Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1107–1108page 1 of 2
PG 158:1107Ο τρισκατάρατος καὶ ἀθεώτατος Μωάμεδ, δς καὶ καθ' ἡμέραν, τὰς ἰδίας αὐτῆς βόσκειν καμήλους. παρὰ τοῖς ᾿Αγαρηνοῖς τοῖς αὐτῷ ὑπηκόοις Μαχούμετ ἐπονομάζεται καὶ προφήτης μέγας παρ' αὐτοῖς καὶ (τα Θεῷ τιμώμενος, ἐφάνη μὲν ἐν ταῖς ἡμέραις Ηρακλείου τοῦ βασιλέως ἔν τινι μέρει τῆς Αἰθιο τίας γεννηθεὶς ἐξ Αἰθιόπων γονέων, ἐμεγαλύνθη δὲ καὶ ἐς τόδε ἦλθε φθάσας, ἐπὶ τὸ χεῖρον προκόψας τῇ ἀληθείᾳ. τρόπῳ τοιῷδε. Μοναχός τις Γεράσιμος ἐπονομαζόμενο; ἄκρος 'Αρειανός ὢν καὶ Πνευματα μάχο, ω; φασιν, ἐξ Ισαυρία; ὁρμώμενος, ἀνατραφεὶς ἔν τε τῇ Κωνσταντίνου καὶ ἐν τῇ Ῥωμαίων πόλες καὶ πολλὰ βιασθεὶς ὑπὸ τῶν εὐσεβῶν, ἀρνήσασθαι τὸν ᾿Αρειανισμὸν καὶ τὰς λοιπὰς αἱρέσεις, ὑφ' ὧν κατείχετο, οὐκ ἐπείσθη. Τοίνυν ἵνα μὴ πολλοῖς σκάνδαλον ἀπωλείας εἴη σοφὸς ὢν ἄλλως, ἐξωρίσθη ἐν τοῖς μέρεσι τῆς κοίλης Συρίας ὑπὸ τῶν ὀρθοδόξων. Εν τινι οὖν ἐκεῖσε σπηλαίῳ οἰκῶν παρὰ βασι λικὴν ὁδὸν, ἵνα προσαιτῇ εἰς τὸ ἀποζῇν, ἐπεὶ μεμισημένος ἦν μετερχόμενος ἐς τὰ μάλιστα αστρονομίας καὶ ἀποτελεσματικῆς μεθόδου, καὶ τοὺς παριόντας ὁρῶν ἐν μιᾷ τῶν ἡμερῶν εἶδε μετὰ τῶν ἄλλων ἐδοι πόρων καί τινα νέον, τὸν ῥηθέντα δηλαδή Μαχούμετ, ἐλαύνοντα καμήλους ὀλίγους καὶ εἰς ἐμπορίαν ἐν "Ιεροσολύμοις ἐκ Μεσοποταμίας κατερχόμενον. Οὗ τος γὰρ ὁ ῥηθεὶς Μωάμεδ ἀπορφανισθεὶς καὶ κομιδῆ νέος περιερχόμενος ἑκάστου θύραν καὶ ὑπὸ τῶν περιττευμάτων τρεφόμενος, ἰδοῦσα τοῦτον γυνή τις χώρα πλουσία πάνυ, Φατουμὰ τὸ ὄνομα, καὶ ἀραμένη ἐν τῷ αὐτῆς οἴκῳ καὶ ἀνατρέφοντα ἔπεμπε τοῦτον Ανδρισθέντος δὲ τούτου ἐρασθεῖσα αὐτοῦ ἡ γυνή, συνεγένετο αὐτῇ πορνικῶς· φωραθεῖσα δὲ καὶ τὰ ὄνειδος ἐκφυγεῖν ἐθέλουσα τῶν πολλῶν φανερῶς τοῦ τον άνδρα πεποίηται· δοῦσα δὲ αὐτῷ μέρος τι τῶν αὐτῆς ὑπαρχόντων εἰς ἐμπορίαν ἐξέπεμψε· ἡνιατο δὲ ἄλλως, ὅτι σεληνιαζόμενος συνεχῶς οὐκ ὀλίγον αὐτῇ ὄνειδος ἐνεποίει, ὅθεν παρήγγειλεν αὐτῷ ζητεῖν καὶ ἐρωτᾷν, ὅπου ἂν παραγένοιτο, εἰ ἄρα δυνηθείη εὑρεῖν τινα θεραπευτὴν ἰατρὸν τοῦ ἐλευθερῶσα αὐτὸν τοῦ πάθους. Τοιγαροῦν καθήμενος ὁ ρηθεὶς μοναχὸς ἐν τῇ ὁδῷ καὶ ἰδὼν τὸν Μωάμεδ πορευόμενον, ἐπυνθάνετο αὐτοῦ ἐκ ποία; ἔρχοιτο πόλεως μετὰ πολλὰ δὲ αὐτὸς τοῦτον ἐρωτήσας, ὅτου χάριν προσμένει παρὰ τὴν ὁδόν· ἀλλ᾽ ἁπλῶς ἕτερος θατέ ρου πυνθανόμενος, ώς ήκουσε μετὰ τῶν ἄλλων ὁ Μωάμεθ, ότι μετέρχεται καὶ ἰατρικὴν ἐπιστήμην, περιχαρής ὥσπερ γενόμενος καὶ τὴν αὐτοῦ σεληνιασμὸν ἀπαγγείλα, ὡς ἤκουσεν ὅτι δύναται τοῦ τοιού του πάθους αὐτὸν ὁ μοναχὸς ἐλευθερῶσαι, δοὺς αὐτῷ μέρος τι δαπάνη; ἀφῆκεν εἰπὼν, Ἐν τῷ ἐπαναστρέφειν με ἐξ Ἱερουσαλήμ αναβιβάσω σε μετ' ἐμαυτοῦ ἐν τῷ ἐμῷ οἴκῳ ἐς Μεσοποταμίαν ένεκεν ἐμοῦ τε καὶ ἄλλων ἰατρείας πολλῶν, ἐπεὶ ἡ χώρα ἀπορεῖ κομιδῆ ἰατροῦ, εἰς τὸ συλλέξαι χρήματα καὶ ἀνειμένην καὶ ἀνώδυνον διαβιβάζειν ζωήν. Εἰ; Ιε ρουσαλὴμ τοίνυν κατελθὼν καὶ ἐμιλήσα; τισὶ τῶν αἱρετικῶν, καὶ μάλιστα Ἰουδαίοις καὶ Νεστοριανοίς, ὡς λίαν ὢν φιλόλογος, ἀλλὰ δὴ καὶ Ἰουδαίοις σοφοίς
col. 1109–1110page 2 of 2
PG 158:1109περιτυχών, καὶ διδαχθεὶς ἐξ Ιουδαίων μὲν μοναρκαταφάγοι τὸν αὐτῆς ἅπαντα πλοῦτον, ὁ μοναχὸς ἀπολογούμενος αὐτῇ ἔλεγε· Μὴ δυσχέραινε, καθότι ὁ Μαχούμετ μέγας προφήτης ἐστί. Ακούουσα δὲ ταῦτα καὶ πιστεύουσα, οἷα γυνή, ταῖς ἄλλαις τῶν γυναικῶν ἐνουθέτει καὶ ἐκήρυσσεν, ὡς ὅτι μέγας προφήτης ἐστὶν ὁ Μωάμεδ· ἐκ δὲ τῶν γυναικῶν εἰς ἄνδρας διελθοῦσα ἡ πλάνη βαρβάρους ὄντας καὶ λίαν ἀμαθεῖς ἐπιστεύετο εἶναι ὁ ῥηθεὶς προφήτης Θεοῦ. Ως δὲ εἶδεν ὁ μοναχὸς προκύπτον τὸ αὐτοῦ βούλημα, ᾠήθη δεῖν καὶ πίστιν καὶ νόμον ἐκείνοις δοῦναι ἐπὶ συστάσει δῆθεν τοῦ ᾿Αρειανισμοῦ καὶ τῶν λοιπῶν αἱρέσεων, ὧν εἶνεκα ἐξόριστος ἦν· καὶ καθίσας ἔγραψε βιβλίον, τὸ λεγόμενον Κοῤῥάν, ὅ ἐστι Θεοῦ νόμος, εγκατασπείρας ἐν αὐτῷ ἅπασαν τὴν ἰδίαν ἀσέβειαν, διδάσκων μὴ ἔχειν τὸν Θεὸν μήτε Λόγον μήτε Πνεῦμα, καὶ τὸν Χριστὸν οὐ Θεὸν εἶναι, ἀλλὰ μέγαν προφήτην, καὶ ἄλλας πλείστας φλυαρίας συνεγράψατο· δοὺ; δὲ τῷ ἰδίῳ μαθητῇ Μωάμεδ ἐξε φώνησε τοῖς ἀνοήτοις ἐκείνοις, κατεληλυθέναι τῷ Μαχούμετ ἐξ οὐρανοῦ τὸ βιβλίον τοῦτο παρὰ τοῦ ἀγγέλου Γαβριὴλ κοιμωμένῳ· οἱ δὲ ἐπίστευον οὕτως ἔχειν, ὡς ὁ μοναχὸς ἡσφαλίσατο περὶ τοῦ νέου νέ μου. Οἱ δὲ προῤῥηθέντες Ιουδαίοι