PG 18Methodius Episcopus et Martyr
Methodius the Bishop and Martyr
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 369–370page 181 of 200
PG 18:369πρὸς σὲ φθέγξομαι, ὦ Μῆτερ Παρθένε, καὶ Παρθένε ο Μήτερ; ἧς γὰρ τὸ ἔργον οὐκ ἀνθρώπινον, ταύτης καὶ ὁ ἔπαινος ὑπὲρ ἄνθρωπον. Διὸ τῆς ἀπορίας τὸ σκυ θρωπὸν ἐκ τῶν τοῦ Πνεύματος περὶ σὲ καταλαμπρύνω γερῶν, καὶ τὰ σά σοι προσκομίζων, ἐκ λει μώνων ἀθανάτων τὴν ἱεράν σου καὶ θεοστεφῆ ἀν υμνήσω κάραν. Πατρικοῖς σε ὕμνοις προσφθέγξομαι, θύγατερ Δαβίδ, καὶ μῆτερ τοῦ Κυρίου καὶ Θεοῦ Δαβίδ. Αἰσχρὸν γὰρ ἅμα καὶ ἀνεύφημον ἀλλοτρίοις κόσμοις κοσμήσαι τὴν τῇ οἰκείᾳ δόξη διαφέρουσαν. Δέχου τοίνυν, εὐμενεστάτη, δῶρα τίμια, καὶ σοὶ μόνῃ ἁρμόδια, ὦ πασῶν γενεῶν ὑψηλοτέρα, καὶ πάντων ὁρατῶν τε καὶ ἀοράτων δημιουργημάτων τιμιωτέρα φανεῖσα: Μακαρία ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ τρισμακάριστος ὁ οἶκος Δαβίδ, ἐν ᾧ ἐβλάστησας Ο Θεός ἐν μέσῳ σου, καὶ οὐ σαλευθήσῃ· ἡγίασε γὰρ τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ἐν σοὶ γὰρ διαθῆς και καὶ όρκωμοσίαι Θεοῦ πρὸς τοὺς πατέρας ἡμῶν, τέλος εὐκλεέστατον ἐδέξαντο· ὅτι διὰ σοῦ γέ γονε Κύριος, ὁ Θεὸς τῶν δυνάμεων μεθ᾿ ἡμῶν. Τὸν σὺν προδιαγράφουσα θεοπρεπῆ χαρακτῆρα, Θεὸν ἔφε ρεν ἀφλέκτως ἡ ἄψαυστος βάτος, ἐμφανιζόμενον τῷ προφήτῃ ὡς ὁραθῆναι ηὐδόκησε. Στερέμνιος δ' αὖ καὶ πέτρα ἀκρότομος τὴν παγκόσμιον ἐκ σοῦ πηγάσασαν χάριν καὶ ἀνάψυξιν προεξεικονίζουσα, παρα μύθιον ἴαμα ἐκλείποντι λαῷ ἐκ λαγόνων ξηρῶν ἐν ἐρήμῳ δαψιλῶς προήγαγεν. Οὐ μὴν δὲ ἀλλὰ καὶ τοῦ ἱερέως ή ράβδος, οὐκ ἀδόκιμον σύσσημον παρ έσχετο τῆς ὑπερφυούς σου λοχείας, ἀγεώργητον καρ τὸν ἐξανθήσασα, ἱερατείας ἐνδελεχούς ἀῤῥαβῶνα. Τί δέ; καὶ ὁ μέγας Μωϋσῆς οὐ κομιδῆ παρέστησε, διὰ 7, τοὺς περὶ σὲ δυσκαταλήπτους τύπους ἐγχρονίσαι? τῷ ὄρει ἔγνω τὰ περὶ τῆς ἁγνῆς ἐκδιδάσκεσθαι μυ στήρια; Πῆξαι γὰρ κατὰ σύμβολον καὶ πρὸς ἀφο ομοίωσιν κιβωτὸν καὶ ταύτην προσταχθείς, οὐ παρ- 78, έργως ἐχρήσατο τοῖς προστεταγμένοις, εἰ καὶ τραγο ῳδούμενα συμβέβηκεν ἐπὶ τῇ καταβάσει, ἀλλ' εἰς πέντε ημίση πήχεις ταύτην συντελέσας, νομοδόχον ἀνέδειξε, τοῖς χερουβὶμ συγκαλυπτομένην· ἐκφαντικώτατά σε τὴν Θεοτόκον προσημαίνουσαν, τὴν ἀφθόρως έγχυμα νήσασαν, καὶ ἀφράστως ἀποκυήσασαν τὴν τῆς ἀφθαρσίας σύστασιν ἐπὶ τέλει τῶν πέντε ἡμίσεως τοῦ κά σμου κύκλων. Διὰ σὲ, καὶ τὴν ἐκ σοῦ ἄχραντον τοῦ Θεοῦ Λόγου σάρκωσιν, τὴν εἰς ἀεὶ ἀτρέπτως τε καὶ ἀμερίστως ἐν αὐτῷ διαμένουσαν, καὶ ἡ χρυσῆ στάμ ΙΧ, Ἐν ᾧ ἐβλάστησας. Διαθῆναι. συνθήκαι, Οὐκ ἀδόκιμον σύσσημον. Εγχρονίσαι. ἐγχρονίσας. & γνωστα πιο ἔγνω.
col. 371–372page 182 of 200
PG 18:371vος, ὡς τύπος ἀψευδέστατος, τὸ πρὸς ἡμέραν τρεπόμενον καὶ ἀλλοιούμενον μάννα, άτρεπτον καὶ διαιων νίζον ἔνδον αὐτῆς διεφύλαττε. Τῆς σῆς ἁγνείας καὶ ὁ προφήτης Ηλίας προθεωρὸς καὶ ζηλωτὴς ὑπάρχων διὰ τοῦ Πνεύματος, πυρφόρου πολιτείας ἀνεδήσατο στέφανον, κρείττων θανάτου ἀναδειχθείς θείᾳ ψήφω ἄχρι τῆς δεῦρο. Σὲ καὶ ὁ τούτου διάδοχος Ελισσαίος παρὰ σοφοῦ διδασκάλου μυηθείς, καὶ ὡς παροῦσαν τὴν μήπω οὖσαν προδιατυπῶν, ὑπερφυῶς τοῖς τε κμηρίοις τῶν ἀληθινῶν τὰς ἐπικουρίας ἐποιεῖτο τῶν δεομένων· πῆ μὲν δι' ὑδρίας καινῆς, καὶ τοὺς νοστί μους ἐχούσης ἄλας, τὰ φθοροποιὰ ὕδατα ἰώμενος, εἰς ἔνδειξιν τοῦ ἀνασφήλοντος κόσμου διὰ τοῦ ἐπὶ σου μυστηρίου· πῆ δὲ ἀλεύρῳ ἀζύμῳ, λοχείας ἀσπόρου ἀντιτύπω, θανάτου πικρίαν ἀναστέλλων ἀπὸ τῶν ", ἐδωδίμων· ἄλλοτε δὲ τοῖς ὑπερφυέσι τὰ κατὰ φύσιν ὑπερνικῶν ἐν τῷ Ἰορδάνῃ, καὶ διὰ τούτων τὴν κατά δυσιν τοῦ Κυρίου ἡμῶν εἰς ᾅδην, καὶ παράδοξον ἀνάῤῥυσιν τῶν ἐν φθορᾷ κατεχομένων προϊστορῶν. Πάντα γὰρ εἶκόν τε καὶ ὑπέκυπτον τῇ σῇ θείᾳ είν κόν: ἐκνικώμενα. 1. Καὶ τί ἔτι περιπλέκων μηκύνω τὸν λόγον, τοῖς ποικίλοις προγράμμοις ἐπαφήσας τοῦ λόγου τὰς ἡνίας, καὶ μάλιστα πρὸ ὀφθαλμῶν ἐστηλωμένης τῆς ἐπὶ σοὶ ἀτρεκείας, ᾗ καὶ κατατρυφῆσαι ἄμεινον καὶ ἐπικερδέστερον; Τοιγαροῦν, χαίρειν φράσας τοῖς τῶν ἁγίων κατὰ πᾶσαν γενεὰν πνευματικοῖς διηγήμασι καὶ τερατουργήμασιν, ἐπὶ σὲ μετάγω τοὺς τῆς εὐωχίας οἴακας, παντομνημόνευτε. Εὐλογημένη σύ, παντευλόγητε καὶ πᾶσι ποθητέ. Επ' εὐλογίαις Κυ ρίου τὸ θεοχαριτώτατόν σου όνομα, Θεογεννήτωρ καὶ δᾳδοῦχε τῶν πιστῶν. Ἡ περιγραφή, ἵν' οὕτως εἴπω, τοῦ ἀπεριγράπτου· ἡ ῥίζα τοῦ ὡραιοτάτου άνθους ἡ Μήτηρ τοῦ πλάσαντος· ἡ τιτθὴ τοῦ τρέφοντο;· ἡ περιοχὴ τοῦ περιέχοντος· ἡ φέρουσα τὸν φέροντα ῥήματι τὰ πάντα· ἡ πύλη τῆς ἐν σαρκὶ ἀνατολῆς τοῦ Θεοῦ· ἡ λαβὶς τοῦ καθαρτικοῦ ἄνθρακος· ὁ βραχὺς κόλπος τοῦ πάντων κόλπου· ὁ πόκος τῆς ἀκαταλήπτου δρόσου ὁ τῆς ἐπιθυμίας Δαδιδ ζωοδόχος λάκκος τῆς Βηθλεέμ, ἀφ᾽ οὗ πόμα 8, ", ἀθανασίας ἐξέβλυσε· τὸ ἱλαστήριον ἐξ οὗ Θεὸς ἐγνώ σθη ἀνθρώποις ἀνθρωπομόρφως· τὸ ἄσπιλον ἔνδυμα τοῦ ἀναβαλλομένου φῶς ὡς ἱμάτιον. Η δανείσασα οι νι, 37. Ανασφήλοντος. ανασφήλαντος. Πρὸ ὀφθαλμῶν ἐστηλωμένης. τὸ, ἐστηλωμένης Τῆς ἀκαταλήπτου δρόσου. Ζωοδόχος. Θεοδόχον πρεσβύτην,
col. 373–374page 183 of 200
PG 18:373Θεῷ τῷ ἀνενδεεῖ σάρκα ήνπερ οὐκ εἶχεν, ἵνα ᾗ ὁ παντοδύναμος ὅπερ ηὐδόκησε. Τί τούτου περιφανέστερον; Τί τούτου ὑψηλότερον; Ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν, οὗ τὰ σύμπαντα κτήματα, σοῦ γεγένηται ἐπιδεής· σὺ γὰρ ἐδάνεισας Θεῷ θείαν”. σάρκωσιν, ἣν οὐκ εἶχε. Σὺ ἐθωράκισας τὸν δυνατὸν τὴν εὐπρεπῆ τοῦ σώματος παντευχίαν, δι' ἧς αὐτὸς μὲν ὀφθῆναι χωρητὸς ἐμοὶ δεδύνηται, ἐγὼ δὲ εὐπροσ ὕτως ἀντωπῆσαι αὐτῷ ἐνίσχυσα, δι' ἧς καὶ πάντα τοῦ πονηροῦ τὰ πεπυρωμένα βέλη σβεσθήσεται. Εύγε, είγε, μήτηρ Θεοῦ καὶ δούλη. Εύγε, εγε, ἡ ὑπόχρεων ἔχουσα τὸν πάντων δανειστήν. Πάντες μὲν Θεῷ ἐποφείλομεν, σοὶ δὲ ἐποφείλεται. Ο γὰρ εἰπὼν, Τίμα τον πατέρα σου καὶ τὴν μητέρα, πολλῷ μᾶλλον αὐτὸς ἐν τούτοις ἐξετάζεσθαι ἑλόμενος, φυλάξειέ τὴν χάριν καὶ τὸ ἴδιον δόγμα τῇ διακονησαμένη τὴν αὐθαίρετον γέννησιν, καὶ δοξάσειε θεοπρεπῶς, ἣν ἐπεγράψατο ἀπάτωρ ὡς ἄνανδρον Μητέρα. Εσται τοίνυν ταῦτα οὕτως, ἔσται. Οὐ γὰρ κομψο επείας ἀκάρπου οἱ προσαχθέντες σοι παρ' ἡμῶν ὕμνοι, παναγιώτατον καὶ ἀξιάγαστον τοῦ Θεοῦ ἐνδιαίτημα οὐδ' αὖ κοσμικῆς λογολεσχίας καὶ ψευδαρεσκείας λα ρυγγίσματα ὁ πνευματικός σου ὕμνος, Θεοὐπαίνετε, καὶ Θεὸν ἔχουσα ὑπομάζιον, τὸν τοῖς βροτοῖς ἀρχὴν τοῦ εἶναι διὰ γεννήσεως παρέχοντα, ἀλλ' ἐναργούς ἀληθείας. Ἐπιλείψει γὰρ ἡμῖν ὁ χρόνος καὶ ταῖς μετέπειτα γενεαῖς, τὸν κατ᾽ ἀξίαν σοι ἀποδοῦναι μα χαρισμὸν τῇ Μητρὶ τοῦ Βασιλέως τῶν αἰώνων, ως που φησὶν ὁ ἀοίδιμος προφήτης, τὰ τῆς σῆς ἀκαταληψίας ἡμᾶς ἐκπαιδεύων· Ὡς μέγας ὁ οἶκος τοῦ Θεοῦ, καὶ εὐμήκης ὁ τόπος τῆς κτήσεως αὐτοῦ. Μέγας, καὶ οὐκ ἔχει τελευτήν· ὑψηλὸς καὶ ἀμέ τρητος. Όντως γὰρ, ὄντως προφητικὸς χρησμὸς καὶ ἀψευδῆς λόγος οὗτος τῆς περὶ σὲ μεγαλειότητος διότι καὶ μόνη συμμερίσασθαι Θεῷ τὰ τοῦ Θεοῦ κατ 8 ηξίωται, Θεὸν γεννήσασα σαρκὶ μόνη, τὸν ἐκ Θεοῦ Πατρός μονογενώς και συναϊδίως γεννηθέντα. Φιλο αλήθως οίδε λόγοι πίστεως ἀκραιφνούς ἀντεχομένων. ΙΑ'. Απολάβωμεν δὲ λοιπόν, ὦ φιλομαθέστατοι, τὸν θεοδόχον πρεσβύτην, καὶ εὐσεβῆ διδάσκαλον, ὧδέ που διανήξαντα σωτηρίως ἐκ τοῦ παρθενικού πελά τους· καὶ διαναπαύσωμεν ἐμπεφορημένον ἅμα τῆς θείας ἐφέσεως, καὶ ἐμπορευσάμενον ἡμῖν τὴν παν άλβιον θεολογίαν· καὶ ἴωμεν ἡμεῖς πρὸς τὸ ἑξῆς τοῦ λόγου, ἁπλανῶς πρὸς τὸν προκείμενον σκοπὸν ἀπευ θύνοντες σὺν ὁδηγίᾳ τοῦ κρείττονος τὴν τρίβον, ὅπως μὴ πάντη ὦμεν ἄκαρποι καὶ ἀσυντελεῖς πρὸς τὰ δέοντα. Ἐπεὶ οὖν συνεκλήθησαν πρὸς τὰ ἱερῶς τε λούμενα ἱερωσύνη τε καὶ προφητεία, καὶ παρειστή Φιλαλήθως. Φιλαλήθεις.
