γεγενημένον ἀποφαίνων καὶ ἔτι μέλλοντα, τούτοις ἔξεστι κατασκευάζειν ὡς αἱρετέα ἡ εἰρήνη. τὸν τρόπον δὲ ὃν ἂν ὑμῖν μάλιστα λυσιτελήσειεν ὑφηγήσομαι ἐγώ. πρὶν εἰς τοσοῦτον κινδύνου ἥκειν ὥστε δοκεῖν καὶ ἄκοντας προσιέναι βασιλεῖ, ἐνδείξασθε εὔνοιάν τινα ἀντίῤῥοπον πρὸς τὴν προτέραν ἀδικίαν, καὶ πρεσβείαν πέμψαντες πρὸς βασιλέα, συγγνώμην αἰτήσατε ἐφ’ οἷς προσκεκρούκατε κατὰ τὸν πόλεμον. φύσει δὲ ὢν ἐκεῖνος πρᾶος καὶ τοῖς ἀδικοῦσιν ἕτοιμος παρέχειν συγγνώμην, ἂν παραιτῶνται τὴν ὀργὴν, καὶ ὑμῖν συγγνώσεται ῥᾳδίως, καὶ ἐμοῦ πρὸς τοῦτο μάλιστα ἐνάγοντος. ἐπειδὰν δὲ τὴν βασιλέως ἐκμειλίξησθε ὀργὴν, τὸν παῖδα Σαρχάνη καὶ τῶν ἄλλων Περσῶν, οἳ ἐν ὁμήρων προσχήματι φρουροῦνται παρ’ ὑμῖν, λαβόντες ὥσπερ δῶρα προσκομίσατε τῷ βασιλεῖ καὶ Μιτυλήνην καὶ Φώκαιαν παράδοτε.
Caput LXX
κἀκεῖνος ἀμειβόμενος ὑμᾶς τῆς εὐνοίας ἕνεκα τῆς πρὸς αὐτὸν, μετὰ τῆς συγγνώμης, ἣν παρέξεται, καὶ τά τε ἀναλωθέντα χρήματα εἰς τὸν πόλεμον τὸν καθ’ ὑμῶν καὶ ἃ ἐζημιώσατε Λεσβίους, ἃ τὸ κοινὸν Γεννούας ἐκ τῶν ὑμετέρων κτημάτων κατὰ τὰς συνθήκας ὀφείλει ἀποτίνειν, χαριεῖται. οὐ μὴν ἀλλὰ καὶ πολεμίους ἀναγεγραμμένους τῷ κοινῷ καὶ δίκας ὀφείλοντας τῆς ἀπιστίας, ἀπάθειαν κακῶν καταπράξεται ὑμῖν, τῇ βουλῇ συγγνώμην κελεύσας παρασχεῖν, ὥστε ἀδεῶς πάλιν ἐμπολιτεύεσθαι αὐτοῖς ἀποστερηθέντας τῶν οἰκείων μηδενός. πρὸς τούτοις δὲ καὶ Φωκαίας ὥσπερ πρότερον καὶ αὖθις ἄρχειν ἐπιτρέψει, ὡς ὑπηκόου μὲν Ῥωμαίοις οὔσης, ὑμῖν δὲ παρέχοντος βασιλέως τὴν ἀρχὴν, ἄχρις ἂν αὐτὸς ἐθέλῃ. καὶ σπονδὰς ὑμῖν πρὸς Σαρχάνην θήσει, ὥστε καὶ αὖθις τὰς προσόδους, ἃς καὶ πρότερον εἴχετε, ἐκ τῆς χώρας τῆς αὐτοῦ καρποῦσθαι. καὶ κατὰ πάσας νήσους καὶ τὰς πόλεις, αἳ ὑπήκοοί εἰσι Ῥωμαίοις, ἀκώλυτον ὑμῖν τὴν ἐμπορίαν κελεύσει εἶναι. σκοπεῖτε οὖν ὁπόσα μὲν ὑμῖν ὁ πόλεμος ἐπήνεγκε κακὰ, ἴσως δὲ καὶ χείρονα ἐπάξει· ὁπόσων δὲ ἀγαθῶν ἡ εἰρήνη γενήσεται ἀξία, ἂν πείθησθε ἐμοί.
ταῦτα δὲ ὑμῖν ἢ σήμερον πράττειν ἢ εἰς τὴν ὑστεραίαν ἐξέσται. ἐὰν γὰρ οὐκ ἀναγκαῖα λογιζόμενοι ὑπέρθησθε, οὐκέθ’ ὁμοίως εὑρήσετε βασιλέα ῥᾴδιον πρὸς τὰς καταλλαγάς. ἐὰν γὰρ τὰ χρήματα διαδοθῇ τοῖς τριηρίταις καὶ τοῖς ἄλλοις μισθοφόροις, οἳ μέλλουσι τοῦ χειμῶνος ὑμᾶς πολιορκεῖν, ἃ νυνὶ βασιλεὺς μὲν ἐκέλευσε διαδιδόναι τοῖς ταμίαις, ἐγὼ δὲ ἐκώλυσα τουτωνὶ τῶν λόγων ἕνεκα, δέδοικα μὴ οὐ προσδέξηται τὴν πρεσβείαν μετὰ ταῦτα, λογιζόμενος ὥσπερ εἰκὸς, ὡς παραστήσεται ὑμᾶς ἐν ἀνδραπόδων μοίρᾳ, ἄχρις ἂν ὁ χρόνος τῆς μισθοφορᾶς ἀναλωθῇ, καὶ τὰ χρήματα ἀπολήψεται πρὸς τοῖς νῦν καὶ τὰ πρότερον ἀναλωμένα. ὡς οὖν ἀναγκαίων πέρι ἐσομένης τῆς βουλῆς καὶ τριβὴν τοῦ χρόνου οὐκ ἐνδεχομένου, ταχέως τε αὐτοὶ βουλεύεσθε καὶ ἡμῖν τὰ βεβουλευμένα γνώριμα ποιεῖτε. Τοιαῦτα μὲν Λατίνοις ὁ μέγας δομέστικος ὑπετίθετο ποιεῖν. Ντζιωὰν δὲ ὡς ἤκουσε περὶ τοῦ παρελθόντος ἠνιᾶτο χρόνου, ὅτι μὴ πρότερον μεγάλῳ δομεστίκῳ συνεγένετο· ἦ γὰρ ἂν αὐτός τε πολλῶν ἀπήλλακτο κακῶν καὶ τοῖς ἄλλοις αἴτιος κατέστη. ὅμως μέντοι ἔφασκε, τὰ μὲν γεγενημένα ἀναλῦσαι οὐκ εἶναι δυνατόν.
PG 153:563δεῖν δὲ οἴεσθαι εἰς Φώκαιαν ἐλθόντα καὶ τοῖς ἄλλοις δήλην τὴν βουλὴν ποιεῖν, καὶ ἐς τὴν ὑστεραίαν ἐλθόντα, ἃ πᾶσιν ἂν κοινῇ δόξειεν ἀπαγγέλλειν. καὶ ἐπεὶ ἐπετέτραπτο, εἰς Φώκαιαν ἐλθὼν, Ντεάρδῳ τε καὶ τοῖς λοιποῖς ὅσα ὑπόθοιτο ὁ μέγας δομέστικος ἀπαγγείλας, ἐπειδὴ κἀκείνοις ἄριστα καὶ λυσιτελοῦντα ἑαυτοῖς ἐδόκει τὰ βεβουλευμένα καὶ ἕτοιμοι ἦσαν πράττειν, αὖθις πρὸς τὸν μέγαν δομέστικον ἐλθὼν, Ντεάρδῳ μὲν καὶ τοῖς λοιποῖς ὅσοι κατὰ Φώκαιαν πολιορκοῦνται, ἀρέσκειν ἔφασκε τὰ βεβουλευμένα καὶ μάλιστα ἐθέλειν ὡς βασιλέα ἐλθόντας, ὑπὲρ τῶν ἡμαρτημένων δεῖσθαι συγγνώμην παρασχεῖν. δεῖν δὲ καὶ Δομενίκῳ τῷ κατὰ τὴν Μιτυλήνην πολιορκουμένῳ τὰ πρῶτα μάλιστα φερομένῳ παρ’ αὐτοῖς, κοινὴν ποιήσασθαι τὴν γνώμην. μηδὲ γὰρ ἂν δύνασθαι πράττειν μηδὲν, ἐκείνου μὴ συνεπιψηφιζομένου. καὶ παρασχεθείσης αὐτῷ νεὼς, εἰς Μιτυλήνην ἦλθε·
συγγενόμενός τε Δομενίκῳ καὶ περὶ τῆς εἰρήνης διαλεχθεὶς, ἐπεὶ κἀκείνῳ ἀσμένως ἐγίνοντο οἱ λόγοι καὶ πολλὰς χάριτας ὡμολόγει βασιλεῖ τῆς ἀνεξικακίας, ἀναστρέψας ἐκεῖθεν, εἰς Φώκαιαν ἐπεραιώθη, ἄγων καὶ ἕτερόν τινα, ὃς ἔμελλεν ἐκ προσώπου Δομενίκου βασιλέα προσκυνήσειν. ὅσοι δὲ τῶν ἐπιφανεστέρων ἦσαν ἐν Φωκαίᾳ πολιορκούμενοι, καὶ τὸν υἱὸν Σαρχάνη καὶ τοὺς ἄλλους, ὅσοι ἦσαν σὺν αὐτῷ, ὥσπερ δῶρον ἐπαγόμενοι, ἥκουσιν εἰς βασιλέα. προσκυνήσαντάς τε καὶ περὶ ὧν κατὰ τὸν πόλεμον ἐξήμαρτον τυχεῖν συγγνώμης δεηθέντας βασιλεὺς μὲν ἡμέρως προσεδέξατο καὶ προσηνῶς, συγγνώμην τε παρέσχετο εὐθὺς καὶ ὅσα πρότερον ἐπηγγείλατο αὐτοῖς ὁ μέγας δομέστικος ἔργῳ ἐπληροῦτο, καὶ αὐτῶν Μιτυλήνην παραδόντων βασιλεῖ, ἐκβληθέντων τῶν φρουρῶν· Σαρχάνῃ τε ὁ βασιλεὺς τὸν παῖδα ἀποδοὺς καὶ τοῖς ἄλλοις Πέρσαις, χάριτας αὐτῷ πολλὰς τῆς ἐλευθερίας τῶν παίδων ἕνεκα ὁμολογοῦσιν, αὐτὸς εἰς Βυζάντιον ἀπέπλευσε, Λέσβον ὑπὸ Λατίνοις ἤδη γεγενημένην Ῥωμαίοις ἀνασώσας. λβ.
Caput LXXI
PG 153:565Ὀλίγου δὲ παρελθόντος χρόνου, ἠγγέλλετο ἐκ τῆς ἑσπέρας παρὰ τῶν ἐπιτροπευόντων ἐκεῖ, ὅτι οἱ περὶ Βαλάγριτα καὶ Κάνινα νεμόμενοι Ἀλβανοὶ, εὐχερεῖς ὄντες πρὸς μεταβολὰς καὶ φύσει νεωτεροποιοὶ, ἃς πρὸς βασιλέα ἐποιήσαντο συνθήκας παραβαίνοντες, ταῖς ἐκεῖσε πόλεσιν ἐξ ἐφόδου ἐπιόντες, κακῶς διατιθέασι καὶ λεηλατοῦσιν. οἳ καὶ πρότερον τοιαῦτά τινα ἐτόλμων καὶ συνιστάμενοι πολλοὶ καὶ ἄποροι, τὰς πόλεις κακῶς ἐποίουν ἄχρις ἂν στρατιὰν ἐπ’ ἐκείνους πέμψας βασιλεὺς, ἀναγκάσειεν εἰρήνην ἄγειν καὶ τοὺς ἑσπερίους ἀδικεῖν μηδέν. ἐπειδὰν δὲ ἡ στρατιὰ ἐπ’ οἴκου διαλυθείη καὶ τὸ θέρος ἐπιγένοιτο, οὐκέτι οἷοί τε ἦσαν ἠρεμεῖν, ἀλλὰ λῃστείαις καὶ φανεραῖς ἐπιδρομαῖς ἐπίεζον τὰς πόλεις τὰς ἐκεῖ. τότε δὲ πολλοί τε καὶ ὁμοίας περὶ τὸ ἀδικεῖν τὰς γνώμας ἔχοντες συστάντες, Βαλάγριτά τε καὶ Κάνινα ἐκακούργουν πάνυ. καὶ φρούριόν τι Σκρεπάριον ὠνομασμένον καὶ τὴν Κλεισοῦραν, Τίμωρον δὲ φρούριόν τι καὶ αὐτὸ ἑσπέριον περὶ Βαλάγριτα ᾠκισμένον παρεστήσαντο ἤδη καὶ βεβαίως εἶχον πρός τε τὰς λῃστείας καὶ τὰς συχνὰς ἀπειρηκὸς ἐπιδρομάς. διὰ ταῦτα οὖν ἐδόκει βασιλεῖ αὐτοῖς ἐπιστρατεύειν.
προσεπιγενομένη δὲ ὑπὸ τοῖς αὐτοῖς χρόνοις καὶ ἡ Ἰωάννου τοῦ Δούκα τῆς Ἀκαρνανίας ἄρχοντος τελευτὴ μᾶλλον ἐξώρμησε τὸν βασιλέα πρὸς τὴν ἑσπέραν, ἐλπίσαντα Ἀκαρνανίαν ὑποποιήσειν ἑαυτῷ. τοιαῦτα δὲ βουλευομένῳ καὶ συμμαχίαν ἐδόκει δεῖν ἐξ Ἰωνίας μεταπέμπεσθαι Περσικὴν ἕνεκα τῶν Ἀλβανῶν πεζήν. ὄρη γὰρ δυσπρόσοδα νεμόμενοι καὶ μεγάλα καὶ πολλὰς ἔχοντα ἀποφυγὰς καὶ καταδύσεις, οὐ ῥᾳδίως ὑπὸ τῶν ἱππέων βλάπτεσθαι ἐδύναντο, καὶ μάλιστα ἐν θέρει εἰς τὰ ἀκρότατα ἀνιόντες τῶν ὀρῶν, ὅπου καὶ πεζοῖς ἀντιτάξασθαι οὐκ εὐχερὲς διὰ τὴν ὀχυρότητα τοῦ τόπου καὶ τὸ ὑπὲρ κεφαλῆς τοὺς ἐπιόντας τοὺς ἀμυνομένους βάλλειν. καὶ πέμψας πρὸς Ἀμοὺρ, ᾐτεῖτο συμμαχίαν πεζήν. ὁ δὲ ἄσμενός τε προσεδέξατο τὴν πρεσβείαν βασιλέως, (ἦν γὰρ ἄγων περὶ πλείστου τὸ κατὰ γνώμην τι βασιλέως πράττειν,) καὶ τὴν στρατιὰν εὐθὺς ἔπεμπεν εἰς Θεσσαλονίκην. ἐπεὶ δὲ καὶ ὁ βασιλεὺς τὴν Ῥωμαίων ἄγων στρατιὰν ἀφίκετο ἐκεῖ, καὶ τὴν Περσικὴν παραλαβὼν διὰ Θετταλίας ἐπὶ Ἀλβανοὺς ἐχώρει. καὶ μέχρι Ἐπιδάμνου ἦλθε ληϊζόμενος αὐτούς. διεφθάρησάν τε ἐξ αὐτῶν πολλοί.
Caput LXXII
πυθόμενοι γὰρ τὴν βασιλέως ἔφοδον καὶ νομίσαντες μόνην ἐκ Ῥωμαίων ἱππικὴν εἶναι στρατιὰν, πρὸς τὰ ὄρη κατέφυγον καὶ τὰς δυσχωρίας, οἰόμενοι διαφεύξεσθαι τὸν ὄλεθρον. ἐπελθόντες δὲ οἱ Πέρσαι ψιλοί τε ὄντες καὶ τοξόται, οἷς μάλιστά ἐστι ῥᾳδία ἡ πρὸς τὰς δυσχωρίας μάχη, ῥᾷστά τε ἐκράτησαν αὐτῶν οὐ μόνον διὰ τὸ ἀόπλους ὄντας πόῤῥωθεν βαλλομένους πίπτειν, ἀλλὰ καὶ διὰ τὸ ἄηθες καταπλαγέντας τῶν βαρβάρων. καὶ πλείστους τε ἀπέκτειναν αὐτῶν καὶ εἷλον αἰχμαλώτους. ὅσοι δὲ ἠδυνήθησαν διαφυγεῖν τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ἐκλιπόντες, ὅπη γῆς ἐκρύπτοντο ἦσαν ἀφανεῖς. γυναῖκας δὲ καὶ παῖδας ἠνδραπόδισαν οἱ Πέρσαι, ὧν μέρος μέν τι οἱ ὁμόφυλοι ἐλύσαντο, ὅσοι μὴ προσκεκρουκότες ἦσαν βασιλεῖ, λύτρα παρασχόμενοι τοῖς Πέρσαις. ἔλυσε δὲ οὐκ ὀλίγους καὶ ὁ βασιλεὺς λύτροις, τῶν οἰκείων προσελθόντων καὶ δεηθέντων· ἔλυσε δ’ ἂν καὶ πλείους ἢ σύμπαντας, εἰ πρότερον προσῆλθον, ἕως ἔτι οἱ Πέρσαι συνείποντο μετὰ τῆς ἄλλης στρατιᾶς. ἐπεὶ δὲ μετὰ τὴν ἐκείνων ἀναχώρησιν προσῆλθον, ἔλυσεν ὁ βασιλεὺς πέμψας ὅσους μάλιστα ἐνῆν· τοὺς πλείους δὲ εἰς ἕω ἤγαγον ἐπὶ δουλείᾳ.
Chapter XXVCaput XXV
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:567Ῥωμαῖοι δὲ ἀνθρώπους μὲν οὐκ ἐξηνδραποδίζοντο. οὐδὲ γὰρ ἔξεστιν αὐτοῖς, εἰ μὴ ἀπὸ βαρβάρων εἶεν τῶν τῇ σωτῆρος Χριστοῦ ὑπὲρ ἡμῶν οἰκονομίᾳ μὴ πεπιστευκότων. βοσκημάτων δὲ ἐκράτησαν σχεδὸν ἀριθμὸν ὑπερβαινόντων, ἐπίπλων τε καὶ ἄλλων τινῶν χρημάτων οὐκ ὀλίγων. ἐλέγετο δὲ, καὶ ἦν ἀληθὲς, ὡς ὕστερον ἐξ αὐτῶν τῶν κακῶς παθόντων βασιλεῖ προσελθόντων, μετὰ τὴν συμφορὰν ἐκείνην τὴν μεγάλην ἀριθμούντων τὰ αὑτῶν, ἐγένετο καταφανὲς ὡς κρατήσειαν οἱ Ῥωμαῖοι κατὰ τὴν λείαν βοῶν μὲν τριάκοντα μυριάδων, πεντακισχιλίων δὲ ἵππων, προβάτων δὲ μυριάδων εἴκοσι καὶ ἑκατόν. τοσαῦτα δὲ ὄντα τὸ πλῆθος ἄγειν μὲν οὐκ ἠδύνατο ἡ στρατιὰ, ἀλλὰ τοὺς ἔχοντας μόνον ἀπελάσαντες, κατέλιπον φέρεσθαι ἀνόμευτα ὡς ἔτυχεν. αἵ τε πόλεις ὅσαι πρότερον κακῶς πάσχουσαι ἦσαν ὑπὸ Ἀλβανῶν, ἐξερχόμενοι ἦγον ὅσα ἕκαστος ἐβούλετο, κωλύοντος οὐδενὸς, αὐτοί τε οἱ ἔχοντες μετὰ τὸ ὑπὸ βασιλέα γενέσθαι καὶ ἐπαγγείλασθαι δουλείαν πολλῶν ἐγένοντο αὖθις κύριοι κατὰ νάπας καὶ τὰς φάραγγας εὑρόντες διεσκεδασμένα, ὠνήσαντό τε καὶ ἀπὸ τῆς στρατιᾶς πολλὰ, ὑπὲρ πεντακοσίων ἕνα παρέχοντες χρυσοῦν προβάτων, ὑπὲρ βοῶν δὲ ἑκατόν.
ἔθους δὲ ὄντος πρότερον τῇ στρατιᾷ ἐπειδάν τινος κρατήσωσι λείας ἢ πλείονος ἢ ἐλάσσονος, τὴν πέμπτην μοῖραν παρέχειν ἀριστεῖον βασιλεῖ, καὶ μετ’ ἐκεῖνον τῷ μεγάλῳ δομεστίκῳ ἴσην οἷα δὴ τῆς συμπάσης ἡγουμένῳ στρατιᾶς, τότε οὐδὲν ἐποίουν τῶν εἰωθότων. οὐδέ τις ἠνώχλει αὐτοῖς περὶ τῆς πέμπτης, ἀλλ’ ὥσπερ ἐξ ἀεννάων ποταμῶν ἐξῆν ἑκάστῳ ὅσων ἂν βούλοιτο κύριος γενέσθαι. τοιαῦτα μὲν Ἀλβανοὶ πρότερον τοὺς ἑσπερίους ἠδίκουν, τοιαύτην δὲ ἔδοσαν τὴν δίκην ὑπὲρ ὧν ἠδίκουν ὕστερον. πόλεις δὲ αἱ πρότερον πάσχουσαι κακῶς διπλῆς ἀπήλαυσαν εὐεργεσίας, ἐπηρείας τε τῆς παρὰ Ἀλβανῶν ἀπηλλαγμένοι καὶ τῆς βασιλέως ἀπολαύσαντες ἐπιδημίας καὶ προνοίας· ὃ μείζω καὶ λαμπροτέραν αὐτοῖς τὴν ἡδονὴν ἐποίει καὶ ἑορτὴν ἦγον τὴν πασῶν χαριεστάτην. ἀπὸ γὰρ τῶν Κομνηνοῦ τοῦ Μανουὴλ βασιλέως χρόνων ἄχρις Ἀνδρονίκου τῶν Παλαιολόγων τοῦ δευτέρου βασιλέως ἕτερος βασιλεὺς οὐκ ἐπεδήμησεν αὐτοῖς οὐδὲ προνοίας ἠξίωσε τοσαύτης. διὸ καὶ τὴν ἐπιδημίαν αὐτοῦ οὐχ ὡς τῶν ἐπιγείων τινὸς, τῶν κρειττόνων δὲ ἦγον.
PG 153:569τοὺς μὲν οὖν Πέρσας μετὰ τὸ καταδουλώσασθαι Ἀλβανοὺς ἀπέπεμπεν ὁ βασιλεὺς εἰς τὴν οἰκείαν, οἳ καὶ διὰ Θετταλίας καὶ Βοττιαίας εἰς Θεσσαλονίκην καταντήσαντες, ἐκεῖθεν ταῖς ναυσὶν ἐπεραιώθησαν πρὸς Ἰωνίαν. αὐτὸς δὲ διενοεῖτο ὡς εἰς Ἀκαρνανίαν ἐμβαλῶν. ἔτι δὲ κατὰ τὰ Βαλάγριτα διατρίβοντι λόγος Ἀκαρνάσι πολὺς ἐγίνετο περὶ αὐτοῦ. φήμη γὰρ διῄει ὡς αὐτοῖς ἐπιστρατεύσει. οἱ μὲν οὖν μὴ δέχεσθαι ταῖς πόλεσιν ἠξίουν, μηδὲ τῆς παλαιᾶς εὐνοίας τῆς πρὸς τοὺς Ἀγγέλους ἀποστάντας, πολὺν ἤδη χρόνον ἄρξαντας αὐτῶν, ὑπὸ βασιλεῖ ὑποχειρίους γίνεσθαι, ἀλλὰ τῇ δεσπότου Ἰωάννου γυναικὶ τῇ βασιλίσσῃ Ἄννῃ, ἣ πρωτοβεστιαρίου θυγάτηρ ἦν Ἀνδρονίκου τοῦ Παλαιολόγου, ὃν ἱστορήκαμεν τοῦ πρὸς ἀλλήλους τελευταίου τῶν βασιλέων πολέμου μάλιστα αἰτιώτατον γεγενημένον, καὶ Νικηφόρῳ τῷ ἐκείνου παιδὶ τὴν πίστιν τηρεῖν βεβαίαν. οἱ δὲ ἀντέλεγον, καὶ δεῖν ἐβουλεύοντο δέχεσθαι βασιλέα καὶ μὴ πόλεμον κινεῖν. προσχωρήσαντας γὰρ νῦν τῷ βασιλεῖ, τήν τε χώραν διατηρήσειν καὶ σφᾶς αὐτοὺς τῶν ἐκ τοῦ πολέμου ἀπειράτους κακῶν, καὶ βασιλίσσῃ καὶ Νικηφόρῳ τῷ ἐκείνης παιδὶ παρὰ βασιλέως τὰ συμφέροντα αἰτήσειν·
Caput LXXIII
ἐὰν δὲ καταστῶσι πρὸς τὸν πόλεμον, πρῶτον μὲν οὐ δυνήσεσθαι πρὸς βασιλέα ἀντισχήσειν, οὐ μόνον διὰ τὸ πολλὴν ἄγειν στρατιὰν, ἀλλ’ ὅτι καὶ ὁ ἀντιστρατηγήσων αὐτῷ καὶ πρὸς τὸν πόλεμον ἀντικαταστησόμενος οὐκ ἔστι, Νικηφόρου τοῦ δεσπότου παιδὸς οὔπω ἔτη ἑπτὰ γεγενημένου. εἰ δὲ καὶ ἀντιστῆναι δυνήσονται πρὸς χρόνον, οὐδὲν λυσιτελήσειν πλέον, ἢ ὅσον τῆς τε χώρας ἀναστάτου γινομένης καὶ τῆς στρατιᾶς διεφθαρμένης, τελευταῖον βασιλεῖ καὶ αὐτοὺς ὑπ’ ἀνάγκης προςχωρεῖν οὐκ ἐπὶ τοῖς αὐτοῖς ὥσπερ νῦν, ἀλλὰ χείροσι πολλῷ, ὀργῇ φερομένου βασιλέως πρὸς αὐτοὺς διὰ τὸν πόλεμον. τοιαῦτα δὲ αὐτοῖς ἐπῄει λέγειν, οὐ μόνον οἰομένοις ἑαυτοῖς τε καὶ τοῖς ἄλλοις τὴν βουλὴν λυσιτελεῖν, ἀλλὰ καὶ τὰ βασιλέως πράττουσιν ἀφανῶς, κρύφα διὰ γραμμάτων πρὸς αὐτοὺς διειλεγμένου καθ’ ὅσον χρόνον ἐληί̈ζετο καὶ ἐπόρθει Ἀλβανούς. οὕτω δ’ ἑκατέροις αὐτοῖς βουλευομένοις ἀλλήλοις ἐναντία ἐδόκει δεῖν καὶ βασιλίσσῃ τὴν βουλὴν ἀνατιθέναι ὡς ἅττα ἂν ἕλοιτο αὐτὴ, διαπραξομένων καὶ αὐτῶν. ἡ δὲ πρῶτα μὲν ὡμολόγει χάριτας αὐτοῖς πολλὰς, ὡς οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ καὶ αὐτῆς καὶ τοῦ παιδὸς πρόνοιαν ποιουμένοις.
PG 153:571συνεβούλευέ τε μὴ πρὸς βασιλέα πόλεμον κινεῖν ὡς οὐκ ἀπαλλάξοντας καλῶς, οἷα δὴ αὐτῆς μὲν οὔσης γυναικὸς, τοῦ παιδὸς δὲ νηπίου, αὐτῶν δὲ διὰ τὴν ἀναρχίαν στασιασόντων πρὸς ἀλλήλους καὶ διαφθαρησομένων· ἀλλὰ πρεσβείαν πρὸς βασιλέα πέμπειν, τοὺς συνετωτάτους ἑαυτῶν καὶ μάλιστα εἰδότας πράγμασι χρῆσθαι ἀπολεξαμένους, καὶ πρῶτα μὲν αἰτεῖν τὴν μεγάλου δομεστίκου θυγατέρα Νικηφόρῳ τῷ ἐκείνης παιδὶ κατεγγυᾷν· ἔπειτα, εἰ μὲν οἷόν τε ᾗ, αὐτονόμους ἐᾷν, τὴν ἰδίαν ἀρχὴν ᾗ βούλονται διοικεῖν αὐτοί· στρατιὰν δὲ παρέχειν ὅση πάρεστι πολεμησείουσαν οἷς ἂν κελεύοι βασιλεὺς, καὶ αὐτὸν ὁμοίως ἄν τις αὐτοῖς ἐπίῃ, συμμαχίαν πέμπειν. ἂν δὲ μὴ βούλοιτο ἐπὶ τούτοις βασιλεὺς, ἀλλ’ ὑφ’ ἑαυτῷ παντάπασι τὴν ἡμετέραν ποιεῖσθαι ἀρχὴν φιλονεικοίη, ὅσαπερ ἂν δοκοίη ἐμοί τε καὶ υἱῷ καὶ ὑμῖν λυσιτελεῖν αἰτησαμένους, τῆς ἀρχῆς καὶ τῶν πόλεων παραχωρεῖν καὶ μὴ διὰ φιλονεικίαν ἑαυτούς τε καὶ τὴν χώραν τοῖς ἐκ τοῦ πολέμου κακοῖς ἐσχάτοις περιβάλλειν. λγ. Τοιαῦτα μὲν βασίλισσα παρῄνει Ἀκαρνάσιν.
ἐπεὶ δὲ πλείους ἦσαν οἱ βουλόμενοι τὰ ἴσα, (ὀλίγοι γὰρ ἦσαν οἷς πρὸς βασιλέα πολεμητέα ἐδόκει εἶναι,) ἐπεψηφίζετο ἡ βουλὴ, καὶ πρεσβείαν ἀπελέξαντο ἑαυτῶν τοὺς μάλιστα συνετωτάτους, οἷς ἐπετέτραπτο πρὸς βασιλέα ἀπελθοῦσιν ἅττα ἂν μάλιστα συμφέρειν πᾶσι κοινῇ καὶ ᾖ δυνατὰ πράττειν. οἳ καὶ εἰς Βαλάγριτα ἐλθόντες προσεκύνησάν τε βασιλέα καὶ διειλέχθησαν περὶ ὧν ἧκον. βασιλεὺς δὲ τὸ μὲν Νικηφόρῳ τῷ δεσπότου παιδὶ τὴν μεγάλου δομεστίκου θυγατέρα πρὸς γάμον συνάπτειν, καὶ αὐτῷ εἶναι κατὰ γνώμην εἶπε, καὶ τὸν γάμον ἐπιτρέπειν· καὶ περιόντος γὰρ ἔτι δεσπότου τοῦ Νικηφόρου πατρὸς πρεσβείαν τούτου ἕνεκα πεπομφότος πρὸς αὐτὸν ἐπιτετραφέναι. βασιλίσσης τε τῆς ἐκείνου μητρὸς καὶ θυγατέρων πρόνοιαν τὴν προσήκουσαν ποιήσεσθαι, ἀποστάσης τῆς ἀρχῆς, ὥστε διάγειν ὅποι ἂν αὐτῷ βέλτιον δοκῇ. αὐτούς τε εὐεργετήσειν τιμαῖς τε καὶ προσόδοις ἐτησίοις ὧν ἂν ἕκαστος ἄξιος κριθῇ. αὐτονόμους δὲ αὐτοὺς ἔχοντας Ἀκαρνανίας τὴν ἀρχὴν, οὐκ ἂν παρόψεσθαι, ἀλλ’ ἐπιχειρήσειν παντὶ τῷ τρόπῳ καταδουλοῦν καὶ ὑπάγειν ἑαυτῷ.
PG 153:573καὶ βασιλέας γὰρ τοὺς αὐτοῦ προγόνους πολλὴν φροντίδα πεποιῆσθαι τοῦ Ἀκαρνανίαν ὑφ’ ἑαυτοὺς ποιεῖσθαι, ἀδίκως ἀποτετμημένην τῆς Ῥωμαίων ἡγεμονίας, τῶν πρώτως αὐτὴν ἀποστησάντων αὐθαδείᾳ καὶ ἀγνωμοσύνῃ τῇ πρὸς βασιλέα εἰς ἰδίαν ἑαυτοῖς ἀρχὴν περιποιησαμένων καὶ κρατυναμένων ἐπὶ χρόνον ἤδη συχνόν τινα διὰ τὸ βασιλέας εἰς ἐθνῶν τινων πολέμους ἑτέρους ἠσχολῆσθαι. νυνὶ δὲ αὐτὸν ἀμελήσαντα τῶν ἄλλων, ἐνθάδε ἥκειν. εἰ μὲν οὖν ἐθέλωσιν ἄνευ πόνων καὶ κινδύνων τὰς πόλεις αὐτῷ παραδιδόναι, αὐτόν τε πραγμάτων ἀπαλλάξειν καὶ σφίσιν αὐτοῖς αἰτίους γενήσεσθαι μεγάλων ἀγαθῶν· ἐὰν δὲ μὴ, ὡς πολεμήσοντας αὐτῷ παρασκευάζεσθαι ἀπελθόντας. βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπεν· οἱ πρέσβεις δὲ ὁρῶντες, ὡς εἰ μὴ πείθοιντο τοῖς βασιλέως λόγοις, οὐδενὸς ἑτέρου λειπομένου ἢ διαφθειρομένην ὑπὸ τοῦ πολέμου τὴν γῆν αὐτῶν ὁρᾷν, παρεσκευασμένης ἐσβαλεῖν οὔσης τῆς Ῥωμαίων στρατιᾶς, σφᾶς τε αὐτοὺς καὶ τὰς πόλεις συνέβησαν παραδιδόναι· καὶ μετ’ οὐ πολὺ βασιλέως ἐκεῖ γενομένου, αἵ τε πόλεις πᾶσαι προσεχώρησαν ἑκοῦσαι καὶ ἡ στρατιὰ ἅμα τοῖς δυνατοῖς τῶν Ἀκαρνάνων.
Caput LXXIV
βασιλεύς τε ἐπιδεικνύμενος πρὸς αὐτοὺς πολλὴν τὴν πρᾳότητα καὶ φιλοτιμίαν, οὐ μόνον τοὺς τῶν πόλεων δήμους κοιναῖς εὐεργεσίαις ἐθεράπευσεν, ἀλλὰ καὶ τοὺς δυναμένους παρ’ αὐταῖς τιμαῖς τε καὶ προσόδοις ἐτησίοις καὶ ἄλλαις ἠμείψατο εὐεργεσίαις. Νικηφόρῳ τε τῷ δεσπότου παιδὶ τὴν μεγάλου δομεστίκου κατηγγύησε θυγατέρα, πάντα τε διαθέμενος ὡς ἂν αὐτῷ ἔχειν ἄριστα ἐδόκει, τὰς πόλεις πάσας τῆς Ἀκαρνανίας περιῄει οὐ μόνον ἱστορίας ἕνεκα, οὔπω πρότερον ἑωρακὼς, ἀλλὰ καὶ προνοίας ἀξιώσων τῆς δεούσης. οἱ μὲν οὖν ἄλλοι πάντες ἠγάπων ὑπὸ βασιλέα τεταγμένοι. οἷς δὲ καὶ πρότερον ἐδόκει μᾶλλον ὁ πόλεμος αἱρετέος, οὐκ ἠνείχοντο εἰ μὴ νεωτερίζοιεν·
οἰόμενοι δὲ αὐτοῖς δύναμιν πρὸς τὸν πόλεμον παρέξειν τὸ Νικηφόρον τὸν δεσπότου παῖδα πρότερον ἐκθέσθαι, ὡς ἂν αὐτοί τε ὑπὲρ τοῦ παιδὸς δοκοῖεν πολεμεῖν, καὶ τοὺς ἄλλους πείθοιεν συναίρεσθαι, ὅταν καταστῶσιν εἰς τὸν πόλεμον, τὸν τοῦ παιδὸς ἔπεισαν παιδαγωγὸν Ῥιτζάρδον ἅμα καί τισιν ἑτέροις, Νικηφόρον τὸν δούκαν ὑπεκθέσθαι, καὶ παραλαβόντες νυκτὸς πλοίου τε τὸν Ἰώνιον περαιουμένου ἐπιβάντες, εἰς τὴν Τάραντος κρατοῦσαν πριγκίπισσαν διαφεύγουσι.
πυθόμενος δὲ τὸν δρασμὸν ὁ βασιλεὺς καὶ μήτε τῶν συνεσκευακότων τὴν ἐπιβουλὴν εἰδὼς, ἀνακαλεῖσθαί τε τὸν παῖδα ὢν οὐ δυνατὸς διὰ τὸ πολὺ Ἀκαρνανίας Τάραντα διεστηκέναι, ἐπ’ ὀλίγον ταῖς πόλεσιν ἐκείναις ἐνδιατρίψας καὶ πάσαις ἡγεμόνας ἐπιστήσας ἐφ’ ἑκάστῃ, τόν τε πρωτοστράτορα Συναδηνὸν ἐπὶ πᾶσιν ἀποδείξας στρατηγὸν καὶ τἄλλα πάντα ὡς ἂν αὐτῷ ἐδόκει διοικησάμενος, ἄρας ἐκεῖθεν ἦλθεν εἰς Θεσσαλονίκην, χαίρων ἅμα καὶ θεῷ τῆς εὐεργεσίας χάριτας ὁμολογῶν, ὅτι ὃ πολλοῖς ἀναλώμασι καὶ πόνοις ἐκ τῶν Ἀλεξίου τοῦ Ἀγγέλου χρόνων τῆς Ῥωμαίων ἀποτμηθὲν ἡγεμονίας οἱ τούτου πρόγονοι βασιλεῖς ἀνασώσασθαι οὐκ ἴσχυσαν, τούτῳ νῦν ἄνευ πολέμων καὶ κινδύνων παρέσχε κατορθῶσαι. Μιχαήλ τε γὰρ ὁ πρῶτος ἐκ Παλαιολόγων ἄρξας πολλὴν ἐνεδείξατο σπουδὴν Ἀκαρνανίας ἕνεκα καὶ Θετταλίας, καὶ στρατιὰν ἀπώλεσε πολλήν τε καὶ ἀγαθὴν πολλάκις καὶ θαυμασίους στρατηγοὺς Ἀκαρνάσι καὶ Θετταλοῖς πολεμῶν· καὶ μετ’ αὐτὸν Ἀνδρόνικος ὁ υἱός.
PG 153:575τούτῳ δὲ ὀλίγα πραγματευσαμένῳ καὶ οὐδὲν ὑποστάντι διὰ τὸν πόλεμον δεινὸν, οὐ μόνον Ἀκαρνανίαν, ἀλλὰ καὶ Θετταλίαν ἐξεγένετο παραστήσασθαι καὶ τῇ λοιπῇ συνάψαι ἡγεμονίᾳ τῇ Ῥωμαίων ἐπ’ ἔτεσι πολλοῖς ἀποτμηθέντα. ἐκεῖθεν δὲ οὐ πολὺ ὕστερον ἧκεν εἰς Ἀδριανούπολιν. διατρίβοντί τε ἐκεῖ ὁ τῶν Μυσῶν βασιλεὺς Ἀλέξανδρος ἔπεμψε πρεσβείαν ὧν πρὸς αὐτὸν ἐν Ῥωσοκάστρῳ περὶ τοῦ κήδους διειλέχθη λόγων ἂν ἀναμιμνήσκων, νυνί τε εἰ κατὰ γνώμην αὐτῷ εἴη τὴν ἐπιγαμίαν ποιεῖσθαι εἰδέναι ἀξιῶν. βασιλεῖ δὲ τοῦτο μὲν οὐκ ἦν καθ’ ἡδονήν. μᾶλλον γὰρ ἐβούλετο τὴν θυγατέρα οἴκοι διατρίβειν, ἢ Ἀλεξάνδρου τῷ υἱεῖ εἰς κοινωνίαν ἐκδιδόναι γάμου, τὴν παρὰ τοῖς βαρβάροις διατριβὴν εἰδὼς οὐκ ἐσομένην πρὸς ἡδονὴν τοῖς ἤθεσι καὶ νόμοις Ἑλληνικοῖς ἐντεθραμμένῃ καὶ βασιλικοῖς· τῷ κοινῷ δὲ Ῥωμαίων τὸν γάμον οἰόμενος τῆς θυγατρὸς λυσιτελεῖν, ὑπέσχετο ποιήσειν. οἱ μὲν οὖν Ἀλεξάνδρου τοῦ βασιλέως πρέσβεις πρὸς τὴν οἰκείαν ἐπανῆκον χαίροντες, ὅτι βασιλέα πεῖσαι ἠδυνήθησαν περὶ τοῦ κήδους. αὐτὸς δὲ βασιλεὺς ἐκ τῆς Ἀδριανοῦ πρὸς τὸ Βυζάντιον ἧκεν, ὡς τῆς θυγατρὸς ἐξαρτυσόμενος τοὺς γάμους. λδ.
Ὄντος δὲ ἤδη περὶ ἐκβολὰς τοῦ θέρους, ἠγγέλλετο ἐκ Τριγλείας τῆς πρὸς Ἑλλήσποντον, ὡς στρατιὰ Περσῶν πεζὴ ἐκ τῶν κατὰ τὴν ἕω πόλεων λογάδες, ὧν Ὀρχάνης ἐστὶ σατράπης, ἓξ καὶ τριάκοντα ναυσὶ πρὸς τὰ περὶ Βυζάντιον χωρία εἰσὶ παρεσκευασμένοι περαιοῦσθαι ἢ ταύτῃ καθ’ ἣν ἠγγέλλετο τὴν νύκτα ἢ ἐς τὴν ὑστεραίαν. εἶναι δὲ οὕτω παρεσκευασμένους ὡς οὐ ταχέως ἐπανήξοντας οὐδὲ λαθραίαν τὴν ἁρπαγὴν ποιησομένους, ἀλλ’ ἀναίδην καὶ μετὰ πολλοῦ τοῦ περιόντος ἅπαντα ληϊσομένους. παρασκευάσασθαι μὲν οὖν ἀντίῤῥοπον δύναμιν πρὸς τὴν Περσικὴν οὐκ ἐνῆν, οὐκ ἐνδιδόντος τοῦ χρόνου διὰ τὴν ταχεῖαν τῶν βαρβάρων ἔφοδον· ὅμως δὲ τὴν τότε παρατυχοῦσαν ἐν Βυζαντίῳ στρατιὰν εὐαρίθμητόν τινα οὖσαν τὸν μέγαν δομέστικον ἐκέλευεν ὁ βασιλεὺς παραλαβόντα, πρὸς τὰ περὶ Βυζάντιον χωρεῖν παράλια χωρία, τὴν ἔφοδον τῶν βαρβάρων περιμένοντα. αὐτὸς δὲ ὡς ἅμα ἐκ θαλάσσης ἐπιθησόμενος, ἐφώπλιζε τριήρεις. ὁ μέγας μὲν οὖν δομέστικος πρός τινι χωρίῳ Ἐννακόσια προσαγορευομένῳ ἐγκαθίδρυσε τὴν στρατιάν· κατασκόπους τε καταστήσας ἐφ’ ὅσα μάλιστα χωρία ἀπόβασιν ὑπώπτευε τῶν Περσῶν, διενυκτέρευεν ἐκεῖ.
Chapter XXVICaput XXVI
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:577περὶ δὲ ὄρθρον ἐκ τῶν κατασκόπων τινὲς ἀπήγγελλον, ὡς οἱ βάρβαροι τοῖς ἐκεῖ αἰγιαλοῖς τὴν ἀπόβασιν ἐποιήσαντο, καὶ τεκμήριον ἀληθὲς τῆς ἀγγελίας ἐποιοῦντο τὸ τραυματίαι γεγενῆσθαι παρ’ αὐτῶν. οἱ βάρβαροι δὲ οὐκ ἐφ’ ἑνὶ χωρίῳ προσέσχον πάντες, ἀλλ’ οὐ μακρὰν ἀλλήλων διεστηκότες, δύο ναυλοχίας ἐποιήσαντο· οἱ μὲν οὖν ἐκ τῆς μιᾶς μερίδος πρὸς ἕτερα ἐτράποντο χωρία, οἱ δὲ τῆς ἑτέρας ὥσπερ σκοπούς τινας ὀλίγους ἑαυτῶν προπέμψαντες, οἱ λοιποὶ συντεταγμένοι ᾔεσαν, ὡς διὰ τῶν χωρίων ἐκείνων ἐλευσόμενοι, οἷς ὁ μέγας δομέστικος ἐνήδρευεν. ὡς δὲ οἱ προτεταγμένοι ἐκεῖνοι ἐγένοντο πλησίον τῆς Ῥωμαίων στρατιᾶς, πλὴν ὀλίγων πάντες ἔπεσον, ἀπροσδοκήτοις ἐμπεσόντων· ὅσοι δὲ διεσώθησαν, εἰς τὴν αὐτῶν ἐλθόντες στρατιὰν, ἀπήγγελλον ὡς διαφθαροῖεν, στρατιᾷ περιτυχόντες ὀλίγῃ μὲν, ὡς ᾠήθημεν, (καθαρῶς οὐκ ἔχοντες διὰ τὴν νύκτα διαγνῶναι,) ἀγαθῇ δὲ καὶ τὰ πολέμια κρατίστῃ. ὃ δὴ καὶ οἱ τῆς Περσικῆς ἄρχοντες πυθόμενοι στρατιᾶς, παρεσκευάσαντο ὡς ἐπὶ μάχην.
ἐπιγενομένης δὲ ἤδη καὶ ἡμέρας, συνεπλέκοντο οἵ τε Ῥωμαῖοι καὶ οἱ βάρβαροι ἀλλήλοις καὶ ἀντέσχον μὲν ἐπὶ πολὺ, τῶν παρὰ Πέρσαις ἐπιφανῶν ὄντες καὶ γνωρίμων πάντες· ὅμως νικηθέντες κατὰ κράτος, πλὴν ἑπτὰ οἱ μὲν ἀπέθανον παρὰ τὴν μάχην, οἱ δ’ ἑάλωσαν. τῆ αὐτῆς δὲ ὥρας καὶ ὁ βασιλεὺς δυσὶ τριήρεσι παρέπλει, ἃς ἦν τῆς νυκτὸς πεπληρωκώς· ἕτεραι γὰρ οὐκ ἔτυχον οὖσαι πλώϊμοι. πυθόμενος δὲ ὡς οἱ μὲν τῶν βαρβάρων ἡττηθεῖεν παρὰ μεγάλου δομεστίκου καὶ τῆς στρατιᾶς, ἐπὶ δὲ τοὺς ἑτέρους ἤδη παρασκευάζονται χωρεῖν, ἀποβὰς τῆς τριήρεως, ἐπεὶ τῶν βασιλικῶν οὐ παρῆσαν ἵπποι, τοῦ μεγάλου δομεστίκου ἵππῳ ἐπιβὰς, ἄγων καὶ τὴν στρατιὰν ἐχώρει κατὰ τῶν Περσῶν σπουδῇ πολλῇ καὶ προθυμίᾳ. καὶ γενόμενος καθ’ ἃ οἱ Πέρσαι ἐληί̈ζοντο χωρία, συνέβαλλέ τε καὶ ἐνίκα κατὰ κράτος. πλὴν γὰρ ὀλίγων καὶ αὐτοὶ οἱ μὲν ἔπεσον κατὰ τὴν μάχην, οἱ δ’ ἑάλωσαν.
ὅσοι δὲ τὸ διαφθαρῆναι ἠδυνήθησαν διαφυγεῖν, παρὰ τὰς ναῦς τὰς ἑαυτῶν ἐλθόντες, μίαν μὲν ἐπλήρουν, δυσὶ δὲ ἑτέραις, τῇ μὲν ὀκτὼ, δέκα δὲ τῇ ἑτέρᾳ ἐπιβάντες, ἱστία τε ἄραντες καὶ πνεύματος εὐτυχηκότες ἐπιφόρου, παρὰ δόξαν διέφυγον τὸ ἀπολέσθαι, οὕτως ἄνωθεν τοῦ θεοῦ καὶ τὴν σωτηρίαν καὶ τὴν ἧτταν τοῖς βαρβάροις πρυτανεύοντος. αἱ γὰρ μετὰ βασιλέως ἐλθοῦσαι δύο τριήρεις, ἐπεὶ τὰς Περσικὰς εἶδον ἀραμένας πρὸς τὸ πέλαγος ἱστία ἐπὶ φυγῇ, τῇ εἰρεσίᾳ τὴν δίωξιν ἀπαγορεύσαντες διὰ τὸ μηκόθεν τὰς Περσικὰς ὁρᾷν ἐπιφόρῳ πνεύματι χρωμένας, αἴρειν ὥρμηντο ἱστία καὶ αὐτοί. ἅμα δὲ αἰρόντων, τῶν μὲν ἐῤῥάγησαν οἱ κάλω οἷς ἀνῆγον τὴν κεραίαν· τῶν ἑτέρων δὲ ἡ κεραία καταχθεῖσα κατέπεσεν ἐπὶ τοῦ καταστρώματος. καὶ οὕτως ἀπέσχοντο τὸ διώκειν ἀπειπόντες. αἱ λοιπαὶ δὲ πέντε τρεῖς καὶ τριάκοντα οὖσαι νῆες Περσικαὶ κατελείφθησαν ἐπὶ τοῦ αἰγιαλοῦ κεναί. βασιλεὺς δὲ μετὰ τῆς στρατιᾶς καὶ αἱ τριήρεις ηὐλίσαντο αὐτοῦ τὴν νύκτα σκυλεύοντες τοὺς νεκροὺς τῶν πολεμίων.
PG 153:579τῆς αὐτῆς δὲ νυκτὸς περὶ μέσην ἕτεροι βάρβαροι ἐννέα ναυσὶ, μηδὲν εἰδότες τῶν γεγενημένων, κατέπλεον ἐπὶ τοὺς αὐτοὺς αἰγιαλοὺς ὡς συμμίξοντες τοῖς ἄλλοις. ἀπροσδοκήτως δὲ ταῖς δυσὶ τριήρεσι περιπεσόντες τῶν Ῥωμαίων κατεπλάγησαν μὲν τῷ ἀδοκήτῳ· πλὴν διὰ τὴν ὀλιγότητα θαῤῥήσαντες αὐτῶν, συνεπλέκοντο πρὸς μάχην. καὶ παρ’ ὀλίγον μὲν ἦλθον τὰς τριήρεις διαφθεῖραι. ἐπέβησαν γὰρ οἱ βάρβαροι καὶ τῆς μιᾶς. πλὴν πρὸς ἀλκὴν τραπόμενοι οἱ τριηρῖται ἐνίκησάν τε καὶ πασῶν ἐκράτησαν Περσικῶν νεῶν, μιᾶς διαδρᾶναι δυνηθείσης. ἦσαν δὲ καὶ οὗτοι ὥσπερ καὶ οἱ πρότεροι λογάδες τῶν παρὰ Πέρσαις ὀνομαστοτάτων. ὅθεν καὶ οἱ στρατιῶται τοὺς ἁλόντας αὐτῶν πολλῶν ἔλυσαν χρημάτων ἐκ τῶν οἰκείων μεταπεμπομένους. οἱ μὲν δὴ βάρβαροι οὕτως ἀπώλοντο κακοὶ κακῶς. βασιλεὺς δὲ ἐπεὶ τὰ πρὸς τοὺς γάμους τῆς θυγατρὸς πάντα παρεσκευασμένα ἦν, ἄρας ἐκ Βυζαντίου, ἧκεν εἰς Ἀδριανούπολιν, ἐκεῖ τοὺς γάμους ἐκτελέσων. ἧκε δὲ καὶ ὁ τῶν Μυσῶν βασιλεὺς Ἀλέξανδρος ἄγων καὶ τὸν υἱὸν Ἀσάνην Μιχαὴλ, βασιλέα καὶ αὐτὸν κεχειροτονημένον ὑπ’ αὐτοῦ.
καὶ εὐλογίαι μὲν καὶ ὅσα ἱερῶς νενόμισται ἐπὶ τοῖς γάμοις ἔνδον ἐτελοῦντο τῆς πόλεως Ἀδριανοῦ· εὐωχίαι δὲ καὶ πότοι καὶ ὅσα πρὸς τέρψιν ἐξεύρηντο τῆς ἑορτῆς, παρὰ τοὺς τῆς Κομνηνῆς προςαγορευομένους λειμῶνας οὐ πολὺ τῆς πόλεως διεστηκότας παρὰ τὴν Τοῦντζαν ὠνομασμένον ποταμόν. ὀκτὼ δὲ ἡμέραις Ῥωμαίων τε καὶ Μυσῶν τοὺς τῶν σφετέρων βασιλέων γάμους συνεορτασάντων, τῇ ἐννάτῃ ἅμα ἕῳ βασιλεὺς Ἀλέξανδρος καὶ Μυσοὶ τὴν βασιλέως θυγατέρα, βασιλίδα δὲ αὐτῶν Μαρίαν τὴν Παλαιολογίναν παραλαβόντες, ἀνεχώρησαν εἰς τὴν Μυσίαν· εἵποντο δὲ αὐτῇ καὶ Ῥωμαίων ἐκ τῶν ἐπιφανῶν πολλοὶ ἄχρι Τρινόβου. ἐκεῖ δὲ ὑπολελειμμένων τῶν παρὰ βασιλέως τεταγμένων ἀεὶ τῇ θυγατρὶ συνεῖναι, οἱ λοιποὶ ἀνεχώρησαν ἐπ’ οἴκου.
PG 153:581μετὰ δὲ χρόνον οὐκ ὀλίγον οἱ παρὰ Ἀκαρνάσι μὴ βουλόμενοι δουλεύειν βασιλεῖ, ἀλλὰ καὶ τοὺς ἄλλους πρότερον ἐξορμῶντες πρὸς τὸν πόλεμον, καιρὸν ἑαυτοῖς πρὸς νεωτερισμὸν εἶναι τὴν βασιλέως ἀποδημίαν οἰηθέντες καὶ ἑτέρους προσεταιρισάμενοι πολλοὺς, Ἄρταν μὲν, ἣ τῆς Ἀκαρνανίας ὡς παρὰ κεφάλαιον τῶν πόλεών ἐστι, Νικόλαος ὁ Βασιλίτζης κατέσχεν, ἅμα Καβασίλᾳ ἀποστήσας βασιλέως, καὶ τὸν πρωτοστράτορα αὐτόθι διατρίβοντα εἰς δεσμωτήριον ἤγαγον ὑπὸ φρουρᾷ· Ἀλέξιος δὲ Καβασίλας τὴν Ῥωγώ. τεσσαράκοντα δὲ τῆς αὐτῆς συνωμοσίας ἕτεροι τὸ Θωμόκαστρον ὀνομαζόμενον παράλιον ὂν κατὰ τὴν θάλασσαν τὴν πρὸς Ἀδρίαν, τῶν ἄλλων ἁπάντων οὐκ ἀποστάντων βασιλέως, ἀλλὰ τὴν εὔνοιαν ἀκμάζουσαν τηρούντων. ἦσαν δὲ οὐκ ὀλίγαι πόλεις, τό,τε Μεσοπόταμον ὀνομαζόμενον, καὶ ὁ Σοποτὸς καὶ ἡ Χειμάῤῥα· πρὸς τούτοις τε τὸ Ἀργυρόκαστρον καὶ ἡ Πάργα καὶ ὁ Ἅγιος Δονάτος καὶ Ἀγγελόκαστρον καὶ Ἰωάννινα, ὅ,τε Εὐλοχὸς καὶ τὸ Βάλτον καὶ ἕτερ’ ἄττα φρούρια οὐκ ὀλίγα.
ἐκεῖνοι δὲ οἱ ἀποστάντες βασιλέως πρεσβείαν πρὸς πριγκίπισσαν τὴν Τάραντος δεσπότιν πέμψαντες, Νικηφόρον τε τὸν παῖδα ᾐτοῦντο δεσπότου ὡς σφῶν ἄρξοντα κατὰ πατρῷον κλῆρον, καὶ συμμαχίαν, μεθ’ ἧς καὶ τὰς ἄλλας δυνήσονται πόλεις ἀποστῆσαι βασιλέως, ἢ ἑκούσας προσχωρησάσας ἢ βιασάμενοι τοῖς ὅπλοις. πριγκίπισσα δὲ ἡδέως τε ἐδέξατο Νικηφόρον φυγόντα πρὸς αὐτὴν, (ἤλπισε γὰρ Ἀκαρνανίας κρατήσειν δι’ αὐτοῦ,) καὶ πάλιν ἐπεὶ ἐπύθετό τινας βασιλέως ἀποστάντας καὶ προσχωρήσαντας αὐτῷ, ἐξέπεμπε προθύμως, καὶ μίαν ἐκείνῳ τῶν θυγατέρων (δύο δὲ ἦσαν αὐτῇ) κατεγγυήσας συμμαχίαν τε παρασχομένη ὅση δυνατή. ἡ γὰρ πριγκίπισσα αὕτη δὴ ἀπόγονος οὖσα Βαλδουί̈νου, ὃς Βυζαντίου ἐβασίλευσεν ἐπὶ καιρὸν, καθ’ ὃν ὑπὸ Λατίνοις ἑάλω χρόνον, τόν τε πρόγονον ὡς βασιλέα Ῥωμαίων διεθρύλλει καὶ ἑαυτὴν βασιλίδα προσηγόρευε Ῥωμαίων ὡς ἀπόγονον ἐκείνου. διὸ καὶ διὰ σπουδῆς ἁπάσης ἐποιεῖτο μέρους ἄρξαι τινὸς τῆς ὑπὸ τοὺς Ῥωμαίων βασιλέας οὔσης ἀρχῆς.
Caput LXXV
οὗ δὴ ἕνεκα καὶ τότε Νικηφόρον ἐξέπεμπε διὰ σπουδῆς καὶ δύναμιν παρασχοῦσα ναυτικὴν, οἰομένη ἂν Ἀκαρνανίας αὐτὸς ἄρξῃ τῇ θυγατρὶ ἐκείνης συνοικῶν, τὴν ἐπιθυμίαν ἠνυκέναι, ὃς δὴ καὶ Θωμοκάστρῳ ἐνδιῆγεν ὄντι παραλίῳ. βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο περὶ τῶν κατὰ τὴν Ἀκαρνανίαν, στρατεύειν μὲν αὐτὸς οὐκ ᾤετο δεῖν τὸ νῦν ἔχον ἐπ’ αὐτοὺς, ἤδη περὶ ἐκβολὰς τοῦ φθινοπώρου ὄντος· Ἰωάννην δὲ Ἄγγελον τὸν πιγκέρνην ἅμα Μονομάχῳ ἐκέλευσεν ἀναλαβόντα στρατιὰν χωρεῖν ἐπὶ Ἀκαρνανίαν, κἀκεῖ διαχειμάζειν, ἅμα μὲν ταῖς ὑπὸ βασιλέα τελούσαις ἔτι πόλεσι δύναμιν παρέχοντας καὶ δέος τοῦ μὴ συναφίστασθαι ταῖς ἄλλαις· ἅμα δὲ καὶ τὰς ἀφεστηκυίας εἰ μὴ τελείως, ἀλλ’ ἐκ μέρους πολιορκήσοντας λεηλασίαις, ὡς ἂν ἅμα ἦρι βασιλεῖ ἐπιστρατεύσαντι ῥᾴδιαι εἶεν παραστήσασθαι, προτεταλαιπωρηκυῖαι τοῦ χειμῶνος καὶ πολλῶν ἀναπεπλησμέναι κακῶν ἐκ τοῦ πολέμου. πιγκέρνης μὲν οὖν κατὰ τὰ προστεταγμένα ὑπὸ βασιλέως ἅμα στρατιᾷ εἰς Ἀκαρνανίαν διαχειμάσας, τάς τε οὔσας ὑπηκόους βασιλεῖ πόλεις διεφύλαξε καὶ τὰς ἀποστάσας ἐκάκου. ἅμα δὲ ἦρι καὶ ὁ βασιλεὺς πανστρατιᾷ ἐπὶ Ἀκαρνανίαν ἦλθε.
PG 153:583καὶ τοὺς μὲν τῶν ἄλλων πόλεων δήμους καὶ τοὺς δυνατοὺς τῆς εἰς αὐτὸν εὐνοίας ἕνεκα ἠμείβετο πολλαῖς εὐεργεσίαις, τὴν στρατιὰν δὲ διελόμενος τριχῇ, τὰς ἀποστάσας πόλεις συντονώτατα ἐπολιόρκει. Θωμόκαστρον μὲν οὖν, ἔνθα καὶ Νικηφόρος διῆγεν ὁ δοὺξ, διέφερε ῥᾳδίως τὴν πολιορκίαν, ἅτε ἐξ ἠπείρου τῶν Ῥωμαίων μόνον πολιορκούντων· κατὰ γὰρ τὴν θάλατταν ὅσων ἐδεῖτο εἰσῆγέ τε καὶ ἐξῆγε, δύναμιν μὴ ἔχοντος βασιλέως ναυτικήν. Ἄρτα δὲ καὶ Ῥωγὼ οὖσαι ἠπειρώτιδες, πολλὴν ὑπέμενον τὴν ἔνδειαν ἐκ τῆς πολιορκίας, οὐδὲν πλέον δυνάμενοι ἐπεισάγειν πλὴν τῶν ἐπὶ τοῦ χειμῶνος πρὶν βασιλέα ἀφικέσθαι παρεσκευασμένων, καὶ φλαύρως εἶχον σίτου τε καὶ τῶν ἄλλων ἐπιτηδείων ἀπορίᾳ. καίπερ δὲ οὕτω πρὸς τὴν πολιορκίαν ἀνεπιτηδείως παρεσκευασμένοι, οὐδὲν μᾶλλον ὑφεῖσαν τῆς πικρίας, οὐδὲ ἠνείχοντο ἄχρι λόγων τὸ ὑπείκειν αὖθις βασιλεῖ· ἀλλὰ πάντα μᾶλλον ᾤοντο ὑπομενετέον εἶναι καὶ τῶν πρὸς τροφὴν ἀθεμίτων ἅπτεσθαι, ἢ παραδιδόναι βασιλεῖ τὰς πόλεις. βασιλεὺς δὲ Ἄρταν ἐπολιόρκει αὐτὸς παρών· καὶ τειχομαχίας τε ἐποιεῖτο καρτερὰς καὶ συνεχεῖς καὶ μηχανήματα πάντα, ἐξ ὧν ᾤετο παραστήσεσθαι, προσῆγεν.
Ἀρταῖοι δὲ πρωτοστράτορα μὲν τοῦ δεσμωτηρίου ἐκλαβόντες, ἐξέπεμψαν ὡς βασιλέα, εἴτε μή τι νεωτερισθείη παρ’ αὐτοῦ τινων δείσαντες συστάντων πρὸς αὐτὸν, εἴτε τι διανοηθέντες ἕτερον· αὐτοὶ δὲ ἀπὸ τῶν τειχῶν ἠμύνοντο καρτερῶς καὶ ἀπράκτους ἀπεδείκνυον πάσας μηχανὰς καὶ τειχομαχίας. τριβομένου δὲ τοῦ χρόνου κατὰ τὴν πολιορκίαν, (ἀπὸ γὰρ ἦρος μάλιστα ἀρχῆς ἄχρι ἐκβολῆς τοῦ θέρους ἐπολιορκοῦντο,) ἔγνω δεῖν ὁ βασιλεὺς Καβασίλᾳ εἰς Ῥωγὼ ἀπελθὼν δι’ ἑαυτοῦ διαλεχθῆναι, νομίζων πείσειν ὑπενδοῦναι τῆς φιλονεικίας καὶ τὴν πόλιν παραδοῦναι ἀμαχεί. ὁ δὲ τοσοῦτον ἐδέησε τοῦ πείθεσθαι αὐτῷ ὥστε καὶ ἠπείλησεν, ὡς εἰ συμβαίη καθ’ ἡντιναοῦν αἰτίαν βασιλέα ἐγκρατῆ Ῥωγοῦς γενέσθαι, κατακρημνίσειν ἑαυτὸν ἀπὸ τοῦ πύργου, ἵνα μὴ ζῶν ἁλοὺς, ἀναγκασθῇ δουλεύειν αὖθις βασιλεῖ. τοσοῦτον ἀπεχθείας αὐτῷ καὶ μήνιδος περιῆν. λε.
Chapter XXVIICaput XXVII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:585Ὁ μέγας δὲ δομέστικος μεμνημένος ὡς Καβασίλας οὑτοσὶ, ὅτε πρῶτον Ἀκαρνανίαν προσεποιήσατο αὑτῷ ὁ βασιλεὺς, πολλὰ αὐτοῦ πολλάκις ἐδεήθη τοῖς φίλοις συναριθμηθῆναι αὐτοῦ καὶ τοῖς οἰκείοις, καὶ πολλῆς ἀπέλαυσε προνοίας τῆς αὐτοῦ πεισθέντος πρὸς τὴν αἴτησιν, ἐλπίσας τέ τι ἐκ τῆς πρὸς αὐτὸν ἀνύσειν Καβασίλα φιλίας, τῶν οἰκείων ὀλίγους παραλαβὼν, ἦλθεν εἰς Ῥωγώ. Καβασίλας δ’ ἐπεὶ ἀπὸ τοῦ τείχους ἑώρα προσιόντα, πέμψας ἐδεῖτο, μὴ ἐγγὺς τειχῶν γενέσθαι. ἢ γὰρ ἀνάγκη συντυγχάνειν παρὰ γνώμην, (πεπεικέναι γὰρ ἑαυτὸν καθάπαξ ἀφίστασθαι Ῥωμαίων,) ἢ ἀπωθεῖσθαι· ὃ καὶ αὐτὸ παντὸς ἐπαχθέστερον κακοῦ, καὶ οὐχ ἥκιστα παντὸς ἀνιαρώτερον. ὁ μέγας δὲ δομέστικος οὐδὲν ἔφασκε τοὺς λόγους εἶναι πρὸς αὐτόν. αὐτὸς γὰρ ἐπαγγειλάμενος Καβασίλᾳ εἶναι φίλος, τὰ προσήκοντα φίλοις μὴ κατοκνεῖν ποιεῖν. ἂν δ’ αὐτὸς διωθῆται προσιόντα, τῇ σφετέρᾳ δόξῃ λυμανεῖσθαι, ἀγνώμονα περὶ τοὺς φίλους καὶ τὴν γνώμην εὐμετάβολον ἀποδεικνύντα ἑαυτὸν, καὶ ταῦτα πρότερον αὐτὸν δεηθέντα καὶ πείσαντα τοῖς φίλοις τοῖς ἐμοῖς καταγραφῆναι.
Caput LXXVI
Καβασίλας δὲ καὶ αὐτὸς διϊσχυρίζετο, μήτε βούλεσθαι, μήτε δύνασθαι τὴν πρὸς αὐτὸν φιλίαν ἀπειπεῖν, καὶ δεινὰ πάσχειν καὶ τῇ πρὸς αὐτὸν φιλίᾳ τυραννεῖσθαι, οὐ μετρίως ἀνιώμενον, ὅτι μὴ δι’ ἑαυτοῦ αὐτὸς, ἀλλὰ δι’ ἑτέρων τὸν παρόντα χρόνον ὁμιλεῖ. δεδοικέναι δὲ μὴ οὐχ οἷός τε ᾖ κρατεῖν ἑαυτοῦ, συγγενόμενος ἐκείνῳ, ἀλλὰ ταὐτὸν τοῖς μαινομένοις πάθῃ, οἳ ἥδονται κατακόπτοντες ἑαυτοὺς, ἀγνοοῦντες ὅ,τι πάσχουσι διὰ τὴν νόσον. τούτου μὲν οὖν ἕνεκα ὁ μέγας δομέστικος εἶπεν ἐπαινῶ, ὅτι φιλίας ἥττησαι τοσοῦτον, ἧς ἥδεται ἡττώμενος πᾶς τις σωφρονῶν. εἰ δέ σοι φορτικὸν καὶ ἐπαχθὲς τὸ τελείως ἐμοὶ συνελθεῖν, ἀλλὰ τό γε δεύτερον, παρὰ τὴν γέφυραν ἐλθὲ τοῦ ποταμοῦ, ὡς ἂν ἐξ ἑκατέρου μέρους ὁμιλήσαντες ἀλλήλοις, ἐμοί τε τὸ σοὶ ὡμιληκέναι, καὶ σοὶ τὸ μὴ ἐγγὺς ἐμοῦ γενέσθαι, ὃ μάλιστα δέδοικας, περισώζοιτο. ἐπεὶ δὲ ἧκε παρὰ τὴν γέφυραν πεισθεὶς, ἄλλα τε διειλέχθησαν ὅσα τις ἂν εἴποι πρὸς ἄνδρα φίλον, καὶ περὶ τῆς ἀποστασίας τῶν πόλεων ὁ μέγας δομέστικος αὐτοῦ κατηγόρει ὡς αἰτιωτάτου μάλιστα γεγενημένου.
ἐφ’ οἷς ἀπελογεῖτο καὶ αὐτὸς ὡς λυσιτελοῦντα δράσειεν ἑαυτῷ τε καὶ τοῖς ἄλλοις Ἀκαρνάσι τῆς δουλείας αὐτοὺς ἐλευθερῶν Ῥωμαίων, καὶ τὴν πάτριον αὐτοῖς τῶν Ἀγγέλων ἀρχὴν ἐπανασώζων. Τοιαῦτα καὶ ἕτερά τινα διαλεχθέντες, ὁ μὲν εἰς τὸ στρατόπεδον, ἐς τρίτην ἡμέραν αὖθις ἥξειν ἐπαγγειλάμενος, ὁ δ’ εἰς τὴν πόλιν, τὴν δευτέραν συντυχίαν ἀπειπάμενος, διελύοντο. ἐς τρίτην δὲ ἡμέραν ὁ μέγας δομέστικος αὖθις ἦλθεν εἰς Ῥωγὼ ἐπὶ τῷ Καβασίλᾳ αὖθις συγγενέσθαι. ὁ δ’ ἀναβαλλόμενος ἐπὶ μικρὸν, ἐπεὶ οὐκ ἀφιστάμενον ἑώρα, ἐξελθὼν καὶ αὖθις, τήν τε γέφυραν διαβὰς, εἰς ἓν αὐτῷ συνῆλθεν. ἐφ’ ἱκανόν τε ὁ μέγας δομέστικος αὐτῷ διαλεχθεὶς, πεῖσαι μὲν οὐκ ἴσχυσε προσχωρῆσαι βασιλεῖ καὶ τὴν πόλιν παραδοῦναι· ὅμως δὲ διέσεισεν αὐτοῦ τοὺς λογισμοὺς τοῦ μὴ τῶν ἀπηγορευμένων παντάπασι τὸ ὑπὸ βασιλέα οἴεσθαι τελεῖν, μηδ’ αἱρετώτερον ἡγεῖσθαι τῆς δουλείας τὸ ἀποθνήσκειν πολιορκουμένους. συνταξάμενος δὲ αὐτῷ καὶ αὖθις ἥξειν προειπὼν μετ’ οὐ πολὺ, ὁ μὲν εἰς τὸ στρατόπεδον, ὁ δὲ εἰς τὴν πόλιν ἀνεχώρησαν.
PG 153:587μεθ’ ἡμέρας δέ τινας καὶ αὖθις προσελθὼν καὶ συνδιημερεύσας αὐτῷ ἔξω γενομένῳ τῶν τειχῶν, ἔπεισε προσχωρῆσαι βασιλεῖ καὶ τὴν πόλιν παραδοῦναι. ἐπεὶ δὲ εἶχε πεπεισμένον, αὐτὸν μὲν ἐν Ῥωγοῖ κατέλιπεν αὖθις· αὐτὸς δὲ πρὸς βασιλέα παρὰ τὴν Ἄρταν ἐστρατοπεδευμένῳ ὅτι παραδιδοίη Καβασίλας Ῥωγὼ ἀπαγγελῶν ἐχώρει. ὁδεύοντι δὲ αὐτῷ, ἐπεὶ ἐγένετο κατά τινα πηγὴν ψυχρὸν ἅμα ῥέουσαν καὶ διειδὲς καὶ ἥδιστον πιεῖν, ἐδόκει δεῖν τῶν ἵππων ἀποβάντας, ἄριστον ἑλέσθαι, καὶ ἀποβάντες κατεκλίνοντο. μετὰ μικρὸν δὲ καὶ ὁ Καβασίλας σπουδῇ ὡρᾶτο προσελαύνων, καὶ ἐπειδὴ ἐγγὺς ἦν, πρίν τι φθέγξασθαι αὐτόν·
οἴομαι ὁ μέγας δομέστικος εἶπε σοὶ τῶν ἑταίρων μεμφομένων καὶ πολλὴν κατηγορούντων εὐκολίαν ὅτι πρὸς ἐμὲ πολέμιον δοκοῦντα εἶναι, μηδὲν ἔχων ἐνέχυρον ἀσφαλείας, ἀπερισκέπτως οὕτω τὸ δοκοῦν φοιτᾷς, βουληθεὶς ἔργοις ἀποδεῖξαι ὡς οὐκ ἀμαθῶς οὐδὲ θρασέως, ἀλλ’ εὖ εἰδὼς ᾧτινι πιστεύεις σεαυτὸν, τὰ δέοντα ποιεῖς, ἐκείνους μὲν καταλιπεῖν ἀνόητα ἐνθυμουμένους, παρ’ ἡμᾶς δὲ ἥκειν, οὓς κέκρικας τῶν ἄλλων μᾶλλον πιστοτέρους. ὁ δ’, εἰ μὴ πρῶτος, ἔφασκεν, αὐτὸς ἀφῖκτο μετὰ τοὺς ἐκεῖ ῥηθέντας λόγους, οὐ πιστεῦσαι ἂν ῥᾳδίως μή τινα τῶν λόγων ἐκείνων ἄγγελον ἐλθεῖν. τούτων γὰρ αὐτῶν ἡμῖν πρὸς ἀλλήλους εἰρημένων, καταλιπὼν αὐτοὺς, ἥκω παρὰ σέ· αὐτὸς δ’ ἂν εἰδείης ὅ,τι πράττειν βέλτιον ἐμὲ, καὶ ἢ πρὸς βασιλέα ἥκειν ἅμα σοὶ, ἢ ἐνταῦθα μένειν, ἄχρις ἂν αὐτὸς κελεύῃς. ἐγὼ γὰρ, εὖ ἴσθι, βασιλεῖ μὲν οὐκ ἄν ποτε προσεχώρησα, ἀλλ’, ὅπερ ἔφην πρὸς ἐκεῖνον, μᾶλλον ἂν ἀποθανεῖν εἱλόμην, ἢ ἐκείνῳ ὑποχείριος γενέσθαι·
Caput LXXVII
τῆς σῆς δὲ φιλίας ἡττῆσθαι παρὰ πολὺ ὁμολογῶ, καὶ τούτου γε ἕνεκα ἐμαυτόν τε καὶ πολίτας ἐγκεχειρικέναι τοὺς ἐμοὺς, ὥσθ’ ἅ σοι κατὰ γνώμην, ἐξεῖναι πράττειν περὶ ἡμᾶς. Ὁ μέγας δὲ δομέστικος πολλὴν αὐτῷ τῆς εἰς αὐτὸν εὐνοίας χάριν ὁμολογήσας, εἰς Ῥωγὼ ἐκέλευεν αὖθις ἐπιέναι, ὡς τὴν ὑστεραίαν αὐτοῦ μετὰ τῶν βασιλικῶν ἀφιξομένου δωρεῶν καὶ αὐτόν τε καὶ τοὺς ἄλλους παραληψομένου. ὁ δὲ πεισθεὶς αὖθις ἐπανῆλθεν εἰς Ῥωγώ. ἐκεῖθεν δὲ ὁ μέγας δομέστικος εἰς βασιλέα ἐλθὼν καὶ περὶ Καβασίλα καὶ Ῥωγοῦς ὡς προσεχώρησαν ἀπαγγείλας, ἐπιτραπείς τε παρ’ ἐκείνου ὅσα ἂν ᾖ δίκαια καὶ συμφέροντα εὐποιί̈ας ἕνεκα πράσσειν πρὸς αὐτοὺς, εἰς τὴν ὑστεραίαν αὖθις εἰς Ῥωγὼ ἐλθὼν, εἰςεδέχθη τε παρὰ τῶν Ῥωγίων τὴν πόλιν παραδόντων, καὶ αὐτὸς ἑκάστῳ κατ’ ἀξίαν τὰς βασιλέως παρέσχετο εὐεργεσίας· συμπαραλαβών τε αὐτῶν τοὺς μάλιστα ἐν λόγῳ Καβασίλαν τε, σὺν αὐτοῖς βασιλέα ἧκε. προσκυνήσασί τε αὐτοῖς καὶ ὡμολογηκόσι τὴν δουλείαν καὶ ὁ βασιλεὺς ἠμείβετο λόγοις ἡμέροις καὶ προσηνέσι καὶ τῆς πρὸς τὰ βελτίω μεταβολῆς ἐπῄνει καὶ πρὸς εὔνοιαν μάλιστα προσήγετο.
Chapter XXVIIICaput XXVIII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:589Καβασίλας δὲ τοῖς μὲν ἄλλοις ἔφασκε προσήκειν τοὺς πρὸς βασιλέως εἰρημένους λόγους, αὐτῷ δὲ μή. εἰ γάρ τι καὶ εἴργασται τῶν κατὰ γνώμην βασιλεῖ, οὐκ ἐκείνῳ μᾶλλον ἢ μεγάλῳ δομεστίκῳ λογίζεσθαι τὴν χάριν. ἐκεῖνον μὲν γὰρ, ὥσπερ ἔπεισέ τε ἐξ ἀρχῆς αὐτὸν καὶ πρὸς βασιλέα εἰς Ῥωγὼ ἐλθόντα εἶπεν, ὡς μᾶλλον ἂν ἕλοιτο ἀποθανεῖν ἢ ὑπὸ βασιλέα γενέσθαι αὖθις, τὴν ἴσην καὶ ὁμοίαν γνώμην ἐσχηκέναι ἄχρι προτεραίας. ἀγνοεῖν δὲ ὅπως τοῖς μεγάλου δομεστίκου λόγοις κατάκρας ἡττηθεὶς, τἀναντία πράξαι ὧν προείλετο· ἐκεῖνο δὲ εἰδέναι μόνον σαφῶς, ὡς δεσμώτης ἀχθείη τοῖς ἐκείνου λόγοις, γνώμην τε ἀντὶ τῆς προτέρας ἐσχηκέναι νῦν, ὡς οὐδ’ ἂν εἴ τι καὶ γένοιτο, ἕως ἂν περιῇ, τῆς πρὸς αὐτόν τε βασιλέα καὶ τὸν μέγαν δομέστικον εὐνοίας ἀποσταίη. Τοιαῦτα Καβασίλα εἰπόντος, τοὺς λόγους ἐπαινέσας ὁ βασιλεὺς, λόγοις τε ἠμείβετο πολλοῖς τὴν πρᾳότητα ἐπιδεικνύμενος καὶ τὴν εὐμένειαν τὴν πρὸς αὐτὸν, καὶ τῷ μεγάλου κονοσταύλου ἀξιώματι ἐτίμα, καὶ τοὺς ἄλλους ἀναλόγως.
οἱ πολιορκούμενοι δὲ κατὰ τὴν Ἄρταν Καβασίλαν καὶ Ῥωγίους ὁρῶντες προσκεχωρηκότας βασιλεῖ, ὕβριζόν τε εἰς αὐτοὺς ὡς προδότας τῶν κοινῇ λυσιτελούντων καὶ ἰδίων ἕνεκα κερδῶν τὰ κοινῇ συμφέροντα προϊεμένους, καὶ πολλὴν κατεγίνωσκον τὴν μοχθηρίαν καὶ τὴν φαυλότητα αὐτοῖς τῶν τρόπων. ἦσάν τε οὕτω παρεσκευασμένοι ὡς οὐκ ἐνδώσοντες πρὸς τὴν πολιορκίαν οὔτε φόβῳ τῶν ἐκ τοῦ πολέμου κακῶν οὔθ’ ὑποσχέσεσι μυρίων ἀγαθῶν. λ. Οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις μετὰ τὸ Ῥωγίους προσχωρῆσαι παρὰ τὰς πύλας Ἄρτας ὁ μέγας δομέστικος προσελθὼν, εἰς λόγους ἐλθεῖν ᾐτεῖτο Βασιλίτζῃ ἐπιτροπεύοντι αὐτῆς. ἐλθόντι δὲ καὶ αὐτῷ πρὸ τῶν πυλῶν, οὐ δέον ἔφασκεν αὐτοὺς νοῦν ἔχοντας καὶ λογισμοῖς χρωμένους, οὕτω φέρεσθαι ἀλόγως, ὥστε μήτε πρότερον βουλεύσασθαί τι τῶν δεόντων, καίτοι παραινοῦντος καὶ ἐμοῦ, μήθ’ ὕστερον μεταβάλλεσθαι μετὰ τὴν πεῖραν τῶν δεινῶν.
PG 153:591εἰ γὰρ, ὅτε πρῶτον πρὸς ὑμᾶς ἥκομεν, πρὶν ἄρξασθαι πολιορκίας, ἐμοὶ παραινοῦντι τὰ δέοντα ἐπείθεσθε, αὐτοί τε ἂν ἦτε τῶν ἐκ τῆς πολιορκίας κακῶν ἀπηλλαγμένοι, ἥ τε χώρα ἄτμητος ἔτι οὖσα διεσώζετο ἂν ὑμῖν, ἀφ’ ἧς αὐτοί τε οἱ δυνατοὶ εἴχετε πολλὰς προσόδους καὶ ὁ δῆμος ἀφθόνων ἀπέλαυε τῶν ἐπιτηδείων. νυνὶ δὲ ὑμᾶς τε αἱ πρόσοδοι ἐκλελοίπασι, διεφθαρμένων τῶν κτημάτων, καὶ ὁ δῆμος ἐνδείᾳ κινδυνεύει ἀπολέσθαι. ταῖς γὰρ ἠπειρώτισι ταύταις πόλεσιν, ἂν τὴν χώραν ὑπὸ τοῦ πολέμου ἢ ἑτέρου ὁτουοῦν συμβαίη ἀπολέσθαι, ἑτέρωθέν ποθεν οὐ ῥᾴδιόν ἐστιν ἰάσασθαι τὴν ἔνδειαν. καίτοι εἴγε μάλιστα ἐνῆν τρόπῳ δή τινι ἀναστήσαντας ἡμᾶς ἐκ τῆς πολιορκίας διάγειν ἐν ἀδείᾳ, οὐδ’ οὕτω λυσιτελούντως σφίσιν αὐτοῖς ἂν ἐδοκεῖτε βεβουλεῦσθαι παρὰ σωφρονοῦσι διὰ τὴν γεγενημένην βλάβην· νυνὶ δὲ συμβαίνει δεινότερα πείσεσθαι προσδοκᾷν ὑπαρξάντων. οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν, εἰ μή τι παράλογον ἐξ οὐρανοῦ πρὸς σωτηρίαν ὑμῖν πραχθείη, ὃ τοῦ πολιορκεῖν ἡμᾶς πείσει ἀποσχέσθαι, ὥστε εἰκὸς πρὸς τῇ χώρᾳ καὶ τὴν πόλιν ὑμᾶς προσαπολεῖν.
Caput LXXIX
θαυμάζω δὲ ὑμῶν, εἰ τοῖς αὐτοῖς ἢ καὶ μείζοσι κακοῖς ἐνεχόμενοι Ῥωγίοις καὶ μέλλοντες ὑπ’ ἀνάγκης ὅσον οὐδέπω βασιλεῖ προσχωρεῖν αὐτοὶ, οὐ μόνον οὐκ ἐπαινεῖτε ὡς καλῶς καὶ συμφερόντως ἑαυτοῖς βεβουλευμένους, ὅτι πρὶν εἰς ἔσχατον κινδύνου ἥκειν σωτηρίαν καὶ ὠφέλειαν ἐπορίσαντο ἑαυτοῖς ἐκ τῆς μεταβολῆς, ἀλλὰ καὶ ὕβρεις καταχέετε αὐτῶν πολλὰς, ὅτι οὐ τῆς αὐτῆς ὑμῖν ἀβουλίας εἵλοντο εἶναι κοινωνοί. καίτοι σκέψασθε ὡς οὔτε δίκαια οὔτε συμφέροντα οὔθ’ ἑαυτοῖς οὔτε τοῖς ἄλλοις Ἀκαρνάσιν αὐτοὶ ποιεῖτε τῆς αὐτῆς ἐχόμενοι ἐννοίας. αὐτοί τε γὰρ ἀπολώλατε διαφθαρέντες ὑπὸ τοῦ πολέμου, καὶ ταῖς ἄλλαις πόλεσι βλάβης οὐ μετρίας αἴτιοι κατέστητε, καίτοι γε ὑμῖν βασιλέως οὐ συναποστάσαις. στρατιὰ γὰρ ἐπὶ ξένης διατρίβουσα καὶ μάλιστα τοσαύτη τὴν μὲν πολεμίαν κείρει ἀφειδῶς· ἐκ δὲ τῆς συμμαχίδος καὶ οἰκείας τρεφομένη, λιμὸν αὐτῇ αἰφνίδιον ἐπάγει. ἀδικεῖτε δὲ τὰ ἔσχατα, ἀντὶ τῆς Ῥωμαίων βασιλείας, ἣ σχεδὸν αὐτοῖς ἐκ τῶν Καίσαρος χρόνων πάτριός ἐστι, τὴν Ταραντίνων αὐτοῖς ἀνθρώπων βαρβάρων ἐπάγοντες ἀρχήν.