δυσχεράναντε; τῷ Μωάμεδ καὶ μὴ θέλοντες αὐτόν· ἱπτρεύειν ὡς μὴ ἐξακολουθήσαντα τῇ αὐτῶν θρησκείᾳ μᾶλλον ἢ ταῖς ὑποθήκαις τοῦ μοναχοῦ, θέλων καὶ αὐτοὺς ἱκανο ποιῆσαι, παρεδέξατο ἐκ τῶν Ἰουδαϊκῶν ἠθῶν τήν τι περιτομὴν καὶ τὸ ὑπονομάζειν μόνον τοὺς προ φήτας· τὰ δὲ γεγραμμένα ὑπό τε Μωσέως καὶ τῶν λοιπῶν προφητῶν, ὡς τῷ μοναχῷ ἔδοξε, πέπραχε περὶ τούτων. Τούτων οὕτως γενομένων καὶ τῶν ἐγο χωρίων πιστευσάντων τῷ νέῳ νόμῳ τοῦ Μωάμεδ ἀποροῦντες ἀρχῆς ἐξ ὑποθήκης τοῦ μοναχοῦ, καὶ ἄρχοντα τοῦτον ἑαυτοῖς ἐποιήσαντο, ὡς εἶναι ὁμοῦ καὶ νομοθέτην καὶ προφήτην και βασιλέα· τότε καὶ στρατιωτικὸν σύστημα ποιησάμενος ἐληίζετο τις πέριξ κωμοπόλεις. ᾿Ακουσθεὶς δὲ τῷ βασιλεῖ Ηρι κλείῳ ἀπέστειλε στρατὸν πρὸς αὐτὸν, καὶ παραγε νύμενοι οἱ Ρωμαῖοι ἐκεῖσε άρδην τοὺς ὑπουργούς Μωάμεδ ἀποκτείνουσιν· αὐτὸς δὲ φυγών μετ' ὀλί γων τινῶν στέλλει πρός βασιλέα πρεσβείαν καλών ἑαυτὸν δοῦλον τοῦ βασιλέως, καὶ ἀξιῶν, ἵνα ἐάσῃ τοῦτον ἀναπαύεσθαι ἐν ἑνὶ μέρει τῆς Αἰθιοπίας, διδόναι τῷ βασιλεῖ φόρον· ὁ δὲ πεισθεὶς εἴασε του χίαν καὶ περιτομὴν καὶ ὄνομα προφητῶν καὶ τὴν εὐγένειαν ᾿Αβραάμ, ἐκ τῶν Πνευματομάχων δὲ πνευ ματομαχίαν, ἐξ Ημεροβαπτιστῶν δὲ τὸ καθ' ἑκάσ στην λούεσθαι, ἐπὶ ἀφέσει δῆθεν τῶν οἰκείων ἁμαρ τημάτων, κακῶς ἐξηγουμένων τὴν τοῦ Ησαίου φωτ νὴν, τό, λούσασθε καὶ καθαροὶ γίνεσθε, ἐκ δὲ Νεστοριανῶν αὖ καὶ ᾿Αρειανῶν τὸ μὴ εἶναι ἀληθῆ Θεὸν τὸν Χριστὸν, ἀλλὰ προφήτην μέγαν ἐλθόντα ἐπὶ σωτηρίᾳ τοῦ κόσμου, ταύτας καὶ ἄλλας τῶν ἀσεβῶν σποράς συλλεξάμενος ἐκεῖθεν νέος ὢν καὶ πυρσολάτρης ἔτι ἐν τῷ ἐπανακάμπτειν αὐτὸν δυσὶ περιτυχὼν Ἰουδαίοις μετερχομένοι; τὴν ἰατρικὴν συνοδοιπόροις τούτῳ ἐς Μεσοποταμίαν εἶναι προσει ποῦσι καὶ περιχαρής γεγονώς, ὡς μέλλων καὶ ὑπ' αὐτῶν ἰατρευθῆναι, ὡς ἐκεῖνοι διισχυρίσαντο, ήνυε τὴν ὁδὸν μετὰ αὐτῶν. Ἐν δὲ τῷ τόπῳ γενόμενοι, ἔνθα τὸν ῥηθέντα μοναχὸν εὗρεν οἰκοῦντα παρὰ τὴν ὁδὸν, ἀνελόμενος αὐτὸν κατὰ τὸ πρὸς αὐτὸν σύνθημα καὶ ἐπὶ τῆς καμήλου τοῦτον ἀναβιβάσας ήνυον τὴν ὁδοιπορίαν· κατὰ τὴν ὁδὸν ἀναδιδάξαντες αὐτὸν ὁ μὲν μοναχὸς τελείως τὸν ᾿Αρειανισμόν, οἱ δὲ Ἑβραῖοι τὴν περιτομὴν