PG 155Symeon Thessalonicensis Archiepiscopus
Noticeapparatus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 9–10page 1 of 4
PG 155:9Εξαιρέτως δὲ ἐν ταῖς ἡμέ ραις ἡμῶν ταύταις περὶ αὐτῆς συνεγράψαντο, πνεύματι ὡς καὶ αὐτοὶ ὄντες ἐκ Θεοῦ οἱ θεηγόροι, καὶ θεο φόροι, καὶ χριστοφόροι, καὶ ἔνθεοι ὄντες ἀληθῶς, ὅτε ἐν ἁγίοις Πατὴρ ἡμῶν Κάλλιστος, ὁ τῆς βασιλεούσης γεγονώς Νέας Ρώμης ἐκ Θεοῦ πατριάρχης, καὶ ὁ σύμπνους αὐτῷ καὶ συνασκητὴς ὅσιος Ἰγνάτιος, καὶ βίβλῳ οἰκεία συντεθείσῃ παρ' αὐτῶν πνευματικῶς τε καὶ θεοφρόνως, καὶ λίαν ὑψηλῶς ἐφιλοσόφησαν ἐν ρ' κεφαλαίοις, τῷ ἐντελεῖ ἀριθμῷ τελείαν τὴν περὶ ταύτης γνῶσιν ἐκθέμενοι. Τῶν ἐν μονοτρόποις ἐλαχίστων Καλλίστου καὶ Ἰγνατίου τῶν Ξανθοπούλων μέθοδος καὶ κανὼν ἀκριβὴς, καὶ παρὰ τῶν ἁγίων ἔχων τάς μαρτυρίας περὶ τῶν αἱρουμένων ἡσύχως βιῶναι καὶ μονα στικῶς, περί τε ἀγωγῆς, καὶ πολιτείας καὶ διαίτης αὐτῶν, καὶ περὶ τοῦ ὅσων ἡλίκων ἀγαθῶν πρόξενος ἡ ἡσυχία καθίσταται τοῖς λόγῳ μετιοῦσιν αὐτήν. Διακέκριται δὲ ἡ παρούσα τοῦ λόγου πραγματεία εν κεφαλαίοις γ'. Ρ. Εδει μὲν ἡμᾶς κατὰ τοὺς θείους φάναι χρησμούς θεοδιδάκτους τυγχάνοντας. Συμεών του εν μακαρίᾳ τῇ λήξει γενομένου αρχ χιεπισκόπου Θεσσαλονίκης, τοῦ τῆς ἐκτός τε καὶ τῆς πνευματικῆς σοφίας πλήρους ὑπερφυῶς γενομένου, κάν τῇ ἀσκητικῇ εἶτ᾽ οὖν ἀγγελικῇ ἀγωγῇ τε καὶ πολιτεία διαπρέψαντος, καὶ ταύτην εἰς ἄκρον κατωρθωκότος, τῇ δὲ κατὰ Χριστὸν ταπεινώσει τῇ τῶν ἀρετῶν κρηπίδι κατὰ τὰς ἀψευδείς Δεσποτικές Επαγγελίας ἀνυψωθέντος, καὶ διὰ πράξεως ἀναβάν Φιλοκαλίᾳ τῶν ἱερῶν Νηπτικών.
