PG 51Joannes Chrysostomus
Homilies on the Beginning of the Acts of the Apostles (1, 2, 4)
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

Chapter 2: Not riches, but the abuse of riches is to be condemned [Greek] · Chapter 2: Not riches, but the abuse of riches is to be condemned [Latin]Caput 2: Non divitæ, sed divitiarum abusus damnandus [Graecum] · Caput 2: Non divitæ, sed divitiarum abusus damnandus [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:69ὅτι πόρναι ἐκείνοις κέχρηνται, καὶ μαλακοὶ, καὶ τυμβωρύχοι, καὶ λῃσταί; Ἐπίγνωθι τὸν δίκαιον πλοῦτον, καὶ κατάβηθί ποτε ἀπὸ τοῦ φυσήματος ἐκείνου τοῦ ὑψηλοῦ καὶ κενοῦ· διάσκεψαι τῆς φύσεως τὸ εὐτελές. Γῆ καὶ σποδὸς εἶ, τέφρα καὶ κόνις, καπνὸς καὶ σκιὰ, χόρτος καὶ ἄνθος χόρτου. Τοιαύτῃ φύσει μεγαλοφρονεῖς, εἰπέ μοι; Καὶ τί τούτου γένοιτ’ ἂν καταγελαστότερον; Ἀλλὰ πολλῶν ἄρχεις ἀνθρώ-πων; Καὶ τί τοῦτο ὄφελος, ὅταν ἀνθρώπων μὲν ἄρχεις, τῶν δὲ παθῶν αἰχμάλωτος εἶ καὶ δοῦλος; Ὥσπερ ἄν τις οἴκοι μὲν ὑπὸ τῶν οἰκετῶν τύπτοιτο καὶ τραύματα λαμβάνοι, ἔξω δὲ εἰς τὴν ἀγορὰν ἐμ-βάλλων μέγα φρονῇ ἐπὶ τῇ τῶν ἄλλων ἀρχῇ· οὕτω τύπτει σε κενοδοξία, τραύματά σοι ἐπάγει ἡ ἀσέλγεια, πάντων τῶν παθῶν δοῦλος εἶ, καὶ μέγα φρονεῖς ὅτι τῶν ὁμοφύλων ἄρχεις; Εἴθε ἐκείνων ἦρχες, ἐκείνων ἦς ἰσότιμος. β. Οὐ τῶν πλουτούντων κατηγορῶν ταῦτα λέγω, ἀλλὰ τῶν κακῶς τῷ πλούτῳ κεχρημένων. Οὐ γὰρ ὁ πλοῦτος κακὸν, ἐὰν εἰς δέον βουλώμεθα αὐτῷ χρήσασθαι, ἀλλ’ ἡ ἀπόνοια, καὶ ἡ ἀλαζονεία. Εἰ κακὸν ἦν ὁ πλοῦτος, οὐκ ἂν πάντες ηὐξάμεθα εἰς κόλπους Ἀβραὰμ ἀπελ-θεῖν τοῦ ἔχοντος τριακοσίους δέκα καὶ ὀκτὼ οἰκέτας οἰκογενεῖς. Οὐ τοίνυν ὁ πλοῦτος κακὸν, ἀλλ’ ἡ παρά-νομος αὐτοῦ χρῆσις κακόν. Καὶ ὥσπερ πρῴην περὶ μέθης λέγων, οὐ τὸν οἶνον διέβαλλον (πᾶν γὰρ κτί-σμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον, μετ’ εὐχα-ριστίας λαμβανόμενον), οὕτω καὶ νῦν οὐ τῶν πλου-τούντων κατηγορῶ, οὐδὲ τὰ χρήματα διαβάλλω, ἀλλὰ τὴν κακὴν τῶν χρημάτων χρῆσιν, καὶ εἰς ἀσωτίαν δαπανωμένην. Διὰ τοῦτο χρήματα λέγεται, ἵνα ἡμεῖς αὐτοῖς χρησώμεθα, καὶ μὴ ἐκεῖνα ἡμῖν· διὰ τοῦτο κτήματα λέγεται, ἵνα ἡμεῖς αὐτὰ κτησώμεθα, καὶ μὴ ἐκεῖνα ἡμᾶς. Τί οὖν τὸν δοῦλον ἔχεις δεσπότην; τί ἀντέστρεψας τὴν τάξιν; Ἀλλ’ ἐβουλόμην μαθεῖν, τί νῦν ποιοῦσιν οἱ τὴν σύναξιν ἐγκαταλείψαντες, καὶ ἐν τίσιν εἰσίν. Ἀλλὰ ἢ κυβεύουσιν, ἢ πάντως πρά-γματα ἀνακινοῦσι βιωτικὰ, ταραχῆς ἐμπεπλησμένα. Ἐνταῦθα εἰ παρῆς, ἄνθρωπε, ἐν γαλήνῃ ἦς καὶ ἐν λιμένι· οὐκ οἰκονόμος εἰσελθὼν ἐτάραττεν, οὐκ ἐπί-τροπος ἐθορύβει, οὐκ οἰκέτης ὑπὲρ πραγμάτων βιω-τικῶν ἠνόχλει, οὐκ ἄλλος τις παρώξυνεν· ἀλλ’ ἐν ἡσυχίᾳ διάγων ἀπήλαυες θείων ἀκροάσεων. Οὐδαμοῦ κύματα ἐνταῦθα, οὐδαμοῦ ταραχή· ἀλλ’ εὐλογία, καὶ εὐχαὶ, καὶ ὁμιλία πνευματικὴ, καὶ μετάστασις εἰς τὸν οὐρανόν· καὶ ἐντεῦθεν ἤδη τὸν ἀῤῥαβῶνα τῆς
βασιλείας τῶν οὐρανῶν λαβὼν ἀπῄεις. Τίνος ἕνεκεν τὴν πλουσίαν ταύτην τράπεζαν ἀφεῖς, εἰς ἑτέραν φορτικωτέραν ἑαυτὸν μετήγαγες, καὶ τὸν λιμένα κα-ταλιπὼν, ταραχὴν ἀντικαταλλάττῃ γαλήνης; Τὸ μὴ παραγενέσθαι πένητας τοὺς τότε παρόντας, δεινὸν μὲν, ἀλλ’ οὐδὲ οὕτω δεινὸν, ὡς τὸ μὴ παραγενέσθαι πλουσίους. Τίνος ἕνεκεν; Ὅτι οἱ μὲν πένητες ἔχουσι τὴν ἀναγκαίαν ἀσχολίαν, τὴν φροντίδα τῆς καθη-μερινῆς ἐργασίας, ἀπὸ τῶν χειρῶν ποιούμενοι τὸν βίον· παιδοτροφίας ἐπιμελοῦνται, γυναικὸς προε-στήκασι, κἂν μὴ κάμωσι, τὰ τῆς ζωῆς αὐτοῖς οἰχή-σεται. Ταῦτα λέγω, οὐχὶ ἀπολογίαν ὑπὲρ ἐκείνων συντιθεὶς, ἀλλὰ δεικνὺς πῶς μείζονος κατηγορίας οἱ πλουτοῦντές εἰσιν ἄξιοι. Ὅσον πλείονος ἀπολαύουσιν ἀδείας, τοσοῦτον καὶ κατακρίσεως, ὅτι οὐδενὶ τού-των κατέχονται.
PG 51:70Οὐχ ὁρᾶτε τοὺς Ἰουδαίους, τοὺς θεομάχους, τοὺς ἀντιπίπτοντας τῷ ἁγίῳ Πνεύματι, τοὺς σκληροτρα-χήλους; Τούτων οἱ μὴ παραγενόμενοι πάντων χεί-ρους εἰσίν. Ἐκείνοις ἐὰν εἴπωσιν οἱ ἱερεῖς ἑπτὰ ἡμέ-ρας ἀργῆσαι, καὶ δέκα, καὶ εἴκοσι, καὶ τριάκοντα, οὐκ ἀντιλέγουσι· καίτοι τί τῆς ἀργίας ἐκείνης χαλε-πώτερον; Τὰς θύρας ἀποκλείουσι, καὶ οὔτε πῦρ καίουσιν, οὐχ ὕδωρ φέρουσιν, οὐκ ἄλλο τι πρὸς τὴν χρείαν τὴν τοιαύτην μεταχειρίζειν ἐφίενται· ἀλλ’ ἔστιν ἅλυσις αὐτοῖς ἡ ἀργία, καὶ οὐδὲ οὕτως ἀντιλέ-γουσιν. Ἐγὼ δὲ οὐδὲν τοιοῦτον λέγω, ὅτι Ἑπτὰ ἡμέ-ρας ἄργησον, οὐδὲ δέκα ἡμέρας· ἀλλὰ δύο μοι δάνει-σον ὥρας τῆς ἡμέρας, καὶ τὰς λοιπὰς αὐτὸς ἔχε· καὶ οὐδὲ τοῦτό μοι τὸ μέτρον εἰσφέρεις. Μᾶλλον δὲ μὴ ἐμοὶ δανείσῃς τὰς δύο ὥρας, ἀλλ’ ἑαυτῷ· ἵνα παρά-κλησίν τινα εὐχῆς δέξῃ πατέρων, ἵνα εὐλογιῶν πε-πληρωμένος ἀναχωρήσῃς, ἵνα πανταχόθεν ἀσφαλὴς ἀπέλθῃς, ἵνα τὰ ὅπλα λαβὼν τὰ πνευματικὰ ἀκατα-γώνιστος γένῃ, ἀχείρωτος τῷ διαβόλῳ. Τί ἡδύτερον, εἰπέ μοι, τῆς ἐνταῦθα διαγωγῆς; Εἰ γὰρ διημερεύειν ἐνταῦθα ἐχρῆν, τί σεμνότερον; τί ἀσφαλέστερον, ὅπου ἀδελφοὶ τοσοῦτοι, ὅπου τὸ Πνεῦμα τὸ ἅγιον, ὅπου Ἰησοῦς μέσος, καὶ ὁ τούτου Πατήρ; Ποίαν ἑτέραν ζητεῖς συναγωγὴν τοιαύτην; ποῖον ἕτερον βουλευτήριον; ποίαν σύνοδον; Τοσαῦτα ἀγαθὰ ἐν τῇ τραπέζῃ, ἐν τῇ ἀκροάσει, ἐν ταῖς εὐλογίαις, ἐν ταῖς εὐχαῖς, ἐν ταῖς συνουσίαις· καὶ σὺ πρὸς ἑτέρας βλέπεις διατριβάς; Καὶ ποίαν ἔχεις συγγνώμην; Ταῦτα οὐχ ἵνα ὑμεῖς ἀκούσητε εἶπον· οὐ γὰρ χρείαν ἔχετε τῶν φαρμάκων τούτων ὑμεῖς, οἱ διὰ τῶν ἔργων ἐπιδειξάμενοι τὴν ὑγίειαν, τὴν ὑπακοὴν, οἱ διὰ τῆς σπουδῆς τὸν πόθον ἁπλώσαντες· ἀλλ’ εἶπον ταῦτα πρὸς ὑμᾶς, ἵνα ἀκούσωσιν οἱ μὴ παρόντες δι’ ὑμῶν. Μὴ εἴπητε, ὅτι κατηγόρησα τῶν μὴ παραγενομένων ἁπλῶς, ἀλλ’ ὅλον ἄνωθεν αὐτοῖς διηγήσασθε τὸν λό-γον. Ἀναμνήσατε αὐτοὺς τῶν Ἰουδαίων, ἀναμνή-σατε αὐτοὺς τῶν βιωτικῶν πραγμάτων· εἴπατε πόσῳ βελτίων ἡ ἐνταῦθα σύναξις, εἴπατε πόσην σπουδὴν περὶ τὰ τοῦ κόσμου πράγματα ἐπιδείκνυνται, εἴπατε πόσος μισθὸς ἕπεται τοῖς ἐνταῦθα συλλεγομένοις. Ἂν γὰρ μόνον εἴπητε, ὅτι κατηγόρησα, τὸν μὲν θυ-μὸν ἠγείρατε, καὶ τραῦμα εἰργάσασθε, τὸ δὲ φάρ-μακον οὐκ ἐπεθήκατε· ἂν δὲ διδάξητε αὐτοὺς, ὅτι οὐχ ὡς ἐχθρὸς κατηγόρησα, ἀλλ’ ὡς φίλος ὀδυνώ-μενος, καὶ πείσητε αὐτοὺς, ὅτι Ἀξιοπιστότερα τραύ-ματα φίλων, ἢ ἑκούσια φιλήματα ἐχθρῶν, δέξον-ται μετὰ πολλῆς ἡδονῆς τὴν κατηγορίαν· οὐ γὰρ τοῖς ῥήμασιν, ἀλλὰ τῇ γνώμῃ τοῦ λέγοντος προς-έξουσιν. Οὕτω θεραπεύετε τοὺς ἀδελφοὺς τοὺς ὑμετέ-ρους. Ἡμεῖς τῆς σωτηρίας ὑπεύθυνοι τῶν παρόντων ὑμῶν, ὑμεῖς τῆς τῶν ἀπολειφθέντων. Οὐ δυνά-