col. 375–376page 184 of 200
PG 18:375κει τῷ ἐνδόξῳ καὶ παρθενικῷ θρόνῳ ξυνωρίς θεο κλήτων δικαίων, Συμεῶνός φημι καὶ ᾿Αννης, ἑκατέρων τῶν λαῶν ἐναργεστάτας φερόντων τὰς εἰκόνας (ὁ μὲν πρεσβύτης, τοῦ Ἰσραὴλ καὶ τοῦ γηράσαντος νόμου· ἡ δὲ χήρα, τῆς ἐξ ἐθνῶν χήρας τὸ τηνικαῦτα Ἐκκλησίας)· ὁ μὲν οὖν πρεσβύτης προσωποποιού μενος τὸν νόμον, τὴν ἀπόλυσιν ἐξεζήτει· ἡ δὲ τῆς Ἐκκλησίας προσωποποιὸς τὴν ἀνθομολόγησιν προσ εκόμιζε καὶ τοῖς ἀπεκδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλὴμ τὰ περὶ αὐτοῦ ἐλάλει καθώς γέγραπται εν μάλα ἁρμοδίως καὶ ὑπερφυῶς τὰ παρ' έκαν τέροις λαλούμενα, καὶ τῇ ἱερᾷ τελετῇ σύμφημα. Είδει γὰρ, ἔδει σαφῶς τὸν μὲν πρεσβύτην ἐπιστάμενον τὸ φάσκον τοῦ νόμου διάταγμα, Αὐτοῦ ἀκούετε· καί Πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ αὐτοῦ, ἐξολοθρεύσεται ἐκ τοῦ λαοῦ αὐτῆς, ἀπόλυσιν ἐπιζητῆσαι εἰρηνικὴν τῆς νομικῆς παιδαγωγίας. "Υβρις γὰρ ἅμα καὶ προπέτεια, βασιλέως παρόντος και δημηγοροῦντος, ὑπασπιστὴν κατάντικρυς ἀντιφθέγγεσθαι, καὶ τούτῳ ἐπικλἶναι τοὺς ὑπηκόους τὰ ὦτα. Εδει δὲ καὶ τὴν χώραν, τυχούσαν τῶν ὑπὲρ λόγον, τὰ εὐχαριστήρια ἑορτάσαι τῷ Θεῷ· ὥστε συνεδὰ τῷ νόμῳ τὰ ὧδε τελούμενα. Επιζητῆσαι δὲ λοιπὸν τῶν ἀναγκαίων καθέστηκε, πῶς τῶν προφητικών προτι πώσεων, καθὼς ἀποδέδεικται, ἐπὶ τῶν ἐξαιρέτων τούτων ἑορτασμάτων αραρότως εχόντων τὴν ἀναφε ρὰν, καπνοῦ τὸν οἶκον ἐμπεπλῆσθαι λέλεκται· καὶ τοῦτο οὐ παρενθέτως ἀλλ᾽ ἐνσημάντρως, ἀπό τῆς τρισαγίας φωνῆς φάσκων ὁ εἰσηγητής, ἧς ἐκέ κραγον οἱ τῶν ἐπουρανίων μύσται. Αναλαβὼν δ' οὖν, ὦ φιλήκοε, τῆς ἱστορίας τὸ ἐπαγόμενον, εὑρήσεις τὴν αἰτίαν. Ἀκοῇ γὰρ, φησίν, ἀκούσητε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε. Ἐπεὶ τοίνυν εἶδον ἀγνώμονες Ἰουδαίων παῖδες τέρατα ἔνδοξα, ἃ ἔθετο ὁ Θεὸς ἐπὶ τῆς γῆς κατὰ τὸν μελῳδὸν Δαβίδ· ἐθεάσαντο δὲ καὶ σημεῖον ἐκ βάθους καὶ ἐξ ὕψους κατὰ σύνοδον ἀσύγχυτον καὶ ἀδιαίρετον, ὃν τρόπον προανεφώνησεν Ησαΐας (τί τοῦτο; μητέρα ὑπὲρ φύσιν, καὶ τόκον ὑπὲρ λόγον μητέρα ἐπίγειον, καὶ υἱὸν οὐράνιον, καινήν φημε θεανδρίαν καὶ λόχον ἀπειρόγαμον· ὧν τί καὶ γένοιτ' ἂν ἐνδοξότερον καὶ περιβοητότερον ἀμφὶ τὴν κτίσιν;)· καὶ ταῦτα θεασάμενοι, διετέθησαν ὡς μὴ θεασάμενοι, μύσσοντες καὶ ὑπτιούμενοι πρὸς τὴν αἴνεσιν· διὰ τοῦτο ἐπλήσθη ὁ οἶκος τῆς καυχήσεως αὐτῶν καπνού. Τὴν ἀνθομολόγησιν προσεκόμιζε. ἀνθωμολογεῖτο, Παρενθέτως. ἀλλ' ἐνω σημάντρως, Καινὴν θεανδρίαν. θεανδρικὴν ἐνέρ γειαν
col. 377–378page 185 of 200
PG 18:37711. Καὶ ἐπείπερ ήκουσαν καὶ αὖθις πρὸς τῇ θέα τοῦ ὑπὲρ θέαν πρεσβύτου δικαιοτάτου, ἀνδρὸς ἀξιο πίστου, ἀνδρὸς ἀξιοζηλώτου, ἀνδρὸς πνευματοφόρου, ἀνδρὸς νομοδιδασκάλου, ἱερωσύνῃ τετιμημένου, προ φητεία λελαμπρυσμένου, τῇ τοῦ Χριστοῦ ἐλπίδι τὸ ζην παρεκτείναντος, καὶ θανάτου ὀφειλὴν ὑπερτιθεμένου, χορεύοντος, ἀνευφημοῦντος, συμμεταμορφω μένου τῇ θυμηδίᾳ, ὅλου ἐξεστηκότος Θεῷ τὴν καλὴν Εκστασιν, ἀλλοιουμένου εἰς ἄγγελον τὴν καλὴν ἀλ λοίωσιν, τῇ ἀμετρίᾳ τῆς χαρᾶς τὰ εὐχαριστήρια ἀνα μέλποντος· Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραὴλ ἀνακηρύττοντος· καὶ οὐχ εἵλοντο ἀκοῦσαι τὰ ἀκουστά, καὶ τοῖς ἐπουρανίοις προστ κυνητά· διὰ τοῦτο ἐπλήσθη ὁ οἶκος τῆς καυχήσεως αὐτῶν καπνού. Καπνὸς δὲ, ὀργῆς σημεῖον καὶ τεκμήριον, ὡς γέγραπται· Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐ τοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται· καὶ ἐν ἑτέρῳ· Ἐν ἔθνει ἀπειθεῖ ἐκκαυθήσεται πῖρ. Οπερ δὴ σημαίνων ὁ Κύριος ἐν τοῖς σεβασμίοις Εὐαγγελίοις ἔλεγε τοῖς Ἰουδαίοις· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Πῆ δέ· Πέμψας τὰ στρατεύματα αὐτοῦ ὁ βασιλεὺς, ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν ἐν πυρί. Ταῦτα τῆς Ἰουδαϊκῆς ἀπειθείας πρὸς τὴν τριαδικὴν δοξολογίαν εναντιώτατα τὰ ἔπαθλα. Ἐπεὶ γὰρ ἡγιάσθη τὰ πέρατα τῆς ὑπ᾿ οὐρανὸν, καὶ τῆς δόξης Κυρίου πλήρης γέγονεν ὁ μέγιστος οἶκος τῆς Ἐκκλησίας διὰ τοῦ τρισαγίου κηρύγματος, ὡς ὕδωρ πολύ κατακαλύπτον θαλάσσας· ἀπέβη μὲν αὐτοῖς τὰ αδόμενα, συνεβεβαιώθη δὲ τῷ τέλει καὶ ἡ τῆς προ φητείας ἀρχὴ ἐπισημηναμένου, καθάπερ λέλε σται, διὰ τοῦ Πνεύματος του κήρυκος τῆς ἀληθείας ἐν ὑποδείγματι την μέλλουσαν κακίστην τούτων και ταστροφὴν, ἐν οἷς φησι· Τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Οζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον ὡς τοῦ ἀπο στάτου υξίου εἰς παράδειγμα παντὸς τοῦ ἀποστατικοῦ σώματος, οἷά τε κεφαλή τούτου τυγχάνοντος, ἐκλαμβανομένου· ὃς καὶ δίκην τίσας τῆς αὐθαδίας ἐτόῤῥοπον, ἐγκόλαπτον ὡς χαλκῷ ἀνδριάντι τῷ μετα ώπῳ ἀπηνέγκατο τὴν θείαν ἀπόφασιν, βδελυρία λέπρας, τῆς βδελυρωτάτης ἀσεβείας τὰς ἀμοιβὰς πᾶσιν ἐπιδεικνύμενος. Θεοσόφως τοιγαροῦν, τῇ παρ. εξαγωγῇ τῆς ἀχαρίστου συναγωγῆς, τὴν ἀντεισαγωγὴν ἐποιήσατο τῆς εὐχαρίστου Αννης ὁ τῶν τελεσθέντων προγνώστης, ἧς καὶ τὸ ὄνομα προδη λωτικὸν τῆς κατὰ χάριν Χριστοῦ τοῦ Θεοῦ δεδικαιωμένης Εκκλησίας ἐν τῷ βαπτίσματι. "Αννα γὰρ χάρις ἑρμηνεύεται. Π. 'Αλλ' αὐτοῦ που τοῖς προσόρμοις καταπαύσω μεν τὴν σταυροφόρον ολκάδα του λόγου, διὰ τὸ Ιεα. νι, Ἡ τῆς προφητείας ἀρχή. Την σταυροφόρον ολκάδα. ο και, τὸ τοῦ λόγου, Ελκάδα. ὁλκάδα σταυροφόρον πρα γματεία