PG 153:593Νικηφόρος γὰρ, ὑπὲρ οὗ μάλιστα αὐτοὶ οἴεσθε τὸν πόλεμον αἱρεῖσθαι, οὔθ’ ὑμῖν οὔθ’ ἑαυτῷ οἷός τέ ἐστιν ἐξαρκεῖν πρὸς τὴν ἐλευθερίαν· ἀλλὰ Ταραντίνοις προσφυγὼν, τῇ ἐκεῖθεν οἴεται δυνάμει Ἀκαρνανίας βασιλέα ἐξελάσειν. τοῦτο δὲ οὔτε δυνήσεσθαι οἴεσθαι αὐτὸν εἰκὸς, οὔτ’ εἰ δυνήσεται, ἄνευ πόνων μεγάλων καὶ κινδύνων. τοὺς οὖν πόλεμον τοιοῦτον ὑπὲρ ὑμῶν πρὸς βασιλέα ἀναδεξαμένους, εἰ κρείττους δυνήσονται γενέσθαι, οὐκ οἴεσθε ὑμᾶς τῆς ἀρετῆς ἆθλον καὶ τῶν ἀγώνων σχήσειν τῶν πολλῶν; οὐκ ἄρα δόξετε ὀρθῶς φρονεῖν. ἐγὼ δὲ, εἰ καὶ καθ’ ἑαυτοὺς ὑμεῖς Ἀκαρνανίας τὴν ἀρχὴν Νικηφόρῳ ἠδύνασθε περιποιεῖν, ἀδικοῦντας ἂν τὰ μέγιστα βασιλέα ἀπέφηνα ὑμᾶς. Ἀγγέλους γὰρ οὐκ ἀπὸ βαρβάρων Ἀκαρνανίαν ἐλευθερώσαντας κτήσασθαι συνέβη τὴν ἀρχὴν, ἀλλ’ ὑποχειρίους ὄντας Ῥωμαίων βασιλεῦσι καὶ παρ’ ἐκείνων ἐτήσιον ἀρχὴν τῆς χώρας ἐπιτετραμμένους, σφετερίσασθαι τὴν ἀρχὴν διὰ τὸν ἐπενεχθέντα τότε παρὰ Λατίνων Ῥωμαίοις πόλεμον· ὧν δὴ τοῦ κρείττονος συγχωρήσει Βυζαντίου κρατησάντων καὶ Θρᾴκης ἁπάσης καὶ τῶν κατὰ Μακεδονίαν πόλεων πολλῶν, βασιλεία μὲν ἡ Ῥωμαίων ὑπεχώρησε πρὸς ἕω·
Ἀκαρνανίας δὲ τὴν ἀρχὴν Ἄγγελοι προςεποιήσαντο ἑαυτοῖς καὶ ἄλλοι ἄλλας τῶν ἑσπερίων ἐπαρχιῶν, ὧν ἕκαστοι ἔτυχον ἐπιτροπεύοντες, διὰ τὸ βασιλεῦσι Ῥωμαίων δίοδον οὐκ εἶναι πρὸς αὐτοὺς διὰ Θρᾴκης καὶ Μακεδονίας οὐσῶν ὑπὸ Λατίνοις. ὕστερον δὲ ἔτεσι πολλοῖς ὑπὸ τῶν Παλαιολόγων ἰθυνομένης τῆς Ῥωμαίων βασιλείας, Λατίνους μὲν αὖθις, τοῦ θεοῦ συναιρομένου, τῆς Ῥωμαίων ἐξήλασαν ἡγεμονίας καὶ Ἀσίαν καὶ Εὐρώπην, ὅσης ἦρχον, εἰς ἓν συνῆψαν· Ἀκαρνανίαν δὲ Ἀγγέλους ἀπαιτοῦντες, οὐκ ἠδύναντο ἀπολαβεῖν, ἀλλ’ ἄδικα καὶ βίαια ποιοῦντες, ἀπεστέρουν καὶ στρατιὰν πολλάκις ἐπ’ ἐκείνους πέμψασιν ὅπλα ἀντῄροντο καὶ τοὺς περιοίκους συμμάχους ἐπήγοντο βαρβάρους. τὸν βασιλεύοντα δὲ νυνὶ ἐπιστρατεύοντα ὑμῖν καὶ τῇ ἄνωθεν ἐπικουρίᾳ δουλωσάμενον οὐκ ἀδικεῖν ἄν τις φαίη τὴν ἑτέρων παραιρούμενον ἀρχὴν, ἀλλὰ μάλιστα τὰ δίκαια ποιεῖν ἀπολαμβάνοντα τὴν πατρῴαν. εἰ γὰρ Νικηφόρῳ δίκαιον τὸ ἐκ προγόνων οὐ πολλῶν ὄντων τὴν ἀρχὴν κατάγεσθαι, πολλῷ μᾶλλον βασιλεῖ τῶν ἐξ ἀρχῆς βασιλευσάντων Ῥωμαίων ὄντι ἀπογόνῳ κατὰ τὸν λόγον τῆς διαδοχῆς.
εἰ δὲ τὸ τοῦ χρόνου μῆκος ἀξιόχρεων δοκεῖ πρὸς δικαίωσιν ὑμῖν, ἴστε τἀναντία λογιζόμενοι τῶν ὄντων· μᾶλλον γὰρ διὰ τοῦτο δίκης ἄξιοι, ὅτι τοσοῦτον χρόνον ἠδικεῖτε. εἰ οὖν μηχανῇ τε οὐδεμιᾷ τὸ ἁλῶναι οὐ δύνασθε διαφυγεῖν, εἴ τε καὶ δύναμις ὑμῖν παρῆν Ἀκαρνανίας βασιλέα ἐξελαύνειν, τὸ ἀδικεῖν οὐκ ἂν ἦν διαφυγεῖν, τί δεῖ ἀνήνυτα πονοῦντας τὴν κακοπραγίαν ἐπιτείνειν ἑαυτοῖς, καὶ μὴ πειθομένους ἐμοὶ τὰ βελτίω συμβουλεύοντι, σφίσι μὲν αὐτοῖς αἰτίους γενέσθαι μεγάλων ἀγαθῶν, ἡμᾶς δὲ ὀλίγου πόνου ἀπαλλάξαι, ὃν ὑπομενοῦμεν ὑμᾶς καταστρεφόμενοι. ὅτι δὲ ἡ ἐμὴ παραίνεσις συμφέρουσα ὑμῖν, ἔξεστι χρήσασθαι συμβούλοις τοῖς συγγενέσι καὶ ἑταίροις ὑμῶν Ῥωγίοις, οἳ ἐμοὶ πάντα ἀναθέμενοι τὰ κατ’ αὐτοὺς, ὅσης ἀπήλαυσαν εὐνοίας καὶ προνοίας τῆς πρὸς βασιλέως, μαρτυρήσουσιν αὐτοί. εἰ οὖν καὶ ὑμεῖς τὰ ὑμέτερα ἀνάθησθε ἐμοὶ, εἴσεσθε καλῶς ὡς ἀληθεῖ καὶ δικαίῳ καὶ δυναμένῳ εὖ ποιεῖν ἐπιστεύσατε ἀνδρί. ἀπολογίαν μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις ἀπαιτεῖν οὐ δίκαιον νυνὶ, τῶν πλειόνων τε ἀπόντων καὶ ὑμῶν ἀμελετήτων πρὸς τοὺς λόγους ὄντων·
Chapter XXIXCaput XXIX
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:595ἐκκλησίαν δὲ ἀθροίσαντες καὶ βουλευσάμενοι περὶ τῶν δεόντων, ἐς τὴν ὑστεραίαν, εἰ δοκεῖ, ἀπόδοτε τὸν λόγον. Ὁ μὲν οὖν εἰπὼν τοιαῦτα πρὸς Ἀρταίους, ἀνεχώρησεν εἰς τὸ στρατόπεδον, Καβασίλαν καὶ τοὺς ἄλλους Ῥωγίους διαλέγεσθαι αὐτοῖς καταλιπὼν, ὡς ἂν ὑπ’ ἐκείνων μάλιστα ἐνάγοιντο προσχωρεῖν τῷ βασιλεῖ. Ἀρταῖοι δὲ ἐκ τῶν πυλῶν ἀναχωρήσαντες, ἐκκλησίαν ἐποιοῦντο· καὶ ἐπεὶ ἐφαίνετο αὐτοῖς τὰ πράγματα εἰς τέλος ἥξοντα οὐκ ἀγαθὸν, ἐδέδοκτο διὰ μεγάλου δομεστίκου προσχωρεῖν τῷ βασιλεῖ. καὶ ἐς τὴν ὑστεραίαν πρὸς τῆς πόλεως γενόμενοι τὰς πύλας, ἐπεὶ καὶ ὁ μέγας δομέστικος παρῆν τὸν λόγον ἀπαιτῶν, ἡμεῖς ἔφασαν οὐ μεγάλα τινὰ ᾠόμεθα βασιλεῖ προςκεκρουκέναι, οὐδ’ οἷα αὐτὸν πρὸς ὀργὴν ἐκκαλέσασθαι τοσαύτην, ὥστε καταψηφίσασθαι ἡμῶν πανωλεθρίαν.
Ἀκαρνανίαν γὰρ εἰδότες πολὺν ἤδη χρόνον ὑπὸ τοῖς Ἀγγέλοις ἀγομένην καὶ τῆς Ῥωμαίων παντάπασιν ἡγεμονίας ἀποτετμημένην, νυνὶ δὲ ὁρῶντες βασιλέα καταδουλωσάμενον αὐτὴν, Νικηφόρον τε τὸν παῖδα παντάπασι τὴν ἀρχὴν ἀποστερήσαντα πατρόθεν προσήκουσαν αὐτῷ, ἐκεῖνόν τε ἀδικεῖν οἰόμενοι καὶ αὐτοὺς ἀγνωμοσύνην ὄφλειν τὴν ἐσχάτην, εἰ μὴ πάσῃ δυνάμει συναροίμεθα Νικηφόρῳ πρὸς τὴν κληρονομίαν τοῦ πατρῴου κλήρου, τὸ ἔργον ὑπέστημεν τουτὶ καὶ τὰς πόλεις βασιλέως ἀπεστήσαμεν, οὐδὲ αὐτὸν οἰόμενοι ποιήσεσθαι τοσοῦτον ἐν δεινῷ, εἰ τὴν ἐκ πολλῶν ἤδη βασιλέων μὴ προσοῦσαν τῇ Ῥωμαίων ἡγεμονίᾳ γῆν, καὶ ὑπ’ αὐτοῦ ὑφ’ ἑτέρου ἄγοιτο, ᾧ μάλιστα προσήκει κατὰ τὴν διαδοχήν.
νυνὶ δὲ αὐτὸν ὁρῶντες σφόδρα καθ’ ἡμῶν ἐξωργισμένον καὶ πολιορκοῦντα χρόνον ἤδη συχνὸν, ἄλλως τε καὶ τῇ προτεραίᾳ παρὰ σοῦ καί τινων ἑτέρων τῶν φιλίως πρὸς ἡμᾶς διακειμένων δεδιδαγμένοι, ὡς ἐν δεινῷ βασιλεὺς τὴν ἀποστασίαν ἡμῶν ποιεῖται καὶ οὐ παύσεται πολιορκῶν, εἰ μὴ προσχωρήσαιμεν ἑκόντες, ἄχρις ἂν ἢ λιμῷ ἢ ὅπλοις παραστησάμενος ἐκπορθήσῃ, οὐκέτι μένειν ἔγνωμεν ἐπὶ τῶν προτέρων λογισμῶν, οὐδὲ βασιλεῖ καὶ πᾶσιν ὑμῖν οὖσι τηλικούτοις ὅπλα διηνεκῶς ἀνταίρειν, δείσαντες μὴ καὶ ἀνάστατον ἀντὶ ἐλευθέρας θήσομεν τὴν πατρίδα καὶ ἡμᾶς αὐτοὺς διαφθεροῦμεν σὺν αὐτῇ. διὸ καὶ τοῦ πρὸς βασιλέα ἤδη ἀποστάντες πολεμεῖν, σφᾶς αὐτούς τε καὶ τὴν πόλιν παραδιδοῦμεν διὰ σοῦ·
PG 153:597αὐτὸς δ’ ἂν εἰδείης ὅτῳ τρόπῳ διοικησάμενος τὰ καθ’ ἡμᾶς ἡμῖν τε καὶ πατρίδι τῆς ἐλευθερίας ἡδίω τὴν πρὸς βασιλέα δουλείαν ἀποδείξεις. ἐπαινέσας δὲ αὐτοὺς ὁ μέγας δομέστικος ἐπὶ τοῖς εἰρημένοις, εἰ μὲν μὴ πρὸς τέλος ἔφη συνετὸν ἡ ἀπολογία κατέληγεν ὑμῖν, εἶχον ἂν αὐτὸς, ὥσπερ καὶ τῇ προτεραίᾳ, διὰ πολλῶν οὐκ ἀδικοῦντα ἀποφαίνειν βασιλέα, ἀλλὰ πρότερόν τε ὑπὸ τῶν Ἀγγέλων ἀδικούμενον πολὺν ἤδη χρόνον Ἀκαρνανίας ἀπεστερηκότων, καὶ νῦν ὑφ’ ὑμῶν ἀφισταμένων οὐ δικαίως, ἀλλὰ πᾶν ὁτιοῦν ὑφίστασθαι δικαίων ὄντων, ὅτι τοσούτων ἀναλωμάτων καὶ πόνων αἴτιοι κατέστητε αὐτῷ. ἐπεὶ δὲ εὖ ποιοῦντες τῆς ἀκαίρου φιλονεικίας καὶ τῆς οὐδένα νοῦν ἐχούσης ἐνστάσεως ἀπέστητε καὶ προσκεχωρήκατε βασιλεῖ ἑκόντες ὄντες, χάριτας ὑμῖν ἐγὼ καὶ ὑπὲρ ὑμῶν αὐτῶν ὁμολογῶ πολλάς· ἑνὸς μὲν, ὅτι βασιλεῖ προσεχωρήσατε καὶ οὐ τῇ ἀρχαίᾳ ἐνεμείνατε ἐνστάσει, ὑφ’ ἧς ἴσως κἂν ἀπώλεσθε· δευτέρου δὲ, ὅτι δι’ ἐμοῦ, ὡς ἂν ἔχω καθαρὰν τὴν ἡδονὴν καὶ σώσας αὐτὸς καὶ βασιλεῖ προσαγαγών· τρίτου δὲ, ὅτι τὰ δέοντα καὶ σφίσιν αὐτοῖς καὶ πατρίδι βουλευσάμενοι λυσιτελοῦντα, καὶ ἑαυτοὺς σεσώκατε καὶ πατρίδα·
Caput LXXX
ὧν τὰ σῶστρα ὑμῖν ὀφείλειν αὐτὸς ὁμολογῶ, διὰ τὴν εὐμένειαν τὴν πρὸς ὑμᾶς πάνθ’ ὅσα πρὸς ὑμᾶς ἥκει ἀγαθὰ λογιζόμενος διαφέρειν ἐμαυτῷ. Τοιαῦτα καὶ ἕτερ’ ἄττα πολλῆς γέμοντα πρᾳότητος καὶ χάριτος πρὸς αὐτοὺς διαλεχθεὶς, ἅμα Βασιλίτζῃ τῷ τῆς πόλεως ἄρχοντι καὶ τοὺς ἄλλους ὅσοι ἦσαν ἐν λόγῳ παραλαβὼν, ἤγαγεν ὡς βασιλέα· συγγνώμης τε ἐφ’ οἷς ἀπέστησαν τυχόντες καὶ πολλῶν ἑτέρων εὐεργεσιῶν, ἐπανελθόντες καὶ ἀναπετάσαντες τὰς πύλας, εἰσεδέξαντο βασιλέα καὶ τὴν ἄλλην στρατιὰν, τὴν πόλιν παραδόντες. βασιλεὺς δὲ καὶ πρότερον μὲν ἐκεκάκωτο τὰ σπλάγχνα καὶ διέκειτο πονήρως ὑπ’ αὐτῶν, τότε δὲ ἐκ τῆς κακοπαθείας τῆς κατὰ τὴν στρατείαν, μάλιστα δὲ καὶ διὰ τῶν ἀέρων τὴν ἀήθειαν, παρὰ πάντα τὸν τῆς πολιορκίας χρόνον ἐνόσει· καὶ ἡ ἄλλη δὲ πᾶσα στρατιὰ διαῤῥοίαις κατεχόμενοι καὶ πυρετοῖς καὶ κεφαλῶν ἀλγήμασιν ἔπασχον κακῶς καὶ ὀλίγοι ἦσαν οἱ διαφυγόντες τὸ κακόν· ἐτεθνήκει δὲ οὐδεὶς ὑπὸ νόσου, εἰ μὴ Σφραντζὴς ὁ μέγας στρατοπεδάρχης. ἐπὶ χρόνον δὲ συχνὸν παλαίοντες τῇ νόσῳ, ἀπηλλάττοντο. ἵπποι δὲ καὶ ἡμίονοι, καὶ εἴ τι τῶν ἀλόγων ἕτερον ἦν, χαλεπῶς διέφευγε τὸ ἀποθνήσκειν·
PG 153:599διὸ καὶ ἐκ πολλῶν ὀλίγοι ἵππους ἔχοντες ἀνέζευξαν. τότε δὲ ἐπεὶ ἡ Ἄρτα προσεχώρησε, βασιλεὺς μὲν διὰ τὴν νόσον καταλέλειπτο ἐκεῖ. λζ. Ὁ μέγας δὲ δομέστικος στρατιὰν ἀναλαβὼν ἦλθεν εἰς Θωμόκαστρον καὶ πρότερον πολιορκούμενον, ἔνθα καὶ Νικηφόρος ὁ δεσπότου παῖς ἐκ Τάραντος ἐλθὼν μετὰ τῶν ἄλλων τῶν φυγάδων ἔτι νήπιος ὢν ἐπολιορκεῖτο. οὗτοι δὲ ἅτε καὶ ἐν ἀφθόνοις ὄντες διὰ τὸ θαλασσοκρατεῖν, τριήρεων οὐ παρουσῶν βασιλικῶν, καὶ δυσπειθέστεροι τῶν ἄλλων μᾶλλον ἦσαν καὶ οὐδὲ λόγου γοῦν ψιλοῦ ἠξίουν τοὺς πολιορκοῦντας. καὶ γὰρ καὶ τοῦ μεγάλου δομεστίκου ἐν δύο καὶ εἴκοσιν ἡμέραις, αἳ μετὰ τὴν ἄφιξιν αὐτοῦ παρῆλθον, προσπέμποντος ἀεί τινας αὐτοῖς καὶ τὴν αἰτίαν ἐρομένου, δι’ ἣν οὕτως ἀσυμβάτως ἔχουσι πρὸς βασιλέα καὶ πάντα μᾶλλον αἳ ὑπομένειν ἢ ὑπ’ αὐτὸν τελεῖν, οὐδεμίαν παρέσχον ἀπολογίαν· ἅμα μὲν καὶ διὰ τὸ μὴ ἑκατέρωθεν γῆς πολιορκεῖσθαι καὶ θαλάσσης· ἅμα δὲ καὶ συμμαχίαν ἐκδεχόμενοι ἐκ Ταραντίνων ἥξειν, ἣν ᾤοντο αὐτοῖς λύσειν τὴν πολιορκίαν τοὺς Ῥωμαίους ἐκφοβήσαντας.
μετὰ δὲ τὴν δευτέραν καὶ εἰκοστὴν ἡμέραν ἧκον ἐκ τοῦ Τάραντος αἱ προσδοκώμεναι δέκα τριήρεις καὶ πεντηκόντοροι τρεῖς· ἃς ἰδόντες οἱ πολιορκούμενοι ἐν Θωμοκάστρῳ, ἡδονῆς τε ἦσαν ἔμπλεῳ καὶ σωτήρια ἑώρταζον καὶ ἐπαιάνιζον ἀπὸ τοῦ τείχους, ὡς ἤδη τῶν κακῶν ἀπηλλαγμένοι. οἱ δὲ ἦσαν οὐδὲν μᾶλλον ἐν ἐλάττοσι κακοῖς. ὁ μέγας μὲν γὰρ δομέστικος καίτοι ἐγγὺς ἐστρατοπεδευμένος τῆς θαλάσσης, οὐδὲν μᾶλλον ἐκινήθη, ἀλλ’ ἀτρέμας τῆς πολιορκίας εἴχετο. Ταραντῖνοι δὲ ἐπ’ ἀγκυρῶν ἐφώρμουν, τῆς τε γῆς ἀπεχόμενοι ὡς πολεμίας καὶ πρὸς τῇ πόλει οὐδεμίαν ποιούμενοι ἀπόβασιν. εἰς τρίτην δὲ ἡμέραν ὕστερον ὁ μέγας δομέστικος ὑποπτεύσας τοῖς ἐν Θωμοκάστρῳ τὸ φρόνημα ὑπενδοῦναι, ἐπεὶ οὐδὲν ἀπώναντο τῆς βοηθείας Ταραντίνων, προσῆγεν αὐτοῖς τοὺς λόγους προσπέμπων τοὺς διαλεξομένους. ἔφασκέ τε θαυμάζειν μάλιστα αὐτῶν, ὅτι συνετοί τε ὄντες καὶ πράγμασιν εἰδότες χρῆσθαι, ὡς περὶ αὐτῶν ἀκούειν ἔξεστιν, (ὀλίγους γὰρ αὐτῶν ἑωρακέναι κατὰ τὴν πρώην τὴν ἔφοδον,) νῦν οὐ προσήκοντα ποιοῦσιν ἑαυτοῖς, οὐδ’ ἐξ ὧν μάλιστα ἂν ἀπολύοιντο αἰτίας.
αὐτοῦ γὰρ δὴ ἐπὶ πέντε καὶ εἴκοσιν ἡμέραις περικαθημένου καὶ τὴν αἰτίαν ἐθέλοντος μαθεῖν, ἧς ἕνεκα αὐτοῖς τὸ ὑπὸ βασιλεῖ τετάχθαι νομίζεται τῶν πάνυ ἀδυνάτων, μήτε παρέχεσθαι ἀπολογίαν μηδεμίαν, μήτε ἐξ ὧν πράττουσιν ὑποψίαν ἐνδιδόναι, ὡς σωφρόνων ἀνθρώπων χρῶνται λογισμοῖς, ὑφ’ ὧν ἢ ἡμᾶς κακώσουσι τοὺς πολεμίους ἢ σφίσι αὐτοῖς πορίσονταί τινα ἀπαλλαγὴν τῶν ἀλγεινῶν. ἀλλὰ ταὐτὸν πάσχειν οἷον τοὺς πολύποδάς φασιν, οἳ ἐπειδὰν ἐξέλκωνται τῆς θαλάμης, ἂν συμβαίη τινὸς ἐπιλαβέσθαι, οὐ ῥᾳδίως μεθιᾶσιν, ἄχρις ἂν ἢ ἐπιλείψωσί τι ἑαυτῶν, ἢ παρασπάσωνται τῶν ἡμμένων. τοιοῦτον δή τι συμβαίνειν καὶ περὶ αὐτούς. ἅπαξ γὰρ ὡς οὐ βασιλεῖ προσθήσονται εἰπόντες, τοῖς αὐτοῖς λόγοις χρῶνται διηνεκῶς καὶ οὐδεμίαν ἐπιδέχονται μεταβολήν. καίτοι εἰ μὲν περὶ ἀκινήτων πραγμάτων ἦσαν τοὺς λόγους ἐσκεμμένοι, εἶχεν ἄν τινα λόγον ἐμμένειν τοῖς βεβουλευμένοις ἐξ ἀρχῆς· νῦν δ’ ἔξεστι συνορᾷν, ὡς οὐδ’ ἐπὶ μιᾷ ἡμέρᾳ τῶν αὐτῶν μενόντων, ἀλλὰ ποικίλας δεχομένων τὰς μεταβολὰς, ποιοῦνται. ὥστε ἐχρῆν αὐτοῖς καὶ τοὺς περὶ ἐκείνων λόγους ὁμοίως τοῖς πράγμασι μεθαρμόζεσθαι πρὸς τὸ λυσιτελοῦν.
Chapter XXXCaput XXX
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Caput LXXXI
PG 153:601παρῄνει τε αὐτοῖς τῶν συνετωτέρων παρ’ αὐτοῖς τινα πέμψαι πρὸς αὐτὸν, ὥστε ἃ αὐτοῖς οἴεται λυσιτελοῦντα ὑποθέσθαι. κἂν μὲν καὶ αὐτῷ συμφέροντα δοκῇ· εἰ δὲ μὴ, ἀλλ’ αὐτοῖς γε ἐξεῖναι πάλιν ἃ ὀνήσειν οἴεται ἑλέσθαι. Τοιούτους μὲν ὥσπερ δι’ ἀκροβολισμῶν πρὸς ἐκείνους ἐποιήσατο τοὺς λόγους· ἐκεῖνοι δὲ ἀποκρινάμενοι ὡς εἰ δοκεῖ αὐτοῖς συμβουλευσαμένοις, πέμψουσί τινα εἰς τὴν ὑστεραίαν, πέμπουσι Ῥιτζάρδον τὸν Νικηφόρου παιδαγωγὸν ἐπιφανέστερόν τε καὶ συνετώτερον τῶν ἄλλων ὄντα. καταστάντων δὲ εἰς λόγους, τοιαῦτα πρὸς αὐτὸν ὁ μέγας δομέστικος διειλέχθη· οὐδένα οἴομαι τῶν πάντων, εἰ μὴ παντάπασι ἀπεστέρηται φρενῶν, μὴ πρός τι τέλος ἀποβλέποντα ὁτῳδήποτε ἐπιχειρεῖν. διὸ τήν τε ἀποστασίαν πρῶτον καὶ τὴν ἐπὶ τῇ πολιορκίᾳ νῦν δοκοῦσαν μεγαλοψυχίαν οὐκ ἄλλου του ἕνεκα ἑλέσθαι ὑμᾶς νομίζω ἢ ὥστε Νικηφόρῳ τῷ τοῦ δεσπότου παιδὶ εἰς τὴν ἀρχὴν καὶ ὑμῖν αὐτοῖς εἰς εὐπραγίαν ὠφέλειάν τινα ἐργάσασθαι. σκεψώμεθα δὴ ἐπ’ ἀμφοτέρων· κἂν μέν τινα ἐκ τῶν εἰργασμένων ἢ ἐξ ὧν αὐτοὶ ἐλπίζετε δυνώμεθα εὑρεῖν, ταῦτα πράττειν ἐξ ὧν ἂν εἰς πέρας ἔλθοι τὰ βεβουλευμένα·
ἂν δ’ ἐναντίως ἔχοντα ἢ αὐτοὶ ὑπονοῆτε, μὴ μόνον μὴ ἀφίστασθαι τῶν μὴ ὀρθῶς ἐχόντων, ἀλλὰ καὶ ἐμοὶ πείθεσθαι παραινοῦντι τὰ συνοίσοντα. ὑμεῖς τοίνυν βασιλέως ἀποστάντες οὐδὲν εἰς ὑμᾶς ἀγνωμονήσαντος, προσεχωρήσατε τοῖς Ταραντίνοις οὐχ ἁπλῶς οὐδὲ ἀλόγως, ἀλλ’ οἰόμενοι τῇ ἐκείνων συμμαχίᾳ Ἀκαρνανίαν δυνήσεσθαι ὑπάγειν ἑαυτοῖς. τοῦτο δὲ οὐδὲ ὀλίγου δεῖ τοῦ εἶναι δυνατόν. αὐτοὶ γὰρ ἀφ’ ἑαυτῶν ἰδίᾳ κινούμενοι πλεονεξίᾳ πολλάκις Ἀκαρνᾶσι στρατῷ μεγάλῳ ἐπεστράτευσαν καὶ τὴν χώραν ἐκάκωσαν ὅσα μάλιστα ἐξῆν· πόλεως δὲ οὐδεμιᾶς ἠδυνήθησαν κύριοι γενέσθαι, οὔτε ὅπλοις βιασάμενοι οὔτε πολιορκίᾳ ἀναγκάσαντες ὁμολογίᾳ παραδοῦναι, ἀλλ’ ἀνεχώρησαν ὧν ἦγον ἀποβαλόντες οὐκ ὀλίγους, πλὴν εἰ μὴ ὧν αὐτοῖς ἑκόντες οἱ Ἀκαρνανίας ἄρχοντες παρεχώρησαν, Βοντίτζης καὶ Ναυπάκτου καὶ Βοθρεντοῦ, ὥστε ἔχειν αὐτοὺς συμμάχους πρὸς τὸν πρὸς βασιλέα Ῥωμαίων πόλεμον. οἳ οὖν Ἀκαρνᾶσι μόνοις πολεμοῦντες οὐδὲν ἠδυνήθησαν ἀνύσαι πλέον, τίς ἐλπὶς περιγενέσθαι νῦν καὶ βασιλέως παρόντος ἅμα στρατιᾷ, ὃς πρότερόν τε καὶ νῦν ῥᾷον ἐξαρκεῖ Ἀκαρνᾶσιν ὁμοῦ καὶ Ταραντίνοις πολεμεῖν;
Caput LXXXII
PG 153:603οὐ μὴν ἀλλ’ οὐδὲ ὑμῖν ἐλπὶς Ἀκαρνάνων τινὰς συναποστῆναι· καὶ οἳ γὰρ πρότερον Ῥώγιοι καὶ Ἀρταῖοι συναπέστησαν, καλῶς περὶ σφῶν αὐτῶν βουλευσάμενοι τὰ δέοντα, βασιλεῖ τὰς πόλεις παραδόντες προσεχώρησαν καὶ σφίσι τε αὐτοῖς αἴτιοι ἐγένοντο εὐπραγίας. πολλῶν γὰρ ἐπέτυχον τῶν βασιλέως εὐεργεσιῶν καὶ τοῖς πολίταις τοῖς αὐτῶν. ὡς μὲν οὖν εἰ καὶ ἥξουσι Ταραντῖνοι, ὀλίγα ἢ οὐδὲν λυσιτελήσουσιν ὑμῖν, δέδεικται ἡμῖν· ὅτι δὲ οὐδὲ ἥξουσι τὴν ἀρχὴν, αὐτόθεν ἤδη πειράσομαι κατάδηλον ποιεῖν. πᾶς γὰρ ὁστισοῦν ἰδίων ἕνεκα ἐγκλημάτων ἢ ἑτέροις συμμαχῶν ἁπτόμενος πολέμου, ἐν ἀρχαῖς μὲν μάλιστα καὶ χρήμασι καὶ ὅπλοις ἐῤῥωμένος ἔχεται προθύμως· ἐὰν δὲ ἅπαξ καὶ δὶς ἐπιχειρήσας σφαλῇ, ἀμβλύνεται. πριγκίπισσα τοιγαροῦν, ὡς αὐτοί τε οἴεσθε καὶ ἡμεῖς οὐκ ἂν ἔξαρνοι γενοίμεθα, προθύμως τοῦ ὑπὲρ ὑμῶν πολέμου ἁπτομένη ἐν ἐνιαυτῷ μάλιστα, ᾧ πολεμεῖσθε ὑφ’ ἡμῶν, παρασκευαζομένη, νῦν τὰς δέκα ταύτας πέπομφε τριήρεις, οἳ οὐχ ὅτιγε ὑμῖν, ἀλλ’ οὐδὲ ἑαυτοῖς ἀμύνειν οἷοί τέ εἰσιν. ἐμοῦ γὰρ παρὰ θάλασσαν ἐστρατοπεδευμένου, οὔτε ἀπέβησαν οὔτε ἀποβῆναι οἷοί τέ εἰσιν, ἀλλ’ ὀλίγον ἀπεοίκασιν ἀψύχων.
λείπεται δὴ οὖν κεναῖς χερσὶ πρὸς τὴν πέμψασαν ἐπανελθεῖν. ἐκείνη δὲ ὁρῶσα ὡς οὐκ ὀλίγων τινῶν ἀναλωμάτων οὐδὲ φαύλης πραγματείας ὁ πρὸς βασιλέα δεῖται πόλεμος, ἀποσχήσεται ἐπιχειροῦσα ἀδυνάτοις· ὑμῖν δὲ ἐρήμοις τῆς ἐκεῖθεν βοηθείας λειπομένοις οὐδὲν ἄλλο λείπεται ἢ σφᾶς αὐτοὺς ἐν ἀνδραπόδων μοίρᾳ παραδοῦναι ἐνδείᾳ πιεσθέντας καὶ δούλους καὶ ἀναστάτους γενέσθαι, ἢ πολιορκουμένους ἐνταῦθα ἀπολέσθαι πανδημεὶ ἐν φρουρίῳ πνιγηρῷ καὶ πλήρει δυσωδίας κατακεκλεισμένους. ἔξεστιν οὖν συνορᾷν τὴν ὠφέλειαν, ἧς αὐτοί τε καὶ Νικηφόρος ὁ ὑμῶν δεσπότης ἀπολαύσεται ἐκ τῆς ἀποστασίας. εἰ δ’ ἄρα καὶ συγχωρήσαιμεν παρασκευῇ μεγάλῃ Ταραντίνους ἐκ τῆς οἰκείας ὁρμηθέντας ἐνθάδε ἥκειν, ἄδηλον μὲν εἰ καὶ οὕτω δυνήσονται ἡμᾶς Ἀκαρνανίας ἐξελάσαι, οἳ οὐδὲ πρὸς μόνους Ἀκαρνᾶνας, καίτοι γε πολλάκις ἐπιχειρήσαντες, ἴσχυσαν χωρὶς ζημίας ἀπαλλάξαι πολεμοῦντες. εἰ δ’ ἄρα καὶ τοῦτο δοίημεν, τὸ ἡμῶν αὐτοὺς ὀφθέντας κρείττους παραστήσασθαι τὰς πόλεις, τότε γε ὑμῖν τὰ πράγματα οὐδεμιᾶς βέλτιον ἕξει δυσπραγίας. ἀνάγκη γὰρ ὑμᾶς αὐτοῖς δουλεύειν.
PG 153:605οὐ γὰρ δήπου γε ἀνοηταίνουσι τοσοῦτον, ὥστε οὗ πολλάκις ἐπεθύμησαν, μετὰ τοὺς μεγάλους πόνους καὶ κινδύνους εἰ παρέσται, ἀνάγκης οὐδεμιᾶς παρούσης ὑμῖν προέσθαι. ὁποία δὲ ἡ Ταραντίνων καὶ τῶν ἄλλων Λατίνων δουλεία, αὐτοὶ ἴστε πείρᾳ βέλτιον ἡμῶν. ὥστε εἴτε συμμαχήσουσιν ὑμῖν οἱ Ταραντῖνοι, εἴτε μὴ, εἴτε νικήσουσιν ἡμᾶς, εἴτε ἡττηθήσονται αὐτοὶ, οὐδὲν ὑμῖν ἐλλείπει τοῦ μὴ εἰς ἔσχατον κινδύνου ἀφικέσθαι. οὐ μὴ ἀλλ’ οὐδὲ ἡμᾶς ὀλιγωρήσαντας διὰ τὸν χρόνον ἀποστήσεσθαι τῆς πολιορκίας οἴεσθαι, νοῦν ἐχόντων ἐστὶν ἀνθρώπων. οὐ γὰρ δὴ αὐτοὶ καθεδούμεθα μέχρι παντὸς ὑμᾶς πολιορκοῦντες. νῦν μὲν γὰρ βασιλεὺς οἰόμενος ἐξ αὐτῶν διδαχθέντας τῶν πραγμάτων, ὡς οὐ λυσιτελοῦντα ἐβουλεύσασθε ὑμῖν αὐτοῖς, μεταγνόντες προσχωρήσετε αὐτῷ, αὐτός τε ἔτι περιμένει καὶ οὐδὲ τὰς κτήσεις ὑμῶν τὰς ἐν ταῖς ἄλλαις πόλεσι παρέσχετο ἑτέροις· ἂν δὲ ἀπογνῶ τὴν μεταμέλειαν ὑμῶν, οὐ μόνον τὰ ὑμέτερα κτήματα, ἀλλὰ καὶ τῶν ἄλλων συγγενῶν ὑμῶν τοῖς δυνατωτάτοις Ἀκαρνάνων παραδώσει·
οἳ κέρδους ἕνεκα ἰδίου καὶ ὑπὲρ δύναμιν πολεμήσουσιν ὑμῖν ὡς πολεμιωτάτοις καὶ ὀλίγην ἔχοντες ἐκ βασιλέως στρατιὰν, καὶ οὐκ ἀνήσουσι πολιορκοῦντες ἄχρις οὗ παραστησάμενοι αὐτούς τε καὶ γυναῖκας καὶ τέκνα, θήσουσιν ὑπερορίους. βασιλεὺς δὲ καὶ ἡμεῖς οἴκαδε ἀναχωρήσομεν. σκέψασθε οὖν οἷ κακῶν ὁ πρὸς βασιλέα πόλεμος ὑμῖν χωρήσει· ἐὰν δ’ ἐμοὶ τὰ βελτίω παραινοῦντι πείθησθε καὶ ἑαυτοὺς βασιλεῖ καὶ τὴν πόλιν παραδῶτε, πρῶτον μὲν, ὅπερ αὐτοὶ διὰ σπουδῆς ποιεῖσθε, τὸ Νικηφόρῳ τῷ ὑμῶν δεσπότῃ ὠφέλειάν τινα ἐξευρεῖν, ἐξέσται. ἐγὼ γὰρ αὐτῷ τὴν ἐμὴν κατεγγυήσω θυγατέρα· ὅπερ ὅτι γε οὐδενὸς δεύτερον εἰς εὐτυχίας λόγον οὐδ’ αὐτοὶ ἀγνοεῖτε δήπου. ἐγώ τε γὰρ ὡς υἱὸν ἐκθρέψω, καὶ βασιλεὺς τῆς εἰς ἐμὲ εὐνοίας ἕνεκα τιμαῖς τε καὶ πολλαῖς εὐεργεσίαις περιφανῆ παρὰ Ῥωμαίοις θήσει. ἔπειτα καὶ ἑαυτοῖς οὐκ ὀλίγων τινῶν ἀγαθῶν αἴτιοι γενήσεσθε. ἐνταῦθά τε γὰρ ὑμᾶς εὖ ποιήσει βασιλεὺς, οἷς εἴχετε πρότερον καὶ ἕτερα προσθείς· καὶ τῶν Νικηφόρῳ τῷ ὑμῶν δεσπότῃ ἀπονεμηθησομένων ἀπολαύσετε τὸ μέρος. πλείω μὲν οὖν οὐκέτι δεῖν οἴομαι συνείρειν·
Caput LXXXIII
ἱκανὰ γὰρ παρ’ εὖ φρονοῦσι καὶ τὰ εἰρημένα, ὅσων τε κακῶν ὑμῖν ὁ πόλεμος αἴτιος ἔσται καταμαθεῖν καὶ ὅσων ἀγαθῶν τὸ προςχωρῆσαι βασιλεῖ· ὑμῖν δὲ ἐξέσται διασκεψαμένοις, τῶν εἰρημένων προσθέσθαι ὁποτέροις. Τοιαῦτα διειλεγμένου τοῦ μεγάλου δομεστίκου, ὁ Ῥιτζάρδος τῶν μὲν Νικηφόρῳ συμπαρόντων ἄλλων ὡμολόγει καὶ αὐτὸς προέχειν· δεῖν δὲ ἔφασκε καὶ ἐκείνους περὶ τῶν εἰρημένων πυθομένους, κοινῇ τῶν πρακτέων τὴν ψῆφον ἐξαγαγεῖν. ἐπαινοῦντος δὲ καὶ τοῦ μεγάλου δομεστίκου, ἀνεχώρησεν εἰς τὴν πόλιν, ἐπαγγειλάμενος εἰς τὴν ὑστεραίαν ἥξειν ὡς λόγον ἀποδώσων. ἐκκλησίαν δὲ συναθροίσας ἐκ τῶν συνόντων, ἐβουλεύετο ἅμα αὐτοῖς εἰ δέοι βασιλεῖ σφᾶς αὐτοὺς καὶ τὴν πόλιν ἐγχειρίζειν. καὶ ἐδόκει αἱρετέα εἶναι ἃ αὐτοῖς ὁ μέγας δομέστικος παρῄνει. ἐπεὶ δὲ ἐδέδοκτο, εἰς τὴν ἐπιοῦσαν ὁ Ῥιτζάρδος αὖθις τῷ μεγάλῳ δομεστίκῳ προσελθὼν, ἐμαρτύρετο θεὸν, ὡς οὔτ’ ἀπεχθῶς διακείμενοι πρὸς βασιλέα, οὔθ’ ἑαυτοῖς τινα οἰόμενοι ὠφέλειαν ἐκ τῆς ἀποστασίας προξενήσειν, εἱλόμεθα ἀποστῆναι βασιλέως·
PG 153:607οἰόμενοι δὲ, ἂν αὐτοὶ πρῶτοι ἀποστῶμεν, καὶ τοὺς ἄλλους Ἀκαρνᾶνας συνέψεσθαι ἡμῖν καὶ τὴν πατρῴαν ἀρχὴν Νικηφόρῳ ἀποδώσειν, ἑκόντες ὄντες εἰσήχθημεν εἰς τοὺς κινδύνους, εὔκλειάν τε ἑαυτοῖς καὶ ὠφέλειαν τῷ ἡμετέρῳ δεσπότῃ οἰόμενοι προξενήσειν. τῶν πραγμάτων δὲ ἀντεστραμμένων, ἀπέβη τἀναντία ἢ αὐτοὶ προσεδοκῶμεν. νῦν οὖν καὶ ἡμῖν πολλὰ περὶ τῶν παρόντων διασκεψαμένοις λυσιτελέστερον οὐδὲν ἐν τῷ παρόντι οὔθ’ ἡμῖν οὔτε Νικηφόρῳ ἢ ὧν συνεβούλευσας αὐτὸς, εὑρέθη. οὗ δὴ ἕνεκα σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν διὰ σοῦ παραδιδοῦμεν βασιλεῖ· αὐτὸς δ’ ἂν εἰδείης ὅτῳ τρόπῳ βέλτιστα ἡμῖν τὰ πράγματα παρασκευάσεις ἔχειν. Ὁ μὲν οὖν τοιαῦτα εἶπεν· ὁ μέγας δὲ δομέστικος ἐπαινέσας τῆς μεταβολῆς αὐτοὺς καὶ ὧν ἐδέοντο ἐπαγγειλάμενος πράξειν αὐτοῖς παρὰ τῷ βασιλεῖ, ἐκέλευεν ἐλθόντα εἰς τὴν πόλιν καὶ Νικηφόρον καὶ τοὺς ἄλλους παραλαβόντα ἥκειν πρὸς αὐτόν. λη.
Ἐπεὶ δὲ εἰς τὴν ὑστεραίαν ἅμα καὶ Νικηφόρον ἄγοντες τὸν δούκαν εἰς τὸ στρατόπεδον παρῆσαν, καὶ τῶν Ταραντίνων ἔτι παρόντων ταῖς ναυσὶ καὶ ὁρώντων τὰ πραττόμενα, Θωμοκάστρῳ μὲν ἐγκατέλιπε φρουρὰν τοῦ μὴ παρὰ τῶν Ταραντίνων τι ἀδικηθῆναι, τῆς στρατιᾶς ἀναχωρούσης· αὐτὸς δὲ Νικηφόρον τὸν δούκαν ἅμα τοῖς ἄλλοις παραλαβὼν, ἐπανέζευξεν εἰς βασιλέα. βασιλεὺς δὲ ἀσμένως ἐδέξατο αὐτοὺς καὶ πολλαῖς ἠμείψατο εὐεργεσίαις· Νικηφόρον δὲ τὸν δούκαν τῷ τε τοῦ πανυπερσεβάστου τετίμηκεν ἀξιώματι καὶ πολλῆς ἠξίωσεν εὐμενείας καὶ οἰκειότητος τῆς πρὸς αὐτόν. διατρίψας δὲ ἐν Ἀκαρνανίᾳ ἐξ ἐκείνου ὑπὲρ εἴκοσιν ἡμέρας, καὶ ὅσα μάλιστα ἔδει πρὸς ἀσφάλειαν ταῖς πόλεσι καταστήσας, ἐπανέζευξεν εἰς Θεσσαλονίκην, χειμῶνος ἤδη ἀρχομένου, Νοεμβρίου μηνὸς ἐνισταμένου, καὶ διεχείμασεν ἐκεῖ. κατὰ δὲ τὸν αὐτὸν χειμῶνα καὶ οἱ Ματθαίου τοῦ Καντακουζηνοῦ, τοῦ μεγάλου δομεστίκου πρώτου υἱοῦ, ἐτελοῦντο γάμοι ἐν Θεσσαλονίκῃ. ἔγημε γὰρ τὴν Δημητρίου τοῦ δεσπότου θυγατέρα, ὃς ἦν βασιλέως Ἀνδρονίκου τοῦ πρώτου τῶν Παλαιολόγων παῖς.
Chapter XXXICaput XXXI
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:609τελεσθέντων δὲ τῶν γάμων πολυτελῶν τε καὶ περιφανεστάτων, ἐπεὶ καὶ ὁ χειμὼν ἤδη περὶ ἐκβολὰς ἦν, παρεσκευάζετο βασιλεὺς ὡς εἰς Βυζάντιον ἐπανήξων. μεταξὺ δὲ παρασκευαζομένῳ καὶ ὁ παρακοιμώμενος Ἀπόκαυχος ἐκ Βυζαντίου ἧκεν. οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις τῷ μεγάλῳ δομεστίκῳ προσελθὼν, ἀνεμίμνησκέ τε παλαιῶν εὐεργεσιῶν ὧν ὑπῆρξεν εἰς αὐτὸν καὶ νῦν ἐδεῖτο, τῶν μὲν ἐτησίων προςόδων, ἃς αὐτὸς καρποῦται, βασιλέως παρασχόντος, κληρονόμους εἶναι παῖδας τοὺς αὐτοῦ· αὐτὸν δὲ ἀδείας τυχόντα ἐκ βασιλέως, φροντιστηρίῳ προσελθεῖν, πᾶσι τοῖς τοῦ βίου χαίρειν εἰπόντα, μίαν δὲ ποιούμενον φροντίδα τὸ τὴν ψυχὴν ἐκ τῶν πολλῶν κηλίδων, ἃς αὐτῇ προσετρίψατο ἐκ τῶν πραγμάτων, ἐκκαθᾶραι. εἰς τοῦτο γὰρ ἐκ Βυζαντίου ἥκειν, οὐδεμίαν ἑτέραν τῆς ἐπιδημίας ἔχοντα αἰτίαν. ὁ μέγας μὲν οὖν δομέστικος οἰόμενος τὰ εἰρημένα εἶναι ἀληθῆ, αὐτός τε ἔφασκεν οὐκ ἂν ἐνδώσειν, μήτε βασιλεῖ περὶ τούτου διαλέξεσθαι.
Caput LXXXIV
ὁ δὲ αὖθις καὶ πολλάκις προσελθὼν, ἐδεῖτο περὶ τῶν αὐτῶν καὶ ὅρκους προσετίθει ὡς οὐ πλάττεται τὴν αἴτησιν, ἀλλὰ προὔργου παντὸς αὐτῷ ἡ ἀναχώρησις τοῦ κόσμου καὶ ὡς οὐδ’ ἂν εἴ τι γένοιτο μεταβάλοι τῆς προθέσεως. διὸ καὶ ταύτην ἱκέτευε τελευταίαν εὐεργεσίαν καταθεῖναι ἐπὶ πολλαῖς ταῖς πρότερον γεγενημέναις. ὁ μὲν οὖν τοιαῦτα μετὰ σπουδῆς ἐδεῖτο ὡς ἐδόκει. ὁ μέγας δὲ δομέστικος ἀλγῶν μὲν καὶ τὴν ψυχὴν δακνόμενος ἐπὶ τῇ τούτου ἀναχωρήσει, ὅμως δὲ ἀναγκαίαν τὴν αἴτησιν ὁρῶν, ἀπήγγελλε βασιλεῖ ὅσα ὁ παρακοιμώμενος ἐδεῖτο. βασιλεὺς δὲ ὑποπτεύσας, ὅπερ ἦν, ὡς οὐκ ἀληθῆ τὰ εἰρημένα, ἀλλά τινος ἕνεκα αἰτίας πλάττεται ἑτέρας, θαυμάζειν ἔλεγε τῷ μεγάλῳ δομεστίκῳ, εἰ ταῦτα ὄντως οἴεται εἶναι ἀληθῆ. τοῦ δὲ διϊσχυριζομένου, μὴ ἂν ἄλλως ἔχειν, οὐκοῦν αὐτῷ ἔφασκε πείρας ἕνεκα φράσον ὡς βασιλεῖ μὲν οὐκ ἂν εἴη κατὰ γνώμην, ἀλλὰ καὶ ἄχθοιτο μᾶλλον, τοῦ βίου σοῦ ἀναχωροῦντος.
ὡς ἂν δὲ μὴ πράγματος οὕτω καλοῦ καὶ θεοφιλοῦς κώλυμα αὐτὸς ὀφθεὶς δοκῇ βασκαίνειν τοῖς καλοῖς, ἐνδίδωσιν. ὁ μέγας δὲ δομέστικος μὴ πείρας ἕνεκα τοιαῦτα λέγειν ἔφασκε δέον, ὡς οὐκ ἂν φθάνοι τὴν ἀπολογίαν εἰληφὼς, καὶ συνταξάμενος ἀναχωρήσει· ἀλλὰ μᾶλλον εἴ τι δέοιτο αὐτοῦ, κωλύειν. βασιλεὺς δὲ καὶ αὖθις ἔφασκε τὰ προειρημένα λέγειν πρὸς αὐτόν· καὶ γὰρ ἀκούσεταί τε τῶν λόγων καὶ μενεῖ ἐπὶ τοῖς πρότερον. ὁ μὲν οὖν ἐπείθετό τε βασιλεῖ καὶ παρακοιμωμένῳ ἐξήγγελλε τοὺς βασιλέως. ὁ δὲ μηδὲ ὅλους σχεδὸν ἀκοῦσαι ἀναμείνας, οἴεσθαι ἔφασκε μάλιστα κατὰ γνώμην εἶναι βασιλεῖ τὴν ἐκείνου ἀναχώρησιν καὶ ὅλῃ προθέσει ἐπιτρέπειν· ἐπεὶ δὲ οὐ φίλον αὐτῷ, οὐδ’ αὐτὸν ποιήσειν. ὁ μὲν οὖν ὡς ἐπὶ τοῖς πρότερον λεγομένοις ἐξηπατᾶτο συνιεὶς, βασιλεῖ μετὰ παιδιᾶς προσελθὼν ἀπήγγελλεν ὅσα ὁ παρακοιμώμενος ἀποκριθείη. βασιλεῖ δὲ διατριβήν τε οὐ μετρίαν παρέσχοντο οἱ λόγοι καὶ τῷ μεγάλῳ δομεστίκῳ παίζων ἔλεγεν, ὡς νῦν γοῦν ἂν πεισθείη, ὀξύτερόν τε νοεῖν ὄντα αὐτοῦ καὶ μᾶλλον ἐκ τῶν λόγων εἰδότα καταστοχάζεσθαι γνώμας ἀνδρῶν.
Caput LXXXV
PG 153:611ὁ δ’ ἔφασκε, πάλαι τε πεπεῖσθαι οὐδὲ τοσοῦτον ὅσον λανθάνειν διαφέροντα, καὶ νῦν μάλιστα ὁμολογεῖν ὡς ἁπάσαις ψήφοις αὐτοῦ κρατεῖ πρὸς τὸ φρονεῖν. οἱ μὲν οὖν τοιαῦτα πρὸς ἀλλήλους διειλέχθησαν ἐν παιδιᾷ. Ἀπόκαυχος δὲ οὐ μετὰ πολλὰς ἡμέρας αὖθις τῷ μεγάλῳ δομεστίκῳ προσελθὼν, τὸ μὲν ἀποστῆναι ἔφασκε παντάπασι τοῦ κόσμου, καίτοι μάλιστα κατὰ γνώμην ὂν, οὐκ ἐξεγένετο. δεύτερον δὲ, ὅ φασιν, ἐπῆλθέ μοι πλοῦν, τὴν οὐσίαν τοῖς παισὶ διελομένῳ, τὴν διαφέρουσαν ἐμοὶ τοῦ πλούτου μοῖραν εἰς τὸν κατὰ τῶν Περσῶν πόλεμον ἐξαναλῶσαι. οἶσθα γὰρ ὡς ἤδη καὶ αὐτοὶ στόλοις ὅλοις χρώμενοι, νήσους τε ἤδη ἐξηνδραποδίσαντο σχεδὸν, καὶ πρὸς Θρᾴκην περαιούμενοι καὶ τὴν ἄλλην Μακεδονίαν, οὐ μὴν ἀλλὰ καὶ Ἑλλάδα καὶ Πελοπόννησον κακῶς ποιοῦσιν. εἰ οὖν σοὶ πρῶτον, ἔπειτα καὶ βασιλεῖ πυθομένῳ δόξειε λυσιτελεῖν καὶ παράσχοισθε Βυζαντίου τε καὶ τῶν νήσων τὴν ἀρχὴν καὶ χρήματα ἐκ τῶν κοινῶν ὅσα ἂν ὑμῖν βουλομένοις ᾖ, στόλον ἐξαρτύσομαι αὐτὸς, καὶ ἐκ τῶν ἰδίων προσαναλώσας, καὶ πάσῃ σπουδῇ καὶ προθυμίᾳ πολεμήσω τοῖς βαρβάροις.
οἴομαι δὲ Ῥωμαίοις τε ὠφέλειαν οὐ τὴν τυχοῦσαν τὴν ναυτικὴν ταύτην προξενήσειν δύναμιν θαλασσοκρατοῦσαν καὶ ἀπείργουσαν τοὺς βαρβάρους τοῦ μὴ τὰς νήσους καὶ τὴν ἤπειρον κακουργεῖν· καὶ πρὸς τὴν σωτηρίαν τῆς ἐμῆς ψυχῆς τὰ μέγιστα συμβαλέσθαι, ἂν οἱονεὶ λύτρα τὰ χρήματα παρεχομένῳ ὑπὲρ τῶν μελλόντων ὑπὸ τῶν βαρβάρων ἀποκτίννυσθαι καὶ ἐξανδραποδίζεσθαι. ὡς οὖν εἴς τε τὸ κοινὸν Ῥωμαίων τῆς ἐκεῖθεν ὠφελείας διαβαινούσης καὶ ἰδίᾳ ἐμοὶ οὐκ ὀλίγης ἐσομένης εἰς τὴν σωτηρίαν τῆς ψυχῆς, δέομαι βασιλέως τε καὶ σοῦ, τὴν χάριν ταύτην παρασχεῖν. Ὁ μέγας δὲ δομέστικος ἑαυτῷ τε καὶ τῷ κοινῷ λυσιτελοῦντα οἰόμενος παρακοιμώμενον αἰτεῖν, αὐτός τε ἐπείθετο καὶ ἐπηγγείλατο ποιήσειν, καὶ βασιλεῖ ἀπήγγελλε προσελθὼν, ἅμα καὶ ἐνάγων πρὸς τὸ δεῖν τὴν ἀξίωσιν αὐτοῦ λυσιτελοῦσαν πράττειν τῷ κοινῷ. βασιλεὺς δὲ εἰ σπουδάζων ταῦτα καὶ μὴ εἰρωνευόμενος λέγει ἐπυνθάνετο· ὡς δ’ ἤκουεν, οὐκ ἐν παρέργῳ, ἀλλὰ μετὰ σπουδῆς λέγειν, θαυμάζειν ἔφασκεν αὐτοῦ πολλὰ, εἰ πρὸς τοιαύτην ἐπιχείρησιν ἀξιόχρεων ᾠήθη ἔσεσθαι Ἀπόκαυχον.
PG 153:613εἰ μὲν γὰρ οἰόμενος σοὶ φίλον εἶναι ταύτην ἐβουλεύσω αὐτῷ τὴν χάριν καταθεῖναι, ἴσθι σεαυτὸν ἐξαπατῶν· οὐδὲν γὰρ ἧττον ἐγώ σοι πολέμιος, ἢ ἐκεῖνος φίλος· εἰ δὲ ὡς τῷ κοινῷ λυσιτελήσοντα τὸν κατὰ Περσῶν πόλεμον ἐγχειρίζειν παραινεῖς, ἔτι μᾶλλον θαυμάζειν, ὅθεν ὁρμώμενος αὐτός τε ἐπείσθης καὶ ἐμοὶ προείλου τὰ ἴσα συμβουλεύειν. οὐδὲ γὰρ οὐδὲ παρὰ πάντα τὸν βίον οὔτε κατεπράξατό τι στρατιώτῃ πρέπον, οὔτε ἐμέλλησεν, ἀλλὰ φόρων τε εἰσπράξεις δημοσίων καὶ χρημάτων καὶ προσόδων διοικήσεις φίλαι, αἷς ἐγγεγηρακὼς, εἰκότως ἐν τοῖς τοιούτοις ἐμπειρίαν ἐκτήσατο πολλήν. τὰς δὲ τοιαύτας πράξεις καὶ τὰς ναυμαχίας ἀνδρὸς δεῖσθαι μάλιστα τοῖς ὅπλοις ἐντραφέντος καὶ σαφεῖς τὰς ἀποδείξεις ἐν πολλοῖς παρεσχημένου τῆς τε τόλμης καὶ τῆς ἐμπειρίας τῆς κατὰ τὰς μάχας. Ὁ δ’ ἔφασκε τὰ ἴσα μὲν καὶ αὐτὸς εἰδέναι περὶ παρακοιμωμένου. οὔτε γὰρ ἑαυτὸν ἤσκει παρὰ τὸν βίον ἐν τοῖς προσήκουσιν ἔργοις στρατιώτῃ, οὔτε ἀπόδειξίν τινα παρέσχετο οὐδεμίαν οὔτε τόλμης οὔτε ἐμπειρίας· ὅθεν οὐδὲ οἷα ἀξιόχρεων πρὸς στρατηγίας τὸν κατὰ Περσῶν πόλεμον αὐτῷ ἐγχειρίζειν παραινεῖν.
ἀλλ’ εἰδὼς μάλιστα τοὺς Πέρσας πεζομαχίας μὲν καὶ ἱππομαχίας ἐμπειροτάτους καὶ δεινοῦ δεομένους τοῦ ἀντιστησομένου στρατηγοῦ, ἐν ναυμαχίαις δὲ ἀτολμοτάτους δι’ ἀπειρίαν καὶ ῥᾳδίους τῷ προςτυχόντι παντὶ ἡττᾶσθαι, ἄλλως τε καὶ τριήρεσι ταῖς ἡμετέραις πολλοὺς παρεσομένους ἐμπειροτάτους καὶ ναυμαχιῶν καὶ πεζομαχιῶν, οἷς χρήσεται παρακοιμώμενος διδασκάλοις πρὸς τὸν πόλεμον, αὐτός τε ᾠήθην μὴ δεῖν ἀμβλύνειν τὴν προθυμίαν αὐτοῦ τὴν περὶ τὰ καλὰ καὶ σοῦ ἥκω δεησόμενος τὴν στρατηγίαν ἐπιτρέπειν. ἴσως γὰρ ἡ προθυμία τῇ ἀτολμίᾳ καὶ ἀπειρίᾳ ἀντίῤῥοπος ὀφθεῖσα, χρήσιμον πρός τι τῶν δεόντων ἀποδείξει. πρὸς ταῦτα ὁ βασιλεὺς ὁρῶ μέν σε εἶπε μάλιστα προθυμούμενον Ἀποκαύχῳ τῶν τριήρεων ἐγχειρίζειν τὴν ἀρχὴν, καὶ διὰ τοῦτο οὐδὲ πολὺν περὶ αὐτοῦ βούλομαι ποιεῖσθαι λόγον, ἀλλ’ ὃ προείλου πρᾶττε.
Caput LXXXVI
εὔχομαι δὲ μὴ κἀν τοῖς τοιούτοις αὐτὸς φανεῖσθαι ἀληθεύων. Τοιαῦτα πρὸς ἀλλήλους αὐτῶν διειλεγμένων, ἐπεὶ ἐδέδοκτο παρακοιμωμένῳ Βυζαντίου καὶ τῶν νήσων ἐπιτρέπειν τὴν ἀρχὴν ἅμα τοῖς ἐκ τούτων ἐτησίοις φόροις, γράμματα ἐγράφετο βασιλικὰ, ἄρχοντα ἀποδεικνύντα παρακοιμώμενον τοῦ στόλου τοῦ κατὰ Περσῶν, καὶ ἀπὸ τῶν δημοσίων κελεύοντα λαμβάνειν χρυσίου μυριάδας δέκα ὥστε ἔχειν ἔκ τε τούτων καὶ ἀπὸ τῶν ἰδίων, ὡς ὑπέσχετο, τριήρεις τε παρασκευάζειν καὶ τὸ μισθοφορικὸν τρέφειν τὸ ἐν ταύταις. ἐπεὶ δὲ τά τε γράμματα εἰλήφει καὶ τὴν ἀρχὴν ἐνεχειρίσθη, πρὸς Βυζάντιον ἐλθὼν, τὰ μὲν βασιλικὰ γράμματα οὐ παρέσχετο ἀναγινώσκεσθαι ἐπ’ ἐκκλησίας, ὡς ἂν εἰδεῖεν πάντες ὡς τῆς περὶ αὐτοὺς εὐνοίας εἴη καὶ κηδεμονίας βασιλέως ὁ στόλος ἔργον ἔκ τε τῶν βασιλικῶν χρημάτων ἡ δαπάνη, ἵνα καὶ ἡ εὐφημία τῶν πολλῶν καὶ ὁ ἔπαινος πρὸς βασιλέα ᾖ. ἀλλὰ ταῦτα μὲν ἀφανείᾳ παρεδίδου· αὐτὸς δὲ τὰ μὲν βασιλικὰ χρήματα παρὰ τῶν τὰ δημόσια πραττόντων λαμβάνων κρύφα, οἴκοθεν δὲ ἀναφανδὸν μεταπεμπόμενος, ἐπλήρου τὰς τριήρεις.
Chapter XXXIICaput XXXII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:615ἐξ ὧν αὐτὸς μὲν ἐθηρᾶτο τὴν δόξαν τὴν παρὰ τοῦ πλήθους, καὶ πολὺς ἦν ᾀδόμενος παρὰ πᾶσιν ὡς τῶν οἰκείων οὐ φειδόμενος οὔτε χρημάτων οὔτε πόνων ὑπὲρ τῶν κοινῇ λυσιτελούντων. βασιλεῖ δὲ, ὥσπερ εἰκὸς, προσετρίβετο τὴν μέμψιν καὶ τὸν γογγυσμὸν τὸν παρὰ τῶν πολλῶν ὡς τῶν λυσιτελούντων ὑπηκόοις μηδεμίαν ποιουμένῳ πρόνοιαν. ὅμως δὲ πληρώσας τὰς τριήρεις περιέπλευσε τὰς νήσους μέχρι Χίου, καὶ ἐννέα ναυσὶ Περσικαῖς περιτυχὼν ἐκράτησεν αὐτάνδρων καὶ πάλιν ἀπέπλευσεν εἰς Βυζάντιον. πυθόμενος δὲ ὁ βασιλεὺς ὅσα αὐτῷ περὶ τὰ βασιλικὰ γράμματα κακουργηθείη, καὶ ὡς λόγους διαδοίη, μὴ βασιλέως, ἀλλ’ ἐκ τῶν ἰδίων εἶναι τὴν δαπάνην τῶν τριήρεων, ὀργῇ τε ἐφέρετο πρὸς αὐτὸν καὶ πρὸς τὸν μέγαν δομέστικον, ὡς ὑπὲρ ἐκείνου πράττοντα ἀεί. ὁρᾷς ἔφη οἷα Ἀπόκαυχος τυρεύει; ἐγὼ δὲ καίτοι πολλάκις ὁρμηθεὶς τὰ δέοντα ποιεῖν, σοῦ κωλύοντος, ἀπεσχόμην. νυνὶ δέ μοι δοκῶ μηδὲν ἐμποδὼν ἔσεσθαι ἃ αὐτὸς οἴομαι λυσιτελεῖν ποιεῖν. βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπεν ὀργιζόμενος.
ὁ δ’ ἑαυτῷ συνειδὼς μάλιστα αἰτίῳ τῶν παρόντων ὄντι, (αὐτὸς γὰρ παρέσχετο Ἀποκαύχῳ τὴν ἀρχὴν, βασιλέως ἀντιλέγοντος,) σιωπῇ παρῆλθε μηδὲν ἀποκριθείς. βασιλεὺς δὲ ἄχρι ἦρος ἀρχομένου διατρίψας ἐν Θεσσαλονίκῃ, ἄρας ἐκεῖθεν ἦλθεν εἰς Διδυμότειχον καὶ μετὰ μικρὸν ἐγένετο ἐν Βυζαντίῳ. ἐνδιατρίψας δὲ καὶ Βυζαντίοις χρόνον τινὰ οὐχὶ συχνὸν, ἔμελλεν αὖθις εἰς Θρᾴκην ἐξελθὼν πόλιν παλαιὰν κατεσκαμμένην, ἧς φασιν Ἀρκάδιον εἶναι οἰκιστὴν τὸν Θεοδοσίου τοῦ μεγάλου, ἐξ οὗ καὶ τὴν προσηγορίαν ἔλαχεν, Ἀρκαδίου προσαγορευομένη πόλις, αὖθις ἀνοικοδομεῖν, ἔστιν οὗ καὶ ἄχρι νῦν περισωζομένων τῶν τειχῶν, ἀγασθεὶς τοῦ τόπου τὴν εὐφυί̈αν. ἦν γὰρ καὶ περὶ τὰς οἰκοδομὰς φιλότιμος ὁ βασιλεὺς, οὐ μόνον χρείας ἕνεκα, ἀλλὰ καὶ ψυχαγωγίας ὢν ἕτοιμος ἀναλοῦν. περὶ μὲν γὰρ Θεσσαλονίκην οὔπω πρότερον ὂν τὸ Γυναικόκαστρον προσαγορευόμενον ἐτείχισε, καὶ πύργον ἐπιστήσας μεγέθει τε μέγιστον καὶ καρτερώτατον ἀντισχεῖν πρὸς πολεμίων μηχανάς· ὅθεν ἔλαχε καὶ τὴν προσηγορίαν, ὡς καὶ γυναικείας οὔσης φρουρᾶς, κρείττων ἐσόμενος παντοίας πολεμίων προςβολῆς.
PG 153:617καὶ περὶ Φερὰς ἕτερον Σιδηρόκαστρον, καὶ αὐτὸ διὰ τῶν τειχῶν τὸ εὐπαγὲς καὶ λίαν ὀχυρὸν ὠνομασμένον. Ἀμφίπολιν δὲ τὴν ἐν Στρυμόνι πόλιν Ἑλληνίδα παλαιὰν, ἐκ πολλῶν ἐτῶν κατεσκαμμένην αὖθις ἐτείχισεν ὁ βασιλεὺς καὶ συνῴκισεν ἐκ τῶν πέριξ πόλεων πέμψας ἀποικίας. οὐ μὴν ἀλλὰ καὶ περὶ Θρᾴκην παράλιον ἑτέραν πόλιν κατεσκαμμένην καὶ αὐτὴν, ἧς φασιν Ἀναστάσιον βασιλέα Ῥωμαίων οἰκιστὴν καὶ ἐξ ἐκείνου προσαγορευομένην, ἀνέστησεν αὖθις οὐ πᾶσαν, ἀλλ’ ὅσον μάλιστα ἐνῆν ἀπολαβὼν, καὶ Περιθεώριον προσηγόρευσεν. ἕτερον δὲ φρούριον ἐδείματο, οὐ πολὺ ἀφεστηκὸς θαλάσσης, Διπόταμον προσαγορευθέν. ἃ δὴ πάντα οὐ μᾶλλον φιλοτιμίας ἢ ἀσφαλείας τῶν χωρίων ἕνεκα, ἐν οἷς ἐκτίσθησαν, ἐτείχισεν ὁ βασιλεύς. Ἀρκαδιούπολιν δὲ διὰ τὰς ἐκ τῶν Σκυθῶν ἐφόδους ἀναγκαίαν οὖσαν, ἀνοικοδομῆσαι ἠβουλήθη πολυτελῶς καὶ οἰκήτορας ἐκ τῶν ἐπιφανῶν ἐγκαθιδρύσαι, εὐδαίμονά τε καὶ ὀλβίαν ἀποδεῖξαι καὶ τῶν κατὰ τὴν Θρᾴκην ἄλλων πόλεων ὑπερέχουσαν πολλῷ μετὰ τὴν μεγάλην πόλιν. λθ.
Συμβάσης δέ τινος ταραχῆς περὶ τὴν ἐκκλησίαν, περιμείνας ὥστε τὰς προφάσεις τῆς ταραχῆς ποιῆσαι ἐκποδὼν, ἐτελεύτησε μετὰ μικρὸν, μηδὲν ὧν ἐσκέπτετο εἰς ἔργον ἀγαγών. μοναχὸς γάρ τις ὁρμώμενος ἐκ Καλαβρίας τοῖς Λατίνων ἤθεσι καὶ νόμοις ἐντραφεὶς, ὄνομα Βαρλαὰμ, ἄλλως δὲ νοῆσαί τε ὀξὺς καὶ τὰ νοηθέντα ἐξηγήσασθαι ἱκανώτατος, καὶ τὰ Εὐκλείδου καὶ Ἀριστοτέλους καὶ Πλάτωνος ἐκμελετήσας καὶ διαβόητος περὶ ταῦτα ὢν, ἐπὶ κακῷ τῇ Ῥωμαίων ἐπεδήμησε βασιλείᾳ. πολλῶν γὰρ ἐνέπλησε καὶ μεγάλων στάσεων εἰρήνην ἄγουσαν τὴν ἐκκλησίαν. ὑποκρινάμενος γὰρ τὰ Λατίνων ἀποσείεσθαι, λόγους τε συνεγράφετο κατ’ αὐτῶν καὶ ἀπεδείκνυε λογικῶς περὶ τὴν πίστιν σφαλλομένους, καὶ τοῖς ἡμετέροις ἔχαιρεν ἤθεσι καὶ νόμοις καὶ ὅλως σαφεῖς ἐδόκει παρέχεσθαι τὰς ἀποδείξεις τοῦ κατεγνωκέναι τὰ Λατίνων ἀληθῶς. διὰ ταῦτά τε οὖν καὶ τὴν ἄλλην σοφίαν τῆς τε παρὰ βασιλέως ἀπέλαυεν εὐμενείας καὶ τιμῆς, καὶ παρὰ μεγάλου δομεστίκου οὐδὲν ἧττον ἠγαπᾶτο καὶ προνοίας ἠξιοῦτο, καὶ οὐδὲν ἐνέδει αὐτῷ τοῦ μὴ ἐν εὐπραγίαις εἶναι.
οὗτος δὴ ὁ Βαρλαὰμ εἴτε καὶ εὐθὺς ἐξ ἀρχῆς τὴν ὁμοίαν γνώμην ἔχων, εἴτε ὕστερον μεταβαλὼν, μᾶλλον δὲ ὑπὸ τοῦ κοινοῦ τῶν Χριστιανῶν πληρώματος πολεμίου ἐναγόμενος, πρόφασίν τινα ζητῶν, ἐξ ἧς τὰ ἡμέτερα διακωμῳδήσει καὶ πρὸς πόλεμον χωρήσει φανερῶς, ὡς δὴ μαθητιῶν τινι προσῆλθε τῶν ἡσυχαζόντων, λόγου τε ἀπεστερημένῳ παντελῶς καὶ ὀλίγον διαφέροντι ἀλόγων καὶ οὐδὲ φρονήσεως γοῦν μετεσχηκότι πρεπούσης ἰδιώτῃ· καὶ ὑπεκρίνετο βούλεσθαι μαθητεῦσαι παρ’ αὐτῷ καὶ τὴν ὁδὸν τῆς ἡσυχίας ἐκδιδάσκεσθαι καὶ τοὺς νόμους τῆς ὑποταγῆς. ἔπεισέ τε δεηθεὶς καὶ διέτριψε παρ’ αὐτῷ ἡμέρας οὐ πολλάς. καὶ μετὰ ταῦτα τοῦ ἀμαθοῦς ἐκείνου ἐδεῖτο διδάσκειν περὶ ἡσυχίας καὶ ὅτῳ τρόπῳ καὶ αὐτὸς ἐν ἡσυχασταῖς αὐθήμερον τελέσειεν ὑποθέσθαι. ὁ δὲ τόν τε δόλον μὴ συνιδὼν, ὑπό τε τῆς ἄγαν κουφότητος ἐπαρθεὶς, ἄλλα τε ἐδίδασκε τὸν πονηρότατον ὁ ἀνόητος καὶ ὡς προκόπτοντες κατὰ μικρὸν οἱ ἡσυχάζοντες καὶ προσευχόμενοι ἀθορύβως, ἀγαλλίασίν τέ τινα καὶ ἄῤῥητον ἡδονὴν καὶ θείαν ἐπιδέχονται ἐν τῇ ψυχῇ καὶ φῶς ὁρῶσι τοῖς σωματικοῖς ὀφθαλμοῖς ἀστράπτον περὶ αὐτούς.
Caput LXXXVII
PG 153:619ἐπὶ μὲν οὖν τοῖς ἄλλοις πολλὴν κατεγίνωσκεν ὁ Βαρλαὰμ ἄνοιαν τοῦ ἀνδρὸς καὶ ἀμαθίαν· φῶς δὲ ἀκούσας ὁρώμενον ὀφθαλμοῖς σωματικοῖς, οὐκέτι οὐδὲ ἠρεμεῖν ἠνέσχετο, ἀλλὰ κοινὴν ἐποιεῖτο τῶν ἡσυχαζόντων καταδρομὴν, ἀπατεῶνας καλῶν καὶ ψευδομένους καὶ Μασσαλιανοὺς καὶ Ὀμφαλοψύχους καὶ τὰ ὀρθὰ τῆς ἐκκλησίας δόγματα διαστρέφοντας καὶ εἴ τι ἕτερον τοιοῦτον, καὶ διεμαρτύρετο ἀναφανδὸν ὡς δεῖ πάντα ὁντινοῦν ἀπέχεσθαι αὐτῶν πλανώντων τε καὶ πλανωμένων, οὓς ἔδει τήν τε ἀρετὴν τελείους εἶναι καὶ περὶ τὰ δόγματα μάλιστα ἀσφαλεῖς, ὡς τῶν ἀνθρώπων τὰς ψυχὰς αὐτοῖς διὰ τὴν δοκοῦσαν εὐλάβειαν ἐμπιστευόντων. ταῦτα δὲ οὐ λόγοις μόνον διεθρύλλει κοινῶς κατὰ τῆς ἡσυχίας, ὡς αἰτίου τῆς πλάνης γινομένης, ἀλλὰ καὶ συνεγράφετο, ἵνα ἐς ἀεὶ ἀνάγραπτος ἡ ὕβρις εἴη. ταῦτα δὲ ἐπράττετο ἐν Θεσσαλονίκῃ ἐν οἷς καιροῖς καὶ ὁ βασιλεὺς ἐπὶ Ἀκαρνανίαν ἀπεδήμει. ἐν ταύτῃ δὲ ἄλλοι τε παρῆσαν ἡσυχάζοντες πολλοὶ, οἳ δεινὰ ἐποιοῦντο τὰ Βαρλαὰμ διαθρυλλούμενα, καὶ μάλιστα Γρηγόριος ὁ Παλαμᾶς, ὃς καὶ ὕστερον εἰς ἀρχιερέας ἐτέλεσε Θεσσαλονίκης·
ὃς ἐξ Ἀσίας ὢν τὸ γένος καὶ βασιλείοις αὐλαῖς ἐντεθραμμένος, ἅμα δυσὶν ἑτέροις ἀδελφοῖς ἐπὶ πάνυ παιδικῇ τῇ ἡλικίᾳ κτῆσιν καὶ γονέας καὶ τὴν ἄλλην περιφάνειαν τοῦ βίου καὶ τὰς ἐκ βασιλέως τιμὰς ὡς ὀλίγου ἢ οὐδενὸς ἐκλιπόντες ἄξια, Χριστῷ εἵλοντο μόνῳ ἀκολουθεῖν καὶ τὴν ἐκεῖθεν λαμπρότητα ἐπιζητεῖν· καὶ Ναζιραῖοι τῷ θεῷ γεγενημένοι, τὴν πτωχείαν μᾶλλον εἵλοντο τὴν δι’ αὐτὸν καὶ τὴν ἀκτησίαν καὶ τὴν δουλείαν. καὶ πρὸς Ἄθῳ τῷ ἱερῷ γενόμενοι ὄρει, ὅπερ οὐκ ἄν τις ἁμάρτοι πόλιν προσειπὼν οὐράνιον, ἐκδεδώκασιν ἑαυτοὺς ὑποταγῇ πατρὸς πνευματικοῦ. οὗ δὴ τὸν πνευματικὸν ἀγωνιζομένων δίαυλον καὶ θεόντων τὸν περὶ ψυχῆς, ὁ τελευταῖος ἐξέλιπε τῶν ἀδελφῶν πρῶτος χωρήσας πρὸς τὰ βραβεῖα τῆς ἄνω κλήσεως, καὶ μετ’ ἐκεῖνον ὁ διδάσκαλος ὀλίγῳ ὕστερον ἀπηλλάττετο τῶν δεσμῶν τοῦ γεώδους τούτου καὶ ταπεινοῦ σαρκίου καὶ πρὸς ὃν ἐπόθησε μετέβαινεν ἐξ ἀρχῆς. Γρηγορίῳ δὲ καὶ τἀδελφῷ ἐκ πατρὸς καταλειφθεῖσιν ὀρφανοῖς οὐκ ἐδόκει δεῖν ἔτι πιστεύειν τῇ ἡλικίᾳ, ἀλλ’ ἑτέρῳ φέροντες ὑπέταξαν πατρὶ πνευματικῷ.
Chapter XXXIIICaput XXXIII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:621ὑφ’ ᾧ ὑπὲρ ὀκτὼ τελέσαντες ἔτη, ἐπεὶ κἀκεῖνος τῶν τῇδε ἀπηλλάττετο, πρὸς τῇ κατὰ Βέῤῥοιαν Σκήτῃ φροντιστήριον οἰκοδομήσας ὁ Γρηγόριος καὶ κατακλείσας ἑαυτὸν πᾶσάν τε ἀποθέμενος φροντίδα γηί̈νην, ἑαυτῷ δὲ μόνῳ καὶ θεῷ προσαδολεσχῶν, δέκα διετέλεσεν ἔτη, πολλὰ τὴν σάρκα παιδαγωγήσας καὶ ὑποτάξας τῷ πνεύματι· ὡς ἐκ τῆς συντονωτάτης καὶ ἄγαν ἀνενδότου ἀσκήσεως καὶ τοῦ σπηλαίου τῆς πρὸς ψῦχος ἀσυμμετρίας νόσῳ δεινῇ περιπεσόντα, οὐ μακρὰν γενέσθαι τοῦ ἀποθανεῖν. οὗ μετὰ τὰ δέκα ἔτη ἀποστὰς, τῶν ἐκεῖσε διακριτικῶν πατέρων κελευσάντων, οἷς οὐκ ἐξῆν τὰ βελτίω συμβουλεύουσι μὴ πείθεσθαι, πρῶτα μὲν ἐφ’ ἱκανὸν ἐν τοῖς κατὰ τὸν Ἄθω διέτριψε φροντιστηρίοις, ἔπειτα τῆς περὶ τὸ σῶμα νοσοκομίας ἐπειγούσης, ἦλθεν εἰς Θεσσαλονίκην.
οὗτος δὴ ἅμα τοῖς ἄλλοις οὐ μετρίως δυσχεράναντες κατὰ Βαρλαὰμ τὰ τῆς ἱερᾶς ἡσυχίας ἐξορχουμένου καὶ πολλὰς αὐτῆς καταχέοντος τὰς λοιδορίας, τισὶ τῶν φίλων πρὸς αὐτὸν χρησάμενοι πρεσβευταῖς, ἐδέοντο παύεσθαι τοῦ τοιαῦτα καὶ φρονεῖν καὶ λέγειν κατὰ τῶν ἡσυχαζόντων, καὶ μὴ διὰ τὴν ἀπειρίαν ἑνὸς τὰ ἴσα πάντων καταψηφίζεσθαι καὶ, τό γε εἰς αὐτὸν ἧκον, τοῦ ἀκροτάτου βίου καὶ τῆς τελεωτάτης πολιτείας τοὺς ἀνθρώπους ἀποστερεῖν, τὰ οὐκ ὄντα καταψευδόμενον καὶ ὡς κακῶν αἰτίαν διαβάλλοντα καὶ πείθοντα ἀπέχεσθαι αὐτῆς. ἀλλ’ εἰ μέν τι καὶ παρὰ τὸ προσῆκον ἤκουσται αὐτῷ, τῇ ἀπειρίᾳ τοῦ εἰπόντος προσλογίζεσθαι· αὐτὴν δὲ ἡγεῖσθαι θεῖόν τι χρῆμα καὶ ἱερὸν, καὶ τοῦ τε κατ’ αὐτῆς παύεσθαι λέγειν. ἀλλὰ καὶ εἴ τι συναρπασθεὶς συνέγραψε κατ’ αὐτῆς, ὡς ἀπωλείας ἄξια παραδιδόναι πυρί. οὐδὲ γὰρ ὅσιον οὐδὲ ἄλλως νοῦν ἔχον, γεωμετρίαν μὲν καὶ ἀστρονομίαν καὶ ἀριθμῶν ἀναλογίας βουλόμενόν τινα ἐκδιδάσκεσθαι, μὴ τῷ ἀμαθεστάτῳ, ἀλλὰ τῷ δεινοτάτῳ περὶ ταῦτα φοιτᾷν· τῆς δὲ ὄντως φιλοσοφίας καὶ τῆς περὶ οὐρανίων πραγμάτων γνώσεως τῷ περὶ ταῦτα ἀμυήτῳ χρῆσθαι διδασκάλῳ.
ἐχρῆν γὰρ αὐτὸν ὄντα φιλόσοφον καὶ τῶν πολλῶν ὑπερέχοντα συνέσει, εἴγε περὶ τοιούτων ἐδεῖτο μαθεῖν πραγμάτων, ἢ πρότερον διερευνησάμενον τῷ παρὰ θεῷ τῆς τοιαύτης χάριτος ἠξιωμένῳ, (οὐ γὰρ δὴ ἀνθρωπίνῃ γε συνέσει ἢ σπουδῇ τὰ τοιαῦτα περιγίνεται,) ἀδόλῳ γνώμῃ καὶ πάσης ἀπηλλαγμένῃ κακουργίας προσελθεῖν καὶ περὶ ὧν ἐβούλετο δεῖσθαι μαθεῖν·
PG 153:623(ἦ γὰρ ἂν ἐκεῖνος σοφὸς ὢν τὰ θεῖα καὶ μέτρα μαθημάτων ἑκάστῳ προσήκοντα εἰδὼς κατὰ τὴν τῆς καθάρσεως ἀναλογίαν, οὐκ ἂν ἐνεπίστευσεν ἀκοῇ σαθρᾷ βροντῆς ἦχον ἐκ προοιμίων εὐθὺς, ἀλλὰ βίου πρότερον ἀκριβείᾳ καὶ πολλῇ φιλοσοφίᾳ καὶ πασῶν γηί̈νων ἐννοιῶν εὐλόγων τε καὶ μὴ τοιούτων ἀποθέσει τὴν ψυχὴν ἂν πρότερον ἐδίδαξεν ἐκκαθᾶραι καὶ οὕτω τῶν ἱερῶν προθύρων τῆς θείας ταυτησὶ σοφίας ἐπιβαίνειν, δεόμενον καὶ θεοῦ πολλὰ καὶ ἀνδρῶν τῶν τὰ τοιαῦτα δύνασθαι ἠξιωμένων συνάρασθαι πρὸς τὸ ἔργον οὕτως ὂν ὑψηλὸν καὶ τὴν ἀνθρωπίνην ὑπερβαῖνον δύναμιν·) ἢ ἐπειδή γε διὰ ῥᾳθυμίαν ἀπερισκέπτως τῷ προστυχόντι προςεχώρησε, τῇ ἐκείνου ἀμαθίᾳ προσλογίσασθαι τοὺς λόγους, ἀλλὰ μὴ ὥσπερ ἐξεπίτηδες ὥσπερ τινὸς ἑρμαίου λαβόμενον τῶν λόγων, αὐθαδῶς καὶ θρασέως κατ’ αὐτῆς τῆς ἱερᾶς χωρῆσαι ἡσυχίας καὶ τοῖς ἡσυχάζουσι πολλὰ προστρίψασθαι ὀνείδη, ἀπατεῶνας καλοῦντα καὶ ψευδομένους καλοῦντα καὶ Μασσαλιανοὺς, ἐκ τοῦ φῶς περιαστράπτειν τοὺς ἁγίους ἀκηκοέναι τὰς ἀφορμὰς εἰληφότα τῶν πολλῶν λοιδοριῶν. καίτοι γε τῷ διδάξαντι περὶ ἄλλων μὲν ἄν τις μέμφοιτο δικαίως, περὶ τούτου δὲ οὐδείς.