col. 11–12page 2 of 4
PG 155:11τος εἰς θεωρίαν, κἀντεῦθεν νεύσει θεοῦ, ως φωσφόρου λαμπτῆρος ἐπὶ τὴν λυχνίαν τεθέντος, καὶ ἐπ' όρους υψηλοῦ ὡς λαμπροῦ τῆς ἀληθείας κήρυκος ἀναβεβηκότος, καὶ ταῖς γλυκείαι; μαρμαρυγαίς, δη λαδὴ ταῖς αὐτοῦ διδασκαλίαις, οὐ τὴν ἰδίαν μόνον ταύτην τὴν περιώνυμον μητρόπολιν, ἀλλ᾽ ἤδη καὶ τὴν οἰκουμένην ἅπασαν δίκην ἡλίου καταυγάσαντος, καὶ τὴν πρὸς Θεὸν, καὶ τὴν πλησίον ἀγάπην εἰς ἄκρον, ὡς οὐδεὶς σχεδὸν τῶν ἁπάντων ἐπιδειξαμέν νου, καὶ ᾠδαῖς ἱεραῖς τοὺς τῶν ἁγίων χορούς, καὶ οίκοθεν καταστέψαντος, ὧν τὸν βίον ἐζήλωκε, καὶ διήνυσε· τῷ δὲ ἀγγελικῷ καὶ σεμνῷ, καὶ θεοειδεί τῶν ἠθῶν, καὶ τῇ ἱλαρᾷ καταστάσει ὅλου τῷ ὄντι θεοφόρου, καὶ ὄντος, καὶ φαινομένου, καὶ ζῆλον Ενα θερμον Ήλιού τις ἄρ᾽ εἴποι τρέφοντος ὑπὲρ τῶν εὐσεβῶν, καὶ πατρικῶν τῆς Ἐκκλησίας δογμάτων, καὶ καθεκάστην ἀφθόνως τῷ γλυκεί διδασκαλίας ἀρδεύοντος νάματι, καὶ τῷ τῶν λόγων επαγωγῷ καὶ τερπνῷ, καὶ τῇ μελιῤῥύτῳ φθογγῇ πάντας ὥσπερ ἀῤῥήπῳ τινὶ Σειρήνων δυνάμει πρὸς ἑαυτὸν ἕλκυν τος, καὶ παρακατέχοντος, καὶ τῶν παλαιῶν ὥσπερ έκμαγεῖόν τι, ἢ ἐπισφράγισμα, καὶ στήλην εὐσεβείας καὶ ἀρετῆς κανόνα, καὶ Χριστιανικῆς πολιτείας τύο πον τὸν ἑαυτοῦ βίον ἀναδεῖξαι φιλονεικήσαντος, ἐκ τούτων τε τοὺς ἀνθρώπους ἅπαντας, καὶ τοὺς ἄλ λως, ἢ ὡς ἡμεῖς φρονοῦμεν περὶ τὴν πίστιν δοξάζο τας εἰς ἔκπληξιν, καὶ θαῦμα, καὶ ὕμνον, καὶ δοξολογίαν τοῦ μεγάλου Θεοῦ τῶν ὅλων κινήσαντος, αιωνία ἡ μνήμη. Ἰσιδώρου τοῦ ἐν μακαρίᾳ τῇ λήξει γενομένου ἁγιωτάτου ἀρχιεπισκόπου Θεσσαλονίκης, τοῦ δίκην ἀστέρος λαμπροῦ τὴν ποίμνην αὐτοῦ ταύτην κατα φωτίσαντος ταῖς καθ' ἡμέραν ἱεραῖς αὐτοῦ διδασκαλίαις, καὶ εἰσηγήσεσι· καὶ κατὰ τὸν καλὸν καὶ πρῶ τον ποιμένα Χριστὸν τοῦ ποιμνίου πάντα τρόπον. πεφροντικότος, καὶ μακρὰς ὁδοιπορίας ὑπενεγκόντος, καὶ πᾶν εἴ τι θεῖον, καὶ πρὸς σωτηρίαν ενάγον καὶ λόγοις διδάξαντος, καὶ ἔργοις ενδειξαμένου, καὶ τῷ ὄντι τοῖς ἐπ᾿ ἀρετῇ καὶ σοφίᾳ πρὶ αὐτοῦ διαλάμψασιν