col. 379–380page 186 of 200
PG 18:379οἷόν τε χαιρετίσαντες τὴν πόλιν τοῦ Βασιλέως τοῦ μεγάλου, ἅμα τῷ ἐκκλησιαστικῷ λαῷ, ὡς τῷ πνεύ ματι συμπαρόντες, καὶ συνεορτάζοντες τοῖς ἐκεῖσε τιμιωτάτοις πατράσι καὶ ἀδελφοῖς. Χαίροις, ἡ πόλις τοῦ μεγάλου Βασιλέως, ἐν ᾗ τῆς σωτηρίας ἡμῶν ἐτελεσιουργήθη μυστήρια. Χαίροις, ὁ ἐπίγειος οὐρα νὸς, Σιὼν πόλις πιστὴ τοῦ λοιποῦ τῷ Κυρίῳ. Χαί ροις, καὶ φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ Φῶς. Φῶς τὸ ἀΐδιον, φῶς τὸ ἀένναον, Φῶς τὸ ὑπέρ τατον, Φῶς τὸ ἄϋλον, Φῶς τὸ ὁμοούσιον τοῦ Θεοῦ καὶ Πατρὸς, Φῶς τὸ ἐν τῷ Πνεύματι καὶ ἐν ᾧ δ Πατήρ· Φῶς τὸ φωτίσαν τοὺς αἰῶνας, φῶς τὸ φω τίσαν τὰ ὑπερκόσμια καὶ τὰ ἐγκόσμια, Χριστὸς ἀληθινὸς ἡμῶν Θεός. Χαίροις, πόλις ἅγια, καὶ ἐκλελεγμένῃ τῷ Κυρίῳ· ἑόρταζε ἐν εὐφροσύνῃ τὰς ἑορτάς σου, αἳ οὐ μὴ προσθῶσι διελθεῖν εἰς παλαίωσιν Χαίροις, πόλις ἡ πανευδαίμων· ὅτι δεδοξασμένα ἐλαλήθη περὶ σοῦ. Οἱ γὰρ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλ λιάσονται, καὶ οἱ πτωχοί σου χορτασθήσονται ἄρτων. Χαίροις, καὶ εὐφραίνου, Ἱερουσαλήμ· ὅτι ἐβασίλευσε Κύριος ἐν μέσῳ σου. Οὗτος Κύριος ὁ γυμνῇ καὶ ἀΰλῳ τῇ θεότητι ἐπιβὰς τῇ ἡμετέρᾳ φύσει, καὶ ἐκ τῆς παρθενικῆς νηδύος ἀφράστως σαρκωθείς· οὗτος Κύριος ὁ μηδενὸς ἑτέρου ἐν μεθέξει γενόμενος πλὴν τοῦ φυράματος ᾿Αδάμ, τοῦ ὑπὸ τοῦ ὄψεως σκελισθέν τος. Οὐ γὰρ ἀγγέλων ἐπιλαμβανόμενος ὁ Κύριος, τῶν μὴ ἀποπεπτωκότων τῆς ἐξ ἀρχῆθεν ἀποκληρωθείσης αὐτοῖς ἀοιδίμου τάξεως καὶ καταστάσεως, σύμμετρον τὰ ἱστία χαλάσαντες, καὶ μικρά τινα ὡς συγκατάβασιν ἐνεδείξατο ὁ ἀεὶ ἐν τῷ Πατρὶ ὡς Εἰς τὴν Ὑπαπαντήν. Φῶς τὸ ἐν τῷ Πνεύματι. αἰτία, καὶ αἰτίας· τῆς Μεθοδίου ἀκριβείας, Θεός Λόγος. Οὐδὲ τοὺς ἀποπεπτωκότας τοῦ φωτός ἀλάστορας δαίμονας ἀνακαλούμενος, ἢ καὶ ἀνακαλεσόμενος κατὰ τοὺς ἀσεβεστάτους πονηροῦ συνηγόρους, τῷ κόσμῳ ἐπεφοίτησεν· ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαβόμενος κατὰ τὸν θειότατον Πα λον, καὶ δι' αὐτοῦ παντὸς τοῦ ἀνθρωπείου φύλου, ἄνθρωπος ἀμεταβλήτως γέγονεν ὁ δημιουργὸς καὶ πλαστουργὸς τῶν ἁπάντων· ὅπως διὰ τῆς αὐτοῦ πρὸς ἡμᾶς κοινωνίας, καὶ ἡμῶν πρὸς αὐτὸν συναφείας ὑπολωφήσῃ τῆς ἐν ἡμῖν ἁμαρτίας ἡ εἴσδυσις, ἐξα τονήσασα κατὰ βραχὺ, καὶ ἐκδαπανηθεῖσα ὡς κηρὸς τῷ θείῳ πυρὶ, ὃ ἐλθὼν ὁ Σωτὴρ ἔβαλεν ἐπὶ τὴν γῆν ἡμῶν. Χαίροις τοίνυν καὶ σὺ, Ἐκκλησία καθολικὴ, ἡ ἐν πάσῃ τῇ ὑπ᾽ οὐρανόν· σκίρτησον σὺν ἡμῖν. Αἳ οὐ μὴ προσθῶσι διελθεῖν εἰς παλαίωσιν. Ἢ καὶ ἀνακαλεσόμενος. ἀποκατάστασιν,
col. 381–382page 187 of 200
PG 18:381Μὴ φοβοῦ (81),τόμικρὸν ποίμνιον,τὰς τρικυμίας τοῦ ἐχθροῦ· ὅτι εὐδόκησεν ὁ Πατὴρ δοῦναι σοι τὴν βα σιλείαν, καὶ ἐπὶ τραχήλου τῶν ἐχθρῶν σου ἐπιβῆναι. Χαῖρε καὶ εὐφραίνου,ἡ πάλαι στείρα καὶ ἄγονος πρὸς εὐσέβειαν, γυνὶ δὲ πολλὰ τὰ τῆς πίστεως ἔχουσα τέχνα. Χαίροις καὶ σὺ, λαὸς τοῦ Θεοῦ, λαὸς περιού τιος, βασίλειον ιεράτευμα, έθνος ἅγιον, λαὸς εἰς περιποίησιν· ἐξάγγελε τὰς ἀρετὰς τοῦ ἐκ σκό τους σε καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· ὑπὲρ ἐλέους δὲ δόξαζε αὐτόν. ΙΔ'. Χαίροις εἰς ἀεὶ ἡ ἄληκτος ἡμῶν χαρά· ἐπὶ σὲ γὰρ πάλιν ἀνατρέχομαι. Σὺ τῆς ἑορτῆς ἡμῶν ἀρχή σὺ μεσότης· σὺ τέλειος ὁ πολύτιμος μαργαρί τῆς τῆς βασιλείας· τὸ ὄντως οὖθαρ πάσης ἀγιστείας τὸ ἔμψυχον θυσιαστήριον τοῦ ἄρτου τῆς ζωῆς. Καί ροις, ἀγάπης Θεοῦ θησαυρέ· χαίροις, φιλανθρωπίας Υἱοῦ πηγή· χαίροις, Πνεύματος ἁγίου κατάσκιον ὄρος. Ήστραψας, γλυκύδωρε γεννήτορ φωτὸς ἡλια κοῦ,πυρσοῖς ἀκαρτερήτοις ἀγάπης ὑπερζεούσης, τὸ τρὸ ἀρχῆς συλληφθὲν ἐν τῷ τέλει τεκοῦσα, φανερώσασα τὸ κρυπτὸν μυστήριον καὶ ἀλάλητον, τὸν ἀορά του Πατρός Υἱόν, εἰρήνης βραβευτήν, πάσης γενόμε τον ήττονα βραχύτητος παραδόξως. Διὰ τοῦτο ἐκλιπαροῦμεν σε τὴν ἀμείνω πάντων, καὶ μητρῴαις ἐπαυχοῦσαν τιμαῖς καὶ παῤῥησίαις, μνήμην ἀδιά λειπτον ἡμῶν ποιοῦ, παναγία Θεοτόκε, καὶ εἰς σὲ κατακαλλυνομένων, καὶ ὕμνοις θεοπρεπέσι γεραιρόν των σου τὴν ἀείζωον καὶ ἀνεξάλειπτον μνήμην. Καὶ σὺ δὲ αὐτὸς, ὦ πρεσβύτα τίμιο Συμεών, τῆς εὐσεβοῦς ἡμῶν θρησκείας προδοχεῦ, καὶ τῆς τῶν πιστῶν ἀνα στάσεως ἐξηγητά, συμπρεσβευτής ἡμῶν γενοῦ πρὸς τὸν Σωτῆρα Θεόν, ὃν ἀγκάλαις ὑποδέξασθαι κατ ηξιώθης. Συνάδομεν γάρ σοι καὶ ἡμεῖς Χριστῷ τῷ τῆς ζωῆς καὶ θανάτου ἐξουσιαστῇ· Σὺ εἶ φῶς, λέγοντες, ἀληθινὸν, ἐκ φωτὸς ἀληθινοῦ, Θεὸς ἀληθινὸς ἐκ Θεοῦ ἀληθινοῦ· εις Κύριος πρὸ τῆς ἐνανθρωπήσεως καὶ μετὰ τὴν πανύμνητον ἐνανθρώπησιν, ἐξ ἑαυτοῦ μὲν καὶ οὐ κατὰ χάριν Θεός, δι' ἡμᾶς δὲ καὶ τέλειος ἄνθρωπος· ἐξ ἑαυτοῦ δὲ φύσει ἀβασίλευτος παμ βασιλεύς, δι' ἡμᾶς καὶ τὴν ἡμετέραν σωτηρίαν καὶ ἐν δούλου μορφῇ ἀχράντως καὶ ἀμιάντως. Αφθαρ στα γὰρ ὤν, λύσαι φθορὰν προῆλθες, ἵνα ἄφθαρτα πάντα τεύχοις. Ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ τὸ κρά τος, μεγαλοσύνη τε καὶ μεγαλοπρέπεια σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. η Μή φοβοῦ. Τέλειος. τέλος. 'Εαυτοῦ δέ. ἑαυτοῦ καί. ἡμᾶς δὲ καί.