Chapter 3Caput 3. [Latin] · Caput 3. [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:71μεθα αὐτοῖς συγγενέσθαι δι’ ἑαυτῶν· συγγενώμεθα αὐτοῖς δι’ ὑμῶν, καὶ τῆς ὑμετέρας διδασκαλίας· γέφυρά τις ἡμῖν γενέσθω πρὸς ἐκείνους ἡ ὑμετέρα ἀγάπη· ποιήσατε τοὺς ὑμετέρους λόγους διὰ τῆς ὑμετέρας γλώττης διαβῆναι πρὸς τὴν ἐκείνων ἀκρό-ασιν. Τάχα αὐτάρκως εἴρηται ἕνεκεν τῶν ἀπολει-φθέντων τὰ εἰρημένα, καὶ οὐδὲν δεῖ πλέον προσθεῖναι. Ἐνῆν μὲν γὰρ πλείονα εἰπεῖν, ἀλλ’ ἵνα μὴ τὸν καιρὸν ἅπαντα εἰς τοῦτο καταδαπανήσωμεν κατηγοροῦντες, ὑμᾶς δὲ μηδὲν ὠφελοῦντες παραγενομένους αὐτοὺς, φέρε τι καὶ ὑμῖν παραθῶμεν ξένον ὄψον καὶ καινόν· ξένον δὲ καὶ καινὸν λέγω οὐ κατὰ τὴν πνευματικὴν τράπεζαν, ἀλλὰ ξένον κατὰ τὴν ὑμετέραν ἀκρόασιν. γ. Διελέχθημεν ὑμῖν ἀπὸ τῶν ἀποστολικῶν ῥημάτων ἐν ταῖς ἔμπροσθεν ἡμέραις, καὶ ἀπὸ τῶν εὐαγγελι-κῶν, ὅτε περὶ τοῦ Ἰούδα διελεγόμεθα· διελέχθημεν ὑμῖν καὶ ἀπὸ προφητικῶν· σήμερον βουλόμεθα ἀπὸ τῶν Πράξεων τῶν ἀποστόλων εἰπεῖν. Διὰ τοῦτο εἶπον τὸ ὄψον ξένον, καὶ οὐ ξένον. Οὐ ξένον μὲν, ὅτι τῆς ἀκολουθίας ἐστὶ τῶν θείων Γραφῶν, ξένον δὲ, διότι τάχα ἀήθης ὑμῖν ἡ ἀκοὴ πρὸς τὴν τοιαύτην ἀκρόασιν. Πολλοῖς γοῦν τὸ βιβλίον τοῦτο οὐδὲ γνώριμόν ἐστι, πολλοῖς δὲ δοκοῦν σαφὲς εἶναι, πάλιν παρορᾶται· καὶ γίνεται τοῖς μὲν ἡ γνῶσις, τοῖς δὲ ἡ ἄγνοια ῥᾳθυ-μίας ὑπόθεσις. Ἵν’ οὖν καὶ οἱ ἀγνοοῦντες μάθωσι, καὶ οἱ νομίζοντες σαφῶς εἰδέναι, ὅτι πολὺ βάθος νοημά-των ἔχει, ἀναγκαῖον ἀμφοτέρων διορθώσασθαι τὴν ῥᾳθυμίαν τήμερον. Δεῖ δὲ πρότερον μαθεῖν, τίς τὸ βιβλίον ἔγραψεν. Αὕτη γὰρ ἀρίστης ἐρεύνης ἀκολου-θία, πρότερον τὸν γράψαντα ἰδεῖν, εἰ ἄνθρωπός ἐστιν, ἣ ὁ Θεός· κἂν μὲν ἄνθρωπος, παρακρουσώμεθα· Μὴ καλέσητε γὰρ, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς· ἂν δὲ Θεὸς, δεξώμεθα· ἄνωθεν γάρ ἐστι τὸ διδασκα-λεῖον τὸ ἡμέτερον· καὶ γὰρ τοιοῦτον τὸ ἀξίωμα τοῦ θεάτρου τούτου, μηδὲν παρὰ ἀνθρώπων μανθάνειν, ἀλλὰ παρὰ Θεοῦ δι’ ἀνθρώπων. Δεῖ τοίνυν ἐξετάσαι, τίς ὁ γράψας, καὶ πότε ἔγραψε, καὶ περὶ τίνων, καὶ τίνος ἕνεκεν τῇ ἑορτῇ ταύτῃ νενομοθέτηται αὐτὸ ἀναγινώσκεσθαι. Τάχα γὰρ οὐκ ἀκούετε διὰ παντὸς τοῦ ἔτους ἀναγινωσκομένου τοῦ βιβλίου. Καὶ γὰρ καὶ τοῦτο χρήσιμον· καὶ μετὰ τοῦτο ζητῆσαι χρὴ, τίνος ἕνεκεν ταύτην ἔχει τὴν ἐπιγραφὴν, Πράξεις ἀποστόλων. Οὐδὲ γὰρ τὰς ἐπιγραφὰς ἁπλῶς παριέναι χρὴ, οὐδὲ εὐθέως εἰς τὴν ἀρχὴν ἐμβαλεῖν τῆς συγγραφῆς, ἀλλὰ πρότερον ὁρᾷν τὴν προσηγορίαν τοῦ βιβλίου. Καθάπερ γὰρ ἐφ’ ἡμῶν ἡ κεφαλὴ γνωριμώτερον ποιεῖ τὸ λοιπὸν σῶμα, καὶ ἡ ὄψις ἄνωθεν ἐπικειμένη φανερὸν αὐτὸ ἐργάζε-ται, οὕτω καὶ ἡ ἐπιγραφὴ ἄνωθεν πρὸ τῆς ὑφῆς ἐπι-κειμένη ἐπὶ τοῦ μετώπου καταφανέστερον ἡμῖν ποιεῖ τὸ λοιπὸν τῆς γραφῆς. Οὐχ ὁρᾶτε καὶ ἐπὶ τῶν εἰκόνων τοῦτο τῶν βασιλικῶν, ὅτι ἄνω κεῖται μὲν ἡ εἰκὼν, καὶ τὸν βασιλέα ἔχει ἐγγεγραμμένον· κάτω δὲ ἐν τῇ χοίνικι ἐπιγέγραπται τοῦ βασιλέως τὰ τρόπαια, ἡ νίκη, τὰ κατορθώματα; Οὕτω δὴ καὶ ἐπὶ τῶν Γρα-φῶν ἔστιν ἰδεῖν. Γέγραπται μὲν ἡ εἰκὼν ἡ βα-σιλικὴ ἄνωθεν· κάτωθεν δὲ ἐπιγέγραπται ἡ νίκη, τὰ τρόπαια, τὰ κατορθώματα. Οὕτω καὶ ἐπιστολὴν ὅταν δεξώμεθα, ποιοῦμεν· οὐκ εὐθέως διαλύομεν τὸν δε-
PG 51:72σμὸν, οὐδὲ εὐθέως τὰ ἐγκείμενα ἔνδοθεν ἀναγινώσκο-μεν· ἀλλὰ πρότερον τὴν ἔξωθεν ἐπιγραφὴν ἐπερχό-μεθα, καὶ ἐξ ἐκείνης μανθάνομεν καὶ τὸν πέμψαντα, καὶ τὸν ὀφείλοντα ὑποδέξασθαι. Καὶ πῶς οὖν οὐκ ἄτο-πον ἐν μὲν τοῖς βιωτικοῖς τοσαύτῃ κεχρῆσθαι σπουδῇ, καὶ μὴ θορυβεῖσθαι, μηδὲ ταράττεσθαι, ἀλλὰ κατὰ τάξιν ἕκαστον ἐπιέναι· ἐνταῦθα δὲ ἀσχάλλειν, καὶ εὐθέως ἐπιπηδᾷν τῇ ἀρχῇ; Βούλεσθε μαθεῖν ὅση τῆς ἐπιγραφῆς ἡ ἰσχύς; ὅση δύναμις; ὅσος ἀπόκειται θη-σαυρὸς ἐν ταῖς ἀρχαῖς τῶν Γραφῶν; Ἀκούσατε, ἵνα
μὴ καταφρονῆτε τῆς ἐπιγραφῆς τῶν θείων Βιβλίων. Εἰσῆλθεν εἰς τὰς Ἀθήνας ὁ Παῦλός ποτε· ἐν αὐτῷ τῷ βιβλίῳ γέγραπται ἡ ἱστορία αὕτη· εὗρεν ἐν τῇ πόλει οὐχὶ βιβλίον θεῖον, ἀλλὰ βωμὸν εἰδώλων· εὗρεν ἐπιγραφὴν οὕτως ἔχουσαν, Ἀγνώστῳ Θεῷ· καὶ οὐ παρέδραμεν, ἀλλ’ ἀπὸ τῆς ἐπιγραφῆς τοῦ βωμοῦ τὸν βωμὸν καθεῖλε. Παῦλος ὁ ἅγιος, ὁ Πνεύματος χάριν ἔχων, οὐ παρέδραμε βωμοῦ ἐπίγραμμα, καὶ σὺ ἐπιγραφὴν Γραφῶν παρατρέχεις; ἐκεῖνος οὐκ ἀφῆκεν ἅπερ ἔγραψαν Ἀθηναῖοι εἰδωλολάτραι, καὶ σὺ ἅπερ ἔγραψε τὸ Πνεῦμα τὸ ἅγιον οὐ νομίζεις εἶναι ἀναγκαῖα; καὶ ποίαν ἔχεις συγγνώμην; Ἀλλὰ γὰρ ἴδωμεν πόσον τὸ κέρδος ἀπὸ τοῦ ἐπιγράμματός ἐστιν. Ὅταν οὖν ἴδῃς ἐπίγραμμα βωμῷ ἐγκεχαραγμένον τοσαύτην παρασχὸν τὴν ἰσχὺν, μαθήσῃ ὅτι πολλῷ μᾶλλον τὰ ἐπιγράμματα τῶν θείων Γραφῶν τοῦτο ποιῆσαι δυνήσεται. Εἰσῆλθεν εἰς τὴν πόλιν ὁ Παῦ-λος, εὗρε βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ Θεῷ. Τί ἔδει ποιῆσαι; Ἕλληνες πάντες ἦσαν, ἀσεβεῖς πάντες. Τί οὖν ἐχρῆν ποιῆσαι; Ἀπὸ Εὐαγγελίων διαλεχθῆναι; Ἀλλὰ κατεγέλων. Ἀλλ’ ἀπὸ προφητι-κῶν, καὶ τοῦ νόμου γραμμάτων; Ἀλλ’ οὐκ ἐπίστευον. Τί οὖν ἐποίησεν; Ἐπὶ τὸν βωμὸν ἔδραμε, καὶ ἀπὸ τῶν ὅπλων τῶν πολεμίων αὐτοὺς ἐχειρώσατο. Καὶ τοῦτό ἐστιν, ὃ λέγει· Ἐγενόμην τοῖς πᾶσι τὰ πάντα, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος. Εἶδε τὸν βωμὸν, εἶδε τὸ ἐπίγραμμα, ἀνέστη τῷ Πνεύματι. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χάρις· πάντοθεν ποιεῖ κερδαίνειν τοὺς ὑποδεχομέ-νους αὐτήν· τοιαῦτα ἡμῶν τὰ ὅπλα τὰ πνευματικά. Αἰχμαλωτίζοντες γὰρ, φησὶ, πᾶν νόημα πρὸς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Εἶδε τοίνυν τὸν βωμὸν, καὶ οὐκ ἐδειλίασεν· ἀλλὰ μετέστησε τὸν βωμὸν πρὸς ἑαυτόν· μᾶλλον δὲ τὰ γράμματα ἀφεὶς, μετέθηκεν αὐτοῦ τὰ νοήματα· καὶ καθάπερ ἐν πολέμῳ στρατη-γὸς ἰδὼν στρατιώτην ἐν τῇ παρατάξει τῶν πολεμίων γενναῖον, εἶτα λαβόμενος ἀπὸ τῆς κόμης τοῦ στρα-τιώτου, πρὸς τὴν ἑαυτοῦ τάξιν αὐτὸν μεταστήσειε, καὶ παρασκευάσειεν ὑπὲρ αὐτοῦ πολεμεῖν· οὕτω καὶ ὁ Παῦλος ἐποίησε, καθάπερ ἐν παρατάξει πολεμίων τὸ ἐπίγραμμα εὑρὼν ἐν τῷ βωμῷ γεγραμμένον, πρὸς τὴν ἑαυτοῦ τάξιν μετέστησεν, ἵνα μετὰ Παύλου τοῖς Ἀθηναίοις πολεμῇ, ἀλλ’ οὐ μετὰ Ἀθηναίων τὸν Παῦ-λον βάλλῃ· ξίφος γὰρ ἦν τῶν Ἀθηναίων, μάχαιρα ἦν τῶν πολεμίων τὸ ἐπίγραμμα ἐκεῖνο, ἀλλ’ αὕτη ἡ μάχαιρα τῶν πολεμίων τὴν κεφαλὴν ἐξέτεμεν. Οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ τοῖς οἰκείοις αὐτοῦ ὅπλοις ἐχειρώσατο· τοῦτο γὰρ κατὰ λόγον συμβαίνει· τὸ γὰρ καινὸν καὶ παράδοξον, ὅταν τὰ τῶν πολεμίων ὅπλα, ταῦτα μηχανήματα τοῖς πολεμίοις προσάγηται· ὅταν τὸ ξίφος, ὃ καθ’ ἡμῶν βαστάζουσι, τοῦτο αὐτοῖς τὴν καιρίαν ἐπαγάγῃ πληγήν.