ἐξισωθέντος τοῖς ὅλοις, αιωνία η μνήμη. Γα βριὴλ τοῦ ἐν μακαρίᾳ τῇ λήξει γενομένου ἁγιωτά του αρχιεπισκόπου Θεσσαλονίκης, του σχεδὸν ἐκ βρέφους τῷ Θεῷ ἀνατεθειμένου, κάν τῇ μοναδική πολιτείᾳ τὰ πρῶτα σχόντος, κἀντεῦθεν ὡς ἀρετῆς ἔπαθλον τὴν προστασίαν τῆς πόλεως ταύτης ἀναδεξαμένου, πολλοῖς τε ἔργοις, καὶ ταῖς πρὸς τὸ θεῖον δεήσεσι ταύτην τηρήσαντος, καὶ πρὸς τοῖς ἄλλοις, οἷς ἔσχε πνευματικοίς χαρίσμασι, πραότητι καὶ ἀγάπῃ κεκοσμημένου, καὶ τὴν πατρικὴν εὔνοιαν ἀεὶ πρὸς τὰ πνευματικὰ τέκνα ἐνδεικνυμένου, αίω νία ἡ μνήμη. Συμεὼν τοῦ ἐν μακαρίᾳ τῇ λήξει, καὶ τὰ ἑξῆς. Γρηγορίου, τοῦ ἐν μακαρίᾳ τῇ λήξει γενομένου ἀρχιεπισκόπου
col. 13–14page 3 of 4
PG 155:13Θεσσαλονίκης, τοῦ καὶ πρὸ τῆς ἀρχιερωσύνης ἐν Λ τοῖς πρώτοις μὲν τῶν ὁμοταγῶν ἐνταῦθα τελοῦντος, τὸ δὲ ἐμπιστευθὲν αὐτῷ πρότερον τοῦ Χριστοῦ ποί μνιον καλῶς ποιμάναντος καὶ φυλάξαντος, μετὰ τὴν ἅλωσιν τῆς πόλεως ταύτης εἰς τὸν ἱερὸν αὐτῆς θρόνον μετατεθέντος, καὶ μηδενὸς τῶν εἰς σύστασιν ταύτης ἡμεληκότα, οἷς ἐδύνατο τρόποις, βαθμοῖς τε ἱεροῖς τὸν κλῆρον τοῦτον σχεδόν πάντα τετιμηκότος καὶ αὖθις, καὶ κοινῇ, καὶ ἰδίᾳ πᾶσι πρὸς τὰς ἐπερ χομένας ἀνάγκας καὶ βοηθοῦντος καὶ συνεργοῦντος ἀέκνων, καὶ τὸ ἀφιέναι πᾶσιν ἔργοις αὐτοῦ κατὰ τὸν θεῖον νόμον δεικνύντος, αιωνία η μνήμη. Νίφωνος τοῦ παναγιωτάτου ἡμῶν δεσπότου, τοῦ θειοτάτου, τοῦ μητροπολίτου Θεσσαλονίκης, ὑπερτίμου καὶ ἐξάρχου πάσης Θετταλίας, πολλὰ ἔτη. μεών, Εννάτην ἦγε καὶ εἰκοστὴν ὁ Μάρτιος τότε· ἔτος δὲ τριακοστὸν ὄγδοον πρὸς τῷ ἐξακισχιλιοστῷ ἐννακοστῷ ἐνειστήκει Οὕτως οὖν ἡμῖν ἔχουσιν, ὅσαι τε ὧραι μυρία τὰ χαλεπὰ φέρουσι, καὶ τὴν σωτηρίαν ἀπαγορεύουσι, κακὸν ἐξαίφνης ἐπῆλθεν ἕτερον. Το δ' ὧν ἡ τοῦ και τοῦ ποιμένος, καὶ κατὰ τὸν πρῶτον ποιμένα τὴν ψυχὴν ἐφ' ἑκάστης ἀφειδῶς ὑπὲρ τοῦ ποιμνίου τι θέντος, κατὰ θεῖον βούλημα τελευτή· ἐν καλῷ μὲν ἐκείνῳ γεγενημένη, βλάβος δ' ἡμῖν ἐπενεγκοῦσα πολύ, τῶν ἐκείνου λιτῶν πρὸς Θεὸν στερηθεῖσιν, αἷς