ἄλλους τε γὰρ περιήστραψε πολλοὺς τὸ θεῖον τοῦτο φῶς ἐν τοῖς τοῦ διωγμοῦ καιροῖς ἀγωνιζομένους ὑπὲρ Χριστοῦ, καὶ Ἀντώνιον τὸν θεῖον οὐ πρὸς τυράννους, ἀλλὰ τοὺς δεινοτέρους τυράννων δαίμονας παρατεταγμένον, ὡς ἐκ τῶν περὶ αὐτοῦ συγγεγραμμένων ἔξεστι μαθεῖν. οὐ μὴν ἀλλ’ εἰ δεῖ καὶ ταῦτα πάντα παραδραμόντας πρὸς τὸ πρῶτον παράδειγμα ἀναδραμεῖν, σαφῶς ἐξέσται τοῦ δυνατὸν εἶναι τοῖς σωματικοῖς ὀφθαλμοῖς θεῖον καὶ ἄκτιστον φῶς θεάσασθαι τὴν ἀπόδειξιν λαβεῖν. παραλαβὼν γάρ, φησιν, ὁ κύριος πρὸ τοῦ πάθους τοὺς προκρίτους τῶν μαθητῶν καὶ ἀνελθὼν ἐπὶ Θαβὼρ, μετεμορφώθη ἔμπροσθεν αὐτῶν καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος· οὗ μὴ φέροντες τὴν λαμπρότητα ὁρᾷν οἱ μαθηταὶ κατέπεσον ἐπὶ τὴν γῆν. εἰ οὖν κἀκεῖνοι ἄνθρωποί τε ὄντες καὶ ἔτι ἀτελέστερον διακείμενοι, τὸ περιαστράψαν αὐτοὺς θεῖον καὶ ἄκτιστον φῶς ἠδυνήθησαν ἰδεῖν, τί θαυμαστὸν εἰ καὶ νῦν τοὺς ἁγίους φαίημεν φῶς ὁρᾷν ἄνωθεν ἐλλαμπομένους ἐκ θεοῦ; διὸ δή σου καὶ δεόμεθα περὶ τῶν τοιούτων μήτε λέγειν μήτε λογογραφεῖν, ὡς ὀλίγα ἢ οὐδὲν περὶ αὐτῶν εἰδότα·
Chapter XXXIVCaput XXXIV
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:625ἀλλὰ καὶ τὰ γεγραμμένα ἀφανίζειν, ὡς πολλοῖς αἴτια βλάβης παρεσόμενα οὐ τῆς τυχούσης. Τοιαῦτα μὲν Γρηγόριος καὶ οἱ περὶ αὐτὸν διεπρεσβεύοντο πρὸς Βαρλαὰμ, οἰόμενοι τὴν παραίνεσιν αὐτῷ τὴν γλωσσαλγίαν στήσειν. τὸ δ’ ἐναντίως ἢ αὐτοὶ ᾠήθησαν ἀπέβη. ὡς γὰρ τοὺς λόγους ὁ πρεσβεύων διῄει πρὸς αὐτὸν, ἐν μὲν τοῖς ἄλλοις ἡσυχίαν ἦγε, τὸ ἐν Θαβωρίῳ δὲ λάμψαν φῶς ἄκτιστον ἀκούσας τῆς ἀτοπίας 2 ἀνεβόησε· καπνὸν γὰρ φεύγοντες, ἐμπεπτώκαμεν εἰς πῦρ. ἄκουε οὐρανὲ καὶ ἐνωτίζου ἡ γῆ· τὸ ἐν Θαβὼρ φῶς ἄκτιστον καὶ τί ἄλλο ἢ θεὸς καθ’ ὑμᾶς οὐδὲν γὰρ ἄκτιστον ὅτι μὴ θεός. εἰ οὖν μήτε κτίσμα τὸ φῶς ἐκεῖνο, μήτε θεοῦ οὐσία, (θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε,) τί λοιπὸν ἢ δυσὶ λατρεύειν θεοῖς, ἑνὶ μὲν, τῷ πάντων δημιουργῷ, ὃν καὶ ἀόρατον πᾶς τις ἂν ὁμολογήσειε, δευτέρῳ δὲ, τῷ καθ’ ὑμᾶς ὁρωμένῳ ἀκτίστῳ τούτῳ φωτί; ἐγὼ δὲ οὔτε πρότερον οὔθ’ ὕστερόν ποτε ἀνασχοίμην ἂν ὁπωσοῦν τι διαφέρον τῆς οὐσίας τοῦ θεοῦ ἄκτιστον ἡγεῖσθαι. ἐκ τούτων δὴ τῶν λόγων ὥσπερ ἀφετηρίας ὁρμηθεὶς, πολλὰ καὶ εἶπε καὶ συνεγράψατο κατὰ Γρηγορίου καὶ τῶν ἄλλων μοναχῶν, πρὸς τοῖς πρότερον καὶ διθεί̈αν ἐγκαλῶν.
Caput LXXXVIII
οὐ μὴν οὐδὲ ἐκεῖνοί γε ἠμέλουν τοῦ μὴ ἀντιλέγειν φανερῶς καὶ διεφθαρμένα δόγματα εἰσάγοντα ἀποδεικνύναι καὶ τοῖς θεοσόφοις λόγοις ἐναντία. Βαρλαὰμ δὲ οἰόμενος καὶ τῶν ἀρχαίων θεολόγων σοφίᾳ λόγων καὶ πειθοῖ κρατήσειν, εἰς Βυζάντιον ἐκπλεύσας, Ἰωάννῃ τῷ πατριαρχεύοντι τότε τὰ κατὰ τῶν μοναχῶν συγγράμματα ἐγχειρίζει καὶ σύνοδον ἐδεῖτο συναθροίζειν κατ’ αὐτῶν, ὡς τοῖς ὀρθοῖς δόγμασιν ἐναντία καὶ φρονοῦντας καὶ λέγοντας ἐλέγξων, καὶ πολὺς ἦν ῥέων κατ’ ἐκείνων, καὶ τὴν διθεί̈αν ἐγκαλῶν. πατριάρχῃ δὲ περιορᾷν οὐ δεῖν ἐδόκει τὰ τοιαῦτα, ἀλλὰ γράμμασιν ἐκάλει τοὺς μοναχοὺς ἐκ Θεσσαλονίκης ἀπαντᾷν ἐπὶ τὴν δίκην· καὶ παρῆσαν καὶ αὐτοὶ τῶν λόγων ὑφέξοντες εὐθύνας. ἐν τούτοις δὲ αὐτοῖς τῶν πραγμάτων, καὶ θορύβου πολλοῦ καὶ ταραχῆς τὴν ἐκκλησίαν κατεχούσης, καὶ ὁ βασιλεὺς ἐκ τῆς εἰς Ἀκαρνανίαν στρατείας εἰς Βυζάντιον ἐπανῆκε.
καὶ πυθόμενος ὅσα Βαρλαὰμ διαφέροιτο καὶ οἱ μοναχοὶ, πρῶτα μὲν κατασιγάζειν ἐπειρᾶτο, ἑκατέροις παραινῶν τῆς ἀντιλογίας ἀποσχέσθαι καὶ τὴν ἔχθραν καταλύσαντας, ὥσπερ καὶ πρότερον ἀλλήλοις εἶναι φίλους καὶ μὴ διὰ φιλονεικίαν σφίσι τε αὐτοῖς καὶ τοῖς ἄλλοις ταραχὴν παρέχειν· ὡς δὲ ἐπείθοντο οὐδέτεροι, ἀλλ’ ὅ,τε Βαρλαὰμ διεφθαρμένα ἰσχυρίζετο δοξάζοντας ἀποδείξειν Γρηγόριον καὶ τοὺς περὶ αὐτὸν καὶ ἐπέσπευδε τὴν δίκην, ὅ,τε Γρηγόριος ἀδικεῖσθαι διετείνετο καὶ οἱ περὶ αὐτὸν καὶ ἤθελον ἐπὶ τῆς δίκης ἑαυτοὺς ἐγκλημάτων ἀπολύειν, συνιδὼν καὶ ὁ βασιλεὺς ὡς ἐλέγχων χωρὶς οὐκ ἂν δύναιτο παύειν τὴν φιλονεικίαν, ἐπέτρεπε τὴν σύνοδον. μ. Καὶ γίνεται κατὰ τὸν θεῖον τῆς τοῦ θεοῦ Σοφίας νεών. καὶ προκαθημένου βασιλέως καὶ Ἰωάννου τοῦ πατριάρχου, καὶ τῶν λοιπῶν ἀρχιερέων καὶ τῶν ἐν τέλει πολλῶν καὶ συγκλητικῶν συνεδριαζόντων, λέγειν ὁ Βαρλαὰμ ἐπετράπη πρῶτος· ἐκεῖνος γὰρ ἦν ὁ Γρηγόριον καὶ τοὺς μοναχοὺς τὴν διαστροφὴν τῶν δογμάτων ἐγκαλῶν.
Caput LXXXIX
PG 153:627πολλὰ δὲ πρότερον διεξελθὼν καὶ τὴν αἰτίαν ἀφ’ ἧς πρὸς ταῦτα ὥρμητο διηγησάμενος, ἔπειτα καὶ τὸ βιβλίον, ὃ περὶ τούτων ἦν συγγεγραφὼς, παρείχετο ἀναγινώσκεσθαι· ἐπεὶ δὲ ἀνεγνώσθη πᾶν, ἄλλα τε ἐπεῖπεν, ὅσα αὐτῷ ἐδόκει πρὸς τὰ προκείμενα λυσιτελεῖν, καὶ τελευταῖον κατηγόρηκε τῶν μοναχῶν ὡς οὐδὲ τὴν εὐχὴν, ἣν αὐτοί φασιν εὔχεσθαι καθ’ ἑαυτοὺς, ἀνελλιπῶς προφέρουσι καὶ προσηκόντως, ἀλλά τινος προσθήκης δεομένην, ἣν ἐκεῖνος προσετίθει, τὸ ἐνδέον, ὡς ἔφασκεν, ἀναπληρῶν. μετὰ τοῦτον δὲ καὶ οἱ μοναχοὶ πρὸς τὰς κατηγορίας ἐπετράπησαν ἀπολογεῖσθαι. ἐπεὶ δ’ ἑαυτῶν ἐκεῖνοι Γρηγόριον προεστήσαντο τὸν Παλαμᾶν, (ἦν γὰρ δὴ τῶν ἄλλων οὐ λόγοις μόνον, ἀλλὰ καὶ τῷ τὰ τοῖς θεολόγοις περὶ θεοῦ δεδογμένα ἐξηκριβωκέναι διαφέρων,) καταστὰς πρὸς τοὺς λόγους καὶ αὐτὸς, σαφεῖς καὶ βεβαίας παρείχετο τὰς ἀποδείξεις τῶν λεγομένων, οὐ συλλογισμοῖς χρώμενος καὶ γεωμετρικαῖς ἀνάγκαις, (οὐδὲ γὰρ οἷόν τε ἐκ τῶν καθ’ ἡμᾶς ἀποδεικνύναι τὰ ὑπὲρ ἡμᾶς,) ἀλλὰ τοῖς λόγοις τῶν ἁγίων καὶ θεολόγων ἀνδρῶν, οὓς τὸ πνεῦμα τὸ ἅγιον ἐχρημάτισε δι’ αὐτῶν, ᾧ πάντα ἐρευνᾶται καὶ τὰ βάθη τοῦ θεοῦ.
ἀπεδείκνυ τε ἐκ πολλῶν τῶν λεγομένων τὸ κατὰ τὸ Θαβώριον τοὺς μαθητὰς περιαστράψαν φῶς δόξαν ἄναρχον τοῦ θεοῦ καὶ φῶς θεότητος καὶ θεότητα καὶ φυσικὸν καὶ ἀί̈διον τοῦ θεοῦ φῶς καὶ ὅσα τοιαῦτα παρὰ τοῖς θεολόγοις πιστευόμενόν τε καὶ προσαγορευόμενον. εἶτα ἐκ τῶν ῥήσεων τῶν θεολογικῶν συνεπέραινε καὶ αὐτὸς, ὡς τὸ ἀί̈διον καὶ φυσικὸν τοῦ θεοῦ οὐκ ἂν εἴη κτιστὸν, οὐδὲ ἡ ἄναρχος δόξα καὶ ἡ βασιλεία τοῦ θεοῦ, οὐδ’ ὅσα πρὸς τῶν θεολόγων τὸ φῶς ἐκεῖνο ὕμνηται. ἐπὶ τούτοις δὲ καὶ τὸν ὑπὸ τῶν κατὰ τὸν Ἄθω ὁσίων ἀνδρῶν συντεθειμένον παρῆγε τόμον, ὃς αὐτῷ μὲν συνηγόρει ὡς τὰ ἴσα τοῖς ἁγίοις φθεγγομένῳ, Βαρλαὰμ δὲ βλασφημίαν καὶ κακοδοξίαν κατηγόρει πολλήν. ἐπεὶ δὲ ἐκ πολλῶν τῶν λεγομένων ἡ νίκη πρὸς Γρηγόριον ἀπέβλεπε καὶ τοὺς μοναχοὺς, πάντων ἤδη πεπεισμένων τοῖς ἁγίοις ἕπεσθαι καὶ θεολόγοις καὶ μὴ τοῖς ἐκ κοιλίας εἰρημένοις Βαρλαὰμ, συνεώρα τε καὶ αὐτὸς ὡς οὐκ ἂν διαδράσειε τῆς γλωσσαλγίας καὶ τῆς βωμολοχίας δοῦναι δίκην, τῷ μεγάλῳ δομεστίκῳ συνεδριάζοντι ἐκεῖ τῷ βασιλεῖ προσελθὼν, σύντομόν τινα ᾐτεῖτο καὶ βοήθειαν καὶ βουλὴν, ἐξ ἧς τὴν προσδοκωμένην διαφυγεῖν ἐξέσται δίκην.
Caput XC
PG 153:629ὁ δὲ πρότερόν τε ἔφασκε τὰ δέοντα βεβουλεῦσθαι, αὐτῷ παραινῶν τῆς πολλῆς φιλονεικίας ἀποσχέσθαι καὶ πείθεσθαι τοῖς μοναχοῖς ὡς τὰ τοιαῦτα σοφωτέροις, καὶ νῦν οὐδὲν ἧττον βουλεύσεσθαι καὶ πράξειν τὰ συνοίσοντα ὑπὲρ αὐτοῦ. εἰ γὰρ μήτε ἀντιλέγειν ἔτι πρὸς τὰ προτεινόμενα ἔχει, πέπεικέ τε ἑαυτὸν ὡς βελτίω καὶ δικαιότερα καὶ τοῖς ἁγίοις συνῳδὰ φθέγγονται οἱ μοναχοὶ, τί δεῖ τὴν ψῆφον κατ’ αὐτοῦ ἐξαγομένην περιμένειν κατιδεῖν, ἀλλὰ μὴ πρότερον ἐξαναστάντα, τήν τε προτέραν ἄγνοιαν ἐπὶ πάντων ὁμολογεῖν καὶ τὴν νῦν ἐπίγνωσιν τῆς ἀληθείας, καὶ τοῖς τε ἁγίοις πείθεσθαι συνθέσθαι καὶ τὴν ἔχθραν καταλύειν τὴν πρὸς τοὺς μοναχούς; εἰ γὰρ ταῦτα πειθόμενος αὐτῷ ποιήσει, οὔτε βλάβη τις ἕψεται ἐκ τῶν λόγων οὐδεμία, βασιλεύς τε καὶ οἱ ἄλλοι πάντες ἐπαινέσονται τῆς πρὸς τὰ βελτίω μεταβολῆς. οὐ γὰρ τοσοῦτον τὸ τῆς ἀληθείας ἀποπλανηθῆναι κατηγορίας ἄξιον, ὅσον τὸ πρὸς αὐτὴν ἐπανελθεῖν τοῖς ἁγίοις πειθόμενον καὶ θεολόγοις ἐπαινετόν.
καὶ οἱ μοναχοὶ δὲ τοῖς πνευματικοῖς πειθόμενοι νόμοις, μείζονα ἐνδείξονται νυνὶ τὴν φιλίαν πρὸς σὲ καὶ τὴν εὐγνωμοσύνην, ἢ καθ’ ὅσον πρότερον ἐνεδείκνυντο τὴν πικρίαν καὶ τὴν ἔχθραν, ὡς οὐ τῶν εἰς αὐτοὺς ἕνεκα λοιδοριῶν, ἀλλὰ τῆς τῶν δογμάτων ἀμυνόμενοι διαστροφῆς· ὧν καλῶς καὶ ὡς προσῆκεν ἀποδεδειγμένων εἰ καὶ σὺ πεισθείης, οὐδὲν οὐδ’ αὐτοὶ ζητήσουσι περαιτέρω, ἀλλ’ ἀξίαν ἀμοιβὴν τῶν πολλῶν πόνων καὶ κινδύνων νομιοῦσιν ἔχειν τὴν διόρθωσιν τὴν σήν. Βαρλαὰμ δὲ καὶ αὐτῷ μὲν ἔφασκεν ἀρίστην φαίνεσθαι ταύτην τὴν βουλὴν, δεδοικέναι δὲ μὴ οὐκ ἐξαρκέσουσιν οἱ λόγοι πρὸς τὸ τῶν κινδύνων ἐξαρπάσαι, ἀλλὰ καὶ μετὰ τὴν ὁμολογίαν ἀτιμία τις αὐτοῦ καταψηφισθῇ, οἷα δὴ κατὰ τῶν ὀρθῶν δογμάτων ἐξενηνεγμένου. καὶ τότε ἄτιμον εἶναι συμβήσεται αὐτῷ καὶ μηδ’ ἀπολογίαν τινὰ ὕστερον ἔχειν ὡς οὐ δικαίως τοιαῦτα πάθοι, οἷα δὴ καὶ αὐτὸν κατεψηφισμένον ἑαυτοῦ· ὡς εἴγε τοιαῦτα πείσεσθαι μέλλοι, βέλτιον σιωπῇ τὴν δίκην ἐνεγκεῖν, ὥστε καὶ εἰσαῦθις ἠδικῆσθαι λέγειν δύνασθαι καὶ τὴν δίκην ἀνακαλεῖσθαι.
ὁ μέγας δὲ δομέστικος παρεθάῤῥυνέ τε καὶ μὴ τοιαῦτα παρῄνει δεδοικέναι, ὡς αὐτοῦ παρόντος, οὐδενὸς γενησομένου τοῦ λυπεῖν αὐτὸν δυνησομένου. ᾧ καὶ πειθόμενος ὁ Βαρλαὰμ, παρελθὼν εἰς μέσους, τήν τε προτέραν ἄγνοιαν ὡμολόγει καὶ συγγνώμην ἐπὶ τοῖς εἰρημένοις ᾐτεῖτο, ὡς οὐ φιλονεικίας ἕνεκα λέγων οὐδὲ τοῦ μὴ πείθεσθαι τοῖς ὑπὸ τῶν θεολόγων εἰρημένοις περὶ θεοῦ εἰς τοὺς τοιούτους τῶν λόγων ἐξενηνέχθαι, ἀλλ’ ὑπ’ ἀγνοίας οἰόμενος τοὺς ἄλλους ἁμαρτάνειν, ἕνεκα τοῦ διορθώσασθαι πᾶσαν εἰσῆγον σπουδὴν καὶ προθυμίαν. νυνὶ δὲ ἤδη πεπεισμένος ἀκριβῶς, ὡς αὐτοὶ βέλτιον ἐφρόνουν περὶ ὧν ἠμφισβητοῦμεν, περί τε τῶν ἄλλων οὐδενὸς διαφέρομαι πρὸς αὐτοὺς, καὶ τὸ ἐν Θαβωρίῳ τοὺς μαθητὰς περιλάμψαν φῶς ἀί̈διον καὶ πεπίστευκα καὶ εἶναι ὁμολογῶ. Ἐπὶ τούτοις καὶ Γρηγόριος ὁ Παλαμᾶς καὶ ὅσοι σὺν αὐτῷ ἦσαν ἀναστάντες, περιέβαλλόν τε Βαρλαὰμ καὶ συγγνώμην ἐπὶ τοῖς προτέροις ἄσμενοι παρεῖχον·
PG 153:631ἐπῄνουν τε τῆς καλῆς μεταβολῆς καὶ τῷ θεῷ τῆς ὁμονοίας ὡμολόγουν χάριτας, φάσκοντες, οὐδ’ αὐτοὶ γηί̈νων ἕνεκα καὶ φθειρομένων πραγμάτων τοσοῦτον ἐνστήσασθαι ἀγῶνα, ἀλλ’ ἵνα μὴ, εἰς πλείους διανεμηθέντος τοῦ κακοῦ, ἢ διεφθαρμένων δογμάτων ἀνάπλεως γένηται ἡ ἐκκλησία, ἢ διαστασιάσῃ πρὸς ἑαυτὴν, τῶν μὲν τούτοις, τῶν δὲ ἐκείνοις προστιθεμένων, καὶ διὰ τοῦτο καὶ τοῦ μετρίου πέρα ὀφθῆναι φιλονείκους, ἅτε δὴ ἐν μὲν τοῖς ἄλλοις ἅπασι πρᾴους εἶναι δεδιδαγμένους καὶ ταπεινούς· ἐν οἷς δὲ θεός ἐστι τὸ κινδυνευόμενον, ὀξεῖς εἶναι καὶ ἀπαραιτήτους, καὶ μήτε πρὸς τὴν ἀδοξίαν δυσχεραίνειν, μήτε πρὸς τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον μαλακίζεσθαι. ἐπεὶ δὲ ὁ τῆς εἰρήνης καὶ τῆς ὁμονοίας θεὸς εἰς ἓν συνῆψε τὰ διεστῶτα, αὐτοί τε προθύμως ἀποστήσονται φιλονεικίας, καὶ αὐτῷ πολλὴν εἰδήσουσι τὴν χάριν, μάλιστα αἰτιωτάτῳ τῆς εἰρήνης νυνὶ γεγενημένῳ. Ἐπὶ τούτοις καὶ βασιλεύς τε καὶ πατριάρχης ὅσα ἔδει διαλεχθέντες περὶ εἰρήνης πρὸς ἑκατέρους, διελύσαντο τὴν σύνοδον.
Βαρλαὰμ δὲ ὀλίγας Βυζαντίῳ ἐνδιατρίψας ἡμέρας, ἐπεὶ καὶ ὁ βασιλεὺς ἐτελεύτησε μετὰ μικρὸν, καὶ τὰς περὶ τὰ δόγματα ἀμφισβητήσεις οὐδὲν ἧττον ἐχόμενος ἢ πρότερον, τῆς δίκης ὡς ἐκδεδιῃτημένης πολλὰ καταβοῶν, ἀποδρὰς ᾤχετο πρὸς Ἰταλίαν, καὶ συμφρονήσας Λατίνοις ὥσπερ καὶ πρότερον, ἐπίσκοπος ὑπ’ αὐτῶν Ἱέρακος ἀνεδείχθη. καὶ οὐ πολλῷ ὕστερον Γρηγόριός τις ἕτερος μοναχὸς Ἀκίνδυνος ἐπικεκλημένος, ὁμιλητὴς Βαρλαὰμ κατὰ τὴν ἔξω σοφίαν γεγενημένος καὶ πολὺν αὐτῷ φοιτήσας χρόνον, τῶν ἐκείνου διαφορῶν ὧν διηνέχθη πρὸς Παλαμᾶν ἀντεποιήθη· συνέβαινε δέ τι γελοῖον περὶ αὐτόν. Βαρλαὰμ μὲν γὰρ ἀπεσείετο τῷ λόγῳ, κἄν τις πρὸς αὐτὸν ὡς τὰ ἐκείνου φρονοίη λέγοι, τὴν κοινωνίαν τε ἀπεωθεῖτο καὶ κατηγόρει Βαρλαὰμ ὡς κακῶς φρονοῦντος καὶ ἀπεναντίως τοῖς ἁγίοις· τῇ δ’ ἀληθείᾳ κατάκρας ἐκείνῳ ἠκολούθει καὶ οὐδὲν ἢ μικρὸν ἢ μεῖζον διεφέρετο.
PG 153:633αὖθις δὲ στάσεως κατὰ τὴν ἐκκλησίαν ἀναφυομένης, ἐν δεινῷ τιθέμενος ὁ πατριάρχης, εἰ διὰ τήν τινων φιλονεικίαν νοσοίη καὶ ταράττοιτο τὰ τῆς ἐκκλησίας, σύνοδον καὶ αὖθις δευτέραν συναθροίζει κατὰ τὸν αὐτὸν τῆς θεοῦ Σοφίας νεὼν, συνεδριάζοντος αὐτῷ καὶ μεγάλου δομεστίκου καὶ ὅσοι ἐπεδήμουν Βυζαντίῳ τῶν συγκλητικῶν. πολλὰ δὲ πρὸς ἀλλήλους τῶν Γρηγορίων ἀντειπόντων, ἐπεὶ ὁ Ἀκίνδυνος ἐφαίνετο τὰ ἴσα Βαρλαὰμ καὶ λέγων καὶ φρονῶν, ψῆφος μὲν ἐξενήνεκται κοινὴ ἐπισκόπων τε καὶ τῶν συγκλητικῶν κατὰ Ἀκινδύνου καὶ τῶν αὐτῷ φρονούντων ἴσως, ὡς τὰ αἱρετικῶν φρονούντων καὶ λεγόντων. ἀφορίζονται δὲ καὶ τῆς κοινωνίας τῶν ὀρθοδόξων, εἰ μὴ ἐπιστρέφοιεν, ἀλλ’ ἐπιμένοιεν τῇ κακίᾳ· οὐ μὴν ἐκεῖνοι μόνοι, ἀλλὰ καὶ εἴ τις ἄλλος ὕστερον τοῖς ἴσοις ἐπιχειρήσοι καὶ Παλαμᾷ καὶ τοῖς λοιποῖς ὡς οὐκ ὀρθῶς φρονοῦσιν αἰτίαν ἐπαγάγοι, ὑπὸ τὴν αὐτὴν ἐπιτιμίαν εἶναι, εἰ μὴ μεταβάλλοι καὶ αὐτός.
ἐπὶ τούτοις δὲ καὶ τόμον συνθέντες κατὰ τὸ ἀρχαῖον τῶν συνόδων ἔθος καὶ ὑπογράψαντες αὐτὸν ὅ,τε πατριάρχης Ἰωάννης καὶ ἀρχιερέων ὅσοι τότε παρῆσαν, (ὕστερον γὰρ καὶ ἕτεροι πολλοὶ τοῖς προτέροις ὑπογεγράφασι σύμψηφοι γεγενημένοι,) Παλαμᾷ καὶ τοῖς αὐτῷ συνοῦσιν ἐγχειρίζουσιν εἰς δικαίωσιν. ἀλλὰ ταῦτα μὲν ὕστερον. τότε δὲ ἡ σύνοδος ἐπεὶ διελέλυτο, τῶν ἄλλων ἑκάστων διεσκεδασμένων, ὁ βασιλεὺς ἐκέλευσεν ἐν τῇ μονῇ τῶν Ὁδηγῶν ἀναπαύλης τινὸς τυχεῖν· καὶ γενόμενος ἐκεῖ, εἰς τὴν ὑστεραίαν ἤρξατο πυρέττειν ὁμαλῶς καὶ ἐδόκει τοῖς τῶν ἰατρῶν παισὶ τὴν κατὰ τὴν σύνοδον ταραχὴν καὶ ἀσιτίαν τοῦ πυρετοῦ αἰτίαν γεγενῆσθαι. δευτέρᾳ δὲ ἡμέρᾳ πρὸς τῇ κεφαλῇ ἐνσκῆψαν τὸ κακὸν πονηρὰς παρεῖχε τὰς ἐλπίδας. ἐφαίνετο γὰρ τῶν ὀξυτάτων εἶναι. τρίτῃ δὲ τῇ μετ’ αὐτήν. ἕωθεν μὲν ἐδόκει ἐνδιδόναι καὶ τοῖς ἰατροῖς ὑπέφαινε χρηστὰς ἐλπίδας· ἐπεὶ δὲ ἤδη περὶ μεσημβρίαν ἦν, μεταβαλὸν ἐξαίφνης οὐ μετὰ πολὺ ἀποτεθνήξεσθαι ἐδήλου βασιλέα, καὶ ἰατροῖς οὐδεμία σωτηρίας ὑπελείπετο ἐλπίς.
ἐπεὶ δὲ τοιαῦτα διεθρυλλήθη, τῷ μεγάλῳ δομεστίκῳ Ἀπόκαυχος ὁ παρακοιμώμενος προσελθὼν, συνεβούλευεν ἔχεσθαι τῶν πραγμάτων καὶ παρασήμοις κοσμεῖσθαι βασιλικοῖς μετὰ τὴν βασιλέως τελευτήν· βασιλέα γὰρ ἐν ζῶσιν ἔτι μὴ εἶναι προσδοκᾷν. πάντως δὲ οὐδὲν καινὸν ποιήσειν, ἀλλ’ ὅπερ αὐτός τε πολλάκις ἠνάγκασεν ὁ βασιλεὺς καὶ Ῥωμαίων οὐκ ὀλίγοι ἴσασιν οὐδαμῶς ἐλάττω τιμὴν ἀποδιδόντες βασιλέως. οὐ μὴν οὐδὲ πολλοῦ δεήσεσθαι πόνου καὶ ἀγώνων, ἀλλ’ ἀρκεῖ μόνον εἰπεῖν, καὶ πάντας ἔχειν ὑπακούοντας ἑτοίμως. αὐτόν τε πρότερόν τε παρὰ πάντα τὸν βίον καὶ νῦν οὐχ ἧττον ἕτοιμον εἶναι τὰ λυσιτελεῖν αὐτῷ ποιεῖν δοκοῦντα, οὐ μόνον χρημάτων καὶ καμάτων ἀφειδοῦντα, ἀλλὰ καὶ ψυχὴν προθύμως ὑπὲρ τῶν ἰδίᾳ τι αὐτῷ διαφερόντων προϊέμενον, πάντων αὐτῷ μάλιστα ὄντα ὀφειλέτην. πολλῶν γὰρ ἀπολελαυκέναι τῶν εὐεργεσιῶν τῶν παρ’ αὐτοῦ, οὐ βασιλεῖ μόνον τὴν ἀρχὴν καὶ προσαγαγόντα καὶ οἰκειώσαντα, ἀλλὰ καὶ ὕστερον βασιλέως ὠργισμένου παραιτησάμενον αὐτὸν καὶ τοῦ δεσμωτηρίου ἀπαλλάξαντα, καὶ μέχρι νῦν εἰς ὅπερ ἐστὶ σχῆμα δι’ αὐτοῦ ἠγμένον. Ὁ μὲν οὖν τοιαῦτα εἶπε.
Chapter XXXVCaput XXXV
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Caput XCI
PG 153:635μικρὸν δὲ ὁ μέγας δομέστικος ἐπισχὼν, Οὐκ ἄν μοι δοκῶ τοιαῦτα, εἶπε, παραστῆναι περὶ σοῦ ποτε, μηδ’ εἰς τοσοῦτον ἥκειν ἐμὲ φαυλότητος ἡγεῖσθαι τρόπων, ὥστε, βασιλέως ἔτι ζῶντος ἢ καὶ μετὰ τελευτὴν, ἢ σοὶ πεισθήσεσθαι ἢ ἑτέρῳ ὁτῳοῦν, τῆς μὲν εἰς ἐμὲ βασιλέως φιλίας ἢ μᾶλλον εἰπεῖν συμπνοίας ἀμνημονῆσαι, τῶν ἰδίᾳ δέ τι ἐμοὶ ζητεῖν διαφερόντων, ἀμελήσαντα τῶν κοινῇ τοῖς βασιλέως παισὶ καὶ βασιλίδι συμφερόντων. διὸ καὶ μάλιστά σου κατεγνωκέναι, εἰ τοιαῦτα παραινῶν ἤλπισας πείσειν. Τοῦ δ’ αὖθις ἐπιχειροῦντος ὡς τὰ βελτίω πείθειν συμβουλεύει, παῦσον εἶπε τοιαῦτα λέγειν. ὃς γὰρ, τοῦ φίλου τεθνεῶτος, μὴ τοὺς φιλίας τηρεῖ θεσμοὺς, οὗτος οὐδὲ ζῶντος ἦν φίλος ἀληθής. πρὸς μὲν οὖν τὸν μέγαν δομέστικον οὐδὲν ἔτι εἶπεν, οὕτως ἐμβριθῶς ἀποκρινάμενον· τῇ μητρὶ δὲ αὐτοῦ προσελθὼν, τὰ ἴσα ἐπεχείρει πείθειν, οἰόμενος, ἂν ταύτην πεῖσαι δυνηθῇ, τὸ σπουδαζόμενον ἠνυκέναι, ὡς οὐκ ἂν ἀντειπόντος τοῦ υἱοῦ ὅ,τι ἂν τῇ μητρὶ δοκοίη καὶ λυσιτελὲς ὁμοῦ καὶ δίκαιον.
ὡς δὲ καὶ παρ’ ἐκείνης τῆς ἴσης ἔτυχεν ἀπολογίας ἢ καὶ αὐστηροτέρας, μὴ τοιαῦτα κελευούσης συμβουλεύειν, ἃ μὴ συμφέρει πράττειν τὸν υἱὸν, παντελῶς ἀπέσχετο τῆς πείρας. ὁ μέγας δὲ δομέστικος ὁρῶν ἤδη βασιλέα ἐν χρῷ κινδύνου καθεστῶτα, καὶ συνιδὼν ὡς μάλιστα προσῆκον τῶν βασιλέως παίδων πρόνοιαν ποιήσασθαι καὶ τῆς ἀρχῆς, Ἄννῃ τῇ βασιλίδι προσελθὼν θρηνούσῃ καὶ ὀδυρομένῃ, ὁ μὲν παρὼν εἶπε καιρὸς οὐ πένθους οὐδὲ δακρύων εἶναι μοι δοκεῖ. ὕστερον γὰρ ἡμῖν ἐξέσται, εἰ μὴ θεὸς ἀπαλλάξει τῆς προσδοκωμένης συμφορᾶς ἵλεων ἡμῖν ἄνωθεν ἐπιβλέψας, ὀδυρμῶν καὶ δακρύων ἀναπίμπλασθαι κατὰ σχολήν· τὸ δὲ νῦν ἔχον εἶναί μοι δοκεῖ προσῆκον ἀσφάλειαν ποιήσασθαι τῶν βασιλέως παίδων. μάλιστα μὲν γὰρ οὐδένα Ῥωμαίων ἐπιβουλεύσειν οἴεσθαι ἡμῖν, μάλιστα ζῶντος ἐμοῦ καὶ παρόντος ἐνθάδε νῦν·
Caput XCII
εἰ δ’ ἄρα καὶ τοιοῦτον συμβαίη τι, βέλτιον περὶ σοῦ μόνην εἶναί μοι τὴν φροντίδα, καὶ μὴ πάντων ὁμοῦ καὶ παίδων καὶ τῆς ἀρχῆς. ἡ βασιλὶς δὲ θαυμάζειν ἔφασκεν αὐτοῦ, εἰ, τοιαύτης ἀνάγκης περιϊσταμένης, ἐνόμισεν εἶναι τῶν δεόντων καὶ αὐτῆς πυνθάνεσθαι, εἴ τι βούλοιτο τῶν συμφερόντων εἰς τοὺς βασιλέως παῖδας πράττειν καὶ τὴν ἀρχήν. ἐπέτρεπέ τε ἃ ἂν αὐτῷ δοκοίη κοινῇ λυσιτελεῖν μηδενὸς ἀμελεῖν. ὁ δ’ εὐθὺς Ἰωάννην τε βασιλέα, τὸν βασιλέως υἱὸν, καὶ τὸν ἀδελφὸν Μιχαὴλ παραλαβὼν, ἤγαγεν εἰς τὰ βασίλεια· θεραπείαν τε αὐτοῖς τὴν γινομένην προστάξας εἶναι καὶ φρουρὰν τοῖς βασιλείοις ἔκ τε τῆς στρατιᾶς οὓς μάλιστα ᾔδει εὐνουστάτους τῷ βασιλεῖ, καὶ τῶν οἰκετῶν τοὺς πιστοτάτους τῶν ἰδίων περὶ πεντακοσίους τὸν ἀριθμὸν καταλιπὼν, καὶ τοὺς τοὺς πελέκυς ἔχοντας βαράγγους ὅσοι ἦσαν, καὶ αὐτὸς διενυκτέρευσεν ἐκεῖ, τῶν βασιλέως παίδων τὴν δυνατὴν ἀσφάλειαν ποιούμενος.
Chapter XXXVICaput XXXVI
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:637εἰς ἑσπέραν δὲ τῆς τετάρτης ἡμέρας, τῇ τοῦ νοσήματος ὀξύτητι κατεργασθεὶς, ἐτελεύτησεν ὁ βασιλεὺς, πεντεκαιδεκάτῃ μηνὸς Ἰουνίου ἱσταμένου, τοῦ ἐννάτου καὶ τεσσαρακοστοῦ ἔτους ἐπὶ τοῖς ὀκτακοσίοις καὶ ἑξακισχιλίοις, ἐννάτης οὔσης ἰνδικτιῶνος. α. Τὰ μὲν δὴ τῶν Παλαιολόγων βασιλέων, ὅσα τε περὶ τῆς ἀρχῆς πρὸς ἀλλήλους διηνέχθησαν, καὶ ὅσα καθ’ ἑαυτὸν ὁ νέος μετὰ τὸ τὸν πρεσβύτερον τῶν πραγμάτων παῦσαι τῆς ἀρχῆς πρός τε βαρβάρους πολεμῶν καὶ πρὸς τοὺς οἰκείους διετέλεσε πολιτευόμενος, ἐνταῦθα ἐτελεύτησε, καὶ ἡ πρόθεσις ἡμῖν πέρας ἔσχηκεν ἡ ἐξαρχῆς, πάντα σὺν ἀκριβείᾳ καὶ μετὰ ἀληθείας ἀπαγγείλασιν ὡς ἐγένετο.
ἐπεὶ δὲ μετὰ τὴν Ἀνδρονίκου τοῦ νέου τελευτὴν ὁ χαλεπώτατος τῶν πώποτε μνημονευομένων τοῖς Ῥωμαίοις πρὸς ἀλλήλους πόλεμος ἀνεῤῥιπίσθη, ὃς ὀλίγου δεῖν πάντα ἀνατέτραφε καὶ διέφθαρκε, καὶ τὴν εὐδαίμονα καὶ μεγάλην τῶν Ῥωμαίων βασιλείαν ἀσθενεστάτην καὶ ὥσπερ εἴδωλον ἀπέδειξε τῆς προτέρας, ἀναγκαῖον ᾠήθην καὶ τὰ κατὰ τοῦτον τὸν πόλεμον γεγενημένα ἐξηγήσασθαι, οὐ μόνον ἵν’ εἰδεῖεν οἱ μετέπειτα, ὅσων κακῶν αἴτιος ὁ φθόνος, οὐ τοὺς φθονουμένους μόνον, ἀλλὰ καὶ αὐτοὺς ἐξαφανίζων τοὺς φθονοῦντας, ὥσπερ τὸν σίδηρον ὁ ἐξ αὐτοῦ τικτόμενος ἰὸς, ἀλλ’ ἵνα καὶ αὐτοὶ οἱ νῦν τοῖς πράγμασι παρόντες τἀληθὲς εἰδέναι ἔχητε, καὶ μὴ ταῖς ἔξωθεν φήμαις, μηδὲ τοῖς παρ’ ἑκατέρων τῶν μερῶν ἢ ἑαυτοῖς χαριζομένοις ἢ τοὺς ἐναντίους διαβάλλουσι προσέχοντες θρυλλουμένοις, παράγησθε δοξάζοντες τὰ μὴ ὄντα. ἄξιον δὲ μετὰ ἀκριβείας ἐμοὶ προσέχειν καὶ μὴ παρέργως.
οἱ μὲν γὰρ ἄλλοι πάντες, εἰ δή τινες εἶεν οἱ συγγραψάμενοι περὶ τοῦδε τοῦ πολέμου, ἢ παντάπασιν ἀπόντες τῶν πραγμάτων, ὅσα ἢ ὄχλος ὁ δημώδης διεθρύλλει ἤ τινες ἕτεροι ἀπήγγελλον, οὐδὲν σαφὲς εἰδότες περὶ τῶν γινομένων, οἷα παρεδέξαντο ταῖς ἀκοαῖς, τοιαῦτα καὶ τοῖς μετέπειτα ἐξέδωκαν μηδὲν φροντίσαντες τῆς ἀληθείας. ἢ εἰ καὶ συνεστρατεύοντο τοῖς βασιλεῦσιν ἑκατέροις, ἀλλ’ οὐ δήπου γε βουλῆς μετεῖχον, οὐδὲ τῶν ἀποῤῥητοτέρων ἦσαν κοινωνοὶ, ἄλλως τε οὐδ’ ἐφ’ ἅπασι παρόντες τοῖς πραττομένοις, συνεχοῦς καὶ πολυχρονίου γεγενημένου τοῦ πολέμου· ἐπὶ πέντε γὰρ ἔτεσι διήρκεσεν· ἐμοὶ δὲ οὐδεμίαν τινὰ τοιαύτην ἔχοι τις ἂν ἐπενεγκεῖν αἰτίαν. τοῖς γὰρ τῶν πραττομένων αὐτουργοῖς συμπαρὼν αὐτὸς, τὰ μὲν οἶδα παρ’ ἐμαυτοῦ, τῶν δὲ ἀκριβῆ τὴν γνῶσιν ἔσχον, αὐτῶν ἀπαγγειλάντων τῶν πραξάντων, διὰ τὸ πολλὰς καὶ συνεχεῖς ἐφ’ ἅπαντα τὸν τοῦ πολέμου χρόνον τὰς μεταβολὰς ὑπομεμενηκέναι· ὥστε εἰκὸς μὴ τῶν πραττομένων μόνον, ἀλλὰ καὶ βουλευμάτων ἀποῤῥήτων καὶ δόλων καὶ ἐπιβουλῶν καὶ ὅλως πάντων καὶ τῶν πραττομένων φανερῶς καὶ τῶν ἀφανῶς κατασκευαζομένων ἀγνοεῖν μηδέν.
Caput XCIII
PG 153:639οὐ μὴν ἀλλ’ ὅπερ ἔφην ἐξαρχῆς, οὐδὲ τῆς ἀληθείας προστήσομαι οὐδέν· ἀλλ’ ὡς αὐτὰ ἔσχον τὰ πράγματα ἀπαγγελῶ, πλὴν εἰ μήπου τι παρήσομαι ἑκὼν τῶν ὅσα τισὶ λοιδορίαν ἢ μέμψιν εἰρημένα ἐμποιήσει. οὐ γὰρ ἐμοὶ φίλον τό τινας κακηγορεῖν, κἂν εἰ πάντες εἰδεῖεν ἄνθρωποι. ἢν δέ πού τι φαίνωμαι διηγούμενος μὴ ὡς δοξάζουσιν οἱ πολλοὶ, οὐ χρὴ θαυμάζειν. οὐ γὰρ τὸ μὴ ταὐτὰ τοῖς πολλοῖς φθέγγεσθαι φεύγων, λογοποιήσω τὰ μὴ ὄντα, ἀλλ’ ὡς ἔχουσι τὰ πράγματα ἀπαγγέλλων, χαίρειν ἐάσω τὰς δόξας τῶν πολλῶν ὡς ψευδομένας. τετελευτηκότος τοίνυν τοῦ βασιλέως Ἀνδρονίκου τοῦ νέου, ἡ αὐτῷ σύζυγος Ἄννα ἡ βασιλὶς εἰς τρίτην μὲν ἡμέραν διεκαρτέρησεν ἐν τῇ μονῇ τῶν Ὁδηγῶν. μετὰ τοῦτο δὲ ἐν βασιλείοις γενομένη, ἐπένθησεν ἐφ’ ἡμέραις ἐννέα, πάντων ὁσημέραι πρὸς τὰ βασίλεια παραγινομένων, οὐ τῶν συγκλητικῶν μόνον καὶ στρατευομένων, ἀλλὰ καὶ τῶν ὅσοι Βυζαντίων ἦσαν ἐν λόγῳ καὶ κοινῇ τὸν ἀπελθόντα θρηνούντων βασιλέα.
δομέστικος δὲ ὁ μέγας ἐξ αὐτῆς ἡμέρας, ἧς ἐτελεύτησεν ὁ βασιλεὺς, οὐδαμῆ τῶν βασιλείων ἀπέστη, ἀλλὰ τῶν τε οἰκείων καὶ τῶν βασιλικῶν πεντακοσίους ἔχων, οὓς ἐγκατέστησε τοῖς βασιλείοις φρουρὰν, διὰ πάσης ἐπιμελείας ἐποιεῖτο καὶ σπουδῆς τῶν ἴσως νεωτεριούντων ἀπαμβλύνειν τὰς ὁρμάς. μετὰ δὲ τὴν ἐνάτην τῶν ἐπὶ τοῖς τετελευτηκόσι συνήθως γενενημένων ἱλασμῶν, τὴν μὲν φρουρὰν τὴν πολλὴν ἐξέβαλε τῶν βασιλείων, ὀλίγους καταστήσας, ὅσοι καὶ πρότερον ἐξ ἔθους ἦσαν. αὐτὸς δὲ οἴκοι γεγονὼς, συνήθως ἐπεμελεῖτο τῶν πραγμάτων· καὶ τοῖς τε τὰς ἀρχὰς ἐπιτετραμμένοις τῶν ἐπαρχιῶν καὶ τῶν πόλεων παρῄνει διὰ γραμμάτων ἀτρεμεῖν καὶ μηδὲν νεωτερίζειν, ὡς τῆς τε καλοκἀγαθίας καὶ τῆς εἰς βασιλέα εὐνοίας ἀξίας ἀποληψομένοις τὰς εὐεργεσίας, καὶ τοὐναντίον, ἤν τι νεωτερίζοιεν, τίσουσι δίκας. καὶ τοῖς τῶν δημοσίων συνεισφορῶν τὴν εἴσπραξιν ἐγκεχειρισμένοις ἐκέλευε κακουργεῖν περὶ τὰ χρήματα μηδὲν, ὡς οὐδὲν ἔλαττον ἢ βασιλέως ζῶντος περὶ αὐτῶν παρέξουσιν εὐθύνας.
PG 153:641καὶ τοῦτον τὸν τρόπον ἐν πλείοσιν ἢ τριάκοντα ἡμέραις ὑπὲρ πεντακοσίας ἐφ’ ἑκάστης πέμπων γραφὰς, εἰς τοσοῦτον εὐταξίας καὶ εὐπειθείας τὴν ὑπὸ Ῥωμαίους πᾶσαν κατέστησεν ἡγεμονίαν, ὡς δοκεῖν καινὸν μηδὲν συμβεβηκέναι, ἀλλὰ ζῇν ἔτι βασιλέα καὶ τοῖς πράγμασιν ἐφεστάναι. οὐδὲν γὰρ οὔτε μικρὸν οὔτε μέγα ἐκινήθη, πλὴν οἱ κατὰ Θετταλίαν μόνοι νεμόμενοι Ἀλβανοὶ, αἰσθόμενοι τὴν βασιλέως τελευτὴν, τῶν ἐκεῖ κατέδραμον πόλεων καὶ ἐληί̈σαντο οὐ πολλά. ὅπερ ὁ μέγας δομέστικος πυθόμενος, κατὰ τάχος ἔπεμψε τοὺς ἀγγελοῦντας Ἀλβανοῖς, ἢ τὴν λείαν ἀποδιδόναι καὶ μηδὲν νεωτερίζειν ἔτι, ἢ εἰ μὴ πείθοιντο, ἐκδέχεσθαι αὐτὸν χρησόμενον ὡς πολεμίοις. οἳ δὴ καὶ ὑποπτήξαντες τὴν ἀπειλὴν, οὐ μόνον τὴν λείαν ἀπέδοσαν τοῖς ἠδικημένοις, ἀλλὰ καὶ ἡσυχίαν ἄγειν ἐπηγγείλαντο τοῦ λοιποῦ, εἰ μόνον ἐπὶ τοῖς ἡμαρτημένοις λήψονται συγγνώμην. ἀλλὰ ταῦτα μὲν ὀλίγῳ ὕστερον.
μετὰ δὲ τὸ μέγαν δομέστικον ἐκ τῶν βασιλείων οἴκαδε ἐλθεῖν, κήρυκες ἐφοίτων αὐτοῦ κελεύσαντος εἰς τὰς περὶ Βυζάντιον πόλεις καὶ κώμας, πάντας ὅσοι τοῦ ἱεροῦ καταλόγου καλοῦντες πρὸς τὴν Κωνσταντίνου πόλιν ἐφ’ ἡμέρᾳ ῥητῇ, ὡς τῶν ὑπὲρ τοῦ τετελευτηκότος βασιλέως τελεσθησομένων ἱλασμῶν. καὶ συνῆλθε πλῆθος ἱερέων τοσοῦτον, ὥστε τὸν νεὼν τῆς Σοφίας τοῦ θεοῦ, μεγέθει μέγιστον ὄντα τῶν ὑπὸ τὸν ἥλιον ἁπάντων, ἐλάσσω τῆς χρείας τότε δοκεῖν ὑπὸ τοῦ πλήθους ἀκριβῶς πεπληρωμένον τῶν ἱερέων. ἐπεὶ δὲ καὶ ἡ προθεσμία παρῆν τῶν ἱλασμῶν, ἐτελοῦντο ἀθορύβως καὶ τεταγμένως οὕτως, ὡς δοκεῖν ὀλίγους τινὰς εἶναι καὶ εὐαριθμήτους τοὺς τελοῦντας. οὐδὲ γὰρ ἄσημός τις ἐξηκούετο θροῦς, οἷον ποιεῖν φιλεῖ τὸ πλῆθος, ἀλλ’ ἐξαισία τις εὐαρμοστία καὶ συμφωνία μέλους, πάντων ἐφεξῆς τοὺς ἱεροὺς ᾀδόντων ὕμνους. καὶ ἦν οὐκ ἔκπληξιν μόνον, ἀλλὰ καὶ ἡδονὴν τὸ θέαμα παρέχον, κατάλογος ἱερὸς ὁρώμενος τοσοῦτος ἅμα τοῖς ἱεράρχαις, στολαῖς ἱεραῖς κεκοσμημένοι καὶ μίαν τελοῦντες τελετὴν, ὑφ’ ἑνὶ καθηγεμόνι τῷ πατριάρχῃ τεταγμένοι.
Caput XCIV
λαμπάδων δὲ περιουσίᾳ καὶ τῇ ἄλλῃ πολυτελείᾳ τῆς παρασκευῆς καὶ τὰς πώποτε ὑμνουμένας παρηκόντισε τῶν ἑορτῶν. ἀναλώματα δὲ τὰ ἐπὶ τούτοις καὶ τοὺς τῶν ἱερέων μισθοὺς, φιλοτίμως μάλιστα γεγενημένους ἑκάστῳ κατ’ ἀξίαν, οἴκοθεν ὁ μέγας δομέστικος παρέσχετο αὐτός. β. Ἀλλὰ τὰ μὲν τῶν ἱλασμῶν τοιαῦτα ἐγεγόνει. αὐτὸς δὲ εἴχετο τῆς τῶν πραγμάτων διοικήσεως ὥσπερ καὶ πρότερον, μηδένα ὑποπτεύων περὶ οὐδενός. τῷ πατριάρχῃ δὲ οὐκ ἤρκει μένειν ἐπὶ τοῖς προτέροις, ἀλλ’ ἐδόκει δεῖν ἀντέχεσθαι τῆς τῶν κοινῶν πραγμάτων διοικήσεως, ὡς αὐτῷ προςηκούσης ἐκ τοιαύτης δή τινος αἰτίας. ἔτι περιόντος βασιλέως οὐκ ὀλίγῳ χρόνῳ πρὸ τῆς τελευτῆς συνεβούλευεν ὁ μέγας δομέστικος αὐτῷ πατριάρχην πεῖσαι ἐπιτίμιον ἀνατείνασθαι καὶ χωρισμὸν τῆς ἐκκλησίας τῶν πιστῶν, εἴ τις τετελευτηκότος βασιλέως ἐπιβουλεύσειε τοῖς ἐκείνου παισὶ καὶ τὴν βασιλείαν παρέλοιτο ἀδίκως. ἔφασκέ τε πείθειν ἐπιχειρῶν, ὡς οὐδὲν ἔσονται τοιαῦτα πράττοντες τῶν ἀτόπων εἰργασμένοι καὶ παραλόγων, ἀλλὰ καὶ ὠφέλειαν οὐ μικράν τινα παρέξονται τοῖς παισὶν ἐκ τούτου, εἴ τι τοιοῦτον συμβαίη περὶ αὐτούς.
PG 153:643πᾶσι μὲν γὰρ ἄδηλον εἶναι τὸ τοῦ θανάτου τέλος, ὁπότε ἥξει, μάλιστα δὲ αὐτοῖς ἀεὶ περὶ μάχας καὶ κινδύνους ἠσχολημένοις. καὶ οὐδὲν εἶναι τῶν ἀδυνάτων, εἰ καὶ ἀμφοτέροις αὐτοῖς συμβαίη περὶ μίαν μάχην πεσεῖν. εἰ δὲ τοῦτο γένοιτο, ἀπρονοήτους παντάπασι συμβαίνει λείπεσθαι τοὺς παῖδας, μήθ’ ἑαυτοῖς ἀμύνειν διὰ νηπιότητα δυναμένους, μήθ’ ἕτερόν τινα ἔχοντας τὸν προστησόμενον γνησίως καὶ ἀδόλως. βασιλεὺς δὲ οὐκ ἐπείθετο ῥᾳδίως, γνώμης τε ὢν ἀγαθῆς καὶ μᾶλλον οἰόμενος προσήκειν ἐπὶ τὴν πάντα δυναμένην δεξιὰν τὰς ἐλπίδας τῆς τῶν παίδων σωτηρίας ἔχειν, ἢ πρὸς συκίνην ἐπικουρίαν τὴν ἐξ ἀνθρωπίνης ἐπινοίας ἀποβλέπειν, συνορῶν, ὡς καὶ τοῖς πρὸ ἐκείνων βασιλεῦσι τοιαῦτα ἐπινενοημένα ὤνησαν οὐδέν. ἔφασκέ τε, ὡς ἢ θεὸς ἄνωθεν χεῖρα σώζουσαν ὑπερέχων ἢ τῶν ἡμῖν εὔνων ἡ δύναμις, ἂν τῶν ἐναντίων ὑπερέχῃ, τὰς τῶν ἀδικεῖν ἐθελόντων ἂν κωλύσειεν ὁρμάς· ὅρκοι δὲ καὶ δεσμοὶ καὶ ὅσα παραπλήσια, οὐδὲν ἂν ἐκφοβήσειε τοὺς πλεονεκτεῖν προῃρημένους.
διὸ καὶ τῆς τοιαύτης πράξεως ἀποσχέσθαι, ὡς οὐ μόνον οὐδὲν ἡμῖν λυσιτελούσης, ἀλλὰ καὶ ἑτέροις οὐ τὴν τυχοῦσαν βλάβην δυναμένης προξενεῖν, οἷα δὴ πρὸς τῷ δίκας τῆς ἁρπαγῆς ὀφείλειν καὶ κεχωρισμένοις ἀπὸ θεοῦ. ὁ μέγας δὲ δομέστικος οὐκ ἀνίη βιαζόμενος, ἀλλ’ ἐδεῖτο τῶν μὲν τοιούτων λόγων ἀποσχέσθαι, αὐτῷ δὲ πείθεσθαι, ὡς λυσιτελοῦντα καὶ δίκαια βουλευομένῳ. καὶ ἔπεισέ γε βιασάμενος, οὐδ’ οὕτω μὲν πεπεισμένον, ὡς λυσιτελῆ τὰ πραττόμενα εἴη, ἀλλὰ τῆς ἐξαρχῆς ἐχόμενον γνώμης, διὰ δὲ τὸ δοκεῖν ἐκείνῳ λυσιτελεῖν καὶ ἄκοντα πεπεισμένον. καὶ τὸν πατριάρχην μετακαλεσάμενος καὶ ὅσοι τῶν ἀρχιερέων ἐν Βυζαντίῳ τότε παρῆσαν, καὶ ὅσα ἦν εἰκὸς διαλεχθεὶς περὶ τοῦ πράγματος καὶ τὴν γνώμην φανερὰν ποιήσας, ὡς αὐτῷ μὲν οὔτε ἀναγκαῖον, οὔτε λυσιτελὲς δοκεῖ τὸ πρᾶγμα, (οὐ γὰρ ἐπισχήσει τὰς ὁρμὰς τῶν ἐπιβούλων·) ὡς ἂν δὲ μὴ δοκοίη τοῖς σφετέροις μόνοις πείθεσθαι λογισμοῖς, ἀλλὰ καὶ ἑτέροις συμβουλεύουσι παραχωρεῖν αὐτόν τε πεπεῖσθαι καὶ σφίσιν ἐπιτρέπειν, ἐκέλευε τὸν ἀφορισμὸν κατὰ τῶν μετὰ τὴν ἐκείνου τελευτὴν τοῖς παισὶν ἀδίκως ἐπιθησομένων ἐκφωνεῖν.
Chapter XXXVIICaput XXXVII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:645καὶ ἐτελεῖτο παρὰ πατριάρχου, ᾗ προσέταττεν ὁ βασιλεύς. διὰ ταῦτα δὴ μετὰ τὴν ἐκείνου τελευτὴν ὁ πατριάρχης ᾠήθη δεῖν, οἷα δὴ τῶν βασιλέως παίδων φύλαξ, ἄλλως θ’ ὅτι καὶ ὁ τοῦ βασιλέως παῖς Ἰωάννης ὁ βασιλεὺς ἔτι νήπιος ἦν, ἄρτι παιδικῆς ἡμμένος ἡλικίας, (ἔτη γὰρ ἦν γεγονὼς ἐννέα·) ἀνθάπτεσθαι τῶν πραγμάτων καὶ τὴν βασιλείαν συνδιασώζειν τῷ νέῳ βασιλεῖ. καὶ ἥπτετό γε αὐτῶν, λανθάνειν ἐπιχειρῶν ὡς μάλιστα ἐνῆν καὶ κατὰ μικρὸν ἐμβιβάζων ἑαυτὸν εἰς τὴν ἀρχήν. ἐδεδίει γὰρ γενέσθαι φανερὸς ἀντιπολιτευόμενος τῷ μεγάλῳ δομεστίκῳ. καὶ ἄλλα τε ἔπραττεν, ἃ οὐκ ἦν αὐτῷ ἀρέσκειν, καὶ ἑταιρείαν ἐκ τῶν συγκλητικῶν συνίστα καὶ ἔπειθε πολλαῖς ὑποσχέσεσιν αὐτῷ συμπράττειν, ὡς τὰ μέγιστα εὖ ποιήσων, εἰ αὐτῷ προσγένοιτο τῶν πραγμάτων ἡ ἀρχή. καὶ διηνεκῶς διέτριβεν ἐν βασιλείοις, νυκτὸς μόνης καὶ ταύτης μέσης οἴκαδε ἀναχωρῶν.
ἐξ ὧν ὁ μέγας δομέστικος καταστοχαζόμενος τῆς τοῦ πατριάρχου διανοίας, ἄλλως τε καί τινων τῶν κοινωνούντων αὐτῷ τῶν ἀποῤῥήτων ἀπαγγελλόντων τῶν γινομένων τὴν αἰτίαν, ἐδυσχέραινε μὲν ὡς εἰκὸς καὶ δι’ ὀργῆς τὰ πραττόμενα ἐποιεῖτο, ὅμως δὲ ἔφερε σιγῇ, ἀποσκοπῶν ὅποι τελευτήσει ἡ διάνοια αὐτῷ. μεταξὺ δὲ τούτων γινομένων συμβέβηκέ τι καὶ ἄλλο, ὃ οὐ μετρίως καθήψατο τῆς τοῦ μεγάλου δομεστίκου ψυχῆς. ὁ γὰρ τῶν Μυσῶν βασιλεὺς Ἀλέξανδρος πρεσβείαν πέμψας πρὸς βασιλίδα καὶ Ῥωμαίους, τὸν παρ’ αὐτοῖς διατρίβοντα φυγάδα ᾔτει Σίσμανον τὸν τοῦ παρὰ Μυσοῖς προβεβασιλευκότος Μιχαήλ· ὃς δὴ γεγένητο αὐτῷ ἐκ τῆς Στεφάνου τοῦ τῶν Τριβαλῶν ἄρχοντος ἀδελφῆς, ἡ μετὰ τὴν ἐκείνου τελευτὴν ἦρξε Μυσίας. πρότερον γὰρ ἐκβεβλημένη ὑπ’ ἐκείνου ἦν ἔτι περιόντος καὶ τῇ βασιλέως Ἀνδρονίκου τοῦ νέου συνοικοῦντος ἀδελφῇ. ἐπεὶ δὲ μετ’ ὀλίγον ὑπὸ τῶν δυνατωτάτων ἐπιβουλευθεῖσα, πάλιν ἐξεβλήθη τῆς ἀρχῆς, ἡ μὲν τὸν ἕτερον ἔχουσα τῶν υἱῶν Ἰωάννην, πρὸς Κράλην ἐπανῆκε τὸν ἀδελφὸν, Σίσμανος δὲ ὁ λοιπὸς τῶν παίδων, εἰς Σκύθας ᾤχετο φυγάς.
PG 153:647ὃς δὴ παρ’ ἐκείνοις διατρίψας οὐκ ὀλίγον, ὕστερον Ῥωμαίοις ἑκοντὶ προςῆλθε μετὰ τὴν βασιλέως τελευτήν. τοῦτον δὴ Ἀλέξανδρος ᾐτεῖτο πέμψας, ὡς πολεμιώτατον αὐτῷ. ἔφασκέ τε δυοῖν θάτερον, ἢ παραδοῦναι Σίσμανον ἐπὶ θανάτῳ ἢ παρασκευάζεσθαι πρὸς πόλεμον, ὡς οὐκ ἐνὸν αὐτὸν εἶναι φίλον καὶ σύμμαχον Ῥωμαίοις, τοῦ πολεμιωτάτου τρεφομένου παρ’ αὐτοῖς. ἔπεμπέ τε καὶ τοὺς ὅρκους, οἳ πρὸς βασιλέως Ἀνδρονίκου πρὸς αὐτὸν ἦσαν ἐπὶ τῇ εἰρήνῃ γεγενημένοι. ἡ μὲν οὖν Ἀλεξάνδρου πρεσβεία τοῦτον εἶχε τὸν τρόπον. ἔδει δὲ τὴν σύγκλητον συνελθοῦσαν βουλεύσασθαι ἅμα βασιλίδι, εἰ δέον ἢ τὸν αὐτόμολον παραδιδόναι ἢ πόλεμον ἄρασθαι πρὸς Μυσοὺς ὑπὲρ αὐτοῦ. οἱ μὲν οὖν συνῆλθον ἐν βασιλείοις. συμπαρῆν δ’ αὐτοῖς καὶ δομέστικος ὁ μέγας ἅμα πατριάρχῃ. προτεθείσης δὲ τῆς βουλῆς ἐπ’ ἐκκλησίας, οἱ μὲν ἄλλοι πάντες ἡσυχίαν ἦγον πρὸς τὸν μέγαν δομέστικον ἀποβλέποντες, ὅ, τι ἂν βουλεύσαιτο περὶ τῶν προκειμένων· Χοῦμνος δὲ Γεώργιος, ὁ ἐπὶ τῆς τραπέζης, ἀμαθῶς καὶ θρασέως πρίν τι φθέγξασθαί τινα γέγραπται, εἶπεν ἐὰν τῷ ἐσχάτῳ ἀποκαλυφθῇ, σιγάτω ὁ πρῶτος.
Caput XCV
ἂν οὖν καὶ ἡμῶν τινι τῶν δοκούντων ἐσχάτων εἶναι βέλτιόν τι περὶ ὧν νυνὶ βουλευόμεθα εἰπεῖν ἐξῇ, ἀνάγκη τὸν πρῶτον στέργειν. ἐταράχθη μὲν οὖν εὐθὺς ὁ μέγας δομέστικος ἐπὶ τῷ λόγῳ πρὸς τὴν θρασύτητα καὶ ἀναίδειαν τοῦ ἀνδρὸς ἀγανακτῶν. οἰόμενος δὲ τὴν βασιλίδα ἢ τὸν πατριάρχην (οὗτος γὰρ ἤδη προί̈στατο τῆς βουλῆς,) πρὸς ὀργὴν τὸν Χοῦμνον ἀπελάσειν τοῦ βουλευτηρίου ἢ λόγοις ἐπιπλήξειν τῆς ἀκαίρου γλωσσαλγίας, ἤνεγκε σιγῇ. ὡς δὲ μήτε παρ’ ἐκείνων ἐλέγετο τῶν δεόντων τι, ἔτι μᾶλλον ἐταράττετο, τεκμήριον ἐναργὲς ἀταξίας καὶ ἀναρχίας τιθέμενος τὸν λόγον, εἰ πᾶσιν ἐξέσται τοῖς μείζοσι προσκρούειν ἀδεῶς. Τορνίκης δὲ Δημήτριος οὐκ ἐνεγκὼν τὴν ἀτοπίαν, τί οὖν; εἶπε δημοκρατίαν χρὴ ποιεῖν τὴν Ῥωμαίων βασιλείαν, ἵν’ ἐξῇ παντί τῳ βουλεύεσθαι καὶ λέγειν, ἅττα ἂν δοκῇ, καὶ περὶ μειζόνων καὶ ἐλαττόνων πραγμάτων, καὶ ἀνάγκην προστιθέναι τοῖς βελτίοσι στέργειν τὰ ἐψηφισμένα. καὶ ποίαν ἀτοπίας ἂν ὑπερβολὴν ἐλλίποι τὸ τοιοῦτον; ὡρμημένων τε ἤδη περὶ τῶν τοιούτων ἀλλήλοις ἀντιλέγειν, ἐπέσχεν ἡ βασιλὶς, τῶν ἀκαίρων ἀποσχέσθαι κελεύουσα λόγων τουτωνὶ καὶ ἀναγκαίων πέρι διαλέγεσθαι.
ὁ μέγας δὲ δομέστικος ὑποκρινάμενος τὸν στόμαχον ἀλγεῖν, ἐπλάττετό τε στρέφεσθαι τὰ ἔνδον καὶ ἐσιώπα, ὡς μηδὲ φθέγγεσθαι δυνάμενος ὑπὸ τῆς ἀλγηδόνος. οἱ δὲ ἀτάκτως ἐθορύβουν, ἕκαστος τὸ προσιστάμενον βουλόμενος κυροῦν. οἱ μὲν γὰρ ἔλεγον δεῖν Σίσμανον διασώζειν, ἱκέτην τῆς Ῥωμαίων βασιλείας γεγενημένον, καὶ μὴ καταπροδιδόναι, εἰ δεῖ τι καὶ τῶν δυσχερῶν ὑπομένειν δι’ αὐτόν. οἱ δὲ τὴν χώραν μᾶλλον καὶ τὰ οἰκεῖα διασώζειν καὶ μὴ βαρβάρου ἕνεκα φυγάδος εἰς προὖπτον κίνδυνον ἐμβάλλειν σφᾶς αὐτούς. καὶ τοιαῦτα ἕτερα ἀντέλεγον πρὸς ἀλλήλους καὶ βοῆς τὰ βασίλεια ἐπλήρουν, πάντων ἐθελόντων γνώμας καὶ ψηφίσματα προτείνειν ὑπὲρ τῶν κοινῇ λυσιτελούντων. ὡς δὲ ἐπιπλέον ἡ φιλονεικία παρετείνετο καὶ ἀσύμφωνοι ταῖς γνώμαις ἦσαν, ὁ πατριάρχης ὡς δή τι μέγα καὶ θαυμάσιον βεβουλευμένος ἐμοὶ δοκεῖν ἔφη Σίσμανον πρὸς τὸν τῆς τοῦ θεοῦ Σοφίας νεὼν καταφυγεῖν.
PG 153:649ἀσυλίᾳ δὲ αὐτοῦ τετιμημένου ὑπὸ πάντων, ὅσοι Ῥωμαίων ἐβασίλευσαν, ἐξεῖναι καὶ ἡμῖν εὐπρόσωπον ἀπολογίαν πρὸς τοὺς Ἀλεξάνδρου θέσθαι πρεσβευτὰς, ὡς οὐκ ἐξὸν ἀποσπάσαντας τὸν ἱκέτην τοῦ θεοῦ παραδιδόναι πρὸς σφαγὴν, μάλιστα πάντων τοῦτο ἄγος ἐναγέστατον καὶ παρὰ τῶν πάλαι καὶ τῶν νῦν Ῥωμαίων νομιζόμενον. οἱ μὲν οὖν πολλοὶ τῶν παρόντων ἐξεθείασαν τὴν βουλὴν, ὡς ἀρίστην καὶ συνετωτάτην καὶ δυναμένην μάλιστα ἀπράκτους ἀποπέμψαι τοὺς Ἀλεξάνδρου πρεσβευτὰς, συνορῶντας ἤδη καὶ αὐτοὺς τὴν τοῦ πράγματος ἀνάγκην. τοῦ μεγάλου δὲ δομεστίκου φθεγγομένου μηδὲν, ἡ βασιλὶς πρῶτα μὲν κατεμέμφετο τὴν ἀκαιρίαν τῆς νόσου, ἐφ’ οὕτως ἀναγκαίου καιροῦ καὶ δεομένου βουλῆς γεγενημένην· ἔπειτα δὲ ἔλεγε πρὸς αὐτὸν, ὡς, εἰ μὲν καὶ αὐτῷ εὖ ἔχειν ἡ τοῦ πατριάρχου δοκεῖ βουλὴ, ὥσπερ δὴ καὶ τοῖς ἄλλοις συνέδοξε καὶ αὐτῇ, ἐπινεῦσαι ὡς καλῶς ἔχουσι τοῖς λεγομένοις, καὶ τοῦτο ἐπιθέσθαι πέρας τῇ βουλῇ. εἰ δέ τι βέλτιον αὐτῷ καὶ λυσιτελέστερον ἕτερον δοκεῖ, τὸ νῦν μὲν εἶναι διὰ τὴν αὐτοῦ νόσον τὸν σύλλογον διαλύειν, αὖθις δὲ ῥαί̈σαντος, βουλεύσεσθαι περὶ τῶν αὐτῶν.
ὁ δὲ μικρὸν ἐπισχὼν, δοκεῖτέ μοι ἔφη μὴ περὶ ὧν βουλεύεσθε, τὴν ἀπόκρισιν ποιεῖσθαι. οὐ γὰρ νῦν ὑμῖν ἡ σκέψις περὶ λόγων εὐπροσώπων, ἀλλὰ εἴτε χρὴ τὰ κελευόμενα ὑπ’ Ἀλεξάνδρου πράττειν, εἴτε πολεμεῖν αὐτῷ. ὑμεῖς δὲ περὶ ὧν προὔθεσθε βουλεύεσθαι ἀφέντες, περὶ νομίμων καὶ δικαίων τῶν παρὰ Ῥωμαίοις διαλέγεσθε, ὥσπερ ἂν εἴ τις καὶ Ἀλέξανδρον ὁ καταναγκάσων ἦν τοῖς Ῥωμαίων νόμοις πείθεσθαι. ὁ δ’ ἴσως ἐρεῖ, ὡς οὐκ ἐμοὶ, ἀλλὰ Ῥωμαίοις οἱ νόμοι οὗτοι κεῖνται· ἐμοὶ δὲ εἷς νόμος ἐκ παντὸς τρόπου τὰ συνοίσοντα ἐμοὶ ζητεῖν. ὑμῖν δὲ εἰ καὶ Σίσμανον ἔξεστι τοῖς ἀσύλοις κατακρύπτειν ἱεροῖς, ἀλλ’ οὐ δήπου καὶ πόλεις καὶ κώμας κατακρύψετε ἐν τοῖς τοιούτοις, οὐδὲ βοῶν ἀγέλας καὶ ποίμνια προβάτων καὶ τὴν ἄλλην περιουσίαν τὴν ἐν τοῖς ἀγροῖς, ἐξ ὧν ἐμοὶ τῆς ἀδικίας ἐξέσται κομίζεσθαι ποινάς. πρὸς οὖν τὰ τοιαῦτα χρὴ βουλεύεσθαι, οὐ πρὸς ἀπολογίας εὐπροσώπους. ἐγὼ δὲ ὀλίγου δεῖν νυνὶ μέμφομαι καὶ ἐμαυτῷ, ὅτι καὶ ὁπωσοῦν εἰς τοιουτουσὶ προήχθην λόγους. εἴρηται γὰρ ἐξαρχῆς καὶ ἐπεψηφίσθη γε ὑπὸ πάντων, ἐπεὶ μηδεὶς ἀντεῖπε μηδέν· ἐὰν τῷ ἐσχάτῳ τι ἀποκαλυφθῇ, σιγᾷν τὸν πρῶτον.
PG 153:651εἰ δὴ μὴ τῷ ἐν ἐσχάτοις τεταγμένῳ, ἀλλὰ καὶ τῷ πρώτῳ καὶ μάλιστα ἐξάρχοντι τοῦ βουλευτηρίου τοιαῦτα ἔδοξε καὶ ὑμῖν ἐπεψηφίσθη γε τοῖς πᾶσιν ὡς λυσιτελῆ, προσῆκε στέργειν καὶ αὐτὸν καὶ περαιτέρω πολυπραγμονεῖν μηδέν. τῆς βασιλίδος δὲ ἐναγούσης μάλιστα καὶ ἐπισπωμένης πρὸς τοὺς λόγους, οὐδὲ τὰ τοιαῦτα καίτοι γε ὀλίγα ὄντα ἑκὼν εἶναι ἐφθεγξάμην. πρὸς δὴ τὰ τοιαῦτα εὐθὺς ὁ πατριάρχης αἰτίας ἀπολύων ἑαυτὸν, ἀλλ’ ἐγὼ εἶπε πρῶτος καὶ αὐτὸς μηδὲν εἶναι πρὸς τὰ ζητούμενα τὴν βουλὴν ὁμολογῶ. οὐ γὰρ Ἀλεξάνδρῳ περὶ εὐλόγων καὶ μὴ τοιούτων ἀποκρίσεων μελήσειν, ἀλλ’ ὅπως ὃ προὔθετο ἐξαρχῆς, εἰς πέρας, εἰ δύναιτο, ἀγάγῃ. οὗ δὴ ἕνεκα καὶ αὐτὸς οὐ πρὸς λόγους, ἀλλὰ πρὸς ἐκεῖνο φημὶ βουλευτέον εἶναι. τὰ ἴσα δὲ εὐθὺς καὶ τῶν λοιπῶν ἐπιψηφισαμένων πάντων, ἐπεὶ ὁ μέγας δομέστικος ἀνέστη, καὶ οἱ ἄλλοι συνανέστησαν καὶ ὁ σύλλογος διελύθη.
ὁρῶν δὲ καὶ πρότερον ἐφιέμενον ὁ μέγας δομέστικος τὸν πατριάρχην τῆς ἀρχῆς τῶν πραγμάτων, καὶ μήτε βίᾳ βουλόμενος τὴν ἐπιχείρησιν ἐπέχειν, (οὐ γὰρ ἠβούλετο ἀκουσίων ἄρχειν, ἀλλὰ πολὺ μάλιστα βουλομένων καὶ χάριν εἰδότων τῆς ἀρχῆς,) ἄλλως τε καὶ δεδοικὼς, μὴ καὶ πρόφασις ἐκ τούτου στάσεως ἀναφυῇ καὶ πολέμου ἐμφυλίου, ἐξ ὧν ὡς εἰκὸς διαφθαρησομένην συνεώρα τὴν Ῥωμαίων ἡγεμονίαν, καὶ παντὸς οἰόμενος θανάτου ἐπαχθέστερον τὴν αἰτίαν τῶν δεινῶν παρασχεῖν αὐτός· (διὸ οὐδὲ βασιλέως ἔτι περιόντος, καίτοι πολλὰ πολλάκις παρακεκληκότος, ἠθέλησε γενέσθαι βασιλεὺς,) ἐσκέπτετο μὲν καὶ πρότερον τὴν ἡγεμονίαν ἀποθέσθαι καὶ ἀπραγμοσύνῃ τὸν ἐπίλοιπον βίον ζῇν, ὅπερ ἔφην, τοῦ φθορᾶς αὐτὸς αἴτιος Ῥωμαίοις καταστῆναι πᾶν ὁτιοῦν ἀνεκτότερον νομίζων.
Caput XCVI
ὡς δὲ καὶ κατὰ τὸν σύλλογον αὐθαδῶς καὶ θρασέως τοῦ Χούμνου πρὸς αὐτὸν διειλεγμένου, (μάλιστα γὰρ πρὸς αὐτὸν τὸν λόγον ἀποτείνεσθαι ᾠήθη, πάντων τῶν τότε Ῥωμαίων καὶ νομιζόμενον καὶ ὄντα πρῶτον,) οὐδεὶς ἐπετίμησεν, οὐδὲ ἐμέμψατο τῆς ἀκαίρου παῤῥησίας, ὥσπερ ἀρχὴν νομίσας στάσεως ἐμφυλίου τὸ τοιοῦτον, θᾶττον ἢ ἐβούλετο ὥρμητο ἀπαγορεύειν τὴν ἀρχήν. γ. Μετὰ γοῦν τὸν σύλλογον εἰς τὴν ὑστεραίαν ἐπεὶ καὶ αὐτὸς καὶ πατριάρχης παρῆσαν ἐν βασιλείοις, πρὸς βασιλίδα ἐχρῆτο μηνυτῇ καὶ τοιαῦτα αὐτῇ ἐδήλου δι’ αὐτοῦ, ὡς, εἴπερ ἦν αἵρεσις αὐτῷ προτεθῆναι ἐκ θεοῦ, (αὐτὸς δ’ ἂν εἴη τῶν λεγομένων μάρτυς, ὡς ἀληθῆ,) βασιλέα μὲν ἐν ζῶσιν εἶναι, αὐτὸν δ’ ἐκείνου τὸν θάνατον ἀνθελέσθαι, ἁπάσαις ψήφοις καὶ πάσῃ σπουδῇ καὶ προθυμίᾳ προείλετο ἂν αὐτὸς ἀποθανεῖν ὑπὲρ τοῦ ἐκεῖνον ζῇν. ἐπεὶ δὲ τῷ μέτρα καὶ ζωῆς καὶ τελευτῆς ἑκάστῳ ταλαντεύοντι τοῦτον ἔδοξε τὸν τρόπον, ἐκείνῳ μὲν ὁμολογεῖν προσῆκον χάριτας τῆς περὶ ἡμᾶς σοφῆς οἰκονομίας, αὐτοὺς δὲ ἕκαστον ὅ,τι ἂν εἴη αὐτῷ τε προσῆκον καὶ λυσιτελὲς σκοπεῖν. ὃ δὴ κἀμοὶ σκεψαμένῳ περὶ ἐμαυτοῦ, ἔδοξε δεῖν τῶν μὲν πραγμάτων ἀποσχέσθαι·
Chapter XXXVIIICaput XXXVIII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:653συνεῖναι δὲ τὸν ἐπίλοιπον ἀπραγμοσύνῃ βίον, ὅπως ἂν δύνωμαι, διάγοντα κατ’ ἐμαυτόν. οὕτω δὴ δόξαν, ἤδη καὶ σοὶ κατάδηλον ποιῶ. τοῦ πατριάρχου δὲ πυνθανομένου τὴν αἰτίαν, δι’ ἣν αὐτῷ τοιαῦτα πρὸς τὴν βασιλίδα παρέστη λέγειν, καὶ πρότερον μὲν ἔφασκε τοὺς τοιούτους στρέφειν λογισμοὺς καὶ ἀναγκαῖον οἴεσθαι ἀφίστασθαι τῶν πραγμάτων. ὃ δέ με τάχιον ἀνέπεισε τὴν βουλὴν ἀνακαλύπτειν, οὐδὲν ἕτερον εἶναι, ἢ ὅτι τῇ προτεραίᾳ κατὰ τὸν σύλλογον ἀκαίρως τοῦ Χούμνου καὶ ἀνοήτως παῤῥησιασαμένου καὶ ἐὰν τῷ ἐσχάτῳ ἀποκαλυφθῇ, σιγάτω ὁ πρῶτος φαμένου, οὔθ’ ἡ βασιλὶς οὔτ’ αὐτὸς ἠγανακτήσατε πρὸς τὴν ἀναισχυντίαν, οὐδὲ δίκην ἔδωκε τῆς ἀνοήτου γλωσσαλγίας, ἀλλ’ ἐφησυχάσατε τοῖς λεγομένοις, ὥσπερ εἰρημένου μηδενὸς καινοῦ. ὁ πατριάρχης δὲ εἰ μὲν καί τις ἄλλη πρὸς τοὺς τοιούτους ἔλεγε λόγους ἤγαγεν αἰτία, αὐτὸς ἂν εἰδείης. εἰ δ’ αὐτοῦ τούτου ἕνεκα μόνου παροξυνθεὶς, ὀργῇ φερόμενος πρὸς ἐμέ τε καὶ τὴν βασιλίδα, ἀφίστασθαι τῆς διοικήσεως ἔγνως τῶν κοινῶν, οὔτε δίκαια ποιεῖς, οὔτε προσήκοντα σαυτῷ. ἐγώ τε γὰρ ἰσχυρίζομαι τουτωνὶ τῶν λόγων μὴ ἀκηκοέναι παντελῶς·
καὶ δίκαιος εἶναι ἀξιῶ πιστεύεσθαι παρὰ σοί· οἴομαι δὲ καὶ τὴν βασιλίδα τὰ ἴσα ἐμοὶ ἐρεῖν. οὐδὲ γὰρ ἂν ἤνεγκε σιγῇ, εἰ ἀκοῦσαί τε συνέβαινε τῶν λόγων καὶ πρὸς σὲ εἰρῆσθαι οἰηθῆναι. διό σου καὶ δέομαι τῶν πρὸς τὴν βασιλίδα λόγων ἀποσχέσθαι, οὐ φαύλην τινὰ ἐσομένων ἐπιθήκην τῶν κακῶν. ὁ δ’ οὐκ ἀνίη, ἀλλ’ ἐκέλευεν ἀπαγγέλλειν, νῦν μὲν, φάσκων, τὸν λόγον μόνον ἐκεῖνον τὸν ποιήσαντα τὴν ταραχὴν, ἴσως δέ τινα καὶ ἄλλα ἔχειν ἀνέκφορα ἐν τῇ ψυχῇ. αὐτίκα μὲν οὖν ὁ πατριάρχης ἐποίει τὰ κεκελευσμένα καὶ τῇ βασιλίδι ἀπήγγειλεν, ὅσα ὁ μέγας δομέστικος πρὸς αὐτὸν διαλεχθείη. ἡ δὲ ἐλπίδος τε ἔξω καὶ πέρα προσδοκίας λόγους ταῖς ἀκοαῖς εἰσδεξαμένη, ἠνιᾶτο μὲν ἐπὶ τοῖς λεγομένοις, ἐξεπέπληκτο δὲ, ὅ,τι τὸ τὸν μέγαν δομέστικον πεῖσαν, τοιαῦτά τε ἐνθυμηθῆναι καὶ πρὸς αὐτὴν εἰπεῖν. ὅμως ἑαυτὴν ἀναλαβοῦσα, ἀντεμήνυεν αὐτῷ, μὴ παντάπασιν αὐτῷ προσήκειν τοὺς τοιούτους λόγους, οὐδὲ τῆς αὐτοῦ διανοίας ἀξίους εἶναι, οὐδὲ τῆς πρὸς βασιλέα φιλίας, ἣν ἐκ παίδων ἄχρι καὶ εἰς τόδε χρόνου ἀλλήλοις διετηρήσατε ἄδολον καὶ καθαράν.
PG 153:655διὸ οὐδὲ πείθεσθαι οἷά τε εἰμὶ, ὡς παραφρονοῦντος ἕνεκα ἀνθρώπου προήχθης εἰς τοσοῦτον καὶ ὀργῆς καὶ λύπης. ἐγὼ δὲ μήτ’ ἀκηκοέναι τοῦ ἀνθρώπου λέγοντος ὁμολογῶ, μήτ’ εἰ καὶ συνέβαινε πυθέσθαι, προὔργου ποιήσασθαι κολάζειν τὸν εἰπόντα. οὐδὲ γὰρ αὐτὸς σὺ ἐλάττω δύναμιν ἔχεις ἢ ἐγὼ, κολάζειν τε τοὺς προσκρούοντας καὶ συγγνώμην παρέχειν, ἂν ἐθέλῃς. εἰ μὲν οὖν ἐκείνων ἕνεκα τῶν λόγων μόνον ἀγανακτεῖς, παρὰ σαυτοῦ μᾶλλον ἢ παρ’ ἐμοῦ προσήκει λαμβάνειν δίκας. εἰ δὲ καί τινος ἑτέρου δέῃ, ὅπερ ἄχρι νῦν ἄγνωστον ἐμοὶ, λέγειν θαῤῥοῦντα, ὡς παρ’ ἐμοὶ δύσκολον ἐσόμενον μηδὲν, ὅπερ ἄν σοι κατὰ γνώμην ᾖ, εἰ μὴ πάντη τῶν ἀδυνατωτάτων εἴη. τοιαῦτα μὲν ἡ βασιλὶς πρὸς τοὺς τοῦ μεγάλου δομεστίκου λόγους ἀπεκρίνατο. ὁ δ’ ἔφασκεν, αὐτόν τε παντάπασιν ἠγνοηκέναι τὴν δύναμιν τῶν λόγων τῶν αὐτοῦ, καὶ βασιλίδα τὴν διάνοιαν τῶν γινομένων μάλιστα ὡς ποῤῥωτάτω ἔχειν. ἵνα δὲ αὐτός τε εἰδῇς καὶ βασιλίδι φράσῃς, ὡς δίκαια διανοοῦμαι, ὡς ἔχω περὶ τῶν πραγμάτων ἄκουσον.