Chapter 4. Paul compared with David [Greek] · Chapter 4. Paul compared with David [Latin]Caput 4: Comparatur Paulus cum Davide [Graecum] · Caput 4: Comparatur Paulus cum Davide [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:73δ. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις. Οὕτω καὶ ὁ Δαυὶ̈δ ἐποίησέ ποτε· ἐξῆλθε γυμνὸς τῶν ὅπλων, ἵνα φανῇ γυμνὴ ἡ τοῦ Θεοῦ χάρις. Μηδὲν γὰρ, φησὶν, ἀνθρώπινον ἔστω, ὅταν Θεὸς ὑπὲρ ἡμῶν πολεμῇ. Ἐξῆλθε τοίνυν γυμνὸς τῶν ὅπλων, καὶ κατήνεγκε τὸν πύργον ἐκεῖνον. Εἶτα ἐπειδὴ ὅπλα οὐκ εἶχε, δρα-μὼν ἥρπασε τὴν μάχαιραν τοῦ Γολιὰθ, καὶ οὕτω τὴν κεφαλὴν ἐξέτεμε τὴν τοῦ βαρβάρου· οὕτω καὶ Παῦ-λος ἐποίησεν ἐπὶ τοῦ ἐπιγράμματος τούτου. Καὶ ἵνα σαφέστερος γένηται ὁ τῆς νίκης τρόπος, καὶ τὴν δύναμιν ὑμῖν τοῦ ἐπιγράμματος ἐρῶ. Εὗρε τοίνυν ὁ Παῦλος ἐν Ἀθήναις βωμὸν, ἐν ᾧ ἐπεγέγραπτο Ἀγνώστῳ Θεῷ. Τίς δὲ ἦν ὁ ἀγνοούμενος, ἀλλ’ ἢ ὁ Χριστός; Εἶδες πῶς ἐξῃχμαλώτισε τὸ ἐπίγραμμα, οὐκ ἐπὶ κακῷ τῶν γραψάντων, ἀλλ’ ἐπὶ σωτηρίᾳ αὐτῶν καὶ προνοίᾳ; Τί οὖν; Οἱ Ἀθηναῖοι διὰ τὸν Χριστὸν ἔγραψαν τοῦτο, φησίν; Εἰ διὰ τὸν Χριστὸν ἔγραψαν οἱ Ἀθηναῖοι, οὐκ ἦν οὕτω θαυμαστόν· ἀλλὰ τοῦτό ἐστι τὸ θαυμαστὸν, ὅτι ἐκεῖνοι μὲν ἄλλως ἔγραψαν, οὗτος δὲ ἴσχυσεν ἄλλως αὐτὸ μεταβαλεῖν. Πρότερον ἀναγ-καῖον εἰπεῖν τίνος ἕνεκεν οἱ Ἀθηναῖοι ἔγραψαν, Ἀγνώστῳ Θεῷ. Τίνος οὖν ἕνεκεν ἔγραψαν; Πολλοὺς εἶχον θεοὺς ἐκεῖνοι, μᾶλλον δὲ πολλοὺς δαίμονας· Πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. Εἶχον καὶ ἐπιχωρίους, καὶ ξένους. Ὁρᾶτε ὅσος ὁ κατάγελως. Εἰ γὰρ Θεός ἐστιν, οὐκ ἔστι ξένος· τῆς γὰρ οἰκου-μένης ἁπάσης Δεσπότης ἐστί. Τούτων τοίνυν τοὺς μὲν παρὰ πατέρων εἶχον δεξάμενοι, τοὺς δὲ ἀπὸ τῶν πλησίον ἐθνῶν, οἷον ἀπὸ Σκυθῶν, ἀπὸ Θρᾳκῶν, ἀπὸ Αἰγυπτίων· καὶ εἰ τῆς ἔξωθεν παιδεύσεως ἦτε ἔμπει-ροι, καὶ ταύτας ἂν ὑμῖν ἀνέγνων τὰς ἱστορίας πάσας. Ἐπεὶ οὖν οὐκ ἐξ ἀρχῆς πάντας ἐδέξαντο, ἀλλὰ κατὰ μικρὸν εἰσηνέχθησαν αὐτοῖς, οἱ μὲν ἐπὶ τῶν πατέ-ρων, οἱ δὲ ἐπὶ τῆς γενεᾶς τῆς ἑαυτῶν, συνελθόντες εἶπον πρὸς ἀλλήλους· ὅτι Ὥσπερ τούτους ἠγνοοῦμεν, φασὶν, ἔπειτα ὕστερον αὐτοὺς ἐδεξάμεθα καὶ ἐγνω-ρίσαμεν, οὕτω συμβαίνει καὶ ἄλλον εἶναι ἀγνοούμε-νον, καὶ ὄντα μὲν Θεὸν, οὐ γνωριζόμενον δὲ ὑφ’ ἡμῶν· καὶ διὰ τοῦτο λανθάνει ἀμελούμενος, καὶ μηδὲ θερα-πευόμενος. Τί οὖν ἵνα γένηται; Ἔστησαν βωμὸν, καὶ ἔγραψαν, Ἀγνώστῳ Θεῷ, τοῦτο λέγοντες διὰ τοῦ ἐπιγράμματος· ὅτι Καὶ εἴ τίς ἐστι θεὸς ἕτερος οὐδέπω γνωρισθεὶς ἡμῖν, κἀκεῖνον θεραπεύσωμεν. Ὅρα ὑπερ-βολὴν δεισιδαιμονίας. Διὰ τοῦτο ὁ Παῦλος ἀρχόμενος ἔφη, Κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς ὁρῶ· οὐ γὰρ τοὺς γνωρίμους ὑμῖν δαίμονας θερα-πεύετε μόνον, ἀλλὰ καὶ τοὺς οὐδέπω γνωρισθέντας ὑμῖν. Ἐκεῖνοι μὲν διὰ τοῦτο ἐπέγραψαν, Ἀγνώστῳ Θεῷ, ὁ δὲ Παῦλος ἡρμήνευσεν. Οἱ μὲν γὰρ τοῦτο περὶ ἄλλων ἔλεγον, αὐτὸς δὲ αὐτὸ μετέστησεν ἐπὶ τὸν Χριστὸν, αἰχμαλωτίσας τὸ νόημα, καὶ μεθ’ ἑαυτοῦ στήσας ἐν τῇ παρατάξει τῇ ἑαυτοῦ· Ὃν γὰρ ἀγνοοῦντες εὐσεβεῖτε ὑμεῖς, τοῦτον ἐγὼ καταγ-γέλλω, φησίν· ἄγνωστος γὰρ Θεὸς οὐδεὶς ἄλλος ἐστὶν ἢ ὁ Χριστός. Καὶ ὅρα σύνεσιν πνευματικήν. Ἔμελλον αὐτῷ μετὰ ταῦτα ἐγκαλεῖν, ὅτι Ξενίζοντα εἰσφέρεις δόγματα εἰς τὰς ἀκοὰς ἡμῶν, ὅτι καινο-τομεῖς, ὅτι θεὸν εἰσφέρεις, ὃν οὐκ ἴσμεν. Βουλόμενος τοίνυν ἀπαλλαγῆναι τῆς ὑποψίας τῆς κατὰ τὴν και-νοτομίαν, καὶ δεῖξαι ὅτι οὐ ξένον κηρύττει θεὸν, ἀλλ’ ὃν προλαβόντες διὰ τῆς θεραπείας ἐτίμησαν, ἐπήγαγε καὶ εἶπεν· ὅτι Ὃν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὑμεῖς με προελά-βετε, φησίν· ἔφθασεν ὑμῶν ἡ θεραπεία τὸ ἐμὸν

Chapter 5: Who are the true neophytesCaput 5: Neophyti qui veri sint [Graecum] · Caput 5: Neophyti qui veri sint [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:74κήρυγμα. Μὴ τοίνυν ἐγκαλεῖτε, ὅτι ξένον εἰσφέρω θεόν· τοῦτον γὰρ καταγγέλλω, ὃν ὑμεῖς ἀγνοοῦντες θεραπεύετε, οὐκ ἀξίῳ μὲν αὐτοῦ τρόπῳ, θεραπεύετε δὲ ὅμως. Οὐ γὰρ τοιοῦτος βωμὸς ἵσταται τῷ Χρι-στῷ, ἀλλὰ βωμὸς ἔμψυχος καὶ πνευματικός· ἀλλ’ ἀπὸ τούτου ὑμᾶς καὶ πρὸς ἐκεῖνον ἀναγαγεῖν δύναμαι. Οὕτω καὶ Ἰουδαῖοι τὸ παλαιὸν ἐθεράπευον· ἀλλ’ ἀπέ-στησαν ἀπὸ τῆς σωματικῆς θεραπείας, καὶ ἦλθον ἐπὶ τὴν πνευματικὴν οἱ πιστεύσαντες ἅπαντες. Εἶδες σοφίαν Παύλου; εἶδες σύνεσιν; εἶδες πῶς αὐτοὺς ἐχειρώσατο, οὐκ ἀπὸ Εὐαγγελίων, οὐκ ἀπὸ προφη-τικῶν, ἀλλὰ ἀπὸ ἐπιγράμματος; Μὴ παράτρεχε τοί-νυν, ἀγαπητὲ, τὴν ἐπιγραφὴν τῶν θείων λογίων· ἂν μὲν νήφῃς καὶ ἐγρήγορος ᾖς, καὶ ἐν ἀλλοτρίοις εὑ-ρίσκεις τι χρήσιμον· ἂν δὲ ῥᾴθυμος καὶ ἀναπεπτω-κὼς, οὐδὲ ἀπὸ τῶν θείων Γραφῶν ἔσται σοί τι πλέον. Ὥσπερ γὰρ ὁ εἰδὼς κερδαίνειν, πανταχόθεν κερδαί-νει· οὕτω καὶ ὁ μὴ εἰδὼς, κἂν θησαυρὸν εὕρῃ, κενὸς