col. 383–384page 188 of 200
PG 18:383ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΕΘΟΔΙΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΑ ΒΑΙΑ. Α'. Εὐλογητὸς ὁ Θεός· ἐκ θαυμάτων ἐπὶ τὰ θαύ ματα τοῦ Κυρίου βαδίσωμεν, ἀδελφοὶ, καὶ φθάσωμεν ὡς ἐκ δυνάμεως εἰς δύναμιν. Καθάπερ ἐν ἁλύσει χρυσῇ, κρικίοις ἀλληλενδέτοις συμβεβλημένῃ, ἐν τοῦ ἑνὸς κατέχεται τῶν συμβεβλημένων ἕκαστον, καὶ συν άπτεται θάτερον θατέρῳ, καὶ παραπέμπεται· οὕτω καὶ τὰ τῶν ἁγίων Ευαγγελίων θαύματα, ἐξ ἀλλήλων εἰς ἄλληλα ποδηγοῦσι τὴν φιλέορτον τοῦ Θεοῦ Εκκλησίαν, καὶ εὐφραίνουσιν, οὐ τῇ ἀπολλυμένῃ βρώσει, ἀλλὰ τῇ μενούσῃ εἰς ζωὴν αἰώνιον. Φέρε τοίνυν καὶ ἡμεῖς, ἀγαπητοὶ, ἐν ἑτοιμασία καρδίας καὶ ὠσὶν εὐηκόοις ακούσωμεν τί λαλήσει ἐν ἡμῖν Κύριος ὁ Θεὸς ἔν τε προφήταις καὶ Εὐαγγελίοις περὶ τῆς θειοτάτης ταύτης ἑορτῆς. Λαλήσει δὲ πάντως εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ' αὐτόν ΣΙΝ, Σήμερον προφητικαὶ σάλπιγγες τὴν οἰκουμένην ἀν επτέρωσαν, καὶ τὰς ἀπανταχῆ τοῦ Θεοῦ Ἐκκλησίας ἐφαίδρυναν καὶ κατέτερψαν καὶ ἐκ τοῦ σκάμματος τῶν ἁγίων νηστειῶν, καὶ τῆς κατὰ τῶν παθῶν παλαίστρας παραλαβοῦσαι τοὺς πιστοὺς, τὸν ἐπινίκιον ὕμνον, καὶ τὸ καινὸν σύνθημα τῆς εἰρήνης ᾄδειν τῷ νικοποιῷ Χριστῷ ἐδίδαξαν. Δεῦτε γοῦν ἅπαντες, ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Δεῦτε ἅπαντα τὰ ἔθνη, κροτήσωμεν χεῖρας, καὶ ἀγαλλιασώμεθα τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν ἐν φωνῇ ἀγαλλιάσεως. Μη δεὶς ἄμοιρος ἔστω τῆς χάριτος· μηδεὶς ὑστερείτω τῆς κλήσεως, ὅτι ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούν των εἰς ἀπώλειαν. [Μηδεὶς ἀγνωμονείτω τὴν ὑπάν τησιν τοῦ βασιλέως, ἵνα μὴ ἔξωθεν τοῦ νυμφῶ Καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ' αὐτόν. καὶ ἐπιστρέφοντας ἐπὶ καρδίαν Κατέτερψαν. κατέστεψαν, Αγαλλιασώμεθα. ἀλαλάξωμεν, σημάνατε, εὐφημήσατε, Αγνωμονείτω τὴν ὑπάντησιν. ὀλιγω ρείτω, καὶ ὑπαντήσαντα,

Oration on Palm SundayOratio in Ramos Palmarum

col. 385–386page 189 of 200
PG 18:385στη νος ἀποκλεισθῇ.] Μηδεὶς σκυθρωπὸς πρὸς τὴν ὑπο-: ] δοχὴν εὑρεθῇ ἐν ἡμῖν, ἵνα μὴ τοῖς πονηροῖς πολίταις συγκατακριθῇ. Πολίτας δέ φημι τοὺς μὴ θελήσαντας δέξασθαι τὸν Κύριον ἑαυτῶν βασιλέα ἐφ' ἑαυτούς. [Πάντες φαιδρώς συνδράμωμεν· ] πάντες προθύμως ὑποδεξώμεθα, καὶ ὑπερκοσμίως ἑορτάσωμεν. Αντί ἱματίων, τὰς καρδίας ἡμῶν ἐκχέωμεν ἐνώπιον αὐτοῦ· ἐν ψαλμοῖς καὶ ὕμνοις τὰς εὐχαριστίας ἀνα τείνωμεν αὐτῷ· καὶ τὸν Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἀκαταπαύστως βοήσωμεν. Οι γὰρ εὐλογοῦντες αὐτὸν, εὐλόγηνται· καὶ οἱκατ αρώμενοι αὐτὸν, κεκατήρανται. Πάλιν ἐρῶ, καὶ προτρεπόμενος ἐπὶ τὸ ἀγαθὸν οὐ παύσομαι. Δεῦτε, ἀγαπητοί, εὐλογήσωμεν τὸν εὐλογημένον, ἵνα εὐλο γηθῶμεν ὑπ' αὐτοῦ. Πᾶσαν ἡλικίαν καὶ ἀξίαν ἐπὶ τὸ αὐτὸ συνεκάλεσεν ὁ λόγος πρὸς τὴν τοῦ Κυρίου αίνε Βασιλεῖς τῆς γῆς καὶ πάντας λαούς, ἄρχοντας καὶ πάντας κριτὰς γῆς· νεανίσκους καὶ παρ θένους· καὶ τὸ καινοπρεπὲς τοῦ θαύματος, ὅτι τῇ νέᾳ καὶ ἀπειροκάκῳ τῶν νηπίων καὶ θηλαζόντων ἡλι κίᾳ τὰ πρεσβεία συνεχώρησε τοῦ ἐξάρξαι τῷ Κυρίῳ ἐν ἐξομολογήσει τὸ θεοδίδακτον ᾆσμα, καθὰ πά λαι Μωϋσῆς τῷ ἐξ Αἰγύπτου λαῷ, τὸ Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Β'. Σήμερον χαρᾷ χαίρει ὁ μακάριος Δαβίδ, σεσυλημένος τὴν κιθάραν ὑπὸ νηπίων· οἷς καὶ συγχορεύων τῷ πνεύματι καὶ συνευωχούμενος, καθάπερ ὺ πρὶν πρὸ προσώπου τῆς κιβωτοῦ τοῦ Θεοῦ, συμ μουσουργεῖ καὶ συμψελλίζει ἡδέως· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Πρὸς ὃν ἐροῦμεν Λέγε ἡμῖν, ὦ προφῆτα, τίς οὗτος ὁ ἐρχόμενος ἐν ὀνό ματι Κυρίου; Οὐκ ἐμὸν, φησί, τὸ διδασκαλεῖον σήμε μον· νηπίοις γὰρ ἀφιέρωται παρὰ τοῦ καταρτήσαν τος ἐκ στόματος νηπίων καὶ θηλαζόντων αἶνον, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν· ὅπως καὶ διὰ τοῦ θαύματος τούτων ἐπιστραφώσι πατέρων καρδίαι ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δι καίων. Λέγετε ἡμῖν, ὦ παῖδες, πόθεν ὑμῖν ἡ καλὴ αὕτη καὶ ἐπίχαρις ἅμιλλα καὶ ᾠδή; Τίς ὁ διδά ξας; Τίς ὁ σοφίσας; Τίς ὁ συναθροίσας; Ποίαι δέλω τα; Τίνες οἱ παιδαγωγοί; Συγκοινωνήσατε ἡμῖν, φασί, τῆς εὐωχίας καὶ μελωδίας, καὶ μαθήσεσθε τὰ Μωϋσῃ καὶ τοῖς λοιποῖς προφήταις ἐν ἐπιθυμίαις. Ἐπεὶ οὖν προετράπημεν, καὶ δεξιὰς ἡμῖν ἔδωκαν οἱ παῖδες κοινωνίας, δεῦρο, ἀγαπητοί, καὶ ἡμεῖς ζηλώσωμεν τὴν θεοπρεπῆ χορείαν, καὶ μετὰ τῶν ἀποστόλων ὁδοποιήσωμεν τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ' ἀνατολὰς, καὶ ἐπὶ ὑπο ζύγιον, ὡς εὐδόκησεν, ἐποχουμένῳ ἐπὶ τῆς γῆς. Μετὰ τῶν νηπίων κλάδη ἄρωμεν, καὶ τοῖς θαλλοῖς κροτήσωμεν, ὅπως ἐπιπνεύσῃ καὶ ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν θεοδίδακτον ἀναμέλψωμεν εὐτάκτως ᾠδήν· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυ ρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Σήμερον καὶ ὁ πα τριάρχης Ἰακὼβ ἐν πνεύματι ἑορτάζει, ὁρῶν τὴν προφητείαν αὐτοῦ εἰς ἔργον ἀχθεῖσαν· καὶ τὸν δε ΧΧνι, Καθὰ πάλαι Η. καθάπερ Μ. Καλή.... ἐπίχαρις. ΑΙ., καινη.... περιχαρής,
col. 387–388page 190 of 200
PG 18:387βεβηκότα ἐπὶ πῶλον νέον, καὶ μετὰ τῶν πιστῶν προσκυνεῖ τῷ Πατρί. Σήμερον πῶλος ἑτοιμάζεται, τὸ τῶν ἀλογίστων ἐθνῶν τὸ πρὶν ἀλόγιστον ἐξεμβλά ριον εἰς ἐπίδειξιν ὑποταγῆς τοῦ ἐξ ἐθνῶν λαοῦ καὶ νήπια καταμηνύουσι τὴν τούτων πρὸς θεογνωσίαν νηπιότητα, καὶ τὴν μετὰ ταῦτα πρὸς θεοσέβειαν τε λειότητα. Σήμερον ὁ βασιλεὺς τῆς δόξης ἐπὶ γῆς προ φητικῶς δοξάζεται, καὶ συγκοινωνούς τῆς ἐπουρα νέου εὐωχείας τοὺς γηγενεῖς ἀναδείκνυσιν, ἵνα δείξῃ, ὅτι αὐτός ἐστι Κύριος ἀμφοτέρων, ὡς ἑκατέρωθεν συμφώνως ἀνυμνούμενος. Διὰ τοῦτο οἱ μὲν ἄνω τὴν ἐπὶ γῆς σωτηρίαν καταμηνύοντες ἔψαλλον Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ. Πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ· οἱ δὲ κάτω τῇ ἐπου σμεύοντα πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ ἐπι ρανίῳ εὐφροσύνῃ συμπανηγυρίζοντες ἔκραζον Ὡσαννὰ [ἐν τοῖς ὑψίστοις· ὡσαννὰ] τῷ υἱῷ Δα βίδ. Καὶ οἱ μὲν ἄνω ἐδοξολόγουν· Εὐλογημένη δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ· οἱ δὲ κάτω [ ἐθεολόγουν ]· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό ματι Κυρίου. Γ'. Τούτων δὲ οὕτως τελουμένων, Καὶ τῶν μαθη τῶν χορευόντων περὶ πάντων ὧν εἶδον δυνά μεων, καὶ λεγόντων, Εὐλογημένος ὁ ἐρχόμενος [βασιλεὺς] ἐν ὀνόματι Κυρίου· ἐν οὐρανῷ εἰρήνη, καὶ δόξα ἐν ὑψίστοις· ἡ πόλις επύθετο λέο γουσα· Τίς ἐστιν οὗτος; πεπωρωμένον φθόνον κατά τῆς τοῦ Δεσπότου δόξης κινοῦσα. Πόλιν δὲ ἀκούων, τὴν παλαιὰν τῆς Συναγωγῆς ἄτακτον πληθὺν ἐπιγίνωσκε. Διερωτῶσιν οἱ ἀγνώμονες, Τίς ἐστιν οὗτος; ὡς μήπω έωρακότες τὸν εὐεργέτην και περιβόητον τοῖς θεοπρεπέσι θαύμασιν. Οὐ γὰρ κατέλαβεν ή σκοτία τὸ ἐν αὐτῇ ἐπιλάμψαν ἄδυτον φῶς. Οθεν εὐθυβόλως πρὸς αὐτοὺς ἀνακέκραγεν Ησαΐας ὁ προφήτης λέγων· Οἱ κωςοὶ ἀκούσατε, καὶ οἱ τυ φλοὶ ἀναβλέψατε ἰδεῖν. Καὶ τίς τυφλές, [ἀλλ' οι παῖδές μου· καὶ κωφοὶ] ἀλλ' ἢ κυριεύοντες αὐτ τῶν; Καὶ ἑτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ. Εἶδε τε πολλάκις, καὶ οὐκ ἐφυλάξασθε· ἡνεωγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. Θρᾶτε, ἀγαπητοί, ἀκρί βειαν λόγου, ὅπως τὸ προθεωρητικὸν θεῖον Πνεῦμα διὰ τῶν ἁγίων τὰ μέλλοντα ὡς παρόντα ἐκήρυττεν. Εἶδον γὰρ οἱ ἀχάριστοι, καὶ ἐψηλάφησαν διὰ τῶν θαυμάτων, τὸν θαυματουργὸν Θεὸν, καὶ τῇ ἀπιστία ἐνέμειναν. Εἶδον τυφλὸν ἐκ γενετῆς, τὸν φωταγωγή σαντα Θεὸν κηρύττοντα. Εἶδον σύγχρονον καὶ σύζυ Τον πῶλον αὐτοῦ. Εἰς τὰ Βάϊα, Αλόγιστον ἐξεμβλάριον. ἄλογον ἐξεμ Γλάριον ἢ ἐξεμπλάριον. Διὰ τοῦτο οἱ μὲν ἄνω. οἰκονομία; π ριοχή Ἐπύθετο. ΑΙ., ἐσείετο. Ανακέκραγει. ΑΙ., προανέκραγεν.