Caput XCVII
τὴν μὲν ἐμοῦ τε καὶ βασιλέως ἐκείνου πρὸς ἀλλήλους ἐκ παίδων ἀκροτάτην φιλίαν σύ τ’ ἂν ἀγνοοίης, ὥσπερ εἰκὸς, καὶ ἡ βασιλὶς πρὸς τὴν οἰκείαν διατρίβουσα. ὅσα μέντοι γε πρὸς βασιλέα τὸν πάππον, πολέμου καὶ ἀρχομένου καὶ τελευτῶντος, ὅτε τῶν ἄλλων ἁπάντων πολλὰς καὶ παντοδαπὰς ὑποστάντων τὰς μεταβολὰς, πάντων ἀντιτεταγμένων, σχεδὸν εἰς ἐσχάτην ἀπορίαν συνηλάθη, αὐτῷ προθύμως συνηγωνισάμην, μήτε σώματος φειδόμενος, μήτε χρημάτων, μήτ’ ἄλλου τῶν οἰκείων μηδενὸς, ἀλλ’ ἐν τοῖς μάλιστα ἐπείγουσι τῶν καιρῶν καὶ δεομένοις γνησίων φίλων, πάντα ἐγινόμην αὐτῷ καὶ τῶν δεόντων ἐνέλιπον οὐδὲν, καὶ μετὰ τὸ τῶν πραγμάτων ἐγκρατῆ γενέσθαι, ὅσα τε πρὸς τοὺς ἔξωθεν πολεμίους, καὶ Ἕλληνας λέγω καὶ βαρβάρους, καὶ πρὸς τοὺς ἔνδον ἐπιβούλους, ὥσπερ ἄλλος ὢν αὐτὸς, καὶ συγκατειργαζόμην καὶ συνδιέφερον αὐτῷ τοὺς ὑπὲρ ἑαυτοῦ πόνους καὶ κινδύνους, (ἐῶ γὰρ λέγειν τὴν διοίκησιν τῶν πραγμάτων, ὡς αὐτὸς πάντα πόνον ὑφιστάμενος, ἄλυπον αὐτῷ καὶ ἄπονον ἐποίουν τὴν ἀρχὴν,) πάντες μὲν ἂν εἰδεῖεν Ῥωμαῖοι, αὐτῶν σαφέστατα βοώντων τῶν πραγμάτων, καὶ συμμαρτυρήσαιεν ἐμοί·
τῶν ἄλλων δὲ πάντων μάλιστα ἡ βασιλὶς, ὅσα μὴ μόνον ὑπὸ τῶν πραγμάτων, ἀλλὰ καὶ βασιλέως αὐτοῦ τὴν πρὸς ἀλλήλους ἡμῶν ὁμόνοιαν, τὴν πάντας, ὡς ἐγᾦμαι, καὶ τοὺς πάλαι καὶ τοὺς νῦν ὑπερελάσασαν ἐπὶ φιλίᾳ ὑμνουμένους, σαφῶς διδασκομένη. ἐφ’ οἷς οὐκ ὠφελεῖσθαι μόνον παρ’ ἑκατέρων συνέβαινεν ἡμῖν, ἀλλὰ καὶ τὸν ἄχρι νῦν χρόνον εὐκλεέστατα βιβιωκέναι. ἄτοπον οὖν, τὸν μὲν προτοῦ χρόνον ἅπαντα μηδέποτε μηδεμίαν ἀδοξίας πρόφασιν παρεσχηκέναι ἐμαυτῷ, νυνὶ δὲ ἑκοντὶ λοιδορίας ἄξια καὶ μέμψεως ποιεῖν. ἄν τε γὰρ ἀγνοήσας, οἷ κακῶν τὰ πράγματα χωρήσει, ἐμαυτῷ μὲν ἀδοξίας, τοῖς λοιποῖς δὲ Ῥωμαίοις φθορᾶς καὶ κινδύνων αἴτιος καταστῶ, οὐδεμίαν παραιτεῖσθαι δίκαιος συγγνώμην αὐτὸς παρ’ ἐμαυτῷ κριτῇ. ἄν τε καὶ συνορῶν, ὥσπερ ἤδη καὶ ἐπίσταμαι σαφῶς, ἔπειτα καταμαλακιζοίμην δέει τοῦ μὴ δοκεῖν ἐν καιροῖς ἐπικινδύνοις τὴν ἀρχὴν μεθίεσθαι, οὐ λοιδορίας ἄξιος μόνον, ἀλλὰ καὶ δίκης τῆς ἐσχάτης, ὅτι, καίτοι προειδὼς, ὑπέμεινα ἑκὼν εἶναι κακὸς ὀφθῆναι καὶ μήτε καιροῖς, μήτε πράγμασιν ὡς δέον χρήσασθαι εἰδώς. οὗ δὲ ἕνεκα κινδύνων τε καὶ ἀδοξίας ἔγνων ἀπαλλάττειν ἐμαυτόν.
PG 153:657καίτοι γε οὐδὲ βασιλίδι τε καὶ τοῖς βασιλέως παισὶν ἐκ τῆς ἀδοξίας ταυτησὶ καὶ τῶν κινδύνων ὠφέλειάν τινα ἔξεστι πορίζειν. ἦν γὰρ ἂν τοῦτο παραμύθιον οὐ φαῦλον. ὡς ἂν δὲ μὴ δοκῶ τοὺς ὑπὲρ τῶν βασιλέως παίδων πόνους καὶ κινδύνους ἀποδιδράσκειν, νῦν μὲν ἐν τῆς εἰρήνης τοῖς καιροῖς, ὅτε μήτε πόλεμος οὐδεὶς, μήτε κακῶν προσδοκία μηδεμία, πατριάρχης τε καὶ σύγκλητος ἅμα βασιλίδι ἰθυνόντων τὴν ἀρχὴν καὶ τὰ ἐκ ταύτης ἀγαθὰ καὶ τὰς τιμὰς καρπούσθων. ἐὰν δέ ποτε συμβαίη πόλεμόν τινα ἀναφυῆναι, κίνδυνον ἀπειλοῦντα βασιλέως τοῖς παισὶ, τότ’ αὐτὸς ἤδη προθύμως τοῖς κινδύνοις ἐμπαρέξω ἐμαυτὸν, καὶ ἢ συνδιασώσω τὴν ἀρχὴν αὐτοῖς ἢ ὑπὲρ αὐτῶν μαχούμενος πεσοῦμαι, ὡς ἂν ἐμοὶ μὲν οἱ πόνοι καὶ τὸ κινδυνεύειν, ὑμῖν δὲ τὸ ἐντρυφᾷν τοῖς πράγμασι καὶ αὐτῶν καταπολαύειν, μηδενὸς παρενοχλοῦντος, περιγίνοιτο. κεφάλαιον δὲ τῶν λόγων τῶν ἐμῶν, ὡς ἔστιν οὐδὲν τὸ πεῖσον, ὥσπερ καὶ πρότερον, ἔχεσθαι τῶν πραγμάτων τῆς ἀρχῆς.
ὡς ἂν δὲ καὶ ἔργοις ὃ λέγω κατάδηλον ποιήσω, τῆς συνήθους καθέδρας ἐξαναστὰς, ἐφ’ ἑτέραν καθεδοῦμαι, ἵν’ εἰδείη τε βασιλίς τε καὶ ὑμεῖς, ὡς οὐδὲν ἤδη τὸ κωλύον, ἕτερόν τινα, ὃν ἂν βούλησθε αὐτοὶ, τοῖς πράγμασιν ἐφιστᾷν. οὕτως εἰπὼν, ἐφ’ ἕτερον μετέβη τόπον, ὥσπερ ἔργῳ παραχωρῶν ἑτέρῳ τῆς ἀρχῆς. ὁ πατριάρχης δὲ τοιαῦτα ὁρῶν τε καὶ ἀκούων, σκληρός ἐστιν ὁ λόγος εἶπε καὶ μάλιστα δυνάμενος τῆς ψυχῆς τῆς βασιλίδος καθικέσθαι. ὁ δ’ ἀληθῆ λέγεις ἔφη καὶ ἔδει γε μηδὲν τοιοῦτον μήτε εἰρῆσθαι, μήτε εἶναι. νυνὶ δὲ εἰς τοσοῦτον ἀνάγκης συνηλάθην, ὥστε καίτοι τῶν ἄλλων μάλιστα ἁπάντων, ὅσα εἰς παραμυθίαν καὶ τῶν πολλῶν ἄνεσιν ἀνιαρῶν, ὅσα βασιλίδι ἐκ τῆς βασιλέως προσεγένετο τελευτῆς, λέγεσθαι βουλόμενος ἐπ’ αὐτῆς, ἐναντιώτατα πράττειν ἐμαυτῷ δυοῖν ἕνεκα. ἢ γὰρ ἀπρακτεῖν παντελῶς ἀνάγκη, ἢ φαύλως καὶ οὐχ ᾗ προσῆκεν, ἄρχειν. εἴτε τοίνυν πράττοντος μηδὲν, καὶ ἡ βασιλὶς ἐφησυχάζοι, ὡς χθὲς καὶ πρώην τὴν ἀρχὴν οἰομένη διοικεῖσθαι παρ’ ἐμοῦ, ἀνάγκη πάντα ἀπολέσθαι·
Caput XCVIII
PG 153:659εἴτε καὶ φαύλως καὶ μὴ κατὰ τὸ δέον ἄρχοντος, τὸν αὐτὸν τρόπον πάλιν φθείρεσθαι συμβαίνει, καὶ προσέτι γε αὐτὸν οὐ τοῖς ἄλλοις μόνον, ἀλλὰ καὶ ἐμαυτῷ τῆς μοχθηρίας ὀφείλειν δίκας· ὥστ’ ἀμφοτέρωθεν λυσιτελὲς, γνώριμα ταῦτα γίνεσθαι τῇ βασιλίδι, κἂν εἰ μέλλοι ταραχὴν καὶ λύπην προξενεῖν. βέλτιον γὰρ περὶ τῶν γινομένων ὡς ἔχουσι μαθοῦσαν, ἅμα σοί τε καὶ τοῖς ἄλλοις τὰ δέοντα βουλεύσασθαι περὶ τῆς ἀρχῆς, ἢ ἀγνοήσασαν, ὀλίγῳ ὕστερον μὴ τούτων μόνον, ἀλλὰ καὶ τῆς συμβησομένης βλάβης ἕνεκα ἀγανακτεῖν. δ. Ὁ μὲν οὖν πατριάρχης πάντα ἀπήγγελλε τῇ βασιλίδι. ἡ δ’ ἅπερ οὔτ’ ἄν ποτε αὐτὴ διενοήθη, μήθ’ ἑτέρου λέγοντος ἐπείθετο ἀκούσασα, πρῶτα μὲν ὑπὸ τῆς λύπης οὐδὲ ἀντιφθέγγεσθαι ἠδύνατο. ἔπειτα ἐφ’ ἱκανὸν πολλὰ δάκρυα σιγῇ τῶν ὀφθαλμῶν καταγαγοῦσα, ῥᾷον ἂν εἶπεν ἀνέπεισέ τις ὄρος δύνασθαι μεταβῆναι, ἢ τὴν μεγάλου δομεστίκου γνώμην κινηθῆναι πρὸς βραχύ. ἐπεὶ δὲ περὶ ἐκείνου τοιαῦτ’ ἀκούειν ἔστι νῦν, ἅπερ οὐδ’ ἄν ποτε ἐνεθυμήθην, προσηκούσης μὲν ἀπολογίας ἀπορῶ. ὅμως ἐκ τῶν μάλιστά μου καθικομένων τῆς ψυχῆς, ποιήσομαι τῆς ἀπολογίας ἀρχήν.
λέγω τοίνυν πρὸς αὐτὸν, ὡς ἄρτι νῦν ὥσπερ ἐξεστηκυῖαν τῶν φρενῶν ἢ κάρῳ βαθεῖ καὶ ὕπνῳ κατισχημένην εἰς αἴσθησιν ἤγαγες τῶν περισχόντων με δεινῶν. πρότερον γὰρ, εἰ καὶ μάλιστα σαφῶς τὴν βασιλέως ἠπιστάμην τελευτὴν, ἀλλ’ οὖν, εἰσιόντος τε σοῦ πρὸς ἐμὲ, κἀκεῖνον ἐδόκουν, ὥσπερ ἔθος ἦν, συνεισιέναι καὶ ἀπιόντα συνέπεσθαι, καὶ μονονοὺ καὶ φθέγξασθαι ἐλογιζόμην ἐκεῖνον, ὅτε διελέγου πρὸς ἐμὲ, καὶ ὅλως μετρίαν τινὰ ἐλογιζόμην τὴν περισχοῦσάν με τῶν κακῶν ἐπιφοράν. νυνὶ δὲ, ὥσπερ τινὸς παραπετάσματος ἀρθέντος, πάντα φαίνεται τὰ ἔνδον· οὕτω σὺ τῶν ἐλπίδων ἡμᾶς, ὑφ’ ὧν ἐφενακιζόμεθα, ἀποστερήσας, γυμνὰ παρεσκεύασας τὰ πράγματα καθορᾷν, καὶ τοὺς μὲν ἐμοὺς οἴεσθαι παῖδας ὀρφανοὺς πατρὸς, ἑαυτὴν δὲ χηρείᾳ καὶ τοῖς ἐκ ταύτης κακοῖς συνισχημένην. ἀλλὰ τί ἄν τις φαίη ἢ καὶ λογίσαιτο περὶ σοῦ; πότερον ὡς ἐπιλέλησαι τῆς ἀκροτάτης συναφείας καὶ τῆς θαυμαστῆς ἐκείνης φιλίας βασιλέως τῆς πρὸς σὲ, ᾗ διὰ τὸ μέγεθος οὐδὲ πιστεύειν εἶχον οἱ πολλοί; ἀλλ’ οὐκ οἴομαι δυνήσεσθαι, εἴ γε καὶ μάλιστα ἐβούλου.
Chapter XXXIXCaput XXXIX
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:661οἶμαι γὰρ εἴ τις τὴν ἐν ἀνθρώποις ἅπασαν φιλίαν συλλαβὼν, ἔπειτα πρὸς παράδειγμά τι θελήσειε σκοπεῖν, ἐξ οὗ τοῖς ἄλλοις τε κἀκείνῳ τὴν αὐτῆς ἰσχὺν ἐξέσται κατιδεῖν, ὑμᾶς ἂν μόνους παραδραμὼν, ὡς καὶ τοὺς ὅρους ταύτης ὑπερβάντας, ἐκ τῶν ἐπιλοίπων ἐξευρίσκειν, ὅ,τι ἂν εἴη, πειρᾶσθαι πρῶτον· τοσοῦτον οὐ τοὺς φίλους μόνον, ἀλλὰ καὶ ἰδέαν αὐτὴν τῆς φιλίας ἔθεσθε κατόπιν. καὶ τοῦτο οὐκ ἐκ τῶν πραττομένων μόνον ἦν ὁρᾷν, καὶ βασιλέως δὲ ἦν ἀκούειν πολλὰ πολλάκις φθεγγομένου, ὡς καὶ φιλτάτων καὶ γυναικὸς καὶ συμπάντων, ὡς εἰπεῖν, χρημάτων τὴν εἰς σὲ φιλίαν προηγοῖτο. πότερον οὖν ὡς μὲν ἐπιλέλησαι τῆς βασιλέως φιλίας, οὐδὲ τῷ λίαν συκοφαντικῷ τοὺς τρόπους εἰπεῖν ἐξέσται· ὅτι δὲ μεμνημένος ἀγνωμονεῖς καὶ τοῖς βασιλέως παισὶν ἐναντίας ᾗ προσῆκεν ἀποδίδως ἀμοιβὰς μετὰ τὴν ἐκείνου τελευτήν; ἀλλ’ οὔτε τοῦτο σὸν, ὥσπερ οὐδὲ τὸ πρῶτον. οὐ μὴν ἀλλ’ οὐδὲ τῶν πρὸς ἐμέ σου λόγων, οὓς ἑκάστοτε, καὶ βασιλέως ζῶντος, διεξίεις, ἄξια τὰ δεδογμένα νῦν.
οὐ γὰρ δήπου γε ἐπιλέλησαι, ὡς πολλοὺς ἀγῶνας καὶ κινδύνους καὶ θάνατον, εἰ οἷόν τε εἰπεῖν, ὑπὲρ τῆς ἐμῆς ὠφελείας καὶ τῶν παίδων ἑτοιμότατος εἶναι, καιροῦ καλοῦντος, ὑπομένειν ἰσχυρίζου. οὗ νῦν παρόντος, εἴ σοι ἐξελέγχεσθαι ἐπὶ τῶν ἔργων εὐπρεπὲς, αὐτὸς ἐρεῖς. ἔτι δὲ οὐδ’ ἐμαυτῇ τι σύνοιδα σοὶ προσκεκρουκυῖα, ἀλλ’ ἐξ ὅτου παρεγενόμην ἐν τοῖς βασιλείοις οἴκοις, οὐδὲν ἀποδέουσαν οὔτ’ εὔνοιαν, οὔτε τιμὴν ἢ τἀδελφῷ κόντῳ παρειχόμην, μᾶλλον δὲ καὶ πλείω παραπολὺ, ὅσον ἐκείνου μὲν οὔτε τεθνεῶτος ἐμοί τις βλάβη, οὔτ’ ὠφέλεια ζῶντος ἕψεται, τοσοῦτο διῳκισμένου· σὺ δὲ καὶ ζῶν τὰ μέγιστα ἂν ὀνήσαις, καὶ ἀποθανὼν οὐδὲν ἧττον ἐμοί τε καὶ τοῖς Ῥωμαίων πράγμασι λυμανῇ. ἐγὼ δὲ καίτοι πολλὰ συνείρειν ἔχουσα καὶ ἀποδεικνύναι δι’ αὐτῶν, ὡς οὔτε συμφέροντα, οὔτε δίκαια ἐβουλεύσω, ἐκεῖνο μόνον ἐρῶ, τὰ ἄλλα καταλιποῦσα.
εἰ γὰρ παριόντα τινὰ ὁδὸν τῶν ἐπιφανῶν τινι συνέβη γυναικὶ συντυχεῖν, χηρείᾳ μὲν συνούσῃ καὶ τοῖς ἐκ ταύτης κακοῖς, καὶ παισὶν ὀρφανοῖς καὶ μηδένα τὸν προστησόμενον ἔχουσι προςτετηκυίᾳ καὶ διὰ ταῦτα πολλοὺς ὑφορωμένῃ τοὺς κινδύνους καὶ δεομένῃ τῆς δυστυχίας οἰκτεῖραι καὶ αὐτῆς προστῆναι καὶ τῶν παίδων, οὐδὲν ἕτερον εἰς δικαίου λόγον προβαλλομένῃ ἢ τὴν εὐγένειαν καὶ τὴν παρ’ ἀξίαν κακοπραγίαν, οὐκ ἔδει καὶ σὲ καὶ πάντα ὁντινοῦν οἷος σὺ, τῶν ἄλλων ἀμελήσαντα, πρόνοιαν ποιήσασθαι τῆς γυναικὸς ὅση δυνατὴ, καὶ ἀξιόχρεως τοὺς ὑπὲρ ἐκείνης νομίσαι πόνους εἰς εὐκλείας λόγον καὶ δικαιοσύνης; εἰ τοίνυν τοῦτο μόνον ἤρκεσεν ἂν εἰς πειθὼ, τίνα ἂν εὐπρόσωπον ἀπολογίαν ἀποδοίης, εἰ αὐτοῦ τε τούτου καὶ πολλῶν ἑτέρων ἰσχυροτέρων παρόντων, ἀπαραίτητος ὀφθῇς. διό σου δέομαι, ταύτης ἀποστῆναι τῆς βουλῆς καὶ μὴ προφάσεως ἕνεκα μικρᾶς ἐμέ τε καὶ νηπίους παῖδας τοὺς ἐμοὺς, ὥσπερ ἐν μέσῳ πελάγει ναῦν ἐρήμην κυβερνήτου, καταλιπεῖν.
PG 153:663ἀλλ’ εἴτ’ αὐτὸς πρῶτος ἐνεθυμήθης, ἄκαιρον ἡγήσασθαι καὶ μυρίων γέμουσαν τὴν βουλὴν κακῶν, εἴθ’ ἑτέρῳ συμβουλεύοντι ἐπείσθης, μὴ τῶν φίλων ἐκεῖνον, ἀλλ’ ἔχθιστον ἡγεῖσθαι καὶ σοὶ μὲν πρὸς τὴν εὔκλειαν καὶ τὴν τιμὴν, ἡμῖν δὲ πρὸς αὐτὴν ἐπιβουλεύοντα τὴν σωτηρίαν, προσθήσω δ’ ὅτι καὶ πᾶσι τοῖς Ῥωμαίων πράγμασι κοινῇ. ἐγὼ δὲ εἰ καὶ μὴ ἀφ’ ἑαυτῆς αὐτὴ τὸ δέον συνεώρων, ὡς οὐδεμία τις ἑτέρα κοινῇ τοῖς πᾶσι βεβαιοτέρα σωτηρία, ἢ σὲ τοῖς πράγμασιν, ὥσπερ καὶ ζῶντος βασιλέως, ἐφεστάναι, ἐξ αὐτῶν γοῦν τῶν βασιλέως λόγων, οὓς περὶ σοῦ πολλάκις ἐποιεῖτο πρὸς ἐμὲ, μάλιστα δὲ πρὸ τῆς τελευτῆς μικρὸν, ἐχρῆν συνεῖναι τὸ συνοῖσον. ἀνακείμενος γὰρ ἐπὶ γόνασι τοῖς ἐμοῖς, σοῦ παρόντος, ὁ μὲν καιρὸς ἔφη τῆς ἐμῆς ἥκει τελευτῆς. σὲ δὲ χρὴ σκοπεῖν, ὅπως ἐμοῦ μὴ ἀπελθόντος λογισμοῖς τισιν ἢ καὶ λόγοις ἐνίων ἀπατηθεῖσα, ἑτέρῳ τινὶ πρόσχῃς τὸν ἄνδρα τουτονὶ διωσαμένη. εἰ γὰρ τοῦτο συμβαίη, οὐδὲν ἔτι τὸ λεῖπον σέ τε καὶ τέκνα καὶ τὴν ἄλλην ἅπασαν τῶν Ῥωμαίων ἡγεμονίαν ἀπολέσθαι·
Caput C
αὐτῷ δὲ προσέχουσα, ἄριστα σαυτῇ τε καὶ τοῖς πράγμασι βουλεύσῃ. εἰ δὴ τοιαῦτα πρός τε βασιλέως ἐδιδάχθην καὶ παρ’ ἐμαυτῆς αὐτὴ τὰ ὅμοια γινώσκω, τίν’ ἔχοι λόγον, οἷς αὐτὸς κακῶς καὶ ὡς οὐ δέον ἐβουλεύσω, πείθεσθαι καὶ αὐτὴν ἑκοῦσαν εἶναι. ἂν μὲν οὖν οἷς εἶπον τὴν ἀτοπίαν καὶ αὐτὸς τοῦ πράγματος ὅση κατιδὼν, ἀπόσχῃ τοῦ τε τοιαῦτα καὶ βουλεύεσθαι καὶ λέγειν, καὶ τῶν πραγμάτων, ὥσπερ εἴωθας, ἐχόμενος, αὐτὸς μὲν τὰ κοινῇ συνοίσοντα Ῥωμαίοις, καὶ τῆς ἄνωθεν χειρὸς συνεφαπτομένης, πράττῃς, ἐμοὶ δὲ παρέχῃς ἡσυχίαν, τὰς ἐμᾶς θρηνεῖν καὶ κόπτεσθαι συμφορὰς, (τοῦτο γὰρ ἐμοὶ παραμυθία μόνον καὶ τῶν κακῶν ἀνακωχὴ,) δίκαιά τε ὁμοῦ καὶ συμφέροντα καὶ σαυτῷ προσήκοντα ποιήσεις. ἂν δὲ πάντα διωσάμενος καὶ ἀποῤῥίψας, ἑνὸς μόνου γένῃ τοῦ τοῖς δεδογμένοις ἐγκαρτερεῖν, πᾶσι χαίρειν εἰπὼν, ὃ καὶ αὐτὴ ποιήσω, σοὶ θήσω φανερόν.
πᾶσαν γὰρ αἰδῶ καὶ γυναικείαν ἀσθένειαν ἀποθεμένη καὶ τῶν τοῦ σωφρονεῖν ὥσπερ λογισμῶν ὑπὸ μεγέθους ἐκτραπεῖσα τῶν κακῶν, κατὰ μέσην τὴν πόλιν γενομένη καὶ ἀναθεῖσα ἑαυτὴν ἐπί τινος μετεώρου, ἵν’ ἑξῇ διὰ πάντων ἐξικνεῖσθαι τὴν φωνὴν, ὄρθιον βοήσομαι καὶ μεγαλοφωνότατον· ἄνδρες Ῥωμαῖοι, μᾶλλον δὲ καὶ Ἕλληνες καὶ βάρβαροι πάντες, εὖ ἴστε, ὡς πάντα ἀπόλωλε καὶ διέφθαρται, καὶ οὔτε φιλίας χάρις οὐδεμία κεῖται παρ’ ἀνθρώποις, οὔτ’ ἀληθείας μέλει καὶ δικαιοσύνης οὐδενί· λογισμῶν τε στεῤῥότης οἴχεται ἐκ τῶν ἀνθρώπων καὶ συλλήβδην πάντα ἀγαθὰ, εἰ δὴ ὁ μέγας δομέστικος ὥσπερ ἔκ τινος ἀντιπνοίας ἐναντιώτατος ἑαυτῷ φανεὶς καὶ τῆς μὲν φιλίας ἐπιλελησμένος βασιλέως, ἀμελήσας δὲ καὶ τῆς αὐτῷ προσηκούσης ἀληθείας καὶ δικαιοσύνης καὶ φιλοτιμίας τῶν καλῶν, αὐτὸς μὲν ἐσκέψατο ἀπραγμοσύνῃ τὸν ἐπίλοιπον βίον ζῇν, ἐμὲ δὲ καὶ παῖδας τοὺς ἐμοὺς πολλῆς νυνὶ τῆς κηδεμονίας δεομένους ὥσπερ τι βάρος ἀνόνητον ἀπεῤῥίψατο καὶ κατέλιπεν, ὥσπερ ἀγνοήσας, εἰ δήποτε καὶ μορφὴν ἡμῶν ἔγνω ἢ ἀκοῇ παρειλήφει τὰ καθ’ ἡμᾶς.
PG 153:665οὕτω δὲ τὸ ἄφιλον τῆς σῆς γνώμης καὶ ἄστατον καὶ ἀβέβαιον στηλιτεύσασα, εἴ γε συμβαίη, καὶ τεθνήξομαι ἡδέως, παρὰ σοῦ δίκας ἀρκούσας ἐμοὶ λαβοῦσα. ἐπὶ τούτοις δὲ πᾶσιν αὖθις σοῦ δέομαι, μηδὲν παρενοχλεῖν, ἀλλὰ τῶν τε λόγων ἀποσχέσθαι τουτωνὶ καὶ τὰ δέοντα ποιεῖν, ὥσπερ ἐξαρχῆς ἐχόμενον τῶν πραγμάτων. ε. Τοιαῦτα μὲν ἀπεκρίνατο ἡ βασιλὶς ἐξ ἄγαν ἀλγούσης καὶ ὀδυνωμένης ψυχῆς. ὁ μέγας δὲ δομέστικος ὥσπερ ἐλεγχόμενος αὐτὸς ὑφ’ ἑαυτοῦ, ὡς δίκαιά τε ὁμοῦ καὶ προσήκοντα ἐφθέγξατο, καὶ μηδὲν ἀντιλέγειν ἔχων πρὸς οὕτως ἀπόδειξιν ἐναργῆ τῆς ἀληθείας, πρὸς πατριάρχην μὲν ἐφθέγξατο οὐδὲν, παραλαβὼν δὲ αὐτὸν, εἴσεισιν εἰς βασιλίδα. ἡ μὲν οὖν εὐθὺς ὡς εἶδε, λύπῃ κάτοχος γεγενημένη, δάκρυσι περιεῤῥεῖτο καὶ ἐθρήνησεν ἐφ’ ἱκανὸν, τῆς ἔνδον ἀλγηδόνος ἐναργῆ τεκμήρια τὰ δάκρυα παρεχομένη. ἐπεὶ δὲ ἐπαύσατο, λόγου πρὸς αὐτὴν ὁ μέγας δομέστικος ἤρχετο τοιοῦδε.
ἔθος ἐστὶ τοῖς ἀγαθοῖς ἀνδράσιν, ἐπειδὰν αὐτοῖς τινες χρήσωνται διαλλακταῖς ἢ πρὸς φίλους καὶ οἰκείους, ἐάν τι πρὸς αὐτοὺς διενεχθῶσιν, ἢ καὶ πρὸς ἄγαν πολεμίους, τὰ μὲν σκληρὰ τῶν ἀποκρίσεων καὶ ὅσα μάλιστα δυνατὰ, τήν τε εἰρήνην διαλύειν καὶ διερεθίζειν τὸν ἀκούοντα πρὸς ὀργὴν, ταῦτα μὲν συγκαλύπτειν καὶ παριέναι σιγῇ· ὅσα δὲ προσηνῆ καὶ ἥμερα καὶ ἱκανὰ πρὸς διαλύσεις, τὰ τοιαῦτα ἀπαγγέλλειν, οὐκ ἐλάττω ἢ ὅσα ἤκουσε προστιθέντα καὶ παρ’ ἑαυτοῦ. ὥσπερ αὖ πάλιν οἱ τοὺς τρόπους μοχθηροὶ καὶ συγκρούειν τοὺς ἀνθρώπους πρὸς ἀλλήλους ᾑρημένοι, τὰ πρὸς ὀργὴν μὲν ἀπαγγέλλουσι μετὰ προσθήκης, ὅσα δὲ πρὸς διαλλαγὰς ἐπιτήδεια καὶ συμβάσεις, σιωπῶσι. νυνὶ δὲ δὴ καὶ αὐτὸς τῷ πατριάρχῃ μηνυτῇ χρησάμενος τῶν λόγων τῶν ἐμῶν καὶ πάλιν δι’ αὐτοῦ τὴν γεγενημένην ἀπολογίαν παρὰ σοῦ μεμαθηκὼς, ἔδεισα μὴ τὴν ἐμὴν ψυχὴν, οἰδαίνουσαν καὶ φλεγομένην ὑπὸ λύπης, ἀναψύχειν βουλόμενος καὶ καταστέλλειν, τοιαῦτα ἐφθέγξατο ἥμερα καὶ προσηνῆ. πρὸς σὲ δὲ οὔτε τοὺς ἐμοὺς ἀκεραίους διεσώσατο λόγους, μήτ’ αὖ πάλιν οἵας ἔτυχεν ἀπολογίας ἀπήγγειλε καὶ πρὸς ἐμέ.
PG 153:667ἀλλ’ ἀνθ’ ἑτέρων ἕτερα εἰπὼν, νῦν μὲν διαλλάξει πρὸς καιρὸν, ὕστερον δὲ ὀλίγῳ μείζω καὶ βαρυτέραν κατασκευάσει γενέσθαι τὴν διαφοράν. οὗ δὴ ἕνεκα καὶ αὐτὸς, εἰ τοιαῦτα ὄντως εἴρηται παρὰ σοῦ, δεῖν ἔγνων ἀκριβῶς μαθεῖν, ὡς ἂν εἰδείην, ᾗ χρὴ καὶ περὶ τῶν ἐπιλοίπων ποιήσασθαι τοὺς λόγους. καὶ πάντα διεξελθὼν, ὅσα πατριάρχης πρὸς αὐτὸν διαλεχθείη, ἐπυνθάνετο αὐτῆς, εἰ καὶ αὐτῇ τοῦτον εἴρηται τὸν τρόπον. ἐφ’ ἅπασι δὲ συντιθεμένης ὡς ὀρθῶς καὶ ἀληθῶς γεγενημένοις, οὐκοῦν, εἶπεν εἰ καὶ πρὸς τὰ ἐπίλοιπα τραχέως δόξω προσφέρεσθαι καὶ ἀπερισκέπτως, μηδεμίαν ἐμοῦ καταγινώσκειν μήτ’ ἀπειροκαλίαν, μήτ’ αὐθάδειαν καὶ θρασύτητα τῶν τρόπων ἀξιῶ, ἀλλ’ εἴ τις προσείη καὶ τοῖς λόγοις ἀταξία, ἐκείνην μὲν προσλογίζεσθαι τῶν πραγμάτων τῇ ἀνάγκῃ, ἐμοὶ δὲ παρέχεσθαι συγγνώμην ὡς ὑπ’ αὐτῶν βιαζομένῳ.
ἐγὼ νομίζω πάντα ὁντινοῦν, ὅστις μέλλει καλῶς καὶ ἦθος κατασκέπτεσθαι ἀνδρὸς καὶ τὰς τῆς ψυχῆς ὁρμὰς ὁποίας ἔχει, μήτε τοῖς ἔξωθεν περὶ αὐτοῦ προσέχειν λεγομένοις, μήτ’ αὐτὸν ἐφ’ ἑαυτοῦ σκοπεῖν ἐν οἷς καιροῖς οὐκ ἐπ’ ἐκείνῳ ἦν τὸ τὰ βεβουλευμένα δύνασθαι εἰς ἔργα ἀγαγεῖν, ἀλλ’ ἡνίκα ἔξεστι μάλιστα χρῆσθαι τῇ δυνάμει. εἰ γὰρ τότε μηδέν τι φαίνεται τοιοῦτον δρῶν, οἷον αὐτὸν ἄν τις οἰηθείη, σχολῇ γ’ ἂν εἰςέπειτα μεταβαλεῖν ὁ τοιοῦτος ἕλοιτ’ ἄν. τοίνυν καὶ αὐτὸς ἐρῶ μετὰ παῤῥησίας περὶ ἐμαυτοῦ, ὡς οὔτε πρότερον ἐπεθύμησα εἰς βασιλέως σχῆμα μεταμεῖψαι τὸ παρὸν, καίτοι πολλὰ πολλάκις ὑπὸ περιόντος ἔτι τοῦ μακαρίτου βασιλέως ἐκείνου παρακληθεὶς, οὔτε νῦν ἐρῶ.
εἰ γὰρ τοιούτοις ἔρωσιν ἀτόποις συνέβαινεν ἁλῶναι, τί τὸ κωλῦον ἦν, ὅτε, βασιλέως τετελευτηκότος, αὐτὸς παραλαβὼν τοὺς παῖδας τοὺς ἐκείνου, τὰ βασίλεια κατέσχον ἐν φρουρᾷ, τῶν τε ἔνδον ἀσφαλῶς κατεχομένων, καὶ τῶν ἔξω πάντων, τῶν μὲν εὐνοϊκῶς ἐμοὶ διακειμένων, τῶν δὲ ὑποπτησσόντων τὴν δύναμιν τὴν ἐμὴν καὶ οὐδὲ τολμώντων ἀντιγρύζειν, τὴν οἰκουροῦσαν ἄγειν εἰς φῶς κακίαν ἢ τὴν ἐπιθυμίαν μᾶλλον κατὰ πολλὴν τοῦ κωλύσοντος τὴν ἐρημίαν ἐκπληροῦν; νυνὶ δὲ οὐ μόνον οὐδὲν τοιοῦτον δεδρακὼς ἢ βεβουλευμένος φαίνομαι, ἀλλὰ καὶ τοὐναντίον πᾶν.
ἐν ἀσφαλείᾳ γὰρ πάσῃ καὶ τοὺς βασιλέως παῖδας καὶ σὲ ἄχρις ἐνάτης ἡμέρας ἐκ τῆς βασιλέως τελευτῆς διατηρήσας, μετ’ ἐκείνην τήν τε φρουρὰν ἀπήγαγον τῶν βασιλείων, ἣν αὐτὸς ἐγκαθιδρύσας ἦν, καὶ ἄλλην καταστήσας, ὅσην πρὸς τὸ τῶν ἐπιβουλευσόντων ἴσως ἐπέχειν τὰς ὁρμὰς ἔκρινα αὐτὸς ἀρκεῖν, οἴκαδε ἀνεχώρουν, τῶν πραγμάτων ἐχόμενος ὥσπερ καὶ ζῶντος βασιλέως, πᾶσι παραινῶν, συμβουλεύων, δεδιττόμενος ταῖς ἀπειλαῖς, μηδὲν νεωτερίζειν, ἀλλὰ καθαρὰν καὶ ἄδολον τηρεῖν καὶ τὴν εὔνοιαν καὶ τὴν δουλείαν σοί τε ὁμοίως καὶ παισὶ τοῖς σοῖς, καὶ δῆλος ὢν ὡς δίκας ἐπιθήσων τοῖς νεωτεριοῦσι καὶ τὸν πόλεμον αὐτὸς ἀναδεξόμενος ὑπὲρ ὑμῶν. τί οὖν ἄν τις εἴποι, τότε μὲν μὴ βουληθῆναι δεδυνημένον, νυνὶ δὲ βουλόμενον, μὴ τῆς ἴσης δυνάμεως εὐπορεῖν; ἀλλ’ οὐδὲν ἧττον ὥσπερ καὶ τότε αὐτός τε ἂν δύνασθαι ἰσχυρισαίμην καὶ ὑμεῖς συνομολογήσαιτε ἐμοί· ὥστε οὔτε πρότερον, οὔτε νῦν ἐκ τοῦ μὴ δύνασθαι ἀπεσχόμην τῶν κακῶν, ἀλλ’ ἐκ τοῦ μάλιστα μὴ βούλεσθαι καὶ τῶν φαυλοτάτων τὴν τοιαύτην οἴεσθαι μεταβολήν.
PG 153:669εἰ οὖν οὔτε πρότερον, οὔτε νῦν, καίτοι ῥᾷστα καταπράξασθαι δυνάμενος, οὐδὲν τοιοῦτον, οἷον ἄν τις ὑποπτεύσειε, βεβουλευμένος ὤφθην, προσῆκον καὶ περὶ τοῦ μέλλοντος ἐμοὶ θαῤῥεῖν καὶ μὴ τοῖς συκοφάνταις προσέχειν καὶ λογοποιοῖς πολλοῖς κατ’ ἐμοῦ φυησομένοις. οὐδὲ γὰρ περὶ μικρῶν τινων καὶ εὐκαταφρονήτων διαβαλοῦσιν, ἀλλὰ περὶ τοῦ ζῇν ὑμῖν ἐξαρτήσουσι τὸν φόβον, ἢ τά γε δεύτερα, περὶ τοῦ μὴ καλῶς καὶ ὡς προσῆκον, ἀλλ’ αἰσχρῶς καὶ ἀνελευθέρως καὶ δουλεύοντας ἑτέρῳ ζῇν, ὃ καὶ αὐτὸ τοῖς εἰθισμένοις ἄρχειν οὐδενὸς θανάτου δεύτερον εἰς ἀλγηδόνος λόγον. ὅτι δὲ τοιοῦτοι φυήσονται πολλοὶ, οὐ στοχάζεσθαι ἔξεστιν ἡμῖν, ἀλλὰ καὶ σαφέστατα εἰδέναι. βασιλεὺς μὲν γὰρ κύριος αὐτὸς τῶν πραγμάτων ὢν καὶ μηδεμίαν μηδ’ ὑφ’ ἑνὸς τῶν πραττομένων ὑφορώμενος ἐξέτασιν, τὰ μὲν αὐτὸς ἑκὼν εἶναι, εἴπερ ἐβούλετο, χαρίζεσθαί τισιν ἠδύνατο, τὰ δ’ ἴσως ἂν καὶ ἠμελεῖτο.
νυνὶ δὲ οὐδὲν τοιοῦτον ἐξέσται οὐδενὶ, ἀλλὰ πάντα σὺν λόγῳ καὶ μετὰ ἀκριβείας πράττειν ἀνάγκην πᾶσιν ἐπιθήσω, οὐ τῆς ὑμετέρας ἕνεκα κηδεμονίας μόνον, ἵνα μὴ ἐλάττω τὴν ἀρχὴν, ἣν παρέλαβον, ἀλλὰ καὶ μείζω καὶ βελτίω, καιροῦ καλοῦντος, ἀποδῶ, ἀλλὰ καὶ φιλοτιμίας καὶ δόξης ἕνεκα ἐμῆς, τὸ δέ γε τούτων πάντων καὶ μεῖζον καὶ φοβερώτερον ἐμοὶ, τῆς ἐκεῖθεν τῶν πραττομένων ἐξετάσεως καὶ τῶν εὐθυνῶν, ἃς αὐτὸς ὑφέξειν ἐπὶ τοῦ φοβεροῦ δικαστηρίου ὑπὲρ τῶν εὖ ἢ κακῶς διῳκημένων μέλλω. τὰ δὲ τοιαῦτα τοῖς εἰθισμένοις ἀμελεῖν καὶ λυμαίνεσθαι τοῖς δημοσίοις καὶ τὰ ἴδια ἐκ τῆς φθορᾶς ἐκείνων αὔξειν, παντί τῳ δῆλον, ὡς οὐκ ἔσται ἀνεκτὰ, ὥστε αὐτοὺς εἰκὸς τὸν τὴν τοιαύτην ἀνάγκην αὐτοῖς ἐπαγαγόντα ἐκ μέσου ποιεῖν τίθεσθαι διὰ σπουδῆς. τοῦτο δὲ ἄλλως αὐτοῖς οὐκ ἂν ἐξέσται, εἰ μὴ πρότερον πολλὰ ψεύδη καὶ συκοφαντίας πλάσαντες, ἐκπολεμώσουσιν ἡμᾶς ἀλλήλοις. εἰς ὅσον δὲ ἀτοπίας ἐξελάσει τὰ πράγματα ἡμῖν, ἂν συμβῇ τοιαῦτα, καὶ αὐτὴ μὲν ἂν συνορῴης οὖσα συνετὴ, σαφέστερον δὲ διδάξω καὶ αὐτός.
Chapter XLCaput XL
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:671ἢ γὰρ ἐμὲ παρὰ πάντα δικαίου λόγον ἀνάγκη ἀποθνήσκειν, ἔργον γεγενημένον συκοφαντίας καὶ διαβολῆς, ἄνθρωπον οὐ μόνον εὔνουν βασιλεῖ καὶ τοῖς ἐκείνῳ προσήκουσιν ὑμῖν ἐπὶ τοσοῦτον χρόνον ἐξητασμένον ἀκριβῶς, ἀλλὰ καὶ τὰ Ῥωμαίων πράγματα ἀδόλως καὶ καθαρῶς διῳκηκότα, ὃν εἰ κατὰ δή τινα τύχην παρὰ βαρβάροις δή τισι συνέβαινε διατρίβειν πόῤῥω τῆς Ῥωμαίων γῆς, πολλῆς ἂν ᾖτε μέμψεως ἄξιοι δικαίως καὶ κατηγορίας, εἰ μὴ πᾶσαν ἔθεσθε σπουδὴν ἐπανάγειν καὶ ἀνακαλεῖσθαι, χρησόμενοι ᾗ αὐτῷ προσῆκεν. ἢ εἰ μὴ αὐτὸς ἑκὼν αἱρήσομαι τὸν θάνατον, ἀλλ’ ἐθελήσω προνοίας ἐμαυτὸν ἀξιοῦν καὶ μὴ καταπροί̈εσθαι τοῖς βουλομένοις τὴν σωτηρίαν, ἀνάγκη σοῦ ἀφίστασθαι καὶ σώζειν ἐμαυτόν. τούτου δὲ γενομένου, ὅτι πλείους ἐμοὶ τῶν Ῥωμαίων ἕψονται καὶ πόλεμος ἐμφύλιος ἔσται χαλεπὸς καὶ πόλεων ἀναστάσεις καὶ μυρίων φθοραὶ πραγμάτων καὶ συμπάσης, ὡς εἰπεῖν, κατάλυσις τῆς Ῥωμαίων ἡγεμονίας, πάντα ὁντινοῦν οἴομαι μὴ ἀγνοεῖν, τὸν καὶ ὁπωσοῦν φρενῶν μετειληχότα.
ὧν τὰς δίκας παρ’ ἀμφοτέρων λήψεται ἡμῶν ἐπὶ τῆς δίκης ἐκείνης τῆς φοβερᾶς ὁ πάντας μέλλων κρίνειν ζῶντας καὶ νεκροὺς, ὡς τούτων αἰτίους πάντων γενησομένους, μᾶλλον δὲ παρὰ μόνης σοῦ, τῆς μήτε παρ’ ἑαυτῆς τὸ δέον συνιείσης, μήτε παρ’ ἐμοῦ μαθεῖν διδάσκοντος βουλησομένης. ἐγὼ γὰρ αὐτὸς διϊσχυρίζομαι καὶ τῆς ἄνωθεν χειρὸς συνεφαπτομένης, ὡς οὐδὲν παραβήσομαι τῶν δεόντων, οὐδ’ ἔστιν ὅ με πείσει πρόφασιν αὐτὸν τῷ πολέμῳ παρασχέσθαι. εἰ μὲν οὖν οὕτω πέπεικας σαυτὴν, ὥστε μηδὲν μηδέποτε φαῦλον λογίζεσθαι περὶ ἐμοῦ, ἀλλὰ καὶ πάντα ἡγεῖσθαι πράττειν καὶ διανοεῖσθαι ὑπὲρ σοῦ τε καὶ βασιλέως τοῦ σοῦ παιδὸς, τοὺς δὲ διαβάλλοντας ἡγεῖσθαι συκοφάντας καὶ κοινοὺς ἐχθροὺς καὶ μηδέποτε αὐτοῖς ὡς ἀληθεύουσι μὴ μόνον μὴ πιστεύειν, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν αὐτοῖς ὑπέχειν οὖς πρὸς τὰς συκοφαντίας, δίκαιά τε ὁμοῦ καὶ σαυτῇ τε καὶ ἐμοὶ συμφέροντα ἐβουλεύσω καὶ πᾶσι τοῖς Ῥωμαίων πράγμασι κοινῇ, καὶ αὐτὸς τῆς διοικήσεως ἔχεσθαι πείθομαι τῶν κοινῶν.
εἰ δὲ πρὸς ταῦτα τὴν ψυχὴν ὁρᾷς ἀδυνατοῦσαν καὶ ἀμφιβόλους δόξας ἔχουσαν περὶ ἐμοῦ, τί δεῖ σφίσι τε αὐτοῖς κἀμοὶ πράγματα παρέχειν, ἀλλὰ μὴ πειθομένους ἐμοὶ τὰ βελτίω συμβουλεύοντι, ἐμὲ μὲν ἐᾷν οἴκοι καθῆσθαι τὴν ἀπραγμοσύνην ᾑρημένον, αὐτὴν δ’ ἅμα πατριάρχῃ καὶ τοῖς ἄλλοις, πολλοῖς τε καὶ ἀγαθοῖς οὖσι, τὰ κοινῇ συμφέροντα Ῥωμαίοις πράττειν; οὐδὲ γὰρ ἀνόητος, οὐδ’ οὕτως ἔξω φρενῶν ἐγὼ, ὥστ’ εἰς προὖπτον κίνδυνον ἐμβάλλειν ἐμαυτὸν, καὶ ταῦτα μέλλων, μὴ χρημάτων μόνον τῶν ἰδίων ὑπὲρ τῶν κοινῇ Ῥωμαίοις συμφερόντων, ἀλλ’ οὐδ’ αὐτῆς, εἰ δεήσει, φείδεσθαι ψυχῆς, (πάντως δὲ δεήσει καὶ πολλάκις,) μηδεμίαν δὲ ἑτέραν τῶν πόνων καὶ τῶν κινδύνων καὶ τῶν τοσούτων ἀναλωμάτων τὴν ἀντιμισθίαν ἀπαιτεῖν, ἢ πρῶτον μὲν τὸ ἀπαθῆ κακῶν διατηρεῖσθαι, δεύτερον δὲ τὴν ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις εὔκλειαν καὶ εὐδοξίαν, ἧς τὸ μὴ ἡττῆσθαι οὐ τῶν πάνυ λαμπρῶν καὶ περιδόξων, ἀλλὰ τῶν φαύλως καὶ ἀτίμως καὶ οὐδὲν ἄμεινον τῶν πολλῶν βιοῦν προῃρημένων. ἐμοὶ μὲν οὖν σκεψαμένῳ, τοιαῦτα ἔδοξε πρὸς ἐμαυτὸν ἰδίᾳ τε ἡμῶν ἑκάστῳ καὶ πᾶσιν ὁμοῦ συμφέρειν.
PG 153:673σὲ δὲ προσήκει καὶ κοινῇ μετὰ τῶν ἄλλων καὶ ἰδίᾳ σκεψαμένην περὶ τῶν αὐτῶν, ἅττα ἂν εἴη λυσιτελέστερα, ἑλέσθαι. δοίη δὲ θεὸς ἑλέσθαι τὰ βελτίω. 2. Τοιαῦτα πρὸς βασιλίδα μετὰ παῤῥησίας τοῦ μεγάλου δομεστίκου καὶ χωρίς τινος περικαλύμματος διειλεγμένου, ἐπῄνεσέ τε τοὺς λόγους καὶ αὐτὴ, ὡς οὐ σκληρῶς οὐδὲ τραχέως, ὥσπερ προοιμιαζόμενος εἶπεν, εἰρημένους, ἀλλ’ ἀληθείας τε ἐχομένους καὶ δικαιοσύνης καὶ παῤῥησίας πρεπούσης φίλῳ ἀληθεῖ. περὶ μὲν οὖν τοῦ πρότερόν τε καὶ νῦν ὁμοίως μάλιστα εἶναι δυνατὸν αὐτῷ, εἰ ἐβούλετο, τὴν Ῥωμαίων βασιλείαν ἑαυτῷ περιποιεῖν, σαφέστατα πάντων αὐτὴ εἰδέναι ὡμολόγει. πρὸς ἃ δὲ ἠξίου ἰσχυρίζετο, ὡς οὐ μόνον ταῦτα, ἅπερ ᾔτησεν αὐτὸς, ἀλλὰ καὶ πολλαπλασίω ἀνασχέσθαι δυνατή·
καὶ ὡς οὐδ’ ἂν εἰ πάντες ἄνθρωποι συμφωνήσαντες φαῖεν κατ’ αὐτοῦ, δυνήσονται ταύτην αὐτῷ ἐκπολεμῶσαι, ἀλλ’ ἄθικτον αὐτῷ καὶ ἀκεραίαν τηρήσει τὴν φιλίαν, εἰ μή τι ἄλλο, ἀλλὰ τῶν γε βασιλέως λόγων μεμνημένη, ᾧ πολλάκις εἴρηται περὶ αὐτοῦ, ὡς οὐδ’ ἂν εἰ ξίφος σπασάμενον κατ’ αὐτοῦ χωροῦντα ὡς ἀποκτενοῦντα ἴδῃ, οὐδ’ οὕτω δυνήσεσθαι αὐτὸν μισῆσαι, ἀλλὰ τὴν ἴσην εὔνοιαν αὐτῷ, καὶ τούτου πεπραγμένου, τηρήσειν καὶ φιλίαν. ᾧπερ ἔφασκε χρωμένη διδασκάλῳ καὶ αὐτὴ τοσοῦτον ὑπερέχοντι αὐτῆς καὶ συνέσει καὶ πραγμάτων ἐμπειρίᾳ, τὰ ἴσα περὶ αὐτοῦ καὶ γινώσκειν καὶ πειράσεσθαι φυλάξειν. καὶ παρεθάῤῥυνεν αὐτὸν, μηδὲν περὶ αὐτῆς ὑποπτεύειν ἀγεννὲς, ἀλλ’ εἶναι βεβαίως πεπεισμένον, ὡς οὐδὲν ἔσται τηλικοῦτον, ὃ δυνήσεται τοὺς αὐτῆς κατασεῖσαι λογισμοὺς καὶ περὶ αὐτοῦ κακὰ λογίζεσθαι παρασκευάσει.
ἐπὶ τούτοις δὲ ὁ μέγας δομέστικος τὴν μὲν ὁμολογίαν βασιλίδος ἀρκοῦσαν οἰηθεὶς ἀπόδειξιν πρὸς τὸ μηδὲν εἶναι ἐμποδὼν, εἰ ἐβούλετο κακὸς ὀφθῆναι, μάλιστα δὲ δυνάμενος ἑκοντὶ τἀγαθὰ καὶ δίκαια αἱρεῖσθαι, εἶτα καὶ τῆς καλοκἀγαθίας καὶ τῆς εἰς αὐτὸν στοργῆς χάριτας ὁμολογήσας βασιλίδι, αὖθις ἀνελάμβανε τὸν λόγον, μὴ δὴ διὰ ταῦτα, φάσκων, μήτ’ αὐτὴν, μήτε πατριάρχην ὑποπτεύειν, αὐτῷ τοὺς λόγους ὡς πανούργως εἰρημένους, ἄδειαν αὐτῷ προπαρασκευάζοντι τὸ μηδ’ ἄν τις ἀληθῆ λέγειν ἔχῃ περὶ αὐτοῦ καὶ ἀποδεικνύειν ἀδικοῦντα, τόπον ἔχειν πρὸς τὴν κατ’ αὐτοῦ κατηγορίαν καὶ γραφήν· οὐ γὰρ τοῦτο βούλεσθαι αὐτῷ τοὺς λόγους· ἀλλ’ εἰ μέν τινες τοιαῦτα δήποτε κατηγοροῖεν, οἷα αὐτὰ ὑφ’ ἑαυτῶν ἐξελέγχεσθαι ὡς εἰσὶ συκοφαντίαι καὶ διαβολαὶ, τούτων μηδένα ποιεῖσθαι λόγον, ἀλλὰ καὶ τοὺς πλάττοντας μισεῖν.
PG 153:675εἰ δ’ ἄρα οὕτως εἴη πιθανὰ, ὥστ’ ἀμφιβολίαν ἐμποιεῖν, εἰ μᾶλλον χρὴ πιστεύειν ἢ παντάπασιν ἀπιστεῖν, μὴ ἐρήμην εὐθὺς καταψηφίζεσθαι καὶ ἀπόντος, ἀλλ’ εἰς δικαστήριον καλεῖν κἂν ἁλίσκωμαι ἀδικῶν, οὐ παραιτοῦμαι τῆς κακουργίας διδόναι δίκας. τῆς βασιλίδος δὲ τὸν περὶ τῆς δίκης λόγον ἀποσειομένης καὶ μηδ’ ἂν, εἴ τι γένοιτο, τοιαῦτα περὶ αὐτοῦ φρονήσειν διατεινομένης, ὥστε καὶ δικαστηρίων δεήσεσθαι πρὸς αὐτὸν, οὐκ ἔφασκεν ἐκεῖνος ἀγαπήσειν, εἰ μὴ καὶ περὶ τούτου πείθοιτο αὐτῷ τῶν ἄλλων μᾶλλον ἕνεκα ἢ αὐτῆς, ὥστε διὰ πάντων αὐτοῖς ἀποφράττεσθαι τὰς γλώσσας καὶ μὴ πρόφασιν ἐκ τούτου κακουργίας καὶ διαβολῆς λαβεῖν. ἀπαγορευούσης δὲ αὐτῆς καὶ οὐκ ἐθελούσης πείθεσθαι, ἔπεισε πολλὰ εἰπὼν, ὡς περὶ ἀναγκαίου, ἄκουσαν μὲν καὶ τόγε εἰς αὐτὴν ἧκον τῶν τοιούτων μὴ δεομένην ζητημάτων· ἐπείθετο δ’ οὖν ἕνεκα αὐτοῦ. ἐπὶ τούτοις δὲ καὶ αὐτὸς ἡσθεὶς καὶ πᾶσαν λογισμῶν ἀμφιβολίαν ἀποθέμενος, χαίρων ἔφασκεν ἤδη παραλήψεσθαι τὴν ἀρχὴν, εἰ καὶ δι’ ὅρκων γένοιτο πιστὰ τὰ εἰρημένα. καὶ αὐτίκα ἐτελοῦντο καὶ οἱ ὅρκοι παρ’ ἑκατέρων ἐπὶ τοῦ πατριάρχου.
ἐπεὶ δὲ οὐδενὸς αὐτοῖς ἐνέδει ἔτι πρὸς τὰς διαλύσεις, βασιλὶς μὲν οἴκοι ὑπελείπετο, ὁ μέγας δὲ δομέστικος ἤδη πᾶσαν τὴν ἀρχὴν βεβαίως ἔχων, ἐξῄεσαν ἅμα πατριάρχῃ. καὶ πρὸς τῷ ναῷ τοῦ μεγαλομάρτυρος γενόμενοι Δημητρίου, ὃς τῶν βασιλείων ᾠκοδόμητο ἐντὸς, πολλὰ καὶ πρὸς πατριάρχην ὁ μέγας δομέστικος διειλέχθη. ἔφη γὰρ, πεπεῖσθαι μὲν καὶ αὐτὸν σαφῶς, ὡς οἵους ἡ βασιλὶς ἐφθέγξατο λόγους, τοιοῦτον καὶ τὸ φρόνημα ἔχειν. θορυβεῖσθαι δὲ αὖθις οὐ μικρῶς, τὴν ἀσθένειαν τῆς γυναικείας φύσεως εἰδότα, ὡς εὐμετάβλητος διὰ δειλίαν, καὶ δεδοικέναι, μὴ αὐτὸς μὲν ἀναγκάζοιτο πάντοτε μακραῖς ἀποδημίαις χρῆσθαι διὰ τοὺς πρὸς τοὺς περιοίκους βαρβάρους πολέμους, οἱ συκοφάνται δὲ οἰκουροῦντες πείσωσί ποτε αὐτὴν μεταβαλεῖν, ὃ καὶ ἀνδράσι συμβαῖνον ὁρῶμεν τοῖς περὶ μάχας διὰ δειλίαν ἀτολμωτάτοις. ἐκεῖνοι γὰρ ὑπὸ τῶν οἰκείων ὀνειδιζόμενοι καὶ περιυβριζόμενοι καὶ ὁτιοῦν ὑπομένοντες δεινὸν, μάχης μὲν οὐ παρούσης, κομπάζουσι πολλὰ καὶ ἰσχυρίζονται καὶ ὅρκους προστιθέντες, μηκέτ’ αὖθις τοῖς πολεμίοις τὸ πρόσωπον ἀποστρέψειν, ἀλλ’ ἀνδρείως ἀντικαταστήσεσθαι πρὸς αὐτούς.
PG 153:677ἐπειδὰν δὲ αὐτούς τε ἴδωσι προσιόντας καὶ τῆς σάλπιγγος ἀκούσωσι σημαινούσης συμπλοκὴν, οὐκέτι μένειν οὐδ’ ἐπὶ τῆς παρατάξεως οἷοί τέ εἰσιν, ἀλλὰ φεύγουσιν αἰσχρῶς καὶ ἀγεννῶς, ὀλίγα φροντίζοντες τῶν ὅρκων καὶ τῶν κομπασμάτων τῶν προτέρων. ἀκούω δὲ καὶ παροιμίας Περσικῆς ὀρθῶς ἄγαν καὶ συνετῶς περὶ τῆς γυναικείας εἰρημένης φύσεως. λέγουσι γὰρ, ὡς κἂν μέχρι νεφελῶν ἀφίκηται ἡ κεφαλὴ τῆς γυναικὸς, οὐδὲν ἔλαττον ἢ πρότερον ἐφάπτεται τῆς γῆς· σημαίνοντες, οἶμαι, διὰ τοῦ λόγου, ὡς κἂν εἰς ἄκρον καὶ φρονήσεως ἀφίκηται καὶ μεγαλοψυχίας καὶ ἀνδρίας, οὐδὲν ἧττον ἢ πρότερον ἔστι γυνὴ, τοῖς φυσικοῖς καὶ γυναικείοις πάθεσιν ἐνεχομένη. ἃ δὴ πάντα με ἀποκναίει μεμνημένον καὶ πολὺν ἐμποιεῖ θόρυβον τῇ ψυχῇ, μὴ τῆς βασιλίδος γυναικεῖόν τι παθούσης, οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ Ῥωμαῖοι πάντες πολλοῖς ὁμιλήσομεν κακοῖς καὶ τοῖς ἐσχάτοις περιπεσούμεθα κινδύνοις.
οὗ δὴ ἕνεκα πρῶτα μὲν τῶν ὑπηργμένων παρ’ ἐμοῦ σοι ἀγαθῶν ἀναμιμνήσκω, οὐδ’ αὐτὸν ἴσως ἐπιλελησμένον, ὡς εἰς τοῦτο εὐδοξίας καὶ τιμῆς παρὰ τὴν ἡμετέραν ἥκεις καὶ φιλίαν καὶ σπουδὴν, οὐ μόνον ἐξ ἀφανείας πολλῆς τῷ βασιλικῷ κλήρῳ καταλέξαντος καὶ πολλῆς προνοίας οὐκ οἴκοθεν μόνον, ἀλλὰ καὶ ἐκ τῶν βασιλικῶν ἠξιωκότος καὶ, καιροῦ οὐ καλοῦντος, ἐμοῦ τε πρώτου μνησθέντος καὶ βασιλέα πείσαντος ἐπὶ τὸν πατριαρχικὸν ἀνάγειν θρόνον, ἀλλὰ καὶ τῶν ἀρχιερέων κοινῇ γνώμῃ πάντων ἀποσειομένων, πολλῇ χρησαμένου πρὸς αὐτοὺς καὶ προθυμίᾳ καὶ σπουδῇ, ὥστε πεῖσαι ἐγχειρίσαι τὴν περιφανῆ ταύτην καὶ περιμάχητον καθέδραν, καὶ τὰ τελευταῖα δὴ ταῦτα κινδυνεύοντι περὶ αὐτὴν καὶ μέλλοντι ἀποστερεῖσθαι μόνου πρὸς ἀπαλλαγὴν ἐξαρκέσαντος τῶν δυσχερῶν.
ταῦτα δὲ διῆλθον νῦν, οὐκ ὀνειδίζειν προῃρημένος τὰς εὐεργεσίας, (οὐ γὰρ ἔμοιγε φίλον τὸ τοιοῦτον, οὐδ’ εἰ πολλαπλασίους ἦσαν καὶ μείζους,) ἀλλ’ ἵν’ ἐπιδείξαιμι, ὡς ἄνωθεν φιλίως πρὸς σὲ διατεθέντι καὶ πολλὰς παρεσχημένῳ ἀποδείξεις τῆς πρὸς σὲ στοργῆς, δίκαιον καὶ σὲ, τῶν πραγμάτων παρασχόντων, νῦν εὐγνώμονα φανῆναι τῷ προῖκα πρότερον ὀφθέντι φίλῳ καὶ ἀμοιβὰς ἀξίας ἀποδοῦναι τῶν προτέρων εὐεργεσιῶν. οὐ μόνον τούτων ἕνεκα αὐτῶν, ἀλλ’ ὅτι καὶ πατὴρ ὢν κοινὸς πνευματικὸς, ὅσην ἑκάστῳ τῶν ποιμαινομένων, τοσαύτην ὀφείλεις τὴν κηδεμονίαν καὶ ἐμοὶ, μᾶλλον δὲ πολλαπλασίω ἢ σύμπασι σχεδὸν, ὅσῳ καὶ τῆς εἰς ἐμὲ ἡκούσης ὠφελείας ἢ βλάβης πάντες ἀπολαύσουσι τὸ μέρος.
PG 153:679τοῦτο δέ ἐστιν, ὅ σου δέομαι, ἵν’ ἐπειδήπερ αὐτὸς ἀναγκαίως ἔχω πρὸς τὰς ἔξωθεν στρατείας ἀσχολεῖσθαι, (οὔτε γὰρ ἔμοιγε εὐπρεπὲς, οὔθ’ ὑμῖν συμφέρον, ἐνταῦθα καθήμενον περιορᾷν τοὺς πολεμίους τοὺς ἀγροὺς πορθεῖν τοὺς ἡμετέρους καὶ τὰς πόλεις πολιορκεῖν καὶ ἐξανδραποδίζεσθαι τοὺς ἐντυχάνοντας,) μηδεμίαν δοῦναι χώραν τοῖς συκοφάνταις καὶ λυμεῶσι καὶ κοινοῖς ἐχθροῖς, τὸν ἀεὶ χρόνον ἐνταῦθα συνεσόμενον τῇ βασιλίδι, ὥστε δυνηθῆναι συσκευάσαι κατ’ ἐμοῦ διαβολὰς καὶ πεῖσαι προσέχειν αὐτοῖς, ὡς ὀρθῶς καὶ λυσιτελῶς βουλευομένοις, ἐμὲ δὲ πολέμιον νομίζειν καὶ ἐπιβουλεύοντα αὐτῇ πρὸς τὴν ἀρχήν· ἀλλὰ τῶν ὑπὲρ ἐμοῦ δικαίων ἀντεχόμενον διαλύειν αὐτοῖς τὰς μηχανὰς καὶ ἀπράκτους καθιστᾷν τὰς πανουργίας καὶ τοὺς δόλους, οὐδὲν ἕτερον πείθοντα τὴν βασιλίδα, ἢ μὴ καταψηφίζεσθαι ἀπόντος, ἀλλὰ κληθέντα πρὸς τὴν δίκην καὶ καιροῦ τυχόντα πρὸς ἀπολογίαν, ἢ διαλύεσθαι τὰ ἐγκλήματα, ἂν δύνωμαι, ἢ διδόναι δίκας τῆς ἀδικίας, ἂν ἁλίσκωμαι ἐπιορκῶν.
τῆς τοιαύτης δὲ σπουδῆς ἕνεκα καὶ προθυμίας οὐ παρὰ θεοῦ μόνου λήψεσθαι τὰς ἀμοιβὰς, ὡς ὑπὲρ εἰρήνης καὶ σωτηρίας τῆς κοινῆς καὶ αὐτοῦ ἐσπουδακότα τοῦ δικαίου, ἀλλὰ καὶ αὐτὸν αὐτῷ πολλὴν εἰδήσειν χάριν καὶ πάντας τοὺς ἐν λόγῳ ἐπαινέσεσθαι, ὅτι τὰ προστάτου ποιεῖ καὶ κηδεμόνος τῶν ψυχῶν, ἔργοις αὐτοῖς ἐπιδεικνύμενος, ὡς ἔστι μαθητὴς τοῦ εἰρηνοποιοῦ καὶ εἰς δύναμιν αὐτῷ ἐξομοιοῦται, τόγε εἰς αὐτὸν ἧκον, πᾶσαν πρόφασιν πολέμου ἐμφυλίου διαλύων. τοιαῦτα καὶ πρὸς πατριάρχην διειλεγμένου τοῦ μεγάλου δομεστίκου, τάς τε εἰρημένας εὐεργεσίας, ἦν αὐτῷ ἐκεῖνος συνομολογῶν, καὶ πάντων τῶν ἄλλων μείζω καὶ εὐηργετῆσθαι καὶ ὀφείλειν, καὶ θαῤῥεῖν περὶ τοῦ μέλλοντος, ὑποθέμενος, ὡς οὐδὲν αὐτῷ τῶν δυσχερῶν, τόγε εἰς αὐτὸν ἧκον, ἀπαντήσει, ἀλλὰ σπουδῇ πολλῇ καὶ προθυμίᾳ, εἴ τι συμβαίη τοιοῦτον, χρήσεται περὶ αὐτοῦ καὶ οὐδὲν ἧττον, ἢ ὑπὲρ αὐτὸς αὑτοῦ παρὼν, τῶν αὐτῷ γινομένων ἀνθέξεται δικαίων.
ἐπεὶ δὲ καὶ ὁ πατριάρχης προθύμως τὰ τοιαῦτα ἐπηγγείλατο, οὐκοῦν, ἔφασκεν ὁ μέγας δομέστικος, οὐδὲν λοιπὸν, ἢ τὰς ὑποσχέσεις ταύτας τρόπῳ, ᾧ ἂν ἐπίσταιτο αὐτὸς, βεβαίας αὐτῷ ποιεῖν καὶ ἀναμφιβόλους, ὥστε μηδὲν ἔτι ἐνδοιάζειν ἔχειν, ἀλλὰ πεπεῖσθαι ἀκριβῶς, ὡς οὐδὲν ἧττον, ἢ εἰ παρῆν αὐτὸς, οὐδεμία τοῖς συκοφάνταις ἔσται δύναμις πρὸς τὰς διαβολάς.
PG 153:681ὁ δ’ εὐθὺς τῆς καθέδρας ἐξαναστὰς, εὐλογητὸς εἶπεν ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ὢν εἰς τοὺς αἰῶνας, ὅτι οὔτε νῦν, οὔθ’ ὕστερον ψεύσομαί σε, ἀλλ’ ὑπὲρ τοῦ σοῦ πᾶσαν ποιήσομαι δικαίου καὶ φροντίδα καὶ σπουδὴν καὶ οὐδὲν, τόγε εἰς ἐμὲ ἧκον, περιόψομαι, μὴ πάντα καὶ διανοεῖσθαι καὶ φθέγγεσθαι καὶ πράττειν, ὥστε μηδεμίαν βλάβην ἐκ συκοφαντίας καὶ διαβολῆς σοι προσενεχθῆναι. ἐπὶ τούτοις δὲ καὶ τὸν τρισάγιον ὕμνον ἐπειπὼν καὶ πρὸς τῇ κεφαλῇ τοῦ μεγάλου δομεστίκου εὐχήν τινα τῶν ἱερῶν διεξελθὼν καὶ πολλὴν αὐτῷ εἰρήνην καὶ εὔκλειαν καὶ ἄλλων ἀγαθῶν ἐπευξάμενος ἐσμὸν, ἐπεὶ καὶ ἡ ἡμέρα ἤδη περὶ δείλην ἦν, ὁ πατριάρχης μὲν ἐπ’ οἴκου ἀνεχώρει, ὁ μέγας δὲ δομέστικος ἥπτετο προθύμως τῶν πραγμάτων, βεβαίας ἤδη περὶ τῶν μελλόντων ἔχων τὰς ἐλπίδας καὶ οὐδὲν δεινὸν ὑπονοῶν. ζ. Εἰς τὴν ὑστεραίαν δὲ ἐκέλευε τοὺς Ἀλεξάνδρου πρεσβευτὰς εἰς τὰ βασίλεια ἐλθόντας, περὶ ὧν ἥκουσιν ἀπαγγέλλειν.
οἱ δὲ ἧκον, καὶ τοὺς ὅρκους ἔχοντες, οὓς βασιλεὺς πρὸς Ἀλέξανδρον ἐπὶ τῇ εἰρήνῃ ἐποιεῖτο, ᾐτοῦντό τε αὐτοῖς τὸν Σίσμανον ἐγχειρίζειν πολέμιον ὄντα τῷ σφετέρῳ βασιλεῖ, ἢ τοὺς ὅρκους ἀπολαμβάνειν, ὡς οὐκέτι τῆς εἰρήνης ἐσομένης. μηδὲ γὰρ ἂν εἶναι δίκαιον, μηδὲ ἀνεκτὸν αὐτοῖς, αὐτοὺς μὲν ἀσφαλεῖς εἶναι καὶ βεβαίους φίλους καὶ συμμάχους Ῥωμαίοις, ἐκείνους δὲ παρασπονδεῖν, τοὺς αὐτοῖς πολεμιωτάτους ὑποδεχομένους. οἱ μὲν οὖν πρέσβεις τοιαῦτα εἶπον, ὄγκου καὶ φρονήματος πεπληρωμένοι καὶ οὐδὲ ἀντειπεῖν οἰόμενοι Ῥωμαίους, ἀλλ’ αὐτίκα ἐγχειρίσειν Σίσμανον, δείσαντας τὸν πόλεμον τὸν πρὸς αὐτούς. ἡ βασιλὶς δὲ ἐκέλευεν αὐτοῖς τὸν μέγαν δομέστικον χρηματίζειν καὶ περὶ ὧν αἰτοῦσιν ἀποκρίνεσθαι. ὁ δὲ πρῶτα μὲν ἐμέμφετο αὐτοῖς, ὡς οὐκ ἐφ’ οἷς προσῆκε τὴν ἄφιξιν πεποιημένοις. ἔδει γὰρ βασιλέα τὸν ὑμῶν, φίλον ὄντα καὶ πατέρα κηδεστοῦ τῷ τετελευτηκότι βασιλεῖ Ῥωμαίων, μὴ τοῖς ἐκείνου παισὶ πόλεμον ἐπάγειν καὶ διαλύειν πειρᾶσθαι τὰς σπονδὰς ἐπ’ αἰτίαις οὐ δικαίαις.
ἀλλ’ εἴ τινα καὶ πρότερον εἶχε πρὸς ἐκεῖνον πρόφασιν διαφορᾶς, ταύτην καταλύειν νῦν καὶ βεβαιότερον ἢ πρότερον φυλάττειν τὰς συνθήκας καὶ βασιλέως τοῖς παισὶ συμμαχεῖν ἐπὶ τοὺς πολεμίους, ἄν τινες ὦσι, νυνὶ μάλιστα τῆς παρὰ τῶν φίλων ἐπικουρίας δεομένοις. ὁ δ’ ἔοικε ταὐτὸν τοῖς πολλοῖς παθεῖν, οἳ ζῶντας μὲν θεραπεύουσι τοὺς δυνατοὺς, οὐ μᾶλλον ἐκείνων, ἢ τοῦ καιροῦ καὶ τῆς ἐκείνων δυνάμεως ὄντες φίλοι· ἐπειδὰν δὲ ἀποίχωνται, τῶν αἰτίων ὡσπερεὶ διαλυθέντων τῆς φιλίας, ῥᾷστα πρὸς ἔχθραν ἐξάγονται τῶν πρότερον δοκούντων εἶναι φίλων, διὰ τὴν ἀδυναμίαν αὐτοὺς περιορῶντες. ἔπειτα δὲ καὶ πρὸς τὴν ἀξίωσιν αὐτῶν οὕτω τὴν ἀπολογίαν ἐποιεῖτο, ὡς οὐ πάτριον τοῖς Ῥωμαίων βασιλεῦσι, τοὺς αὐτοῖς προσφυγόντας τοῖς πολεμίοις προδιδόναι.
PG 153:683ἀπὸ γὰρ τῶν Κωνσταντίνου τοῦ μεγάλου χρόνων ἄχρι νῦν τοῖς Ῥωμαίων βασιλεῦσι, μείζοσι καὶ περιφανεστέροις τῶν παρ’ ἑκάστοις ἔθνεσι βασιλεῦσιν ἢ δυνάσταις οὖσι, πολλοὶ τῶν παρ’ αὐτοῖς ἀρχόντων ἀτυχήσαντες καὶ τῆς ἀρχῆς ἐκβεβλημένοι γεγόνασιν ἱκέται, οἱ μὲν τὴν οἰκείαν αὐτοῖς δεόμενοι ἀρχὴν ἐπανασώζειν, οἱ δὲ καὶ ἄλλως προνοίας καὶ κηδεμονίας τυχεῖν τινος. καὶ πᾶσιν ἤρκεσαν πρὸς τὰς συμφορὰς, ὥσπερ κοινοὶ σωτῆρες καὶ προστάται τῶν δυσκόλῳ τύχῃ χρησαμένων ὄντες, καὶ τοῖς μὲν αὐτῶν ἀπέδοσαν τὰς ἀρχὰς, χειρὶ πολλῇ καταγαγόντες, ἐνίους δὲ εὐεργετήσαντες μεγάλα καὶ τῆς οἰκείας ποιήσαντες ἐκλαθέσθαι τῇ ὑπερβολῇ τῶν δωρεῶν, ἔπεισαν αὐτοῖς συνεῖναι διὰ βίου, τὴν παρὰ βασιλεῖ δουλείαν πολὺ βελτίω νομίσαντας καὶ θαυμασιωτέραν τῆς ἀρχῆς τῶν ὁμοφύλων. τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν Σίσμανος ἱκέτης γέγονε τῆς Ῥωμαίων βασιλείας, οὐ πρὸς τὴν οἰκείαν δεόμενος καταγαγεῖν, ἀλλὰ προνοίας τινὸς τυχεῖν, κακοπραγῶν καὶ τῆς ἀρχῆς ἐκβεβλημένος.
Ἀλέξανδρος δὲ ὁ ὑμέτερος βασιλεὺς, ὡς ἔοικε, διὰ τὴν βασιλέως τελευτὴν τὰ Ῥωμαίων πράγματα παντάπασι νομίζων διεφθάρθαι καὶ μηδένα τὸν προστησόμενον κεκτῆσθαι, ἐκεῖνον ἀπέστειλεν αἰτῶν μετὰ πολλῆς τῆς παῤῥησίας καὶ τὸ κελευόμενον ποιεῖν, μηδὲν πολυπραγμονοῦντας ἀξιῶν. τὸ δ’ ἐναντίως ἔχει ἢ ᾠήθητε αὐτοί. βασιλεύς τε γὰρ ἔτι περιὼν, ἡμῖν χρώμενος τοὺς ἀδικεῖν ἐθέλοντας ἐτιμωρεῖτο, καὶ νῦν ἐξ ἀνθρώπων ἐκείνου γεγενημένου, ἡμεῖς ἀμυνούμεθα ὑπὲρ ἡμῶν αὐτῶν, ἄν τις ἐπίῃ, ὑπὸ βασιλέα τὸν ἐκείνου παῖδα τεταγμένοι, καὶ τήν τε χώραν ἡμῶν φυλάξομεν ἀπαθῆ κακῶν, καὶ ὑπὲρ φιλοτιμίας τῆς ἀνέκαθεν Ῥωμαίοις προσηκούσης πολεμήσομεν ὑμῖν προθύμως. οὐ γὰρ μικρὸν τοῦτό γε, οὐδὲ εὐκαταφρόνητον ἡμῖν εἰς ἀδοξίας λόγον, τὸ τὸν φυγάδα παρ’ ἡμῖν γεγενημένον, ἢ ὑμῶν ἢ ἑτέρων κελευόντων, ἐπὶ θανάτῳ προδιδόναι. ἂν μὲν οὖν καὶ αὐτοὶ τῆς ἀτοπίας τῶν τοιούτων ζητημάτων ἀποστάντες, εἰρήνην ἄγειν καὶ ταῖς σπονδαῖς ἐμμένειν καὶ τοῖς ὅρκοις, οὓς πρὸς βασιλέα ἔθεσθε, ἐθέλητε, πειρασόμεθα καὶ ἡμεῖς τῶν καθεστώτων μηδὲν κινεῖν.
ἂν δ’ ἄρχητε αὐτοὶ πρότεροι πολέμου, τὸν θεὸν καὶ ἡμεῖς μάρτυρα τῆς ἀδικίας προστησάμενοι, ὃν αὐτοὶ ἐπιορκεῖτε διαλύοντες τὰς σπονδὰς, διδάξομεν ὑμᾶς μηδὲν πέρα τοῦ προσήκοντος φρονεῖν. καὶ ἢ Σίσμανον τριήρεσι διὰ τοῦ Ἴστρου καταστήσαντες ἐπὶ Βιδήνην καὶ πόλεμον ἐμφύλιον ἀνάψαντες ὑμῖν, (ἴστε γὰρ δήπου καὶ αὐτοὶ, ὡς πολλοὶ Μυσῶν προσχωρήσουσιν ἐκείνῳ διὰ τὴν ἀρχαίαν φιλίαν καὶ τὴν οἰκειότητα τοῦ γένους,) ἢ παντάπασιν Ἀλέξανδρον ἐκβαλοῦμεν τῆς ἀρχῆς, ἢ τά γε δεύτερα, οὐ μέτριά τινα ζημιώσομεν αὐτὸν, ἢ εἰ μὴ τοῦτο δοκοίη, ὡς ἐλάττονος ἢ προσῆκε τῆς ἐπικουρίας γινομένης, ἀλλ’ ἔγωγε αὐτὸς ἅμα στρατιᾷ Ῥωμαίων ἔχων καὶ Σίσμανον, ὑμῖν ἐπιστρατεύσω καὶ μαχοῦμαι προθυμότατα ὑμῖν, οὐ μόνον παρασπονδούμενος αὐτὸς, ἀλλὰ καὶ ἀδικουμένῳ βοηθῶν, καὶ προσέτι γε στασιάζουσι πρὸς ἑαυτοὺς καὶ τοῖς μὲν Ἀλεξάνδρῳ προσκειμένοις, τοῖς δὲ ἥδιον ἂν ἀπαλλαξομένοις καὶ πρὸς Σίσμανον ἀποχωρήσουσιν, ὅπερ οὐκ οἴομαι ὑμῖν λυσιτελήσειν.
PG 153:685ἐγὼ δὲ καὶ τρόπον ἕτερον πολέμου, ἐξ οὗ τήν τε ὑμετέραν κακοῦν ἡμῖν καὶ τὴν οἰκείαν ἐξέσται διασώζειν, οὐκ ἀποκρύψω, ἵνα μή τινων ἀνηκέστων πρὸς τὸν πόλεμον συμβάντων, οὐχ ἡμᾶς αἰτίους, ἀλλὰ σφᾶς αὐτοὺς εἰδείητε αὐτοῖς. τῶν γὰρ κατὰ τὴν Ἀσίαν Σατραπῶν ὁ δυνατώτατος, ὃν οὐδ’ αὐτοὶ ἀγνοεῖτε παρειληφότες ἀκοῇ, Ἀμοὺρ ὁ τοῦ Ἀϊτίνη, τὴν βασιλέως πεπυσμένος τελευτὴν καὶ νομίσας καὶ αὐτὸς ῥᾷστα ληί̈σεσθαι Ῥωμαίους διὰ τὸ μηδένα εἶναι τὸν ἀμυνούμενον ὑπὲρ αὐτῶν, πεντήκοντα καὶ διακοσίας πληρώσας ναῦς, πᾶσαν ἐποιεῖτο σπουδὴν κακοῦν τὴν ἡμετέραν. ἐπεὶ δὲ ἐπυθόμην αὐτὸς τῶν Περσῶν τὴν ἐσομένην εἰσβολὴν, πρεσβείαν πέμψας πρὸς ἐκεῖνον, ἐν τοῖς μάλιστα ἐξητασμένον τῶν φίλων τῶν ἐμῶν, ἐκέλευον ἀναστρέφειν καὶ ἀπέχεσθαι τῆς πείρας, ὡς οὐδέσιν ἄλλοις ἐπιστρατεύσοντα ἢ ἐμοί. ὁ δ’ ἅμα τε ἐδέξατο τὴν πρεσβείαν καὶ ἀνέστρεφεν ἐκ μέσης τῆς ὁδοῦ.
νυνὶ δὲ ἐνταῦθα πρὸς ἐμὲ πρεσβείαν πεπομφὼς, δεῖται μὴ περιιδεῖν αὐτῷ τὴν στρατιὰν εἰκῇ συνειλεγμένην, ἀλλ’ εἴ τις πρός τινα πόλεμος ἡμῖν, χρήσασθαι αὐτῇ, ὡς ἂν ἥ τε στρατιὰ ὠφεληθείη ἀπὸ τῶν πολεμίων τῶν λαφύρων, ἐκεῖνός τε μὴ μάτην εἴη τοσαῦτα χρήματα ἀναλωκὼς, ἀλλ’ αὐτὸ τοῦτό γε καρπώσαιτο, τὸ ἀναλωκέναι ὑπὲρ φίλου. οὐ χρὴ δὲ ἀπιστεῖν τοῖς λεγομένοις, κόμπου ἕνεκα καὶ αὐχήματος διακένου πεπλάσθαι οἰομένους. πρὸς γὰρ τῷ μὴ εὐχερεῖς ἡμᾶς πρὸς πλάσματα καὶ ψεύδη εἶναι, ἔξεστι καὶ αὐτοῖς ἀνερευνῶσιν ἐξευρίσκειν ὡς ἀληθῆ. ἐγὼ μὲν οὖν τὴν εἰρήνην πολλῷ βελτίω καὶ λυσιτελεστέραν ἑκατέροις οἰόμενος ἡμῖν, αὐτός τε ἀσπάζομαι καὶ ὑμῖν ἔχεσθαι ταύτης παραινῶ. διὸ οὐδὲ πρὸς ὑμᾶς ἀπαγορεύω τὸ νῦν ἔχον, ἀλλ’ ὡς τάχιστα πρὸς τὸν πέμψαντα ἐπανελθόντες, Σίσμανον μὲν ἀπαγγείλατε μηδέποτε λήψεσθαι προσδοκᾷν· εἰ δ’ ἐκείνῳ διὰ ταῦτα πρὸς ἡμᾶς δοκεῖ πολεμητέα εἶναι, ἐν εἴκοσιν ἡμέραις, αἷς δυνήσεσθε ἐπανελθεῖν, τὸν πόλεμον ἀπαγγέλλειν. ἐν τοσαύταις γὰρ καὶ τὸν Ἀμοὺρ πρεσβευτὴν ἐνταυθοῖ παρασκευάσω διατρίβειν, ἵν’ εἰ ὁ πόλεμος ἀπαγγέλλοιτο, γράμμασιν ἐκείνῳ τὴν ἐνθάδε ἄφιξιν ἐπιτρέψω.
PG 153:687πάντως δὲ ῥᾷον οἴεσθαι αὐτὸν ὑμᾶς καὶ προθυμότερον ἀφικέσθαι χρὴ, ἢ πρότερον ἐκ τῆς στρατείας ἀναστρέφειν, πειθόμενον τοῖς λόγοις τοῖς ἐμοῖς. ἂν δ’ ἀμελήσαντες τὴν προθεσμίαν ὑπερβῆτε, ἐμοὶ μὲν ἀσφαλὲς οὐκέτι ἡσυχάζειν, ἀλλ’ αὐτός τε οἴκοθεν ἐξαρτύσομαι τὰ πρὸς τὸν πόλεμον καὶ τὴν Περσικὴν συμμαχίαν οὖσαν παρεσκευασμένην ἐνθάδε ἄξω· καὶ τοῦ λοιποῦ οὐδ’ ἂν αὐτοὶ ἐθέλητε, κατατίθεσθαι ῥᾴδιον ἔσται τὸν πόλεμον ἐμοὶ, οὐ μόνον διὰ τὰ ἀναλωθέντα χρήματα πρὸς τοῦ πολέμου τὴν παρασκευὴν, ἃ κομίζεσθαι ἐκ τῆς ὑμετέρας ἀναγκαῖον, ἀλλ’ ὅτι καὶ τοὺς κατὰ συμμαχίαν ἥξοντας βαρβάρους οὐ κεναῖς χερσὶν, ἀλλ’ ὠφεληθέντας ἐκ τῆς πολεμίας, πρὸς τὴν οἰκείαν δεῖ ἐπαναστρέφειν. διὰ ταῦτα ὑμᾶς τε σπουδῇ χρήσασθαι πρὸς τὴν ὁδοιπορίαν ἀναγκαῖον, καὶ τὸν ὑμέτερον βασιλέα πυθόμενον τὰ παρ’ ἡμῶν, ἃ συνοίσειν οἴεται αὐτῷ, τὴν ταχίστην ἀπαγγέλλειν. ὁ μὲν οὖν τοιαῦτα εἶπεν· οἱ δὲ Ἀλεξάνδρου πρεσβευταὶ ὥσπερ ἐκλαθόμενοι τοῦ προτέρου φυσήματος καὶ τῆς μεγαλοῤῥημοσύνης τῆς πρὸς τὰς δημηγορίας μεταβαλόντες, ἐγίνοντο ἱκέται, πλείω αὐτοῖς παρασχεθῆναι προθεσμίαν.