ἄπεισι. Βούλεσθε εἴπω καὶ ἕτερόν τι τοιοῦτον ἐπι-χείρημα, ὅπερ ἄλλος μὲν μεθ’ ἑτέρας ἐφθέγξατο δια-νοίας, ὁ δὲ εὐαγγελιστὴς πρὸς ἑαυτὸν μετέθηκε τῶν εἰρημένων τὴν δύναμιν; Οὐκοῦν προσέχετε ἀκριβῶς, ἵνα μάθητε, ὅτι κἀκεῖνος ᾐχμαλώτισε τὸ νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· ἵνα μάθητε, ὅτι εἰ τὰ ἀλλότρια αἰχμαλωτίζειν δυνάμεθα, πολλῷ μᾶλλον ἐν τοῖς οἰκείοις ἐμπορευσόμεθα καὶ κερδανοῦμεν. Ὁ Καϊάφας ἀρχιερεὺς ἦν τοῦ ἐνιαυτοῦ ἐκείνου· καὶ γὰρ καὶ τοῦτο τῆς Ἰουδαϊκῆς ἐγένετο πονηρίας· κατ-ῄσχυνον γὰρ τὸ τῆς ἱερωσύνης ἀξίωμα, ὠνητοὺς ποιήσαντες ἀρχιερέας. Ἔμπροσθεν δὲ οὐχ οὕτως ἦν, ἀλλὰ τῇ τελευτῇ μόνῃ κατελύετο ἡ ἱερωσύνη τοῦ ἀρχιερέως· τότε δὲ καὶ ζῶντες παρελύοντο τῆς τιμῆς. Ἀρχιερεὺς τοίνυν ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ὁ Καϊά-φας, καθώπλιζε κατὰ τοῦ Χριστοῦ τοὺς Ἰουδαίους, καὶ ἔλεγεν· ὅτι δεῖ τοῦτον ἀποθανεῖν, ἐγκαλεῖν μὲν οὐδὲν ἔχων, βασκανίᾳ δὲ τηκόμενος. Τοιοῦτον γὰρ ὁ φθόνος· τῶν εὐεργεσιῶν τοιαύτας ἀποδίδωσι τὰς ἀμοιβάς. Ὅθεν καὶ τὴν αἰτίαν διδάσκων τῆς ἐπι-βουλῆς, ἔλεγε· Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀπο-θάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Τούτου τοῦ ῥήματος ἡ δύναμις ὅρα πῶς μεθ’ ἡμῶν ἐγένετο· ἵνα μάθῃς ὅτι τὸ μὲν ῥῆμα ἦν τοῦ ἱερέως, τὸ δὲ νόημα ἠδυνήθη γενέσθαι πνευματικόν. Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Τοῦτο δὲ οὐκ ἔλεγεν ἀφ’ ἑαυτοῦ, φη-σὶν, ἀλλ’ ὅτι ἀρχιερεὺς ἦν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν, ὅτι δεῖ τὸν Χριστὸν ἀποθανεῖν, οὐ μόνον ὑπὲρ Ἰουδαίων, ἀλλὰ καὶ ὑπὲρ ὅλου τοῦ ἔθνους· διὰ τοῦτο καὶ ἔλεγεν, ὅτι Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπό-ληται. Εἶδες δύναμιν Θεοῦ, πῶς τὴν γλῶτταν τῶν ἐχθρῶν ἀναγκάζει τὰ ὑπὲρ τῆς ἀληθείας λέγειν; ε. Ἵνα μὲν οὖν μὴ παρατρέχωμεν τὰς ἐπιγραφὰς τῶν θείων Γραφῶν, ἀρκούντως ταῦτα εἴρηται. ἐὰν μνημονεύητε· ἐβουλόμην δὲ εἰπεῖν, καὶ τίς ὁ γράψας τὸ βιβλίον, καὶ πότε, καὶ τίνος ἕνεκεν ἔγραψεν. Ἀλλὰ τέως ταῦτα κατέχωμεν· ἐκεῖνα δὲ εἰς τὴν ἐπιοῦσαν, ἐὰν ὁ Θεὸς θέλῃ, ἀποδώσομεν. Βούλομαι γὰρ λοιπὸν
PG 51:75πρὸς τοὺς νεοφωτίστους ἀγαγεῖν τὸν λόγον. Νεοφω-τίστους δὲ λέγω, οὐχὶ τοὺς πρὸ δύο καὶ τριῶν, οὐδὲ πρὸ δέκα ἡμερῶν φωτισθέντας μόνον, ἀλλὰ καὶ τοὺς πρὸ ἐνιαυτοῦ, καὶ τοὺς πρὸ πλείονος χρόνου· καὶ γὰρ καὶ τούτους οὕτω χρὴ καλεῖν. Εἰ γὰρ πολλὴν σπουδὴν ἐπιδεικνύμεθα περὶ τὴν ἑαυτῶν ψυχὴν, ἔξ-εστι καὶ μετὰ δέκα ἔτη εἶναι νεοφωτίστους, ἐὰν τὴν νεότητα τὴν ἀπὸ τοῦ φωτίσματος ἐγγινομένην ἡμῖν διασώσωμεν. Οὐδὲ γὰρ ὁ χρόνος ποιεῖ νεοφώτιστον, ἀλλ’ ὁ βίος ὁ καθαρός· ἐγχωρεῖ γὰρ καὶ μετὰ δύο ἡμέρας ἀπολέσαι τὸ ἀξίωμα τῆς προσηγορίας τὸν μὴ προσέχοντα. Καὶ τούτου παράδειγμα ὑμῖν ἐρῶ, πῶς νεοφώτιστος εὐθέως ἀπώλεσε μετὰ δύο ἡμέρας καὶ τὴν χάριν τοῦ νεοφωτίστου καὶ τὴν τιμήν. Λέγω δὲ τὸ παράδειγμα, ἵνα ἰδόντες τὸ πτῶμα, ἀσφαλίσησθε τὴν ἑαυτῶν σωτηρίαν. Οὐ γὰρ ἀπὸ τῶν ἑστώτων ὑμᾶς μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ὑπεσκελισμένων διορ-θοῦσθαι χρὴ καὶ θεραπεύειν. Σίμων ὁ μάγος μετε-βάλετο, φησὶ, καὶ βαπτισθεὶς προσκαρτερῶν ἦν τῷ Φιλίππῳ, θεωρῶν τὰ σημεῖα· ἀλλὰ μετ’ ὀλίγας ἡμέ-ρας εὐθέως ἐπανῆλθεν ἐπὶ τὴν ἑαυτοῦ κακίαν, καὶ διὰ χρημάτων ἐβούλετο τὴν σωτηρίαν πρίασθαι. Τί οὖν φησι τῷ νεοφωτίστῳ ὁ Πέτρος; Εἰς χολὴν πι-κρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα· διὸ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ κακία αὕτη. Οὔπω ἐνέβη εἰς τοὺς ἀγῶνας, καὶ εὐ-θέως ἔπεσεν εἰς πτῶμα ἀσύγγνωστον. Ὥσπερ οὖν ἔστι μετὰ δύο ἡμέρας πεσεῖν, καὶ ἀπολέσαι τὴν προσηγορίαν τοῦ νεοφωτίστου καὶ τὴν χάριν, οὕτω καὶ μετὰ δέκα ἔτη καὶ εἴκοσι καὶ μέχρι τῆς ἐσχάτης ἡμέρας ἔστιν ἔχειν καὶ λαμπρὸν τοῦτο καὶ σεμνὸν ὄνομά τε καὶ πρᾶγμα. Καὶ τούτου μάρτυς ἀπόστολος Παῦλος, ἐν γήρᾳ διαλάμψας μειζόνως. Ἐπειδὴ γὰρ ἡ νεότης αὕτη οὐκ ἀπὸ φύσεως, ἀλλ’ ἑκατέρας προ-αιρέσεως ἡμεῖς ἐσμεν κύριοι, καὶ τὸ γηρᾶσαι καὶ μεῖναι νέους ἐν ἡμῖν ἐστι κείμενον. Ἐπὶ μὲν γὰρ τοῦ σώματος κἂν ἅπαντά τις ἐπισπουδάζῃ, κἂν ἅπαντά τις πραγματεύηται, καὶ μὴ κατατρίβῃ τὸ σῶμα, κἂν ποιῇ μένειν ἔνδον, κἂν μὴ κατατείνῃ τοῖς πόνοις αὐτὸ καὶ τοῖς συνεχέσιν ἔργοις, πάντως κατὰ τὸν τῆς φύσεως νόμον καὶ οὕτως αὐτὸ καταλήψεται τὸ γῆρας· ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως· ἀλλ’ ἂν μὴ κατατρίβῃς αὐτὴν, μηδὲ κατατείνῃς πόνοις βιωτικοῖς καὶ κοσμικαῖς φροντίσι, μένει διαπαντὸς ἀκραιφνῆ τὴν νεότητα διατηροῦσα. Οὐχ ὁρᾶτε τούτους τοὺς ἀστέρας τοὺς ἐν τοῖς οὐρανοῖς; Ἑξακισχίλια λοιπὸν ἡμῖν ἔτη φαίνουσι, καὶ οὐδεὶς αὐτῶν ἀμαυρότερος γέγονεν. Εἰ δὲ ἔνθα φύσις, οὕτως ἔμεινεν ἀκμαῖον τὸ φῶς· ἔνθα προαίρεσις, οὐ πολλῷ μᾶλλον μενεῖ τοιοῦτον, οἷον ἐξ ἀρχῆς ἔλαμψε; Μᾶλλον δὲ, ἐὰν ἐθέλωμεν, οὐ τοιοῦτον μόνον μενεῖ, ἀλλὰ καὶ λαμπρότερον ἔσται, ὡς καὶ πρὸς αὐτὰς ἁμιλλᾶσθαι τὰς ἡλιακὰς ἀκτῖνας. Βούλει μαθεῖν πῶς ἔξεστι καὶ μετὰ χρόνον εἶναι νεοφωτί-στους; Ἄκουσον τί φησιν ὁ Παῦλος πρὸς ἀνθρώπους πρὸ πολλοῦ τοῦ χρόνου πεφωτισμένους· Ἐν οἷς φαί-νεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέ-χοντες εἰς καύχημα ἐμοί. Ἀπεδύσασθε τὸ παλαιὸν καὶ διεῤῥωγὸς ἱμάτιον, ἠλείψασθε τὸ μύρον τὸ πνευ-ματικὸν, ἐλεύθεροι πάντες ἐγένεσθε· μηδεὶς λοιπὸν ἐπὶ τὴν δουλείαν ἐπανερχέσθω τὴν προτέραν. Πόλε-μός ἐστι τὰ πράγματα καὶ ἀγών.