ὡς σύνθημα ποιησάμενοι μετ' αὐτοῦ, ἐλέσθαι τὴν ἑαυτῶν θρησκείαν τὸν Μωάμεδ, μόνον εἰ ὑπ' αὐτῶν ἰατρευθείη. Ἐν τῇ ἰδίᾳ τοίνυν τούτου πατρίδι τῇ Μεσοποταμία ανασωθέντες λαβὼν τὸν μοναχὸν καὶ τοὺς Ἰουδαίους ἐξένισεν αὐτοὺς παρὰ τὸν ἴδιον οἶκον, δοὺς τῷ μοναχῷ ἰδίως οἶκον σμικρότατον ἐγγὺς τοῦ αὐτοῦ οἴκου εἰ; τὸ καταμένειν. Πολλῶν δὲ φιλονεικιῶν γεγοννιῶν μετ' ἀλλήλων, τοῦ σε μοναχοῦ μετὰ τῶν Ἰουδαίων καὶ αἱ ἐκείνων πρὸς αὐτὸν διισχυριζομένων καὶ ἀμφοτέρων, ὡς ἄρα ( ὁ Μωάμεδ ἐδιδάχθη τὴν σφετέραν θρησκείαν, ὁ μου ναχὸς ἠθέλησε του Μωάμεδ χωρισθῆναι. Ως δὲ παρεκλήθη προσμεῖναι καὶ δ᾽ ἂν αὐτὸ; εἴπῃ πρᾶξαι, θεμάτιον ὁ μοναχὸς ποιησάμενος περὶ τοῦ Μωάμιδ, καὶ εὑρὼν ἐν αὐτῷ ὡς μέγας γενήσεται Μωάμεδ καὶ αὐξήσει, εἰ αἴρεσίν τινα καὶ θρησκείαν ἐπανα λάβηται, προσκαλεσάμενος τὸν Μωάμεδ, ἔφη προς αὐτόν· Εἰ ἀκούσεις μου τῆς συμβουλῆς, ὅσον οὔπω μέγας γενήσῃ. Τοῦ δὲ ὑπακούειν συνθεμένου ἔφη αὐτῷ· Οτε πίπτων εἰς τὴν γῆν σεληνιάζῃ, ἀνιστάμενος λέγε, ὅτι τὸν ἄγγελον Γαβριὴλ ὁρῶν πρὸς ἐμὲ ἐρχόμενον καὶ ὁμιλοῦντα, μὴ δυνάμενος ἀντοφθαλμῆσαι τῇ λαμπρότητι του προσώπου αὐτοῦ πίπτω, ὡς ὁρᾶτε, ἐς γῆν. Καὶ ὁ μοναχὸς, ἰδὼν τοὺς ἐγχω Μετὰ δὲ τὴν τελευτὴν Ηρακλείου συγχύσεων οὐκ ρίους τελείως βαρβάρους και δεισιδαίμονας καὶ ὀλίγων παρὰ τὴν τῶν Ῥωμαίων ἀρχὴν γεγονυιῶν ἑτοίμους δέξασθαι, ἂς πρὸς αὐτοὺς ἐρεῖν φλυαρίας ἐσκαιωρήσατο, ἔλεγε τοῖς παροῦσι καὶ ὁρῶσι τὸν δαιμονιζόμενον· θεωρεῖτε ἃ γίνεται, βλέπων τὸν Θεὸν καὶ τοὺς ἀγγέλους ὁ Μωάμεὸ ἔνθος γίνεται. Ὡς δὲ ἀνίστατο οὗτο;, καὶ κατὰ τὴν ὑποθήκην τοῦ μοναχοῦ ἔλεγεν, ὡς ἄγγελον θεωρῶν πίπτει· ὁ δὲ μοναχός προφήτην τοῦτον ἐκάλει πλανῶν τοὺς ἀκού οντας. Ως δὲ καὶ ἡ γυνὴ τοῦ Μωάμεδ ήχθετο, ώ; του. εὑρὼν ὁ Μωάμεδ ἄδειαν ἐληίζετο τὴν Συρίαν· εἶτα ἐξ ὀλίγου ἢ ἐκ μηδενὸς εἰς πολὺ ἀποκαταστὰς διὰ τὰς ἡμῶν ἁμαρτίας, διέφθειρε τὸ πολὺ τῆς τῶν Ρωμαίων ἀρχῆς. Μετὰ δὲ τοῦτον οἱ διάδοχοι αὐτοῦ καὶ τὸ ὑπόλοιπον τελείως ἀπώλεσαν καὶ διέφθειραν καὶ ἠφάνισαν. Τοῦτο μὲν ἐν συνάψει είρηται περὶ τούτου ἅπαν τὸ ἀληθές. Τέλος.
Continue reading PG 158: Syllabus →≣ entire volume