αὐτοὶ μὲν γὰρ ἔφασαν πᾶσαν ἐπιδείξεσθαι σπουδὴν πρὸς τὴν ὁδοιπορίαν· ἂν δ’ ὁ βασιλεὺς αὐτῶν ἐν ἐσχατιαῖς διάγῃ τῆς ἀρχῆς, οὐκ ἐξαρκέσειν τὰς ἡμέρας, ἐνδεεστέρας οὔσας, ἢ προςήκει ἀνυσθῆναι τὴν ὁδόν. καὶ ἐπεὶ ἐδόκει ἡ ἀξίωσις αὐτῶν δικαία εἶναι, τριάκοντα παρείχοντο αὐτοῖς ἡμέραι, ἐν αἷς ἔδει ἐπαναστρέψαντας ἢ τὴν οὖσαν εἰρήνην ἐπιβεβαιοῦν καὶ τὰς σπονδὰς, ἢ πόλεμον καταγγέλλειν. οἱ μὲν οὖν Ἀλεξάνδρου πρέσβεις τοιαύτας ἀποκρίσεις παρὰ τοῦ μεγάλου δεξάμενοι δομεστίκου, πρὸς τὴν οἰκείαν ἐπανῆκον. βασιλὶς δὲ καὶ ἡ σύγκλητος πᾶσα, ἐθαύμαζόν τε τῆς συνέσεως αὐτὸν καὶ χάριτας ᾔδεσαν πολλὰς, ὅτι οὓς αὐτοὶ ὠῤῥώδουν ἐν τῇ προτεραίᾳ καὶ πρὸς οὓς οὐδὲ ἀπολογίας εὐπόρουν εὐπροσώπου, ἀλλ’ ἀπορίᾳ πάντοθεν συνείχοντο, τούτους οὕτω κατέστησεν αὐτὸς περιδεεῖς, ὥστε ἀμελήσαντας τῶν ἄλλων δεῖσθαι περὶ τῆς προθεσμίας, ὡς περί τινος ἀναγκαίου. ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. η. Ὁ μέγας δὲ δομέστικος τοῖς μὲν στρατιώταις κατὰ πόλεις ἐκέλευε διὰ γραμμάτων παρασκευάζεσθαι, ὡς, ἢν δέῃ, πολεμήσων τοῖς Μυσοῖς.
PG 153:689ὁρῶν δὲ οὐ τοῦ καταλόγου μόνου τοῦ στρατιωτικοῦ πολλοὺς, ἀλλὰ καὶ τῶν ἄλλων οὐκ ὀλίγους προφάσει τοῦ μὴ τὰς παρὰ βασιλέως ἑκάστῳ τεταγμένας χορηγίας ἀκεραίους εἶναι, παντάπασιν ἀμελοῦντας πρὸς τὰς στρατείας καὶ τῆς ἐξ αὐτῶν ὠφελείας ἀποστεροῦντας τὸ κοινὸν, ἐσκέπτετο, ὅθεν ἂν ἐκείνους τε τῆς πιεζούσης ἀπορίας ἀπαλλάξαι, τὸ ἐλλεῖπον ἑκάστῳ πρὸς τὴν ἐκ βασιλέως πρόνοιαν ἀναπληρώσας, καὶ αὐτὸς αὐτοῖς πρὸς δέον χρήσαιτο ἑκάστῳ, πάντας πρὸς τὸ κοινῇ λυσιτελοῦν ἀποδείξας συνεισφέροντάς τι. οὕτω δὲ περὶ τούτων αὐτῷ φροντίζοντι πρὸς ἑαυτὸν, ὁ Πατρικιώτης προσελθὼν, πολὺν δή τινα χρόνον περὶ ἀπογραφὰς ἠσχολημένος καὶ πεῖραν ἐν τοῖς τοιούτοις ἐσχηκὼς πολλὴν, ἀκηκοέναι ἔφασκεν αὐτὸν πάντας βούλεσθαι πρὸς τὰς στρατείας ἀπροφασίστους παρασκευάζειν ταῖς ἐκ τῶν δημοσίων ἀποτεταγμέναις αὐτοῖς προσόδοις τὰ ἐλλείποντα ἀναπληρῶν ἢ καὶ προστιθείς. τὰ δὲ τοιαῦτα οὔτε βέλτιον, ὥσπερ ἂν εἰδείη καὶ αὐτὸς, οὔτε μὴν μετ’ ἐμπειρίας πλείονος ἑτέρῳ τινὶ τῶν πάντων ἢ αὐτῷ ὑπηρετηθείη. ὅτι δὲ μὴ προςκληθεὶς, ἀλλ’ αὐτὸς πρότερος προσελθὼν, ἐγχειρισθῆναι τὴν ἀπογραφὴν ἀξιοίη, οὐ δίκαιον ὑποπτεύειν.
οὐ γὰρ ἐπιθυμίᾳ κέρδους μᾶλλον, ἢ τοῦ βούλεσθαι αὐτῷ πρὸς τὰ κοινῇ συναίρεσθαι λυσιτελοῦντα, τοιαῦτα προελέσθαι, μάλιστα ποιουμένῳ περὶ πλείστου, τὴν Ῥωμαίων ἡγεμονίαν μείζω καὶ περιφανεστέραν ἀποδεικνύναι. τούτου δὲ ἀπόδειξιν οὐ λόγοις, ἀλλ’ ἔργοις πειράσεσθαι παρέχειν ἐναργῆ. ἔτεσι γὰρ ἤδη καὶ πρότερόν τισιν οὐκ ὀλίγοις ἠσχολημένῳ περὶ τὰ τοιαῦτα, χρήματα ἠθροικέναι οὐκ ὀλίγα ἐξεγένετο, καίτοι πειρωμένῳ μάλιστα, μὴ βιαίῳ, μηδ’ ἐκ παντὸς τρόπου κερδαίνειν, εἶναι. ἃ δὴ ὕστερον οὐκ εἴα ἠρεμεῖν, ἀλλὰ πολλοὺς ἐκίνει λογισμοὺς ἐν τῇ ψυχῇ, μὴ κατορύττειν, ἀλλ’ εἰς εὐποιί̈ας ἀναλίσκειν τινῶν ἀνθρώπων, ὡς διὰ τούτου δυναμένῳ τὴν ἐκ τῆς ἁμαρτίας ἀποτρίβεσθαι κηλῖδα. νῦν μὲν οὖν ἐδόκει φροντιστήριον ἐκ τούτων ἀνδρῶν οἰκοδομεῖν τῷ θεῷ καθάπαξ ἀνατεθεικότων ἑαυτοὺς, καὶ διὰ τῆς εἰς ἐκείνους εὐποιί̈ας ἱλεοῦν τὸ θεῖον ἑαυτῷ, διαλλακταῖς ἐκείνοις τὰ τοιαῦτα μάλιστα καταπράττεσθαι χρωμένῳ οὖσι δυνατοῖς· νυνὶ δὲ εἰς πένητας ἀγύρτας ἀναλοῦν.
ὡς τῶν προτέρων ἢ ἐκείνων μὴ εἰς δέον τοῖς χρήμασι δυνησομένων χρήσασθαι, ἢ ἑτέρων ἁρπαγῇ καὶ ἀδικίᾳ χρησομένων καὶ διαφθερούντων, ὡς δὲ σοῦ μόνου καταστάντος ἐπὶ τοῖς πράγμασι καὶ τὴν διάνοιαν κατεῖδον, ὡς ὑπὲρ ὠφελείας τῶν κοινῶν οὐ χρήματα μόνον, ἀλλὰ καὶ ψυχὴν αὐτὴν, εἰ οἷόν τε, προί̈εσθαι διανοῇ, καὶ τὸν τρόπον προειδὼς ὡς ἀγαθὸς, ἔγνων δεῖν σοὶ τὰ χρήματα ἐκεῖνα ἐγχειρίζειν, ὡς οὐ καλῶς μόνον, ἀλλὰ καὶ εὐλόγως καὶ ἀκριβῶς ὑπὲρ τῶν κοινῇ Ῥωμαίοις συμφερόντων ἀναλωθησομένων, ἐπειδὴ καὶ ἐκ τούτων συνελέγησαν αὐτῶν. ἃ δὴ πάντα ἥκω ἐγχειρίζων, ἐφ’ ὅ,τι ἂν ᾖ σοι χρησομένῳ βούλησις. ἔξεστιν οὖν παντί τῳ ἀπόδειξιν λαμβάνειν ἐναργῆ, ὡς οὐ χρηματισόμενος ἐκ τῆς ἀπογραφῆς, ἥκω δεόμενος καταστῆναι πρὸς αὐτήν·
PG 153:691(ἐξῆν γὰρ ἔχοντα, ἃ κέκτημαι, μηδὲν περαιτέρω πολυπραγμονεῖν,) ἀλλά σοι φανεῖσθαι χρήσιμος ἐπιθυμῶν καὶ πολλὰ συνάρασθαι δυνάμενος πρὸς τὸ τὴν ἀρχαίαν εὐδαιμονίαν τοῖς Ῥωμαίοις ἀνασώζειν, πολλὴν τούτου ἕνεκα καὶ συνεχῆ ποιουμένῳ τὴν φροντίδα. ὁ δὲ ἄσμενος ἀποδεξάμενος τοὺς λόγους, περὶ μὲν τῶν χρημάτων, ἔφασκε, χάριν αὐτῷ πολλὴν εἰδέναι, οὐ τῷ ὑπὲρ τῶν κοινῇ συμφερόντων μόνον παρεσχῆσθαι, ἀλλὰ καὶ τῷ αὐτῶν πεπιστευκέναι τὴν διοίκησιν αὐτῷ ὀρθῶς πεπεισμένῳ καὶ δικαίως ἀναλώσειν. τὸ μὲν γάρ τινα τῶν κοινῶν ἐπιμέλειαν ἐγκεχειρισμένον μὴ τὴν οὐσίαν ποιεῖν βελτίω, ἀλλ’ ὅσα πρὶν ἅπτεσθαι, τοσαῦτα ἔχοντα ἀπαλλάττεσθαι καὶ χρημάτων ὡς ἐπίπαν ὀφθῆναι κρείττω, οὐ χαλεπὸν μόνον, ἀλλὰ καὶ ἀδύνατον σχεδόν. τὸ δ’ ἔχοντα ἤδη καὶ μηδὲν ὑποπτεύοντα δεινὸν περὶ αὐτῶν, ἔπειτα ἑκόντα βουληθῆναι ἀποθέσθαι καὶ, ἃ συνέλεξε κακῶς, χρήσασθαι εἰς δέον, οὐ τῶν πολλῶν, ἀλλὰ τῶν βουλομένων σώζεσθαι καὶ πεπεισμένων ἀκριβῶς, ὡς πάντων παρέξουσιν εὐθύνας τῶν βεβιωμένων μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν. βέλτιον μὲν γὰρ, μὴ ἁμαρτάνειν τὴν ἀρχὴν, μηδὲ κηλῖσι πολλαῖς καταμιαίνειν τὴν ψυχήν·
ἂν δ’ ἄρα τοῦτο συμβαίνῃ, δευτέρας ἀναμαρτησίας ἀρχὴ, τὸ μὴ μόνον πεπαῦσθαι τῶν κακῶν, ἀλλὰ καὶ ἀντίῤῥοπον ἐπιδείκνυσθαι τῶν ἀγαθῶν τὴν ἐργασίαν. διὰ ταῦτα δὴ καὶ ἐπαινῶ σε τῆς μεταβολῆς καὶ τοῦ μὴ τρόπον ἕτερον, ἀλλ’ ὑπὲρ τῶν κοινῇ συμφερόντων τὰ χρήματα βουληθῆναι ἐπιδοῦναι. ὅτι δὲ μὴ προσκληθεὶς, ἀλλὰ πρότερος προσελθὼν αὐτὸς τὸ ἐπανισοῦν τοῖς στρατιώταις τὰς ἐκ τῶν δημοσίων ᾔτησας τοῦ βίου ἀφορμὰς, τοσοῦτον ἀπέχω καταγινώσκειν, ὥστε καὶ πρότερον αὐτὸν οἴκοθεν ὡρμημένον, διὰ τὴν περὶ ταῦτα ἐμπειρίαν σοὶ τὴν ὑπηρεσίαν ἐγχειρίζειν, νῦν μᾶλλον ἀνέπεισας βέλτιον οἴεσθαι καὶ δικαιότερον τὰ τοιαῦτα διοικήσειν. οὐ γὰρ ὁμοίως ὅ, τε πολλὰ ἐπαγγειλάμενος καὶ ὁ μηδὲν, περὶ τῶν ἐπηγγελμένων τὴν ἐκπλήρωσιν σπουδάσουσι. τὴν μὲν οὖν ὑπηρεσίαν τῶν τοιούτων ἐπιτρέπω. σὲ δὲ καὶ αὐτὸν οἴεσθαι προσῆκον, μὴ μικρά τινα καὶ εὐκαταφρόνητα μετιέναι, μηδ’ οἷα μήτε διοικούμενα καλῶς, πολλὴν ὠφέλειαν παρέχειν τῷ κοινῷ, μήτ’ ἐπίσης βλάπτειν, ἂν ῥᾳθύμως καὶ πανούργως πράττωνται. ὅπερ γάρ ἐστι τοῖς πολιτικοῖς πράγμασιν ὁ κριτὴς, τοῦτο τοῖς δημοσίοις δύναιτ’ ἂν ὁ ἐξισωτής.
Argument of Book IIIArgumentum libri tertii
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:693ἐκεῖνος τε γὰρ εὐνομίαν ταῖς πόλεσι παρασκευάζει, δικαίως διαιτῶν καὶ τοῖς νόμοις πείθεσθαι καταναγκάζων, καὶ οὗτος, ἂν ἐθέλῃ τὰ δίκαια ποιεῖν καὶ τὰ λυσιτελοῦντα τῷ κοινῷ, τῶν μὲν ἀφαιρήσεται, ἂν πλέον καρπῶνται τοῦ δικαίου, τοῖς δὲ ἔλαττον ἔχουσι προσθεὶς, προθύμους πρὸς τὰς στρατείας παρασκευάσει πάντας καὶ φυλάττοντας τὴν τάξιν καὶ πειθομένους ἄριστα τοῖς στρατηγοῖς. ὡς οὖν μεγάλα πεπιστευμένος καὶ τὰ μέγιστα συμβαλλόμενα πρὸς τὴν διοίκησιν τῶν ὅλων, οὕτω χρὴ καὶ πεπεῖσθαι καὶ προσήκουσαν σπουδὴν καὶ προθυμίαν ἐπιδείκνυσθαι ἐπὶ τοῖς ἔργοις. τοιαῦτα μὲν διῆλθε πρὸς αὐτὸν, ἀπολογίαν ποιούμενος ἐφ’ οἷς ἠξίου. ἔπειτα τῶν χρημάτων ἐπυνθάνετο τὸν ἀριθμὸν ὁπόσος εἴη. τοῦ δὲ ἀποκριναμένου, χρυσίου μὲν εἶναι μυριάδας δέκα, ἔπιπλά τε καὶ σκεύη, ἐκ χρυσοῦ πεποιημένα καὶ ἀργύρου, χρυσίων τετρακισμυρίων ἄξια, καὶ ταῦτα φαμένου πάντα τὸ νῦν ἔχον ἑτοίμως ἐπιδοῦναι ἔχειν, τῶν οἰκετῶν μετακαλεσάμενός τινα, οὐκοῦν ἔφη ταῦτα τούτῳ παράδος ἀπελθών. ὡς δὲ μηδὲν μελλήσας ἐπορεύετο τὰ προστεταγμένα ἐκπληρώσων, πρὶν οἴκαδε ἐλθεῖν ὁ μέγας δομέστικος ἐκέλευεν ἀναστρέφειν.
καὶ τῆς μὲν προθυμίας ἕνεκα ἐπῄνει, τὰ χρήματα δὲ ἐκέλευεν αὐτὸν φυλάττειν, ὡς νῦν μὲν αὐτῶν οὐ δεομένῳ. ἐὰν δὲ τῶν ἰδίων ἀναλωθέντων, καὶ τούτων δεηθῇ, τότ’ ἤδη λαμβάνειν, ὡς αὐτῷ καὶ ταῦτα διαφέροντα, καὶ ἀναλίσκειν, ὅποι ἂν δοκῇ τῷ κοινῷ ἀναλωθέντα μάλιστα λυσιτελήσειν. ὁ δ’ ἀπηγόρευε μὲν τῶν χρημάτων τὴν φυλακὴν, οὐ καθ’ ἡδονὴν εἶναι, φάσκων, αὐτῷ παρακατέχειν ἔτι· ὅμως ἀναγκαίως προσταττόμενος ἐπείθετο. μετὰ τοῦτο δὲ ὁ μέγας δομέστικος τῶν τε συγκλητικῶν καθ’ ἕνα καὶ τῶν ἄλλως εὐγενείᾳ διαφερόντων, ἔπειτα καὶ στρατιώτας μετακαλούμενος, τῆς τε παρὰ βασιλέως ἀποτεταγμένης ἑκάστῳ προνοίας ἐπυνθάνετο τὸν ἀριθμὸν καὶ εἰ τοσοῦτον κέκτηται νῦν ἢ τοῦ τεταγμένου ἧττον. τῶν δὲ ἀποκριναμένων ἑκάστου, ὅπως εἶχε τὰ αὐτοῦ, τοῖς μὲν ἀπεστερημένοις τῶν δεόντων τὸν Πατρικιώτην ἐκέλευεν ἀναπληροῦν καὶ προσέτι προστιθέναι, ὅσον αὐτῷ καλῶς ἔχειν ἐδόκει, ἀναλόγως ἑκάστῳ τὴν εὐεργεσίαν προστιθείς· τοῖς δὲ ἀνενδεεῖς τὰς ἐκ βασιλέως ἔχουσι προσόδους καὶ αὐτοῖς ἐκέλευεν ὁμοίως πρὸς οἷς ἔχουσι καὶ ἑτέρας προστιθέναι.
καὶ ἐν ἑξήκοντα ἡμέραις μάλιστα γεγενημένου τοῦ ἀναδασμοῦ, τοῖς τε ἔλαττον ἔχουσι προσετίθετο τὸ ἐλλεῖπον μετὰ προσθήκης, καὶ τοῖς λειπομένοις μηδενὸς ἡ προσθήκη προσεγίνετο. καὶ πάντες ἐξαρκούσας τὰς προσόδους ἡγησάμενοι, χάριτάς τε ὡμολόγουν τῷ μεγάλῳ δομεστίκῳ πολλὰς, καὶ πρόθυμοι ἦσαν τοῖς ὁπουδήποτε γῆς τῶν Ῥωμαίων πολεμίοις μάχεσθαι. καὶ ὅπλα ἐπεσκεύαζον διασμήχοντες, καὶ ἵππους προσεπορίζοντο καὶ πλείους καὶ βελτίους τῶν προτέρων· καὶ ὅλως ἐδόκουν καὶ ἀγανακτεῖν, ὅτι μὴ τάχιον πρὸς ἄμυναν ἐξάγονται τῶν πολεμίων. θ. Ἐπεὶ δὲ ταῦτα αὐτῷ διῴκητο καλῶς, συνεβούλευε τῇ βασιλίδι, τὸν υἱὸν βασιλέα τὸν Ἰωάννην χρίειν τε μύρῳ τῷ ἁγίῳ καὶ στέφει τὴν κεφαλὴν κατακοσμεῖν. καὶ ἔπεισέ γε δόξας βουλεύεσθαι καλῶς.
PG 153:695τῶν δὲ καθ’ αἷμα προσηκόντων βασιλεῖ τινων μὴ δίκαιον εἶναι παραινούντων, τοῦ πατρὸς ὀλίγῳ πρότερον τετελευτηκότος βασιλέως, τὸν υἱὸν πανηγυρίζειν, (τοῦτο δὲ αὐτοῖς ὁ παρακοιμώμενος Ἀπόκαυκος ὑπετίθει λέγειν, ὡς ἐκ τῶν ὕστερον γέγονε καταφανὲς, τὴν γεγενημένην στάσιν μελετῶν καὶ μὴ βουλόμενος βασιλίδα τῆς εἰς αὐτὴν καὶ τὸν υἱὸν εὐνοίας ἐνέχυρα πιστὰ κεκτῆσθαι παρὰ μεγάλου δομεστίκου,) εἰς τὴν ὑστεραίαν τὸ ἔργον ἀνεβάλλετο ἡ βασιλὶς, τὴν μέμψιν τινῶν αἰτιωμένη, ὅτι δὴ πυθόμενοι κατηγοροῖεν, ὡς οὐ κεχρημένων τῷ πράγματι κατὰ καιρὸν, ἀλλ’ ἐν οἷς ἔδει κόπτεσθαι καὶ θρηνεῖν, πανηγυριζόντων αὐτῶν καὶ τὴν βασιλικωτάτην τελούντων ἑορτήν.
ὁ δ’ ἀνοηταίνειν ἔφασκε παντάπασι τοὺς εἰρηκότας καὶ μηδὲ τοῦτο ἐννοεῖν, ὡς πολλοῖς τῶν βασιλέων τελευτῶσιν ἡ ἀνάῤῥησις ἐγίνετο τῶν παίδων, οὐδενὸς αὐτοῖς τὴν ἀκαιρίαν μεμφομένου, ἀλλὰ πάντων, ὥσπερ δίκαιον ἦν, λογιζομένων, μάλιστα προσήκειν ἐν τοῖς τοιούτοις καιροῖς, οὐ τρυφῆς ἕνεκα καὶ ἡδονῆς, ἀλλὰ τοῦ μηδεμίαν πρόφασιν στάσεως καὶ ταραχῆς ἐγγενέσθαι τοῖς πολλοῖς, πάντων ἤδη πεπεισμένων ἀκριβῶς, ὡς ὑπὸ βασιλέα τελοῦσι καὶ δίκας δώσουσι τῆς παρανοίας, ἂν ἐπιχειρῶσι στασιάζειν. παρῄνει τε αὐτῇ, τοὺς μὲν ἐκείνων λόγους χαίρειν ἐᾷν, αὐτοὺς δὲ χωρεῖν ἐπὶ τὸ ἔργον, ὡς ἅμα λυσιτελὲς καὶ δίκαιον ὄν. ἡ δὲ μὴ πολυπραγμονεῖν ἐδεῖτο, ἀλλὰ νῦν μὲν ἐᾷν διὰ τὰς δόξας τῶν πολλῶν, ὀλίγῳ δὲ ὕστερον ποιεῖν, ἡνίκα ἂν ἐξῇ καὶ τὰς λοιδορίας διαφεύγειν. ὁ μέγας δὲ δομέστικος πρὸς μὲν τῆς βασιλίδος τὴν ἔνστασιν οὐδὲν ἀντεῖπεν· ἤχθετο δὲ, ὅτι οὐκ αὐτῷ τὰ βελτίω, ἀλλ’ ἑτέροις ἀλυσιτελῆ βουλευομένοις πείθοιτο. ἐκεῖνο μὲν οὕτως ἐκωλύθη. μικρῷ δὲ ὕστερον ἠγγέλλετο, ὡς Σαρχάνης ὁ Λυδίας σατράπης καὶ Γιαξὴς πρὸς Θρᾴκην περαιοῦσθαι παρασκευάζονται, ναυσὶ ληϊσόμενοι Ῥωμαίους.
ὁ μέγας δὲ δομέστικος οὐκ ἠμέλει, ἀλλ’ αὐτίκα τριήρεις, ὅσας ἐξαρκέσειν ᾤετο, πρὸς πόλεμον τοῖς βαρβάροις ἐκέλευε πληροῦν. τὴν δὲ δαπάνην τῶν τριήρεων, τὴν μὲν ἐκ τῶν δημοσίων τοῖς ταμίαις ἐκέλευε παρέχειν, τὴν δ’ ἐκ τῶν ἰδίων παρείχετο αὐτός. ἐπεὶ δὲ ἐπεπλήρωντο, ταῖς μὲν ἐπέστησε στρατηγὸν τὸν παρακοιμώμενον Ἀπόκαυκον, καὶ ὅσα ἔδει ἐντειλάμενος καὶ τοῦ λοιποῦ κελεύσας αὐτῷ μέλειν τὸν ἀπόπλουν, αὐτὸς Ὀρχάνῃ, τῷ τῆς κατὰ Βιθυνίαν ἑῴας σατράπῃ, διεπρεσβεύετο περὶ εἰρήνης. οὐδὲ γὰρ ἐδόκει δεῖν αὐτῷ πρὸς ἑσπέραν μέλλοντι στρατεύειν, πόλεμόν τινα Ῥωμαίοις ὀπίσω καταλιπεῖν. ἐπεὶ δὲ καὶ ἡ πρὸς ἐκεῖνον εἰρήνη τέλος εἶχεν, αὐτὸς μὲν πρὸς τὴν ἔξοδον παρεσκευάζετο. ἤδη γὰρ καὶ ἡ στρατιὰ κατὰ Διδυμότειχον καὶ τὴν Ἀδριανοῦ πόλιν, αὐτοῦ κελεύοντος, συνελέγοντο. ἐν ᾗ δὲ ἔμελλεν ἡμέρᾳ Βυζαντίου ἐξιέναι, τὸν πατριάρχην μόνος μόνον παραλαβὼν καὶ πρὸς τὸν ἐν βασιλείοις τοῦ μυροβλύτου Δημητρίου τοῦ μάρτυρος γενόμενος ναὸν, τοὺς μὲν ἐμοῦ τε μεταξὺ καὶ βασιλίδος ἔφη γεγενημένους λόγους οὐκ ἀγνοεῖς.
PG 153:697οὐ γὰρ μόνον παρῆς τοῖς παρ’ ἀμφοτέρων λεγομένοις, ἀλλὰ καὶ τῶν πρότερον ἰδίᾳ ἡμῶν ἑκάστῳ εἰρημένων αὐτὸς ἦσθα μηνυτής. οὐδὲν δὲ παράλογον ἢ θαυμαστὸν, εἰ τότε μὲν περὶ ἐμοῦ τοιαῦτα ἐπῄει τῇ βασιλίδι λέγειν, ἴσως οἰομένῃ μεγάλα τινὰ καταπράξεσθαι ἐμὲ, νυνὶ δὲ ἐπὶ τῶν ἔργων, μὴ κατ’ ἐλπίδας αὐτῇ τῶν πραγμάτων ἐκβαινόντων, μεταμέλειά τις εἰσῆλθε τῶν γεγενημένων. εἰ μὲν οὖν, ὅπερ ἔφην, πρός τι τῶν γινομένων ἀηδῶς διατεθεῖσα, τὰ δεδογμένα μηκέτι στέργειν ἐθέλει, διαῤῥήδην λέγειν ἀξιῶ καὶ μὴ συγκαλύπτειν ὑπ’ αἰδοῦς. ἐγὼ γὰρ ὥσπερ καὶ πρότερον ἑτοιμότατα ἔχω παραιτεῖσθαι τὴν ἀρχήν. εἰ δ’ ἐκείνη διὰ τέλους ἔγνωκε στέργειν τὰ ἐψηφισμένα καὶ τοὺς ὅρκους, οὓς ὀμώμοκε, τηρεῖν, οὐδ’ αὐτὸς ἀμελήσω τοῦ μὴ πάντα πράττειν, ὅσα ἂν αὐτῇ τε καὶ παισὶ καὶ κοινῇ λυσιτελῇ Ῥωμαίοις. τοῦ πατριάρχου δὲ πρὸς τὴν ἀκαιρίαν τῶν λόγων μεμψαμένου καὶ μὴ τοιαῦτα προσήκειν αὐτὸν μήτε διανοεῖσθαι φαμένου, μήτε λέγειν·
βασιλίδα γὰρ μηδὲν περὶ αὐτοῦ λογίζεσθαι τοιοῦτον, ἀλλὰ βασιλέα οἴεσθαι ἐν ζῶσιν εἶναι καὶ τὴν Ῥωμαίων ἡγεμονίαν ὥσπερ ὑπ’ ἐκείνου διοικεῖσθαι, τῶν σῶν μεμνημένην λόγων, ὧν διεξῄεις πρὸς αὐτὴν, ἡνίκα ἐποιεῖσθε τὰς συμβάσεις· οὐκοῦν ὁ μέγας δομέστικος ἔφη περὶ μὲν ἐκείνης οὕτω δεῖ πεπεῖσθαι, ὥσπερ αὐτὸς διϊσχυρίζῃ. περὶ δὲ σοῦ τί ποτε ἔξεστι νομίζειν; ἆρ’ ἐμμενεῖς ταῖς ὁμολογίαις, μᾶλλον δὲ τοῖς ὅρκοις, οὓς ἐποιήσω πρὸς ἐμέ; ὁ δ’ αὐτίκα πάλιν ἀναστὰς, εὐλογητὸς εἶπεν ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι καὶ πρότερον καὶ νῦν οἷσπερ εἶπον ἐμμενῶ καὶ οὐδενὸς ἀμελήσω τῶν σῶν δικαίων· ἀλλ’ ἀνθέξομαι παντὶ σθένει, οὐ μόνον ὡς εὐεργέτην ἀμειβόμενος ἔργοις ἀγαθοῖς, ἀλλὰ καὶ ὡς υἱοῦ κηδόμενος πνευματικοῦ. ἐπὶ τούτοις δὲ αὐτῷ πολλὰς ὁ μέγας δομέστικος χάριτας ὁμολογήσας καὶ συνταξάμενος, καταλιπὼν τὸν πατριάρχην, ἧκεν ὡς βασιλίδα. ἡ δ’ εὐθὺς ὡς εἶδε, χάριτας ἔφασκεν ὁμολογεῖν αὐτῷ πολλὰς, ὅτι ἃ πρότερον ἐπηγγέλλετο λόγοις, νῦν ἀποδείκνυσιν ἐπὶ τῶν ἔργων ἀληθῆ, μήτε σώματος φειδόμενος, ἀλλ’ ὑπὲρ τῶν κοινῇ συμφερόντων νύκτωρ πονῶν καὶ μεθ’ ἡμέραν, μήτε χρημάτων·
PG 153:699(ἦν γὰρ δὴ ὁ μέγας δομέστικος οὐ μόνον πρὸς τῶν τριήρεων τὴν δαπάνην χρήματα ἀναλωκὼς πολλὰ ἐκ τῶν ἰδίων, ἀλλὰ καὶ ἐν πολλοῖς ἑτέροις, ἃ συνοίσειν ἔμελλε πᾶσι κοινῇ, φιλοτίμως ἄγαν καὶ δαψιλῶς καταναλίσκων μετὰ τὴν βασιλέως τελευτήν·) παρῄνει τε, μὴ οὕτω ποιεῖν, ὡς οὐκ ἐξαρκέσοντα πρὸς τοὺς πόνους ἐπιπολὺ, ἀλλ’ ἑαυτοῦ τε πρόνοιαν ποιεῖσθαι καὶ χρημάτων φείδεσθαι, χρώμενον τοῖς δημοσίοις. ὁ δ’ ἔφασκε μᾶλλον ἥδεσθαι πονῶν αὐτὸς ὑπὲρ τῶν κοινῇ λυσιτελούντων, ἢ ἕτεροι πρὸς ἀνέσεις τετραμμένοι καὶ ἡδονάς. τό, τε χρήματα καταναλίσκειν οὐ ζημίαν, ἀλλὰ πάντων κερδῶν ἡγεῖσθαι χαριέστερον, ἄχρις ἂν, καὶ τοῦ θεοῦ συναιρομένου, τὴν Ῥωμαίων ἡγεμονίαν ἐπὶ μέγα ἴδοι αἰρομένην καὶ πάντων κρατοῦσαν πολεμίων. ἐλπίζειν δὲ μετὰ μικρὸν, εἰ μή τι κώλυμα συμβαίη, τοσαῦτα Ῥωμαίοις ὠφελήσειν, ὅσα καὶ αὐτὴν ὁρῶσαν, θεῷ χάριτας ὁμολογεῖν τῷ συνεργῷ τῶν καλῶν. οὐ μικρὰ γάρ τινα διανοεῖσθαι παρασκευάσειν τοῦ χειμῶνος, ὡς ἅμα ἦρι πολλοὺς τῶν πρότερον κατὰ Ῥωμαίων θρασυνομένων ὑποφόρους καὶ δουλείαν ὁμολογοῦντας βασιλεῖ Ῥωμαίων ἀποδείξων.
καὶ τοιαῦτα ἕτερα πολλὰ προσεπειπὼν, ὅσα τε αὐτὸς διενοεῖτο πράττειν καὶ βασιλίδα ᾔδει ἀκούουσαν πρὸς ἡδονὴν, καὶ τελευταῖον συνταξάμενος, ἐξῄει Βυζαντίου ἅμα στρατιᾷ καὶ τῶν εὐπατριδῶν πολλοῖς, τὴν μητέρα καταλιπὼν ἐκεῖ, ὡς παραμυθίαν οὐ μικρὰν ἐσομένην βασιλίδι πρὸς τὰς συμφοράς. ι. Ἐπεὶ δὲ γένοιτο πρὸς Διδυμοτείχῳ, προὔργου μὲν ἐποιεῖτο παντὸς, τοὺς κατὰ τὰς τῆς Θρᾴκης πόλεις κατοικοῦντας συγκλητικοὺς καὶ τὴν στρατιὰν ἀπροφασίστους ποιεῖν περὶ τὰς στρατείας, ὥσπερ δὴ καὶ Βυζαντίους· καὶ ἐποίησεν ὀλίγων εἴσω ἡμερῶν. ἔπειτα πυθόμενος, ὡς ὁ τῶν Μυσῶν βασιλεὺς Ἀλέξανδρος στρατιὰν ἔχων, ἐστρατοπέδευσεν ἐν Στίλβνῳ Μυσοῖς ὑπηκόῳ πόλει ἐν μεθορίοις τῆς αὐτοῦ τε καὶ Ῥωμαίων ἡγεμονίας ᾠκισμένῃ, ἔγνω δεῖν πρεσβείαν πέμπειν πρὸς αὐτόν. καὶ πέμψας, ἐν Ἀδριανουπόλει τε ἐδήλου διατρίβειν καὶ μαθεῖν ἐθέλειν, εἰ ὁ πόλεμος αὐτῷ μᾶλλον αἱρετέος, ἢ εἰρήνη. τὴν γὰρ προθεσμίαν, ἣν τοῖς ἐκείνου πρέσβεσι παρέσχετο αὐτὸς ἐν Βυζαντίῳ γενομένοις, περὶ ἔξοδον ἤδη εἶναι.
PG 153:701Ἀλέξανδρος δὲ ὁρῶν οὐ κατεπτηχότας, ὥσπερ ᾤετο, Ῥωμαίους, ἀλλ’ ἑτοίμους ὄντας ἀμύνεσθαι τοὺς αἱρουμένους ἀδικεῖν, καὶ μήτε ταῖς διὰ τῶν πρέσβεων ἀπειλαῖς, μήτ’ αὐτοῦ τῇ πρὸς τὸν πόλεμον παρασκευῇ δυνάμενος πείθειν, τὰ κατὰ γνώμην αὐτῷ ποιεῖν, πρὸς πόλεμον χωρεῖν ἀλυσιτελὲς οἰόμενος αὐτῷ, ἐχώρει πρὸς συμβάσεις. καὶ τῶν προτέρων αὖθις σπονδῶν καὶ ὅρκων ἀνανεωθέντων, Ἀλέξανδρος μὲν εἰς Τρίνοβον τὰ οἰκεῖα βασίλεια ἐπανεζεύγνυε· δομέστικος δὲ ὁ μέγας εἰς Χεῤῥόνησον μετὰ τῆς στρατιᾶς ἐχώρει, πεπυσμένος στρατιὰν Περσῶν πεζὴν μέλλουσαν εἰς Χεῤῥόνησον ἐμβάλλειν ἐκ Περγάμου ἀφιγμένην, ἧς Γιαξὴς σατράπης ἦν. ἅμα δὲ τῷ Ῥωμαίους εἰς Χεῤῥόνησον ἀφικέσθαι, καὶ ἡ στρατιὰ Περσῶν παρῆν. καὶ γενομένης μάχης, οὐδὲ πρὸς ὀλίγον ἴσχυσαν οἱ Πέρσαι Ῥωμαίοις ἀντιστῆναι, ἀλλ’ ἡττηθέντες κατὰ κράτος, οἱ μὲν ἔπεσον κατὰ τὴν μάχην, οἱ δ’ ἑάλωσαν· ὅσοι δὲ ἠδυνήθησαν διαφυγεῖν, ἐμβάντες ταῖς ναυσὶν, ἀπέπλεον ἐπ’ οἴκου. οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις ἐκ τῆς αὐτῆς χώρας καὶ δευτέρα στρατιὰ ἐπεραιοῦτο, ὡς τὴν προτέραν ἧτταν ἀναμαχεσόμενοι.
συμβαλόντες δὲ καὶ τούτοις οἱ Ῥωμαῖοι, ἐνίκησάν τε καὶ ἀπέκτειναν τοὺς πλείους. ἐπεὶ δὲ Γιαξὴς δὶς ἐπλήγη ἐφεξῆς καὶ πολλὴν καὶ ἀγαθὴν ἀπώλεσε στρατιὰν, ἀπογνοὺς τὸ Ῥωμαίοις πολεμεῖν, ἐχώρει πρὸς συμβάσεις. καὶ ἐτίθετο πρὸς αὐτὸν ὁ μέγας δομέστικος σπονδὰς εἰρηνικάς. ἐπεὶ δὲ ἀπετρίψατο τὴν ἐκ τῶν Περσῶν προσδοκωμένην βλάβην, αὖθις εἰς Διδυμότειχον ἐπανελθὼν, παρεσκευάζετο πρὸς τὴν εἰς τὴν ἑσπέραν ἐκστρατείαν καὶ τὴν στρατιὰν ἀποκαθίστη, ἣ ἔμελλε συνέψεσθαι αὐτῷ. τούτων δὲ πραττομένων ὑπ’ αὐτοῦ, ὁ παρακοιμώμενος Ἀπόκαυκος νεωτέρων πραγμάτων ἐπιθυμῶν καὶ τρόπῳ παντὶ πειρώμενος μετάγειν εἰς ἑαυτὸν τῶν πραγμάτων τὴν ἀρχὴν, ἐσκέψατο, ἐπεὶ τοῦ κατὰ Περσῶν αὐτὸς κεχειροτόνητο στόλου στρατηγὸς καὶ δυνάμεως εὐπόρει ναυτικῆς, βασιλέα τὸν νέον Ἰωάννην εἰς μίαν τῶν τριήρεων ἐνθέμενος, ἀγνοούσης βασιλίδος τῆς μητρὸς, εἰς τὸν περὶ Βυζάντιον πρότερον αὐτῷ πύργον ᾠκοδομημένον ὀχυρώτατον ὄντα ὕψει τε καὶ καρτερότητι τειχῶν Ἐπιβάτας προσαγορευόμενον ἀγαγεῖν·
ἐκεῖ δὲ μετὰ τῶν συγγενῶν καὶ τῶν οἰκειοτάτων βασιλέα φρουρῶν, σπονδὰς τίθεσθαι πρὸς βασιλίδα, ὥστε αὐτὸν μὲν καὶ συγγενεῖς καὶ τοὺς ἄλλους τοὺς συνόντας τιμὰς τὰς παρὰ Ῥωμαίοις πρώτας καρποῦσθαι καὶ χωρῶν εἶναι καὶ πόλεων κυρίους, ὁποίων ἂν δόξειεν αὐτοῖς, καὶ μηδὲν ἐλλείπειν εἰς εὐτυχίας λόγον· βασιλέα δὲ οὐδ’ οὕτως ἀπολύειν τοῦ φρουρίου, ἀλλ’ ὥσπερ ὅμηρον κατέχοντα, μιᾷ τῶν θυγατέρων ἐπὶ γάμῳ προσαρμόζειν. ὁ μὲν οὖν τοιαῦτά τε διενοεῖτο καὶ ὥρμητο ἤδη πράττειν. τῶν συνειδότων δέ τινος βασιλίδι ἀπαγγείλαντος, ἐπεὶ βασιλέα τε ἤδη περιί̈στατο φρουρὰ καὶ αὐτὸς ἔγνω φωραθεὶς, ᾤχετο φυγὼν εἰς Ἐπιβάτας, τὸν ἐκ τῶν πραττομένων, ὥσπερ ἦν εἰκὸς, κίνδυνον διαδιδράσκων. περὶ τῶν τοιούτων δὴ ὁ μέγας δομέστικος μαθὼν, καίτοι πρὸς τὴν ἐκστρατείαν παρασκευαζόμενος, ὅμως τὸν Ταρχανειώτην Μανουὴλ, τὸν καὶ Κουρτίκην προσαγορευόμενον, μετὰ στρατιωτῶν ὀλίγων πέμψας, ἐκέλευεν Ἐπιβάτας ἔξωθεν φρουρεῖν ἐστρατοπεδευμένον, ἄχρις ἂν ἀφίκηται αὐτός. πέμψας δὲ καὶ πρὸς Ἀπόκαυκον, ἐπυνθάνετο εἰ ἀληθῆ τὰ θρυλλούμενα εἴη περὶ αὐτοῦ. ὁ δὲ ἔφασκε μὲν συκοφαντεῖσθαι·
Book III · Chapter ILiber Tertius · Caput Primus
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:703δείσας δὲ, μὴ φθάσῃ διαφθαρεὶς ὑπὸ διαβολῆς πρὶν διερευνώμενα φανῆναι τἀληθῆ, τὴν σωτηρίαν ἐκ τῶν ἐνόντων ἑαυτῷ πορίζειν, κατακλείσαντα ἐν τῷ φρουρίῳ. συνεβούλευέ τε παράδειγμα τῶν ἀπροσδοκήτων τῶν πραγμάτων μεταβολῶν λαμβάνειν ἐξ αὐτοῦ. καὶ πρότερόν τε γὰρ αὐτῷ τὰ τοιαῦτα ὑποτίθεσθαι ἔφασκεν, εἰ καὶ μὴ ἔπειθε, συμβουλεύων τὰ λυσιτελῆ, καὶ νῦν οὐδὲν ἧττον συμβουλεύειν, ἐξ αὐτῶν τῶν πραγμάτων ἔχων τῆς ὠφελείας τὴν ἀπόδειξιν τῶν λεγομένων, καὶ τῶν ὑπ’ αὐτῷ τελούντων φρουρίων ἓν, (πολλὰ δὲ εἶναι,) τὸ μάλιστα ἐπιτηδείως ἔχον πρός τε γῆς καὶ θαλάσσης εὐφυί̈αν ἐκλεξάμενον, κατασκευαῖς χειροποιήτοις ὀχυρώτατον ποιεῖν, ἵν’ εἴ τι συμβαίη τῶν ἀπροσδοκήτων, ἀναχώρησιν ἔχῃ καὶ τῶν δεινῶν ἀποφυγήν. ἐδεῖτό τε, εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν πείθεσθαι αὐτῷ, εὐνοϊκῶς διακειμένῳ πρὸς αὐτὸν, καὶ μὴ ἀτιμάζειν τὴν βουλήν. καὶ γὰρ καὶ αὐτῷ νυνὶ, καίτοι καὶ ψευδῶν ὄντων τῶν εἰρημένων κατ’ αὐτοῦ, μηδεμίαν ἑτέραν εἶναι σωτηρίας πρόφασιν, ἢ τὸν πύργον, εἰς ὃν κατέφυγε τὸν κίνδυνον διαδιδράσκων.
εἰ δὲ καὶ ἀληθῆ συνέβαινε τὰ εἰρημένα εἶναι, ἢ πρὸς τὸ τόλμημα ἂν συνήρατο ἢ ἐῤῥύσατο τοῦ θανάτου φωραθέντα. Ἀπόκαυκος μὲν οὖν τοιαῦτα συνεβούλευε· δομέστικος δὲ ὁ μέγας πάλιν πέμψας πρὸς αὐτὸν, περὶ μὲν τῶν λεγομένων, ἔφη, κατ’ αὐτοῦ μάλιστα βούλεσθαι καὶ αὐτὸν μὴ εἶναι ἀληθῆ, ὥσπερ δῆτα καὶ αὐτὸς διϊσχυρίζεται. οὕτω γὰρ αὐτός τε εὔνους ἔσται ἀποδεδειγμένος βασιλεῖ, καὶ οἱ συκοφάνται αὐτὸ τοῦθ’, ὅπερ εἰσὶν, ἐξεληλεγμένοι. εἰ δ’ ἄρα καὶ αὐτὸς ἐλπίσι κεναῖς ἀπατηθεὶς, ὅπερ δὴ πολλοῖς συμβέβηκε, τοῦ δέοντος ἐξετράπη, καὶ μήτε δυνατὰ, μήτ’ αὐτῷ προσήκοντα διενοήθη, οὐ χρὴ διὰ ταῦτα τὸν πρὸς βασιλέα πόλεμον αἱρεῖσθαι, τείχεσι θαῤῥοῦντα, ἐξ ὧν ἔσται πλέον ὄφελος οὐδέν. ἀλλ’ ἐπὶ τοῖς προτέροις ἑαυτῷ μεμψάμενον, ὡς κακῶς βεβουλευμένῳ, ἐν τοῖς ἐφεξῆς βελτίω παρέχειν ἑαυτὸν καὶ τὴν προσήκουσαν φυλάττειν τάξιν καὶ συγγνώμης ἐπὶ τοῖς ἡμαρτημένοις δεῖσθαι τυχεῖν. βέλτιον μὲν γὰρ τὴν ἀρχὴν μὴ ἁμαρτάνειν· εἰ δ’ ἄρα συμβαίη, δεύτερον ἀγαθὸν ἑαυτόν τινα ἐπανορθοῦν ἀποστάντα τῶν κακῶν.
PG 153:705ἐπεὶ δὲ ὅσον οὔπω παρέσται καὶ αὐτὸς, ὃν εἴωθεν αὐτὸς ἰατρὸν ἑαυτοῦ καλεῖν, ἔχων πολλὰ φάρμακα τοῖς ἑκάστου κατ’ ἄλληλα νοσήμασιν, εἴ γε βούλοιτο αὐτὸς, ῥᾳδία τῶν τραυμάτων ἡ ἴασις ἐκείνῳ ἔσται. ἦν γὰρ δὴ ὁ παρακοιμώμενος πρὸς τοῖς ἄλλοις, οἷς τὸν μέγαν δομέστικον προσηγόρευε, καὶ ἰατρὸν εἰθισμένος ἑαυτοῦ καλεῖν, οἷα δὴ ἐκ πολλῶν τῶν περισχόντων πολλάκις αὐτὸν κινδύνων ἐξαρπάσαντα καὶ τεθεραπευκότα πονήρως ἐσχηκότα. τῆς γε μὴν ἕνεκα βουλῆς, ἧς αὐτῷ συνεβούλευε περὶ τοῦ φρούριόν τι ἑαυτῷ κατασκευάσαι, ἵν’ εἴη καταφυγὴ πρὸς τὰς τῶν πραγμάτων μεταβολὰς, χάριτας μὲν ἔλεγεν εἰδέναι τῆς περὶ ἐκεῖνον προθυμίας καὶ σπουδῆς· αὐτῷ δὲ μὴ τὴν ἐκ τῶν τοιούτων ἀσφάλειαν εἶναι περισπούδαστον. ἀλλ’ ἡδέως ἂν ἔχειν, τὴν ἡμέραν ἐκείνην μετὰ τῶν ἐν ᾅδου προσομιλεῖν, ἐν ᾗ μετὰ τὴν ἐκ τῆς ἄνωθεν ἐλπίδα δεξιᾶς τῆς ἐκ τῶν φίλων ἀσφαλείας ἀμελήσας καὶ τοῦ τούτων τὰς καρδίας, ὥσπερ ἀκροπόλεις, οἷα δὴ ἀσφαλεστάτῃ φρουρᾷ κατέχειν, τῇ φιλίᾳ, ξύλοις καὶ λίθοις καὶ λογισμοῖς ὑγιὲς οὐδὲν ἔχουσι πιστεύσειε τὴν σωτηρίαν.
πρώτην μὲν γὰρ εὐδαιμονίαν καὶ ἄκρως ἀγαθὸν ἀνθρώποις τὸ θεῷ προσομιλεῖν καὶ διὰ παντὸς αὐτῷ συνεῖναι τῇ πρὸς ἐκεῖνον διὰ καθαρότητος ἀναβάσει, αὐτὸς εἰδέναι. δευτέραν δὲ μετ’ ἐκείνην, τὸ φίλοις χρῆσθαι ἀσφαλέσι καὶ πιστοῖς, πρῶτον μὲν τοῖς ὀλίγοις καὶ συνέσει διαφέρουσι τῶν πολλῶν, ἔπειτα δὲ μετ’ ἐκείνους καὶ τὴν παρὰ τῶν πολλῶν εὔνοιαν καρποῦσθαι, πάντων ἐκείνοις διὰ χρηστότητα τρόπων προσεχόντων. καὶ τοῦτο οἴεσθαι οὐ πύργων μόνον ἁπάντων ἀναλωτότερον, ἀλλὰ καὶ χρημάτων καὶ δόξης καὶ τιμῆς ἁπάσης τιμιώτερον καὶ βασιλείας αὐτῆς ὑψηλότερον εἰς εὐτυχίας λόγον. ὅθεν οὐδὲ πείσεσθαι αὐτῷ τοιαῦτα συμβουλεύοντι, ἀλλ’ ἣν ἐξαρχῆς προείλετο, μέχρι τέλους ἑαυτῷ ἀσφάλειαν τηρήσειν, ὥσπερ δῆτα καὶ σὺ τὴν ἐκ τῶν φρουρίων καὶ ὀχυρωμάτων. Ἀπόκαυκος μὲν οὖν ὁ παρακοιμώμενος οὕτως ἐν Ἐπιβάταις ἐγκεκλεισμένος ἐφρουρεῖτο. ια. Τοῦ μεγάλου δὲ δομεστίκου Διδυμοτείχῳ ἐνδιατρίβοντος καὶ περὶ τὴν παρασκευὴν τῆς στρατιᾶς ἠσχολημένου, ἧκον ἐκ Πελοποννήσου πρέσβεις πρὸς αὐτὸν, ἐπίσκοπός τε ὁ Κορώνης καὶ ὁ Σιδηρὸς Ντζιουὰν, ἐκ τῶν ἡγεμόνων τῶν πόλεων, αἳ ὑπήκοοι Λατίνοις ἦσαν, ἀπεσταλμένοι.
ἡ πρεσβεία δὲ ἦν· ὑπὸ βασιλέα γενέσθαι πάντας ἐπὶ τῷ τῶν μὲν πόλεων, ἃς κατέχουσιν, αὖθις αὐτοὺς ἡγεμονεύειν, φόρους δὲ τοὺς δημοσίους πάντας, οὓς πρίγγιπι παρέχουσι, διδόναι βασιλεῖ καὶ πᾶσαν ἄλλην ἐπιδείκνυσθαι καὶ θεραπείαν καὶ δουλείαν, καὶ στρατηγὸν ἐκ βασιλέως ἔχειν, ὑφ’ ᾧ τελέσουσιν ἑκόντες πάντες. ἡ μὲν οὖν τῶν ἐκ Πελοποννήσου Λατίνων πρεσβεία τοιαύτη ἦν. γράμματα δὲ καὶ πρὸς τὸν μέγαν δομέστικον πεπόμφασιν, ἃ ἐδήλου τοιάδε· ὡς πάντες αὐτοὶ ἀπὸ συνθήματος, ἔτι περιόντος βασιλέως, βουλεύσαιντο ἀποστάντες πρίγγιπος ἐκείνῳ προσχωρεῖν καὶ ἤδη ἐν ἐπιχειρήσει ἦσαν τοῦ πράττειν τὰ βεβουλευμένα. ἐπεὶ δὲ βασιλέα τετελευτηκότα πύθοιντο, ἀπογνόντας τὴν ἐπιχείρησιν, αὖθις ἠρεμεῖν.
Chapter IICaput II
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:707Παγάνου δὲ Ντεπιστόγια, συνήθους αὐτοῖς ἐς τὰ μάλιστα καὶ φίλου, ὀλίγῳ πρότερον ἐκ Βυζαντίου ἀφιγμένου, καὶ τῶν πραγμάτων πᾶσαν τὴν ἀρχὴν καὶ τὴν ἡγεμονίαν ὑπὸ σὲ ἀπαγγείλαντος τελεῖν, αὖθις συνελθόντας πάντας ἡμᾶς, τὰ δεδογμένα πρότερον ἐπιψηφίσασθαι, οὐ μόνον διὰ τὴν εὐγένειαν τῶν τρόπων καὶ τὸ δύνασθαι αὐτοῖς, ἄν τινες ἐπίωσιν, ἀμύνειν, ἀλλ’ ὅτι καὶ πολὺν ἤδη χρόνον, καίτοι μήπω συντυχόντες, εὐνοϊκῶς σοι διακείμεθα καὶ φιλίως. ἐξ ὅτου γὰρ ἐν Ἀκαρνανίᾳ βασιλεῖ συστρατευόμενος, τοῖς ἐν Θωμοκάστρῳ παρ’ ἡμῶν κατὰ συμμαχίαν ἀφιγμένοις Νικηφόρου τοῦ δεσπότου παιδὸς πρὸς λόγους ἐλθὼν αὐτὸς, φίλους ἀντὶ πολεμίων ἔπεισας γενέσθαι, ἐκεῖνοί τε ἀεί σοι τὴν εὔνοιαν διατηροῦσι καὶ ἡμᾶς ἀνέπεισαν, πολλὰ καὶ θαυμάσιά τινα περὶ σοῦ διεξιόντες, τὴν ἴσην καὶ ὁμοίαν εὔνοιαν κεκτῆσθαι περὶ σὲ, ὑφ’ ἧς καὶ νῦν πεπείσμεθα, τὴν πρεσβείαν ταύτην ποιήσασθαι νυνί. τὴν μὲν οὖν ἀξίωσιν ἡμῶν οἱ παραγενόμενοι ἀπαγγελοῦσι πρέσβεις.
ἂν δὲ τούτοις βασιλίς τε καὶ αὐτὸς ἐπιψηφίσησθε, οὐδὲν ἔτι τὸ κωλῦσον ἡμᾶς ὑπὸ τὴν Ῥωμαίων βασιλείαν, ὥσπερ ἐπηγγειλάμεθα, τελεῖν, μόνον εἰ αὐτὸς ἀφίξῃ πρὸς ἡμᾶς, τάς τε πόλεις παραληψόμενος καὶ τὰ ἐνταῦθα πράγματα, ὅπῃ ἄν σοι δοκῇ, ἄριστα διοικήσων. τὰ μὲν οὖν γράμματα ἰδίᾳ τε ἑκάστῳ καὶ πᾶσιν ὁμοῦ τοιάδε ἦν. ἃ δεξάμενος ὁ μέγας δομέστικος, ἥσθη τε ὑπερφυῶς καὶ τοῖς τε πρέσβεσι προσεφέρετο φιλοτίμως ἄγαν καὶ μεγαλοπρεπῶς. καὶ τοῖς πεπομφόσιν ὡμολόγει χάριτας πολλὰς τῆς εἰς αὐτὸν εὐνοίας καὶ τἄλλα τε, ὅσων ἐδέοντο, ὑπέσχετο ποιήσειν καὶ ἀφίξεσθαι πρὸς αὐτοὺς ἅμα ἦρι. νῦν γὰρ οὐκ εἶναι ῥᾴδιον κινεῖν τὴν στρατιὰν πρὸς οὕτως ὑπερόριον στρατείαν, οὐ μετὰ πολὺ χειμῶνος ἐσομένου·
(φθινοπώρου γὰρ ὥρα τότε ἦν,) πίστεως δὲ τῶν εἰρημένων ἕνεκα καὶ Βρουλᾶν τὸν Ἰάκωβον παρείχετο αὐτοῖς, ὥστε συνεῖναι τοῦ χειμῶνος, ὃς τῶν οἰκειοτάτων ἦν αὐτῷ, ἅμα μὲν τὴν πρὸς αὐτοὺς εὐμένειαν ἐπιδεικνύμενος, ὅτι ὡς οἰκείων ἤδη προνοοῖτο, ἅμα δ’ εἴ τι καὶ δύσνουν ἔτι ὑπολέλειπτο τῶν ἐν Πελοποννήσῳ, προσαξόμενος δι’ αὐτοῦ, ὥστε μηδεμίαν εἶναι δυσχέρειαν ἐκεῖσε παραγενομένῳ, ἀλλ’ ὑπαγάγηται πάντας βασιλεῖ. δώροις δὲ τούς τε πρέσβεις ἅμα καὶ τοὺς πεπομφότας φιλοτίμως ἀμειψάμενος, συνεξαπέστειλεν αὐτοῖς ἅμα τὸν Βρουλᾶν, ἐπαγγειλάμενος ἐπικαίρως καὶ αὐτὸς ἀφίξεσθαι.
PG 153:709ἐν Βυζαντίῳ δὲ παρεσκευασμένων τῶν τριήρεων, ἃς πρὸς τὴν ἔφοδον τῶν Περσῶν ἔφημεν ὁπλίζεσθαι, ἐπεὶ ὁ παρακοιμώμενος, ὃς αὐτῶν στρατηγὸς κεχειροτόνητο, δύσνους βασιλίδι γεγονὼς, ἐδραπέτευσεν ἐν Ἐπιβάταις, πέμψας ὁ μέγας δομέστικος ἐνεχείρισε τῷ ἐπὶ τοῦ στρατοῦ Σεναχηρεὶμ, ὃς αὐτίκα ἀποπλεύσας, τήν τε Περσικὴν διέλυσε στρατιὰν καταπλήξας τῷ τάχει τῆς παρασκευῆς, καὶ πολλὰ τὴν Σαρχάνη κακώσας χώραν καὶ πολίσματος ἑνὸς τῶν παραθαλαςσίων κρατήσας ἐξ ἐφόδου καὶ ἐξανδραποδισάμενος καὶ τἄλλα ὅσα ἔδει τὸν ἀγαθὸν ποιήσας στρατηγὸν, ἐπανῆλθεν εἰς τὴν Κωνσταντίνου. ἐκ δὲ τῆς ἑσπέρας μετὰ τὴν βασιλέως τελευτὴν ὅ,τε πρωτοστράτωρ Συναδηνὸς Θεσσαλονίκης ἐπιτροπεύων καὶ ὁ Χρέλης Κωνσταντῖνός τε Παλαιολόγος ὁ τοῦ βασιλέως θεῖος καὶ ὁ τοῦ μεγάλου δομεστίκου ἀνεψιὸς Ἄγγελος Ἰωάννης ὁ πιγκέρνης Τζαμπλάκων τε ὁ μέγας παπίας καὶ ὅσοι τῶν ἐν τέλει ἦσαν πόλεων ἐπιτροπεύοντες, πρὸς ἀλλήλους ἐπικηρυκευσάμενοι καὶ συμφρονήσαντες, οἱ πλείους μὲν κατελείποντο διοικοῦντες τὰς ἀρχάς·
πιγκέρνης δὲ ὁ Ἄγγελος καὶ ὁ Παλαιολόγος Κωνσταντῖνος καὶ Τζαμπλάκων πρὸς τὸν μέγαν δομέστικον ἀπεστέλλοντο, τὰ κοινῇ δηλώσοντες πᾶσι δεδογμένα. ἔτι δὲ ἐχόμενοι ὁδοῦ, κήρυκα προπέμψαντες, ἐδήλουν γράμμασι τῷ μεγάλῳ δομεστίκῳ, μηδὲν περὶ ἑαυτοῦ κινεῖν τῶν καθεστώτων, μηδὲ πράττειν μηδὲν, μήτε τῶν δοκούντων βελτιόνων ἢ χειρόνων, ἂν μὴ παρῶσι καὶ αὐτοί· πάντως δὲ παρέσονται ὅσον οὐδέπω. δίκαιον δὲ εἶναι πείθεσθαι αὐτοῖς, οὐ μόνον ἐν τοῖς πρώτοις τῶν φίλων τεταγμένοις, ἀλλὰ καὶ παρ’ ἑτέρων ἥκουσιν ὁμοίων. παραγενομένοις δὲ, ἃ ἂν πᾶσι δόξειε κοινῇ λυσιτελεῖν, ταῦτα πράττειν. ἐπεὶ δὲ γένοιντο ἐγγὺς Διδυμοτείχου, πάλιν ἕτερον προπέμψαντες, τήν τε ἄφιξιν ἐμήνυον αὐτῶν καὶ προετρέποντο ἐξιέναι εἰς ὑπάντησιν αὐτῶν. τῷ δὲ ἐδόκουν ἀνόητα ἀξιοῦν. οὐ γὰρ αὐτόν τινα προσήκειν τοὺς ἐντυγχάνοντας τιμᾷν προσαναγκάζειν, ἀλλ’ ἐκείνους οἴκοθεν ἀξίους κρίνοντας ἐπιψηφίζειν τὴν τιμήν. ἐξετάζοντι δὲ πρὸς ἑαυτὸν τὸν λόγον, διὰ τὴν δοκοῦσαν ἀτοπίαν παρίστατο νοεῖν ὅπερ ἦν, ὡς οὐ σφετέρας ἕνεκα αὐτῶν τιμῆς ἠξίουν τοιαῦτα, ἀλλ’ ἵνα ὑπαντήσαντος, τῶν ἵππων ἀποβάντες αὐτοὶ τιμὴν ἀποδῶσι τὴν μεγίστην.
PG 153:711ὁ μὲν οὖν τοιαῦτα ἐννοήσας, ἔμεινεν οἴκοι. τοῖς δ’ ἐπεὶ οὐκ ἐξεγένετο τὴν ἐπίνοιαν εἰς ἔργον ἀγαγεῖν, ὀλίγῳ ὕστερον καιρὸν ἐπιτηρήσαντες καὶ συντυχόντες ἐφίππῳ, τῶν ἵππων ἀποβάντες προσεκύνουν. εἶτ’ αὐτῷ οἴκοι συνελθόντες οὐ κατὰ τὸ πρότερον ἔθος συνεισῄεσαν ἔφιπποι τὴν αὐλὴν, ἀλλ’ ἔξω καταλιπόντες, παρέθεον πεζῇ. ὁ δὲ ἠγανάκτησεν ἐφ’ ἑκατέροις οὐ μετρίως. ἔπειθ’ ἑαυτῷ περιστησάμενος, κατηγόρει τὴν καινοτομίαν καὶ μὴ τοιαῦτα συνεβούλευε ποιεῖν, ἀλλὰ τοῖς προτέροις ἔθεσιν ἐμμένειν. εἰ δὲ μὴ πείθοιντο, ἠπείλησεν ἀπελάσειν πρὸς ὀργήν. δεῆσαν δὲ αὖθις ἵππῳ ἐπιβῆναι, ἐκέλευε τῆς πύλης ἄγειν ἔξω· εἶτα παριὼν τὴν αὐλὴν πεζῇ ἐπέβαινε πρὸς τῇ πύλῃ. ὅπερ οἱ τὴν καινοτομίαν ἰδόντες εἰργασμένοι καὶ καταπτήξαντες τὴν ἀπειλὴν, ἐνέμενον τοῖς προτέροις, μηδὲν καινὸν, μήτε διανοούμενοι, μήτε πράττειν ὑπομένοντες, μήτ’ ἐκεῖνοι, μήθ’ ἕτεροί τινες. ιβ. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ ὁ τῶν Τριβαλῶν ἄρχων Στέφανος ὁ Κράλης τὰς πρὸς βασιλέα λύσας σπονδὰς, ἐπεὶ ἐπύθετο ἀποθανόντα, τήν τε ἄλλην πᾶσαν κατέδραμε Μακεδονίαν ληϊζόμενος, καὶ Θεσσαλονίκην παρελθὼν, ἄχρι χωρίου ἦλθε τοῦ προσαγορευομένου τῶν Κρητῶν.
ἔπειτα ἀνέστρεφεν, οὐ πολλὴν λείαν ἐπαγόμενος διὰ τὸ, μηνυθείσης τῆς ἐφόδου, πρότερον ταῖς πόλεσι καὶ τοῖς φρουρίοις τά τε βοσκήματα καὶ τοὺς ἀνθρώπους ἐγκατακλεισθῆναι. ἐπεὶ δὲ ἠγγέλλετο περὶ τούτων τῷ μεγάλῳ δομεστίκῳ, ἐκκλησίαν συναθροίσας, ἐβουλεύετο μετὰ τῶν ἐν τέλει καὶ τῶν ἡγεμόνων τῆς στρατιᾶς, ὅ, τι δέοι ποιεῖν πρὸς τὴν ἔφοδον τῶν Τριβαλῶν. οἱ μὲν οὖν ὅ,τι ἕκαστος ἐδόκει λυσιτελεῖν ἐβουλεύετο πρὸς τὰ παρόντα. τῷ μεγάλῳ δὲ δομεστίκῳ τὸ πρὸς Κράλην ἀντικαθίστασθαι ταχέως, ἵν’ ἢ πείθοιεν αἱρεῖσθαι τὴν εἰρήνην ἢ θρασυνομένῳ πολεμοῖεν, δοκοῦν τῶν ἀναγκαίων, ἔτι πολλῷ μᾶλλον ἀναγκαιότερον καὶ λυσιτελέστερον πρὸς τὴν εἰς Πελοπόννησον στρατείαν ἅμα ἦρι παρεσκευασμένους ἐδόκει εἶναι καὶ μὴ προί̈εσθαι τὸν καιρὸν, πράξεων παρεχόμενον μεγάλων ἀφορμάς. εἰ γὰρ, θεοῦ συναιρουμένου, τοὺς τὴν Πελοπόννησον οἰκοῦντας Λατίνους ἔφασκε γένοιτο προςλαβεῖν, ἀνάγκη καὶ τοὺς τὴν Ἀττικὴν καὶ Βοιωτίαν οἰκοῦντας Κατελάνους ἢ ἑκόντας ἡμῖν ἢ βιασθέντας προσχωρῆσαι.
τούτου δὲ γεγενημένου καὶ τῆς Ῥωμαίων ἡγεμονίας ὥσπερ ἐν τοῖς πάλαι χρόνοις ἐκ Πελοποννήσου μέχρι Βυζαντίου συνεχοῦς γεγενημένης, ἔξεστι συνορᾷν, ὡς οὐδὲν ἔργον ἤδη Τριβαλούς τε καὶ τοὺς ἄλλους περιοίκους τῶν βαρβάρων τῆς ὕβρεως δίκας ἀπαιτεῖν, ἧς ἐξυβρίζουσιν εἰς ἡμᾶς τοσοῦτον ἤδη χρόνον. ὡς οὖν μεγάλων ἐκεῖθεν ἐλπίδων ὑποφαινομένων, οὕτω προσήκει πράττειν ὥστε μὴ τὸν καιρὸν ἡμᾶς διαφυγεῖν. οὗ δὴ ἕνεκα εἰς Βυζάντιον ἡμᾶς ἐπανελθεῖν ἡγοῦμαι νυνὶ προσήκειν. δυνάμεως γὰρ ἡμῖν πρὸς τὴν Πελοπόννησον χρεία ναυτικῆς, ἣν δεῖ τοῦ χειμῶνος παρασκευασθῆναι. ἂν οὖν τούτων ἀμελήσαντες νῦν, τραπώμεθα πρὸς τὴν ἑσπέραν, νομίσαντες ὡς ἐπανήξομεν τἀκεῖ καταστήσαντες ταχέως, δέος μὴ πολέμοις ἐμπλακέντες καί τισιν ἑτέροις ἀναγκαίοις καὶ μὴ δυνηθέντες παρασκευάσασθαι, ἐπανελθόντες ἀπολέσωμεν τὴν πρᾶξιν. ἐὰν δὲ γενώμεθα ἐν Βυζαντίῳ νῦν, πρῶτα μὲν ναυάρχους καταστήσομεν καὶ στρατηγὸν, οἷς μελήσει τάς τε ναῦς ἐπισκευάζειν καὶ ναύτας, οἳ ἐπιβήσονται, καὶ ὁπλίτας καταλέγειν. ἔπειτα δὲ καὶ περὶ χρημάτων σκεψόμεθα, ὅθεν λαμβάνειν αὐτοῖς ἐξέσται πρὸς τοῦ στόλου τὴν παρασκευήν.
PG 153:713πρὸς δὲ τούτοις καὶ τοὺς τῶν δημοσίων φόρων διοικητὰς ἀνάγκη καθιστᾷν, ἵνα μὴ, ἀτάκτως φερομένων καὶ ὡς ἔτυχε, λύμη τις γένηται περὶ χρήματα τὰ κοινὰ, ἐπιδεδωκότα οὐ μικρῶς ἐκ προσθήκης μὲν οὐδεμιᾶς τῶν εἰθισμένων φόρων, ἐξ ἑτέρων δέ τινων τρόπων καὶ ἐπινοιῶν. ἐπειδὰν δὲ ταῦτα τῆς προσηκούσης ἐπιμελείας τύχῃ καὶ φροντίδος, πρεσβείαν διανοοῦμαι πέμπειν πρὸς τὸν ἄρχοντα τῶν Τριβαλῶν, ἅμα μὲν κατασκεψομένους τὴν ἐκείνου δύναμιν ὁπόση εἴη, ἅμα δὲ, εἰ καὶ πρὸς διαλλαγὰς ἑτοίμως ἔχει, χωρήσοντας πρὸς διαλύσεις. οὐ γὰρ ἡγοῦμαι νῦν ἡμῖν λυσιτελεῖν, ἐξὸν εἰρήνην μετὰ τῶν ὁμορούντων ἐθνῶν ἄγειν, ἑκοντὶ τὸν πόλεμον αἱρεῖσθαι. αὐτὸς δὲ ὀλίγας ἡμέρας Βυζαντίῳ ἐνδιατρίψας, ἔπειτα τὸ μισθοφορικὸν τῆς στρατιᾶς καὶ τῶν ἐκ χωρίων τὰς προσόδους ἐχόντων τοὺς δυνατωτέρους παραλαβὼν, ὡς καὶ τῆς ἑσπερίου στρατιᾶς συνεσομένης, πρὸς ἑσπέραν τοῦ χειμῶνος βαδιοῦμαι, τοῖς ἄλλοις ἐπιτρέψας οἴκοι διατρίβειν καὶ παρασκευάζεσθαι πρὸς τὴν στρατείαν, ὡς ἅμα ἦρι ἐσομένης.
καὶ Ἀλβανοὺς τοὺς περὶ Πογονιανὴν καὶ Λιβίσδαν νεμομένους ληϊσάμενος καὶ δίκας τῆς ἀδικίας ἐπιθεὶς, (ἴστε γὰρ δήπου καὶ αὐτοὶ, ὡς καὶ περιόντος βασιλέως καὶ μετὰ τὴν ἐκείνου τελευτὴν πολλὰ τὰς τῆς Ἀκαρνανίας πόλεις καὶ Βαλάγριτα ἐκάκωσαν ὁσημέραι κατατρέχοντες καὶ ληϊζόμενοι,) πειράσομαι, εἰ δυναίμην, οἴομαι δὲ, τὴν τῶν Χριστοῦ γενεθλίων ἑορτὴν ἐν Βυζαντίῳ ἀγαγεῖν, οὐ μόνον διὰ τὴν στρατιὰν, ἵνα μὴ ὑπερόριος ἐν χειμῶνι διατρίβῃ, ἀλλ’ ἵνα καὶ βασιλέως ἡ νέου στεφηφορία τελεσθῇ. οὕτω γὰρ ἐδέδοκτο ἡμῖν. ἅμα δὲ ἦρι ἀρχομένῳ τῶν τε τριήρεων πρὸς τὸν πλοῦν οὐσῶν παρεσκευασμένων καὶ τῆς στρατιᾶς ἁπάσης, ἐξ ἠπείρου τε ἅμα καὶ θαλάσσης προσβαλοῦμεν τῇ Πελοποννήσῳ. οὐ γὰρ μικρὰ προσθήκη γενήσεται Ῥωμαίοις, ἂν ὑπαγαγώμεθα ἐκείνους.
PG 153:715ὁδοῦ δὲ πάρεργον καὶ τοὺς τῆς Ἰωνίας διερευνησάμενοι ναυστάθμους καὶ ποταμοὺς, ἐν οἷς οἱ Πέρσαι τὰς σφετέρας αὐτῶν προσορμίζουσι ναῦς, καὶ καταφλέξαντες πυρὶ, (οὕτω γὰρ Ἀλησέρῃ τῷ Κοτυαείου σατράπῃ καὶ ἐμοὶ συντέθειται, ἐκ τῆς ἠπείρου παραβοηθοῦντι ἅμα στρατιᾷ πεζῇ τε καὶ ἱππικῇ,) καὶ τῆς ἐξ ἐκείνων ἀπαλλαγέντες λύμης καὶ φροντίδος, πρὸς τὸν προκείμενον βαδιούμεθα ἀγῶνα, πάντα τὰ οἴκοι καταστήσαντες καλῶς. τοιαῦτα τοῦ μεγάλου βουλευσαμένου δομεστίκου, ἐπεὶ καὶ τοῖς ἄλλοις συνεδόκει καὶ ἐπῄνουν τὴν βουλὴν, πρὸς μὲν τὸν τῶν Τριβαλῶν ἄρχοντα πρέσβεις ᾑροῦντο αὐτίκα. οἳ καὶ παραγενόμενοι καὶ διαλεχθέντες περὶ εἰρήνης, ἔπεισάν τε διαλύσασθαι καὶ ἔθεντο σπονδὰς κατὰ τὰς οὔσας πρίν. ὁ μέγας δὲ δομέστικος ἀθροίζεσθαι κελεύσας τὴν στρατιὰν, αὐτὸς ᾔει εἰς Βυζάντιον. ἐπεὶ δὲ ἐγένετο ἐγγὺς, οἱ Βυζαντίῳ παρόντες τῶν συγκλητικῶν εἰς ὑπάντησιν ἐξελθόντες, ἠσπάζοντο τῶν ἵππων ἀποβάντες. ὁ δὲ ἐπέπληττεν αὐτοῖς ὡς οὐ προσήκοντα ποιοῦσιν· ἔπειτα εἰς τὰ βασίλεια ἐλθὼν, ἠσπάζετό τε βασιλίδα καὶ παρεμυθεῖτο λόγοις, οὐκ ἀλγοῦσαν μόνον ὑπὸ τῶν συμφορῶν, ἀλλὰ καὶ τὸ σῶμα νοσηλευομένην.
καὶ διηγησάμενος, ὅσα τε πράξειε πρὸς Διδυμότειχον ἐλθὼν, καὶ ὅσα τοῖς ἐκ Πελοποννήσου πρέσβεσιν ἐπαγγείλαιτο, οἷά τε διανοοῖτο περί τε ἐκείνων καὶ περὶ τῶν ἄλλων πράττειν, μεγάλα τε ἐλπίζειν παρῄνει καὶ αὐτῷ θαῤῥεῖν, ὡς ὑπὲρ ὠφελείας αὐτῆς τε καὶ παίδων καὶ τοῦ κοινοῦ Ῥωμαίων, οὔτε σώματος, οὔτε χρημάτων φεισομένῳ, ἀλλὰ πᾶσαν ἐπιδειξομένῳ καὶ σπουδὴν καὶ προθυμίαν. νῦν μὲν γὰρ οὐ ῥᾴδιον εἶναι, λόγοις τήν τε στρατιᾶς ἐπίδοσιν καὶ τῶν προσόδων τῶν κοινῶν ἀποδεικνύειν· ἔαρος δὲ γενομένου, εἰ ἐν ζῶσιν εἴη, οὐ λόγων δεήσεσθαι πρὸς τὴν ἀπόδειξιν, ἐξ αὐτῶν τῶν ἔργων φανερᾶς τῆς ὠφελείας γινομένης. ἔπειτα καὶ περὶ ὧν ἥκει κοινωσάμενος, ὡς καὶ αὐτῇ συμφέροντα ἐδόκει καὶ ἐπεψήφιζε τὴν βουλὴν, ἔργου εἴχετο καὶ διῴκει πάντα, ᾗ βεβούλευτο. ιγ. Ὀλίγῳ δὲ ὕστερον ἐξ ἐκείνης τῆς ἡμέρας ἐν βασιλείοις αὐτοῦ τῇ βασιλίδι διαλεγομένου περὶ τῶν κοινῶν καὶ κοινῇ βουλευομένων περὶ ὧν ἂν δέοι πράττειν, θροῦς ἔξωθεν ἠκούετο καὶ βοὴ περὶ τὰ βασίλεια συμμιγής. ἐρομένης δὲ τῆς βασιλίδος πρὸς αὐτὸν, τί ἂν εἴη ταῦτα, σαφὲς μὲν οὐδὲν εἰδέναι ἔφασκεν·
οἴεσθαι δὲ, πρὸς τὴν δίκην τινῶν ἀλλήλοις ἀντιλεγόντων, τὸν θόρυβον γίνεσθαι τουτονί. διϊσχυρίζετο δὲ καὶ ὕστερον, οὐδὲν ἄλλο οἰηθῆναι τὴν ἀρχήν· οὐδὲ γὰρ οὐδ’ αὐτός τι ᾔδει τῶν γιγνομένων. ἔπειτα ὡς μείζων ἦν ὁ θόρυβος καὶ παρετείνετο ἐπιπολὺ, νομίσας καὶ αὐτὸς νεώτερόν τι εἶναι, ἀναστὰς ἐξῄει μαθεῖν ἐθέλων τῶν γινομένων τὴν αἰτίαν. ὁρᾷ δὲ τῶν βασιλείων τὴν αὐλὴν πλήθουσαν ἀνδρῶν, οἳ ἦσαν οὐ τοῦ στρατιωτικοῦ καταλόγου μόνον, ἀλλὰ καὶ τῶν ἐπ’ εὐγενείᾳ λαμπρυνομένων νέων, καὶ τὸν πατριάρχην ἐν μέσοις αὐτοῖς ἑστῶτα καὶ λογομαχοῦντα πρὸς αὐτοὺς διαφερομένους. αἰτία δὲ τῆς διαφορᾶς ἦν, ὅτι δὴ ἠξίουν μείζονος τιμῆς τὸν μέγαν δομέστικον δίκαιον τυγχάνειν εἶναι καὶ μὴ τοῖς πολλοῖς ὁμοίως πεζῇ τῶν βασιλείων εἰσιέναι τὴν αὐλήν· ὃς οὐ μόνον νῦν τῶν ὅλων πραγμάτων ἔχει τὴν ἀρχὴν, ἀλλὰ καὶ, βασιλέως περιόντος, παραδυναστεύων ἦν καὶ πολλάκις ὑπ’ ἐκείνου προσκεκλημένος πρὸς τὴν βασιλείας κοινωνίαν. ἐν αἰτίαις τε τὸν πατριάρχην διὰ ταῦτα ἐποιοῦντο, ὅτι δὴ περιορῴη καὶ μὴ βασιλίδι παραινοίη τὰ προσήκοντα. ταῦτα δὴ αὐτοῖς ἐλέγετο, οὐ πᾶσιν ὁμοίας ἔχουσι τὰς γνώμας.
Chapter IIICaput III
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:717ἀλλ’ οἷς μὲν εὔνοια πρὸς ἐκεῖνον ἦν, ἐσπουδάζετό τε ἀληθῶς ὁμοίως καὶ ἐλέγετο, οἱ δ’ ἐθεράπευον τὸν καιρὸν καὶ τὴν μεγάλου δομεστίκου δύναμιν· ἦσαν δὲ οἳ καὶ δυσχεραίνοντες πρὸς τοὺς λόγους καὶ ἡδέως ἂν κωλύσοντες, εἰ ἐξῆν, ὅμως ὑπὸ δέους συμφωνεῖν ἐδόκουν τοῖς πολλοῖς, οἰόμενοι, ἐκείνου συνειδότος καὶ ἀφανῶς τὰ τοιαῦτα συσκευάζοντος εἰρῆσθαι. ὁ πατριάρχης δὲ ἀντικαθίστατο πρὸς τοὺς λόγους καὶ, μὴ δεῖν, ἔλεγεν, αὐτοὺς ἀτάκτως θορυβεῖν, ἀλλὰ πείθεσθαι τοῖς βασιλίδι καὶ μεγάλῳ δομεστίκῳ ἐγνωσμένοις. ἐν τούτοις δὲ τῆς ἔριδος ἐκείνοις οὔσης, ἐπεὶ ἐπέπαυτο φανέντος, τοῖς μὲν ἄλλοις ὥσπερ ὀργιζόμενος οὐδὲν εἰρήκει· πατριάρχην δὲ ἐμέμφετο, ὅτι ἀνοήτων ἀνθρώπων προσέχων λόγοις, ἕστηκε πρὸς αὐτοὺς λογομαχῶν καὶ θόρυβον κινῶν. συνεβούλευέ τε οἴκοι ἀπελθεῖν καὶ μηδὲν πρὸς ἐκείνους διαφέρεσθαι νῦν, ὡς ἐς τὴν ὑστεραίαν ἅμα αὐτῷ περὶ τῶν εἰρημένων ποιησομένῳ λόγον. προέπεμπέ τε ἄχρι ἵππου θεραπεύων διὰ τὴν πρὸς αὐτὸν γεγενημένην μέμψιν, οὔπω πρότερον τοῦτο εἰργασμένος, ἀλλ’ ἐν τοῖς βασιλείοις οἴκοις συνταττόμενος ἀναστρέφειν εἰωθώς.
εἰς βασιλίδα δὲ αὖθις ὁ μέγας δομέστικος ἐπανελθὼν, τὴν αἰτίαν τοῦ θορύβου διηγεῖτο, ὅπως τε αὐτὸς τῆς ἀκαίρου φιλονεικίας μεμψάμενος πατριάρχην, ὅτι ἀνοήτων ἀνθρώπων προσχοίη λόγοις ἔχουσι μηδὲν ὑγιὲς, παραινέσειεν οἴκαδε ἀναχωρεῖν. διϊσχυρίζετό τε καὶ αὐτὸς ἐπιμαρτυρόμενος θεὸν, ὡς οὐδὲν τῶν λεγομένων συνειδείη, ἀλλ’ ὑπό τινων ἀπαιδεύτων ὑπ’ αὐθαδείας ἀνοήτως κινηθείη. ἐπαινούσης δὲ τῆς βασιλίδος ἐπὶ τῷ τὸν θόρυβον καταστεῖλαι, ἀλλ’ ἐκείνῳ μὲν ὁ μέγας δομέστικος ἔφη συνεβούλευσα μηδὲν προσθέντι τοῖς εἰρημένοις ἀπελθεῖν, οὕτω συνιδὼν ῥᾳδίως διαλύσειν τὴν φιλονεικίαν, μάλιστα περὶ ἐμοῦ γεγενημένην. σοὶ δὲ, μὴ τὴν αὐθάδειαν ἀτιμώρητον παραινῶ περιιδεῖν, ἀλλὰ λόγοις κολάσαι προσκαλεσαμένην τῆς γλώσσης τῆς ἀκολασίας ἕνεκα. παρῄνεσα δ’ ἂν, καὶ ἐπιπλεῖον ἐνδείξασθαι τὴν ὀργὴν τὴν πρὸς αὐτοὺς, εἰ μὴ ταχέως ἔμελλον ἐνθένδε ἀπελεύσεσθαι, τοὺς πλείους αὐτῶν παραλαβών.
PG 153:719διὸ μετὰ τὸ καθάψασθαι ἀρκούντως, παράσχου συγγνώμην, αἰτιωμένη τῆς ὁδοιπορίας τὴν ἀνάγκην. ᾧ πεισθεῖσα καὶ ἡ βασιλὶς, τοὺς ἄνδρας τε προσεκαλεῖτο καὶ ὠνείδιζεν αὐτοῖς τὴν ἀπαιδευσίαν, ὅτι βασιλέων ἐντεθραμμένοι νόμοις καὶ συνόντες ἐκ παιδὸς, οὐδὲν ἄμεινον τῶν ἀβασιλεύτων διάκεισθε βαρβάρων, πᾶν τὸ προσιστάμενον ὑμῖν ἀτάκτως θορυβοῦντες. σκοπεῖτε γὰρ, εἰς ὅσον ἀνοίας ἠλάσατε νυνί. πρῶτον μὲν γὰρ ἐν βασιλείοις φανερῶς ἀντείπετε βασιλεῦσι· δεύτερον δ’, ὅτι πατριάρχῃ διηνέχθητε, κοινῷ πάντων ὄντι πατρὶ πνευματικῷ καὶ μάλιστα πολλῆς αἰδοῦς ἀξίῳ καὶ τιμῆς, πολλῷ πλέον ἢ οἱ σαρκικῶς γεγεννηκότες. τρίτον δ’, ὅτι καὶ ὑπὲρ μεγάλου δομεστίκου δῆθεν ἐποιήσασθε τοὺς λόγους, τόγε εἰς ὑμᾶς ἧκον ἀποδεικνύντες διὰ τούτων τῆς παρ’ ὑμῶν αὐτὸν δεόμενον ἐπικουρίας εἰς τὸ τυχεῖν, εἴ τινος δέοιτο παρ’ ἡμῶν. τοῦτο δ’ ὅτι τῶν ἀτοπωτάτων, οὐχ ἑτέροις, ἀλλ’ ὑμῖν αὐτοῖς χρήσασθε διαιτηταῖς. οὐ γὰρ νῦν μόνον, ὅτε εἰς αὐτὸν περιήκει τῶν ὅλων ἡ φροντὶς, ἀλλὰ καὶ βασιλέως ζῶντος, ὑμῶν ἁπάντων οὗτος προί̈στατο, ἐν οἷς ἐδεῖσθε βασιλέως· αὐτοῦ δὲ ὑμῶν οὐδείς.