col. 389–390page 191 of 200
PG 18:389γον τῇ ἀσθενείᾳ παράλυτον, προστάγματι διαζευχθέντα τῆς κακουχίας. Ἐθεάσαντο Λάζαρον φυγάδα θανάτου γεγονότα. Ηκουσαν τὸν ἐν θαλάττῃ περίπα τον· τὴν ἀγεώργητον οἰνοδοσίαν· τὴν ἄμοχθον ἀρτο φαγίαν· τὴν τῶν δαιμόνων ἀπελασίαν· τὴν τῶν και μήντων εὐρωστίαν. Αἱ πλατεῖαι αὐτῶν τὰς δυνάμεις ἐκήρυττον· αἱ ὁδοὶ αὐτῶν τὰς ἰάσεις τοῖς ὁδοιποροῦσε κατήγγελλον. Πᾶσα Ἰουδαία επληρώθη τῶν εὐεργε στῶν· καὶ νῦν ἀκούοντες Θεοῦ αἶνον, πυνθάνονται Τις ἐστιν οὗτος; Ὦ ἀνοίας τῶν ψευδωνύμων διδα σκάλων! ὦ τῶν ἀπειθῶν πατέρων! ὢ τῶν ἀφρόνων πρεσβυτέρων! ὦ σπέρμα Καναὰν τοῦ ἀναιδοῦς, καὶ οὐχὶ Ἰούδα τοῦ εὐλαβοῦς. Τὰ τέκνα ἐπέγνωσαν τὸν κτίστην, καὶ οἱ ἀπειθεῖς πατέρες ἔλεγον· Τίς ἐστιν οὗτος; Ἡ νέα καὶ ἀδαὴς ἡλικία τὸν Θεὸν ἀνύμνησε, καὶ οἱ πεπαλαιωμένοι ἡμερῶν κακῶν ἐπυνθάνοντο Τις ἐστιν οὗτος; θηλάζοντες θεολογοῦσι, καὶ πρε σβύτεροι βλασφημοῦσι· παῖδες εὐσεβῶς ἱερουργοῦσι εἶνον, καὶ ἀνίεροι ἱερεῖς δυσσεβῶς ἀγανακτοῦσιν. Δ'. Οἱ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἐπιστρέψατε τὰς καρδίας ὑμῶν ἐπὶ τὰ τέκνα ὑμῶν. Μάθετε μυ στήρια Θεοῦ· αὐτὸ τὸ τελούμενον μαρτυρεῖ, ὅτι Θεός ἐστιν ὁ οὕτως ἀνυμνούμενος ὑπὸ ἀδιδάκτων γλωσσών. Ερευνᾶτε τὰς Γραφὰς, καθώς ἠκούσατε παρὰ τοῦ Δεσπότου· ὅτι αὐταί εἰσιν αἱ μαρτυροῦσαι περί αὐτοῦ, καὶ οὐκ ἀγνοεῖτε τὸ θαῦμα. 'Ακούσατε, οἱ ἀχαριτώτατοι καὶ ἀχάριστοι, τί εὐαγγελίζεται ὑμῖν ὁ προφήτης Ζαχαρίας. Φησί γάρ' Χαίρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι ς δίκαιος καὶ σώζων· αὐτὸς πραῖς, καὶ ἐπιβεβηκώς ἐπὶ πῶλον ὄνου Διατί τὴν χαρὰν ἀποσείεσθε; Διατί τε Ηλίου λάμποντος, τὸ σκότος ἀγαπᾶτε; Διατί πρὸς τὴν ἀπολέμητον εἰρήνην μελετᾶτε πόλεμον; ΕΙ τοίνυν υἱοὶ Σιών έστε, συγχορεύσατε τοῖς τέκνοις ὑμῶν. Χαρᾶς ἀφορμὴ ἔστω ὑμῖν ἡ τῶν τέκνων θεοσεβείᾳ. Μάθετε παρ' αὐτῶν τίς ὁ διδάξας; τίς ὁ συν αθροίσας; πόθεν τὰ διδάγματα; τίς ἡ καινὴ θεολογία, καὶ παλαιὰ προφητεία; Εἰ δὲ ἀνθρώπων μὲν οὐδεὶς οὐδὲν τούτων ἐδίδαξεν, αυτόματον δὲ τὸν αἶνον ἀνα μέλπουσι, γνῶτε Θεοῦ εἶναι τὸ ἔργον· ὡς ἐν τῷ Νόμῳ γέγραπται· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτήσω αἶνον. Διπλασιάσατε οὖν τὴν χαρὰν, ὅτι τοιούτων παίδων γεγόνατε πατέρες, οἵτινες καὶ τὰ τοῖς πρεσβυτέροις ἀγνοηθέντα θεοδιδάκτως ἀνευφήμησαν. Επιστρέψατε τὰς καρδίας ὑμῶν ἐπὶ τὰ τέκνα ὑμῶν, καὶ μὴ μύσατε τοὺς ὀφθαλμοὺς ὑμῶν πρὸς τὴν ἀλήθειαν. Εἰ δὲ οἱ αὐτοί έστε, καὶ ἀκούον.. τες οὐκ ἀκούετε, καὶ βλέποντες οὐ βλέπετε, καὶ Ο σε νι, 11. ν, 39. το τι Αχαριτώτατοι. κεχαριτωμένη, τὸ λόγῳ κεχαριτωμένῳ, τό, κεχαριτωμένη, 1. Καὶ ἐπιβεβηκὼς ἐπὶ πῶλον όνου.
col. 391–392page 192 of 200
PG 18:391μάτην διαφέρεσθε πρὸς τὰ νήπια, αὐτοὶ ὑμῶν κρι ταὶ ἔσονται, κατὰ τὸν τοῦ Σωτῆρος λόγον. Καλῶς οὖν καὶ τοῦτο μετὰ τῶν ἄλλων προανεφώνησε περί ὑμῶν ὁ προφήτης Ησαΐας λέγων· Οὐ νῦν αἰσχυνθήσεται Ιακώβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ· ἀλλ' ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου ποιοῦντα δι' ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου, καὶ ἁγιάσουσι τὸν ἅγιον τοῦ Ἰακώβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται. Καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν· οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν· καὶ αἱ γλῶσ σαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην. Ορᾷς, ὦ ἀνόητε Ἰουδαῖε, πῶς ἐκ προοιμίων τοῦ λό γου αἰσχύνην ὑμῖν προκαταγγέλλει ο προφήτης διά τὴν ἀπείθειαν ὑμῶν; Μάθετε κἂν παρ' αὐτοῦ πῶς θεοδίδακτον κηρύσσει τὴν τῶν τέκνων ὑμῶν ὑμνῳ δίαν· ὡς καὶ ὁ μακάριος Δαβὶδ προανεφώνησε λέ γων· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατ. ηρτήσω αἶνον. Η τοίνυν τὴν ὁσιότητα τῶν παίδων εἰκειώσασθε, [ ὡς χρεών, ] ἢ μετὰ τῆς εὐσεβείας τοὺς παῖδας ἡμῖν χαρίσασθε. Ἡμεῖς τούτοις συγχα ρεύσομεν, καὶ τῇ καινῇ δόξῃ τὸ θεοδίδακτον ᾆσμα συμψαλοῦμεν. Ε΄. Ποτὲ μὲν γὰρ Συμεὼν ὁ πρεσβύτης ὑπήντησε τῷ Σωτῆρι, καὶ ταῖς ἀγκάλαις ὑπεδέξατο τὸν τῶν αἰώνων ποιητὴν ὡς βρέφος, καὶ Κύριον καὶ Θεὸν ἐκήρυττε· νῦν δὲ ἀντὶ πρεσβυτέρων ἀγνωμόνων οἱ παῖδες τῷ Σωτῆρι ὑπήντησαν, ὡς Συμεών, καὶ τὰ κλάδη ἀντὶ ἀγκαλῶν ὑπέστρωσαν, καὶ Κύριον τὸν Θεὸν εὐλόγησαν, τὸν ἐπὶ πώλου ὡς ἐπὶ τῶν χερουβίμ καθεζόμενον· Ὡσαννὰ τῷ υἱῷ Δαβίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Μεθ' ὧν βοή σωμεν καὶ ἡμεῖς· Εὐλογημένος ὁ ἐλθὼν Θεὸς βασι λεὺς τῆς δόξης· ὁ πτωχεύσας, ἐν τοῖς ἰδίοις αὐτοῦ ἀπτώχευτος, δι᾿ ἡμᾶς, ἵνα ἡμᾶς πλουτίσῃ τῇ αὐτοῦ ἀγαθότητι. Εὐλογημένος ὁ ἐλθὼν ἐν ταπεινώσει, καὶ πάλιν ἐρχόμενος ἐν δόξῃ· πρῶτον ἐπὶ πώλου πραΰς, καὶ ὑπὸ νηπίων εὐφημούμενος, ὅπως πλη ρωθῇ τὸ γεγραμμένον· Ἐθεωρήθησαν αἱ πορεία σου,ὁ Θεὸς, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ Βασι λέως τοῦ ἐν ἁγίῳ· δεύτερον, φοβερὸς ἐπὶ τῶν νε φελῶν ὑπὸ ἀγγέλων καὶ δυνάμεων δορυφορούμενος. Ω τῆς μελιῤῥύτου τῶν παίδων γλώττης, ὦ τῆς ἀκαπηλεύτου διδασκαλίας τῶν θεαρέστων! Δαβίδ προς φητεύσας ὑπὸ τὸ γράμμα ἐκάλυψε τὸ νόημα· παῖδες, τὸν θησαυρὸν ἀνοίξαντες, ἐπὶ γλώττης τὸν πλοῦτον προσήνεγκαν, καὶ λόγῳ κεχαριτωμένῳ διαπρυσίως πάντας ἐπὶ τὴν ἀπόλαυσιν ἐκάλεσαν. Αντλήσωμεν τοιγαροῦν καὶ ἡμεῖς [ σὺν αὐτοῖς ] τὸν ἀναφαίρετον πλοῦτον. Απλήστοις κόλποις καὶ ταμιείοις ἐναποθών μεθα τὰ θεῖα χαρίσματα. Βοήσωμεν ἀπέραντα· Εὐ λογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεός ἀληθινὸς ἐν ὀνόματι Θεοῦ ἀληθινοῦ· παντοκράτωρ ἐκ τοῦ παντοκράτορος· Υἱὸς ἐν ὀνόματι Πατρός· Βασι λεὺς ἀληθινὸς, ἐξ ἀληθινοῦ Βασιλέως· συναΐδιον καὶ Όταν ίδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου ποιοῦντα. τὸ, ποιοῦντα, ῾Ο ἐλ. ών Θεός βασιλ. ὁ ἐκ Θεοῦ Θεὸς ὁ βασιλ.