PG 51:76Οὐδεὶς ἀγωνίζεται δοῦλος, οὐδεὶς στρατεύεται οἰ-κέτης· ἀλλ’ ἐὰν ἁλῷ δοῦλος ὢν, μετὰ τιμωρίας ἐκ-βάλλεται τοῦ τῶν στρατιωτῶν καταλόγου. Οὐκ ἐπὶ τῆς στρατείας δὲ ταύτης, ἀλλὰ καὶ ἐπὶ τῶν Ὀλυμ-πιακῶν ἀγώνων τὸ αὐτὸ τοῦτο ἔθος κρατεῖ. Μετὰ γὰρ τὰς τριάκοντα ἡμέρας τὰς ἐνταῦθα ἀναγαγόντες αὐ-τοὺς εἰς τὸ προάστειον περιάγουσι, καὶ τοῦ θεάτρου καθημένου παντὸς, βοᾷ ὁ κήρυξ, Μή τις τούτου κατ-ηγορεῖ; ὥστε αὐτὸν ἀποσκευασάμενον τῆς δουλείας τὴν ὑποψίαν, οὕτως εἰς τοὺς ἀγῶνας ἐμβῆναι. Εἰ δὲ ὁ διάβολος οὐ δέχεται δούλους εἰς τοὺς ἀγῶνας τοὺς ἑαυτοῦ, πῶς σὺ τολμᾷς δοῦλος γενόμενος τῆς ἁμαρ-τίας εἰς τοὺς ἀγῶνας ἐμβῆναι τοῦ Χριστοῦ; Ἐκεῖ μὲν ὁ κήρυξ λέγει, Μή τις τούτου κατήγορος; ἐνταῦθα δὲ ὁ Χριστὸς οὐχ οὕτω λέγει· ἀλλὰ κἂν ἅπαντες αὐτοῦ κατηγορήσωσι πρὸ τοῦ βαπτίσματος, λέγει, Ἐγὼ δέξομαι αὐτὸν, καὶ ἀποσκευάσομαι τῆς δουλείας, καὶ ποιήσας ἐλεύθερον εἰς τοὺς ἀγῶνας εἰσάξω. Εἶδες φιλανθρωπίαν ἀγωνοθέτου; Οὐ ζητεῖ τὰ πρότερα, ἀλλὰ τῶν μετὰ ταῦτα εὐθύνας ἀπαιτεῖ. Ὅτε δοῦλος ἦς, μυρίους εἶχες κατηγόρους, τὸ συνειδὸς, τὰ ἁμαρ-τήματα, τοὺς δαίμονας ἅπαντας. Οὐδείς με, φησὶν, ἐκείνων ἐκίνησε κατὰ σοῦ, οὐδὲ ἐνόμισά σε ἀνάξιον τῶν ἀγώνων τῶν ἐμῶν, ἀλλ’ ἐδεξάμην εἰς τὰ παλαί-σματα, οὐκ ἀπὸ τῆς ἀξίας τῆς σῆς, ἀλλ’ ἀπὸ τῆς ἐμῆς φιλανθρωπίας. Μένε τοίνυν καὶ ἀγωνίζου, κἂν τρέχειν δέῃ, κἂν πυκτεύειν, κἂν παγκρατιάζειν· μὴ ἀδήλως, μηδὲ ἁπλῶς, μηδὲ εἰκῆ. Ἄκουσον τί ἐποίη-σεν ὁ Παῦλος· Εὐθέως ἀπὸ τῶν ναμάτων ἀναβὰς, αὐτίκα ἀπὸ τοῦ βαπτίσματος ἠγωνίζετο, ἐκήρυττεν ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ συνέχυνε τοὺς Ἰουδαίους ἀπὸ πρώτης. Ἀλλ’ οὐ δύνασαι κηρῦξαι σὺ, οὐδὲ ἔχεις διδασκαλικὸν λόγον; Οὐκοῦν δίδαξον διὰ τῶν ἔργων καὶ τῆς πολιτείας, διὰ τῆς λαμπρό-
τητος τῶν πράξεων. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὐ δύνασαι συγχέειν Ἰουδαίους διὰ τῆς φωνῆς; Ποίησον αὐτοὺς συγχυ-θῆναι διὰ τῆς πολιτείας, ποίησον καὶ Ἕλληνας θορυβηθῆναι διὰ τῆς μεταβολῆς. Ὅταν γὰρ ἴδωσι τὸν πρὸ τούτου ἀσελγῆ, τὸν πονηρὸν, τὸν ἠμελημένον, τὸν διεφθαρμένον, ἀθρόον μεταβεβλημένον, καὶ μετὰ τῆς μεταβολῆς τῆς κατὰ τὴν χάριν, μεταβολὴν τὴν κατὰ τὴν πολιτείαν ἐνδεικνύμενον, οὐ συγχυθήσονται καὶ ἐροῦσιν, ὅπερ ἐπὶ τοῦ τυφλοῦ οἱ Ἰουδαῖοι ἔλεγόν ποτε, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος, αὐτός ἐστι; Συγκεχυμένων γὰρ ταῦτα τὰ ῥήματα, ἀμφιβάλλειν περὶ τοῦ γνωρίμου, διαστασιάζειν πρὸς ἑαυτοὺς, τῷ οἰκείῳ συνειδότι μὴ πιστεύειν, μηδὲ τοῖς ἑαυτῶν ὀφθαλμοῖς. Ἀπέβαλεν ἐκεῖνος τὴν σωματικὴν πήρω-σιν, ἀπέβαλες σὺ τὴν ψυχικὴν πήρωσιν· ἀνέβλεψεν ἐκεῖνος εἰς τὸν ἥλιον τοῦτον, ἀνάβλεψον σὺ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης. Ἐπέγνως τὸν Δεσπότην· ἄξια τοίνυν πρᾶξον τῆς ἐπιγνώσεως· ἵνα καὶ τῆς βασι-λείας τῶν οὐρανῶν ἐπιτύχῃς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Chapter 1: The Church is conquered neither by persecutions nor by any other meansCum in veterei ecclesia longo intercallo celebrata collecta esset; [Graecum] · Caput 1: Ecclesia nec persecutionibus nec alio modo vincitur [Graecum] · Cum in veterei ecclesia longo intercallo celebrata collecta esset; [Latin] · Caput 1: Ecclesia nec persecutionibus nec alio modo vincitur [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:77Συνάξεως διὰ χρόνου ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ γενομένης, εἰς τὴν ἐπιγραφὴν τῶν Πράξεων τῶν ἀποστόλων, καὶ ὅτι χρησιμώτερος βίος ἐνάρετος σημείων καὶ θαυμάτων, καὶ κατὰ τί διαφέρει πο-λιτεία σημείων. α. Διὰ χρόνου πρὸς τὴν μητέρα ἡμῶν ἐπανήλθομεν πάλιν, τὴν ποθεινὴν καὶ ἐπέραστον ταύτην ἅπασιν ἐκκλησίαν, πρὸς τὴν μητέρα ἡμῶν καὶ τῶν ἐκκλη-σιῶν ἁπασῶν. Μήτηρ μὲν γὰρ, οὐχ ὅτι τῷ χρόνῳ πρεσβυτέρα μόνον ἐστὶν, ἀλλ’ ὅτι καὶ ὑπὸ ἀποστο-λικῶν ἐθεμελιώθη χειρῶν· διὰ τοῦτο πολλάκις καὶ κατασκαφεῖσα διὰ τὸ ὄνομα τοῦ Χριστοῦ, πάλιν ὠρ-θώθη διὰ τῆς δυνάμεως τοῦ Χριστοῦ. Οὐ γὰρ αἱ ἀπο-στολικαὶ μόνον αὐτὴν ἐθεμελίωσαν χεῖρες, ἀλλὰ καὶ τοῦ Δεσπότου τῶν ἀποστόλων ἡ ἀπόφασις ἐτείχισεν αὐτὴν καινῷ καὶ παραδόξῳ τειχισμοῦ τρόπῳ. Οὐ γὰρ ξύλα καὶ λίθους συνθεὶς, οὕτως ᾠκοδόμησε τὸν περί-βολον, οὐδὲ τάφρον ἔξωθεν περιελάσας, καὶ σκόλοπας καταπήξας, καὶ πύργους ἀναστήσας, οὕτως αὐτὴν ἠσφαλίσατο· ἀλλ’ ἐφθέγξατο δύο ῥήματα ψιλὰ μόνον, καὶ ταῦτα ἤρκεσεν ἀντὶ τείχους αὐτῇ, καὶ πύργου, καὶ τάφρου, καὶ ἀσφαλείας ἁπάσης. Καὶ τίνα ἐστὶ τὰ ῥήματα ταῦτα, ἃ τοσαύτην ἔχει τὴν ἰσχύν; Ἐπὶ τῇ πέτρᾳ ταύτῃ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Τοῦτό ἐστι τὸ τεῖχος, τοῦτο ὁ περίβολος, τοῦτο ἡ ἀσφάλεια, τοῦτο λιμὴν καὶ καταφυγή. Σὺ δέ μοι σκόπει κἀντεῦ-θεν τοῦ τείχους τὸ ἀῤῥαγές. Οὐ γὰρ εἶπεν, ὅτι ἀν-θρώπων ἐπιβουλαὶ οὐ κατισχύσουσιν αὐτῆς μόνον, ἀλλ’ ὅτι οὐδ’ αὐταὶ αἱ μηχαναὶ τοῦ ᾅδου· Πύλαι γὰρ, φησὶν, ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Οὐκ εἶπεν, Οὐ προσβαλοῦσιν αὐτῇ, ἀλλ’ ὅτι Οὐ κατισχύσου-σιν αὐτῆς· προσβαλοῦσι μὲν γὰρ, οὐ περιέσονται δὲ αὐτῆς. Ἀλλὰ τί ποτέ ἐστι, Πύλαι ᾅδου; τάχα γὰρ ἀσαφὲς τὸ εἰρημένον. Μάθωμεν τί ἐστι πύλη πόλεως, καὶ τότε εἰσόμεθα τί ἐστι πύλη ᾅδου. Πύλη πόλεώς ἐστιν εἴσοδος ἡ εἰς τὴν πόλιν· οὐκοῦν καὶ πύλη ᾅδου ἐστὶ κίνδυνος εἰς τὸν ᾅδην φέρων. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν· Ἂν τοιοῦτοι κίνδυνοι καταῤ-ῥαγῶσι καὶ προσβάλωσιν, ὡς πρὸς αὐτὸν ἐνεγκεῖν ἡμᾶς τὸν ᾅδην, ἀπερίτρεπτος ἡ Ἐκκλησία μένει. Ἠδύνατο μὲν γὰρ μὴ ἀφεῖναι πεῖραν αὐτὴν λαβεῖν τῶν δεινῶν· τίνος οὖν ἕνεκεν ἀφῆκεν; Ὅτι πολλῷ μεῖζόν ἐστι τοῦ κωλῦσαι τοὺς πειρασμοὺς τὸ συγχω-ρήσαντα τοὺς πειρασμοὺς ἐλθεῖν, μηδὲν ἀφεῖναι δεινὸν ἐκ τῆς ἐπαγωγῆς τούτων παθεῖν. Διὰ τοῦτο ἀφῆκε πάντας ἐπελθεῖν τοὺς πειρασμοὺς, ἵνα δοκιμωτέραν αὐτὴν ἐργάσηται· Ἡ γὰρ θλίψις ὑπομονὴν κατερ-γάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν. Καὶ ἵνα τὴν δύνα-μιν τὴν ἑαυτοῦ μετὰ πλείονος ἐπιδείξηται περιουσίας, ἐξ αὐτῶν τῶν πυλῶν τοῦ θανάτου ἐξαρπάζει αὐτήν. Διὰ τοῦτο καὶ τὸ κλυδώνιον εἴασε γενέσθαι, καὶ βαπτισθῆναι τὸ σκάφος οὐκ εἴασεν. Οὕτω καὶ κυβερ-νήτην θαυμάζομεν, οὐχ ὅταν ἐξ οὐρίας πλέων, οὐδ’ ὅταν κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος διασώσῃ τὸ σκάφος· ἀλλ’ ὅταν τῆς θαλάσσης στασιαζούσης, καὶ τῶν κυμάτων ἀγριουμένων, καὶ τοῦ χειμῶνοσ