ἐσωζόμεθα. Ὅτι σὲ κατὰ θείαν αὕτη βούλησιν ἦν, ἄκουε τοῦ φανέντος τῷ μακαρίῳ περιόντι κατ' διαρ ἐκείνῳ. Εδοξε πρὸ τοῦ τὴν πόλιν τῷ πολέμῳ ληφθῆναι οἶκόν τινα λαμπρόν εἰσιέναι καὶ παμμεγέθη, περισκοπεῖν τε αὐτὸν κατὰ μέρος, καὶ θαυ μάζειν αὐτοῦ τό τε κάλλος καὶ μέγεθος. Ἐν τούτῳ δ' ὄντι φωνὴν ἔξωθεν ἐνεχθῆναι, λέγουσαν, «Ὁ μὲν οἶκος οὗτος, οὗ τὰ καθ᾽ ἕκαστον, ὦ δέσποτα, ὡς λίαν λαμπρὰ καὶ ὡραία θαυμάζεις περιαθρών, πίπτει τὸ τάχος· καὶ ἵνα μή σε καλύψῃ πεσών, έξιθι τού του ταχέως.» Οὕτως εἶχεν ἡ ὄψις· καὶ εἰς ἔργον ἧκεν οὐκ εἰς μακράν· ἐκεῖνος μὲν γὰρ, ἵνα ἀναφανή δίκαιος, καὶ τῶν πολλῶν τῆς ἀρετῆς ἐκείνου καμάτ των λάβῃ τὰς ἀντιδόσεις, εἰκότως οὕτω, καὶ πρὸ τῆς κοινῆς συμφοράς, πρὸς ἐν ἐπόθει Κύριον ἐξε δήμησεν. Οὐ γὰρ δίκαιον τοῦτο παρὰ Θεοῦ κέκριτο, τοιούτων ἵνα κακῶν πεῖραν σχῇ, καὶ κοινωνήσῃ τῶν
col. 15–16page 4 of 4
PG 155:15νου, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι, το Σολομῶντος είν πεῖν· ἡμεῖς δὲ κακίας γέμοντες ὅλως καὶ ὀπίσω τῶν ἐνθυμημάτων της καρδίας ἡμῶν τῆς πονηράς. Τοῦτο δὴ τὸ τοῦ Ἱερεμίου, πορευόμενοι· καὶ κατὰ τὸν πάλαι γογγυσταὶ τυγχάνοντες Ισραήλ, κατὰ τὴν ἡμετέραν ἐπιθυμίαν ἀπολαύειν όπως οὐκ ἔχομεν τῶν πραγμάτων, δικαίω; οὕτω πεπραγαμεν δυστυχέστατα, καὶ τούτου τἀνδρὸς ἐστερήμεθα, μόνου του ριλειφθέντος ἐν τοιούτοις καιροῖς καὶ τοσούτοις άνια ροῖς παραμύθιον. Πάντες γὰρ ὥσπερ τινὰ δύναμιν ζωτικὴν ἐν ἡμῖν ἐνομίζομεν τοῦτον, καὶ τὴν τελευ τὴν ἐκείνου μηδὲν ἄλλο νομίζειν εἴχομεν, ἢ τῆς ἐφ' ἡμᾶς τοῦ Θεοῦ δικαιοτάτης παιδείας οἷον προοίμιον. Τοῦτο τῶν κατειπεῖν ᾑρημένων ἐκείνου σαφέστατος έλεγχος, καὶ τοὺς ἀδικίαν κατ' ἐκείνου λαλοῦντας, ὅτι μὴ προδοσίαν ἐσκέψαντο, μηδὲ τῶν σφίσι. δοκούντων συνιέντας βαθύτερον ἐνδίκως ἐπι στομίζει· οἶμαι γὰρ ἐγώ, δεῖξαι βουληθεὶς ὁ Θεός, οἷος μὲν ὁ ἱερὸς ἐκεῖνος ἀνὴρ, καὶ τίνων ἄξιος ἦν, οἷοι δ᾽ ἡμεῖς, καὶ τίνας εἰσπραχθῆναι δίκας δίκαιος ἦμεν, διὰ τοῦτο τὰ καθ' ἑκάτερον μέρος