col. 393–394page 193 of 200
PG 18:393προαιώνιον τὴν βασιλείαν ἔχων, ὡς ὁ γεννήσας αὐτόν. Κοινὴ γὰρ ἡ βασιλεία, καὶ οὐκ ἔξωθεν τὴν ταύτης πμὴν τῷ Υἱῷ ὁ λόγος προσκληροῖ· οὐδὲ ἀρξαμένην, ὐδὲ προσγινομένην· ἄπαγε! ἀλλὰ φυσικὴν καὶ ἰδιό κτητον ἀληθῶς. Μία γὰρ ἡ βασιλεία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· ὥσπερ καὶ μία οὐσία, καὶ μία κυριότης. Ὅθεν καὶ μίᾳ προσκυνήσει λατρεύομεν μίαν τρισυπόστατον Θεότητα, ἄναρχον, ἄκτιστον, ἀπέραντον καὶ ἀδιάδοχον. Οὔτε γὰρ ὁ Παν τὴρ παύσηταί ποτε τοῦ εἶναι Πατήρ· οὔτε ὁ Υἱὸς τοῦ εἶναι Υἱὸς καὶ βασιλεύς· οὔτε δὲ τὸ Πνεῦμα τὸ Αγιον τοῦ εἶναι τοῦτο ὅπερ ἐστὶ τῇ ὑποστάσει. Οὐδὲν γὰρ τῆς Τριάδος ἐλαττωθήσεται, ἢ τῆς ἀϊδιότητος, ἢ τῆς κοινότητος καὶ βασιλείας. Οὐ γὰρ ὅτι ἄνθρω τος γέγονε δι' ἡμᾶς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ τὸν καθ' ἡμῶν τύραννον [κατέβαλεν] ἐν τῇ σαρκί, ταύτῃ πραγματευόμενος τὴν κατὰ τοῦ δυσμενούς αὐτῆς ἐχθροῦ νίκην, διὰ τοῦτο βασιλεὺς ἐχρημάτισεν· ἀλλ' ὅτι Κύριος καὶ Θεὸς ἀεὶ, διὰ τοῦτο καὶ βασιλεὺς ὡς ὁ γεννήσας αὐτόν· νυνὶ δὲ, καὶ μετὰ τῆς προσλήψεως, καὶ εἰς τὸ διηνεκές. Μὴ βλασφήμει τὴν τοῦ Χριστοῦ βασιλείαν, αἱρετικὲ, ἵνα μὴ τὸν γεννήσαντα ἀτιμάσῃς. Εἰ πιστὸς εἶ, πιστῶς πρόσελθε Χριστῷ τῷ ἀλη θινῷ θεῷ ἡμῶν, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχων τῆς κακίας τὴν ἐλευθερίαν. Εἰ δοῦλος εἶ, ἐντρόμως τῷ Δεσπότῃ ὑποτάγηθι. Ὁ γὰρ Λογομάχος οὐκ εὐ γνώμων δοῦλος, ἀλλὰ προδήλως δυσμενής. γέγραπται γάρ· Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πα τέρα τὸν πέμψαντα αὐτόν. Γ. Ἡμεῖς δὲ, ἀγαπητοί, ὅθεν ἐξέβημεν, ἐπανέλθωμεν τῷ λόγῳ, βοῶντες· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ὁ ποιμὴν ὁ καλὸς καὶ ἀγα θός, θεῖναι τὴν ψυχὴν αὐτοῦ ἑκουσίως ὑπὲρ τῶν προσ βάνων αὐτοῦ· ἵν᾿ ὥσπερ τοὺς πρόβατα σιτουμένους λύκους προβάτῳ ἁλίσκουσιν οἱ λυκόθηρες, οὕτω τοῖς νοητοῖς καὶ ψυχοφθόροις λύκοις, ἑαυτὸν ὡς ἄνω θρωπον προσθεὶς ὁ ἀρχιποιμὴν, θήραμα ποιήσῃ τοὺς θηρεύσαντας, τῷ πάλαι θηρευσθέντι ὑπ' αὐτῶν Ἀδάμ. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου θεὸς κατὰ τοῦ διαβόλου· οὐ φανερῶς διὰ τῆς ἀπροσβλέπτου δυνάμεως, ἀλλὰ διὰ τῆς ἀσθενείας τῆς σαρ κὸς, δῆσαι τὸν καθ' ἡμῶν ἰσχυρόν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· βασιλεὺς κατὰ τοῦ τυράννου· οὐ διὰ τῆς παντοκρατορικῆς δυνάμεως καὶ σοφίας, ἀλλὰ διὰ τῆς νομισθείσης τοῦ σταυροῦ μωρίας, τοῦ ἐν κακία [φρονίμου] όφεως τὰ σκύλα διαρπάσαντος. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό ματι Κυρίου· ὁ ἀληθινὸς κατὰ τοῦ ψεύστου· ὁ σω τὴρ κατὰ τοῦ λυμεῶνος· ὁ εἰρηνάρχης κατὰ τοῦ που λεμήτορος· ὁ φιλάνθρωπος κατὰ τοῦ μισανθρώπου. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου Κύριος ἐλεῆσαι τὸ πλάσμα τὸ ἴδιον. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Κύριος σῶσαι τὸν Λογομάχος. Πνευματομάχος, λογομάχος, ἀντιλογικος, καὶ ἐγχειρηματικός. Ιγ' ώσπερ, κ. τ. λ.
col. 395–396page 194 of 200
PG 18:395πλανηθέντα ἄνθρωπον· καταλύσαι τὴν πλάνην φω ταγωγῆσαι τοὺς ἐν σκότει καταργῆσαι εἰδώλων ἀπάτην· ἀντεισάξαι θεογνωσίαν σωτήριον· ἁγιάσαι κόσμον· ἀπελάσαι τὸ μύσος καὶ ἄλγος τῆς τῶν ματαίων θεῶν θεραπείας. Ευλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· εἷς ὑπὲρ πολλῶν, ῥύσασθαι πτωχὸν γένος ἀνθρώπων, ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. [Εὐλογημένος ὁ ἐρχόμενος ἐν ἐνέ ματι Κυρίου· ἐπιχέαι οἶνον καὶ ἔλεον ἐπὶ τὸν ἐμπε σόντα εἰς τοὺς λῃστὰς καὶ παρεωραμένον.] εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· σῶσαι ἡμᾶς δι' ἑαυτοῦ, ὥς φησιν ὁ προφήτης· Οὐ πρέσβυς, οὐδὲ ἄγγελος· ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς. Διὰ τοῦτο καὶ ἡμεῖς εὐλογοῦμέν σε, Κύριε· τὸν σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι πρὸ αἰώνων καὶ εἰς αἰῶνας αἰώνων εὐλογημένον· πρὸ μὲν τῶν αἰώνων καὶ μέχρι τῆς δεῦρο ἀσώματον· τὰ νῦν δὲ καὶ εἰς αἰῶνας μετὰ τῆς θείας καὶ ἀμεταβόλου καὶ ἀμερίστου σου σαρκώσεως. τήν; Οἵτινές ἐστε ὑμεῖς, οἱ νόμῳ προσανέχοντες Ζ'. Ιδωμεν καὶ τὰ ἑξῆς. Τί λέγει ὁ θειότατος εὐαγ γελιστής; Εισελθόντες γὰρ τοῦ Κυρίου εἰς τὸ ἱερὸν, προσῆλθον αὐτῷ χωλοὶ καὶ τυφλοὶ, καὶ ἐθεράπευσεν αὐτούς. Ιδόντες δὲ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰ θαυμάσια δ ἐποίησε, καὶ τοὺς παῖ δας κράζοντας καὶ λέγοντας· 'Ωσαννὰ τῷ υἱῷ Δαυΐδ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυ ρίου, οὐκ ἤνεγκαν τὴν τούτου τιμήν. "Οθεν προσελθόντες οὕτως εἶπον· Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν; Ὡσανεὶ ἔλεγον· Οὐ βαρύνῃ δοξαζόμενος ὡς Θεός; Οὐκ ἄχθῃ ἀκούων παρὰ τῶν ἀκάκων τὰ τῷ Θεῷ, καὶ μόνῳ, πρέποντα; Οὐ πάλαι δεδήλωκεν ὁ Θεὸς διὰ τοῦ προφήτου· Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω; καὶ πῶς σύ, ἄνθρωπος ὢν, ποιεῖς ἑαυτὸν Θεόν; ᾿Αλλὰ τί πρὸς ταῦτα ὁ μακρόθυμος, ο πολὺς ἐν ἐλέει καὶ βραδὺς εἰς ὀργήν; ἀνέχεται τῶν μετ μηνότων· ἀναστέλλει τῇ ἀπολογίᾳ τὴν φλεγμονήν ἀνθυπομνήσκει Γραφάς· προσφέρει μαρτυρίας τῶν τελουμένων, καὶ οὐκ ἀπαναίνεται πρὸς τὴν πεῦσιν. Διό φησιν· Οὐδέποτε καὶ ὑμεῖς ἡκούσατέ μου διὰ τοῦ προφήτου λέγοντος. Τότε γνώσεσθε, ὅτι ὁ λαλών, αὐτὸς πάρειμι; οὐδ᾽ αὖ πάλιν· Ἐκ στόματος τη πίων καὶ θηλαζόντων κατηρτήσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικη οι καὶ προφήτας ἀναγινώσκοντες, κἀμὲ τὸν ἐν νόμῳ καὶ προφήταις κηρυττόμενον ἀθετοῦντες. Δοκείτε μὲν γὰρ ἐν σχήματι εὐλαβείας διεκδικεῖν τὴν τοῦ Θεοῦ δόξαν, μὴ συνιέντες, ὅτιπερ ὁ ἐμὲ ἀθετῶν, καὶ τὸν Πατέρα μου ἀθετεῖ· Ἐγὼ παρὰ τοῦ Θεοῦ ἐξῆλθον, καὶ ἐλήλυθα εἰς τὸν κόσμον· καὶ ἡ ἐμὴ δόξα, καὶ τοῦ Πατρός μου ἐστὶν δόξα. Ἐλεγχθέντες δὲ οὕτως οἱ ἀνόητοι ὑπὸ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ἐπαύσαντο μὲν τῆς ἀντιλογίας, φιμωθέντες τῇ ἀληθείᾳ· ἕτερον Μύσος καὶ ἄλγος.
col. 397–398page 195 of 200
PG 18:397Ο επισπασάμενοι ἀνοίας λογισμόν, συμβούλιον κατ' ". αὐτοῦ ἐποιοῦντο. Ἡμεῖς δὲ ψάλλωμεν· Μέγας ὁ Κύ ριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Ταῦτα γὰρ ἅπαντα γέγονεν, ἵνα ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου Ἀμνὸς καὶ Υἱὸς τοῦ Θεοῦ ἑκουσίως ὑπὲρ ἡμῶν ἐπὶ τὸ σωτήριον πάθος ἔλθῃ καὶ ἐπὶ τὸ πρατήριον γνωρισθῇ, καὶ οἱ ἐξωνούμενοι τὸν ἐξωνούμενον τῷ ζωοποιῷ αὑτοῦ αἵματι τὸν κόσμον συμφωνήσωσι τριάκοντα ἀργυρίοις, καὶ τὸ Πάσχα ἡμῶν τυθῇ ὑπὲρ ἡμῶν Χριστός· ὅπως οἱ τῷ τιμίῳ αὐτοῦ αίματι ραντιζόμενοι, καὶ τὰ χείλη ὡς φλιάς σφραγιζόμενοι, εκφύγωσι τοῦ ὀλοθρεύοντος τὰ βέλη· καὶ οὕτως ὁ παθὼν σαρκὶ Χριστὸς, καὶ ἀναστὰς τριή μέρος, τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι ὁμοτίμως καὶ ὁμοδόξως παρὰ πάσης κτίσεως συμπροσκυνηθῇ ὅτι αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπι γείων, καὶ καταχθονίων, δόξαν αὐτῷ ἀναπέμποντες, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Μεθοδίου ἐπισκόπου πρὸς τοὺς λέγοντας: «Τι ὠφέλησεν ἡμᾶς ὁ Υἱὸς τοῦ Θεοῦ σαρκωθεὶς ἐπὶ τῆς καὶ γενόμενος ἄνθρωπος; καὶ διὰ τί τῷ τοῦ σταυροῦ σχήματι ἠνέσχετο παθεῖν, καὶ οὐκ ἄλλῃ τινὶ τιμωρίᾳ; καὶ τί το χρήσιμον τοῦ σταυροῦ; Ἐπεδήμησεν ὁ Υἱὸς τοῦ Θεοῦ Χριστὸς ἐπιταγαῖς τοῦ Πατρὸς τῇ ὁρατῇ κτίσει, ἵνα δὴ, τὰ κράτη τῶν τυραννούντων ἀνατρέψας δαιμόνων, ἐξέληται τῆς πιο γρᾶς τὰς ψυχὰς δουλείας, ἀνθ' ὧν φύσις πάσα, ταῖς προποσίαις τῆς ἀδικίας γεγοητευμένη, θορύβου τε καὶ ἀταξίας ἐπεπλήρωτο, οὐκ ἔτι τῶν συμφερόντων εἰς ἀνάμνησιν ἀναδραμεῖν οὐδαμῶς δυναμένη. Διόπερ καὶ πρὸς τὰ εἴδωλα ῥᾳδίως εἵλκετο, ἅτε ἐπικλύσαντος πάντα τοῦ κακοῦ, καὶ πάσας ἐπινενεμημένου τὰς γενεὰς κατὰ τὴν ἀλλοίωσιν, τὴν ἐκ τῆς παρακοῆς προγεγενημένην ταῖς ἐνσάρκοις ἡμῶν σκηναῖς· ἕως ὁ Κύριος Χριστός δι' ἧς ἐπεφάνη σαρκὸς τῷ βίῳ, ἀμυ δρώσας τῶν ἡδονῶν τὰς ἐπιβολὰς, αἷς αἱ κάτω δυ νάμεις καθ' ἡμῶν ὡπλίζοντο καταδουλῶσαι τὸ δια νοητικόν, ἐλεύθερον πάντων τὸν ἄνθρωπον διέδειξε κακῶν. Τούτου γὰρ ἕνεκα καὶ σάρκα ἐφόρεσεν ὁ Κύ ριος Ἰησοῦς, καὶ ἄνθρωπος ἐγένετο, καὶ προσηλώθη τῷ σταυρῷ οἰκονομούμενος· ὅπως δι' ἧς σαρκὸς οἱ δαίμονες ἀναδεῖξαι θεοὺς ἡλαζονεύσαντο, πρὸς θάνα τον τὰς ψυχὰς μεθόδοις ἀπάτης ἀγκιστρευσάμενοι, διὰ ταύτης ανατραπέντες κατοπτευθῶσιν οὐκ ὄντες θεοί. Κωλύων γὰρ ἐπὶ πλέον ἀρθῆναι τὴν μεγαλαύ χησιν αὐτῶν, ἄνθρωπος ἐγένετο· ἵνα δὴ δι' οὗ σώμα Ἐπὶ τὸ πρατήριον. περὶ τοῦ πρατηρίου.