ὥστε καὶ ἐκ τῶν προτέρων καὶ τῶν νῦν συνιδεῖν ὑμᾶς ἐχρῆν, ὡς οὐκ ἂν δέοιτο τῆς παρ’ ὑμῶν ἐπικουρίας. οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν, ὃ βουλομένῳ ἢ περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρων, μὴ καὶ πράττειν δυνατόν. εἰ δὲ τοῦθ’ οὕτως ἔχει καὶ οὐδεὶς ἀντερεῖ, οὐδ’ ὑμᾶς ἐχρῆν θορυβεῖν καὶ ταράττεσθαι εἰκῇ. καὶ διὰ τοῦτο οὐκ εὐεργεσίας, ἀλλὰ δίκης ἄξιοι παρ’ αὐτῷ· κἀγὼ δὲ ὑμᾶς τὰς προσηκούσας τῆς αὐθαδείας ἀπῄτησα ἂν εὐθύνας, εἰ μὴ αὐτὸς παρῃτήσατο δεηθεὶς ὑπὲρ ὑμῶν, ἄλλως δ’ ὅτι καὶ πρὸς τὴν ἐκστρατείαν παρεσκεύασθε, πρὸς ἣν χαίροντας βαδίζειν, οὐκ ἀνιωμένους, οἴομαι προσήκειν. οὗ δὴ ἕνεκα τὴν μὲν τῶν ἡμαρτημένων παρέχομαι συγγνώμην, τοῦ λοιποῦ δὲ εὐτάκτους εἶναι παραγγέλλω καὶ τῶν μειζόνων μηδὲν περιεργάζεσθαι, ἀλλὰ παραχωρεῖν ἐκείνοις, οἷς τὰ τοιαῦτα καλῶς τε ἔξεστι διοικεῖν καὶ, ἐάν τι σφάλλωνται, ἐπανορθοῦσθαι. τοσαῦτα μὲν ἡ βασιλὶς πρὸς ἐκείνους διειλέχθη, τοῦ θορύβου ἕνεκα καθαπτομένη. ἐκεῖνοι δὲ τῆς ἡμερότητος καὶ τῆς συγγνώμης χάριτας ὁμολογήσαντες καὶ τῶν ἄλλων μᾶλλον ὁ μέγας δομέστικος, οἱ μὲν ἄλλοι ἀνεχώρουν·
PG 153:721ὁ μέγας δὲ αὖθις δομέστικος καταλειφθεὶς, ἐβουλεύοντο ἅμα βασιλίδι περὶ ὧν ἀναγκαῖον ἦν. ιδ. Λόγου δὲ καὶ περὶ Ἀποκαύκου τοῦ παρακοιμωμένου ἐμπεσόντος καὶ σκεπτομένων καθότι δέοι χρήσασθαι αὐτῷ, μηδεμίαν ἄλλην, ἔφασκεν ἡ βασιλὶς, τῶν τετολμημένων παρ’ ἐκείνου δίκην ἀπαιτεῖν, ἢ ἣν αὐτὸς ἐτιμήσατο αὐτῷ, ὥστε οἴκοι καθῆσθαι, μὴ ἐξιόντα, μήτε τῶν κοινῶν τι διοικοῦντα. ὁ δ’ ἔφασκε καὶ αὐτὸς τὴν δίκην πρέπουσαν ἡγεῖσθαι τῷ τολμήματι. μὴ μέντοι γε αὐτῷ κατὰ γνώμην εἶναι πρὸς ὑπερόριον ἀπιόντι στρατείαν τὴν πρὸς τὴν ἑσπέραν, τῶν δεομένων διορθώσεως ὀπίσω τι καταλιπεῖν. οὗ δὴ ἕνεκα πρός τε τοὺς περιοίκους Πέρσας θέσθαι σπονδὰς καὶ πρὸς Ἀλέξανδρον τὸν Μυσῶν βασιλέα, ἵνα μὴ ἀπόντος ταράττοιτο αὐτὴ ὑπὸ πολέμων ὀχλουμένη. καὶ διὰ τοῦτο καὶ παρακοιμώμενον ἡγεῖσθαι προσήκειν ἀξιώσαντας συγγνώμης, πάλιν χρῆσθαι, ὅπῃ ἂν δοκῇ συμφέρειν. ἡ δ’ ἀνένευεν, οὐχ ἑαυτῇ καὶ τέκνοις μόνον, ἀλλὰ καὶ αὐτῷ δύσνουν ἐκ πολλῶν ἀποδεικνῦσα· μάλιστα δὲ ἐξ ὧν ἐπ’ αὐτῆς ὀλίγῳ πρότερον αὐθαδῶς ἐκεῖνος καὶ τραχέως προσηνέχθη πρὸς αὐτόν.
εἰ δὴ ἀμφοτέροις ἐκεῖνος ἐπιβουλεύων σαφέστατα ἠλέγχθη, τίνι χρὴ θαῤῥήσαντα, ἄνθρωπον πανουργίας καὶ ἐπιβουλῆς μεστὸν ἀποδημοῦντα αὐτὸν ὀπίσω ἔφασκε καταλιπεῖν; ἄξιον δὲ καὶ τῶν πρὸς τὸν μέγαν δομέστικον Ἀποκαύκῳ εἰρημένων ἐπὶ τῆς βασιλίδος μνημονεῦσαι καὶ ἔτι παλαιοτέρων κακουργημάτων, οἷς ἐχρήσατο κατὰ μεγάλου δομεστίκου, μεγάλα εὐηργετηκότος, ἵν’ ἐκ τῶν διηγημάτων κατάδηλος γένηται ἡμῖν ἥ τε τούτου πρὸς τὰς εὐεργεσίας φιλοτιμία καὶ ἑτοιμότης πρὸς τὸ παρέχειν τοῖς εἰς αὐτὸν ἁμαρτάνουσι συγγνώμην, καὶ ἡ παρακοιμωμένου πρὸς τὰ καλὰ ἀχαριστία καὶ τῶν τρόπων ἡ σκαιότης. οὗτος γὰρ δὴ ὁ παρακοιμώμενος ἐκ Βιθυνίας ὡρμημένος καὶ ἄσημος ἐκ φαύλων φὺς, τὰ πρῶτα μὲν ὑπεγραμμάτευσε πολλοῖς τῶν τὰ δημόσια χρήματα εἰσπραττόντων ὀλίγου ἕνεκα μισθοῦ, ἔπειτα τῷ τοῦ βασιλέως ἐμισθοφόρησε θείῳ Ἀσάνῃ τῷ Ἀνδρονίκῳ. εἶτ’ ἐκείνου ἀποστὰς, προσεχώρησε στρατηγῷ τῷ τῶν ἑσπερίων θεμάτων δομεστίκῳ, τοὺς δημοσίους ἅλας τότε ἐφορεύοντι.
εὐφυὴς δὲ φανεὶς καὶ πρόθυμος πρὸς τὴν ὑπηρεσίαν, χρήματα ἐπιστεύθη παρ’ ἐκείνου, ἵν’ ἐλθὼν πρὸς βασιλέα, (Ἀνδρόνικος δὲ ὁ πρῶτος ἦν,) πείσῃ στρατηγῷ καὶ εἰς τοὐπιὸν ἔτος τὴν διάθεσιν ἐγχειρίζειν τῶν ἁλῶν. ὁ δὲ τὰ μὲν χρήματα ὡς ἴδια βασιλεῖ παρεσχηκὼς, ἐπαγγειλάμενος δὲ καὶ διπλασίω τῶν ὑπὸ στρατηγοῦ παρεχομένων τῷ βασιλικῷ αὐτὸς εἰσφέρειν ταμιείῳ, πείθει βασιλέα ἐκείνου προελέσθαι καὶ τῶν ἁλῶν παρέχειν τὴν ἀρχήν. καὶ οὕτω τοῖς ἰδίοις χρήμασι τῆς ἀρχῆς ἐκεῖνον ἐκβαλὼν, ἤδη λαμπρὸς ἦν καὶ τὰ πρῶτα φέρων τελωνῶν. εἶτ’ ἐπειδὴ πολλὰ τῷ δημοσίῳ χρήματα ὀφείλων, προσδόκιμος ἦν δεσμωτήριον οἰκεῖν καὶ σωφρονίζεσθαι μὴ τοιαῦτα κακουργεῖν, πρὸς ἀποστασίαν εἶδε βασιλέως. οὐ γὰρ ἦν ἑτέρως τὸ κακῶς παθεῖν διαφυγεῖν. συνιδὼν δὲ ἐκ τῶν πραγμάτων, ὡς βασιλεῖ τῷ νέῳ Ἀνδρονίκῳ πρὸς τὸν πάππον ἀναγκαίως ἔσται διαφορὰ, Συργιάννη ἐδεήθη, τῶν ἐπιτηδειοτάτων ὢν αὐτῷ, τῷ νέῳ βασιλεῖ προςαγαγεῖν.
Chapter IVCaput IV
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:723ὁ δὲ (καὶ γὰρ ἤδη ὁ τῶν βασιλέων πρὸς ἀλλήλους ἐκινεῖτο πόλεμος,) ἐδεῖτο τοῦ μεγάλου δομεστίκου, καὶ τὸν Ἀπόκαυκον προσλαμβάνειν, οὐ μόνον εὐφυῶς πρὸς τῶν δημοσίων τὴν εἴσπραξιν ἐσχηκότα φέρων, ἀλλὰ καὶ χρημάτων εὐποροῦντα, οἷς χρήσιμος πρὸς τὸν πόλεμον ὀφθήσεται αὐτοῖς· ὧν καὶ κατὰ τὰς ἀρχὰς τῆς ἱστορίας μάλιστα ἐπεμνήσθημεν συντόμως. ὁ δὲ βασιλεῖ τῷ νέῳ δι’ ἐκείνου προσοικειωθεὶς, ἐπεὶ ὁ τῶν βασιλέων πόλεμος ἀνεῤῥήγνυτο, τοῦ μὲν πρεσβυτέρου βασιλέως εὐθὺς ἀπέστη πρὸς τὸν νέον, οὐ μᾶλλον δι’ εὔνοιαν, ἢ τὸν ὑφορώμενον κίνδυνον διὰ τὰ ὀφειλόμενα χρήματα ἀποδιδράσκων. ταμίας δὲ τῶν βασιλικῶν ἀπεδείκνυτο χρημάτων παρὰ τοῦ μεγάλου δομεστίκου. ἐπεὶ δὲ ἡ νίκη πρὸς τὸν νέον ἀπεῖδε βασιλέα καὶ ὑπ’ αὐτῷ πᾶσα ἡ τῶν Ῥωμαίων ἡγεμονία ἦν, πάλιν ὑπ’ ἐκείνου, σχεδὸν οὐχ ἑκόντος βασιλέως, οὐδὲ προσήκειν αὐτῷ τὴν ὑπηρεσίαν κρίνοντος, εἰς τὸ μεσάζειν τοῖς πράγμασι κατέστη.
πλὴν οὐ παντάπασιν ἐπετράπη τὴν διοίκησιν τῶν κοινῶν, ἀλλ’ ὅσα τῶν ἀναγκαιοτέρων ἦν πρὸς τὸν μέγαν δομέστικον ἀνάγων, αὐτὸς τῶν ταπεινοτέρων εἴχετο, ἐξ ὧν οὐδεμία τοῖς κοινοῖς προσεδοκᾶτο βλάβη, εὖ ἢ κακῶς διῳκημένοις. ὅμως δὲ ὑπὸ πολλῶν ἐθεραπεύετο. μεταξὺ δὲ καὶ πολλάκις βασιλεῖ προσκεκρουκὼς διὰ τὴν φίλην πανουργίαν καὶ μέλλων διδόναι δίκας, ὑπὸ τοῦ μεγάλου δομεστίκου τὴν βασιλέως ὀργὴν ἐῤῥύσθη παραιτουμένου. εἰς τοιαύτην δὲ περιφάνειαν ἐξ ἀφανείας πολλῆς ἐλθὼν, ἐσκέψατο, εἰ δύναιτο τὸν εὐεργέτην ἀμείψασθαι τοῖς ἐναντιωτάτοις. ὡς γὰρ βασιλεὺς ὁ νέος Ἀνδρόνικος τὴν νόσον ἐνόσησεν ἐκείνην τὴν σφοδρὰν καὶ τελευτῆς ἐγένετο ἐγγὺς, βασιλίδι μὲν τῇ γαμετῇ κατελίμπανε τὴν ἀρχὴν, οὔπω μὲν παιδὸς μητρὶ γεγενημένῃ, ὠδινούσῃ δέ· τῷ μεγάλῳ δὲ δομεστίκῳ τὴν διοίκησιν τῶν κοινῶν καὶ τὸ πάντας αὐτῷ ὑπείκειν καὶ μηδένα ἀντιλέγειν πρὸς μηδέν. ὁ δ’ ὥσπερ ἔθος ἐπὶ τελευτῶσι τοῖς βασιλεῦσι τοῖς ὑπολειπομένοις τὴν εὔνοιαν καὶ τὴν πίστιν βεβαίαν παρὰ τῶν ὑπηκόων βουλόμενος ποιεῖν, ὅρκους ἐκθεὶς, πάντας δι’ αὐτῶν ἐκέλευε τὴν πίστιν ἐμπεδοῦν.
PG 153:725οἱ ὅρκοι δὲ Ἄννῃ τε τῇ βασιλίδι Ῥωμαίους διελάμβανον τὴν πίστιν ἀκραιφνῆ φυλάξειν καὶ παιδὶ βασιλέως τῷ γεννησομένῳ ἐξ αὐτῆς, καὶ τῷ μεγάλῳ δομεστίκῳ τὴν εὐπείθειαν. Ξένης δὲ βασιλίδος τῆς βασιλέως μητρὸς ἐμέμνηντο οὐδ’ ὁτιοῦν· οὕτω καὶ βασιλεῖ κεκρικότι δεῖν, μὴ δύνασθαι δύο καὶ ταύτας γυναῖκας μίαν διοικεῖν ἀρχήν. τότε μὲν οὖν ἐκείνη τε ἤνεγκε βαρέως καὶ οἷς πρὸς ἐκείνην εὔνοιά τις ἦν, καίπερ οὐδ’ ἐκείνην ἀθεράπευτον καταλιπόντος τοῦ μεγάλου δομεστίκου. ὡς γὰρ καὶ αὐτὸς τὸ πρᾶγμα ὑπενόει θόρυβον δυνάμενον τῇ βασιλίδι ἐμποιεῖν, Γλαβᾶν τὸν μέγαν διοικητὴν πέμψας κατὰ τάχος πρὸς αὐτὴν, ἅμα δὲ καὶ σταυρὸν ἐκ τῶν πολυτιμήτων λίθων ἀξιοπιστίας ἕνεκα τῶν λόγων, τὴν μὲν νόσον ἐδήλου βασιλέως ὡς εἴη χαλεπή· ἐδεῖτό τε θεοῦ μὴ περιιδεῖν αὐτοὺς τοιούτου βασιλέως ἀποστερηθέντας. εἰ δ’ ἄρα τι συμβαίη τῶν προσδοκωμένων, οὕτω τοῦ πάντα δικαίως καὶ συμφερόντως ταλαντεύοντος οἰκονομοῦντος, μηδὲν αὐτὴν ὑποπτεύειν ἀηδὲς ἐκ τῶν πραγμάτων τῆς μεταβολῆς, ὡς οὐδὲν ἧττον εὐνοϊκῶς αὐτοῦ διακειμένου πρὸς αὐτὴν, ἢ εἰ καὶ αὐτὸς γεγέννητο ἐξ αὐτῆς.
οὕτω δὲ ἐκείνης πρὸς ὀργὴν κεκινημένης, οἱ πάλαι τε ὑπὸ φθόνου πρὸς τὴν εὔκλειαν δακνόμενοι τοῦ μεγάλου δομεστίκου καὶ τότε μᾶλλον πρὸς τὸ πάθος ἐξαφθέντες, σαφῶς ἰδόντες κύριον γεγενημένον τῶν πραγμάτων· ἐν οἷς ἄλλοι τε πολλοὶ καὶ ὁ παρακοιμώμενος Ἀπόκαυκος ἐξητασμένος ἦν, Συργιάννη πρὸς τὴν πρᾶξιν ἡγουμένου·
τὴν βασιλίδος ὀργὴν νομίσαντες ἂν αὐτοῖς τὰ μέγιστα συμβαλέσθαι πρὸς τὸ τοῦ μεγάλου δομεστίκου περιγενέσθαι καὶ καταλῦσαι τὴν ἀρχὴν, πολλοὶ πρὸς βασιλίδα ἀφιγμένοι, ἐπεὶ ῥᾴων ἦν ὁ βασιλεὺς καὶ ἀπήλλακτο τῆς νόσου, ἀγανακτεῖν ὑπὲρ αὐτῆς προσεποιοῦντο καὶ πολλὴν ἀγνωμοσύνην τοῦ μεγάλου δομεστίκου κατεγίνωσκον, ὅτι βασιλέως τελευτῶντος, ὅτ’ αὐτὸν, εἰ μέτρια διενοεῖτο, ταῖς βασιλίσιν ἀμφοτέραις ἔδει τὴν ἀρχὴν συνδιασώζειν καὶ μάλιστα ἐκείνῃ, ὅτι ἀμφοτέρωθεν ἔκ τε παιδὸς καὶ τοῦ συνοίκου βασιλέως ἡ Ῥωμαίων προσῆκε βασιλεία, ὅδ’ ὀλίγον καὶ τοῦ δικαίου καὶ τοῦ προσήκοντος φροντίσας, πᾶσαν τὴν ἀρχὴν περιήγαγεν εἰς ἑαυτὸν, ὥσπερ τι παραπέτασμα τῆς κακουργίας Ἄνναν τὴν βασιλίδα προσθεὶς τοῖς ὅρκοις, ἣ ἐξ ἀλλοδαπῆς ὀλίγῳ πρότερον ἀφιγμένη καὶ ὀλίγους ἔχουσα Ῥωμαίων τοὺς ὑπὲρ αὐτῆς βουλησομένους διακινδυνεύειν, ῥᾳδίως ἔμελλεν αὐτῷ παραχωρήσειν τῆς ἀρχῆς.
συνεβούλευόν τε, μὴ τοιαῦτα γινόμενα περιορᾷν, ἀλλὰ σπουδῇ πολλῇ καὶ προθυμίᾳ τὴν ἐκείνου καταλύειν δύναμιν, διδάσκουσαν βασιλέα τὸν υἱὸν, ὡς ἐπιβούλως καὶ κακούργως διανοηθείη περὶ τῆς ἀρχῆς ἐκείνου τελευτῶντος, καὶ νῦν οὐδὲν ἧττον πάντας πείσειε Ῥωμαίους αὐτῷ προσέχειν, ὡς συμβαίνειν, βασιλεῖ μὲν προσηγορίαν μόνην εἶναι πραγμάτων ἔρημον, ἔργῳ δὲ ἐκεῖνον βασιλεύειν. ἃ αὐτὸν σκοπεῖν προσήκει μὴ εἰς ἀνήκεστα ἐκβῇ, ἀλλὰ τὴν ὁρμὴν προαναστέλλειν καθαιροῦντα τὸν ὄγκον τὸν πολὺν καὶ εὐκαταφρόνητον ποιοῦντα. ἡ μὲν οὖν βασιλὶς οἴκοθέν τε ὑπ’ ὀργῆς πρὸς τὸ ἀμύνασθαι τὸν μέγαν, εἰ δύναιτο, δομέστικον ὡρμημένη καὶ ὑπ’ ἐκείνων ἐπιπλέον ἐξαφθεῖσα, ὡς εἶχε τάχους, πρὸς βασιλέα γενομένη τὸν υἱὸν, κατηγόρει τοῦ μεγάλου δομεστίκου, ὡς βασιλειῶντος, καὶ συνεβούλευε φυλάττεσθαι τὸν ἄνδρα, ὡς τὴν εὔνοιαν ὑποκρινόμενον, ἀγνωμονήσοντα δὲ, ἢν λάβηται καιροῦ. βασιλεὺς δὲ πρὸς μὲν βασιλίδα τὴν μητέρα πολὺν ὑπὲρ μεγάλου δομεστίκου ἐποιήσατο τὸν λόγον, συκοφάντας καὶ ψευδομένους ἀποφαίνων τοὺς τὰ τοιαῦτα κατηγορηκότας.
PG 153:727ὥσπερ δὲ καὶ ἔργοις ἐθέλων κατάδηλον ποιεῖν, ὅτι πλάσματα ἡγοῖτο τὰ τοιαῦτα, μᾶλλον ἢ πρότερον εὐμενὴς καὶ πλείονα παρέχων τὴν ῥοπὴν καὶ ἀκριβέστερον προσέχων ἑωρᾶτο τῷ μεγάλῳ δομεστίκῳ, ὃ καὶ μᾶλλον βασιλίδα τὴν μητέρα παρεσκεύαζεν ἀνιᾶσθαι. τοὺς μὲν οὖν συκοφάντας οὕτως ἀπεσκεύαστο ὁ βασιλεὺς, ἐκείνῳ δ’ ἅπαντα, περὶ ὧν ἡ βασιλὶς ἥκει, ἐξειπὼν, αὖθις βασιλικὴν ἐσθῆτα, εἰ μή του ἄλλου, τῆς γοῦν τῶν πολλῶν δόξης ἕνεκα, συνεβούλευεν ἀναλαβεῖν, ἵν’ ἐκείνους τε ἀποδείξῃ ὑποπτεύοντας ἀληθῆ καὶ αὐτὸν πολλῶν πραγμάτων ἀπαλλάξῃ. ἐκεῖνος δὲ βασιλεῖ μὲν πολλὰς τῆς εἰς αὐτὸν εὐμενείας χάριτας ὡμολόγει καὶ τῆς καλοκἀγαθίας· τὸ δ’ εἰς βασιλέως σχῆμα μεταμείβειν οὐ μᾶλλον ἑτέρων αἰτιῶν, ἢ τῶν συκοφαντῶν ἕνεκα οὐκ ἐθελήσειν, ἵν’ αὐτῷ τούτῳ τῆς κακουργίας λαμβάνῃ δίκας παρ’ αὐτῶν, ἔργοις αὐτοῖς συκυφάντας ἀποφαίνων. αὐτὸς δὲ καὶ πρὶν βασιλίδα ἥκειν, περὶ ὧν ἀφίξεται, ἔφασκεν εἰδέναι. καὶ γὰρ τῶν τὰ ἀπόῤῥητα συνειδότων αὐτῇ τινες πρότεροι ἐλθόντες τήν τε ἄφιξιν αὐτῆς περὶ ὧν γένοιτο νυνὶ, ἔνδηλον ἐποίουν τῷ μεγάλῳ δομεστίκῳ καὶ τοὺς συνεσκευακότας τὴν ἐπιβουλήν.
συνεβούλευόν τε πρὸς βασιλέα συγκρούειν ἐκείνην τὸν υἱὸν φθάσαντα τὴν ἔφοδον καὶ λόγοις πεπλασμένοις τὴν βασιλέως ἐκταράττειν ψυχὴν, ἵν’ ἐκείνη μηδὲν ἀνύειν ᾖ τῶν βεβουλευμένων δυνατή. ὁ δ’ ἀπεπέμψατο πρὸς ὀργὴν, ὡς οὐδὲν ἄμεινον πολεμίων πρὸς αὐτὸν διακειμένους, καὶ ταῦτα φίλων περικειμένους προσωπεῖον. οὐ γὰρ αὐτῷ προσήκειν τὰ τοιαῦτα, ἀλλὰ τοὐναντίον πᾶν, εἴ τις πρὸς μητέρα βασιλεῖ συνέβαινε διαφορὰ, πάντα ποιεῖν καὶ πραγματεύεσθαι, ἐξ ὧν ἂν διαλλάττειν ἦν. τοῦτο γὰρ γνώρισμα φιλίας ἀληθοῦς, ἃ δὲ ἐκεῖνοι συμβουλεύουσιν, ἐχθροτάτου καὶ τοὺς τρόπους διεφθαρμένου καὶ τοῦ μηδενὸς ἀξίου. αὐτὸς δὲ οὐ τὴν βασιλέως θεραπεύων δύναμιν, τὸν φιλοῦντα ὑποκρίνεσθαι, ἀλλ’ ἐκ πρώτης ἡλικίας ἄχρι νῦν, θεῷ δὲ θαῤῥεῖν, ὡς καὶ μέχρι παντὸς, ἀληθὴς καὶ βέβαιος εἶναι φίλος βασιλεῖ προῃρημένος. ἡ μὲν οὖν κατὰ τοῦ μεγάλου δομεστίκου ἐνέδρα τοῦτον τὸν τρόπον διελύθη. ιε.
Chapter VCaput V
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:729Οἱ συνεσκευακότες δὲ ὁρῶντες ἤδη ἐκείνῳ μὲν οὐδὲν δεινὸν ἐκ τῆς ἐπιβουλῆς γεγενημένον, αὐτῶν δὲ τὴν μοχθηρίαν ἐγνωσμένην, καὶ δείσαντες, μή τι διὰ ταῦτα πείσωνται δεινὸν, οἵ τε ἄλλοι τρόποις δή τισιν ἑτέροις ἐπειρῶντο τὸν μέγαν δομέστικον καταλλάττειν ἑαυτοῖς, καίτοι πρὸς ἄμυναν ὡρμημένον οὐδαμῶς· καὶ ὁ παρακοιμώμενος τήν τε πρὶν ἀδοξίαν ἐννοῶν καὶ τὴν νῦν εἰς ἣν ἐληλάκει εὐδοξίαν δι’ ἐκείνου, καὶ ὡς αὐτὸς οὐδὲν εὔγνωμον, οὐδ’ ἐπιεικὲς διενοήθη, ἀλλ’ ἤδη καθαρῶς τῶν δυσμενεστάτων ἐξελήλεγκται ὢν καὶ δείσας, μὴ εἰς τὴν προτέραν τύχην ὑπ’ ἐκείνου ὠργισμένου καταστῇ, ἐσκέψατο, μὴ μεσίταις χρήσασθαι πρὸς ἐκεῖνον καὶ διαλλακταῖς, ὡς ὁλίγα ἢ οὐδὲν δυνησομένοις, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ παραιτεῖσθαι, ἀντίῤῥοπον τῆς πανουργίας ἐπιδειξάμενος τὴν μεταβολήν.
καὶ γράμμασι τὰς πρὸς ἐκεῖνον ἐξαρχῆς εὐθὺς εὐεργεσίας τοῦ μεγάλου δομεστίκου, εἶτα καὶ τὰ τότε ἐκθέμενος συνεσκευασμένα κατ’ αὐτοῦ, καὶ κατήγορος γινόμενος ἑαυτοῦ καὶ τὰς ἐσχάτας ὁμολογῶν ὀφείλειν δίκας, ἔπειτα ἐδεῖτο τυχεῖν συγγνώμης, εἰ μὴ πρότερον, ἀλλὰ νῦν γοῦν ἐπαγγελλόμενος ἄξιος φανεῖσθαι τῆς εὐεργεσίας, καὶ τὸν πάντα χρόνον διατηρήσειν ἑαυτὸν οὐκ εὐγνώμονα μόνον καὶ τῶν εὐεργεσιῶν τῶν εἰς ἐκεῖνον μεμνημένον, ἀλλὰ καὶ πάσῃ προθυμίᾳ καὶ σπουδῇ τὰ προστεταγμένα ποιοῦντα ὑπ’ ἐκείνου, καὶ σαφῆ καὶ καθαρὰν ἐπιδεικνύμενον τὴν εὐπείθειαν ἐν πᾶσι. πίστεις δὲ παρείχετο ἐπὶ τοῖς λεγομένοις ἀσφαλεῖς, οὐχ ἑτέρους μόνον φρικώδεις ὅρκους καὶ ἀκοῦσαι φοβεροὺς, ἀλλὰ καὶ αὐτὸ τὸ νῦν ὑπὲρ τῆς κοινῆς τῶν ἀνθρώπων σωτηρίας ἱερουργούμενον ἁγιώτατον τοῦ σωτῆρος Ἰησοῦ σῶμα καὶ τὰ ὑπὲρ ἡμῶν πάθη τοῦ ἀπαθοῦς καὶ τὴν τριήμερον ταφὴν καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἃ ἱκέτευεν αἰδεσθέντα, ὡς ὑπὲρ τῶν εἰς αὐτὸν πολλὰ ἐξυβρικότων ἀνθρώπων τῷ σωτῆρι εἰργασμένα, συγγνώμην καὶ αὐτὸν ἐκείνῳ παρασχέσθαι καὶ μὴ τῆς ἀγνωμοσύνης δίκας ἀπαιτεῖν.
ἔπειτα καιρὸν φυλάξας, ἐν ᾧ τῆς μυστικῆς ἱερουργίας τελουμένης ἐν τοῦ μεγάλου δομεστίκου τῇ οἰκίᾳ καὶ αὐτὸς παρῆν, μάλιστα κατὰ τὴν τοῦ θείου καὶ ζωοποιοῦ τοῦ σωτῆρος λόγου τοῦ σώματος προέλευσιν ἐγγὺς γενόμενος, παρείχετο τὸ βιβλίον, εἰπὼν καὶ διὰ γλώττης, ὡς τῶν ἐγγεγραμμένων μάρτυρας παρέχοιτο αὐτό τε τὸ φρικτῶς ἱερουργούμενον σῶμα τοῦ Χριστοῦ καὶ τούς τε ἀφανῶς προηγουμένους καὶ παρεπομένους ἀγγέλους καὶ τοὺς αἰσθητῶς καὶ φανερῶς ἡμῖν πρὸς τὴν διακονίαν αὐτοῖς συναιρομένους ἱερέας τουτουσί. τοῦ μεγάλου δὲ δομεστίκου τὰ γράμματα ἔχοντος ἐν ταῖν χεροῖν καὶ τὴν τῆς ἱερουργίας περιμένοντος τελευτὴν, ἵνα ἀναγνῶ, πάλιν ὁ παρακοιμώμενος γενόμενος ἐγγὺς, ἐδεῖτο τὸ νῦν ἔχον ἀναγνῶναι, ἵνα μὴ ἐκ τῶν ὅρκων μόνον, ἀλλὰ καὶ ἀπ’ αὐτοῦ τοῦ χρόνου φοβερώτερα καὶ πιστότερα τὰ γεγραμμένα ᾖ. ἐπεὶ δὲ πειθόμενος ἀνέγνω, τότε μὲν ἐφθέγξατο οὐδὲν, ὕστερον δὲ μετὰ τὴν τελετὴν μόνον τὸν παρακοιμώμενον παραλαβὼν, τὴν μὲν ἐξαρχῆς ἔφη κακοπραγίαν, ᾗ προσπαλαίων εἰς τοῦτο τύχης καὶ περιφανείας ἤχθης ὑπ’ ἐμοῦ, πάντες μὲν συνειδοῖεν ἂν ἐμοὶ Ῥωμαῖοι·
PG 153:731σὺ δ’ ἂν εἴης πάντων μᾶλλον ἀξιόχρεως πιστεύεσθαι τἀληθῆ καὶ δίκαια περὶ σεαυτοῦ συμμαρτυρῶν ἐμοί. τῶν μὲν οὖν ὑπηργμένων παρά τε τῶν ἄλλων ἀρκοῦσαν ἔχω τὴν ἀπόδειξιν καὶ μάλιστα σοῦ. ὧν δὲ διενοούμην περὶ σοῦ μειζόνων καὶ θαυμασιωτέρων ἀγαθῶν αὐτός τε σύνοιδα ἐμαυτῷ καὶ ᾧ τὰ τῆς ψυχῆς ἑκάστου κινήματα καὶ διανοήματα φανερὰ, θεός. αὐτὸς δὲ μήθ’ ὑπὲρ ὧν πολλάκις ὑπ’ ἐμοῦ πέπονθας καλῶς μηδενὸς μνησθεὶς, μήθ’ ὡς τοσαῦτα εὐεργετηθεὶς, οὐδὲ ἅπαξ πέπονθας κακῶς, ἀλλὰ δίκην σειρᾶς τινος ἀδιάλυτος ἡ τῶν εὐεργετημάτων ἀκολουθία μέχρι νῦν παρ’ ἐμοῦ διετηρήθη, ἑτέροις ὑπὸ βασκανίας μηδὲν ἀδικοῦντι πολεμοῦσιν ἐμοὶ προςνείμας ἑαυτὸν, τόγε εἰς ὑμᾶς ἧκον τὰ ἔσχατα διέθεσθε κακά. τί οὖν πρὸς ταῦτα κἀμὲ καὶ διανοεῖσθαι καὶ ποιεῖν ἐχρῆν, ἢ πειρᾶσθαι βλάπτειν, ἂν ἄρα τι δύνωμαι καὶ αὐτός; εἰ δ’ ἐπὶ ταῦτα ἐτραπόμην, τί λοιπὸν ἦν, ἢ σὲ τὴν προτέραν θρηνεῖν εὐδαιμονίαν, ἄτιμον ἐξαίφνης καὶ ἄπορον περιόντα ἐκ μεγάλα δυναμένου; τοῦτο μὲν οὖν ἐμοί τε τῶν πάνυ ῥᾳδίων ἦν καὶ αὐτὸς ἂν δικάσαις σεαυτῷ ὡς τοιούτων ἦσθα καὶ πλειόνων ἄξιος τῆς πανουργίας ἀπολαύειν.
ἐγὼ δ’ ἐμαυτῷ πολλῆς παρὰ θεοῦ τῆς συγγνώμης δεομένῳ συνειδὼς, οὔτε ἀριθμῷ τοσαῦτα, οὔτε τηλικαῦτα καθ’ ἡμέραν ἁμαρτάνοντι τὸ μέγεθος, ἀλλὰ πολλῷ δεινότερα καὶ πλείω, ἄλλως τε καὶ τοῖς ὅρκοις τοῖς σοῖς πιστεύσας, συγγνώμην παρέχομαι καὶ ἀμνηστίαν τῆς ἐπιβουλῆς. σοὶ δὲ μελήσει τοῖς ὕστερον ἀγαθοῖς τὰ πρότερον εἰργασμένα ἀπαλείφειν. τότε μὲν οὖν ὁ παρακοιμώμενος αὖθις λόγοις τε πλείοσι καὶ ὅρκοις τὰ γεγραμμένα ἐπιβεβαιώσας, τῆς παρὰ μεγάλου δομεστίκου πάλιν ἀπέλαυε ῥοπῆς καὶ πολλοὺς παρευδοκίμει καὶ τῶν γένει περιδόξων. χρόνῳ δὲ ὕστερον, ὥσπερ δὴ καὶ πρότερον ἱστόρηται ἡμῖν, τοῦ κατὰ Περσῶν στόλου ὑπὸ βασιλέως ἔτι περιόντος ἀποδειχθέντος στρατηγοῦ, πολλὰ τοῦ μεγάλου περὶ τούτου δομεστίκου δεηθέντος βασιλέως, ὥστε τὴν στρατηγίαν ταύτην ἐγχειρίσαι, μὴ προσήκουσαν ἐκείνῳ τὴν περὶ τὰ τοιαῦτα οἰομένου διατριβὴν, πρὸς μὲν τὴν ὑπηρεσίαν τοῦ μεσάζειν τοῖς δημοσίοις ὁ ἐπὶ τῶν ἀναμνήσεων Σπανόπουλος καὶ ὁ Μελιτηνιώτης Ἰωάννης ἦσαν τεταγμένοι, χρημάτων δὲ ταμίαι τῶν κοινῶν ὅ,τε Πεπαγωμένος Γεώργιος καὶ Νικόλαος ὁ Μελιτηνιώτης.
PG 153:733ἐπεὶ δὲ περί τε τὰ βασιλικὰ γράμματα καὶ περὶ τὰ χρήματα, ὥσπερ ἔφημεν, ἐπιβούλως διανοηθείη, βασιλεὺς μὲν μισήσας τὴν πονηρίαν, μικρὰ τῆς στρατηγίας ἀπολαύσαντα παρέλυσεν εὐθέως τῆς ἀρχῆς, καὶ διήγαγεν ἐπὶ καιρὸν μηδὲν ἐγκεχειρισμένος τῶν κοινῶν. ἐπεὶ δὲ ἐτελεύτησεν ὁ βασιλεὺς, πολλὰ τοῦ μεγάλου δεηθεὶς δομεστίκου, καίτοι καὶ οἴκοθεν ὡρμημένου ποιεῖν αὐτὸν εὖ, τὴν μὲν τοῦ μεσάζειν ὑπηρεσίαν ἐνεχειρίσθη, τὴν δὲ τῶν βασιλικῶν χρημάτων φυλακὴν οὐκέτι, καίτοι γε ἔμελλε μικρὸν ὕστερον καὶ ταύτην, ὡς ὁ μέγας ὕστερον δομέστικος διεβεβαιοῦτο. ὁ δὲ τὴν μὲν τῶν ἀρχῶν ἰδὼν εὐθέως καὶ μετὰ ῥᾳστώνης αὐτῷ προσγενομένην ἅμα τῷ αἰτῆσαι, τὴν ἑτέραν δὲ οὐκέτι, οὐ τῶν παρεσχημένων ἕνεκα ἐπῄει μᾶλλον χάριτας ὁμολογεῖν, ἢ ἀμύνεσθαι, ὧν ἀδίκως ᾤετο ἀποστερεῖσθαι.
νομίσας δὲ καὶ βασιλίδα μὲν ἐπιτετραφέναι τῷ μεγάλῳ δομεστίκῳ ἀμφοτέρας ἐκείνῳ ἐγχειρίζειν τὰς ἀρχὰς, τὸν δὲ χαριζόμενον τοῖς τὴν ἑτέραν ἔχουσιν ἀποστερεῖν ἐκεῖνον, ἔγνω δεῖν προσκρούειν φανερῶς καὶ βασιλίδι προσελθὼν, παρόντος ἐκείνου καὶ διαλεγομένου, ἐγὼ νομίζω, εἶπεν οὐ μόνον τὴν ἐμοὶ παρεσχημένην νῦν ἀρχὴν, ἀλλὰ καὶ πάσας, ὅσας ἄρχουσι Ῥωμαῖοι, οὐ παρὰ μεγάλου δομεστίκου, παρὰ σοῦ δὲ χορηγεῖσθαι πᾶσι. διὸ καὶ οἴομαι προσήκειν σοὶ τὰς τῆς εὐεργεσίας χάριτας εἰδέναι. εἰ δὴ ταῦτα οὕτως, ὥσπερ οἴομαι, ἔστιν ἀληθῆ, ἀνθ’ ὅτου, παρὰ σοῦ προστεταγμένον ἀμφοτέρας ἔχειν τὰς ἀρχὰς, ὧν καὶ περιόντος ἦρχον βασιλέως, τὴν ἑτέραν παρέσχετο αὐτὸς, τῆς μιᾶς ἀποστερήσας, δέομαί σου καὶ τὴν ἑτέραν αὐτῷ προστάξαι ἀποδοῦναι, μᾶλλον δὲ, καὶ αὐτοῦ παρόντος, παρὰ σοῦ ἐγχειρισθῆναι, ἵνα σοι καὶ μᾶλλον προσηκούσας τὰς εὐχαριστίας τῆς εὐεργεσίας ἀποδῶ. ὁ μέγας μὲν οὖν δομέστικος ἐφθέγξατο οὐδέν. ἡ βασιλὶς δ’ αὐτοῦ πολλὴν καταγνοῦσα τὴν ἀχαριστίαν, πάνυ θαυμάζειν εἶπεν ἐπέρχεταί μοι, τὴν αἰτίαν, ἐξ ἧς εἰς τούτους προήχθης τοὺς λόγους, οὐ συνορώσῃ.
Chapter VICaput VI
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:735εἰ μὲν γὰρ οἰόμενος, μὴ τὴν ὁμοίαν δύναμιν τὸν μέγαν δομέστικον, ἥνπερ καὶ πρότερον, κεκτῆσθαι, ἢ ἐμέ τι διαφέρεσθαι πρὸς αὐτὸν, δεῖν ἔγνως αὐθαδῶς αὐτῷ προσφέρεσθαι καὶ θρασέως, ἴσθι πάνυ τοῦ προσήκοντος ἁμαρτών. εἰ δ’ οὐδὲν ἀποβεβληκότα καὶ τῆς δυνάμεως καὶ τῆς εὐνοίας τῆς εἰς ἐμὲ εἰδὼς, ἔπειτα εἰς τοῦτο προήχθης ἀτοπίας, οὐκ ἀσυνεσίας, ἀλλὰ παραπληξίας φαίην ἂν ἔγωγε τοὺς λόγους τουτουσί. ἐγὼ δέ σε περιόντος μὲν ᾔδειν βασιλέως τήν τε τοῦ μεσάζειν ἐγκεχειρισμένον καὶ τοῦ βασιλικοῦ ταμιείου τὴν ἀρχήν· πλὴν καὶ τότε, εἴποι τις ἂν, οὐχ ἑκόντος βασιλέως, ἀλλὰ διὰ τὸ βούλεσθαι τοῦτον παραχωροῦντος. διὸ καὶ πολλὰ πολλάκις ὠνειδίζετο παρ’ ἐκείνου, κατὰ σοῦ ἐκφερομένου πρὸς ὀργὴν, ὡς οὐ λυσιτελοῦντα πράττων σὲ μειζόνων ἢ προσῆκεν ἀξιῶν. ἐπεὶ δὲ ναύαρχος αἱρεθεὶς αὖθις ἐξεβλήθης τῆς ἀρχῆς, οὔτε βασιλέως ζῶντος, οὔτε μετὰ τὴν ἐκείνου τελευτὴν ὑπ’ ἐμοῦ πρὸς ἀρχήν τινα προήχθης. νῦν δ’ οὗτος οἴκοθεν πρότερον ὁρμηθεὶς, ἣν ἔφης, ἐνεχείρισεν ἀρχὴν, ἔπειθ’ ὕστερον ἀπαγγείλας, ἔπεισε κἀμὲ στέργειν τὰ ἐψηφισμένα.
διὸ προσῆκε τῆς εὐεργεσίας χάριτας ὁμολογεῖν καὶ μὴ θρασέως ἀπαυθαδίζεσθαι. οὕτω μὲν οὖν ἡ βασιλὶς πρὸς τὸν παρακοιμώμενον ἐφθέγξατο. ι. Ὁ μέγας δὲ δομέστικος τὴν ἀγνωμοσύνην καὶ αὐτὸς οὐκ ἐνεγκὼν, ἔδει μὲν εἶπε τὸν τοσοῦτον χρόνον διδάσκαλόν σοι τῶν ὑπηργμένων ἀγαθῶν γενέσθαι παρ’ ἐμοῦ. ἐπεὶ δ’ ἑκοντὶ κακὸς ἐθέλων εἶναι, δέον πολλὰς χάριτας ὁμολογεῖν, σὺ δὲ τἀναντία προείλου λέγειν, ἤδη σου κἀγὼ τὴν ἀρχὴν, ἣν παρεσχόμην, ἀφαιρῶ, καὶ ἀπὸ τῆς ἡμέρας ταύτης μηδενός σοι μελέτω τῶν κοινῶν. ὁ μὲν οὖν τοιαῦτα εἶπεν. Ἀπόκαυκος δὲ τῆς βασιλίδος ἐπυνθάνετο, εἰ καὶ αὐτῇ τοιαῦτα συνδοκοίη. τῆς δὲ τὰ εἰρημένα στέργειν εἰπούσης, ὁ μέγας δομέστικος αὖθις πᾶσαν ἀπαγορεύσας ἀρχὴν ἐκείνῳ, ἀνέστη καὶ διοικήσεως ἑτέρων εἴχετο πραγμάτων. ὅσοι δὲ παρῆσαν ἐν βασιλείοις, τὴν παρακοιμωμένου γνόντες πρὸς τὸν μέγαν δομέστικον ἀντιλογίαν, καὶ ὡς ὑπ’ ἐκείνου πρὸς ὀργὴν πάσης ἀρχῆς ἀπελαθείη, πολλὴν μὲν ἐκείνου καὶ ἀγνωμοσύνην καὶ παράνοιαν κατέγνωσαν.
ἐξιόντι δὲ τῶν βασιλείων, καίτοι πρότερον εἰωθότες ἕπεσθαι πολλοὶ καὶ θεραπεύειν διὰ τὴν ἀρχὴν, τότε προσελθεῖν οὐδεὶς ἐτόλμησεν, ἀλλ’ ἑνὸς ἐξῄει τῶν οἰκετῶν αὐτῷ παρεπομένου, Σπαλοκότου προσαγορευομένου. Ἀπόκαυκος μὲν οὖν ἐκ τοιούτων αἰτιῶν τῷ μεγάλῳ δομεστίκῳ φανερῶς προσκεκρουκὼς καὶ πρὸς ὀργὴν ἀπελαθεὶς, ἐπὶ πολλαῖς ἡμέραις οἴκοι καθῆστο, εἴτε ἀληθῶς ὑπ’ ἀθυμίας, εἴτε ὑποκρινάμενος νοσεῖν. εἶτ’ αὖθις πολλοῖς τῶν μεγάλου δομεστίκου φίλων ἱκέτης γεγονὼς καὶ μάλιστα πατριάρχῃ, ἔπεισε δι’ αὐτῶν ἀφεῖναι τὴν ὀργὴν, πολλὰ καὶ δι’ ἑαυτοῦ ἐπαγγειλάμενος καὶ ὅρκοις μεγάλοις πείσας, ὡς οὐκέτι τοῖς ὁμοίοις ἐπιχειρήσει. καὶ μετ’ οὐ πολὺ καὶ τῶν κατὰ Περσῶν παρασκευαζομένων τριηρέων παρέσχε τὴν ἀρχήν. ὧν ὀλίγῳ ὕστερον ἀμνημονήσας, Ἰωάννῃ τῷ νέῳ, ὥσπερ ἔφημεν, ἐπεβούλευσε βασιλεῖ. ὧν ἡ βασιλὶς ἀνεμίμνησκε τὸν μέγαν δομέστικον τότε, ὡς ἐν πολλοῖς ἀχαρίστου τοῦ παρακοιμωμένου πρὸς αὐτὸν ἀναφανέντος· δι’ ἃ οὐδὲ παρέχειν ἐπείθετο συγγνώμην, ἀλλ’ ἐᾷν ἐν Ἐπιβάταις ἐγκεκλεισμένον, ὡς οὐδ’ αὖθις ἠρεμήσοντα, ἂν ἐξῇ περιιέναι, ἀλλά τισιν ἐπιχειρήσοντα καινοτέροις.
PG 153:737ὁ δὲ πολλοῖς ὑπὲρ ἐκείνου χρησάμενος πρὸς βασιλίδα λόγοις, ἔπεισε τελευταῖον, τὴν μὲν συγγνώμην παρασχεῖν, μηδαμῶς δὲ ἐᾷν ἐν Βυζαντίῳ διατρίβειν, ἀλλ’ ἐξ Ἐπιβατῶν ἐλθόντα καὶ προσκυνήσαντα αὐτὴν, ἔπειτα εἰς τὴν ὑστεραίαν ἐπανήκειν πρὸς αὐτόν. ἐπεὶ δὲ ἐδέδοκτο τοιαῦτα, καὶ ἀμνηστίας τῶν κακῶν ἐγίνοντο ὅρκοι πρὸς ἐκεῖνον ἰδίᾳ παρά τε βασιλίδος καὶ μεγάλου δομεστίκου καὶ πατριάρχου. τοὺς μὲν Φωκᾶς τε καὶ Δεξιὸς καὶ τρίτος Ἄμπαρ παρά τε βασιλίδος καὶ πατριάρχου ἧκον ἄγοντες ἐν Ἐπιβάταις, τοὺς μεγάλου δομεστίκου δὲ Δημήτριος ὁ Κασανδρηνός. οὓς ὁ παρακοιμώμενος ἰδὼν, τῶν τε λόγων, οὓς ἐποιήσαντο, ἀκούσας, πρὸς ἐκεῖνον ἔφασκεν, οὔθ’ ὅρκοις, οὔτε λόγοις πείσεσθαί τισιν, ἀλλ’ αὐτῷ μελήσειν, ὅπως ἂν ἄριστα διάθηται τὰ κατ’ αὐτόν. οἱ μὲν οὖν οὕτως ἐπανῆκον ἄπρακτοι. ὁ μέγας δὲ δομέστικος, ἐπεὶ ὑπὸ τῶν πραγμάτων ἠπείγετο Βυζαντίου ἐξελθεῖν, τὸν πατριάρχην αὖθις μόνον παραλαβὼν, τῶν τε προτέρων αὖθις ἀνεμίμνησκε λόγων καὶ τῶν ὅρκων τῶν γεγενημένων πρὸς αὐτόν.
ἐδεῖτό τε τοιοῦτον φανῆναι καὶ ἐπὶ τῶν ἔργων, ὥσπερ λόγοις ἐπηγγείλατο προθύμως, καὶ μὴ περιιδεῖν αὐτὸν ὑπὸ συκοφαντῶν διαβληθέντα. πατριάρχου δὲ τοῖς ὁμοίοις αὖθις καὶ λόγοις καὶ ἐπαγγελίαις χρησαμένου καὶ θαῤῥεῖν εἰπόντος, ὡς οὐδὲν ἧττον, ἢ εἰ παρῆν αὐτὸς, τῶν ὑπὲρ αὐτοῦ δικαίων ἀνθεξομένου, ἀλλήλους προσαγορεύσαντες, διελύθησαν. ὁ μέγας δὲ δομέστικος καὶ πᾶσι τοῖς ἄλλοις, μάλιστα δὲ τοῖς πρὸς πατριάρχην ὀλίγῳ πρότερον ὑπὲρ τοῦ ἔφιππον αὐτὸν εἰς τὰ βασίλεια εἰσιέναι διενεχθεῖσι, πολλὰ περὶ εὐταξίας καὶ τῆς εἰς βασιλίδα εὐπειθείας διαλεχθεὶς καὶ τελευταῖον ἀπειλήσας, ὡς οὐκ ἀτιμώρητον ἀφήσει, εἴ τις ἐπιχειροίη νεωτέροις, ἐξῆλθε Βυζαντίου, ὀγδόῃ φθίνοντος Σεπτεμβρίου.
πρὶν δὲ Βυζαντίου ἐξελθεῖν γενόμενος ἐν βασιλείοις αὖθις, ὡς συνταξόμενος τῇ βασιλίδι, τὴν θυγατέρα κελευούσης βασιλεῖ τῷ νέῳ Ἰωάννῃ τὸν μέγαν δομέστικον κατεγγυᾷν, ἀνεβάλλετο εἰς τὴν ἐπάνοδον ἐκεῖνος τὴν ἐκ τῆς ἑσπέρας, τὸ δοκεῖν μὲν, ὡς τῶν πραγμάτων ἐπειγόντων καὶ οὐκ ἐώντων περὶ τοιαῦτα διατρίβειν, τῇ δ’ ἀληθείᾳ, τῶν παρὰ τῶν φίλων μεμνημένος λόγων, οἳ μηδὲν ὑπὲρ ἑαυτοῦ μήτ’ ἀγαθῶν, μήτε φαύλων πράττειν τὸ δοκεῖν πρὶν ἂν αὐτοῖς συγγένηται μόνον πέμψαντες ἐκώλυον. οἷς φυλάττων τὴν φιλίαν καὶ μηδὲν πρὶν ἐπιψηφίσασθαι τοὺς φίλους πράττειν βεβουλευμένος, ἀνεβάλλετο τῆς θυγατρὸς περὶ τῶν γάμων τότε τὰς συμβάσεις. ὁδοῦ δὲ πάρεργον ἐν Ἐπιβάταις γενομένῳ καὶ ἡ παρακοιμωμένου πρὸς βασιλίδα διάλυσις ἐπράττετο αὐτῷ. ἐπεὶ γὰρ τοῦ φρουρίου ἐγένετο ἐγγὺς, ὁ παρακοιμώμενος ἐξελθὼν, ἠσπάζετό τε αὐτὸν καὶ περὶ τῶν ὅρκων ἀπελογεῖτο τῆς ἀποστροφῆς, ὡς οὐ διὰ κακίαν αὐτῷ πραχθείη, ἀλλ’ ἵν’ ἔργοις αὐτοῖς γένοιτο καταφανὲς, ὡς οὐ δέοιτο ὅρκων παρ’ αὐτοῦ, ἀλλὰ λόγοις αὐτοῦ ψιλοῖς μᾶλλον θαῤῥοίη, ἢ ἑτέρων ἐγγράφοις ὅρκοις.
PG 153:739διὸ καὶ νῦν ἰδὼν, προθυμότατα ἐγκεχειρικέναι ἑαυτὸν, οὔθ’ ὅρκων, οὔτε τινὸς ἑτέρου δεηθείς. εὐχαριστήσας δὲ ὁ μέγας δομέστικος ἐπὶ τούτοις αὐτῷ καὶ ἱκανῶς προσομιλήσας, αὐτὸν μὲν οἴκοι κατελίμπανεν, ὡς ἐς τὴν ὑστεραίαν ἥξοντα πρὸς αὐτόν. ἐκεῖνος δὲ εἰς Σηλυβρίαν ἦλθεν. ἐς τὴν ὑστεραίαν δὲ ἐπεὶ καὶ ὁ παρακοιμώμενος ἧκε, πέμψας πρὸς Βυζάντιον, ὡς τῇ βασιλίδι προσκυνήσαντα αὖθις ἐπανήκειν πρὸς αὐτὸν, αὐτὸς εἰς Διδυμότειχον ἐλθὼν, πρὸς τὴν εἰς τὴν ἑσπέραν παρεσκευάζετο στρατείαν. ὁ παρακοιμώμενος δὲ γενόμενος ἐν Βυζαντίῳ, πρῶτα μὲν προσεκύνει βασιλίδα καὶ συγγνώμης ἠξιοῦτο, ἐφ’ οἷς ἐδόκει προσκεκρουκέναι. ἔπειτα τῇ μεγάλου δομεστίκου προσελθὼν μητρὶ, ἐν Βυζαντίῳ τότε παραμυθίας ἕνεκα τῆς βασιλίδος οὔσῃ, πρῶτα μὲν πολλὰς ὡμολόγει χάριτας τῷ μεγάλῳ δομεστίκῳ, οὐ μόνων τῶν εὐεργεσιῶν, ὧν ἐξαρχῆς ἄχρι τότε παρέσχετο πρὸς αὐτὸν, ἀλλὰ καὶ τῆς μεγαλοψυχίας καὶ συμπαθείας, ἣν οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις καὶ τὰ τελευταῖα νῦν ἐξ ἀνοίας προσκεκρουκότος ἐνδείξαιτο πρὸς αὐτόν.
ἔπειτα ἐπηγγέλλετο, ὡς οὐδὲν ἔσται τὸ πεῖσον ἢ βιασόμενον ἀχάριστον καὶ κακὸν ὀφθῆναι περὶ ἐκεῖνον, ἀλλ’ οὕτω πεπεικέναι ἑαυτὸν, ὡς οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ γένος ὅλον εὔνουν ἐκείνῳ καὶ πιστὸν εἶναι διὰ πάντων καὶ τὴν δουλείαν ἀκριβῆ τηρῆσον οἷα δὴ δεσπότῃ. πίστεως δὲ καὶ τῶν λεγομένων ἕνεκα νυνὶ ἕτοιμος εἶναι ὅρκους παρασχέσθαι, τοὺς μάλιστα δοκοῦντας βεβαιοτάτους καὶ φρικώδεις εἶναι. ἡ δ’ ἔφασκεν αὐτῷ τὸ μὲν τὰς εὐεργεσίας καταλέγειν, αἳ παρὰ μεγάλου δομεστίκου ἐξαρχῆς ἄχρι νῦν γεγένηνται σοὶ, προσθήσω δ’ ὅτι καὶ τὰς ἐξ ἀχαρίστου γνώμης παρὰ σοῦ γεγενημένας πρὸς ἐκεῖνον ἀμοιβὰς, καὶ τὴν ἐκείνου περὶ τὸ συγγνώμην τοῖς εἰς αὐτὸν ἁμαρτάνουσι παρέχειν φιλοτιμίαν, οὐκ ἀναγκαῖον νῦν, σοῦ προτέρου μαρτυροῦντος. ὅρκων δὲ οὐ χρεία νῦν, ἀλλ’ ἔργων μᾶλλον τοὺς ὅρκους βεβαιούντων. οὐ γὰρ τοῖς λόγοις ἡ πίστις, τοῖς ἔργοις δὲ μᾶλλον ἐπακολουθεῖ.
Chapter VIICaput VII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:741διὸ καὶ σὲ προσῆκον ἔργοις ἐπιδείκνυσθαι τὴν εὔνοιαν τὴν πρὸς ἐκεῖνον, καὶ μὴ λόγοις ἐπιδεικνύμενον, τοῖς ἔργοις ὑστερεῖν. ὁ δὲ οὐ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις ἐπαγγειλάμενυς τὴν πρὸς ἐκεῖνον εὔνοιαν ποιήσειν πᾶσι φανερὰν, ἐκεῖθεν ἐξελθὼν ἧκεν ὡς πατριάρχην. ιζ. Προσαγορεύσας τε αὐτὸν καὶ περί τινων ἑτέρων προδιαλεχθεὶς, ἔπειτα τὴν μὲν εἰς ἐμὲ τοῦ μεγάλου δομεστίκου ἔφασκεν εὐμένειαν καὶ αὐτὸς ἂν εἰδείης, ἄνωθεν τοῖς πράγμασι παρηκολουθηκώς. ὀλίγῳ δὲ πρότερον ἐξ ἀβουλίας αὐτῷ προσκεκρουκὼς, ὀλίγου ἐδέησα διαφθαρῆναι, εἰ μὴ σὺ δεηθεὶς, οὐ μόνον ἔπεισας ἀφεῖναί μοι τὴν ὀργὴν, ἀλλὰ καὶ πρόφασιν εὐδοξίας τὴν τοῦ κατὰ Περσῶν στόλου παρασχεῖν ἀρχήν. ὅθεν οὐ σῶστρα μόνον, ἀλλὰ καὶ τῆς τιμῆς πολλὰς ὀφείλειν τὰς εὐχαριστίας εἶναι δίκαιος ὁμολογῶ καὶ πάσῃ σπουδῇ καὶ προθυμίᾳ τὰ σοὶ λυσιτελοῦντα καὶ βουλεύεσθαι καὶ πράττειν, ὡς τῶν αὐτῶν καὶ τὴν βλάβην καὶ τὴν ὠφέλειαν ὁμοίαν ἐμοί τε καὶ σοὶ οἰσόντων.
εἰ τοίνυν ἐκ πολλῶν σοι τὴν εὔνοιαν καὶ τὴν φιλίαν ἄδολον καὶ καθαρὰν ὀφείλω, οὔτε δίκαιον ᾠήθην, οὔτ’ ἄλλως ἐμοὶ λυσιτελὲς, δεινότατα πεπυσμένῳ περὶ σοῦ συγκρύπτειν, ὥσπερ ἄν τις ἄλλος, ᾧ βέλτιον ἢ χεῖρον ὀλίγα ἢ οὐδὲν μελήσει διακεῖσθαί σε. ἐρομένου δὲ τοῦ πατριάρχου, ὅ,τι ἂν πύθοιτο περὶ αὐτοῦ, τὸν μέγαν ἔφασκε δομέστικον οὐκ ἀκηκοέναι, ἀλλὰ σαφέστατα εἰδέναι, ὅτι βούλοιτο οὐκ εἰς μακρὰν σὲ καταγαγὼν τοῦ θρόνου, Παλαμᾶν ἐγκαθιδρύειν, φίλον ὄντα τῶν γνησίων καὶ μάλιστα περισπούδαστον αὐτῷ. αὖθις δὲ τοῦ πατριάρχου ἐπανερομένου, ὅθεν ἂν σχοίη τὴν τοῦ πράγματος, ὥσπερ ἰσχυρίζεται, κατάληψιν ἀκριβῆ, τὰς μὲν αἰτίας ὅθεν ἐξεγένετο μαθεῖν, ἐδεῖτο μὴ πολυπραγμονεῖν. οὐ γὰρ ἀποῤῥήτων δύνασθαι κατατολμᾷν. ἓν δὲ τοῦτο σαφέστατα πεπεῖσθαι, ὡς εἰ μὴ πάνυ τὴν ψυχὴν ἤλγει, τῶν κατ’ ἐκείνου μελετωμένων ἀκριβῆ τὴν γνῶσιν ἐσχηκὼς, οὐκ ἂν ἀπήγγελλεν ἐλθών. ἔτι δὲ τοῦ πατριάρχου ἀπιστοῦντος καὶ τὴν ἀθρόαν τοῦ μεγάλου δομεστίκου μεταβολὴν μὴ παραδεχομένου, ὅρκοις ἐκεῖνος διεβεβαιοῦτο, μηδὲν εἶναι ψευδὲς τῶν εἰρημένων, ἀλλὰ πάντα ἀληθῆ.
παρῄνει τε μὴ μέλλειν, ἀλλὰ τάχιστα βουλεύεσθαι, ἐξ ὧν τὸν κίνδυνον ἐξέσται διαφυγεῖν. οὐδὲ γὰρ ἐκεῖνος, ὡς καὶ σὺ βέλτιον ἂν εἰδείης, εὔκολος μεταβάλλεσθαι πρὸς τὰ βεβουλευμένα. ἐπὶ τούτοις δὲ ὁ πατριάρχης σφόδρα θορυβηθεὶς καὶ μάλιστα ὑπὸ τῶν ὅρκων πεπεισμένος, ὡς οὐδὲν ἂν εἴη πλάσμα τῶν εἰρημένων, ἐδεῖτο βουλεύσασθαί οἱ, ὅ,τι δέοι πράττειν πρὸς τοσοῦτον ἑσμὸν κακῶν. ὁ παρακοιμώμενος δ’ ἔτι μᾶλλον τὸν πατριάρχην εἴσω δικτύων ἄγειν βουληθεὶς καὶ τῶν προτέρων μὲν ἔφασκεν εὐεργεσιῶν πολλάς τε χάριτας ὀφείλειν ὁμολογῶ καὶ δίκαιος εἶναι οὐ μόνον, ἅ μοι δοκῶ βελτίω καὶ λυσιτελῆ βουλεύεσθαι προθύμως, ἀλλὰ καὶ χρήματα καὶ οἰκέτας καὶ συγγένειαν καὶ τὴν ψυχὴν αὐτὴν, εἰ οἷόν τε εἰπεῖν, προί̈εσθαι ἑτοίμως ὑπὲρ σοῦ.
PG 153:743ὡς ἂν δὲ μὴ δοκῶ, τῶν κινδύνων ἔξω καθεστὼς αὐτὸς, σὲ παραινεῖν πολὺν τὸν κίνδυνον ἔχουσι πράγμασιν ἐπιχειρεῖν, καὶ συγγενείας καὶ τῶν φιλτάτων ἐμοὶ ποιῆσαι βούλομαι κοινωνὸν, τῶν θυγατέρων μίαν τῷ σῷ υἱῷ κατεγγυήσας, ἵν’ εἰδείης ἀκριβῶς, ὡς οὐ τῶν ἁπλῶς φιλίως πρὸς σὲ διακειμένων εἶναι βούλομαι, ἀλλὰ τῶν σοί τε καλῶς πράττοντι τῆς εὐετηρίας κοινωνούντων καὶ ἀπολλυμένῳ συνδιαφθαρησομένων ὁμοίως. ὡς δὲ καὶ ταῦτα ἀσμένῳ τῷ πατριάρχῃ εἰρημένα ἦν, καὶ μᾶλλον ἐπείθετο σπουδάζειν τὸν παρακοιμώμενον ὑπὲρ αὐτοῦ. ὀλίγα περὶ τοῦ κήδους διαλεχθέντες, (οὐ γὰρ ἦν τι τὸ διαφωνίαν παρασκευάσον, πάντα ἑτοίμως Ἀποκαύκου ἐπαγγελλομένου,) συμβάσεις τε θέμενοι περὶ τοῦ γάμου καὶ κατὰ τὸ Ῥωμαίων ἔθος δι’ ἐγκολπίων ἐμπεδώσαντες τὴν πρᾶξιν, τοῦ παρακοιμωμένου δὲ καὶ ὅρκους προσθέντος φρικώδεις ἐπὶ τούτῳ, ἐτράποντο πρὸς τὸ βουλεύεσθαι. συνεβούλευέ τε ὁ παρακοιμώμενος μὴ ἐκ τῆς οἰκείας δυνάμεως ὁρμωμένους πρὸς τὸν μέγαν δομέστικον πόλεμον ἄρασθαι προφανῶς. μὴ γὰρ ὅτι γε εἰς ἀντιπάλων μοῖραν οὐκ ἐξαρκέσειν μόνους πρὸς αὐτὸν, ἀλλ’ οὐδ’ εἰ πολλοὺς ἑτέρους προσεταιρισαίμεθα τοιούτους.
ἡ γὰρ ἐν Ῥωμαίοις ἰσχὺς ἐκείνου οὐχ ἡμῖν γε μόνον φανερὰ, ἀλλὰ καὶ τοῖς πόῤῥω κατῳκισμένοις βαρβάροις οὐκ ἀγνοεῖται. πολὺν γὰρ ἤδη χρόνον πάντων ὁ δυνατώτατός ἐστι τῶν παρ’ ἡμῖν καὶ πάντες αὐτῷ προσέχουσιν ἀκριβῶς, οἱ μὲν παρ’ αὐτοῦ πολλῶν τυχόντες εὐεργεσιῶν καὶ ἔτι πλείω προσδοκῶντες, οἱ δὲ κατεπτηχότες τὴν ἐκείνου δύναμιν. δι’ ἃ οὐκ οἴομαι πρὸς ἐκεῖνον ἐκ τοῦ προφανοῦς ἀντικαθίστασθαι λυσιτελεῖν ἡμῖν. πρὸς γὰρ τῷ μηδὲν ἀνύσαι δυνηθῆναι τῶν βεβουλευμένων, καὶ προσαπολοῦμεν ἑαυτούς. ἀλλά τινα καὶ ἡμᾶς δύναμιν δέον ἐκπορίζειν ἑαυτοῖς ἀντίῤῥοπον πρὸς τὴν ἐκείνου. αὕτη δὲ οὐχ ἑτέρωθέν ποθεν ἂν ἐξευρεθείη, εἰ μὴ τρόπῳ δή τινι βασιλίδα ἐκπολεμώσαιμεν ἐκείνῳ. τούτου δὲ γεγενημένου, ῥᾳδίως ἀντικαταστησόμεθα, πολλῶν ἡμῖν συναιρομένων, ὡς ὑπὲρ τοῦ νέου βασιλέως πολεμοῦσι. τοῦτο δ’ ὅπως ἂν συσκευασθείη, μάλιστα μὲν καὶ ἡ σὴ σύνεσις θαυμασία οὖσα ἐξευρήσει· συμβουλεύσω δὲ καὶ αὐτός. μὴ θαυμάσῃς δὲ, εἰ πρὸς ἰσχυρὸν ἐχθρὸν ἀντικαθιστάμενοι· χρησόμεθα καὶ ψεύδει.
PG 153:745τῷ γὰρ ἐπιχειροῦντι τὸν πολέμιον καθαιρεῖν, οὐ τοῦτο χρὴ σκοπεῖν, εἰ ψεύδει χρήσαιτο ἢ ἀληθείᾳ, ἀλλὰ πρὸς ἓν ἀποβλέπειν μόνον, τὸ τοῦ πολεμοῦντος γενέσθαι κρείττω· τὰ δ’ ἄλλα πάντα χαίρειν ἐᾷν. τοιγαροῦν καὶ σὺ τῇ βασιλίδι προσελθὼν, (ἀξιόχρεως δ’ ἔσῃ πρὸς πειθὼ ἔκ τε τῆς προτέρας, ἧς ἐνεδείξω πρὸς αὐτὴν, εὐνοίας καὶ σπουδῆς μετὰ τὴν βασιλέως τελευτὴν, καὶ τοῦ νῦν ὑπὲρ αὐτῆς δοκεῖν σπουδάζειν,) ἐκείνου κατηγόρησον, ὡς οὐχ ὑποπτευομένου, ἀλλ’ ἤδη φανερῶς τὴν βασιλείαν ἰδίαν ποιουμένου καὶ ὅσον οὐδέπω μέλλοντος αὐτὴν καὶ τέκνα ἀποκτείνειν. ἂν δ’ ἀπόδειξιν τῶν λεγομένων ἀπαιτῇ, μὴ τοιαῦτα πεῖσον πολυπραγμονεῖν. φθάσειν γὰρ τελευτήσασαν πρὶν εἰς τοὺς ἐλέγχους ἥκειν, εἰ μὴ ἐκείνου διαστᾶσα, ἑαυτὴν διασώζοι καὶ τὰ τέκνα. ἐκ τούτων δὲ ἐκείνην, ὥσπερ οἴομαι, ὑπὸ δέους καταπλαγεῖσαν, τὸν πρὸς ἐκεῖνον ἡμῖν πόλεμον ἐπιτρέψειν. τούτου δὲ κατορθωθέντος, οὐδὲν ἄλλο λείπεται, ἢ ἐκεῖνον μὲν ἀπολέσθαι κακὸν κακῶς, σὲ δὲ πρὸς τῷ τὸν ἐπηρτημένον κίνδυνον διαφυγεῖν, καὶ τὰ Ῥωμαίων πράγματα διοικεῖν, πάντων μάλιστα ἀξιώτατον ὄντα.
διό σου δέομαι πεισθῆναι συμβουλεύοντι ἐμοὶ καὶ μὴ πρὸς τὴν πρᾶξιν ἀναδύεσθαι, ῥᾳδίαν οὖσαν, ὡς ἐγὼ συμβουλεύω, κατασκευασθῆναι. εἰ δ’ ἀποκνήσεις πρὸς τὸν κίνδυνον, ἐγὼ μὲν δυσχερὲς οὐδὲν ἐρῶ· σὲ δὲ τὰς ἐκδεξομένας τύχας ἤδη στοχάζεσθαι προσῆκον. τούτοις μὲν οὖν τὸν πατριάρχην ἔπεισεν αὐτῷ τε προςέχειν καὶ πόλεμον πρὸς τὸν μέγαν δομέστικον κινεῖν. ἔπειθ’ ἕκαστον τῶν ἄλλων, δόξῃ διαφερόντων ἢ γένει τῶν πολλῶν, περιιὼν ἐμηχανᾶτο πείθειν, ψεύδη συνείρων καὶ συκοφαντίας. καὶ πρῶτα μὲν πρὸς τὸν Ἀσάνην Ἀνδρόνικον ἐλθὼν, ὃς ἦν μεγάλῳ δομεστίκῳ κηδεστὴς, ἐξ ὧν μάλιστα πείσειν ᾤετο, ἐπεχείρει. οὗτος γὰρ δὴ Ἀσάνης πρὸς τὸν γαμβρὸν ὀλίγῳ πρότερον ἐλθὼν, ἐδεῖτο μὴ περιορᾷν αὐτὸν, ἀβίωτον οἰόμενον τὸν βίον διὰ τὸ τοὺς παῖδας Ἰωάννην καὶ Μανουὴλ, ἐπ’ ἔτεσιν ἓξ ἤδη ὑπὸ βασιλέως ἐν δεσμωτηρίῳ εἰργομένους, δεινότατα πάσχειν καὶ οὐδὲν ἀμείνω τῶν ἐν ᾅδου διαγόντων. ἀλλ’ ἀπιόντα πρὸς τὴν ἑσπέραν, ἐπεὶ διὰ Βήρας ἀνάγκη διιέναι, ἔνθα κατεκλείοντο, τοῦ δεσμωτηρίου ἐξαγαγεῖν καὶ πρὸς τὴν στρατείαν χρῆσθαι ἄγοντα μεθ’ ἑαυτοῦ, οὐδενὸς, ὧν ἄγει, πρὸς μάχας καὶ στρατείας ὄντας ἀτιμοτέρους χρῆσθαι.
PG 153:747ὁ μέγας δὲ δομέστικος, οὐκ ἀρέσκειν, ἔφασκεν, αὐτῷ ταύτην τὴν βουλήν. οὐ γὰρ τῶν τυχόντων εἶναι τοὺς υἱοὺς, οὐδ’ ἐπὶ μικροῖς τισι κατακριθέντας, ὥστ’, εἰ ἀφεθεῖεν παρ’ αὐτοῦ, μηδεμίαν ταραχῆς πρόφασιν παρέχειν βασιλίδι. ἀλλ’ ἔδει πρότερον ἐκείνην παρασκευάσαντας συγγνώμην ἐκείνοις παρασχέσθαι, οὕτως ἐξάγειν τοῦ δεσμωτηρίου. νῦν δ’ εἰ τοῦτο πράξομεν αὐτοὶ, μὴ πρότερον ἐκείνης ἐπιτρεπούσης, εἰκὸς αὐτήν τε λογίσασθαι καὶ τοὺς συκοφάντας προφάσεως οὐ τῆς τυχούσης εὐπορῆσαι, ὡς ἤδη πᾶσαν αὐτῆς παρειλόμεθα διαβάλλειν τὴν ἀρχὴν καὶ κατ’ ἐξουσίαν καὶ τὰ μέγιστα διοικοῦμεν, μηδὲ λόγου γοῦν αὐτήν τινος ἀξιοῦντες. ἃ δὴ οὔτ’ ἐμοὶ πρῶτον, οὔτ’ ἐκείνοις οἴομαι λυσιτελεῖν. ἀλλὰ δέον πρὸς τοῖς ἔτεσιν, οἷς εἴργονται, καὶ ὀλίγον τινὰ χρόνον διακαρτερῆσαι, καίπερ ἀνιωμένους, ἄχρις ἂν θεοῦ διδόντος ἐπανήξω τῆς στρατείας. τότε δὲ τῆς βασιλίδος δεηθεὶς αὐτὸς ὑπὲρ ἐκείνων καὶ, εἰ δέοι, καὶ ἐγγύας παρασχὼν, τοῦ τε δεσμωτηρίου παρασκευάσω ἐξελθεῖν καὶ πρὸς τὴν ἀρχαίαν εὐδαιμονίαν πειράσομαι ἐπανάγειν.
νυνὶ δὲ τῆς στρατιᾶς ἤδη παρεσκευασμένης οὔσης πρὸς τὴν ἔξοδον, οὐ σχολὴ περὶ τοιαῦτα διατρίβειν, χρόνου δεόμενα πρὸς τὴν κατασκευήν. ἀλλ’ ἐπειγόντων τῶν πραγμάτων, νῦν μὲν κατὰ πάροδον, ὥσπερ καὶ πρότερον πολλάκις, πρὸς αὐτοὺς παραγενόμενος, οὐ παραμυθήσομαι μόνον διὰ τὴν ἐπιδημίαν καὶ προνοίας ἀξιώσω τῆς δεούσης, ἀλλὰ καὶ χρηστοτέρων ἐμπλήσω τῶν ἐλπίδων, τὴν ἐλευθερίαν τῶν δεσμῶν ἐπαγγειλάμενος βεβαίως. ὃ καὶ τὸν μεταξὺ χρόνον αὐτοῖς ἀνεκτότερον, ἢ πρότερον ἡμέρας ποιήσει διάστημα μιᾶς. ὁ μὲν οὖν ἠγάπα τὲ ταῖς ἐπαγγελίαις καὶ χάριτας ᾔδει πολλὰς ὑπὲρ αὐτῶν. ιη. Παρακοιμώμενος δὲ αἰσθόμενος, οἷος ἦν ἐκεῖνος τὰ τοιαῦτα ἐρευνᾷν, καὶ προσελθὼν Ἀσάνῃ, πρῶτα μὲν δουλείαν ἀρχαίαν ὡμολόγει, καὶ μηδὲ τὴν τύχην, ἐν ᾗ καθέστηκε νυνὶ, τῆς πρὶν εὐτελείας ἐπιλελῆσθαι πεῖσαι διεβεβαιοῦτο, ἀλλ’ οὕτως οἴεσθαι αὐτὸν οἷα δὴ ἕνα τῶν ἐκείνου οἰκετῶν, καὶ τὴν προσήκουσαν εὔνοιαν ἀγαθῷ δεσπότῃ παρὰ δούλῳ ἕτοιμον εἶναι, καιροῦ καλοῦντος, παρασχέσθαι καὶ αὐτὸν καὶ πάντα πράττειν ὑπὲρ αὐτοῦ τε καὶ τῶν παίδων, εἰ δέοι καὶ ταῖς ἐσχάταις τύχαις περιπίπτειν.
ὃ καὶ νυνὶ παρεσκευακέναι μάλιστα ἥκειν παρ’ αὐτὸν, ἅμα μὲν ἃ λυσιτελεῖν αὐτῷ τε καὶ παισὶ νομίζει παραινέσοντα, ἅμα δ’, εἴ τι δέοιτο πρὸς τὸ ἔργον καὶ αὐτοῦ, ὅτι προθυμότατα συναγωνιεῖται καὶ χρήμασι καὶ οἰκέταις καὶ πᾶσιν οἷς ἔχει, ἐκδιδάξοντα. τῶν γὰρ αὐτοῦ παίδων ὑπὸ βασιλέως ἀδίκῳ γνώμῃ καὶ φθονερᾷ πολὺν ἤδη χρόνον ἐν φρουρᾷ κατεχομένων, πάνυ μὲν καὶ αὐτὸν ὑπεραλγεῖν αὐτῶν οὐ μόνον ἄδικα καὶ βίαια πασχόντων, ἀλλὰ καὶ διὰ τὴν ἀρχαίαν εὔνοιαν, ἣν ἐκείνοις ὀφείλειν καὶ σοὶ τῷ πατρί· μηδὲν δὲ βοηθεῖν ἔχοντα, στέργειν τὴν ἀνάγκην. νυνὶ δὲ ὁρῶν τὸν ἐπιτηδειότατον ἥκοντα καιρὸν τῆς ἐκείνων ἐκ τῶν δεσμῶν ἐλευθερίας, μὴ προί̈εσθαι ἥκειν παραινέσοντα. καίτοι γε ἀκηκοέναι, ἔφασκεν, ἐκ Σηλυβρίας ἥκων, ὡς πολλὰ μεγάλου δομεστίκου τοῦ κηδεστοῦ δεηθεὶς ὑπὲρ ἐκείνων, οὐδὲν πλέον ἠδυνήθης, ἀλλὰ κεναῖς ἐλπίσι μετεωρίσας καὶ φενακίσας, ἀπιὼν ᾤχετο, ὡς ἀπολύσων τῆς εἱρκτῆς, ἢν ἐπανήξῃ τῆς ἑσπέρας. τοῦτο δὲ εἴ σε λέληθεν ὡς ἀπάτη, πάνυ μάλιστα θαυμάζειν ἔχω.
Chapter VIIICaput VIII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:749οὔτε γὰρ, βασιλέως ζῶντος, τοὺς γυναικὸς ἀδελφοὺς ἀπαλλάττειν τῶν κακῶν ἀδυνάτως εἶχεν, εἴγε δίκαια καὶ αὐτῷ προσήκοντα ᾑρεῖτο πράττειν, οὐκ ἐλάσσω δυνάμενος ἢ ὅσα βασιλεύς. νυνί τε, ὥσπερ οὐδ’ αὐτὸς ἀγνοεῖς, οὐ τοιαῦτα μόνον, ἀλλὰ καὶ μείζω πολλῷ καταπράττεσθαι δύναιτ’ ἂν, ἀνυπεύθυνον ἔχων τὴν ἀρχὴν καὶ τῶν πραγμάτων αὐτοκράτωρ ὤν. ἀλλὰ καὶ τότε, πείθοντος αὐτοῦ βασιλέα, κατείχοντο δεσμῶται, τῆς τε ἀνδρίας βασκαίνοντος καὶ τῆς συνέσεως καὶ μὴ παρευδοκιμηθείη παρ’ ἐκείνων, δεδοικότος· καὶ νῦν οὐδὲν ἧττον διανενόηται παρ’ ὅλον τὸν βίον κατέχειν ἐν δεσμοῖς. τοῦτο δὲ οὐ στοχαζόμενος εἶπον, ἀλλ’ ἀκριβῶς εἰδώς. οἶσθα γὰρ, ὡς πολλῆς εὐμενείας ἀπολαύων παρ’ αὐτοῦ καὶ τῶν ἀποῤῥήτων κοινωνῶν αὐτῷ, ὧν διὰ τὴν εἰς ὑμᾶς εὔνοιαν καταπεφρόνηκα νυνὶ, πάντα ἀκριβῶς σύνοιδα αὐτῷ, ὅθεν οὐδ’ ἀπιστεῖν ἐμοὶ χρεὼν, ἀλλὰ βουλεύεσθαι τὴν ταχίστην, ἕως ἐστὶ καιρὸς, οὐ μόνον τοὺς παῖδας ἀπαλλάττειν τῶν κακῶν, ἀλλὰ καὶ σεαυτῷ τὴν Ῥωμαίων ἀρχὴν, σοὶ μάλιστα προσήκουσαν τῶν πάντων, περιποιεῖν. τοῦτο δ’ ἕτερον τρόπον ἀδύνατον γενέσθαι, εἰ μὴ πρότερος ἐκεῖνος ἐκβληθείη τῶν πραγμάτων τῆς ἀρχῆς.
ἐκεῖνο δὲ πάλιν ἑτέρως οὐκ ἐγχωρεῖ, εἰ μὴ αὐτὸς ἐκπολεμώσεις ἐκείνῳ βασιλίδα, ὡς ἁρπάζειν τὴν βασιλείαν διανοουμένου κατειπὼν καὶ αὐτὴν καὶ παῖδας διαφθείρειν. ἀξιώτατος δ’ ἂν εἴης πιστεύεσθαι παρ’ αὐτῇ, οὐ μόνον ὡς τὰ βεβουλευμένα τῷ γαμβρῷ σαφῶς εἰδὼς, ἀλλ’ ὡς καὶ φύσεως αὐτῆς ὑπὲρ τῆς εἰς ἐκείνην εὐνοίας καὶ τὸν παῖδα βασιλέα δοκῶν καταφρονεῖν. καίτοι γε φαίη τις ἂν, οὐδὲ τὴν ἐκείνου κατάλυσιν καὶ φθορὰν ἄδολόν σοι καὶ καθαρὰν τὴν ἡδονὴν παρέχειν, οἷα δὴ τῆς θυγατρὸς ἐκείνῳ συνατυχούσης. τοῦτο δ’ ὅσην ἔχει τὴν διαφορὰν, ἔξεστι παράλληλα θέμενον τὰ πράγματα σκοπεῖν. οὐ γὰρ ὅμοιον, τοὺς μὲν τῶν παίδων ὥσπερ κατορωρύχθαι ζῶντας, τοὺς δὲ παρ’ ἀξίαν πράττειν κακῶς καὶ ἐνδεῶς καὶ ἀνελευθέρως ζῇν, καὶ γένος ὑπ’ ἐκείνου πᾶν ὥσπερ δοῦλον ἄγεσθαι καὶ φέρεσθαι, καὶ αὐτὸν οὐδὲν ἀμείνω πάσχειν ὑπὸ τῆς πρὸς πάντας συμπαθείας, καὶ μιᾶς ἀτυχησάσης θυγατρὸς πάντ’ ἐκεῖνα λελύσθαι τὰ δυσχερῆ καὶ σὲ δύνασθαι οὐ γένος μόνον καὶ οἰκείους, ἀλλὰ καὶ τοὺς ἄλλους φίλους λαμπροὺς ποιεῖν καὶ περιδόξους, πάσης ἐξ ἐκείνου μετενηνεγμένης τῆς Ῥωμαίων ἀρχῆς εἰς σέ.
PG 153:751τίς γὰρ, ἐκείνου πεσόντος ἢ καὶ τῆς ἀρχῆς ἐκβεβλημένου, σοῦ μᾶλλον δικαιότερος, ἐπὶ τῶν πραγμάτων εἶναι, οὐκ ἀνδρίᾳ μόνον καὶ πολέμων ἐμπειρίᾳ, ἀλλὰ καὶ λαμπρότητι γένους καὶ συνέσει καὶ τοῖς ἄλλοις ἅπασιν οὐκ ὀλίγῳ τινὶ τῷ μέσῳ πάντας Ῥωμαίους παριόντος. ἐγὼ δὲ πρὸς ἅπαντα προθύμως συναγωνιοῦμαι, τάξιν ἐπέχων ὑπηρέτου καὶ πρὸς πᾶν τὸ κελευόμενον ἑτοιμότατα ἔχων ὑπακούειν. οὐ δὴ, πρὸς τοιοῦτον ἰσχυρότατον ἀνταγωνιστὴν ἀποδυόμενον, περὶ ψεύδους καὶ ἀληθείας ἀκριβολογεῖν χρεὼν, ἀλλὰ πρὸς ἓν μόνον, τὴν ἐκείνου κατάλυσιν, προσῆκον ἀφορᾷν· τἄλλα δὲ μηδὲν ἡγεῖσθαι, εἰ μέλλεις τι τῆς σῆς συνέσεως καὶ στρατηγίας ἀξιόχρεων ποιεῖν. ὁρῶμεν δὲ καὶ τῶν στρατηγῶν τοὺς μάλιστα συνετωτάτους οὐκ ἀεὶ τῇ παῤῥησίᾳ χρωμένους καὶ κατὰ στόμα τοῖς πολεμίοις ὑπαντῶντας, ἀλλ’ ἔστιν οὗ καὶ ἀπάταις χρωμένους καὶ δόλοις καὶ μηχαναῖς τισι, καὶ μάλιστα, ἡνίκα δέῃ φοβεροῖς τισι καὶ δυνατωτάτοις συμπλέκεσθαι πολεμίοις. καὶ οὐδεὶς αὐτῶν κακίζει τὴν ἀπάτην, ἀλλὰ καὶ θαυμάζομεν ἅπαντες, οἷα δὴ πλείω τῆς συνέσεως ἢ τῆς ῥώμης δυναμένης κατορθοῦν. ιθ.
Τοιαῦτα καὶ πρὸς ἐκεῖνον εἰπὼν καὶ πείσας, ὅρκοις τε ἀσφαλισάμενος, ὡς νῦν τε προθυμότατα συναγωνιεῖται καὶ, καταστάντος πρὸς τὴν ἀρχὴν, ἐν ὑπηρέτου τελέσει μοίρᾳ, μόνον βουλεύεσθαι καταλιπὼν, ὅπως ἂν τὸ σπουδαζόμενον κατορθωθείη, ἐπὶ τοὺς ἀδελφοὺς ἐχώρει Κωνσταντῖνόν τε καὶ Ἰσαάκιον τὸν μέγαν δοῦκα. καὶ πρῶτα μὲν ᾤκτειρε τῆς παρ’ ἀξίαν κακοπραγίας καὶ ἐῴκει συναλγεῖν. ἔπειτα καὶ ὠνείδιζε τὴν ἐθελοδουλείαν, καὶ τὸ πρὸς τὴν ἐλευθερίαν ῥᾳθύμως βιοῦν καὶ ἀνειμένως, καὶ μηδὲ νῦν γοῦν, ὅτε καλῶς ποιῶν παρέσχετο ὁ χρόνος τῆς μεγάλου δομεστίκου χρονίου δουλείας ἀπαλλαγῆναι, προσῆκον εὐγενέσι καὶ ἐλευθέροις ἀνδράσι διανοουμένους τι. καίτοι βασιλέως μὲν ζῶντος, στέργειν ἐξ ἀνάγκης ἦν, πολλὴν ἐκείνου τὴν ῥοπὴν αὐτῷ χαριζομένου καὶ οὐδαμῶς ἐλάττω ἢ ἐκεῖνος δύνασθαι παρασκευάζοντος.