οὕτως ψκ νόμησε συμφερόντως. Τούτου οὖν τοῦ δεινοῦ, τῆς τε λευτῆς ἐκείνου φημί, προστεθειμένου τοῖς ἄλλοις, καὶ πάντων τῶν ἐν τῇ πόλει ἀνδρῶν, γυναικών, παί δων, Λατίνων τε καὶ αὐτῶν Ἰουδαίων ἐλεεινῶς πρὸς ἀλλήλους δεομιλούντων, καὶ τὰ μὲν ἀλλ' ὅσα τούτους επίεζε δηλονότι τῇ λήθη παραπεμπόντων, τὴν τοῦ ποιμένος δὲ στέρησιν ἐπὶ νοῦν λαμβανόντων, καὶ συνεχῶς προφερόντων, τῆς τοῦ Θεοῦ τε παιδείας, ὡς προὔφην, καὶ τῆς γεγενημένης ἁλώσεως, καὶ λεγόντων σημείον τοῦτο, καὶ πιστευόντων... 'Αλλ' ἐνταῦθα μικρὸν ἐρήσομαι τοὺς κατηγοροῦντας τοῦ δεῖνος, καὶ τῆς δεῖνος. Ποῦ ποθ' ὑμεῖς ἦτε, ἔθ' ὁ Μουράτης τὰ τοιαῦτα ὑπέσχετο; Οὐκ ἐν τῇ πόλει καὶ αὐτήκοοι τῶν κηρυττομένων; Πῶς οὖν οὐκ ἐχρή σασθε τῷ λογισμῷ; Πώς & διανοεῖσθε οὐκ εἰς πέρας ἠγάγετε; Πῶς & τῶν ἄλλων κατηγορείτε μὴ πεπραχότων, ὑμεῖς οὐκ ἐπράξατε, καιροῦ καλοῦντος, καὶ τῶν ἀπειργόντων οὐκ ὄντων; τότε γὰρ ποιμὴν οὐκ ἦν· μῆνας γὰρ εἶχεν ἐξ γενόμενος ἐξ ἀνθρώπων οὐδὲ ἀραὶ, οὐδ' όσ' ἕτερ' ἀπαριθμεῖτε. Τί λοιπὸν τὸ κωλύσαν ἡμᾶς ἦν, ἢ τίνος ἔργον, ὅσα συμβέβηκεν; Οὐδενὸς πᾶς τις ἂν εἴποι λογιζόμενος εὐσεβῶς, ἡ ἴσων ἡμῖν ἀνόμοιος γὰρ ἦν τοῖς ἄλλοις ὁ βίος ἐκεί τῆς ἡμῶν ἁμαρτία; ἑκάστου τὸν ἀόργητον εἰς ὀργὴν καθ᾿ ἡμῶν κινησάσης, παιδείαν ἡμῖν ἐπενεγκεῖν, πταίουσιν ἀδιόρθωτα, ἵνα γοῦν ἑαυτῶν γενόμενοι καὶ τοῦ λοιποῦ σωφρονίσωμεν. Εἰ δέ τις τῶν πρὶν ἀπομνημονεύων χρόνων, καὶ πάλιν ἡμῖν ἀντιλέγῃ. καὶ τῷ ποιμένι τὴν αἰτίαν ἐπάγῃ, τοῖς προδεδόσθαι ἐθέλουσι μὴ τὰ ἴσα φρονήσαντι, καὶ βουλευσαμένῳ, μεμηνότος οἶμαι, κέκτηται λογισμούς. Πρῶτον μὲν γὰρ οὐ τοῦ σχήματος τοῦ ἀρχιερέως στρατηγικών πραγμάτων ἀντιλαμβάνεσθαι, καὶ τὸν μὲν τυραννικῶς ἐξωθεῖν τῆς ἀρχῆς, τὸν δὲ ἀντεισάγειν, καὶ πραγμάτων, καὶ φόνου; και ζημιών, τούτων δὴ τῶν ἐν ταῖς ἐναλλαγαῖς τῶν ἀρχῶν συμβαινόντων, αἴτιον δείκνυσθαι. Οὐ γὰρ ἐπὶ θρόνον αὐτὸν καθίζουσι το φαντικόν, ἀλλ' ἐπὶ θρόνον ἱερατικών, και Δεσπότου
Page scan enlarged

Notebook

Full View