Three ExcerptsExcerpta Tria

col. 399–400page 196 of 200
PG 18:399τος τὸ λογικόν γένος τῆς τοῦ ὄντος ἀπαλλοτριώσαντες Θεοῦ θρησκείας ἐλυμήναντο, διὰ τούτου ἀῤῥήτοις τέχναις σοφίας τὸν λόγον χωρήσαντος, ολετήρες ἐλεγχθῶσιν, ἀλλ' οὐκ εὐεργέται τῶν ψυχῶν. Οὐκ ἦν μὲν οὖν οὐδὲν θαυμαστὸν τῷ Χριστῷ, τοῦ Θεοῦ καταπλήξει καὶ δυνάμεως ἀτρέπτου μεγέθει τὰς ἀντιστατικὰς ἀμυδρῶσαι φύσεις τῶν δαιμόνων. Αλλ' ἐπειδὴ αὖχος αὐτῶν δὴ καὶ σφαδαϊσμὸν τοῦτο προσέφερεν (νικηθῆναι γὰρ ὑπὸ τοῦ κρείττονος μᾶλο λον ἂν εἴλοντο )· διὰ τοῦτο δι' ἀνθρώπου τὴν ἐπὶ σω τηρίαν πάντων ᾠκονομήσατο ἔκβασιν· ὅπως οἱ μὲν, τῆς Ζωῆς αὐτοῖς αὐτῆς σωματικῶς, τῆς καὶ ᾿Αληθείας ἐνσκηψάσης, οἱ ἄνθρωποι πρὸς μόρφωσιν ἀναδραμεῖν καὶ τὸν φωτισμὸν ἐπίσχωσιν τοῦ Λόγου, τὰ τῆς ἁμαρ τίας ὑπερβάντες θέλγητρα· οἱ δὲ πρὸς τοῦ ἀσθενεστέρου νικηθέντες καὶ καταπεφρονημένοι οἱ δαίμονες λήξωσι τοῦ θράσους, τῆς κατὰ τὸν Τυφῶνα δεθέντες φλεγμονῆς. Διὰ τοῦτο γὰρ μάλιστα εἰσήχθη καὶ ὁ σταυρός, τρόπαιον κατὰ τῆς ἀδικίας καὶ ἔκπληγμα τεθείς, ὥστε μηκέτι τῇ ὀργῇ ὑπεύθυνον εἶναι ἀπεντεῦθεν τὸν ἄνθρωπον, ἀναπαλαίσαντα μὲν τὸ κατὰ τὴν παρακοὴν ἤττημα, νικήσαντα δὲ τὰς κάτω δυνά μεις εννόμως, καὶ ἐλεύθερον ὀφλήματος παντός δικ ρεαῖς ἀναδειχθέντα Θεοῦ. Ἐπειδὴ οὕτω γε ὁ πρωτόγονος Λόγος τοῦ Θεοῦ δικαιοσύνης φράξας τὸν ἄνθρωπον ὅπλοις, ἐν ᾧ ἐσκήνωσε, τὰς δουλωσαμένας ἡμᾶς δυνάμεις κατηγωνίσατο διὰ τοῦ σταυροειδούς, ὡς εἴ ρηται, σχήματος, τὸν τῇ φθορᾷ δεδυναστευμένον ἄνθρωπον δείξας ἐλεύθερον χερσὶν ἡπλωμέναις. Ἔστι γὰρ τοῦτο, εἰ χρὴ ὁριστικῶς εἰπεῖν, τὸ σχῆ μα νίκης κραταίωμα, Θεοῦ κάθοδος ἐπ' ἄνθρωπον, τρόπαιον κατὰ τῶν ὑλικῶν πνευμάτων, ἀπαλλαγὴ θανάτου, ὑπόθεσις ἀνόδου πρὸς ἀληθινὴν ἡμέραν, καὶ διαβάθρα τῶν ἐπειγομένων ἀπολαῦσαι τοῦ ἐκεῖ φως τός· μηχανή δι' ἧς οἱ εἰς τὴν οἰκοδομὴν εὐθετοῦντες τῆς Ἐκκλησίας κάτωθεν λίθου τετραγώνου δίκην ἀνέλκονται ἐναρμοσθησόμενοι τῷ θείῳ λόγῳ. Εν τεῦθεν οἱ τῇδε βασιλεῖς, πάσης πονηρᾶς ἔξεως ἐπὶ σκεδασμῷ, τὸ σταυροειδές παραλαμβάνεσθαι αἰσθόμενοι σχῆμα, τὰ καλούμενα τῇ Ρωμαϊκῇ διαλέκτῳ βήξιλλα έμηχανήσαντο. Ενθενείκπυσα τούτῳ ἡ θά τῷ σχήματι, πλωτὴν ἑαυτὴν ἀνθρώποις παρέ Αύχος.... σφαδαϊσμόν. ἄχος.... σφα βασμόν. χει. Ολη γάρ, ὡς εἰπεῖν, τούτῳ ἡ κτίσις πρὸς ἐλευ θερίαν ἐνδέδυται τῷ σημείῳ· τά τε γὰρ ὄρνεα ὑψιπε τοῦντα τὸ σταυροειδές κατὰ τὴν ἔκτασιν τῶν πτερύγων σχῆμα αἰνίσσονται· αὐτός τε ὁ ἄνθρωπος, τὰς χεῖρας πετάσας, οὐδὲν ἄλλο ὑπάρχων φαίνεται τοῦτο. Οθεν αὐτῷ δὴ τούτῳ, ᾧπερ ἐκ κατασκευῆς κεκόσμητο, σχηματισάμενος αὐτὸν ὁ Κύριος, θεότητι ἐκέρασεν, ἵνα ὄργανον ᾗ λοιπὸν τοῦ Θεοῦ ἱερὸν, πά σης ἀσυμφωνίας τε καὶ ἀῤῥυθμίας ἀπηλλαγμένον. Οὐδὲ γὰρ ἔτι μετὰ τὸ ἀρμοσθῆναι τὸν ἄνθρωπον πρὸς θεοσέβειαν, καὶ τὸ τῆς ἀληθείας ἀκήρατον μέλος ἐνηρμοκέναι, δι' οὗ την θεότητα κεχώρηκε, τῷ ξύλῳ τῆς ζωῆς καθάπερ χορδαί τε και τόνοι προσηρμοσμένος, εἰς ἀσυμμετρίαν καὶ φθορὰν χωρῆσαι ἀδύνατον Αδύνατον. ἂν δυνατόν.
col. 401–402page 197 of 200
PG 18:401Τοῦ αὐτοῦ Μεθοδίου, πρὸς τοὺς ἐπαισχυνομένους ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ. Οἴονταί τινες καὶ τὸν Θεὸν, πρὸς τὸ τῆς οἰκείας διαθέσεως μέτρον ἐσάζοντες αὐτὸν, τὰ αὐτὰ τοῖς φαύ λοις ἢ ἐπαινετέα ἢ ψεκτέα ἡγεῖσθαι, ὥσπερ κανόνι καὶ μέτρῳ χρώμενον ταῖς δόξαις τῶν ἀνθρώπων· οὐ συννοήσαντες, διὰ τὴν οὖσαν ἐν αὐτοῖς ἄγνοιαν, ὅτι πᾶσα δήπουθεν ἡ κτίσις ἐνδεής ἐστι τοῦ κάλλους τοῦ Θεοῦ. Αὐτὸς γὰρ ἐξ ὅλης τῆς πάσης οὐσίας τε καὶ φύσεως τῷ ἑαυτοῦ τὰ πάντα εἰς τὸ ζῆν ἐφέλκεται Λίγῳ. Εἶτε γὰρ τὸ ἀγαθὸν θέλει, αὐτὸς ὢν τὸ ἀγαθὸν, ἐν ἑαυτῷ μένει· εἴτε τὸ καλὸν ὑπάρχει ἐραστὸν αὐτῷ, αὐτὸς ὢν τὸ μόνον καλὸν, εἰς ἑαυτὸν βλέπει, ἐν οὐ δενὶ τὰ πρὸς τῶν ἀνθρώπων θαυμαζόμενα τιθέμενος. Κάλλιστον γὰρ ταῖς ἀληθείαις καὶ ἐπαινετὸν κλη τέον τοῦτο, ὅπερ ἂν αὐτὸς ἡγήσηται Θεὸς καλόν, κἂν ὑπὸ πάντων ἐξουθενῆταί τε καὶ χλευάζηται, ἀλλ᾽ οὐχ ὅπερ οἱ ἄνθρωποι νομίζουσιν. "Οθεν, εἰ καὶ διὰ τούτου τοῦ σχήματος τῶν θυμοφθόρων ἐλευθερῶσαι τὰς ψυχὰς παθῶν ἐβουλήθη, καταισχύνων τὰ πλήθη τῶν δαιμόνων, ἀποδέχεσθαι ἐχρῆν, ἀλλὰ μὴ δυσφημεῖν, ἐλευθεροποιὸν αὐτὸ καὶ λυτήριον τῶν ἐκ τῆς παρακοῆς κατασκευασθέντων ἡμῖν δεσμῶν δοθέν. Έπαθε γὰρ σαρκὶ τῷ σταυρῷ προσπαγεὶς ὁ Λόγος, ἕνα ἀπλώσῃ ἀπονεναρκημένον πλάνῃ τὸν ἄνθρωπον πρὸς τὸ ἄνω τε καὶ θεῖον μέγεθος, τῷ θείῳ ἐξισώσας τῆς ζωῆς αὐτὸν οὗ πρόσθεν ἀπήλατο. Οτι τούτῳ τὰ πάθη τῷ σχήματι ἡμβλυνται· πάθος παθῶν διὰ τοῦ παθεῖν γενόμενος, καὶ θάνατος διὰ τοῦ θανεῖν θανά του· οὐ χειρωθεὶς ὑπὸ θανάτου, οὐδὲ ἀλγυνθεὶς ὑπὸ πάθους. Οὔτε γὰρ πάθος ὅλως αὐτὸν ἐξέστησεν, οὔτε θάνατος ἐλυμήνατο· ἀλλ᾽ ἦν ἐν τῷ παθητῷ μένων ἀπαθὴς, καὶ ἐν τῷ θνητῷ ἀθάνατος· πᾶν ὅσον ἀτρ καὶ μέσον καὶ ἄνω κατειληφώς, καὶ τὸ θνητὸν θεό τητι κεράσας ἀθανάτῳ. Ηττήθη τε τελέως ὁ θάνα τις εἰς ἀφθαρσίας εκτύπωμα ἀνασταυρωθείσης τῆς σαρκός. Τοῦ αὐτοῦ Μεθοδίου. Πῶς ὁ τοῦ Θεοῦ Υἱὸς ὁ Χριστὸς ἐν βραχεῖ τε καὶ περιωρισμένω χρόνῳ διαστολαῖς σώματι ἐκεχώρητο; καὶ πῶς ἀπαθὴς ὢν ἐγένετο ὑπὸ πάθους; Ἐπειδὴ γὰρ δύναμις αὐτῷ τοῦτο ἦν· δυνάμεως γὰρ τὸ συστέλλεσθαι μὲν ἐν τοῖς ὀλίγοις καὶ βραχύ νεσθαι, χεῖσθαι δὲ ἐν τοῖς μεγάλοις καὶ μεγεθύνεσθαι. Εἰ δὲ τὸ συνεκτείνεσθαι μὲν τοῖς μεγάλοις καὶ συνεξ ιτάζεσθαι δυνατὸν αὐτῷ, τὸ δὲ βραχύνεσθαι ἐν τοῖς μικροῖς καὶ συστέλλεσθαι ἀδύνατον· οὐκ ἦν δύναμις. Δυνάμει γὰρ ἐὰν τόδε μὲν δυνατὸν εἶναι φῂς, τὸ δὲ ἀδύνατον· τοῦ εἶναι αὐτὴν δύναμιν παραγράφῃ ἀσθε νοῦσαν περὶ ἃ μὴ δύναται. Οὐ μὴν δὲ, ἀλλ᾽ οὐδὲ υπεροχήν τινα ὅτι θεότητος ἕξει πρὸς τὰ μεταβαλλά Πῶς ὁ τοῦ θ.