PG 51:78καταῤῥηγνυμένου, τὴν τέχνην πρὸς τὴν τῶν ἀνέμων ἀντιστήσας φορὰν, ἐκ μέσου τοῦ χειμῶνος ἐξαρπάσῃ τὸ πλοῖον. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Καθάπερ πλοῖον ἐν θαλάττῃ τὴν Ἐκκλησίαν ἐν τῇ οἰκουμένῃ φέρεσθαι πάλιν ἀφεὶς, οὐ κατέλυσε τὴν ζάλην, ἀλλ’ ἐξήρπασε τῆς ζάλης· οὐ κατέστειλε τὴν θάλασσαν, ἀλλ’ ἠσφαλίσατο τὴν ναῦν· καὶ διανισταμένων τῶν πανταχοῦ δήμων, καθάπερ κυμάτων ἀγρίων, καὶ προσβαλόντων αὐτῇ τῶν πνευμάτων τῶν πονηρῶν, καθάπερ χαλεπῶν ἀνέμων, καὶ πάντοθεν ἐγειρομένου τοῦ χειμῶνος, πολλὴν τῇ Ἐκκλησίᾳ τὴν γαλήνην ἐποίει· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐ μόνον ὁ χειμὼν οὐ κατέκλυσε τὴν ναῦν, ἀλλ’ ὅτι καὶ τὸν χειμῶνα ἡ ναῦς κατέλυσεν. Οἱ γὰρ διωγμοὶ οἱ συνεχεῖς οὐ μόνον οὐ κατεπόντισαν τὴν Ἐκκλησίαν, ἀλλὰ καὶ διελύθη-σαν ὑπὸ τῆς Ἐκκλησίας. Πῶς καὶ τίνα τρόπον, καὶ πόθεν; Ἀπὸ τῆς ἀποφάσεως ταύτης τῆς λεγούσης, Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Πόσα ἔκα-μον Ἕλληνες, ὥστε τὸ ῥῆμα τοῦτο καθελεῖν, ὥστε ἄκυρον ποιῆσαι τὴν ἀπόφασιν, καὶ οὐκ ἴσχυσαν κατα-λῦσαι; Θεοῦ γὰρ ἡ ἀπόφασις ἦν. Καὶ καθάπερ πύργον ἐξ ἀδαμαντίνων λίθων συγκείμενον, σιδήρῳ συνδεδε-μένον ἀκριβῶς, οἱ πολέμιοι πανταχόθεν βάλλοντες, οὔτε τὴν οἰκοδομὴν χαυνοῦσιν, οὔτε τὴν ἁρμονίαν παραλύουσιν, ἀλλ’ ἀπέρχονται τὸν μὲν πύργον μηδὲν καταβλάψαντες, μηδὲ ποιήσαντές τι κακὸν, τὴν δὲ ἑαυτῶν καταλύσαντες δύναμιν· οὕτω δὴ καὶ τὸ ῥῆμα τοῦτο, καθάπερ πύργον ὑψηλὸν ἐν μέσῃ τῇ οἰκουμένῃ μετὰ ἀσφαλείας τετειχισμένον, οἱ Ἕλληνες παντα-χόθεν βάλλοντες, αὐτόν τε ἰσχυρὸν ἀπέφηναν, τὴν δὲ ἑαυτῶν καταλύσαντες ἰσχὺν, οὕτως ἀπέθανον. Τί γὰρ οὐκ ἐμηχανήσαντο κατὰ τῆς ἀποφάσεως ταύτης; Στρατόπεδα παρεσκευάζετο, ὅπλα ἐκινεῖτο, βασιλεῖς καθωπλίζοντο, δῆμοι διηγείροντο, πόλεις διανίσταντο, δικασταὶ παρωξύνοντο, ἅπαν τιμωρίας εἶδος ἐπενοεῖτο· οὐδεὶς παρελιμπάνετο κολάσεως τρόπος· πῦρ, καὶ σίδηρος, καὶ θηρίων ὀδόντες, καὶ κρη-μνοὶ, καὶ καταποντισμοὶ, καὶ βάραθρον, καὶ ξύλον, καὶ σταυρὸς, καὶ κάμινος, καὶ πάντα ὅσα ὤφθη πώ-ποτε βασανιστήρια εἰς μέσον ἐφέροντο· ἀπειλῶν ὄγκος ἄφατος, τιμῶν ὑποσχέσεις ἄφατοι, ὥστε ἐκείνῳ μὲν φοβῆσαι τῷ τρόπῳ, τούτῳ δὲ ἐκλῦσαι καὶ δελεάσαι. Οὐδὲν γοῦν ἀπάτης, οὐ βίας παρελιμπάνετο εἶδος. Καὶ γὰρ πατέρες παῖδας παρέδωκαν, καὶ παῖδες πατέρας ἠγνόησαν· μητέρες ὠδίνων ἐπελάθοντο· καὶ οἱ τῆς φύσεως ἀνετράπησαν νόμοι. Ἀλλ’ ὅμως οἱ θεμέλιοι τῆς Ἐκκλησίας οὐδὲ οὕτως ἐσαλεύθησαν· ἀλλὰ διὰ τῆς συγγενείας αὐτῆς ὁ πόλεμος ἤρετο καὶ τῶν τει-

Chapter 2: How the Church was founded [Latin] · Chapter 2: How the Church was founded [Greek]Caput 2: Ecclesia quomodo fundata [Latin] · Caput 2: Ecclesia quomodo fundata [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:79χῶν αὐτῆς οὐχ ἥψατο, διὰ τὸ ῥῆμα ἐκεῖνο τὸ λέγον, Ὅτι πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Μὴ γὰρ ἴδῃς, ὅτι ῥῆμα ἦν, ἀλλ’ ὅτι ῥῆμα Θεοῦ. Καὶ γὰρ τὸν οὐρανὸν ῥήματι ἐστερέωσεν ὁ Θεὸς, καὶ τὴν γῆν ῥή-ματι ἐθεμελίωσεν ἐπὶ τῶν ὑδάτων, τὴν πυκνὴν ταύτην καὶ βαρεῖαν φύσιν ἐπὶ τῆς χαυνοτάτης ἐκείνης καὶ
διαῤῥεούσης ποιήσας φέρεσθαι· καὶ τὴν θάλασσαν τὴν ἀφόρητον ταῖς βίαις, ἐκείνην τὴν τοσαῦτα ἔχου-σαν κύματα, ἀσθενεῖ τειχίῳ τῇ ψάμμῳ πανταχόθεν ἐτείχισε διὰ ῥήματος. Ὁ τοίνυν διὰ ῥήματος τὸν οὐ-ρανὸν στερεώσας, τὴν γῆν θεμελιώσας, τὴν θάλασσαν περιφράξας, τί θαυμάζεις, εἰ τὴν οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης τιμιωτέραν Ἐκκλησίαν διὰ τοῦ ῥήμα-τος τούτου πάλιν ἐτείχισεν; β. Ἀλλ’ ἐπειδὴ οὕτως ἡ οἰκοδομὴ ἄσειστος, οὕτω τὸ τεῖχος ἀῤῥαγὲς, ἴδωμεν πῶς κατεβάλλοντο οἱ ἀπό-στολοι τοὺς θεμελίους, πόσον βάθος ἔσκαψαν, ὥστε ἄσειστον γενέσθαι τὴν οἰκοδομήν. Οὐκ ἔσκαψαν βά-θος, οὐκ ἐδεήθησαν πόνου τοσούτου. Διὰ τί; Παλαιὸν εὗρον θεμέλιον καὶ ἀρχαῖον, τὸν τῶν προφητῶν. Κα-θάπερ οὖν ἄνθρωπος μέλλων οἰκίαν μεγίστην οἰκοδο-μεῖν, ἐπειδὰν εὕρῃ θεμέλιον παλαιὸν καὶ ἰσχυρὸν καὶ ἀῤῥαγῆ, οὐκ ἀναμοχλεύει τὸν θεμέλιον, οὐ κινεῖ τοὺς λίθους, ἀλλ’ ἀφεὶς ἑστάναι ἀκίνητον, οὕτως ἐπιτίθησι τὴν νέαν καὶ πρόσφατον οἰκοδομήν· οὕτω καὶ οἱ ἀπό-στολοι μέλλοντες τὸ μέγα τοῦτο οἰκοδόμημα οἰκοδο-μεῖν, τὴν πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίαν ἱδρυ-μένην, οὐ διέσκαψαν βάθος, ἀλλ’ εὑρόντες παλαιὸν θεμέλιον, τὸν τῶν προφητῶν, οὐκ ἀνεμόχλευσαν ἐκεῖνον, οὐκ ἐκίνησαν τὴν οἰκοδομὴν καὶ τὴν διδα-σκαλίαν, ἀλλ’ ἀφέντες αὐτὴν μένειν ἀκίνητον, οὕτως ἐπέθηκαν τὴν παρ’ ἑαυτῶν διδασκαλίαν, τὴν νέαν ταύτην τῆς Ἐκκλησίας πίστιν. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐκίνησαν τὸν παλαιὸν θεμέλιον, ἀλλ’ ἐπάνω αὐ-τοῦ ᾠκοδόμησαν, ἄκουσον αὐτοῦ τοῦ σοφοῦ ἀρχι-τέκτονος Παύλου λέγοντος ἡμῖν τῆς οἰκοδομῆς τὴν ἀκρίβειαν· αὐτὸς γάρ ἐστιν ὁ σοφὸς ἀρχιτέκτων. Ὡς σοφὸς γὰρ, φησὶν, ἀρχιτέκτων θεμέλιον τέθεικα. Ἀλλ’ ἴδωμεν πῶς αὐτὸν τέθεικε τὸν θεμέλιον. Ἐπάνω, φησὶν, ἑτέρου θεμελίου παλαιοῦ, τοῦ τῶν προφη-τῶν. Πόθεν τοῦτο δῆλον; Οὐκ ἔτι ἐστὲ ξένοι, φησὶν, ἀλλὰ συμπολῖται τῶν ἁγίων, ἐποικοδομη-θέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προ-φητῶν. Εἶδες θεμέλιον καὶ θεμέλιον, τὸν μὲν τῶν προφητῶν, τὸν δὲ τῶν ἀποστόλων ἀνωτέρω κείμε-νον. Καὶ τὸ δὴ θαυμαστὸν, οὐκ εὐθέως μετὰ τοὺς προφήτας ἦλθον οἱ ἀπόστολοι, ἀλλὰ πολὺς μεταξὺ παρεγένετο χρόνος. Τί δήποτε; Ὅτι οἱ ἄριστοι τῶν οἰκοδόμων τοῦτο ποιοῦσιν· ἐπειδὰν καταβάλλωνται θεμέλιον, οὐκ εὐθέως ἐπιτιθέασι τὴν οἰκοδομὴν, ἵνα μὴ ἁπαλωτέρα καὶ πρόσφατος οὖσα τοῦ θεμελίου ἡ ἐργασία, ἀδυνατήσῃ τῶν τειχῶν ἐνεγκεῖν τὸ βάρος. Διὰ τοῦτο ἀφέντες χρόνῳ πολλῷ παγῆναι τοὺς λίθους, ἐπειδὰν ἴδωσιν ἀκριβῶς σφιγέντας, τότε ἐπιτιθέασι καὶ τῶν τοίχων τὸ βάρος. Οὕτω καὶ ὁ Χριστὸς ἐποί-ησεν· ἀφεὶς παγῆναι τὸν θεμέλιον τῶν προφητῶν ἐν ταῖς τῶν ἀκουσάντων ψυχαῖς, καὶ γενέσθαι βεβαίαν τὴν διδασκαλίαν, ὅτε εἶδεν ἄσειστον οὖσαν τὴν οἰκο-δομὴν, ὅτε παγέντα τὰ δόγματα τὰ ἱερὰ, ὥστε

Chapter 3Caput 3. [Latin] · Caput 3. [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:80δυνηθῆναι τὴν κατὰ τὴν καινὴν φιλοσοφίαν ἐνεγκεῖν, τότε ἀπέστειλε τοὺς ἀποστόλους, ἐπὶ τῷ θεμελίῳ τῶν προφητῶν τοὺς τοίχους τῆς Ἐκκλησίας ἀναστήσον-τας. Διὰ τοῦτο οὐκ εἶπεν, Οἰκοδομηθέντες ἐπὶ τῷ θεμε-λίῳ τῶν προφητῶν, ἀλλ’ Ἐποικοδομηθέντες, ἐπάνω οἰκοδομηθέντες. Ἀλλ’ ἴδωμεν πῶς ᾠκοδομήθησαν. Πόθεν οὖν εἰσόμεθα; Πόθεν δὲ ἄλλοθεν, ἀλλ’ ἢ ἀπὸ τῆς βίβλου τῶν Πράξεων, περὶ ἧς καὶ ἐν ταῖς ἔμπρο-σθεν ὑμῖν ἡμέραις διελέχθημεν; Τάχα γάρ τι καὶ μικρὸν ἐκεῖθεν ὑμῖν ὀφείλομεν χρέος, ὅπερ ἀνάγκη καταθεῖναι σήμερον. Τί οὖν ἐστι τὸ χρέος; Αὐτὴν τοῦ βιβλίου τὴν ἐπιγραφὴν ἑρμηνεῦσαι σπουδάσωμεν. Οὐ γὰρ ψιλή τίς ἐστι καὶ σαφὴς, καθὼς πολλοὶ νομί-ζουσιν, ἀλλὰ δεῖται καὶ ἐξετάσεως. Τίς οὖν ἡ ἐπι-γραφὴ τοῦ βιβλίου; Πράξεις ἀποστόλων. Οὐ δοκεῖ σαφὲς εἶναι; οὐ δοκεῖ γνώριμον, καὶ δῆλον ἅπασιν; Ἀλλ’ ἂν παρακολουθῆτε τοῖς λεγομένοις, ὄψεσθε ὅσον τὸ βάθος τῆς ἐπιγραφῆς ταύτης. Διὰ τί γὰρ οὐκ εἶπε, Θαύματα ἀποστόλων; διὰ τί οὐκ ἐπέγραψε, Σημεῖα ἀποστόλων, ἢ Δυνάμεις καὶ τέρατα ἀποστό-λων· ἀλλὰ Πράξεις ἀποστόλων; Οὐ γὰρ τὸ αὐτό ἐστι πράξεις καὶ σημεῖα, οὐ τὸ αὐτὸ πράξεις καὶ θαύματα· οὐ τὸ αὐτό ἐστι πράξεις, καὶ τέρατα, καὶ δυνάμεις· ἀλλὰ πολλὴ ἡ διαφορὰ τούτων ἑκατέρων. Πρᾶξις μὲν γάρ ἐστιν οἰκείας σπουδῆς κατόρθωμα, θαῦμα δὲ θείας δωρεᾶς χάρισμα. Εἶδες ὅσον τὸ μέσον πράξεως καὶ θαύματος; Πρᾶξίς ἐστιν ἀνθρωπίνων ἱδρώτων συντέλεσμα, θαῦμά ἐστι θείας φιλοτιμίας ἐπίδειξις· πρᾶξίς ἐστιν ἐκ τῆς ἡμετέρας προαιρέσεως τὴν ἀρχὴν ἔχουσα, θαῦμά ἐστιν ἐκ τῆς τοῦ Θεοῦ χάριτος τὰ προοίμια λαμβάνον, καὶ τὸ μὲν τῆς ἄνωθεν ῥοπῆς, τὸ δὲ τῆς κάτωθεν γνώμης. Πρᾶξις ἐξ ἀμφο-τέρων ὑφαίνεται, καὶ ἐξ ἡμετέρας σπουδῆς, καὶ ἐκ θείας χάριτος· τὸ δὲ θαῦμα γυμνὴν ἐπιδείκνυται τὴν ἄνωθεν χάριν, οὐδὲν τῶν ἡμετέρων ἱδρώτων δεόμενον. Πρᾶξίς ἐστιν ἐπιεικῆ εἶναι, σώφρονα, μέτριον, ὀργῆς κρατεῖν, ἐπιθυμίας