νυνὶ δὲ τί τὸ κωλῦον, ζῆλον ὑπὲρ βασιλέως τοῦ παιδὸς ὑποκριθέντας, συμβουλεύειν βασιλίδι, πρὸς γένους τε ὄντας καὶ προσήκοντας διὰ τὴν εὐγένειαν πιστεύεσθαι, καταλύειν ἐκεῖνον καὶ τῆς ἀρχῆς ἀποχειροτονεῖν, ὡς ἁρπάζειν διανοούμενον τὴν βασιλείαν καὶ αὐτὴν καὶ φίλτατα ἀποκτιννύναι καὶ Ῥωμαίων τυραννεῖν. οὐ γὰρ δήπου γε ἃ προτείνεται ὑμῖν ὥσπερ δέλεαρ ὑπ’ ἐκείνου, ἀρχαὶ πόλεών τινων καὶ δημοσίων διοικήσεις, ἵν’ ἐκεῖνος τὸ μεῖζον ἔχῃ, ὥσπερ δεσπότης ἐπιτάττων καὶ πάντων καταδυναστεύων καὶ μειζόνων καὶ ἐλαττόνων, τοῦθ’ ὑμῖν ἀρκέσει πρὸς τὸ ἀποστερεῖσθαι τῆς ἐλευθερίας. οὐδὲ γὰρ οὐδ’ ὑμᾶς τοῦτο κατάδηλον λέληθεν ὂν, ὡς, ἐκείνου πεσόντος ἢ ἐκβεβλημένου τῆς ἀρχῆς, ὑμῖν ἐξέσται πράττειν ἃ αἱρεῖσθε ἀδεῶς, ἢ πρώτους γεγενημένους ἢ μετὰ τοὺς πρώτους εὐθὺς Ῥωμαίων. οὐ χρὴ δὲ πρὸς τὴν ἐπιχείρησιν ἀναδύεσθαι λογιζομένους, ὡς ψεύδη καὶ συκοφαντίας ἐρεῖτε. εἰ μὲν γὰρ οὐδὲν οὐδέπω μέχρι νῦν ψεῦδος εἴρητο ὑμῖν, ἦν ἄν τι τοῦτο πρὸς τὸν λόγον.
Chapter IXCaput IX
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:753εἰ δὲ πολλάκις ἡμῖν ἅπασιν ὁμοίως καὶ τοῦ τυχόντος κέρδους ἕνεκα ἢ οὐδενὸς καὶ ἐπιορκεῖν καὶ ψεύδεσθαι συνέβη, τί δεῖ τὰ πολλάκις τετολμημένα ὀῤῥωδεῖν νυνὶ, οὐ μικρά τινα, ἀλλὰ τὴν Ῥωμαίων μέλλοντας ἀρχὴν κερδαίνειν; εἰ δ’ ἀπιστεῖν ἐμοὶ κεκρίκατε τὰ βελτίω συμβουλεύοντι, ἀλλὰ τῷ γε ἀδελφῷ πείθεσθαι προσήκει, πρεσβυτέρῳ τε τὴν ἡλικίαν ὄντι καὶ μᾶλλον ὑμῶν εἰδότι μεταβολαῖς τε καὶ καινοτομίας πραγμάτων χρῆσθαι προσηκόντως. οἴομαι δὲ κἀκείνῳ περισπούδαστον τὴν μεγάλου δομεστίκου κατάλυσιν εἶναι, οὐ φέροντι τὸν ὄγκον τῆς ἀρχῆς καὶ τὸ πάντας ἐν ἀνδραπόδων ἄγεσθαι καὶ φέρεσθαι ὑπ’ ἐκείνου μοίρᾳ. ἐγὼ μὲν οὖν ἃ συμφέρειν νομίζω, συμβεβούλευκα ὑμῖν. αὐτοὶ δ’ εἴτι περὶ εὐδοξίας ὑμῶν αὐτῶν καὶ βίου περιφανείας κεκρίκατε ἐπιχειρεῖν, μὴ προί̈εσθαι ἀναγκαῖον τὸν καιρὸν, ἵνα μὴ, παρελθόντος, οὐδὲν ὠφελώμεθα ἐκ τῆς μεταμελείας. ἐκείνου γὰρ ἀπόντος, ῥᾷστα πᾶν κατορθωθείη· ἂν δ’ ἐκ τῆς στρατείας ἐπανέλθῃ, οὐδὲ γρύζειν παραινῶ τολμᾷν, ἢ οὐδὲν ἔσται τὸ κωλῦσον, τὸ μηδ’ ὅπῃ γῆς διάγετε ἀγνοεῖσθαι.
ἐγὼ δὲ οὐ λόγοις ἀπλῶς, ἀλλὰ καὶ ὅρκοις παρέξομαι πίστεις ἰσχυρὰς τοῦ πρός τε τοὺς ἀγῶνας προθυμότατον παρασχέσθαι ἑαυτὸν, καὶ χρήμασι καὶ ὅπλοις καὶ οἰκέταις συναιρόμενον, καὶ μετὰ τὴν κατάλυσιν ἐκείνου πάντα ποιήσειν τὰ προστεταγμένα ὑφ’ ὑμῶν, καὶ παρὰ πάντα τὸν βίον ἐν ὑπηκόου μοίρᾳ τελέσειν, μηδὲν μηδέποτε πρὸς ὑμᾶς ἀγνωμονήσας. τοιαῦτα εἰπὼν καὶ προσέτι γε ὅρκοις ἀσφαλισάμενος τὰ εἰρημένα, ἐπεὶ κἀκείνους εἶχε πεπεισμένους πρὸς τὸ πράττειν τὰ βεβουλευμένα, πρὸς Γαβαλᾶν Ἰωάννην τὸν μέγαν δρουγγάριον ἐλθὼν, ὃς ἦν ἐκ τῆς πρὸς Κράλην πρεσβείας ἄρτι ἥκων, ὑπὸ τοῦ μεγάλου δομεστίκου ᾑρημένος, εἴ τι πύθοιτο ἠρώτα περὶ ἑαυτοῦ. τοῦ δὲ ἀποκριναμένου, μηδέν· ἀλλ’ ἐγώ σοι εἶπεν ἥκω ἄγγελος κακῶν. ὁ γὰρ μέγας δομέστικος τὴν προτέραν εὐμένειαν τὴν πρὸς σὲ μεταβαλὼν, πολλῆς ἀναπέπλησται πικρίας. καὶ δῆλός ἐστιν οὐκ ἀνεξόμενος, εἰ μὴ δίκας λήψεται παρὰ σοῦ τῆς προδοσίας τῆς εἰς αὐτόν. αὐτὸς γὰρ αὐτοῦ ἀκηκοέναι λοιδορίας σοῦ καταχέοντος πολλὰς, φλύαρον καὶ λάλον ἀποκαλοῦντος καὶ ψευδόμενον ὡς τὰ πολλὰ καὶ φθορέα καὶ προδότην τῶν κοινῶν.
PG 153:755ᾑρημένος γὰρ ὑπ’ ἐκείνου πρὸς τὸν ἄρχοντα τῶν Τριβαλῶν πρεσβευτὴς, παραπρεσβεύσειας δωροδοκήσας καὶ τὰ Ῥωμαίων καταπροδοὺς, τὰ ἐκείνων πράξειας καὶ ὅρκους ἐκείνοις παρασχοίης, ὡς μένων παρ’ ἡμῖν, πρόξενος ἐκείνοις εἴης, παντὶ σθένει τὰ ἡμῶν ἀπόῤῥητα αὐτοῖς καταπροδιδούς. δι’ ἃ οὐδὲ Ῥωμαίοις ὅλως ἀνέχεται καταλέγειν σὲ, ἀλλὰ τῆς μερίδος ἡγεῖται Τριβαλῶν. καταπλαγεὶς δὲ ἐπὶ τούτοις ὁ Γαβαλᾶς, θεόν τε ἐμαρτύρετο, ὡς οὐδὲν συνειδοίη τῶν λεγομένων ἑαυτῷ, καὶ οὐδὲ πιστεύειν ὅλως εἶχεν, εἰ ὁ μέγας δομέστικος οὕτως ἀπερισκέπτως συκοφαντίαις τινῶν πιστεύσας καὶ διαβολαῖς, ἐρήμην αὐτοῦ καταγνοίη καὶ ὀργίζοιτο ἀκαίρως. οὐδὲ γὰρ ὁ παρεληλυθὼς ἤδη χρόνος πολὺς, καθ’ ὃν τὰ Ῥωμαίων διοικεῖ, τοιαύτην αὐτοῦ κατηγορεῖ φαυλότητα καὶ εὐκολίαν τρόπων. παρακοιμώμενος δὲ τοῖς εἰωθόσιν ὅρκοις ἢ ταῖς ἐπιορκίαις μᾶλλον ἐχρῆτο καὶ κατέπειθεν αὐτὸν, ὡς οὐδὲν εἴη τῶν λεγομένων πλάσμα, ἀλλὰ πάντα ἀληθῆ. παρεγύμνου τε κατὰ μικρὸν, ὡς σύστημα οὐκ ἀγεννὲς ἐπὶ καταλύσει ἤδη συσταίη τῇ ἐκείνου, οἷς δέον ἑαυτὸν προσνείμαντα τὸ μέρος καὶ αὐτὸν συγκαταβάλλειν, εἴ τι μέλοι τῆς οἰκείας σωτηρίας καὶ αὐτῷ.
καὶ μὴ συγκαλυψάμενος ἔγνω δεῖν ἐκείνῳ ἐμπαρέχειν ἐμπιπλάναι τὸν θυμόν. πίστεως δὲ τῶν λεγομένων ἕνεκα ἀσφαλεστέρας καὶ τοῦ σαφέστατα εἰδέναι, ὡς ὑπὲρ αὐτοῦ μάλιστα σπουδάζοι καὶ κήδοιτο αὐτοῦ, καὶ τὴν θυγατέρα κατηγγύα, (ἦν γὰρ πρότερον τὴν γαμετὴν ἀποβαλὼν,) καὶ ὅρκους παρεῖχεν ἐπὶ τούτῳ ἐγκόλπιόν τί τε τῶν ἱερῶν ἀσφαλείας ἕνεκα. ἐπεὶ δὲ κἀκεῖνον ἦν προσειληφὼς, Χούμνῳ πρόσεισι τῷ μεγάλῳ στρατοπεδάρχῃ, ἄλλως τε ὄντι τῶν ἐκείνῳ φίλων καὶ προσήκοντι κατὰ γένος διὰ τὴν γυναῖκα. τῆς γὰρ συναφθείσης ἐκείνῳ πρώτως τετελευτηκυίας, ἣ Δισυπάτου θυγάτηρ ἦν, ἑνὸς τῶν τῷ κλήρῳ τῆς τοῦ θεοῦ Σοφίας κατειλεγμένων, ἀνεψιᾷ συνῴκησε τῇ Χούμνου, ἤδη λαμπρὸς ὢν καὶ μὴ ἀπαξιούμενος πρὸς τῶν εὐγενεστέρων. διὰ ταῦτα οὖν ἐκείνῳ τῶν ἐπιτηδείων ὢν, ἀνεμίμνησκέ τε προσελθὼν τῶν πρὸς μέγαν δομέστικον εἰρημένων, ὅτε περὶ Μιχαὴλ τοῦ Μυσῶν βασιλέως ἐβουλεύοντο υἱοῦ, εἰ δέοι ἐκδιδόναι Ἀλεξάνδρῳ ἀπαιτοῦντι, τὸ ἐὰν ἀποκαλυφθῇ τῷ ἐσχάτῳ, σιγάτω ὁ πρῶτος.
PG 153:757ὧν, ἔφασκε, τὸν μέγαν δομέστικον ἀεὶ μεμνημένον καὶ ὥσπερ βέλος περιφέροντα ἐν τῇ ψυχῇ, καιρὸν ζητεῖν, ἐν ᾧ τοῦτον ἀμυνεῖται ἀξίως τῆς ὕβρεως τῆς εἰς αὐτόν. τοῦτον δὲ οὐδένα ἄλλον εἶναι, ἢ τὴν ἐκ τῆς ἑσπέρας ἐπάνοδον αὐτοῦ. οὕτω γὰρ ἐκείνου φάσκοντος ἀκηκοέναι. ἐμὲ δὲ περὶ πλείστου ποιούμενον τὰ σὰ, (οὐδὲ γὰρ περὶ ἐλαχίστων ὁ κίνδυνος, ἀλλὰ περὶ ψυχῆς,) ἥκειν ἀπαγγέλλοντά τε, ὅσα ἐπυθόμην, καὶ, εἰ βούλει, σωτηρίας ὁδὸν ὑφηγησόμενον. ὁ δὲ πρὸς τὰ εἰρημένα οὐ μετρίως θορυβηθεὶς, θαυμάζειν, ἔφασκεν, εἰ ὁ μέγας δομέστικος οὕτως ἐξαίφνης τῆς συνήθους καλοκἀγαθίας μεταβαλὼν, ἀντὶ μετρίου καὶ προσηνοῦς ἀπαραίτητος οὕτως ὀφθείη πρὸς ὀργὴν καὶ τοῖς προσκεκρουκόσι πικρὸς καὶ πρὸς τὰς ἀντιδόσεις ἕτοιμος. οὐδὲ γὰρ ὁ προτοῦ χρόνος τοιοῦτον αὐτῷ τὸ ἦθος συμμαρτυρεῖ. πολλῶν γὰρ αὐτῷ προσκεκρουκότων καὶ μεγάλα, οὐδένα πώποτε ἐφάνη ἀντιδρῶν κακῶς· πρὸς ἐμὲ δὲ μετρίως μὲν διὰ τὸν λόγον τετάρακτο ἐκεῖνον, ὀλίγῳ δὲ ὕστερον οὕτως ἀφῆκε τὴν ὀργὴν, ὡς μηδὲ εἰρῆσθαί τι δοκεῖν.
Ἀπόκαυκος δὲ εἰ μὲν ὑποπτεύων ἔφη τοὺς λόγους τοὺς ἐμοὺς, ὡς πειρωμένου, καὶ τὸ προσκρούειν αὖθις ἐκείνῳ δεδοικὼς, τοιαῦτα ἀπεκρίνω, ἄλλος ἂν εἴη λόγος. εἰ δ’ ὡς ἀληθῶς οἰόμενος οὕτως ἔχειν, ἴσθι ἀγνοῶν τὸ πᾶν. οὐ γὰρ ἥμερος, ὥσπερ ἔφης, καὶ προσηνὴς καὶ περὶ μηδένα ἐκεῖνος κακὸς ὀφθείς· ἀλλ’ ἐκ πολλοῦ τοῦ χρόνου δύναμιν μεγάλην περιβεβλημένον πάντες ἐθεράπευον, καὶ οὐδεὶς ἄχρι νῦν, οὐχ ὅτι ἀντειπεῖν, ἀλλ’ οὐδ’ ἀντιβλέψαι πώποτε ἐτόλμησεν· ὅθεν κἀκεῖνος πᾶσι προσεφέρετο μετρίως ὑπεπτηχόσι καὶ δεδουλωμένοις ἀκριβῶς. σοῦ δὲ νυνὶ πρώτου τολμήσαντος ἀντειπεῖν ἀναφανδὸν, οὐκέτι συγκαλύπτειν τὴν κακίαν οἷός τε ἐγένετο, ἀλλ’ ἀπὸ σοῦ κἀκεῖνος ἄρξεται πρώτου τοὺς εἰς αὐτὸν ἁμαρτάνοντας κολάζειν. αὐτίκα τε ὤμνυε τὰ φρικωδέστατα, ὡς πάντα εἴη, ὅσα φθέγξαιτο, ἀληθῆ καὶ ὡς, εἰ μὴ τὴν ταχίστην ἑνί γε τῳ τρόπῳ πειρῷτο διασώζειν ἑαυτὸν, οὐδὲν ἐμποδὼν, μὴ καὶ αὐτὸν καὶ πᾶσαν τὴν οἰκίαν ἀπολέσθαι. ὁ δ’, ὥσπερ ἦν εἰκὸς, περὶ τῶν ἐσχάτων τὸν φόβον ἐσχηκὼς, ἐδεῖτό οἱ τρόπον ὑποθέσθαι, δι’ οὗ τὰ προςδοκώμενα δεινὰ δυνήσεται διαφυγεῖν.
ὁ δ’ ἔφασκεν, οὐ χαλεπὸν μὲν εἶναι καὶ αὐτὸν ἐκ τῶν παρόντων τὸ δέον συνιδεῖν, οὐ τῶν πολλῶν καὶ ἀνοήτων ὄντα, ἀλλὰ τῶν ἐμπειρίᾳ πραγμάτων καὶ συνέσει τοῖς πρώτοις ἁμιλλώμενον Ῥωμαίων. παραινέσειν δὲ καὶ αὐτὸν, ἃ οἴεται λυσιτελήσειν, μᾶλλον δ’, ὧν χωρὶς σωτηρίας ἀδύνατον τυχεῖν. οἴεσθαι δὲ μηδὲν ἕτερον αὐτῷ λυσιτελήσειν καὶ τοῖς ἄλλοις, ἢ πόλεμον ἀραμένῳ πρὸς ἐκεῖνον, παντὶ σθένει πειρᾶσθαι καταλύειν τὴν ἐκείνου δύναμιν. τοῦτο δ’ ἔσται ῥᾴδιον, ἂν βασιλίδι προςελθὼν καὶ τὴν εἰς ἐκείνην εὔνοιαν καὶ βασιλέα τὸν υἱὸν ὑποκριθεὶς, ἀναπείσῃς ἐκεῖνον πολέμιον νομίσαι καὶ ἐπιβουλεύοντα αὐτῇ πρὸς τὴν ἀρχὴν, φάσκων περὶ ἐκείνου ἀκριβῶς πεπεῖσθαι τὰ τοιαῦτα καὶ τὴν ἀδικίαν μὴ ἐνεγκεῖν, ἀλλὰ μᾶλλον αἱρετώτερον ἡγήσασθαι, αὐτὸν καὶ παῖδας ὑπὲρ αὐτῶν, εἰ δέοι, πολεμοῦντας ἐκείνῳ ἀποθνήσκειν, ἢ αὐτοὺς ἀδίκως τὴν ἀρχὴν ἀφαιρουμένους ἢ καὶ ἀποθνήσκοντας περιιδεῖν. οἷς ἐκείνην, ὥσπερ εἰκὸς, πεισθεῖσαν ὑπὸ δέους ῥᾷστά τε ἐκείνου διαστήσεσθαι καὶ τὸν πόλεμον ἡμῖν τὸν πρὸς ἐκεῖνον ἐπιτρέψειν.
Chapter XCaput X
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:759τούτου δὲ γεγενημένου, οὐδὲν ἔστι τὸ κωλῦον, οὐ τῶν προσδοκωμένων δεινῶν ἀπηλλάχθαι μόνον, ἀλλὰ καὶ τύχης ἀγαθῆς ἀφορμὴν τὸν πρὸς ἐκεῖνον πόλεμον ποιήσασθαι. ὅτι δὲ οὐκ ἀληθῆ τὰ εἰρημένα, οὐ χρὴ σκοπεῖν, περὶ ἐκείνου. οὐ γὰρ περὶ ἀληθείας καὶ ψεύδους ἡμῖν πρόκειται νῦν ἀγὼν, ἀλλ’ εἴτε ζῇν εὐκλεῶς, καθῃρηκότας ἐκείνου τὴν ὀφρὺν, εἴτε ἀποθνήσκειν ὁμοίως τοῖς ἐπὶ δεινοῖς τισιν ἑαλωκόσιν, ἐὰν ἐκεῖνος ἔτι τῶν πραγμάτων ἄρχῃ. διὸ πάσῃ χρηστέον μηχανῇ καὶ παντὶ πολέμου εἴδει προσεκτέον μᾶλλον, ἢ περὶ τοιούτων μικρολογητέον, ἃ μηδεμίαν βλάβην ἔχει, ἂν ὧδε ἢ ἑτέρως ἔχωσι. τούτοις μὲν οὖν ἔπειθε κἀκεῖνον. καὶ πέρας ἤδη εἶχεν ἡ ἐπιβουλή. ἐδόκει δὲ δεῖν καὶ τῶν οἰκειοτάτων βασιλίδι τινὰς προσεταιρίσασθαι, ἐκεῖνο ἐννοῶν, ὡς τοὺς μὲν ἄλλους ἴσως ἂν ὑποπτεύσειεν ἡ βασιλὶς, ἢ φόβῳ ἢ φθόνῳ τοιαῦτα ἐσκαιωρηκέναι, τῶν οἰκειοτάτων δὲ μηδὲν καταγνοίη ἂν τοιοῦτον.
καὶ τῷ Ζαμπέας υἱῷ, ἣ ἐκ Σαβωί̈ας βασιλίδι εἵπετο, πολλῆς καὶ παρὰ βασιλέως ἔτι ζῶντος ἀπολαύοντι τῆς εὐμενείας τά τε ἄλλα καὶ διὰ τὴν ἐν ταῖς μάχαις εὐψυχίαν, καὶ μετὰ τὴν ἐκείνου τελευτὴν βασιλίδι σπουδαζομένων ἐκείνου τε καὶ τῆς μητρὸς, Ἀρτώτῳ προσαγορευομένῳ· τούτῳ δὴ ἐντυχὼν, εἴ τι περὶ ἑαυτοῦ εἰδείη, ἐπυνθάνετο. ὡς δὲ ἐκεῖνος ἔφασκε μηδέν· ἀλλ’ ἐγὼ εἶπεν αὐτοῖς ὠσὶν ἀκήκοα τοῦ μεγάλου δομεστίκου πολλὰ σοῦ καὶ τῆς μητρὸς καταφερομένου καὶ πολλὴν εὐήθειαν καταγινώσκοντος Ῥωμαίων, ὅτι δέον πρὸς τῶν κοινῶν τὴν ἐπιμέλειαν τοῖς ὁμοφύλοις χρῆσθαι, καὶ ἀνδράσι καὶ γυναιξὶ πολλοῖς τε καὶ ἀγαθοῖς οὖσιν, οἱ δ’ οὐκ οἶδ’ ὅ,τι παθόντες, Ἀρτώτῳ χρῶνται καὶ μητρὶ, ἀνθρώποις ἀλλοφύλοις καὶ οὐδὲν ἄμεινον διακειμένοις τῶν πολλῶν, βασιλίδα θεραπεύοντες. ἀλλ’ ἕως μὲν ἔτι περιῆν ὁ βασιλεὺς, οὐδὲν ἀντιλέγειν ἦν, πᾶν τὸ περιστάμενον κατ’ ἐξουσίαν πράττοντι. νυνὶ δὲ εἰς ἐμὲ τῶν πραγμάτων τῆς ἀρχῆς περιηκούσης, οὐ περιόψομαι ὑπὸ τοιούτων, ὥσπερ κηφήνων, τὰ Ῥωμαίων καταναλισκόμενα κοινὰ, ἀλλ’ ἐνθέμενος τριήρει μετὰ τὴν ἐπάνοδον, πρὸς τὴν οἰκείαν ἀποπέμψω.
PG 153:761πρὸς τοῖς ἄλλοις δὲ καὶ δειλίαν σοῦ κατηγόρει καὶ ἀνανδρίαν ἐν ταῖς μάχαις. ἐγὼ δὲ πρὸς τὴν τοσαύτην ἀδικίαν ἀχθεσθεὶς, μειζόνων τε ἄξιον ἢ ὧν παρὰ Ῥωμαίοις τυγχάνειν εἰδὼς, καὶ τὴν θυγατέρα προθύμως σοὶ πρὸς γάμον ἐκδιδόναι ἔχω καὶ πάντα πράττειν ὑπὲρ σοῦ οὐ διὰ τὴν προτέραν φιλίαν μόνον, ἀλλὰ καὶ τοῦ κήδους ἕνεκα. καὶ εὐθέως ὅρκους τε τοῖς λεγομένοις προσετίθει καὶ ἐγκόλπιον παρεῖχεν εἰς ἀσφαλῆ τῶν λεγομένων πίστιν. ὡς δὲ συνθέμενον τὸν Λατῖνον εἶχε, παρῄνει, τῇ μητρὶ τὰ εἰρημένα ἀπαγγείλαντα, πείθειν αὐτὴν, πάσῃ χρήσασθαι καὶ ἐπινοίᾳ καὶ σπουδῇ, ὥστε ἐκπολεμῶσαι βασιλίδα τῷ μεγάλῳ δομεστίκῳ, καὶ τἄλλα προσετίθει, ἃ τοῖς ἄλλοις εἴρητο αὐτῷ. τὰ δὲ τοιαῦτα εἰς τετάρτην ἡμέραν, ἐξ ἧς ἧκεν εἰς Βυζάντιον, αὐτῷ συνεσκευάζετο. καὶ ἐπεὶ καθ’ ἕνα τοὺς εἰρημένους εἶχε πεπεισμένους, αὖθις συνίστα τοὺς ὁμοίαν περὶ τοῦ πολέμου γνώμην ἔχοντας ἑκάστῳ ἀπαγγέλλων. παρῄνει τε κοινῇ βουλευσαμένους, ὅθεν ἂν δοκοίη βέλτιον τὸν πόλεμον κινεῖν. κ.
Καὶ ἐπεὶ πρὸς πατριάρχην ἧκον, ἐδόκει δεῖν, μὴ ἀθρόους ἀπαγγέλλειν βασιλίδι ἃ ἐσκέψαντο, ἀλλὰ κατ’ ὀλίγους προσιόντας, ἵνα μήθ’ ὑποψίαν παρέχοιέν τινα, ἀλλὰ καὶ μᾶλλον καταπλήττοιεν, συνεχῶς τε περὶ τῶν αὐτῶν διαλεγόμενοι, καὶ μᾶλλον πείθοιεν, ἀληθῆ νομίζειν τὰ ὑπὸ πολλῶν ὡσαύτως εἰρημένα. ἐδέδοκτο δὴ Ἀσάνην πρῶτον τὸν μέγαν δοῦκα καὶ Κωνσταντῖνον τὸν ἀδελφὸν προσάγειν τὴν πεῖραν βασιλίδι. προσελθόντες τοιγαροῦν καὶ πολλὰ περὶ τῆς εἰς αὐτὴν εὐνοίας καὶ βασιλέα προδιαλεχθέντες τὸν υἱὸν, ἔπειτα ἔφασαν, τὸν μέγαν δομέστικον εἰδέναι τὴν βασιλείαν ἑαυτῷ περιποιούμενον καὶ ὅσον οὐδέπω τὴν ἐπίνοιαν εἰς ἔργον ἄγειν βεβουλημένον. ὅπερ αὐτοῖς τε ἄγαν ἔδοξε τῶν δεινοτάτων καὶ δεῖν μὴ συγκαλύπτειν, ἀλλὰ δήλην τὴν ἐπιβουλὴν ποιεῖν, ἵν’ αἰσθομένη, τὰ δέοντα περί τε ἑαυτῆς βουλεύσηται καὶ τέκνων. οὐ γὰρ περὶ μικρῶν τινων εἶναι τὸν κίνδυνον αὐτοῖς, ἀλλ’ εἴτε ζῇν καλῶς, τῆς ἐκ πατρῴου κλήρου προσηκούσης ἐχομένους βασιλείας, ἢ ἀποθνήσκειν ἀκλεῶς, ἐπιβουλευθέντας ὑπ’ ἐκείνου, δύναμιν τοσαύτην ἐκ τοῦ τῶν πραγμάτων ἄρχειν κεκτημένου.
βασιλὶς δὲ ὑποπτεύουσα ὅπερ ἦν, οὐ μόνον οὐκ ἐπῄνεσε τὰ εἰρημένα, ἀλλ’ ἐῴκει καὶ ἀχθομένῃ διὰ ταῦτα. παρῄνει τε αὐτοῖς ἀπέχεσθαι τῶν συκοφαντιῶν, ὡς οὐδενὸς, ὅς’ ἄν τις εἴποι, διάστασιν αὐτῇ δυναμένου πρὸς τὸν μέγαν δομέστικον ἐμποιῆσαι, σαφῶς πεπεισμένῃ τἀληθῆ καὶ προςήκοντα περὶ αὐτοῦ. ἐπεὶ δὲ ἄπρακτοι ἐκεῖνοι ἐπανῆκον, Ἀρτῶτος προσεπέμπετο ἅμα τῇ μητρί. τὰ ἴσα δὲ κἀκεῖνοι ἀπαγγείλαντες, ἀπεπέμφθησαν πρὸς ὀργὴν, οὐδὲ ὅλους ἀκοῦσαι τῆς βασιλίδος τοὺς λόγους ἀνασχομένης. εἰς τὴν ὑστεραίαν δὲ ὁ Χοῦμνος ἅμα υἱεῖ τε καὶ κηδεστῇ Μανουὴλ Καντακουζηνῷ τῷ στρατηγοπούλῳ καὶ Γαβαλᾶς ὁμοίως βασιλίδι προσελθόντες, ὡς δή τι νεώτερον πεπυσμένοι, ἀπήγγελλον μετὰ σπουδῆς, συνεβούλευόν τε μὴ ῥᾳθυμεῖν, ἀλλὰ διανίστασθαι πρὸς ἄμυναν, ὡς καὶ αὐτῶν καὶ χρήμασι καὶ ὅπλοις συνεφαψομένων τοῦ πολέμου. οὐ γὰρ φέρειν τῇ εἰς βασιλέα εὐνοίᾳ καὶ πίστει συντεθραμμένους τὴν ὑπερβολὴν ὁρᾷν τῶν τολμωμένων, ἀλλ’ ἑτοιμότερον ἔχειν καὶ τὰς ψυχὰς προί̈εσθαι αὐτὰς, ἢ τοιαῦτα γινόμενα περιιδεῖν.
PG 153:763βασιλὶς δὲ καὶ αὐτοῖς ὁμολογήσασα τῆς προθυμίας χάριν καὶ πεπεῖσθαι καὶ αὐτὴ σαφῶς εἰποῦσα, ὡς, εἴ τι συμβαίη τοιοῦτον, προθύμως παντί τῳ πολεμήσουσιν ὑπὲρ αὐτῆς, ἔπειτα παρῄνει τῶν κατὰ μεγάλου δομεστίκου λόγων ἀποσχέσθαι, ὡς οὐδὲν ὄντων ἢ πλάσμα καὶ συκοφαντίαν, (εἰδέναι γὰρ ἀκριβῶς τὴν ἐκείνου πρὸς αὐτὴν εὔνοιαν καὶ βασιλέα τὸν υἱὸν,) μὴ καὶ μετὰ τὴν ἐπάνοδον τὰ παρ’ ὑμῶν αὐτοῦ κατηγορημένα ἐκμαθὼν, δικαίως ἄχθοιτο ὑμῖν τοιαῦτα εἰρηκόσι. βασιλὶς μὲν οὖν οὕτω πρὸς μηδὲν τῶν εἰρημένων τῶν ἐξαρχῆς ἐξέστη λογισμῶν, ἀλλὰ πλάσματα ἡγεῖτο πάντα ὑπὸ τῆς ἑκάστου διανοίας ἀναπεπλασμένα. ὡς δὲ καὶ οὗτοι πρὸς τοὺς ἄλλους συνελθόντες, ὅσα ἡ βασιλὶς ἀπήγγελλον ἀποκριθείη, δέος ἔσχε πάντας οὐκ ὀλίγον καὶ ἐν ἐσχάτοις ᾤοντο ἤδη περιέχεσθαι κακοῖς, εἰ μή τι βουλεύσαιντο ἀνυσιμώτερον τῶν εἰρημένων. συνεβούλευέ τε ὁ παρακοιμώμενος αὐτοῖς μηκέτι μέλλειν. τὰ μὲν γὰρ περὶ μεγάλου δομεστίκου εἰρημένα σιωπῇ καλύπτεσθαι οὐ δυνατὸν, πολλῶν τῶν συνειδότων ὄντων. καταδήλων δὲ ἐκείνῳ γενομένων, συνορᾷν ἔξεστιν ἑκάστῳ τοῦ κινδύνου τὴν ὑπερβολήν.
διὸ οὐδὲ παρῄνει ῥᾳθυμεῖν ἀπογνόντας πρὸς τὴν πρᾶξιν, ἀλλὰ τῶν ἄλλων ἀποσχομένους πάντων, ἑνὸς τούτου γίνεσθαι μόνου, ὅπως περιγένοιντο τοῦ πολεμιωτάτου, ἢ τά γε δεύτερα, μὴ τὰ ἀνήκεστα παρ’ ἐκείνου πάθοιεν αὐτοί. ἐδόκει δὴ καὶ πατριάρχην καὶ τὸν Ἀσάνην Ἀνδρόνικον, ὄντα τοῦ μεγάλου δομεστίκου πενθερὸν, ὥσπερ ἄγκυράν τινα καθεῖναι ἱερὰν, καὶ δι’ αὐτῶν τῆς βασιλίδος τοὺς λογισμοὺς πειρᾶσθαι κατασείειν, τῶν ἄλλων πάντων ἀξιολογωτέρων ὄντων πρὸς τὸ πείθεσθαι αὐτοῖς, ἅτε δὴ πατριάρχου μὲν πρὸς τῇ δοκούσῃ πρὸς ἐκείνην εὐνοίᾳ, καὶ ἱερωσύνῃ τῇ μεγίστῃ τετιμημένου καὶ μὴ ἄν ποτε ψεύσασθαι ὑποπτευθέντος· τοῦ ἑτέρου δὲ μὴ τοσοῦτον ἂν εἰς ἀπονοίας βάραθρον ἐληλακέναι δόξαντος, εἰ μὴ τοιαῦτα τῷ γαμβρῷ συνῄδει ἀληθῶς, ὥσθ’ ἑκοντὶ τὴν θυγατρὸς αἱρεῖσθαι κακοπραγίαν, καταψευδόμενον τοσαῦτα.
Chapter XICaput XI
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:765ἐπεὶ δὲ ἐψηφίσαντο κοινῇ, γενομένων ἐν βασιλείοις τῶν εἰρημένων, ὁ πατριάρχης λόγου ἥπτετο πρῶτος πρὸς τὴν βασιλίδα, τὴν μὲν περὶ ἐμὲ τοῦ μεγάλου δομεστίκου φάσκων εὐμένειαν καὶ σπουδὴν εὐθὺς ἐξαρχῆς, καὶ ὡς ἐκ φαύλης τύχης καὶ πολλῆς ἀφανείας εἰς τοῦτο δι’ ἐκείνου δόξης καὶ λαμπρότητος προῆγμαι, δι’ ἃ πολλὰς αὐτῷ χάριτας ὀφείλειν ὁμολογῶ δίκαιος εἶναι, πάντες μὲν ἂν εἰδεῖεν Ῥωμαῖοι, μάλιστα δὲ σύ. ἄχρι μὲν οὖν αὐτὸν ἑώρων ὀρθοῖς καὶ δικαίοις χρώμενον λογισμοῖς καὶ τὴν εὔνοιαν καὶ τὴν πίστιν ἄδολον ὑμῖν τηροῦντα καὶ καθαρὰν τοῖς βασιλεῦσι, δεῖν ἐνόμιζον καὶ αὐτὸς ὡς γνησιωτάτῳ φίλων αὐτῷ προσέχειν, καὶ οὐδὲν ἧττον ἢ φιλότεκνος πατὴρ, ἃ λυσιτελήσειν ἤλπιζον αὐτῷ πρὸς εὐδοξίαν, πράττειν ᾑρούμην.
ἐπεὶ δὲ ἄλλων τε πολλῶν λεγόντων ἐπυθόμην καὶ αὐτὸς παρ’ ἐμαυτοῦ συνῆκα, ὡς ἄδικα καὶ βίαια καὶ διανοεῖται καὶ πράττειν ἤδη ὥρμηται, τοῦ πολλὰ πεφιληκότος βασιλέως καὶ ἐπὶ μέγα δόξης προαγαγόντος ἀδίκως ἀμειβόμενος τοὺς παῖδας οὐ μόνον τῆς ἀρχῆς, ἀλλὰ καὶ τῆς ζωῆς αὐτῆς ἀποστερῶν, τήν τε γνώμην ἐβδελυξάμην ὡς ὠμοτάτην καὶ ἀγνωμοσύνης οὐδεμίαν ἐλλείπουσαν ὑπερβολὴν, καὶ αὐτὸν οὐ τῶν φίλων ὥσπερ πρότερον, ἀλλὰ τῶν πολεμιωτάτων ἔγνων δεῖν ἡγεῖσθαι. νομίζων δὲ μὴ καὶ σὲ τὰ τοιαῦτα ἀγνοεῖν τῶν πάνυ καιρίων εἶναι, ἥκω ἀπαγγέλλων, ἵν’ ἐκ τῶν παρόντων σκεψαμένη οὐ μόνον αὑτὴν καὶ παῖδας διασώσῃς, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν συγκινδυνεύουσαν ἀρχήν. ἡ βασιλὶς δὲ ὥσπερ ἐκπεπληγμένη, λόγους, ἔφασκεν, ἀκούειν, οἵους οὐδ’ αὐτὸν τὸν κακίας ἐφευρετὴν ἄν ποτε δυνήσεσθαι ᾠήθη περὶ μεγάλου δομεστίκου πείσειν ἐπιχειρήσειν, ὡς κακὸς ἐκεῖνος περὶ αὐτὴν καὶ παισὶν ἐπιβουλεύων βασιλέως καὶ τῆς θαυμαστῆς ἐκείνης φιλίας τοιαύτας χάριτας ἀποδιδούς.
τοῦ πατριάρχου δὲ καὶ αὐτοῦ τὰ ἴσα φάσκοντος ἐν ἀρχῇ πεπονθέναι πρὸς τὰ περὶ ἐκείνου εἰρημένα καὶ τοῖς λέγουσιν ἀπιστεῖν, οὐ δὶς καὶ τετράκις τοσούτων, ἀλλὰ καὶ πολλαπλασιόνων, ἢ ὅσοι προσεληλύθασιν αὐτῇ, τῶν εἰρηκότων ὄντων. ἔπειτ’ ἐπιστήσαντα τὸν νοῦν καὶ τοῖς πραττομένοις ἀκριβῶς προσεσχηκότα, τὴν διαστροφὴν τῆς γνώμης καταμαθεῖν. καὶ πείθεσθαι ἀξιοῦντος καὶ αὐτὴν καὶ μὴ περὶ πράγματος οὕτω τὸν κίνδυνον ὀξὺν ἔχοντος διαμέλλειν, ἀλλ’ ἤδη περὶ σωτηρίας αὐτῆς τε καὶ τῶν τέκνων σκέπτεσθαι, ἀνεμίμνησκεν ἡ βασιλὶς τῶν πρὸς ἀλλήλους οὔπω χθὲς καὶ πρώην ἐπ’ αὐτοῦ γεγενημένων ὅρκων, ἐν οἷς ἄλλα τε εἴρητο τῷ μεγάλῳ δομεστίκῳ, ἔφασκεν, ὅσα σύνισμεν αὐτοὶ, καὶ πρὸ τῶν ἄλλων ἁπάντων, ἵνα, ἄν τι κατηγορηθῇ παρά τινος, μὴ ἐρήμην οὕτως ἐκείνου καταψηφίζεσθαι ἡμᾶς, ἀλλ’ ἐπὶ δίκην καλέσαντας καὶ τόπον ἀπολογίας παρασχομένους, ἂν μὲν ἀδικῶν ἁλίσκηται καὶ ἐπιορκῶν, δίκας τὰς ἐσχάτας ἀπαιτεῖν· ἂν δὲ μηδὲν προσῇ τοῖς εἰρημένοις ἀληθὲς, τῶν ἐγκλημάτων μὲν ἐκεῖνον ἀπολύεσθαι, τοὺς συκοφάντας δὲ αὐτὸ τοῦθ’, ὅπερ εἰσὶν, ἀποδείκνυσθαι, συκοφάντας.
PG 153:767νυνὶ δὲ πολλῶν ὄντων τῶν ἀπιστίας καὶ ἐπιορκίας διωκόντων, οὐδένα ὁρᾷν, ὃς ἀντικαταστῆναι πρὸς αὐτὸν ἐπὶ τῆς δίκης τολμήσει, ὥστ’ ἐξελέγχειν ἀδικοῦντα. οὐ μὴν ἀλλ’ οὐδὲ νῦν τινα διαῤῥήδην ἐκείνου κατηγορεῖν, ὅτι πράττων κακῶς ὦπται καὶ προδότης περὶ ἐμὲ, ὥστ’ ἐκ τῶν λεγομένων καὶ αὐτὴν ἔχειν συνορᾷν, εἰ συκοφαντία τὰ εἰρημένα ἢ ἀληθείας ἔχεταί τινος. ἀλλ’ οὕτως ὥσπερ ἐκ συνθήματος πάντες αὐτοῦ καταψηφίζονται τὴν βασιλείας ἁρπαγὴν, μηδὲν πλέον προστιθέντες. οὐ δὴ δίκαιον, οὔτ’ ἄλλως εὐπρεπὲς ἐμοὶ, τοῖς παρὰ τῶν πολλῶν πεισθεῖσαν λόγοις, οὐδὲν βέβαιον πρὸς ἀπόδειξιν ἔχουσι τῆς ἀληθείας, πόλεμον πρὸς ἐκεῖνον ἐμφύλιον κινεῖν. οὐ γὰρ τῶν πολλῶν εἷς, ὥστ’ αὐτοῦ ῥᾷστα περιγενέσθαι. ἀλλὰ νῦν μὲν τῶν εἰρημένων δῆλον πρὸς αὐτὸν μηδὲν ποιεῖν, ἀλλὰ σκεψαμένους πολλὰ καὶ βασάνῳ τὸ πρᾶγμα δόντας ἀκριβεῖ, ἕως ἂν ἐκεῖνος ἀπῇ πρὸς τὴν ἑσπέραν, μετὰ τὴν ἐπάνοδον εὐθὺς καλεῖν ἐπὶ τὴν δίκην, καὶ καιρὸν παρασχομένους πρὸς ἀπολογίαν, ἢ καταψηφίζεσθαι, ἂν φαίνηται ἐπιορκῶν, ἢ τῶν ἐγκλημάτων ἀπολύειν, ἂν μηδὲν τῶν ὑποπτευομένων εἰργασμένος ᾖ.
τοιαῦτα μὲν ἡ βασιλὶς δίκαιά τε ὁμοῦ καὶ συμφέροντα οἰομένη, ἀπεκρίνατο. κα. Ὁ πατριάρχης δὲ ἐλέγχους πυθόμενος καὶ δίκην, πολλήν τε ἑαυτῷ καὶ τοῖς ἄλλοις συνειδὼς συκοφαντίαν, καὶ τὸν κίνδυνον συνορῶν, ὅσος αὐτοῖς μετὰ τῆς συκοφάνταις προσηκούσης αἰσχύνης περιέσται, ἠγωνία τε οὐ μετρίως καὶ τῷ πλείστῳ μέρει ἦν ὑπὸ δέους ἀποτεθνηκώς. ἔτι δὲ οὐ παντάπασι πρὸς τὸ κακουργεῖν ἀπειρηκὼς, ὥσπερ τὴν ἀπόνοιαν βασιλίδος οἰκτιζόμενος, ἐν οἷς ἔφασκε πράγμασι καὶ ὁ θεὸς ἄνωθεν συνεφάπτεται, εὔδρομα πάντα καὶ λεῖα καὶ κατορθούμενα ἀπονητί· ὧν δ’ αὐτὸς ἑκὼν μεθίεται πρὸς τὸ διαφθαρῆναι, τοὐναντίον ἅπαν, δυσκολίας γέμοντα καὶ ταραχῆς. ἐγὼ δὲ καίτοι κινδύνοις τοῖς ἐσχάτοις διὰ τὴν εἰς ὑμᾶς εὔνοιαν ἐμαυτὸν περιβαλὼν, οὐ τοσοῦτον ἐν δεινῷ τὴν κακοπραγίαν τίθεμαι τὴν ἐμαυτοῦ, ἄχρι καθαιρέσεως τῶν θρόνων καὶ δεσμωτηρίου ἐσομένην, ὅσῳ τὴν ὑμετέραν, οὐκ ἀφαίρεσιν μόνον μέλλουσιν ὑφίστασθαι τῆς Ῥωμαίων ἡγεμονίας, ἀλλὰ καὶ αὐτῆς ζωῆς ἀκλεῶς ἅμα καὶ παρανόμως ἀποστερεῖσθαι.
Chapter XIICaput XII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:769θαυμάζειν δέ μοι καὶ σοῦ παρίσταται πολλὰ, εἰ νῦν, ἀπόντος ἐκείνου Βυζαντίου καὶ λίαν ὄντος εὐεπιχειρήτου διὰ τὸ μηδὲν εἰδέναι τῶν πραττομένων, οὕτω πέφρικας τὸν πρὸς ἐκεῖνον πόλεμον· μετὰ δὲ χρόνον τοσοῦτον, ἐν ᾧ τῶν τε εἰρημένων μηδὲν ἐκείνῳ ἐξέσται ἀγνοεῖν, οὐκ ὀλίγων ἐνταυθοῖ διατριβόντων τῶν ἡδέως ἂν ὑπὲρ ἐκείνου καὶ τὰς ψυχὰς προησομένων καὶ παρασκευάσασθαι πρὸς ἕκαστα, ὡς ἂν ἄριστα αὐτῷ δοκῇ, ῥᾳδίως ἤλπισας περιγενήσεσθαι. οὐ γὰρ ὡς αὐτή τε οἴει κἀκεῖνος φενακίζων ἡμᾶς ἀπεσεμνύνετο, οὕτω πρὸς Βυζάντιον ἐπανήξει, τοὺς φίλους καταλιπὼν καὶ τὴν πολλὴν θεραπείαν τὴν περὶ αὐτὸν, ὥστε σε ἔχειν ὅ,τι βούλει χρήσασθαι αὐτῷ. ἀλλ’ εἰδὼς, ὡς ὑποπτεύεται, οὐ τῶν εὐγενεστέρων μόνον πείσει πολλοὺς ὑποσχέσεσι καὶ δωρεαῖς μεγάλων ἀγαθῶν, ἀλλὰ καὶ στρατιὰν ἅπασαν αὐτῷ προσέχειν παρασκευάσει χρήμασι διαφθείρας.
ἔχων δὲ μεγάλην δύναμιν περὶ αὐτὸν, οὐ μόνον ἡμᾶς τοὺς ᾑρημένους ἐκείνῳ πολεμεῖν τῆς εἰς ὑμᾶς εὐνοίας ἕνεκα διαφθερεῖ ῥᾳδίως, ἀλλὰ καὶ σοὶ καὶ τέκνοις, μηδενὸς τοῦ βοηθοῦντος ὄντος, ὃν αὐτῷ τρόπον λυσιτελήσειν χρήσεται οἰήσεται, πᾶσιν ἐκείνοις τοῖς σεμνολογήμασι καὶ ταῖς ἀπάταις καὶ ταῖς εἰρωνείαις χαίρειν εἰπὼν μακρά. ἃ οὐκ οἶδ’ ὅπως οὐ συνορᾷς αὐτὴ, οὐδὲ σωτηρίαν ἑαυτῇ τε καὶ τέκνοις ἐκ τῶν ἐνόντων ἐκπορίζειν βούλει, ἀλλὰ δίκας ὀνειροπολεῖς καὶ συκοφαντίας καὶ ἐλέγχους, οὐδ’ αὐτὸ τοῦτο βουλομένη ἐννοεῖν, ὅτι φθάσαις ἂν διαφθαρεῖσα πρὶν εἰς ταῦτα ἥκειν.
ἐγὼ μὲν οὖν, ἃ καὶ πρότερον ἔφθην εἰπὼν, οὐ τῆς βασιλέως μόνον εὐμενείας μεμνημένος, ὑφ’ οὗ πολλῶν ἀπήλαυσα καὶ μεγάλων εὐεργετημάτων, ἀλλὰ καὶ τῆς σῆς, ἄλλως θ’ ὅτι καὶ νόμων αὐτῶν καὶ δικαίων προβεβλημένος, πᾶσιν ἀνάγκην ἔχων τοῖς ὁπωσοῦν ἀδικουμένοις συναίρεσθαι τὰ δυνατὰ, ἐκείνου τε ἀπεσχόμην τῆς φιλίας, ἄδικα καὶ παράνομα διανοηθέντος, καίτοι πολλὰς ἀφορμὰς τῆς εἰς ἐκεῖνον εὐνοίας ἐσχηκὼς, καὶ σοὶ τὰ λυσιτελοῦντα συμβεβούλευκα, κύβον, ὅ φασι, ῥίψας, καὶ σὺν ὑμῖν ἑλόμενος ἢ ζῇν νικώντων, ἢ ἀποθνήσκειν, ἂν τῆς ἐναντίας πειρᾶσθαι συμβαίνῃ τύχης.
θειοτέρᾳ δέ τινι καὶ τοῦδε παρόντος τύχῃ, ὃς ἐκείνου τε οὐκ ἄν ποτε ἕλοιτο καταψεύδεσθαι συνοικοῦντος θυγατρὶ, καὶ σοὶ βουλεύσαιτο τὰ δέοντα οὐ μόνον διὰ τῶν πραγμάτων τὴν ἐμπειρίαν καὶ τὴν σύνεσιν, ἣν ὁ πολὺς αὐτῷ τῆς ἡλικίας χρόνος ἐστὶ συνειλοχὼς, ἀλλὰ καὶ τὴν εἰς βασιλέα καὶ τοὺς παῖδας τοὺς ἐκείνου εὔνοιαν καὶ πίστιν ἄδολον καὶ καθαρὰν, ἄξιον πυνθάνεσθαι καὶ πείθεσθαι παραινοῦντι, οὐδὲν ἄδικον, οὐδ’ ἐπισφαλὲς βουλησομένῳ συμβουλεύειν. Ἀσάνης δ’ ὥσπερ οἱ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἐφεδρεύοντες, ὥστε τοῖς νικῶσιν αὐτοὶ συμπλέκεσθαι, πρὸς τοὺς λόγους παρεσκευασμένος ὢν, τὴν μὲν ἐμὴν ἔφη πρὸς τὸν μέγαν δομέστικον γνησιότητα καὶ πατρικὴν στοργὴν, ἣν ἔχω πρὸς ἐκεῖνον, τῇ φιλτάτῃ συνοικοῦντα θυγατρὶ, οὐδεὶς ἀγνοεῖ δήπου. ὅθεν οὐδ’ ἐξαρνεῖσθαι τὰ πᾶσι φανερὰ προσῆκον ἥγημαι ἐμοί. εὔδηλον οὖν, ὡς, ἐκείνου κατωρθωκότος, ἃ διανοεῖται, βασιλεὺς μὲν ἐκεῖνος ἔσται καὶ βασιλίδι τῇ ἐμῇ θυγατρὶ συνοικῶν, ἐγὼ δὲ πατὴρ βασιλέων καὶ τὴν ἀρχὴν συμμεριζόμενος αὐτοῖς καὶ ἐπὶ μέγα ἥκων καὶ δόξης καὶ πλούτου καὶ περιφανείας.
PG 153:771ἀλλὰ τὰ λαμπρὰ ταῦτα καὶ σεμνὰ, ἅπερ ἑτέρῳ παντί τῳ ἤρκεσαν ἂν εἰς εὐδοξίαν, ἐμοὶ τῶν παρόντων ἀποδέοντα φαίνεται πολλῷ. τῇ γὰρ εἰς βασιλέας εὐνοίᾳ καὶ πίστει καθαρᾷ ἐκ πρώτης ἡλικίας συντραφεὶς, μᾶλλον ἂν βουλοίμην ἐκείνοις συνὼν κακοπραγεῖν, ἢ τοῖς ἐπιβουλεύουσι προσθέμενος, τῶν πρώτων τιμῶν καὶ δωρεῶν παρ’ ἐκείνοις ἀπολαύειν. περὶ μὲν οὖν τοῦ μεγάλου δομεστίκου ὅσα τε πατριάρχῃ καὶ τοῖς ἐμοῖς ἀδελφοῖς καὶ τοῖς ἄλλοις εἴρηται, πάντα σύνοιδα ὡς ἀληθῆ, καὶ περὶ οὐδενὸς ἐκείνων σὲ προσῆκον ἀμφιβάλλειν, ἀλλ’ ἐμοὶ πείθεσθαι πάντα ἀκριβῶς ἐπισταμένῳ. εἰ δέ σοι ταῦτα πρὸς ἀπόδειξιν τῶν εἰρημένων ἀσθενῆ δοκεῖ, ἀλλ’ ἐκεῖνό σε πειθέτω πάντως τὸ μὴ μέτριά τινα περὶ σοῦ καὶ τῶν παίδων τὸν ἄνθρωπον διανοεῖσθαι. σοῦ γὰρ πρὶν ἐνθένδε ἀπελθεῖν τὴν θυγατέρα τῷ σῷ υἱῷ καὶ βασιλεῖ πρὸς γάμου κοινωνίαν συνάπτειν καταναγκαζούσης, οὐκ ἠθέλησεν ἐκεῖνος, ἀλλ’ εἰς τὴν ἐκ τῆς ἑσπέρας ἐπάνοδον ἀνεβάλλετο τὴν πρᾶξιν.
ἠσχύνετο γὰρ μετὰ τοσαύτας ἀποδείξεις τῆς εἰς ἐκεῖνον εὐμενείας παρὰ σοῦ πολεμιώτατος ὀφθῆναι, καὶ ὃν πρὸ μικροῦ τῇ θυγατρὶ πρὸς γάμου συνῆπτε κοινωνίαν, οὐ μόνον βασιλείας, ἀλλὰ καὶ ζωῆς ἀποστερῶν. οὐ γὰρ δὴ ἐκεῖνο φαίη τις ἂν νοῦν ἔχων, ὡς περιφανέστερον ἢ θαυμασιώτερον ἐκείνου νυμφίον ἀγαγέσθαι ποτὲ ᾠήθη τῇ θυγατρί. ὅθεν οὐδὲ σὲ τῆς σωτηρίας χρὴ καταμελεῖν, ἀλλὰ πάντα πράττειν σὺν σπουδῇ, ὅθεν ἂν γένοιτο ἐπιβουλεύοντος ἐκείνου περιγενέσθαι. ἐγὼ δὲ καὶ ὅσοι τῶν ἐπιφανεστέρων νῦν ἐπιδημοῦσι Βυζαντίῳ, οὐ χρήματα μόνον καὶ σώματα καὶ οἰκέτας, ἀλλὰ καὶ ψυχὰς αὐτὰς, εἰ δέοι, ὑπὲρ τῶν σοὶ καὶ τέκνοις συμφερόντων προησόμεθα προθύμως. κβ. Ἐπὶ τούτοις ὥσπερ ὑπὸ λύπης ἡ βασιλὶς καταβαπτισθεῖσα τὴν ψυχὴν, καὶ μήθ’ ὡς ἀπιστεῖν τοῖς ὑπὸ πολλῶν καὶ οὕτως ἀξιόχρεων πρὸς πίστιν εἰρημένοις ἔχουσα, μήθ’ ὥστε πιστεύειν μηδεμίαν ἐλλείπουσι κακίας ὑπερβολὴν, ἐφ’ ἱκανὸν πολλὰ τῶν ὀφθαλμῶν καταγαγοῦσα δάκρυα, ἔπειθ’ ὥσπερ ἐκ τῆς ἀθυμίας ἀνενεγκοῦσα, ἔτι μὲν ἔφη τῶν προτέρων ἔχομαι λογισμῶν, καὶ οὐ δύναμαι παραδέξασθαι ὡς ἀληθῆ τὰ κατὰ μεγάλου δομεστίκου εἰρημένα.
PG 153:773μαρτύρομαι γὰρ τὸν πάντα γινώσκοντα καὶ πρὶν γενέσθαι θεὸν, ὡς οὐδέποτε ᾠήθην ἀμελέστερον ἐκεῖνον διακείσεσθαι περὶ ἐμὲ, ἢ περὶ μητέρα τὴν ἰδίαν ἢ γνησιωτάτην ἀδελφὴν, καὶ τῶν βασιλέως παίδων οὐχ ἧττον προνοήσεσθαι, ἢ βασιλεὺς αὐτὸς, εἰ περιῆν, οὐ μόνον τὴν αὐτοῦ καὶ βασιλέως πρὸς ἀλλήλους μικροῦ καὶ ἀπιστουμένην φιλίαν ἐννοοῦσα, ἀλλὰ καὶ τὴν ἡμετέραν πρὸς αὐτόν. ἐπεὶ δ’ αὐτὸς οὐκ ἄλλοθέν ποθεν, ἢ θεοῦ παραχωροῦντος ἐπὶ τῷ Ῥωμαίους ὑπὸ πολέμων ἐμφυλίων διαφθείρεσθαι, πρὸς τοιαύτην ἀτοπίαν ἐξήχθη λογισμῶν καὶ οὕτως ἄδικα καὶ βίαια διενοήθη, ἐκείνῳ μὲν θεὸς, ὁ πάντα ἄνωθεν ἐφορῶν, τῆς ἐπιβουλῆς δικάσαι καὶ τῶν πραττομένων ἀξίας παράσχοιτο τὰς ἀντιδόσεις. ἐγὼ δ’ ὑμῖν ἐμαυτὴν καὶ τέκνα ἐπιτρέπω μετὰ θεὸν, ἵν’ ὑπ’ ἐκείνῳ μάρτυρι πάντα καὶ διανοῆσθε καὶ πράττητε ὑπὲρ ἡμῶν, ὡς τὸν ἴσον τρόπον, ὃν αὐτοὶ πρὸς ἐμὲ καὶ τέκνα, διακεισομένῳ πρὸς ὑμᾶς. ἐκείνη μὲν οὖν περίδακρυς τοιαῦτα εἶπεν, ἀγνοήσασα, οἷ κακῶν ὑπὸ συκοφαντίας κατηνέχθη καὶ διαβολῆς.
οἱ δ’ ὑφ’ ἡδονῆς οὐδὲ κατέχειν ἑαυτοὺς ἐπιπλέον δυνηθέντες, ᾗ τάχους εἶχον, ἀναστάντες καὶ τοῖς ἄλλοις, οἳ τῶν ἀποῤῥήτων ἐκοινώνουν, πάντα ἀπαγγείλαντες, ἔγνωσαν δεῖν μηκέτι διαμέλλειν, ἀλλ’ ὁμόσε πρὸς τὸν πόλεμον χωρεῖν, ἵνα μή τι συμβὰν τὰ μελετώμενα κωλύσῃ. αὐτίκα δὲ τὴν μὲν μητέρα τοῦ μεγάλου δομεστίκου καὶ Ἀνδρόνικον τὸν υἱὸν καὶ τὴν γυναῖκα Ματθαίου τοῦ πρώτου τῶν υἱῶν, ἐν Βυζαντίῳ οὖσαν καὶ αὐτὴν, φρουρὰν περιστήσαντες, ἐφύλαττον οἴκοι διατρίβοντας. Ἀπόκαυκον δὲ τὸν παρακοιμώμενον ἄρχοντα Βυζαντίου ἀποδείξαντες, ἐκέλευον τὸν πόλεμον κινεῖν, ὅθεν ἂν αὐτῷ δοκοίη βέλτιον. καὶ ἤρχετο ὁ πόλεμος ἀρχομένου Ὀκτωβρίου. Ἀπόκαυκος δὲ τοὺς ἐν λόγῳ μάλιστα πάντας εἰδὼς οὐκ ἂν ἀνασχομένους ὑπ’ ἐκείνου ἄγεσθαι, ἔγνω δεῖν τὸν δῆμον ἐρεθίζειν πρὸς τὸν πόλεμον, οὐ μόνον ἀλόγως πρὸς πᾶν ὁτιοῦν φερόμενον κέρδους ἕνεκα ὀλίγου, ἀλλὰ καὶ ῥᾳδίως ὑποκεισόμενον τοῖς προστάγμασιν ἐκείνου. καὶ πρῶτα μὲν ἀπόρους τινὰς καὶ λάλους περιέστησεν ἑαυτῷ, ἑτοίμως ἔχοντας ὑπὸ πενίας καὶ τῶν δεινοτάτων κατατολμᾷν.
ἔπειτα δι’ ἐκείνων τὸν δῆμον συνταράξας καὶ πλῆθος ἐπαγαγόμενος πολὺ, πρὸς τὴν οἰκίαν ἀφῖκτο τὴν μεγάλου δομεστίκου καὶ διαρπάζειν ἐκέλευε τὰ ὄντα καὶ τὴν οἰκίαν καταστρέφειν. οἱ δὲ τῶν συνεσκευασμένων συνειδότες μηδὲν καὶ τὴν μεγάλου δομεστίκου δύναμιν κατεπτηχότες ἔτι, μέχρι μὲν αὐλῆς προῆλθον, ἔπειθ’ ἔστησαν, ἀπορούμενοι πρὸς ὅ,τι τράπωνται. τῆς μεγάλου δομεστίκου δὲ μητρὸς ἄνωθεν ἐκ τῶν οἰκημάτων τὴν ἄφιξιν αὐτῶν πυνθανομένης ὅ, τι εἴη, σωφρόνως ἐκεῖνοι καὶ συνετῶς, ἀγνοεῖν μὲν ἐφ’ ὅ, τι, ἔφασαν, κληθεῖεν· νυνὶ δὲ γνόντες, ἀναχωρεῖν, μὴ τοιούτοις ἐπιχειρεῖν τολμῶντες. οἱ μὲν οὖν, τῆς μεγάλου δομεστίκου μητρὸς χάριτας αὐτοῖς ὁμολογούσης τῆς εἰς αὐτὴν αἰδοῦς, ἐκεῖθεν ἀνεχώρουν καὶ διελύοντο κατ’ οἴκους. πατριάρχης δὲ καὶ ἡ συνωμοσία, ἐπεὶ μὴ κατὰ νοῦν αὐτοῖς ἡ τοῦ δήμου κίνησις ἐτελεύτα, πρὸς τοὺς ἐπιτηδείως ἔχοντας ἐτράποντο τῷ μεγάλῳ δομεστίκῳ, καί τινας κρατήσαντες αὐθημερὸν, ἐνέθεσαν φρουρᾷ καὶ διήρπαζον τὰς οὐσίας.
Chapter XIIICaput XIII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:775οἱ δὲ λοιποὶ σφᾶς αὐτοὺς ὁρῶντες ἐν χρῷ κινδύνου καθεστῶτας ἤδη καὶ δείσαντες, μὴ καὶ αὐτοὶ κατασχεθέντες μυρίοις προσπαλαίσωσι κακοῖς, (κοινὴ γὰρ εὐθὺς πανωλεθρία τῶν μεγάλου δομεστίκου φίλων κατεψηφίσθη,) τὴν τοῦ Πορφυρογεννήτου προσαγορευομένην πυλίδα διατεμόντες, (ἦσαν δὲ δύο καὶ τεσσαράκοντα τὸν ἀριθμὸν,) Ἀπελμενὲ πρὸς τὴν πρᾶξιν ἡγουμένου, ὃς τῶν οἰκειοτάτων τῷ μεγάλῳ δομεστίκῳ ἦν, ἔξω τειχῶν ἐγένοντο Βυζαντίου. ἐπεὶ δὲ τῶν προσδοκωμένων ἀπηλλάττοντο δεινῶν, ἐδόκει δεῖν πρεσβείαν ποιεῖσθαι πρὸς τὴν βασιλίδα, τοῦτο μὲν ὑπὲρ τῶν τετολμημένων παραιτούμενοι, ὡς οὐ διὰ κακίαν, ἀλλὰ δείσαντες τὸν κίνδυνον τολμήσαιεν, τοῦτο δὲ καὶ δεόμενοι αὐτῆς, ὡς, εἰ παράσχοιτο συγγνώμην, ἐπανήξοντες πρὸς τὰς οἰκίας. ἐδεδίεσαν γὰρ, μὴ, καίτοι πρὸς ἀνάγκην εἰς τοιαῦτα συνελαθέντες, καὶ παρὰ μεγάλῳ δομεστίκῳ τῶν τετολμημένων ἕνεκα ὡς νεωτερίζοντες εὐθύνοιντο.
ἐπεὶ δὲ τοιαῦτα ἔδοξε, τὸν Καντακουζηνὸν ἀπολεξάμενοι Νικηφόρον, ὃς ἐξάδελφος τῷ μεγάλῳ δομεστίκῳ ἦν, καὶ Γαβαλᾶν, οὔπω μέχρι τότε τῷ μεγάλῳ δομεστίκῳ πολέμιον ἀναδεδειγμένον φανερῶς, ἀλλ’ ἔτι τοῖς ἐκείνου φίλοις συνεξετάζεσθαι δοκοῦντα, πέμπουσι πρὸς βασιλίδα. ἐπεὶ δὲ ἀφίκοντο, Γαβαλᾶς μὲν, οἷα δὴ τὰ ἀπόῤῥητα ἐκείνοις συνειδὼς, τῶν τε διαδράντων ἀπιστίαν κατηγόρει προφανῶς καὶ κατὰ μεγάλου δομεστίκου τὰ ἴσα τοῖς ἄλλοις λέγων, ἐδόκει ἀξιόχρεως εἰς πίστιν βασιλίδι. καὶ πατριάρχῃ καὶ τοῖς ἄλλοις φανερῶς συντεταγμένος, τό γε εἰς αὐτὸν ἧκον οὐδὲν ἠμέλει τῶν κατὰ μεγάλου δομεστίκου πραττομένων. ὅθεν καὶ τῆς εἰς βασιλίδα εὐνοίας ἆθλον, τὸ πρωτοσεβαστοῦ ἀξίωμα εἰλήφει, χρόνῳ δὲ ὕστερον καὶ τὸ μεγάλου λογοθέτου. Νικηφόρος δὲ ὁ Καντακουζηνὸς ἐν δεσμωτηρίῳ κατακλείεται. κγ. Οἱ φυγάδες μέντοι γε ἐκεῖνοι, ἐπεὶ τῶν πρέσβεων τὸν μὲν ἐπύθοντο εἱργμένον, Γαβαλᾶν δὲ τοῖς μεγάλῳ δομεστίκῳ πολεμοῦσι συντεταγμένον φανερῶς, ἀπογνόντες τὴν ἐπάνοδον, εἰς Διδυμότειχον παρὰ τὸν μέγαν δομέστικον ἀφικνοῦνται καὶ τὰ γεγενημένα πάντα ἀπαγγέλλουσι καὶ τὸν πόλεμον τὸν κεκινημένον πρὸς αὐτόν.
Chapter XIVCaput XIV
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:777ὁ δὲ πιστεύειν οὐκ ἠβούλετο διὰ τῶν ἀπαγγελλομένων τὴν ἀτοπίαν. ἀλλ’ ᾤετο αὐτούς τι βασιλίδι προσκεκρουκότας διαδρᾶναι, δείσαντας τὸν κίνδυνον, καὶ συνηγοροῦντας ἑαυτοῖς, τοιαῦτα βασιλίδος καταψεύδεσθαι. μηδὲ γὰρ ἄν ποτε ἐκείνην ἐν τοσούτῳ χρόνῳ τοιαύτην ὑποστῆναι τὴν μεταβολήν. ὅθεν καὶ διενοεῖτο, τοὺς ἐν φυγάδας αὖθις εἰς Βυζάντιον καὶ ἄκοντας ἐκπέμπειν, εἴ τι βασιλίδι προσκεκρούκασι, δίκας ὑφέξοντας ἀξίας. αὐτὸς δὲ πρὸς τὴν εἰς τὴν ἑσπέραν ἐκστρατείαν ἤδη παρεσκευασμένος ὢν, ἔμελλεν ἔργου ἤδη ἔχεσθαι. ὡς δὲ μετὰ μίαν καὶ δευτέραν ἡμέραν πολλοὶ ἐκ Βυζαντίου ἀφιγμένοι τὰ ἴσα καὶ αὐτοὶ ἀπήγγελλον τοῖς φυγάσιν, ἐδόκει δεῖν περιμείναντα μικρὸν, πρεσβείαν πρὸς βασιλίδα περὶ τῶν πραττομένων πέμπειν. καὶ τὸν τῆς Γαυρᾶ μονῆς ἡγούμενον ἀπολεξάμενος, ἄνδρα ἀρετῆς ἀντιποιούμενον καὶ πολιτικοῖς πράγμασιν ὁμιλεῖν ἔχοντα ἐπιτηδείως, καὶ Σγουρόπουλον ἐκ τῶν οἰκετῶν αὐτοῦ, συνετόν τε ἅμα καὶ δυνάμενον ἀπταίστως τὰ παρ’ ἑκατέρων ἀπαγγέλλειν διαπρεσβευόμενα, πρὸς βασιλίδα εἰς Βυζάντιον ἐκπέμπει.
καὶ πρῶτα μὲν ὅρκοις ἐπιστοῦτο, ὡς οὐδὲν αὐτῷ τῶν κατηγορημένων συνειδείη, ἔπειτα ἐδεῖτο, μὴ τῶν ὀλίγῳ πρότερον ἐπὶ τοῦ πατριάρχου πρὸς ἀλλήλους αὐτοῖς γεγενημένων ὅρκων ἐκλαθέσθαι, μηδὲ ἐρήμην αὐτοῦ καταψηφίσασθαι, τοῖς συκοφάνταις πειθομένην μόνοις, ἀλλ’ ἐπὶ δίκην καλεῖν καὶ τῶν ἐγκλημάτων ἔλεγχον ποιεῖσθαι. αὐτὸν γὰρ εἶναι παρεσκευασμένον τῷ κατηγοροῦντι παντὶ ἀντικαθίστασθαι πρὸς δίκην. τοῖς δὲ ἐκπεμφθεῖσι πρέσβεσι προθεσμίαν ἡμερῶν παρείχετο, ὅσην ᾤετο ἀρκέσειν βασιλίδι, ὥστε περὶ τῶν παρόντων σκεψαμένην ἀκριβῶς ἀπολογίαν ἀποδοῦναι, ἵν’ εἰ μὲν ὁμοῦ τὰ λυσιτελῆ καὶ δίκαια πράττειν ᾑρημένη, δικαστήριον καθίζοι καὶ τὴν ἀπόδειξιν τῶν λεγομένων ἀπαιτοίη, στέργῃ τὰ ἐψηφισμένα καὶ αὐτὸς, ὁποῖά ποτ’ ἂν ᾖ, πολυπραγμονῶν μηδὲν, ἵνα καὶ ἡ προσδοκωμένη τοῦ συγγενικοῦ πολέμου φλὸξ ἀπομαρανθῇ. ἂν δ’ ἀγνωμονοίη καὶ μὴ βούλοιτο τὰ δίκαια ποιεῖν, ἀλλ’ ἢ μηδαμῶς τὴν ἐξέτασιν ἀνέχοιτο ἢ τὸν καιρὸν ὑπερτιθεμένη, διακρούοιτο αὐτοὺς μετὰ τὴν εἰρημένην προθεσμίαν, τὸν θεὸν τῆς ἀδικίας καὶ αὐτὸν μάρτυρα προστησάμενος, ἃ ἂν αὐτῷ τε καὶ τοῖς συνοῦσιν οἴοιτο λυσιτελήσειν πράττειν.
PG 153:779πρὶν δὲ μηδὲν κινεῖν τῶν καθεστώτων, κἂν πάντ’ ἄνω καὶ κάτω γινόμενα ὁρῴη. οἱ μὲν οὖν πρέσβεις οὕτω προστεταγμένοι πράττειν, ἐξῄεσαν Διδυμοτείχου. ἐπεὶ δὲ εἰς Σηλυβρίαν ἧκον, οἱ ἐκ τῆς παρακοιμωμένου οἰκίας ἐντυχόντες καὶ ἵππους διαρπάσαντες καὶ τὴν ἄλλην ἀποσκευὴν, αὐτοὺς εἶχον ἐν φρουρᾷ. ἀγγελθέντων δὲ τοῖς ἐν Διδυμοτείχῳ τῶν περὶ τοὺς πρέσβεις τετολμημένων, οἱ μὲν ἄλλοι πάντες ἐδυσχέραινον οὐ μετρίως καὶ οὐδ’ ἀνεκτὸν ἡγοῦντο, οὕτω παρὰ φαύλων ἐπὶ μηδεμιᾷ προφάσει προπηλακίζεσθαι ἀνθρώπων. ὁ μέγας δὲ δομέστικος παρῄνει μὴ μικροψυχεῖν. οἴεσθαι μὲν γὰρ καὶ αὐτὸς οὐκ ἐπ’ ἀγαθῷ τὰ τοιαῦτα τελευτήσειν, ἀλλὰ μεγάλων ἔσεσθαι πραγμάτων ὑποθέσεις. δεῖν δὲ ὅμως τοῖς παρὰ σφίσιν αὐτοῖς ἐμμένειν ἐψηφισμένοις καὶ μηδὲν νεωτερίζειν πρὶν τὴν προθεσμίαν ἥκειν. οὐ γὰρ ἀγαθὸν τοῖς παρὰ σφίσι κεκριμένοις ἐναντία πράττειν. ἂν δέ τι παρὰ δόξαν καὶ τοῖς ἡμετέροις πρέσβεσι συμβέβηκε, θαυμαστὸν οὐδέν. τῷ γὰρ πάντα τολμῶντι παρακοιμωμένῳ καὶ οἰκέταις οὐδὲ τὰ τοιαῦτα εἶναι ἀνεπιχείρητα προσῆκεν.
οὐ δὴ δίκαιον, τὰ τοῖς ἄλλοις ἀνοήτως καὶ θρασέως τολμηθέντα, τῇ βασιλίδι, πρὸς ἣν ἡμεῖς τὴν πρεσβείαν πεποιήμεθα, λογίζεσθαι· ἄλλως τε εἰ μὲν ἐκείνη τὰ δέοντα ποιοῦσα, συμφερόντως βουλεύσεται περὶ τῶν ὅλων καὶ τὸν προσδοκώμενον πόλεμον διαλύσει, ὡς μηδὲν ὄντα τὰ γεγενημένα περιιδεῖν προσῆκον. ἂν δ’, ὃ μὴ γένοιτο, πρὸς μείζονα τὴν ἀτοπίαν ἐξαχθῶσι, τότ’ ἤδη περὶ τῶν μεγίστων ἡμῖν, οὐ περὶ τοιούτων, προκείσεται σκοπεῖν· ὥστ’ ἐξ ἀμφοτέρων δεῖ τῶν γεγενημένων καταφρονεῖν καὶ μὴ ὡς περί τινων ἀναγκαίων θορυβεῖσθαι. ἐκεῖνος μὲν δὴ τοιαῦτα εἰπὼν, κατέπαυσε τὴν ταραχὴν, πάντων εὐξαμένων εἰς ἀγαθὸν, ὥςπερ εἴρηκεν αὐτὸς, ἀποβαίνειν τὰ παρόντα, καὶ μὴ ὥσπερ ἐκ τῶν πραττομένων ἀναγκάζονται στοχάζεσθαι αὐτοί. οὕτω μὲν οὖν ἐκεῖνοι κατεστέλλοντο τοῦ θορυβεῖσθαι. βασιλὶς δ’ ἐπεὶ μάθοι τὰ περὶ τοὺς πρέσβεις εἰργασμένα, πρὸς ὀργήν τε ἐποιεῖτο καὶ ἐκέλευεν ἀποδόντας τὰ διηρπασμένα ἄγειν πρὸς αὐτήν.
ἐπεὶ δὲ ἤχθησαν, πατριάρχου τε καὶ τῶν λοιπῶν συγκλητικῶν παρόντων, ἐπὶ τῆς βασιλίδος τοὺς λόγους τῆς πρεσβείας ἐποιοῦντο καὶ οὐδεὶς ἐπ’ οὐδενὶ τῶν ἀξιουμένων ἐπῆγε μέμψιν, ἀλλ’ ἐδόκουν πᾶσι δίκαια πρεσβεύειν. ἐδέοντό τε καὶ βασιλίδος καὶ πατριάρχου οἱ πρεσβευταὶ, μὴ μέλλειν περὶ πραγμάτων ἀναγκαίων, ἀλλὰ ταχεῖαν τὴν διόρθωσιν ποιεῖσθαι. ἡ δὲ ἦν γράμμασι τὸν μέγαν δομέστικον εἰς δικαστήριον καλεῖν. ἐτιμῶντό τε θάνατον ἑαυτοῖς, εἰ μὴ παρέσται ἅμα τῷ τὰ γράμματα λαβεῖν. οἱ μὲν οὖν ἄλλοι πάντες ἡσυχίαν ἦγον. Ἀπόκαυκος δὲ δείσας, μὴ ἡ βασιλὶς πρὸς τὴν ἀξίωσιν ὡς δικαίαν ἀπιδοῦσα, ἐπιψηφίσηται τὴν δίκην, καὶ πρὸς τῷ μηδὲν αὐτὸς ἠνυκέναι τῶν ἐσκαιωρημένων καὶ αὐτῆς σωτηρίας ἀποστερηθῇ, ἔγνω δεῖν ἰταμότητι χρήσασθαι ἐπικαιρὸν, ὡς δι’ ἐκείνης δυνησόμενος ἀνατρέψαι καὶ συγχέαι τοὺς περὶ εἰρήνης λόγους.
PG 153:781καὶ ἀναστὰς εὐθὺς τοῦ συνεδρίου καὶ τῇ χειρὶ κατασείσας σιωπὴν, πρίν τι προειπεῖν ἢ τὴν αἰτίαν, ἐξ ἧς εἰς τοιαῦτα ὥρμητο, προσθεῖναι, πολλὰς κατὰ μεγάλου δομεστίκου ὕβρεις διεξῄει, πολέμιον κοινὸν καὶ ἄπιστον βασιλεῦσιν, ἐπίορκόν τε καὶ ψευδόμενον ὡς τὰ πολλὰ καλῶν, καὶ τελευταῖον εἰς αἰσχρὰς καὶ ἀνελευθέρους κατέληγεν ἐπιτιμίας. ἔχων δὲ περὶ αὐτὸν πολλοὺς ὁμοίως τε ὑβριστὰς καὶ πρὸς πᾶν ἀναιδείας χωρεῖν ἑτοίμως παρεσκευασμένους, ἐκέλευεν ἐρεσχελεῖν τοὺς πρέσβεις. καὶ τοῦ μοναχοῦ μὲν ἁπτόμενοι θρασέως ὁ τοῦ Καντακουζηνοῦ πατριάρχης ἐπεβόων οὑτοσί, χριστεμπαίκτην καὶ ὑποκριτὴν καὶ τοιαῦτα ἄττα δεινότερα προσαγορεύοντες. Σγουρόπουλόν τε ὁμοίως πολλὰ περιυβρίσαντες καὶ λοιδορησάμενοι, εἶτα ἀμφοτέρους, εἰς ἣν ἐξενίζοντο οἰκίαν, ἐφρούρουν ἀπροί̈τους. βασιλὶς δὲ, εἴτε καὶ αὐτὴ πρὸς τὰ πεπραγμένα μηδὲν ἀγανακτοῦσα, εἴτε ἤδη καὶ ἀναστέλλειν τὰς τῶν στασιαζόντων ὁρμὰς οὐ δυναμένη, ἤνεγκε σιγῇ. οἱ δὲ τῶν πραγμάτων ἄρχοντες τῇ μεγάλου δομεστίκου μητρὶ κατὰ τὴν οἰκίαν διαγούσῃ ἅμα τῷ ἐγγόνῳ Ἀνδρονίκῳ πλείονά τε φρουρὰν ἐφίστουν καὶ ἀσφαλέστερον ἐτήρουν.
ἐπεὶ δὲ ὁ πόλεμος ἐν Βυζαντίῳ ἤδη λαμπρῶς ἀνήφθη, ἐδόκει δεῖν καὶ τὰς ἄλλας πόλεις καὶ μείζους καὶ ἐλάσσους προσεταιρίζεσθαι πειρᾶσθαι. γράφεται δὴ πρὸς πάσας γράμματα βασιλικὰ, κελεύοντα τὸν μέγαν δομέστικον πολέμιον ἡγεῖσθαι, καὶ μηδεμίαν δέχεσθαι ἐπιδημοῦντα, ἀλλὰ παντὶ σθένει πολεμεῖν καὶ διαφθείρειν. ὡς δὲ καὶ ταῦτα ἠγγέλλετο τῷ μεγάλῳ δομεστίκῳ καί τινα τῶν γραμμάτων ἐκομίζετο εἰς ἀπόδειξιν ἐναργῆ τῶν λεγομένων, ἐθορυβεῖτο μὲν σφοδρῶς ἤδη καὶ ἐκυμαίνετο τὴν ψυχὴν καὶ αὐτὸς καὶ οἱ συνόντες. οὐδὲν μέντοι καὶ αὐτοὶ νεωτερίζειν ἐπεχείρουν, τὴν προθεσμίαν περιμένοντες, ἄτοπον ἡγούμενοι πρὸ ἐκείνης τι τολμᾷν. ἐπεὶ δὲ ἡκούσης οἵ τε πρέσβεις παρῆσαν οὐδαμοῦ καὶ οὔτε γράμμασιν, οὔτε μὴν λόγοις ἠδυνήθησαν δῆλα θέσθαι τὰ γεγενημένα ὑπὸ τοῦ φρουρεῖσθαι ἀσφαλῶς, ὅσοι τῶν συγκλητικῶν παρῆσαν ἐν Διδυμοτείχῳ καὶ ἡγεμόνες τῆς στρατιᾶς ἅμα πρὸς τὸν μέγαν δομέστικον ἐλθόντες, μηκέτι μέλλειν συνεβούλευον, ὡς πάσης προφάσεως ἤδη περιῃρημένης, ἀλλὰ σκεψαμένους ἐξευρίσκειν, ὅθεν ἂν εἴη καὶ αὐτοῖς πορίζεσθαι τὴν σωτηρίαν. τῷ δ’ ἐδόκουν μὲν τὰ λυσιτελοῦντα συμβουλεύειν.
PG 153:783οὐδὲ γὰρ, βασιλίδος καὶ τῶν περὶ αὐτὴν, ἃ λυσιτελεῖν αὐτοῖς ἐνόμιζον, πραττόντων, αὐτοὺς ἀργοὺς προσήκειν ᾤετο καθῆσθαι. ἔτι γε μὴν οἰόμενος ἔσεσθαί τινα μεταβολὴν καὶ κατάλυσιν τοῦ πολέμου, παρεκάλει τοὺς συνόντας, μὴ μικροψυχεῖν, μηδ’ ἀφορμὰς παρέχειν τῷ πολέμῳ. κδ. Ὀλίγαις δὲ ὕστερον ἡμέραις ἧκε πρὸς αὐτὸν ἐκ Βυζαντίου ἐκ τῶν τῆς βασιλίδος οἰκετῶν ὁ Τζυράκης ὠνομασμένος, γράμματα φέρων, ἃ ἐκέλευεν αὐτὸν ἀποσχόμενον τῶν πραγμάτων οἴκοι διατρίβειν καὶ μηδὲ τῆς Διδυμοτείχου πύλης ἐξιέναι, ἄχρις ἂν αὐτὴ ψηφίσηται περὶ αὐτοῦ, ὅ,τι ἂν δοκῇ. τὴν αἰτίαν δὲ τῶν εἰρημένων οὐκ ἐν τῷ παρόντι δήλην ἔλεγε ποιήσεσθαι, ἀλλ’ ὕστερον ὀλίγῳ αὐτῷ τε καὶ πᾶσιν ἂν γενέσθαι φανεράν. πρὶν δὲ τὰ γράμματα ταυτὶ γραφῆναι ἕτερα ἐγράφοντο, τοῦ παρακοιμωμένου ὑπαγορεύοντος, πικρίας μεστὰ καὶ ὕβρεως καὶ εἰρωνείας, ἃ ἐκώλυσεν ἡ βασιλὶς πεμφθῆναι, μόλις πείσασα τοὺς ἄγοντας. ἐπεὶ δὲ ἀνεγινώσκετο ἐπ’ ἐκκλησίας, οἱ μὲν ἄλλοι πάντες τὴν τῶν γεγραμμένων ἀτοπίαν ἐκπεπληγμένοι, ἅπτεσθαι ἤδη παρῄνουν τοῦ πολέμου καὶ μὴ διεφθορόσιν ἀνθρώποις τὸν καιρὸν προί̈εσθαι, καθ’ ὃν ἐξέσται διασώζειν ἑαυτούς.
ὁ μέγας δὲ δομέστικος ὁρῶν ἤδη τὰ πράγματα εἰς ἀκμὴν ἥκοντα κινδύνου καὶ μηκέτι διαμέλλειν καὶ αὐτὸς οἰόμενος, ἐτράπετο ἤδη πρὸς τὸ βουλεύεσθαι καθ’ ὅ,τι χρηστέον ἂν εἴη τοῖς πράγμασι καὶ αὐτούς. καὶ πρῶτος αὐτὸς εἰς τὴν βουλὴν καταστάντων, ἔλεξε τοιάδε. ἄνδρες συστρατιῶται, τὰ μὲν παρόντα πράγματα εἰς ὅσον δυσκολίας καὶ ταραχῆς νῦν τε ἥκουσι καὶ ἔτι μᾶλλον μέλλουσιν ἐπιδιδόναι, ὁμοίως ἔξεστι πᾶσι στοχάζεσθαι ἡμῖν. ἐγὼ δ’ εἰ μὲν ἢ νῦν ἐξ ἀλλοδαπῆς ἐλθὼν ἢ διατρίβων παρ’ ὑμῖν, τῶν πολλῶν οὐδὲν ἄμεινον διακείμενος ἠγνοούμην, εἶχεν ἄν τινα λόγον ἴσως, ὁποῖος τὸν τρόπον καὶ τὸ ἦθος, ἐφ’ ὑμῶν διεξιέναι. ἐπεὶ δ’ ἐκ πρώτης ἡλικίας ἄχρι νῦν οὐ παρ’ ὑμῖν ἐπολιτευόμην μόνον, ἀλλὰ καὶ τὴν Ῥωμαίων ἀρχὴν διῴκουν μετὰ βασιλέα, ἐξ ὅτουπερ ἐκεῖνος κατέστη πρὸς αὐτὴν, ὑφ’ ἧς ἐμοῦ πᾶσιν ἢ βελτίονος ἢ χείρονος πειρᾶσθαι παρέχεσθαι ἠναγκαζόμην, οὐχ ἧττον ἄν μοι συνειδείητε καὶ αὐτοὶ τὸν τρόπον, ἢ αὐτὸς ἐμαυτῷ. ὅθεν οὐδὲ τοῦ προτέρου βίου πλείονα ποιήσομαι τὸν λόγον, ὀρθῶς καὶ δικαίως πεπολιτευμένον παρ’ ὑμῖν ἐμαυτὸν ἀποδεικνὺς, πάντα σαφῶς τὰ ἡμέτερα εἰδόσιν.