col. 403–404page 198 of 200
PG 18:403ἂν δύνωνταί τι δρᾶσαι ἐνεργοῦσιν, ἐφ᾽ ὧν ἂν μὴ δύ νωνται φθίνωσι. Διόπερ ταύτῃ μᾶλλον κεχώρηται ἐν ἀνθρώπῳ ὁ Υἱὸς τοῦ Θεοῦ, ὅτι μὴ ἦν αὐτῷ τοῦτο ἀδύνατον· ὅτι δυνάμει καὶ ἔπαθεν ἀπαθὴς μένων, καὶ ἔθανεν, ἀθανασίαν τῷ θνητῷ χαριζόμενος. Σῶμα μὲν γὰρ ὑπὸ σώματος τυπτόμενον ἢ τεμνόμενον τοσοῦτον τύπτεται ἢ τέμνεται, ὅσον ἂν τὸ τύπτον τύπτει, καὶ τὸ τεμνόμενον τέμνει. Κατὰ ἀντιτύπησιν γὰρ τοῦ ὑποκειμένου τῷ τύπτοντι ἡ πληγὴ γίνεται, ἐν ἴσῳ πάθει τῶν ἑκατέρων ὄντων καὶ τοῦ ὁρῶντος καὶ τοῦ δρωμένου. Αμέλει ἐὰν μὴ τὸ τεμνόμενον μετὰ ὀλίγης ἕξεως ἀντιτορήσῃ τῷ τέμνοντι, τὸ τεμνόμενον τέμνειν οὐ δυνήσεται. Τῇ γὰρ φορᾷ ξίφους οὐκ ἀντιπαραμείναντος τοῦ μενα καὶ τὰ ἐρχόμενα τῶν ζώων χαριαὶ * ἐφ᾽ ὧν μὴν υποκειμένου σώματος, ἀλλὰ συνείξαντος μᾶλλον, ἄπρακτος γίνεται ἡ ἐνέργεια· οἷον καθάπερ καὶ ἐπὶ τῶν λεπτομερεστέρων σωμάτων πυρός, αέρος. Ἐκλύεται γὰρ ἐν τοῖς τοιούτοις ἀνενέργητος τῶν στερεωτέρων ὁρμῆς σωμάτων. Εἰ δὲ πῦρ, ἢ ἀὴρ, λίθος, ἢ σίδηρος, ή ξύλον, ἢ ἄλλο, οἷς οἱ ἄνθρωποι χρώμενοι καθ᾿ ἑαυτῶν ἀλληλοφονοῦσι, τρῶσαι δὲ καὶ διελεῖν οὐ δύναται παρὰ τὸ τῆς θικτικῆς τε αὐτὸ καὶ λεπτομερεστέρας φύσεως τυγχάνειν· πῶς οὐ μᾶλλον ἀτρωτός γε ἔμεινεν ἡ Σοφία καὶ ἀπαθὴς, οὐδὲν πρὸς οὐδενὸς κακυνομένη, κἂν τεμνόμενον συνῆν καὶ προσηλωμένον τῷ σώματι, βελτίων καὶ καθαρωτέρα φύσεως πάσης μετὰ τὸν γεννησάμενον αὐτὴν Θεὸν ὑπάρ χουσα; Μεθοδίου. Ἴσως δὲ, ἐπεὶ οἱ φίλοι τοῦ Ἰὼβ φοντο τὴν αἰτίαν κατειληφέναι δι᾿ ἣν ταῦτα ἔπασχε, πρὸς ἐκείνους ἀποτεινόμενος ὁ δίκαιος, τὴν περὶ τῶν κριμάτων τοῦ Θεοῦ σοφίαν ἄληπτον εἶναι ὁμολογεῖ, οὐ μόνον αὐτῷ, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ, καὶ τὴν ἐπιστήμην τῆς βουλῆς τοῦ Θεοῦ μὴ ἱκανὸν εἶναι παραδέξασθαι τὸν περίγειον τόπον, ἀποφαίνεται. Φαίη δ' ἄν τις σοφίαν ἐνταῦθα τὴν τελείαν εὐσέβειαν εἰρῆσθαι, πράγμα θεῖον, ὑπὸ μόνου τοῦ Θεοῦ τοῖς ἀνθρώποις δωρούμενον. 'Ο δὲ νοῦς τῶν ῥητῶν οὗτος Μεγάλα, φησίν, δ Θεὸς τοῖς ἀνθρώποις εδωρήσατο, ἐν τῇ φύσει κατα σπείρας αὐτῶν τὸ ἐρευνητικὸν, καὶ σοφὸν, καὶ τεχνικὸν· ὅπερ λαβόντες οἱ ἄνθρωποι, γῆν τε μεταλλεύουσι καὶ γεωργοῦσι· τὴν δὲ κατὰ θεοσέβειαν σου φίαν οὐκ ἐν τόπῳ τινὶ ἔστιν εὑρεῖν· οὐκ οἶκοθεν ταύτην ἄνθρωπος ἀναλαβεῖν δύναται· οὐκ ἄλλοις τα ραδοῦναι. Ὅθεν καὶ οἱ Ἑλλήνων σοφοί, ἰδίᾳ δυνάμει
col. 405–406page 199 of 200
PG 18:405τὴν θεοσέβειαν ζητήσαντες, ήστόχησαν. Τὸ γὰρ πράγμα, ὡς ἔφημεν, οὐκ ἀνθρώποις ἐστὶν ἐφικτόν, ἀλλὰ τῆς θείας δωρεάς τε καὶ χάριτος· διὰ τοῦτο καὶ ἐξ ἀρχῆς ὁ Θεὸς τὰ μὲν δι᾿ ὀπτασιῶν, τὰ δὲ δι' ἀγγέλων ἐπιφοιτήσεως, τὰ δὲ διὰ τῶν θεοφορουμένων ἁγίων προφητῶν, τὴν θεοσέβειαν τοὺς ἀνθρώ τους ἐξεπαίδευσε. Καὶ ἡ θεωρητικὴ δὲ σοφία Θεοῦ δώρον, ἐξ ἧς κινούμεθα περὶ τὰς τέχνας καὶ τὰ ἐπισ τηδεύματα, καὶ ἣν πάντες κοινῶς ἔχομεν, ἄδικοί τε καὶ δίκαιοι· εἰ γὰρ ζῶα γεγόναμεν λογικά, ταύ την ειλήφαμεν. Ταύτῃ τοι καὶ ἐν τοῖς ἔμπροσθεν ελέ μετο· Πότερον οὐχ ὁ Κύριος ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; ὡς τοῦ κτήματος Θεοδωρήτου τυγχάνοντος. Μεθοδίου. Επισήμηναι, ὅτι Κύριος ἀρχῆθεν ἀνθρώποις οὐ λα λεῖ· ἀλλ' ἐπὰν παρασκευάσηται ψυχὴ διὰ πλειόνων, καὶ ἐγγυμνάσηται, καὶ ἀναδῇ εἰς ὕψος, καθ᾽ ὅσον δυνατὸν ἀνθρωπίνη φύσει, τότε λαλεῖ, καὶ τοὺς αὑτοῦ λόγους ἀποκαλύπτει εἰς τοσοῦτον ἀναβεβηκόσιν. Ἐπειδὰν δὲ ή λαίλαψ χειμῶνος ἐστι ποιητική, ἐν δὲ χειμῶνι περ ριστάσεων ὁ Ἰὼβ περὶ τὴν πίστιν οὐκ ἐναυάγησεν, ἀλλὰ καὶ διέλαμψε· διὰ τοῦτο ὁ χρηματίζων αὐτῷ πρὸς σύμβολον τοῦ καταλαβόντος αὐτὸν χειμῶνος διὰ λαίλαπος χρηματίζει· διὰ δὲ τὸ μεταβαλεῖν αὐτοῦ τὰ πράγματα ἀπὸ χειμῶνος εἰς εὐδίαν, οὐ μόνον διὰ λαίλαπος, ἀλλὰ καὶ διὰ νεφῶν λαλεῖ. Μεθοδίου. Π. Πολλοὶ καταβέβηκαν εἰς ἄβυσσον, οὐχ ὥστε περι πατεῖν ἐν αὐτῇ, ἀλλ᾿ ὥστε δέσμιοι εἶναι. Ἰησοῦς μός νος ἐν ἀβύσσῳ περιεπάτησεν ὡς ἐλεύθερος, ὅπου ἴχνη περιπατούντων οὐκ ἔνι. Είλετο γὰρ θάνατον οὐχ ὑπεύθυνος ῶν, ἵνα τοὺς ὑποκειμένους θανάτῳ λυτρώσηται· Λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε καὶ τοῖς ἐν τῷ σκότει· Ανακαλύφθητε. ' καὶ τὰ ἑξῆς συμφωνοῦσιν. Μεθοδίου. Ορᾷς· ἐπὶ τέλει τῶν ἄθλων ἀναγορεύει τὸν ἀθλη τὴν λαμπρῷ τῷ κηρύγματι, καὶ γυμνοί τῆς πληγῆς τὸ ἀπόῤῥητον· Οἴει με ἄλλως σοι κεχρηματικέναι, λέγων, ἢ ἵνα ἀναφανῇς δίκαιος; Τοῦτο τῶν τραυ μάτων τὸ φάρμακον· τοῦτο τῆς ὑπομονῆς ἡ ἀντίδοσις. Τὰ γὰρ ἐξῆς ἴσως μικρά, κἂν μεγάλα τισὶ δοκῇ, καὶ μικρῶν ἕνεκεν οἰκονομηθέντα, καὶ εἰ διπλασίῳ τῶν ἀφῃρημένων ἀντιλαμβάνει. Ει γάρ. ή γάρ. Καὶ εἰ. Εί καί. Ρ.
col. 407–408page 200 of 200
PG 18:407Μεθόδιος δέ· Πνεῦμα θεῖον, πᾶσιν ἀνθρώποις ὑπλ Θεοῦ δοθὲν, περὶ οὗ καὶ Σολομὼν ἔφασκε· Τὸ γὰρ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσι, τὸ συνειδος ἐκλαμβάνει, δ καὶ καταγινώσκε: τῆς ψυχῆς ἁμαρτανούσης. Τοῦ αὐτοῦ Μεθοδίου Μεῖζον ἀγαθὸν τὸ ἐλεγχθῆναι τοῦ ἐλέγξαι νομίζω ὅσῳ μεῖζόν ἐστι τὸ ἑαυτὸν ἀπαλλαγῆναι κακοῦ τοῦ ἄλλον ἀπαλλάξαι. Β. Τοῦ αὐτοῦ Μεθοδίου. Οὐ δύναται ἡ ἀνθρωπίνη φύσις αὐτὸ καθαρῶς τὸ δίκαιον ἐν ψυχῇ θεάσασθαι, τὰ πολλὰ τῶν λογισμών ἀμβλυώττουσα Τοῦ αὐτοῦ Μεθοδίου. Πονηρία ἀρετήν τε καὶ ἑαυτὴν οὐδέποτε ἀν γνοίη. Εν ψυχῇ... τῶν λογισμῶν ἀμβλ. ἐν ψυχῇ τὸν λογισμὸν θεάσασθαι, τὰ πολλὰ ἀμβλυωποῦσα, τῷ λογισμῷ. Πονηρία ἀρ. Τοῦ αὐτοῦ Μεθοδίου. Ως ἔοικεν, ἡ δικαιοσύνη τετράγωνός ἐστι, πάντοθεν ἴση καὶ ὁμοία. Η τοῦ Θεοῦ δικαιοκρισία ταῖς ἡμετέραις δια θέσεσιν ἐξομοιοῦται· καὶ οἷά περ ἂν τὰ παρ' ἡμῶν ᾖ, τοιαῦτα ἡμῖν ἐκ τῶν ὁμοίων ἀντιπαρέχεται. Ἡ τοῦ Θ.
Page scan enlarged

Notebook

Full View