καταγωνίζεσθαι, ἐλεημοσύ-νας ποιεῖν, φιλανθρωπίαν ἐπιδείκνυσθαι, ἅπασαν ἀσκεῖν ἀρετήν· τοῦτο πρᾶξίς ἐστι, καὶ πόνος, καὶ ἱδρὼς ἡμέ-τερος. Θαῦμά ἐστι δαίμονας ἀπελαύνειν, τυφλωθέντας ὀφθαλμοὺς ἀνοίγειν, λεπρῶν τὰ σώματα καθαίρειν, διαλελυμένα μέλη σφίγγειν, νεκροὺς ἐγείρειν, ἕτερα τοιαῦτα θαυματουργεῖν. Εἶδες πόσον τὸ μέσον πράξεων καὶ θαυμάτων, πολιτείας καὶ σημείων, τῆς ἡμετέρας σπουδῆς καὶ τῆς τοῦ Θεοῦ χάριτος; γ. Βούλει καὶ ἑτέραν σοι δείξω διαφοράν; Διὰ γὰρ ὑμᾶς σήμερον ἅπαντα τὸν λόγον τοῦτον ἐκίνησα, ὥστε μαθεῖν τὸ θαῦμα καὶ τὸ σημεῖον. Τὸ θαῦμα μεῖζον μέν ἐστι, καὶ φρικωδέστερον, καὶ τὴν ἡμετέραν ὑπερβαῖνον φύσιν· ἡ δὲ πρᾶξις καὶ ἡ πολιτεία ἔλαττον μὲν τῶν σημείων, χρησιμώτερον δὲ καὶ κερδαλεώ-τερον· πόνων γάρ ἐστιν ἀμοιβὴ καὶ σπουδῆς μισθός. Καὶ ἵνα μάθῃς ὅτι ἡ πρᾶξις τοῦ σημείου κερδαλεω-τέρα καὶ χρησιμωτέρα, πρᾶξις μὲν ἀγαθὴ καὶ χωρὶς σημείων εἰς τὸν οὐρανὸν τοὺς κατωρθωκότας εἰσήγαγε, θαῦμα δὲ καὶ σημεῖα χωρὶς πολιτείας οὐκ ἴσχυσε πρὸς τὰ πρόθυρα χειραγωγῆσαι ἐκεῖνα. Καὶ πῶς, ἐγὼ δείξω· ὑμεῖς δὲ παρατηρεῖτε πῶς τὴν προεδρίαν αἱ
PG 51:81πράξεις ἔχουσι κατὰ τὴν τῶν μισθῶν ἀμοιβήν· πῶς τὰ μὲν σημεῖα καθ’ ἑαυτὰ ὄντα οὐ σώζει τοὺς ποιοῦν-τας, ἡ δὲ πρᾶξις καθ’ ἑαυτὴν οὖσα, οὐδενὸς ἑτέρου δεῖται πρὸς σωτηρίαν τῶν κεκτημένων. Πολλοὶ ἐροῦσί μοι, φησὶν ὁ Χριστὸς, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; τοῦτο σημεῖον καὶ θαῦμα· Οὐ τῷ σῷ ὀνόματι δαιμόνια πολλὰ ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσα-μεν; Ὁρᾷς πανταχοῦ σημεῖα καὶ θαύματα· ἴδωμεν τί φησιν ὁ Θεός. Ἐπειδὴ γυμνὰ τὰ θαύματα, καὶ οὐ-δαμοῦ πολιτεία, Πορεύεσθε, φησὶν, ἀπ’ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Εἰ οὐκ οἶ-δας αὐτοὺς, πῶς οἶδας αὐτοὺς, εἰ ἐργάζονται τὴν ἀνομίαν; Ἵνα μάθῃς, ὅτι τὸ, Οὐκ οἶδα ὑμᾶς, οὐκ ἀγνοίας ἐστὶν, ἀλλὰ μίσους καὶ ἀποστροφῆς. Οὐκ οἶδα ὑμᾶς. Τίνος ἕνεκεν, εἰπέ μοι; Οὐ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν; Διὰ τοῦτο γὰρ ὑμᾶς μισῶ καὶ ἀποστρέφομαι, φησὶν, ὅτι οὐδὲ ταῖς δωρεαῖς βελτίους ἐγένεσθε, ὅτι τοσαύτης ἀπολαύσαντες τιμῆς ἐμείνατε ἐπὶ τῆς αὐτῆς κακίας. Πορεύεσθε ἀπ’ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. Τί οὖν; Τὸ παλαιὸν ἀνάξιοι ἐλάμβανον χαρίσματα, καὶ διεφθαρμένοι τὸν βίον σημεῖα ἐπεδείκνυντο, καὶ θείας ἀπήλαυον δωρεᾶς, τῆς πολιτείας οὐκ ἐπιμε-λούμενοι τῆς ἀρίστης; Ἀπήλαυον διὰ τὴν τοῦ Θεοῦ
φιλανθρωπίαν, οὐ διὰ τὴν οἰκείαν ἀξίαν. Ἔδει γὰρ πανταχοῦ σπαρῆναι τῆς εὐσεβείας τὸν λόγον, ἐπειδὴ ἀρχὴ καὶ προοίμια τῆς πίστεως ἦν. Καθάπερ οὖν γηπόνος ἄριστος νεόφυτον δένδρον τοῖς κόλποις τῆς γῆς ἄρτι παρακατατιθέμενος, ἁπαλὸν ὑπάρχον ἔτι πολλῆς ἐπιμελείας ἀξιοῖ, πανταχόθεν περιφράττων, τειχίζων καὶ λίθοις καὶ ἀκάνθαις, ὥστε μὴ ὑπὸ ἀνέ-μων ἀνασπασθῆναι, μήτε ὑπὸ θρεμμάτων ἀδικηθῆναι, μήτε ὑπὸ ἄλλης τινὸς ἐπηρεασθῆναι βλάβης· ἐπειδὰν δὲ παγὲν καὶ πρὸς ὕψος ἀναδραμὸν ἴδῃ, περιαιρεῖ τὰ τειχία· ἀρκεῖ γὰρ αὐτὸ τὸ δένδρον πρὸς τὸ μηδὲν τοιοῦτον παθεῖν· οὕτω καὶ ἐπὶ τῆς πίστεως γέγονεν. Ὅτε νεόφυτος ἦν, ὅτε ἁπαλὴ ὑπῆρχεν, ὅτε προσφά-τως ἐν ταῖς τῶν ἀνθρώπων κατεβλήθη ψυχαῖς, πολ-λῆς ἐπιμελείας ἠξιοῦτο πάντοθεν· ἐπειδὴ δὲ ἐπάγη καὶ ἐῤῥιζώθη καὶ πρὸς ὕψος ἀνέδραμεν, ἐπειδὴ πᾶσαν τὴν οἰκουμένην ἐπλήρωσε, καὶ περιῆρε τὰ τειχία, καὶ τὰ ἀσφαλίσματα λοιπὸν ἀνεῖλεν ὁ Χριστός. Διὰ τοῦτο παρὰ μὲν τὴν ἀρχὴν καὶ ἀναξίοις χαρίσματα ἐδίδοτο· χρείαν γὰρ εἶχε τὸ παλαιὸν, τῆς πίστεως ἕνεκα, ταύτης τῆς βοηθείας· νῦν δὲ οὐδὲ ἀξίοις δί-δοται· ἡ γὰρ ἰσχὺς τῆς πίστεως οὐκέτι ταύτης δεῖται τῆς συμμαχίας. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐψεύδοντο ἐκεῖνοι, ἀλλὰ ἀληθῶς σημεῖα ἐποίησαν, καὶ ἀναξίοις ἀνθρώποις χαρίσματα ἐδίδοτο, καὶ ἵνα πρὸς τοῖς εἰρη-μένοις καὶ ἕτερόν τι κατορθωθῇ, καὶ τὴν τοῦ Θεοῦ δωρεὰν αἰδεσθέντες ἐκεῖνοι ἀποθῶνται τὴν πονηρίαν, Ἰούδας ὁ τῶν δώδεκα παρὰ πᾶσιν ὁμολογεῖται, ὅτι σημεῖα ἐποίει, ὅτι δαίμονας ἐξέβαλλεν, ὅτι νεκροὺς ἤγειρεν, ὅτι λεπροὺς ἐκάθηρεν· ἀλλ’ ὅμως ἐξέπεσε τῆς βασιλείας τῶν οὐρανῶν. Οὐ γὰρ ἴσχυσεν αὐτὸν
PG 51:82σῶσαι τὰ σημεῖα, ἐπειδὴ λῃστὴς, καὶ κλέπτης, καὶ τοῦ Δεσπότου προδότης ἐγένετο. Ὅτι μὲν τὰ σημεῖα οὐκ ἰσχύει σῶσαι χωρὶς πολιτείας ἀρίστης καὶ βίου καθαροῦ καὶ διηκριβωμένου, ἀπὸ τούτων ἀποδέδει-κται· ὅτι δὲ πολιτεία οὐκ ἔχουσα τὴν ἀπὸ τῶν ση-μείων παραμυθίαν, οὐδὲ σύμμαχον λαβοῦσα ἐκείνην, ἀλλ’ αὕτη καθ’ ἑαυτὴν φανεῖσα, ἴσχυσε μετὰ παῤῥη-σίας εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἄκου-σον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Δεῦτε, οἱ εὐλογη-μένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι-μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Διὰ τί; ὅτι νεκροὺς ἤγειραν; ὅτι λεπροὺς ἐκάθηραν; ὅτι δαίμονας ἤλασαν; Οὐχί· ἀλλὰ διὰ τί; Πεινῶντα εἴδετέ με, φησὶ, καὶ ἐθρέψατε· διψῶντα, καὶ ἐποτί-σατέ με· γυμνὸν, καὶ περιεβάλετέ με· ξένον, καὶ συν-ηγάγετε. Οὐδαμοῦ θαύματα, ἀλλὰ πανταχοῦ πολιτεία. Ὥσπερ οὖν ἐκεῖ πανταχοῦ θαύματα, καὶ εὐθέως κό-λασις, ἐπειδὴ γυμνὰ τὰ θαύματα τῆς πολιτείας· οὕτω καὶ ἐνταῦθα πανταχοῦ πολιτεία, καὶ οὐδαμοῦ θαύ-ματα, καὶ εὐθέως ἡ σωτηρία· ἐπειδὴ ἰσχύει καθ’ ἑαυτὴν σῶσαι ἡ ἀρίστη πολιτεία τοὺς κεκτημένους αὐτήν. Διὰ τοῦτο καὶ ὁ μακάριος οὗτος, καὶ γενναῖος, καὶ θαυμάσιος Λουκᾶς οὕτως ἐπέγραψε τὸ βιβλίον, Πράξεις ἀποστόλων, οὐ θαύματα ἀποστόλων· καί-τοι καὶ θαύματα πεποιήκασιν. Ἀλλ’ ἐκεῖνα μὲν καιρῷ γέγονε, καὶ παρῆλθε· ταῦτα δὲ διὰ παντὸς τοῦ χρό-νου πάντας ἐπιδείκνυσθαι χρὴ τοὺς σώζεσθαι μέλλον-τας. Ἐπεὶ οὖν οὐ πρὸς τὰ σημεῖα, ἀλλὰ πρὸς τὰς πράξεις τῶν ἀποστόλων ὁ ζῆλος ἡμῖν, διὰ τοῦτο οὕ-τως τὸ βιβλίον ἐπέγραψεν. Ἵνα γὰρ μὴ λέγῃς, μᾶλλον δὲ ἵνα μὴ λέγωσιν οἱ ῥᾴθυμοι, ἐπειδὰν αὐτοὺς παρακαλοῦμεν πρὸς τὴν μίμησιν τῶν ἀποστόλων, καὶ λέγομεν· Μίμησαι Πέτρον, ζήλωσον Παῦλον, γενοῦ κατὰ Ἰωάννην, ἀκολούθησον Ἰάκωβον· ἵνα μὴ λέγω-σιν, Οὐ δυνάμεθα, οὐδὲ ἰσχύομεν, ἐκεῖνοι γὰρ νεκροὺς ἀνέστησαν, λεπροὺς ἐκάθηραν, ἐπιστομίζων ἡμῶν τὴν ἀναίσχυντον ἀπολογίαν, Σιώπα, φησὶ, πεφίμωσο· οὐ θαύματα, ἀλλὰ πολιτεία εἰς τὴν βασιλείαν εἰσάγει τῶν οὐρανῶν. Ζήλωσον τοίνυν τὴν πολιτείαν τῶν ἀποστόλων, καὶ οὐδὲν ἔλαττον ἕξεις τῶν ἀποστόλων. Οὐ γὰρ τὰ ση-μεῖα ἀποστόλους ἐποίησεν, ἀλλ’ ὁ βίος ὁ καθαρός. Καὶ ὅτι τοῦτό ἐστι τὸ γνώρισμα τῆς ἀποστολικῆς εἰ-κόνος, καὶ τοῦ χαρακτῆρος τῶν μαθητῶν, ἄκουσον τοῦ Χριστοῦ τοῦτο δηλοῦντος τὸ σημεῖον. Χαρακτη-ρίζων γὰρ τῶν μαθητῶν τὰς εἰκόνας, καὶ δεικνὺς τί ποτέ ἐστιν ἀποστολῆς γνώρισμα, οὕτως εἶπεν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί μου ἐστέ. Ἐν τούτῳ, ποίῳ; ἐν τῷ θαύματα ποιεῖν; ἐν τῷ νε-κροὺς ἐγείρειν; Οὐχὶ, φησίν· ἀλλ’ ἐν τίνι; Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἡ δὲ ἀγάπη οὐχὶ θαυμάτων, ἀλλὰ πολιτείας ἐστί. Πλήρωμα γὰρ νόμου ἡ ἀγάπη. Εἶδες τὸ γνώρισμα τῶν μαθητῶν; εἶδες τὴν εἰκόνα τῆς ἀποστολῆς; εἶδες τὴν μορφήν; εἶδες τὸν τύπον; μηδὲν πλέον ζήτει· ὁ γὰρ Δεσπότης ἀπεφήνατο, ὅτι ἀγάπη χαρακτηρίζει τοὺς μαθητάς. Ἂν τοίνυν ἔχῃς ἀγάπην, ἀπόστολος γέγονας, καὶ τῶν ἀποστόλων πρῶτος.