ἕως μὲν οὖν περιῆν ὁ βασιλεὺς, ἐκεῖνός τε ἐμοὶ πολλὴν ἐν τοῖς πράγμασι παρείχετο τὴν ῥοπὴν καὶ πάντα οὐχ ἧττον ἢ ἑαυτῷ καὶ τὰ μέγιστα ἐπέτρεπε διοικεῖν. ἐγώ τε τὴν ἴσην εὔνοιαν παρειχόμην καὶ σπουδὴν, ὅσα προσῆκε τὸν φιλούμενον ποιεῖν, οὐδὲν ἐλλείπων. ἐπεὶ δ’, οὕτω δόξαν τῷ τὰ τῇδε πάντα διοικοῦντι, ἐξ ἀνθρώπων ἐγένετο ἐκεῖνος, ἐγὼ μὲν οὐδὲν ἕτερον ἐλογιζόμην προςήκειν ἐμαυτῷ, ἢ τῆς εἰς ἐκεῖνον εὐνοίας δεῖγμα σαφέστατον τὴν εἰς τοὺς παῖδας πρόνοιαν καὶ βασιλίδα τὴν ἐκείνου γαμετὴν ἐξενεγκεῖν. καὶ διετέλεσά γε μετὰ τὴν ἐκείνου τελευτὴν ἄχρι νῦν οὐδὲν τῶν δεόντων παραλείπων, ἀλλὰ καὶ σώματος καὶ χρημάτων ἀφειδῶν καὶ πάντα πράττων καὶ μηχανώμενος ἐπὶ τῷ συνδιασώζειν ἐκείνοις τὴν ἀρχήν. οὐ μὴν οὐδ’ ἄχρι νῦν μὲν ὀρθῶς καὶ δικαίως ἐπολιτευόμην, ὕστερον δὲ ὑπὸ τῶν πραγμάτων φυσηθεὶς, ἔμελλον τὴν Ῥωμαίων ἀρχὴν ἐμαυτῷ περιποιεῖν, εἰς βασιλέως σχῆμα τὸ παρὸν μεταβαλών.
Chapter XVCaput XV
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:785περὶ μὲν γὰρ τοῦ παρεληλυθότος αὐτὰ τὰ πράγματα συμμαρτυρήσειεν ἂν ἐμοὶ, ἐπὶ δὲ τῶν ἐσομένων οὐ θεὸν μόνον τῶν βεβουλευμένων συνίστορα παρέχομαι, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν παρελθόντων τῶν μελλόντων ἔξεστιν ἀπόδειξιν ποιεῖσθαι ἐναργῆ. εἰ γὰρ τοιούτων, οἵων φασὶν οἱ συκοφάνται, ἐπεθύμουν, τί ἐκώλυεν, ἡνίκα, βασιλέως τελευτῶντος, τοὺς ἐκείνου παῖδας ἔχων, ἐποιούμην τὰ βασίλεια ὑπὸ φρουρᾷ καὶ μετὰ τρίτην ἡμέραν καὶ βασιλίδος ἀφιγμένης, πάντα χρήματα ἦσαν ἐπ’ ἐμοὶ, ὥσθ’ ὅ,τι χρῆσθαι ἠβουλόμην, ἐκείνους μὲν ἀποκτιννύναι, αὐτὸν δὲ τὴν βασιλείαν ἄνευ πόνων ἔχειν καὶ ἱδρώτων, οὐδενὸς ἔτι λειπομένου τοῦ τολμήσοντος ἀνθίστασθαι ἐμοί; ἐγὼ δὲ οὐ μόνον τοιοῦτον οὐδὲν ὤφθην διανοηθεὶς, ἀλλὰ καὶ εἰς ἐνάτην ἡμέραν ἐκ τῆς βασιλέως τελευτῆς ἐν ἀσφαλείᾳ πάσῃ καταστήσας, τήν τε φρουρὰν ἀπήγαγον ἐκεῖθεν καὶ αὐτὸς οἴκοι καταστὰς, τῶν πραγμάτων, ὥσπερ καὶ πρότερον, εἰχόμην, οὐδὲν καινοτομῶν, οὐδὲ πρὸς τὸ λυσιτελοῦν ἐμοὶ τὰ πράγματα οἰκονομῶν, ἐξ ὧν ἄν τις ᾠήθη δικαίως, εἰς ἐμαυτὸν μετάγειν πειρᾶσθαι τὴν ἀρχήν.
ἐπιτρόποις τε γὰρ ἐχρησάμην τῶν ἐπαρχιῶν καὶ τῶν πόλεων, οἳ καὶ πρότερον ἦσαν βασιλέως τελευτῶντος, καὶ τὴν στρατιὰν, οὖχ ὅπως εὐνοήσουσιν ἐμοὶ, ἀλλ’ ὅπως μάλιστα τῷ κοινῷ χρήσιμοι ἔσονται, πάντα ἐπραγματευόμην. οὐ μὴν ἀλλὰ καὶ τοῖς περιοίκοις τῶν βαρβάρων σπονδὰς τιθέμενος, οὐκ ἔσθ’ ὅστις ἂν ἐξελέγξειεν, ὡς πρὸ τοῦ κοινῇ λυσιτελοῦντος τῶν ἰδίᾳ τι εἱλόμην ἐμοὶ διαφερόντων. ἀλλὰ τοῖς μὲν ἐσπενδόμην λυσιτελούντως τῷ κοινῷ, τοῖς δὲ παρεσκευαζόμην πολεμεῖν ὑπὲρ αὐτῶν, μηδένα κίνδυνον ἐκ τῶν οἰκείων ὑφορώμενος. ἐξ ὧν ἁπάντων ἄν τις μάλιστα συνίδοι, ὡς ἀδόλως καὶ καθαρῶς ὑπὲρ τῶν βασιλέως ἐπολιτευόμην παίδων ἐγώ. εἰ γὰρ οἷα διαβάλλουσιν οἱ κατηγοροῦντες διενοούμην, εἰ μή τι ἄλλο, τὸν γοῦν διεσκεδασμένον κατὰ πᾶσαν τὴν Ῥωμαίων ἀρχὴν πλοῦτον συνάγειν ἔδει, οὐδὲ ῥᾳδίως ἀριθμητὸν, ὥσπερ ἴστε ὄντα καὶ αὐτοὶ, καὶ μάλιστα χρησιμώτατον ἐσόμενον εἰς τὸν πόλεμον ἐμοί. νυνὶ δὲ ἔξεστιν ὁρᾷν οὐ βοσκημάτων μόνον πλῆθος καὶ καρπῶν, ἅπερ ἄν τις ἴσως οἰήσαιτο δυσκολίαν τινὰ παρέχειν καὶ ὑποψίαν ἀθροιζόμενα, ἀλλὰ καὶ χρυσὸν πολὺν καὶ ἄργυρον διεσκεδασμένον πανταχοῦ.
PG 153:787καίτοι τὸ θαυμαστότερον παρῆλθον, ὡς δή τι θαυμαστὸν λέγων. οὐ μόνον γὰρ τὸν διεσκεδασμένον οὐ συνῆγον πλοῦτον, ἀλλὰ καὶ τὸν ὄντα τὸν μὲν ἐδαπάνων ἀφειδῶς ἐν ταῖς χρείαις ταῖς κοιναῖς, τὸν δ’ ἑκὼν εἶναι κατελίμπανον αὐτὸς ἐν Βυζαντίῳ ἔχων ἐν χερσίν. ὀλίγαις γοῦν ἡμέραις πρότερον ἐν βασιλείοις χρείας γενομένης, ἐκ τῆς οἰκίας τῆς ἐμῆς σκεύη ἀργυρᾶ ὑπὲρ διακόσια ἠνέχθη οὐκ ὀλίγου ἄξιά τινος· ἃ μετὰ τὴν χρείαν τῶν ἐπὶ τὴν φυλακὴν ἐκείνων τεταγμένων ἀπολαμβάνειν δεομένων, οὐκ ἀναγκαῖον ἡγησάμην, οὐδὲν διοίσειν φάμενος ἐν τοῖς βασιλικοῖς τηρεῖσθαι ταμιείοις, ἢ ἐν οἴκοις τοῖς ἐμοῖς. ἔτι γε μὴν οὐδὲ νήσων πολλῶν καὶ πόλεων, καὶ μειζόνων καὶ ἐλαττόνων, ἐχομένων ὑπ’ ἐμοῦ, ὧν τὰς μὲν ἐκ τῶν οἰκείων δαπανῶν ᾠκοδόμησα αὐτὸς, τὰς δ’ ἐκ βασιλέως ἔσχον δωρεὰν, οὐδεμίαν οὔτε φρουρᾷ κατέσχον, οὔτε τινὸς ἠξίωσα προνοίας, ὥστε ἀσφαλῶς κατέχειν. οὐδέ τι τῶν ὅσα λυσιτελήσειν ἔμελλε πρὸς τὴν διάνοιαν ἐμοὶ, οὔτε εἰργασμένος, οὔτε μελλήσας ὑπ’ οὐδενὸς ἐξελεγχθείην ἄν. οὐ γὰρ δήπου γε καὶ τοῦτο κατηγορήσουσιν, ὡς ἀπραγμοσύνῃ καὶ πολέμων ἀπειρίᾳ εἰς οὐδὲν προῆγμαι τῶν δεόντων.
ἐγὼ δὲ οὐκ ἐξ ὧν αὐτὸς ἐπραγματευόμην μόνον, ἀλλὰ καὶ παρὰ πάντων Ῥωμαίων, οὐ τῶν νῦν ἐμοὶ συνόντων ὑμῶν μόνον, ἀλλὰ καὶ τῶν ἐν Βυζαντίῳ καὶ τῶν ἄλλοθί που γῆς διατριβόντων, ἀπόδειξιν τῆς ἀληθείας ἐναργῆ πειράσομαι ποιεῖσθαι. πολλῶν γὰρ ὄντων, καὶ μειζόνων καὶ ἐλαττόνων, πάνυ τε φιλίως ἐμοὶ διακειμένων ὁμοίως πάντων, καὶ τῶν μὲν ἐξ αἵματος προσηκόντων, τῶν δὲ φιλίας δεσμοῖς ἀλύτοις συνημμένων ἐκ πολλῶν ἐτῶν ἐμοὶ καὶ πολλὴν παρεσχημένων πεῖραν ἐν πολλοῖς τῆς εἰς ἐμὲ στοργῆς, οὐδεὶς οὔτε τῶν παρόντων ὑμῶν, οὔτ’ εἴ τις ἄλλοθί που διατρίβοι, δυναιτ’ ἂν ἐμοὶ τῶν κατηγορημένων ὥς τι σύνοιδεν ἐλέγχειν. καίτοι γε πᾶς τις ἂν φαίη καὶ ὀλίγα μετασχὼν φρενῶν, ὡς οὐκ ἂν δυναίμην τοιούτοις μόνος ἐπιχειρεῖν. ἀλλὰ καὶ στρατιᾶς ἐδέησεν ἂν, πρὸς τὴν ἐπιχείρησιν συναιρομένης, καὶ φίλων τῶν γνησιωτάτων μάλιστα καὶ πολλῆς παρασκευῆς, ἐξ ἧς οὐκ ἐνῆν, εἰ μὴ τοὺς πολλοὺς, ἀλλὰ τούς γε ἐπιτηδειοτάτους, μὴ τὴν διάνοιαν καταστοχάζεσθαι τῶν γιγνομένων. εἰ δέ τίς τι τοιοῦτον ἐξελέγχειν ἔχει, παρίτω καὶ δεικνύτω. ἀλλ’ οὐκ ἂν ἔχοι.
PG 153:789ἐγὼ γὰρ ἀνδρίας μὲν καὶ συνέσεως καὶ ἐμπειρίας τῆς πρὸς τοὺς πολέμους πολλοῖς ἂν παραχωρήσαιμι καὶ τῶν πάλαι καὶ τῶν νῦν, τρόπων δὲ εὐθύτητος καὶ ἀληθείας οὐδενί· οἷς μάλιστα νυνὶ θαῤῥήσας παῤῥησιάζομαι τοιαῦτα. εἰ δὴ ἔκ τε ὧν ἐπραγματευόμην αὐτὸς, ἔκ τε τῶν τὸν ἅπαντα χρόνον συνόντων ὑμῶν ἐμοὶ, μήθ’ ὑποπτευθεὶς, μήτε εἰργασμένος φαίνομαι ὧν κατηγόρημαι μηδὲν, οὐκ ἄν τις ἂν ἐμοὶ δικαίως ἐπενέγκοι μέμψιν, ὡς οὐ προσηκόντως πρὸς τὰ πραττόμενα ἐξαγομένῳ πρὸς ὀργήν. ἔδει γὰρ βασιλίδα, τόν τε τρόπον ἐμοὶ τὸν ἐξαρχῆς ὡς οὐ διεφθαρμένος συνειδυῖαν καὶ τὴν ἐμοῦ καὶ βασιλέως ἀπαράμιλλον ἐκείνην καὶ θαυμασιωτάτην φιλίαν καὶ τὴν μετὰ τὴν ἐκείνου τελευτὴν ὑπὲρ τῶν ἐκείνου παίδων καὶ αὐτῆς πολλὴν σπουδὴν καὶ προθυμίαν, μὴ συκοφάνταις ἀνθρώποις καὶ διεφθορόσι πείθεσθαι, ἀλλ’ ἐμοὶ προσέχειν ὀρθῶς καὶ δικαίως ὑπὲρ αὐτῆς πολιτευομένῳ.
ἐπεὶ δὲ βάσκανός τις δαίμων τῶν ἐξητασμένων ἐπὶ φθορᾷ, τὰ μὲν ἀληθῆ καὶ δίκαια περὶ ἐμοῦ πεπεῖσθαι οὐκ ἀφῆκεν, ἐχθρὸν δὲ ἀντὶ φίλου καὶ πολέμιον ἀντὶ συμμάχου καὶ δύςνουν ἀντὶ πιστοτάτου πέπεικεν ἡγεῖσθαι, ἐγὼ μὲν οὐδὲν ἐμαυτῷ πειθόμενος πρὸς τὰ παρόντα πράττειν ἔγνων δεῖν, ὑμῖν δὲ χρώμενος συμβούλοις, πρὸς ὅ,τι ἂν ἐπιψηφίζησθε ὑμεῖς ἐμαυτὸν παρέξομαι πειθόμενον προθύμως, μᾶλλον δ’ αὐτὸς πρῶτος ἅ μοι δοκῶ ἐν τῷ παρόντι συμφέροντα ἐρῶ. μελήσει δὲ ὑμῖν ἢ ἐπιψηφίζεσθαι τὰ εἰρημένα ἂν δοκῇ λυσιτελεῖν, ἢ γνώμην ἕκαστον εἰσάγειν, ἣ τά τε παρόντα καὶ τὰ προσδοκώμενα μείζω λύσει δυσχερῆ, ἡμᾶς τε καὶ σύμπασαν ἡγεμονίαν διασώζουσα Ῥωμαίων. νομίζω δὲ μηδὲν εἶναι μᾶλλον λυσιτελέστερον καὶ σωτήριον τοῖς πᾶσιν, ἢ ἐμαυτὸν ἑκοντὶ παραγενόμενον ἐγχειρίζειν βασιλίδι, ὥστε κατ’ ἐξουσίαν ἔχειν αὐτὴν, ὅ,τι βούλοιτο ψηφίζεσθαι περὶ ἐμοῦ. κἂν μὲν τὰ δίκαια ποιεῖν προῃρημένη, δικαστήριον καθίζοι καὶ καιρὸν παρέχοιτο ἀπολογίας, θεῷ θαῤῥεῖν τῷ προστάτῃ τε ἀληθείας ὄντι καὶ τοιαύτῃ χαίροντι προσηγορίᾳ, πάντα ὥσπερ εἰσὶ ψεύδη καὶ συκοφαντίας ῥᾷστα ἀπελέγξειν.
τοῦτο δὲ εἰ γένοιτο, πᾶσαν ἀπωσάμενον ἀρχὴν καὶ συκοφαντίας καὶ φθόνου πᾶσαν πρόφασιν περιελόντα, οἴκοι διατρίβειν, τῶν κοινῶν προσαπτόμενον μηδενὸς, μηδ’ εἰ πάντες ἄνθρωποι βιάζεσθαι ἢ πείθειν ἐπιχειροῖεν. εἰ δ’ ἄρα μήτε τοῦ δικαίου, μήτε τοῦ προσήκοντος μηδένα ποιουμένη λόγον, ἀλλὰ κατάκρας ἁλοῦσα ταῖς συκοφαντίαις, ἐρήμην καὶ τὰ δεινότατα καταψηφίζοιτο, πάντα φέρειν ἱλαρῶς, αἱρετώτερα ἡγούμενον πολλῷ τῷ μέτρῳ καὶ κλοιὰ καὶ δεσμωτήριον καὶ δήμευσιν τῶν ὄντων καὶ εἴ τι τούτων ἀηδέστερον, ἢ πρόφασιν πολέμου ἐμφυλίου παρασχέσθαι. τίς γὰρ τῶν πάντων, ὥσπερ ἐγὼ, τὰ ἐκ τούτου τοῦ πολέμου οἶδε σαφέστατα κακά; ὧν οὐχ ὅτι αἴτιος καταστῆναι, ἀλλ’ οὐδ’ ὑφ’ ἑτέρων πραττομένων μᾶλλον ἂν εἱλόμην αἰσθάνεσθαι ἐν ζῶσιν ὢν, ἢ τοῖς ἐν ᾅδου συνὼν, πρὸς τὰ πραττόμενα ἀναισθητεῖν. ἃ μὲν οὖν ἔμοιγε πᾶσι Ῥωμαίοις ἔδοξε κοινῇ λυσιτελεῖν, τοιαῦτά ἐστιν. ὑμῖν δὲ εἴ τι τούτων λυσιτελέστερον ἐξευρεθῆναι δυνατὸν, ὥσπερ ἔφην, ἐμαυτὸν πειθόμενον παρέξομαι. βέλτιον γὰρ, ἂν ἄρα καί τι σφάλωμαι, τοῖς πλείοσι πειθόμενον τοῦτο πάσχειν, ἢ τῇ σφετέρᾳ θαῤῥήσαντα συνέσει, τὰ μεγάλα κατορθοῦν. κε.
Chapter XVICaput XVI
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:791Ὁ μέγας μὲν οὖν δομέστικος τοιαῦτα εἶπεν. ὅσοι δὲ παρῆσαν τῶν συγκλητικῶν καὶ τῆς στρατιᾶς οἱ μάλιστα προέχοντες, ὥσπερ μιᾷ καὶ γλώττῃ χρώμενοι καὶ γνώμῃ, καὶ πρότερον μὲν ἔφασαν ἐξ ὅτου τὰ καινὰ ταῦτα ἐτολμήθη καὶ ὁ συγγενικὸς πόλεμος ἔσχε τὴν ἀρχὴν, οὐκ ἰδίᾳ μόνον ἕκαστος ἐφ’ ἑαυτὸν, ἀλλὰ καὶ κοινῇ πάντες πολλὰ πολλάκις περὶ τῶν αὐτῶν ἐβουλευσάμεθα, ὡς περὶ πραγμάτων ἀναγκαίων καὶ σχεδὸν περὶ ψυχῆς αὐτῆς ἕκαστος πολλὴν ποιούμενοι φροντίδα. ὅθεν οὐδὲ νυνὶ δεήσει τὰ δέοντα ἐξερευνᾷν, ὑπὸ τῆς πολλῆς περὶ αὐτὰ διατριβῆς ἐξευρηκέναι πάλαι οἰομένους. οὐχ ἥκιστα δὲ καὶ ὑφ’ ὧν αὐτὸς πρὸς ἡμᾶς διεξῆλθες νῦν, τά,τε δέοντα καὶ πᾶσιν ὁμοίως χρήσιμα ἐσόμενα καὶ συνιέναι παρεσκεύακας καὶ τοῖς ἄλλοις συμβουλεύειν. καὶ γὰρ τὰ ἐκ τοῦ πολέμου κακὰ τοῦ ἐμφυλίου, ἃ πεφρικέναι καὶ αὐτὸς ὡς δεινότατα εἰρήκεις, καὶ αὐτοὶ πεφρίκαμεν ὁμοίως καὶ πάσῃ χρηστέον εἶναι οἰόμεθα καὶ σπουδῇ καὶ προθυμίᾳ, ὥστε μὴ τοῖς τοιούτοις κακοῖς περιπεσεῖν.
καὶ ὁμοίως τόν τε τὸν πόλεμον τοῦτον τὸν δεινότατον ἀνάπτοντα ἡγούμεθα πολέμιον κοινὸν καὶ πᾶσιν ἐπιβουλεύοντα, καὶ τὸν δυνάμενον καταλύειν, εἰ μεθίησιν ἑκὼν, προδότην τῶν κοινῶν καὶ βάσκανον καὶ φθονερὸν καὶ τῇ κοινῇ σωτηρίᾳ τῶν πραγμάτων λυμαινόμενον. σκεψώμεθα τοιγαροῦν, εἰ ταῦτα πράττοντος, ἅπερ εἴρηκας, καταλύεται ὁ πόλεμος καὶ μὴ μᾶλλον ἐκ τούτων λήψεται ἀρχήν. εἰ γὰρ αὐτὸς, ὥσπερ ἰσχυρίζῃ, πρὸς τὴν δίκην ἀπελθὼν, ἢ τῶν συκοφαντῶν περιγενόμενος ἀπόσχῃ τῶν πραγμάτων, τὴν πολλὴν ἀγνωμοσύνην καὶ τὴν περὶ τὰ καλὰ ἀχαριστίαν βδελυξάμενος, ἢ κατακριθεὶς ἐρήμην, τῶν ἀνηκέστων πάθῃς τι, ἆρ’ εἰς τοσοῦτον οἴει παρανοίας ἡμᾶς ἥκειν ἢ οὕτω ταπεινὰ καὶ ἀνελεύθερα φρονήσειν καὶ τῆς εὐκλείας ἀνάξια τοῦ προτέρου βίου, ὥστ’ ἐν ἀνδραπόδων μοίρᾳ δουλεύειν Ἀποκαύκῳ, πᾶν τὸ προσταττόμενον ποιοῦντας ἀνθρώπῳ μηδὲν ἄμεινον διακειμένῳ τῶν πολλῶν; θᾶττον μεντἂν ἡμῶν ἕκαστος οἰήσεται προσήκειν ζόφον μᾶλλον ὑποδῦναι καὶ συνεῖναι τοῖς ἐν ᾅδου, ἢ τοιαῦτα ἀνασχέσθαι. ἀλλ’ οἱ μὲν αὐτίκα, ὅση δύναμις παρείη, πολεμήσομεν ἀναφανδὸν, ὧν ἄρχομεν πόλεων καὶ στρατιᾶς ἕκαστος ἰδίᾳ ποιούμενος·
Chapter XVIICaput XVII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:793οἱ δὲ φέροντες ἑαυτοὺς ἅμα πόλεσιν, οἱ μὲν Ἀλεξάνδρῳ τῷ Μυσῶν βασιλεῖ, ἄλλοι δὲ Στεφάνῳ ἐγχειρίσομεν τῷ δυναστεύοντι Τριβαλῶν, βέλτιον ἡγούμενοι βαρβάροις ἀνθρώποις μᾶλλον, δυνάσταις δὲ ὅμως, ἢ τοῖς χθὲς καὶ πρώην καταφρονουμένοις ὑφ’ ἡμῶν δουλεύειν· ὥστε συμβήσεται ἐκ τούτων οὐ πόλεμος μόνον πρὸς ἀλλήλους ἡμῶν, πάντων ἀγόντων καὶ φερόντων τὰ ἀλλήλων καὶ τῶν ἔξωθεν πολεμίων οὐδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον, τὰ Ῥωμαίων πράγματα διαφθειρόντων, ὅσῳ καὶ τὰ ἀλλήλων ἀκριβέστερον ἴσμεν αὐτοὶ, ἀλλὰ καὶ συμπάσης τῆς Ῥωμαίων κατάλυσις ἡγεμονίας, οὐ πόλεων μόνον πολλῶν καὶ στρατιᾶς, ἀλλὰ καὶ προσόδων μεγάλων ἀποτετμημένων, ἐξ ὧν τὰ πολεμίων μὲν αὔξειν, καίτοι καὶ πρότερον ἀντίῤῥοπα τοῖς ἡμετέροις ὄντα, τὰ Ῥωμαίων δὲ ἐλασσοῦσθαι περιέσται, δέος δὲ, μὴ καὶ παντάπασι διαφθαρῇ καὶ ἡ Ῥωμαίων περιμάχητος καὶ διαβόητος βασιλεία Μυσοῖς ἢ ἄλλοις δή τισι χείροσι βαρβάροις δουλεύσει, τῶν ἔνδον μὲν στασιαζόντων καὶ διαφθειρόντων ἀλλήλους, ὡς ἐνὸν, τῶν ἔξωθεν δὲ ἐπικειμένων πολεμίων καὶ τῷ καιρῷ συμμάχῳ χρωμένων δυνατωτάτῳ.
ἃ πάντα δὴ ἐννοοῦντες καὶ τὰ προσδοκώμενα ὀῤῥωδοῦντες δεινὰ, καινὸν μὲν οὐδὲν ἐροῦμεν, οὐδὲ συμβουλεύσομεν· ἃ δὲ καὶ αὐτὸς ᾤετο βασιλεὺς κοινῇ λυσιτελεῖν, καὶ περιών τε ἠνάγκαζε ποιεῖν καὶ ἀποθνήσκων συνεβούλευέ τε ἅμα καὶ ἐπέσκηπτε τελευταίας ἐντολάς. τοῦτο δέ ἐστι, βασιλικὴν ἐσθῆτα σὲ ἐνδῦναι καὶ τῶν πραγμάτων ἀνθάπτεσθαι κραταιότερον, ὡς μόνου τούτου τὰς προσδοκωμένας οἵου τε ἐσομένου καταπαύειν συμφοράς. οὐ μόνον γὰρ ἡμεῖς, ὅσοι πάρεσμεν νυνὶ, ἀλλὰ καὶ εἴ τις ἄλλοθί που τῶν περιδόξων καὶ μεγάλα δυναμένων διατρίβει, οὐ μόνον οὐκ ἐπὶ τοῖς γινομένοις ἀγανακτήσει, ἀλλὰ καὶ ἑορτῆς ἡμέραν ἐκείνην, ἐν ᾗ τὰς ἐμφυλίους καταλύεσθαι ἐξέσται στάσεις, νομιεῖ. καὶ πάντες ἀνακηρύξομεν βασιλέα προθυμότατα, οὐ νυνὶ μόνον, ἀλλὰ καὶ τὸν προτοῦ πάντα χρόνον ἄγεσθαι εἰθισμένοι παρὰ σοῦ καὶ τιμὴν καὶ εὔνοιαν, ὅσην βασιλεῖ προσῆκεν, ἢ ὅτι ἐγγυτάτῳ, παρεχόμενοι.
αὐτοί τε οἱ τὸν πόλεμον κεκινηκότες, ἐκ τοῦ νομίζειν ῥᾷστα περιγενήσεσθαι, ἂν πολέμιον βασιλεῖ περιαγγείλωσιν, ὁρῶντες ἤδη τὰ πράγματα ἀντεστραμμένα, καὶ μὴ κατὰ νοῦν χωρήσαντα, πολλὰ τῆς ἀβουλίας αὐτοῖς καταμεμψάμενοι, χωρήσουσι πρὸς τὴν εἰρήνην ἀναγκαίως, εἴ γε καὶ ὀλίγα τῆς τῶν ὅλων σωτηρίας μέλει καὶ μὴ παντάπασιν ἐπὶ λύμῃ καὶ φθορᾷ σφῶν τε αὐτῶν καὶ τῶν πραγμάτων πάντα ποιεῖν καὶ πραγματεύεσθαι ἐγνώκασιν. εἰ τοίνυν ἔκ τε ἡμῶν τῶν σοι συνόντων καὶ αὐτῶν τῶν πολεμίων οὐδὲν ἕτερον ἀναφαίνεται σωτήριον τοῖς πᾶσι, βέλτιον, ἡμῖν πειθόμενον, ἃ κοινῇ δοκεῖ λυσιτελοῦντα, ὥσπερ τὴν ἀρχὴν ἐπηγγείλω, πράττειν, ἢ τοῖς σφετέροις λογισμοῖς, ἐξ ὧν ὠφέλεια μὲν οὐδεμία, εἴτε ὑπὸ τῶν συκοφαντῶν διεφθαρμένου, εἰθ’ ὑπ’ ὀργῆς ἀπραγμοσύνῃ συζῇν προελομένου, τοῖς πράγμασι παρέσται· τοὐναντίον δ’ ἅπαν, στάσις καὶ ταραχαὶ καὶ χρημάτων ἁρπαγαὶ καὶ φόνοι μυρίοι καὶ ἀνδραποδισμοὶ καὶ ἀναστάσεις πόλεων καὶ τὸ κακῶν ἔσχατον καὶ φοβερώτατον τοῖς γε νοῦν ἔχουσιν, ἡ ὑπὸ βαρβάροις δουλεία, ἣν ἐπιχειρήσουσιν αὐτοὶ, τῷ πρὸς ἀλλήλους ἡμῶν πολέμῳ χρώμενοι συνεργῷ, καταδουλοῦν.
PG 153:795ἃ μὲν οὖν ἡμῖν σφίσι τε αὐτοῖς καὶ τοῖς ἄλλοις ἅπασιν ἔδοξε λυσιτελεῖν, εἴρηται. σοὶ δ’ ὁπότερα ἐξέσται ἑλομένῳ, ἢ τὰς προσδοκωμένας παύειν συμφορὰς, ἢ τὸ συνοῖσον ἰδίᾳ μηχανώμενον, μηδεμίαν περὶ τῶν ἄλλων τίθεσθαι φροντίδα, εἴγε τοῦτο συνοῖσον ἔξεστι φάναι τὸ τοσούτων αἰτιώτατον κακῶν διὰ τήν τινων ἀγνωμοσύνην Ῥωμαίοις ὀφθῆναι ἑκοντί. τοιαῦτα μὲν καὶ οἱ τῆς συγκλήτου προέχοντες καὶ τῆς στρατιᾶς ἡγεμόνες πρὸς τὸν μέγαν ἀπεκρίναντο δομέστικον. ὁ δὲ τὴν μὲν ἀξίωσιν αὐτῶν ὁρῶν δικαίαν, συνειδώς τε αὐτοῖς ὡς ἀληθῆ καὶ νοῦν ἔχοντα στοχάζονται, καὶ διὰ τοῦτο μηδὲν ἀντιλέγειν ἔχων πρὸς οὕτως ἀπόδειξιν τῆς ἀληθείας ἐναργῆ, ὅμως δὲ πρὸς τὴν μεταβολὴν ὀκνῶν πάνυ καὶ ἀναδυόμενος, οἷα δὴ τὰς τοιαύτας μεταβολὰς κακῶν αἰτίας εἰδὼς ὡς ἐπίπαν γινομένας, ἐπιπολὺ μὲν ἐπέσχε πρὸς ὅ,τι τραπόμενος ἀποκρινεῖται στοχαζόμενος, καὶ σιωπὴ βαθεῖα τὸ θέατρον κατεῖχε, πάντων πρὸς τὴν ἀκρόασιν τῶν λεχθησομένων μετεώρων ὑπαρχόντων.
μόλις δὲ ὥσπερ τὴν ἐκ τῶν ἀμφιβόλων σύγχυσιν λογισμῶν ἀποκρουσάμενος, τῶν μὲν προτέρων ἔφη λογισμῶν περὶ τοῦ δεῖν μηδὲν τῶν ὄντων μετακινεῖν, μηδὲ νεωτερίζειν, ἔτι ἔχομαι καὶ μᾶλλον αὐτὸς αἱροῦμαι οὐ τῶν ὑπαρχόντων μόνον ἀποστερηθῆναι, ἀλλ’ εἴ τι δέοι καὶ τῶν ἀνηκέστων ὑποστῆναι ἐν τῷ σώματι, ἢ πολέμου πρόφασιν ἐμφυλίου παρασχέσθαι. τὴν γὰρ ἐκ πρώτης ἡλικίας αὐτοί μοι σύνιστε ἀπέχθειαν, ἣν ἔσχον περὶ τὸ τὰ ἀλλότρια διαρπάζειν ἢ φόνοις χαίρειν καὶ λεηλασίαις καὶ φθοραῖς ἀνθρώπων. ἔτι δὲ οὐδὲ βαρβάρους καὶ Ἕλληνας μόνον, ὅσοι τὴν πρὸς ἀλλήλους ἐμοῦ τε καὶ βασιλέως ἐπύθοντο φιλίαν, ἀλλὰ καὶ ἥλιον ἂν καὶ εἴ τι τῶν ἀψύχων ἕτερον, αἰσχυνοίμην, εἰ τοῖς ἐκείνου παισὶ πολέμιος μετὰ τὴν ἐκείνου τελευτὴν φαινοίμην νῦν.
οὐ γὰρ μόνον ὑπὲρ τοῦ ζῇν ἐκεῖνον τὸ ἀποθανεῖν αὐτὸς, εἴγε ἐξῆν, ὡς ἥδιστα ἂν εἱλόμην, ἀλλὰ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν, τὸν πάντα ἐφορῶντα μαρτύρομαι ὀφθαλμὸν, ὡς τὰ βέλτιστα καὶ λυσιτελέστατα περί τε γαμετῆς καὶ τέκνων διενοούμην καὶ πάντα πράττειν καὶ ὑφίστασθαι πάντα κίνδυνον, ἵν’ ἐκείνων τε πᾶν ἀπείη δυσχερὲς καὶ τὰ Ῥωμαίων ἐπὶ μέγα καὶ εὐκλείας αἴροιτο καὶ τύχης, μένων ἐπὶ τοῦ παρόντος σχήματος. νυνί τε οὐχ ἧττον μετὰ τὸν κηρυχθέντα παρ’ ἐκείνων πόλεμον ἐξ οὐδεμιᾶς αἰτίας καὶ παρὰ πάνθ’, ὡς ἂν ἐγὼ φαίην, τοῦ δικαίου λόγον, καὶ τὰ δεινότατα αἱροῦμαι ὑπομένειν ὑπὲρ τοῦ μὴ πόλεμον κινεῖν πρὸς βασιλίδα ὑπὲρ τῆς ἀρχῆς ὑπόληψιν παρέχειν τοῖς πολλοῖς.
PG 153:797ἐπεὶ δὲ ὥσπερ αὐτός τε σύνοιδα καὶ ὑμῖν βουλευομένοις πείθεσθαι προσήκει, μείζω καὶ δεινότερα προσδοκᾶται τὰ δεινὰ ἐκ τοῦ τῶν πραγμάτων αὐτὸν ὑποχωρεῖν, ἄκων μὲν καὶ ὥσπερ εἰς κινδύνους προφανῶς αὐτομολῶν, οὔτε γὰρ ἐπιθυμίᾳ δόξης, (τῆς γὰρ ἀκροτάτης κἀν τῷ παρόντι σχήματι ἀπολαύω νῦν,) οὔτε χρημάτων ἕνεκα, (τὰ γὰρ παρόντα καὶ ἀριθμοῦ σχεδὸν ὄντα κρείττω τοῖς διαρπάζειν προεῖμαι βουλομένοις,) ὅμως ὑμῶν τε εἵνεκα καὶ τῆς κοινῆς τῶν Ῥωμαίων σωτηρίας τοὺς προσδοκωμένους μεγάλους καὶ πολλοὺς κινδύνους τῆς ἐν τῷ παρόντι ἀσφαλείας ἀνθαιροῦμαι. καὶ ἃ ἐμοὶ λυσιτελέστατα ἐδόκει, οὐκ ἀπραγμόνως, οὐδ’ ἀνοήτως, ἀλλὰ μηδεμίαν πρόφασιν παρέχειν τῷ πολέμῳ βουλομένῳ, παρεὶς ἑκὼν, ἐπὶ τὰ ὑμῖν δεδογμένα τῆς ὑμῶν ὠφελείας ἕνεκα, ὥσπερ ἔφην, τρέψω ἐμαυτόν.
οὐ μὴν ἀλλ’ ἐπειδήπερ οὐκ ἰδίας πλεονεξίας, ἀλλ’ ὑμῶν τε ἕνεκα καὶ τοῦ κοινῇ λυσιτελοῦντος τοιαῦτα προειλόμην, οὐ δήπου δίκαιον, οὐδὲ ἄλλως εὐσεβὲς, νῦν μὲν ὁμοίως ἐπὶ ταῦτα πάντας ὑμᾶς παρακαλεῖν καὶ μηδεμίαν ἄλλην ἢ ταύτην ὁδὸν ὑφηγεῖσθαι σωτηρίας, ὀλίγῳ δὲ ὕστερον, εἰ μὴ κατὰ γνώμην ὑμῖν τὰ πράγματα ἐκβαίνοι, ἄλλον ἄλλοτε ἀφισταμένους, ἑαυτοῖς μὲν ἐκ τῶν ἐνόντων ἐκπορίζειν τὴν δοκοῦσαν σωτηρίαν, ἐμὲ δὲ ἐν τοῖς κινδύνοις καταλείπειν μόνον, ὃς ὑπὲρ ἁπάντων ὑμῶν αὐτοὺς ἀνεδεξάμην, ἐνὸν ἀκινδύνως σώζεσθαι. τοῦτο γὰρ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ ὑμῖν ἀλυσιτελέστατον ἂν εἴη. οὔτε γὰρ κυβερνήτῃ διασώζειν τὴν ναῦν ἐξέσται, ἂν πρὸς φιλονεικίαν οἱ ναῦται τοῦ συμπράττειν ἀφιστῶνται, τοῖς τε ναύταις οὐδεμία σωτηρίας ὑπολείπεται ἐλπὶς, τῆς νηὸς ἀπολλυμένης. ἀλλὰ δεῖ πάντας τὴν ὁμοίαν γνώμην ἔχοντας καὶ τὴν καρτερίαν ἴσην ἐπιδεικνυμένους ἐν τοῖς δεινοῖς, οὕτω τὰ μεγάλα κατορθοῦν. οὐδὲ γὰρ οὐδὲ τῶν παλαιῶν οὐδεὶς ἀργῶν καὶ ῥᾳθυμῶν καὶ ἀμβλυνόμενος τρόπαιον ἀνέστησεν ἀπὸ τῶν πολεμίων, ἀλλὰ πάντα πόνον ὑπομένων καὶ ἀκατάπληκτος φαινόμενος ἐν τοῖς δεινοῖς.
PG 153:799εἰ δέ τῳ τὰ πραττόμενα οὐκ ἀρεστὰ, οὐδὲ διακινδυνεύειν βούλεται τῆς εἰς ἐμὲ εὐνοίας ἕνεκα ἐνθάδε διακαρτερῶν, ἀλλ’ οἴεται δεῖν μᾶλλον τὰ οἴκοι διασώζειν, ἢ κεναῖς ἐλπίσιν αἰωρεῖσθαι, τὰ ἐν χερσὶ καταλιπὼν, ἐλευθέρᾳ γλώττῃ δέον χρησαμένους καὶ τὴν γνώμην ἐκκαλύψαντας, οὕτως οἴκαδε ἀναχωρεῖν, μηδὲν ὑποπτεύοντας διὰ ταῦτα δυσχερὲς, ἀλλὰ καὶ τῆς ἴσης εὐμενείας ἀπολαύοντας παρ’ ἐμοὶ, ἂν ἄλλοσέ πη διατρίβωσιν. εἰ γὰρ μετὰ τὴν τοσαύτην εὐγνωμοσύνην καὶ τὴν ἄδειαν κακουργῶν τις φαίνοιτο καὶ πρὸς λύμην καὶ φθορὰν ἀποδιδράσκων τῶν πολλῶν, ἴστω μὴ ἂν τῆς προσηκούσης ἄνευ τιμωρίας ἀπαλλάξων, ἀλλ’ αὐτὸς διδάξων τοὺς ἄλλους σωφρονεῖν καὶ μὴ τοιαῦτα πανουργεύεσθαι. ἐγὼ μὲν οὖν τῆς ὑμῶν τε καὶ τῶν ἄλλων σωτηρίας ἕνεκα, ἅπερ αὐτοὶ ἐβουλεύσασθε εἱλόμην. ὑμᾶς δὲ παρακαλῶ, καὶ ὑμῶν αὐτῶν καὶ τῶν προγόνων εὐδοξίας ἕνεκα τὴν προσήκουσαν ἀνδρίαν ἐπιδείκνυσθαι καὶ καρτερῶς ἀμύνεσθαι τοὺς πολεμίους, ἀδίκως ἐπιόντας καὶ πρώτους πολέμου ἀρχομένους·
ἔπεισι δέ μοι θαῤῥεῖν ἐπὶ τὸν πάντα δικαίως ταλαντεύοντα θεὸν, ὡς οὐκ εἰς μακρὰν ἥ τε τῶν ἀδίκως μοχθηρία πολεμησάντων καὶ ἡ ὑμῶν εὐγνωμοσύνη καὶ ἡ τοῦ δικαίου αἵρεσις ἔσται καταφανής. ἔτι δέ μοι δοκῶ πρὸς τῇ προτέρᾳ πρεσβείᾳ, καίτοι γε ἀδίκως οὕτω καὶ παραλόγως ὑβρισμένῃ, καὶ δευτέραν πρὸς τοὺς πολεμεῖν ᾑρημένους ἡμῖν ποιήσασθαι νυνὶ, ἵν’ ὥσπερ ἐν τοῖς ἄλλοις ἅπασι, καὶ τῇ μεγαλοψυχίᾳ τὸ πλέον ἔχωμεν αὐτῶν, ὡς μὴ μόνον οὐ κατάρχοντες αὐτοὶ πολέμου, ἀλλ’ ἤδη καὶ φανερῶς ὑπ’ ἐκείνων ἐξαφθέντος, αὐτοὶ πολλὰ περὶ εἰρήνης δεηθέντες. ἴσως δὲ εἰ καὶ πρότερον ῥᾳδίως ἡμῶν περιγενέσθαι οἰηθέντες, τὴν πρεσβείαν οὐκ ἐδέξαντο, νῦν ὁρῶντες οὐ κατὰ γνώμην αὐτοῖς τὰ πράγματα ἐκβάντα, βέλτιόν τι βουλεύσαιντο καὶ σωφρονέστερον καὶ ἡμᾶς τε πολλῶν πραγμάτων ἀπαλλάξαιεν καὶ τοὺς ἄλλους τῶν προσδοκωμένων δεινῶν ἐκ τοῦ πολέμου. κ. Τοιαῦτα τοῦ μεγάλου δομεστίκου εἰρηκότος, οἱ μὲν παρόντες πάντες ἐπῄνουν τε τοὺς λόγους καὶ θεῷ χάριτας ὡμολόγουν, ὅτι πεπεισμένον εἶχον ἐκεῖνον βασιλέα εἶναι. ᾤοντο γὰρ αὐτοῖς πάντα λύσειν τὰ δυσχερῆ γεγενημένον.
ἐξιόντες τε ἐκεῖθεν, καὶ τοῖς ἄλλοις ἀπήγγελλον τὰ ἐψηφισμένα καὶ κοινὴν ἦγον ἑορτὴν καὶ συνήδοντο ἀλλήλοις. ὁ μέγας δὲ δομέστικος ἐκέλευε σκευὴν παρασκευάζεσθαι βασιλικὴν τοῖς ἐπὶ ταῦτα τεταγμένοις. καὶ ἐς τὴν ὑστεραίαν ὅρκων προτεθέντων, πάντες ὤμνυον μεγάλῳ δομεστίκῳ εὖνοι εἶναι μόνῳ καὶ τὴν πίστιν ἄδολον αὐτῷ καὶ καθαρὰν τηρήσειν. πρὶν δὲ τὸν πόλεμον κινηθῆναι τουτονὶ, ἐπεὶ παρεσκευάζετο ὡς εἰς τὴν ἑσπέραν ἐκστρατεύσων, τὸ μισθοφορικὸν τῆς στρατιᾶς προέπεμπεν αὐτοῦ, καὶ προῆλθεν ἄχρι Μακεδονίας. οὐ μὴν ἀλλὰ καὶ ὅσοι Μόῤῥαν κατῴκουν καὶ τῆς Ῥοδόπης ὅσαι πόλεις ἦσαν ὑπήκοοι Ῥωμαίοις, στρατιῶται πολλοὶ καὶ ἀγαθοὶ, ὑπὸ στρατηγῷ Ματθαίῳ τῷ Καντακουζηνῷ τεταγμένοι, τῷ τοῦ μεγάλου δομεστίκου πρεσβυτέρῳ υἱῷ, κατὰ τὴν Χαλκιδικὴν τῆς Θρᾴκης ἐστρατοπεδευμένοι ἅμα τῷ στρατηγῷ, οὕτω τοῦ πατρὸς κελεύσαντος, περιέμενον τὴν ἄφιξιν ἐκείνου. οὓς εὐθὺς ἐκάλει διὰ γραμμάτων εἰς Διδυμότειχον, ὡς εἰς τὴν ἀνάῤῥησιν αὐτοῦ παρεσομένους· καὶ παρῆσαν μελλήσαντες οὐδέν.
Chapter XVIIICaput XVIII
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:801ἔτι δὲ καὶ τῶν τῆς γυναικὸς ἀδελφῶν Ἰωάννου καὶ Μανουὴλ τῶν Ἀνδρονίκου τοῦ Ἀσάνη παίδων ὑπὸ κλοιοῖς, ὥσπερ ἔφημεν, κατὰ τὴν Βήραν, φρούριόν τι τῆς Θρᾴκης, εἱργομένων, πέμψας τὴν ἀδελφὴν ἅμα στρατιᾷ, ἐξῆγέ τε τοῦ δεσμωτηρίου καὶ ἄγειν ἐκέλευεν εἰς Διδυμότειχον πρὸς αὐτὸν, φρουρᾷ τὸν πύργον κατασχοῦσαν καὶ ἄρχοντα τῶν εὔνων αὐτοῖς ἐπιστήσασάν τινα. τριβομένου δὲ τοῦ χρόνου πρὸς τὴν τῶν βασιλικῶν παρασήμων παρασκευὴν, ἐπεὶ ἐδόκει μὴ μέλλειν, μηδὲ προί̈εσθαι τὸν καιρὸν, τῶν κατὰ τὸ Βυζάντιον συντόνως πολεμούντων καὶ μηδεμιᾶς ἀπεχομένων πείρας, ἔγραφε καὶ αὐτὸς ταῖς κατὰ τὴν Θρᾴκην καὶ Μακεδονίαν ἁπάσαις πόλεσιν αὐτῷ προσέχειν, ὡς ἤδη Ῥωμαίων βασιλεῖ γεγενημένῳ καὶ δυναμένῳ ὑπείκουσί τε εὖ ποιεῖν καὶ τοὐναντίον, ἂν ἀνταίρωσιν ὅπλα, βλάπτειν. ἰδίᾳ τε τοὺς δυνατοὺς τῶν πόλεων καὶ τοὺς παρ’ ἑκάστοις στρατιώτας γράμμασιν ὑπεποιεῖτο, τῶν τε πρότερον ἀναμιμνήσκων εὐεργεσιῶν γεγενημένων εἰς αὐτοὺς, καὶ ὡς, ἢν εὖνοι φαίνωνται νυνὶ καὶ τὰ αὐτοῦ προῃρημένοι πράττειν, μειζόνων ἀπολαύσονται καὶ θαυμασιωτέρων ἀγαθῶν. ὑπεσημαίνετό τε τὰ γράμματα ἐρυθροῖς, ὥσπερ ἔθος βασιλεῦσι, γράμμασι.
προσετίθει τε τοῖς γράμμασι καὶ φρουρὰς ἐξ ὁπλιτῶν καὶ τοξοτῶν ψιλῶν πρὸς ἃς ᾔδει τῶν πόλεων ῥᾳδίας ἐσομένας κατέχεσθαι φρουροῖς. ταῦτα δὴ τὰ γράμματα κομιζόμενα παρ’ ἑκάστοις, οἱ μὲν ἐδέχοντο προθύμως καὶ πᾶν τὸ προσταττόμενον ἐπηγγέλλοντο ποιεῖν, οἱ δ’ ἐδυςχέραινον μὲν, οἰόμενοι ἀποστασίαν βασιλέως εἶναι τὰ πραττόμενα, ἔτι δὲ ὅμως τὴν τοῦ μέλλοντος βασιλέως δύναμιν ὑπεπτηχότες, ἄλλως τε καὶ ὑπὸ τῶν παρ’ αὐτοῖς μεγάλα δυναμένων ἐναγόμενοι, τὰ ἐκείνου πράττειν ᾑρημένων, τὰ γράμματα ἐδέχοντο. δῆλοι δὲ ἦσαν εὐθὺς ἀπὸ γραμμῆς ὡς νεωτερίσοντες, ἢν λάβωνται καιροῦ. ὅσοι δ’ ἦσαν πρότερον τὰ βασιλέως τοῦ Παλαιολόγου δῆθεν αἱρεῖσθαι πεπεισμένοι, οἱ μὲν καὶ τοὺς κομίζοντας συλλαμβάνοντες ἅμα τοῖς γράμμασιν ἔπεμπον εἰς Βυζάντιον δεσμώτας, πρότερον γυμνώσαντες τῶν ὄντων. ὅσοι δὲ μετριώτερα ἐδοκίμαζον ποιεῖν, τὰ μὲν γράμματα ἀπεωθοῦντο, αὐτοὶ δὲ πρὸς τὸν πόλεμον παρεσκευάζοντο, ὡς, ἢν ἐπίῃ, ἀμυνούμενοι.
PG 153:803ἐπεὶ δὲ τῶν γραμμάτων πολλὰ ἐκείνων εἰς Βυζάντιον ἀπεκομίσθη, οἱ μὲν περὶ πατριάρχην ὅσοι πρότερον πρὸς βασιλίδα τοῦ μεγάλου δομεστίκου ὡς βασιλειῶντος κατηγόρουν, ἔχαιρόν τε καὶ παντοῖοι ἦσαν ὑφ’ ἡδονῆς. τά τε γράμματα ἐπιδεικνύντες, οὐκ ἄρα ἔφασαν ἡμεῖς τῶν μελλόντων κακοὶ κριταὶ, ἀλλ’ αὐτοί τε εὐστόχως κατεστοχασάμεθα τῆς γνώμης, κἀκεῖνος καλῶς ποιῶν ἐπὶ τῶν ἔργων εὐθὺς ἀπέδειξεν εἰρηκότας ἀληθῆ. πολλά τε εἰς ἐκεῖνον βλάσφημα ἀπέσκωπτον ἀναίδην, καὶ οὐδὲ τῶν αἰσχίστων ἀπεχόμενοι πρὸς ὕβριν. καὶ ἡ βασιλὶς δὲ ἤδη πεπεισμένη πολέμιον γεγενῆσθαι τὸν μέγαν δομέστικον φανερῶς, ἐκ τῶν γραμμάτων ἐκείνων ὀλίγα ἄττα ἔπεμπε τῇ μητρὶ κατὰ τὴν οἰκίαν φρουρουμένῃ, οἷα δράσειε κατηγοροῦσα ὁ υἱός. ἐκείνη δὲ μηδὲν ἔφασκε πρὸς αὐτὴν τοὺς λόγους εἶναι. πρότερον γὰρ ἐχρῆν, ἡνίκα τοῦ υἱοῦ κατηγόρουν, πρὸς αὐτὴν τὰ ἐγκλήματα δηλοῦν. ἦ γὰρ ἂν τῶν γινομένων νῦν οὐδὲν συνέβη, ἀλλ’ ὑπὲρ αὐτῆς τε καὶ τῶν παίδων, ἔτι δὲ καὶ τοῦ Ῥωμαϊκοῦ παντὸς, πάντα ἂν κατεπράξατο τὰ βέλτιστα πρὸς τὸν υἱόν.
εἰδέναι γὰρ αὐτὴν σαφέστατα τὴν ἐκείνου γνώμην, ὡς πρὸς τὸ εὖ ποιεῖν μᾶλλον, ἢ τὸ κακουργεῖν ἐπιῤῥεπής. νυνὶ δὲ μετὰ τὴν ἀκριβῆ φρουρὰν, ἣν αὐτὴ φρουρεῖται ὑπ’ αὐτῶν ἐπ’ οὐδενὶ ἐγκλήματι, καὶ τὴν πρὸς τοὺς ἐκείνου πρέσβεις ὕβριν ὑπὲρ τῆς εἰρήνης ἀφιγμένους καὶ δεομένους καλεῖν ἐκεῖνον ἐπὶ δίκην, ὡς, ἢν ἁλίσκηται ἐπιορκῶν, τὰ ἔσχατα πεισόμενον, τίνα ἂν ἀπολογίαν ἀποδοίη περὶ τῶν ἐκείνῳ πραττομένων, ὡς ὑμεῖς φατε, βασιλικῶς, εἴγε καὶ ἐκείνου τὰ γράμματα εἴη, εἴτε μή. περὶ μὲν οὖν τῶν γραμμάτων ἔφη μηδὲν ἀποκρινεῖσθαι· παραινέσειν δὲ τὰ βέλτιστα, ὡς ἂν αὐτῇ δοκοίη, εἴγε πείθοιντο. ταῦτα δέ ἐστι· μὴ τὸν υἱὸν περιορᾷν, μηδ’ ὡς μεγάλα καταφρονεῖν μὴ δυναμένου. οὐ γὰρ Ῥωμαῖοι τὴν ἐκείνου μόνον δύναμιν καὶ σύνεσιν καὶ ἐμπειρίαν, ἀλλὰ καὶ βαρβάρων οἱ Ῥωμαίων κατῳκισμένοι πόῤῥω οὐκ ἀγνοοῦσιν. ἀλλ’ ὡς τάχιστα πρέσβεις πέμπειν πρὸς ἐκεῖνον, οἳ περὶ εἰρήνης διαλέξονται. ἐκεῖνος δὲ οὐκ ἀπορήσει, ᾗ χρὴ τὰ πεπραγμένα καὶ λόγοις καὶ πράξεσιν ἐπανορθοῦσθαι, εἴ τι συμβέβηκε καὶ τῶν δοκούντων ἀνιάτων.
εἰ δ’ ἄρα ἄλλως ἐγνώκατε αὐτοὶ, ὑμῖν μελήσει καὶ τὰ ἴδια εὖ τίθεσθαι καὶ τὰ κοινά. ἡ μὲν οὖν μεγάλου δομεστίκου μήτηρ τοιαῦτα ἀπεκρίνατο πρὸς τὰς κατηγορίας. οἱ πεμφθέντες δὲ οὕτω παρὰ βασιλίδος προστεταγμένοι, τῆς οἰκίας ἐκείνην ἐκβαλόντες, βασιλείων ἤγαγον ἐντὸς καὶ εἷρξαν τῇ παρὰ Ἀνδρονίκου τοῦ πρώτου βασιλέως οἰκίᾳ κατασκευασθείσῃ χρώμενοι ἀντὶ δεσμωτηρίου. τὴν οὐσίαν δὲ ἐδημοσίωσαν πλείστην οὖσαν, πλὴν εἴπου τι πρότερον ἀργύρου καὶ χρυσοῦ καὶ λίθων πολυτελῶν καὶ μαργάρων λάθρα ἔφθασεν ἐξαγαγοῦσα. πυῤῥῶν δὲ καὶ κριθῶν καὶ καρπῶν τῶν ἐπιλοίπων, οὐκ ἐν ᾗ διέτριβεν οἰκίᾳ μόνον ἐγγὺς τῶν βασιλείων κομιδῇ τι δυσαρίθμητον χρῆμα ἦν, ἀλλὰ καὶ Γοργεπηκόου τῆς μονῆς ἐγγὺς ἕτεραι πυραμίδες ἦσαν πολλαπλασίους ἐκείνων συνέχουσαι καρπούς. ἃ πάντα ἐξεφόρουν ἀφειδῶς, πρὸς οὐδὲν χρήσιμον τῷ κοινῷ, ἀλλὰ σφίσι τε αὐτοῖς καὶ τοῖς ἄλλοις χαριζόμενοι οἱ τὸν πόλεμον ἀνῃρημένοι καὶ τὰ πράγματα ἐπιτετραμμένοι διοικεῖν.
PG 153:805μετὰ δὲ τοῦτο καὶ τοὺς φίλους καὶ συνήθεις διερευνώμενοι τοὺς μεγάλου δομεστίκου, πολύ τι πλῆθος εὕρισκον χρημάτων, τὰ μὲν αὐτῶν τῶν ἐχόντων προδιδόντων ἐλπίδι τοῦ καὶ αὐτούς τι τῶν χρημάτων παρακερδαίνειν, ἅτε πρὸς οὐδὲν εἰδότας παρεχόμενα ὅσα ἦσαν τὴν ἀρχήν· τὰ δ’ αἰκίαις καὶ στρεβλώσεσι καὶ παντοίοις βασανιστηρίων εἴδεσι καταναγκαζομένων φανεροῦν. πολλοὶ δὲ καὶ μηδὲν τῶν ἐκείνου ἔχοντες, τὰ ἀνήκεστα ὑπέμενον ἐκ τῆς πρὸς ἐκεῖνον μόνον συνηθείας ὑποπτευόμενοι. ἐν Βυζαντίῳ μὲν οὖν τοιαῦτα ἐτελεῖτο καὶ κακῶν ἰλιὰς περιειστήκει τοὺς μεγάλου δομεστίκου φίλους. κζ. Ἐν Διδυμοτείχῳ δὲ ἐπεὶ τὰ βασιλικὰ ἐνδύματα παρεσκευασμένα ἦν, ἥ τε προθεσμία τῆς τοῦ νέου βασιλέως ἥκει ἀναῤῥήσεως, πάντες μὲν παρῆσαν ἐκείνου τῇ οἰκίᾳ, ὅσοι διέτριβον ἐν Διδυμοτείχῳ τότε, οὐ τῶν εὖ γεγονότων μόνον καὶ καθ’ αἷμα προσηκόντων βασιλεῖ, ἀλλὰ καὶ τῶν ἄλλων συγκλητικῶν καὶ τῆς στρατιᾶς.
ὁ νέος δὲ βασιλεὺς πρότερον ἐσθῆτα βασιλικὴν ἐνδὺς, ἔπειτα ὑπ’ ὄψεσι ταῖς ἁπάντων ταῖς ἐρυθραῖς κρηπῖσι τοὺς πόδας κατεκόσμει, τὸν ἕτερον μὲν ὑπὸ τῶν ἄγχιστα καθ’ αἷμα προσηκόντων ὑποδυόμενος, τὸν δὲ λοιπὸν ὑπὸ τῶν τὰ πρῶτα φερομένων ἐπ’ εὐγενείᾳ καὶ λαμπρότητι μισθοφόρων Λατίνων. τὸν δὲ βασιλικὸν πῖλον πρὸ τῆς ἀχράντου καὶ θεομήτορος τῆς εἰκόνος κείμενον ἐπ’ ἐδάφους, αὐτοχειρίᾳ λαβὼν αὐτὸς ἐπέθηκε τῇ κεφαλῇ. αὐτίκα δὲ οἱ τὰ τοιαῦτα ᾄδειν εἰθισμένοι τῆς τῶν βασιλέων ἦρχον εὐφημίας. καὶ πρῶτα μὲν ἡ βασιλὶς Ἄννα εὐφημεῖτο καὶ μετ’ ἐκείνην ὁ υἱὸς Ἰωάννης ὁ βασιλεὺς, τρίτος δὲ ὁ Καντακουζηνὸς Ἰωάννης ὁ βασιλεὺς ἅμα Εἰρήνῃ τῇ βασιλίδι. τὸν αὐτὸν δὲ τρόπον καὶ πρὸς τὰς ἱεροτελεστίας τὴν τῶν βασιλέων μνήμην ἐποιοῦντο, ὁμοίως καὶ πατριάρχου Ἰωάννου. μετὰ δὲ τὴν εὐφημίαν ἔφιππος γενόμενος ὁ βασιλεὺς, καὶ τῶν ἄλλων πάντων ἑπομένων ἐφ’ ἵπποις ὅσοι ἦσαν, πρὸς τὸν ναόν τε τοῦ μεγαλομάρτυρος ἐγένετο Γεωργίου τοῦ Παλαιοκαστρίτου προσαγορευομένου, καὶ τὴν προσκύνησιν ἀπεδίδου καί τισι τοῖς ἐκ τῆς Λατινικῆς στρατιᾶς τὴν καβαλαρίων παρεῖχε τιμὴν, πάντα ἐπ’ αὐτοῖς τὰ εἰθισμένα πράττων.
Chapter XIXCaput XIX
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:807ἐκεῖθεν δὲ εἰς τὰ βασίλεια ἐπανελθὼν, ἅμα βασιλίδι τῇ γαμετῇ λαμπρῶς εἱστιᾶτο, πάντων παρισταμένων κατὰ τὰ νενομισμένα βασιλεῦσιν. ὑπηρετοῦντο δὲ αὐτοῖς πρὸς τὴν ἑστίασιν οἵ τε τῆς βασιλίδος ἀδελφοὶ Ἰωάννης καὶ Μανουὴλ καὶ ὁ τοῦ βασιλέως ἀνεψιὸς ὁ Ἄγγελος Ἰωάννης. τὴν μὲν οὖν ἡμέραν ἐκείνην οἵ τε νέοι βασιλεῖς λαμπρῶς ἐπανηγύριζον χρυσοφοροῦντες, καὶ οἱ συνόντες αὐτοῖς καὶ τῆς συγκλήτου καὶ τῆς στρατιᾶς οὐδὲν ἐνέλιπον, ἐξ ὧν ἐνῆν φαιδρύνειν τὴν ἡμέραν τῆς ἑορτῆς. εἰς τὴν ὑστεραίαν δὲ τὰ χρυσόπαστα ἀποδυσάμενοι, λευκὰς περιεβάλλοντο ἐσθῆτας, ὅπερ ἐστὶ τεκμήριον πενθούντων βασιλέων. ἐδήλου δὲ καὶ τὴν αἰτίαν τῆς μεταβολῆς ὁ βασιλεὺς πρὸς τοὺς παρόντας, ὡς τῇ μὲν προτεραίᾳ τῆς ἑορτῆς ἕνεκα τὰ λαμπρὰ ἐκεῖνα περιβάλλοιτο, νυνὶ δὲ ἐκείνης παρελθούσης, ἀναγκαῖον πάλιν τὴν ἀδελφοῦ καὶ βασιλέως τελευτὴν πενθεῖν.
ἄξιον δὲ καί τινων ἐπιμνησθῆναι, ὧν πρὸς τὰς τῶν βασιλέων ἀναῤῥήσεις εἰώθασιν οἱ πολλοὶ ἐπισημαίνεσθαι, ἀψευδῆ τινα οἰόμενοι τεκμήρια τῆς εἰσέπειτα τῶν ἀναγορευομένων βασιλέων ἢ εὐτυχίας ἢ κακοπραγίας, εἴγε χρὴ τοιαῦτα ἐκ τῆς ἄνωθεν προνοίας οἴεσθαι οἰκονομεῖσθαι, ἀλλὰ μὴ αὐτόματα συμβαίνειν ὡς ἂν τύχῃ, τῆς περὶ τὰ ἀνθρώπινα πράγματα τοῦ θεοῦ προνοίας ἐν ἀποῤῥήτῳ κειμένης καὶ μόνοις οὔσης φανερᾶς τοῖς τὴν διάνοιαν κεκαθαρμένοις καὶ τῶν τοιούτων δωρεῶν ἀξίοις κεκριμένοις παρὰ τοῦ θεοῦ. ἐν γὰρ τῇ τῆς ἀναῤῥήσεως ἡμέρᾳ, ἡνίκα ἔδει βασιλέα τὸν νέον τὴν βασιλικὴν ἐσθῆτα μεταμπισχέσθαι, συνέβαινε τὴν μὲν ἐνδοτέραν μᾶλλον εἶναι τοῦ δέοντος στενὴν, ὡς μηδὲ τὸ σῶμα, καίτοι πολλὰ κατατεινομένην, δύνασθαι περικαλύπτειν, τὴν ἐξωτέραν δὲ τοὐναντίον ἅπαν, πολλῷ τοῦ δέοντος εὐρυτέραν, καίτοι γε ἀμφοτέρας τοῦ πολλὰς καὶ πρότερον πολλάκις συμμέτρους ἐῤῥαφότος δεδημιουργηκότος. ἐξ ὧν τῶν βασιλεῖ συνηθεστάτων τις παρὼν, τὰ μὲν πρῶτα βασιλέως ἀπεφθέγξατο ἔσεσθαι κομιδῇ στενὰ καὶ πολλὴν ἀπορίαν βασιλεῖ παρέχοντα, ὥσπερ ἡ ἐσθὴς τὸ σῶμα πιέζειν νῦν·
PG 153:809τὰ δ’ ὕστερον ἐκ διαμέτρου εὐρύτερα τοῦ δέοντος καὶ πολλὴν παρεχόμενα τὴν ἄνεσιν. τῆς αὐτῆς δὲ ἡμέρας καὶ τῆς θείας τελουμένης ἱεροτελεστίας, οὕτω συμβὰν, ἡ τοῦ εὐαγγελίου περικοπὴ ἐκείνη ἀνεγινώσκετο, ἐν οἷς ὁ ἡμέτερος σωτὴρ καὶ τῶν αἰώνων βασιλεὺς ὁ Χριστὸς Ἰησοῦς τοῖς ἰδίοις μαθηταῖς περὶ τῶν εἰς αὐτοὺς συμβησομένων διαλεγόμενος, εἰ ἐμὲ ἔλεγεν ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἃ οἱ παρόντες ἐπισημαινόμενοι, τοὺς μὲν φαύλους ἔφησαν ἀνθρώπους καὶ διεφθορότας καὶ συκοφάντας καὶ οἷς οὐδὲν τῶν σωτηρίων μέλει τοῦ Χριστοῦ ἐντολῶν, τὸν βασιλέα διώξειν καὶ πολλὴν ἐνδείξεσθαι τὴν μανίαν κατ’ αὐτοῦ, οἷα δὴ καὶ Ἰουδαῖοι Χριστὸν τὸν εὐεργέτην πάσῃ διώξαντες σπουδῇ, καὶ ἰσχύσειν κατ’ αὐτοῦ ἐπὶ καιρὸν, ὥσπερ δὴ κἀκεῖνοι ἔδοξαν, ἀπεκτονότες τὸν λυτρωτήν. ὕστερον δὲ οἱ καλοὶ καὶ ἀγαθοὶ καὶ ἄξιοι τῶν ἐντολῶν τοῦ Χριστοῦ καὶ τοὺς λόγους αὐτοῦ τηροῦντες, καὶ τὸν βασιλέως λόγον τηρήσουσι καὶ πάντα ποιήσουσι τὰ προσταττόμενα ὑπ’ αὐτοῦ. τοιαῦτα μὲν ἐπεθείασαν ἐν τοῖς λογίοις οἱ πολλοὶ, ἃ καὶ εἰς ὕστερον ἐξέβη κατὰ τὴν ἐξήγησιν αὐτῶν σχεδόν.
αὐτὸς δὲ ὁ βασιλεὺς περὶ τὸν Διδυμοτείχου ἀρχιερέα πολλὴν τὴν πίστιν ἔχων καὶ τῶν κρειττόνων ὥς τινι προσέχων, οἷα δὴ ἐν πολλοῖς ἀποδεδειγμένῳ πρότερον θείας χάριτος οὐκ ἀμοιρεῖν, τῆς αὐτῆς ἡμέρας μετὰ τὴν ἀνάῤῥησιν πέμψας πρὸς ἐκεῖνον, τὰ γεγενημένα τε ἐδήλου, ὡς κοινῇ γνώμῃ λυσιτελεῖν ἐψηφισμένα τελεσθείη, καὶ προσάγειν εὐχὰς θεῷ ὑπὲρ αὐτοῦ ἐδεῖτο, ὥστε γενέσθαι ἐπ’ αὐτῷ τὸ τοῦ θεοῦ θέλημα τὸ ἀγαθὸν καὶ εὐάρεστον. τοῦτον γὰρ εἰώθει τὸν τρόπον τῶν τὰ τοιαῦτα δεῖσθαι ἠξιωμένων, εὐχὰς ὑπὲρ αὐτοῦ προσάγειν θεῷ. ὁ δ’ ἔφασκεν, ὡς οὐ καλὸν μετὰ τὴν πρᾶξιν ἀπαγγέλλειν. πρότερον γὰρ ἐχρῆν, ἡνίκα καὶ αὐτῷ τι τῶν δεόντων, θεοῦ διδόντος, παραινεῖν ἐξῆν· νυνὶ δὲ οὐδὲν ἢ τοῦ θεοῦ δεῖσθαι λοιπὸν ὑπὲρ τῶν κοινῇ λυσιτελούντων καὶ αὐτοῦ. τὸ βασιλεύειν δὲ Ῥωμαίων, καὶ αὐτὸν μὲν εἰδέναι, ὡς ἐπιψηφισθείη παρὰ θεῷ. πλὴν ἐξοιδήσουσι τὰ χείλη μήπω πεπανθὲν τὸ σῦκον καταφαγόντος· αἰνιττόμενος ἐκ τοῦ παραδείγματος, ὡς πολλοῖς πρότερον περιπεσεῖται κινδύνοις καὶ πειρασμοῖς.
θέλων δ’ ὥσπερ καὶ τοὺς κινδύνους ὅθεν κἀκ τίνος ἔσονται δηλοῦν, ὁράσεώς τινος ἀνεμίμνησκεν αὐτὸν, ἧς, ἔτι περιόντος Ἀνδρονίκου τοῦ βασιλέως, ἠξίωτο περὶ τῶν ἐσομένων. ἔφασκε δὲ βασιλεὺς ὁ νέος οὑτοσὶ, ὡς, ἔτι περιόντος βασιλέως, αὐτοῦ δ’ ἔτι τὴν ἰδιώτου στέργοντος τύχην, ὁμιλίαν τινὰ τοῦ ἀρχιερέως τούτου ποιουμένου πρὸς αὐτὸν, τὸν Ἀπόκαυκον φάναι, οὕτω τῆς ἀξίας χωρὶς προσαγορεύσαντα, μὴ πάνυ ποιεῖσθαι περὶ πλείστου, ἀλλὰ φυλάττεσθαι τὸν ἄνδρα, ὡς μεγάλης ἐπηρείας αἴτιον ἐσόμενον. τοῦ δ’ ἐν εὐτραπελίας εἴδει, καὶ ποίαν λίθῳ ἐπήρειαν προξενήσειεν ἂν ὠὸν, εἰπόντος, ὡς μέγα, φάναι τὸν ἀρχιερέα, τὴν ὑπερηφανίαν εἶναι κακὸν, μάλιστα τῶν τε τελείων τὴν ἀρετὴν καὶ τῶν εἰς τὸ ἀκρότατον τῆς κοσμικῆς ἐληλακότων εὐημερίας ἐφαπτομένην. τοῦ δὲ, μὴ εἰς τοιαῦτα προάγεσθαι ἐξ ὑπερηφανίας, εἰρηκότος, ἀλλ’ ἐκ τοῦ μάλιστα συνειδέναι ἑαυτῷ μὲν δύναμιν πολλὴν, ἐκείνῳ δὲ ἀδυναμίαν· πλὴν εἰ μὴ καὶ λύκον θρασύτητος αἰτιῷτό τις προβάτου ἰσχυρότερον νομίζεσθαι ἀξιοῦντα καὶ τὸν λέοντα ἐλάφου τὴν ῥώμην πλεῖστον οἰόμενον διαφέρειν.
PG 153:811ἔτι δ’ ἀξιοῦντος, τὴν ὅρασιν δήλην αὐτῷ ποιεῖν, ὡς δὴ πειθομένου οἷς εἰρήκει, ἐπειδὴ τὰ μὲν φυσικὰ ἀμετάβλητα δεδημιούργηται παρὰ θεοῦ, τὰ ἀνθρώπινα δὲ πράγματα ἄλλο τε ἄλλως φέρεται καὶ πολλὴν ὑπομένει τὴν μεταβολὴν, καὶ πολλὰ δεηθέντος ὥστε πεῖσαι διηγήσασθαι τὰ ὁραθέντα· εὐχόμενός ποτε εἶπε καὶ ἐμαυτῷ μόνῳ καὶ θεῷ προσαδολεσχῶν, ἐδόκουν σε ὁρᾷν ἑστῶτα πρὸ ἐμοῦ. αἴφνης δὲ Ἀπόκαυκον οὕτω ῥαγδαίως ἐπελθεῖν καὶ ὠθισμῷ τοσούτῳ χρήσασθαι καὶ βίᾳ, ὥστε μικροῦ μὲν δεῆσαι ἀνατρέψαι, ὅμως ὑπὸ ῥύμης καταναγκάσαι ἐπὶ γόνυ τε κλιθῆναι θατέρου τῶν ποδῶν καὶ τὴν λαιὰν χεῖρα προσερείσαντα τῇ γῇ, ἀντέχειν πρὸς τοὺς ὠθισμούς. ἐκεῖνον δὲ, καίτοι πολλὰ μογήσαντα, μηδὲν πλέον δυνηθῆναι. σὲ δὲ τοῦ πτώματος ἐξαναστάντα, χρήσασθαι ῥοπάλῳ καὶ πολλάκις αὐτοῦ τῆς κεφαλῆς κατενεγκεῖν, μὴ ἀντισχόντα δὲ πρὸς τὰς πληγὰς εἰς τὴν γῆν καταῤῥυῆναι· σὲ δὲ αὖθις ξυρῷ τὴν κεφαλὴν τοῦ σώματος ἀποτεμεῖν. ἡ μὲν οὖν ὅρασις, ἔφη, τοιαύτη ἦν. ἐγὼ δ’ ἐξετάζων ἐπ’ ἐμαυτοῦ πρὸς ὅ,τι τὰ τοιαῦτα φέρει, πόλεμόν τινα ἐκεῖνον οἴομαι ἐνστήσεσθαι πρὸς σὲ καὶ κινδύνους μεγάλους καὶ πολλοὺς ἂν ἐπενεγκεῖν·
τὴν δὲ νίκην μετὰ τοὺς κινδύνους σοὶ παρέξεσθαι τὸν θεόν. διὸ χρὴ μὴ ῥᾳθυμεῖν, ἀλλὰ φυλάττεσθαι τὸν ἄνδρα. τοιαῦτα μὲν περὶ τοῦ ἀρχιερέως διεξῆλθεν ὁ βασιλεύς. οἱ παρόντες δὲ καὶ τοῦ περὶ τοῦ σύκου παραδείγματος ἀκούσαντες μᾶλλον ἐπεῤῥώσθησαν πρὸς ἃ ἐπεσημήναντο ἐκ τῶν λογίων καὶ τῆς τῶν ἐνδυμάτων ἀσυμμετρίας. ὥσπερ γάρ τισι χρησμοῖς τοῖς ἐκείνου προσεῖχον λόγοις, ἡνίκα περὶ τῶν μελλόντων διεξῄει τι, οὐ μόνον διὰ τὸ πολλὰ πολλάκις τῶν ἐσομένων ἀπταίστως προειπεῖν, ἀλλ’ ὅτι καὶ τεράστιά τινα εἰργασμένος ἦν, ἃ θεῷ μόνῳ δυνατὰ καὶ τοῖς ἐκείνῳ διὰ τὴν κάθαρσιν καὶ πολιτείας ὕψος ᾠκειωμένοις. ἐν οἷς τι φέρεται καὶ τοιοῦτον, ὃ ῥᾳστώνης χάριν διηγήσομαι. τῶν παρὰ Διδυμοτείχῳ πολιτευομένων τις οὐ τῶν ἀσήμων ὑπώπτευε παρά του τὸν γάμον διεφθάρθαι καὶ οὐχ ἡμάρτανε τῶν λογισμῶν· διέφθαρτο γάρ. τὴν ὑποψίαν δὲ μὴ φέρων ὑπὸ ζηλοτυπίας στέγειν σιγῇ, πίστεις ᾔτει τὴν γυναῖκα, αἳ δυνήσονται πείθειν, ὡς μὴ εἴη ἅπερ ὑπενόει ἀληθῆ, ἢ τὰ δεινότατα ἠπείλει διαθήσειν, οὕτως ἐξυβρικυῖαν εἰς τοὺς γάμους. αἱ πίστεις δὲ ἦσαν, σίδηρον αὐτὴν ἐπὶ τὼ χεῖρε δέξασθαι ἐκφλογωθέντα.
Chapter XXCaput XX
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 153:813ἄλλως γὰρ πείθεσθαι μὴ δύνασθαι. ἡ γυνὴ δὲ τό,τε τὰ εἰργασμένα ἐξαγγέλλειν συνορῶσα ὡς δεινὸν, (θάνατος γὰρ ἦν ἡ ζημία τῆς εἰς τὸν ἄνδρα ἀδικίας,) τό,τε τοῦ σιδήρου ἅπτεσθαι ἔλεγχον τῆς ἀτοπίας οἰομένη φανερὸν καὶ ἀμφοτέρωθεν εἰς ἀπορίαν ἐσχάτην συνελαυνομένη, ἐπὶ τὸν μέγαν ἐκεῖνον ἀρχιερέα καταφεύγειν ἔγνωκε δεῖν. προσελθοῦσα δὲ καὶ πάντα ἀπαγγείλασα, ἐδεῖτο προστῆναί οἱ καὶ μὴ περιιδεῖν, ὑπὸ κακοβουλίας ἐσχάτοις κακοῖς περιπεσοῦσαν, ἀλλὰ τὸν ἄνδρα πείθειν τῆς πείρας ἀποσχέσθαι, διδάσκοντα ὑπὲρ αὐτῆς, ὡς οὐδὲν εἴη τῶν ὑποπτευομένων εἰργασμένη. τοῦ δὲ, εἰ μετάνοιά τις αὐτὴν εἰσίοι πρὸς τὴν ἀκολασίαν καὶ εἰ σωφρονεῖν τὸν ἐπίλοιπον βίον ἐπαγγέλλοιτο, πυνθανομένου, ὡς εἶδε πολλὰς δακρύων καταχέουσαν πηγὰς καὶ μηδέποτε τοιαῦτα τολμήσειν αὖθις ἰσχυριζομένην, ἀλλὰ καὶ τῶν ἡμαρτημένων διδόναι δίκας ἀξιοῦσαν, πολλὰ περὶ σωφροσύνης πρότερον διαλεχθεὶς καὶ τοῦ μὴ δεῖν εἰς τὸν ἄνδρα παρανομεῖν, ἔπειτα ἐκέλευεν ἅπτεσθαι τοῦ σιδήρου, ὥσπερ ὁ ἀνὴρ ἠξίου καὶ τοῦ πυρὸς κατατολμᾷν. ἡ δὲ ἐπανελθοῦσα πρὸς τὸν ἄνδρα, ἐδεῖτο τὴν βάσανον προσάγειν.
ἐκεῖνος δὲ, (καὶ γὰρ οὐκ ἠνείχετο μὴ ἔκ τινος ἀναμφιβόλου τὴν περὶ τὴν γυναῖκα ὑποψίαν ἀποτρίβεσθαι,) μόνην ἔνδον ἱεροῦ τινος παραλαβὼν καὶ σίδηρον, ὡς μάλιστα ἐνῆν, ἀπηνθρακῶσθαι πυρὶ παρασκευάσας, ἔπειτα λαβόμενος διὰ πυράγρας, ἐπέθηκε ταῖς χερσὶ τῆς γυναικός. καὶ τὸν ἱερὸν ἐκέλευε σκίμποδα περιιέναι τρίς. ἐπεὶ δὲ περιῆλθεν ἀπαθῶς κατέχουσα, ὡς μηδὲ τὴν ἀρχὴν προσομιλήσαντα πυρὶ, τὴν δύναμιν τῆς ἀληθείας θαυμάσας ὁ ἀνὴρ καὶ τὴν περὶ τὴν γυναῖκα ὑποψίαν ἀποσκευασάμενος, ἐκέλευε τὸν σίδηρον ἐπὶ τοῦ σκίμποδος τιθέναι. ἐπεὶ δὲ ἔκειτο, ὑπὸ τῆς ἄγαν πυρακτώσεως τὸν σκίμποδα διατρήσας, κατέπεσεν ἐπὶ τὴν γῆν. τοιαύτης ἦν χάριτος ἠξιωμένος ὁ ἀνὴρ καὶ πολλὰ θαυμασιώτερα κατεπράξατο, ὡς ὕστερον ἐπιμνησόμεθα κατὰ καιρόν. κη. Βασιλεὺς δὲ ὁ Καντακουζηνὸς εἰς τὴν ὑστεραίαν μετὰ τὴν ἀνάῤῥησιν ἐκκλησίαν συναθροίσας ἔκ τε τῆς στρατιᾶς καὶ τῶν συγκλητικῶν ὅσοι παρῆσαν, ἄνδρες εἶπε Ῥωμαῖοι, καίτοι καὶ πρότερον πολλάκις τὴν περὶ βασιλίδα καὶ βασιλέα τὸν υἱὸν ἐμὴν εὔνοιαν καὶ προθυμίαν καὶ σπουδὴν πρὸς ὑμᾶς διεξελθὼν, οὐδέπω μέχρι νῦν ἔσχηκα κόρον τοῦ μὴ περὶ τῶν αὐτῶν ἀεὶ διεξιέναι.
PG 153:815διὸ καὶ νυνὶ τὸν τὰ πάντα πρὶν γενέσθαι σαφῶς εἰδότα τῶν λεγομένων μάρτυρα ποιοῦμαι, ὡς οὐδὲ μέχρι διανοίας ἐμαυτῷ τι σύνοιδα τῶν ὀρθῶν παρατραπέντι λογισμῶν, ἀλλὰ πᾶσαν πρόνοιαν ἐποιούμην καὶ σπουδὴν, οὐ μόνον τὰ Ῥωμαίων αὔξειν, ἀλλὰ καὶ βασιλίδι καὶ υἱῷ τὴν ἀρχὴν διασώζειν καὶ μηδένα, τό γε εἰς ἐμὲ ἧκον, ἀδικεῖν ἐᾷν. ἃ ἐχρῆν κἀκείνην συνορῶσαν, τἀληθῆ καὶ δίκαια λογίζεσθαι περὶ ἐμοῦ καὶ μὴ οὕτως ἐρήμην καταψηφίζεσθαι, ἀνθρώποις πεισθεῖσαν συκοφάνταις. ἐπεὶ δ’ ἐκείνη τἀληθὲς παραδραμοῦσα προείλετο τὸ ψεῦδος, καὶ μηδὲν ἠδικηκότα, μήτε πρόφασιν πολέμου παρεσχημένον οὐδεμίαν, πολέμιον ἐψηφίσατο αὐτὴ καὶ πάσαις πόλεσιν ἐκήρυξε μὴ δέχεσθαι, ἀλλὰ παντὶ σθένει πολεμεῖν· ἃ ὑμῖν λυσιτελεῖν πρὸς τὰ παρόντα καὶ ἐμοὶ συνέδοξεν, ἀνάγκῃ συνελαυνόμενοι, ἐπράξαμεν. τῆς μὲν οὖν προθυμίας ἕνεκα καὶ τῆς περὶ ἐμὲ εὐνοίας χάριτας ὑμῖν πολλὰς ὁμολογῶ. δίκαιον δὲ ἡγοῦμαι, τὴν ἴσην καὶ αὐτὸν περὶ ὑμᾶς ἐπιδεικνύμενον κηδεμονίαν, ἃ συνοίσειν οἴομαι ὑμῖν ἑκάστῳ καὶ παραινεῖν καὶ ἐπιτρέπειν. οὐ γὰρ ἂν εἴη φιλοῦντος, εἰ τῶν ἰδίᾳ τι ἐμοὶ διαφερόντων ἕνεκα τῆς τῶν ἄλλων σωτηρίας ἀμελοίην.
ὅσοις τοίνυν ὑμῶν ἐν αἷς οὐχ ὑπόκεινται πόλεσιν ἡμῖν ἢ κώμαις οἰκίαι τέ εἰσι καὶ τέκνα καὶ γυναῖκες καὶ ἡ ἄλλη τοῦ βίου ἀφορμὴ, οὐ χρὴ τῆς εἰς ἡμᾶς εὐνοίας ἕνεκα ἐνταῦθα καρτεροῦντας, τὰ οἰκεῖα ἀπολύειν. ἄτοπον γὰρ τὴν εἰς ἐμὲ φιλίαν μεγάλων αἰτίαν ὑμῖν ὀφθῆναι συμφορῶν. οὐ γὰρ ἀποσχήσονται οὐδενὸς δεινοῦ, οἱ πάντα οὗτοι τολμηταὶ καὶ πέρα τοῦ μετρίου νεωτεροποιοί. ἀλλ’ εἰς τὰς οἰκίας ἀπελθόντες, τὴν ἴσην εὔνοιαν διασώζετε ἡμῖν καὶ, καιροῦ καλοῦντος, ἐπιδείξασθε. ἔπειτα τοῖς τῶν χρημάτων ἐκέλευε ταμίαις, τοῖς μὲν μισθοφόροις, εἴ τι τοῦ μισθοῦ ὠφείλετο, ἀποδιδόναι καὶ προσέτι ἐπεδαψιλεύετο· τοῖς δ’ ἄλλοις, ὅσοι ἐκ χωρίων τὰς προσόδους εἶχον, καὶ αὐτοῖς χρυσίον διανείμας ἱκανὸν, ἀπέπεμπε πρὸς τὰς οἰκίας, πολλὰς καὶ μεγάλας τῆς κηδεμονίας ἕνεκα τὰς χάριτας ὁμολογοῦντας καὶ ὡς, ἢν λάβωνται καιροῦ, τῆς εὐεργεσίας ἄξιοι φανεῖσθαι ἐπαγγελλομένους. ὅσοις δὲ μὴ γυναῖκες ἦσαν καὶ τέκνα, κατεῖχε παρ’ αὐτῷ, καὶ εἴ τις ἕτερος ἑκὼν εἶναι ὑπελείπετο.