Chapter 4. [Latin] · Chapter 4. [Greek]Caput 4. [Latin] · Caput 4. [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:83δ. Βούλει ἑτέρωθεν τοῦτο μαθεῖν; Πρὸς Πέτρον εἰπὼν ὁ Χριστὸς, Πέτρε, φιλεῖς με πλέον τούτων; φησί. Τούτου δὲ ἴσον οὐδὲν εἰς τὸ τυχεῖν βασιλείας οὐρανῶν, ἀλλ’ ὅταν φανῶμεν τὸν Χριστὸν φιλοῦντες, ὡς φι-λεῖν δεῖ. Καὶ τὸ γνώρισμα εἶπε. Τί ποτ’ οὖν ἐστι τοῦτο; καὶ τί ποιοῦντες δυνάμεθα φιλεῖν πλέον τῶν ἀποστόλων; ἆρα τοὺς νεκροὺς ἐγείροντες; ἢ ἄλλα τινὰ θαύματα ἐπιδεικνύμενοι; Οὐδαμῶς· ἀλλὰ τί ποιοῦντες; Αὐτοῦ τοῦ φιλουμένου Χριστοῦ ἀκούσω-μεν. Εἰ γὰρ φιλεῖς με, φησὶ, πλέον τούτων, ποί-μαινε τὰ πρόβατά μου. Ἰδοὺ καὶ ἐνταῦθα πολιτεία εὐδοκιμεῖ. Τὸ γὰρ κηδεμονικὸν, τὸ συμπαθητικὸν, τὸ προστατικὸν, τὸ μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ πάντα, ἃ τὸν ποιμαίνοντα ἔχειν δεῖ, πάντα ταῦτα πολιτείας ἐστὶν, οὐχὶ θαυμάτων, οὐδὲ σημείων. Ἀλλ’ ἐκεῖνοι, φησὶ, διὰ τὰ θαύματα τοιοῦτοι γεγόνασιν. Οὐχὶ διὰ τὰ θαύματα, ἀλλὰ διὰ τὴν πολιτείαν, καὶ ἐντεῦθεν μάλιστα ἔλαμψαν. Διὰ τοῦτό φησιν αὐτοῖς· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδω-σιν οἱ ἄνθρωποι οὐχὶ τὰ θαύματα, ἀλλὰ τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πανταχοῦ τὴν πολιτείαν διαλάμπου-σαν, τὸν βίον τὸν ἐνάρετον θαυμαζόμενον; Βούλει σοι δείξω καὶ αὐτὸν τὸν Πέτρον, τοῦτον τὸν κορυφαῖον τῶν ἀποστόλων, καὶ πολιτείαν ἐπιδειξάμενον μεγίστην, καὶ θαύματα ποιήσαντα ὑπερβαίνοντα ἀνθρωπίνην φύσιν, καὶ ἀμφότερα παράλληλα κείμενα, καὶ τὸ θαῦμα, καὶ τὴν πολιτείαν, καὶ ἀπὸ τῆς πολιτείας μᾶλλον, ἢ ἀπὸ τῶν σημείων τιμηθέντα; Ἄκουε τῆς ἱστορίας ταύ-της· Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν περὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. Μὴ παραδράμῃς ἁπλῶς τὸ διήγημα, ἀλλ’ εὐθέως ἐπίστα τῷ προοιμίῳ, καὶ μάθε πόση ἦν ἡ ἀγάπη καὶ ἡ συμφωνία καὶ ἡ ὁμόνοια, καὶ πῶς πανταχοῦ οὗτοι ἐκοινώνουν ἀλλήλοις, καὶ συνδεδεμένοι τῷ δεσμῷ τῆς κατὰ Θεὸν φιλίας, ἅπαντα ἔπραττον, καὶ ἐν τραπέζῃ καὶ ἐν εὐχῇ καὶ ἐν βαδίσει καὶ ἐν τοῖς ἄλλοις ἅπασι μετὰ ἀλλήλων ἐφαίνοντο. Εἰ δὲ ἐκεῖνοι οἱ στῦλοι, οἱ πύργοι, οἱ πολλὴν παῤῥησίαν ἔχοντες πρὸς τὸν Θεὸν, τῆς παρ’ ἀλλήλων ἐδέοντο βοηθείας, καὶ ὑπὸ τῆς παρ’ ἀλλήλων συμμαχίας διωρθοῦντο, πόσῳ μᾶλλον ἡμεῖς οἱ ἀσθενεῖς, καὶ ταλαίπωροι, καὶ οὐδενὸς ἄξιοι λόγου, τῆς ἀλλήλων δεησόμεθα βοηθείας; Ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά· καὶ πάλιν· Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ’ ἢ τὸ
κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Πέτρος καὶ Ἰωάν-νης ἦσαν, καὶ τὸν Ἰησοῦν εἶχον μέσον· Ὅπου γὰρ ἂν ὦσι συνηγμένοι δύο ἢ τρεῖς, φησὶν, ἐν τῷ ὀνό-ματί μου, ἐγὼ ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Εἶδες πό-σον ἐστὶ τὸ ἐπὶ τὸ αὐτὸ εἶναι; Οὐχ ἁπλῶς δὲ ἦσαν ἐπὶ τὸ αὐτὸ, ἐπὶ καὶ νῦν ἐπὶ τὸ αὐτὸ πάντες ἐσμέν· ἀλλ’ ἐπὶ τὸ αὐτὸ εἶναι χρὴ τῷ συνδέσμῳ τῆς ἀγάπης, τῇ διαθέσει τῆς προαιρέσεως· καὶ ὥσπερ τὰ σώματα ἡμῶν ἐγγὺς ἀλλήλων ἐστὶ νῦν, καὶ συσφίγγεται ἐπὶ τὸ αὐτὸ, οὕτω καὶ τὰς καρδίας συσφίγγεσθαι χρή. Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερόν. Ἐσχίσθη τὸ καταπέτασμα, ἠρημώθη τὰ Ἅγια τῶν ἁγίων, ἀνῃρέθη ἡ ἐν ἑνὶ τόπῳ προσκύνησις. Ὁ Παῦ-λος βοᾷ λέγων· Ἐν παντὶ τόπῳ ἐπαίρετε ὁσίους χεῖρας. Τί τοίνυν τρέχουσιν αὐτοὶ εἰς τὸ ἱερὸν προς-εύξασθαι; πάλιν ἐπὶ τὴν Ἰουδαϊκὴν ἦλθον ἀσθένειαν; Μὴ γένοιτο ἀλλὰ συγκαταβαίνουσι τοῖς ἀσθενεστέ-ροις, ἐκεῖνο πληροῦντες τὸ ῥῆμα Παύλου, τὸ λέγον· Ἑγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος. Συγκατα-βαίνουσι τοῖς ἀσθενέσιν, ἵνα μὴ μείνωσιν ἀσθενεῖσ

Chapter 5Caput 5. [Latin] · Caput 5. [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:84ἐκεῖνοι. Ἄλλως δὲ καὶ ἐκεῖ συνήγετο πᾶσα ἡ πόλις. Καθάπερ οὖν ἁλιεῖς ἄριστοι ἐκείνους τοὺς κόλπους τῶν ποταμῶν διώκουσιν, ἔνθα πάντες συλλέγονται οἱ ἰχθύες, ὥστε μετ’ εὐκολίας ἐπιτυχεῖν τῆς θήρας· οὕτω δὴ καὶ οἱ ἀπόστολοι οὗτοι, οἱ πνευματικοὶ ἁλιεῖς, εἰς ἐκεῖνον τὸν κόλπον ἔσπευδον, ὅπου πᾶσα ἡ πόλις συνήγετο, ἵνα ἐκεῖ τὸ τοῦ Εὐαγγελίου δίκτυον ἁπλώ-σαντες, μετ’ εὐκολίας τύχωσι τῆς ἄγρας. Τοῦτο δὲ ἐποίουν μιμούμενοι τὸν διδάσκαλον. Καὶ γὰρ ὁ Χρι-στός φησι· Καθ’ ἡμέραν μεθ’ ὑμῶν ἤμην ἐν τῷ ἱερῷ. Διὰ τί ἐν τῷ ἱερῷ; Ἵνα τοὺς ἐκ τοῦ ἱεροῦ λάβῃ. Οὕτω καὶ οὗτοι ἀπήρχοντο μὲν ὡς προσευξόμενοι, διδασκαλίαν δὲ ἔμελλον κατασπείρειν ἐκεῖ. Εἰς τὸ ἱε-ρὸν προσεύξασθαι περὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. Οὐδὲ ἡ ὥρα αὐτοῖς ἁπλῶς παρατετή-ρηται. Καὶ γὰρ εἶπον ὑμῖν πολλάκις περὶ τῆς ὥρας ταύτης, ὅτι ἐν αὐτῇ παράδεισος ἀνεῴγη, καὶ ὁ λῃστὴς εἰσῆλθεν, ἐν αὐτῇ ἡ κατάρα ἀνῃρέθη, ἐν αὐτῇ ἡ θυ-σία τῆς οἰκουμένης προσηνέχθη, ἐν αὐτῇ τὸ σκότος ἐλύθη, ἐν αὐτῇ τὸ φῶς ἔλαμψε, καὶ τὸ αἰσθητὸν καὶ τὸ νοητόν. Περὶ ὥραν ἐννάτην. Ὅτε ἕτεροι ἀπὸ ἀρίστου καὶ μέθης καθεύδουσιν ὕπνον βαθὺν, τότε ἐκεῖνοι νήφοντες, καὶ διεγηγερμένοι, καὶ πολλῷ τῷ πόθῳ ζέοντες, ἐπὶ τὴν προσευχὴν ἔσπευδον. Εἰ δὲ ἐκεῖνοι εὐχῆς ἐδέοντο, εὐχῆς οὕτω ἐκτενοῦς, εὐ-χῆς οὕτω διηκριβωμένης, οἱ τοσαύτην ἔχοντες παῤ-ῥησίαν, οἱ μηδὲν ἑαυτοῖς συνειδότες πονηρὸν, τί ποιή-σομεν ἡμεῖς, μυρίων γέμοντες τραυμάτων, οὐκ ἐπι-τιθέντες δὲ τῆς εὐχῆς τὸ φάρμακον; Μέγα ὅπλον εὐχή. Βούλει μαθεῖν πῶς μέγα ὅπλον ἡ εὐχή; Προ-στασίας πενήτων παρέδραμον οἱ ἀπόστολοι, ἵνα πλείονα σχολὴν περὶ τὴν εὐχὴν ἔχωσι. Καταστήσατε γὰρ, φησὶν, ἐξ ὑμῶν ἄνδρας μαρτυρουμένους ἑπτά· ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. ε. Ἀλλ’, ὅπερ ἔλεγον (μὴ γὰρ ἐκπέσωμεν τῆς ὑποθέ-σεως, ὅτι ὁ μὲν Πέτρος καὶ πρᾶξιν ἐπεδείξατο, καὶ θαῦμα ἐποίησε, καὶ ἀπὸ τῆς πράξεως ἐπαινεῖται μᾶλλον), ἀνῆλθεν οὖν εἰς τὸ ἱερὸν προσεύξασθαι· καὶ ἰδοὺ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, βασταζόμενος ἐκεῖ πρὸς τὴν θύραν τοῦ ἱεροῦ. Ἀπ’ αὐτῶν τῶν ὠδί-νων ἡ πήρωσις τῆς φύσεως ἦν, καὶ μεῖζον ἰατρικῆς τέχνης τὸ νόσημα, ἵνα μειζόνως ἐπιδειχθῇ ἡ τοῦ Θεοῦ χάρις. Οὗτος οὖν ὁ χωλὸς ἔκειτο πρὸς τὴν πύλην τοῦ ἱεροῦ· καὶ ἰδὼν αὐτοὺς εἰσιόντας, προσεῖχεν αὐτοῖς, ζητῶν ἐλεημοσύνην παρ’ αὐτῶν λαβεῖν. Τί οὖν ὁ Πέ-τρος; Βλέψον εἰς ἡμᾶς, φησίν. Ἱκανὴ ἀπὸ τῆς ὄψεως ἡ ἀπόδειξις τῆς ἀκτημοσύνης· οὐ χρεία λόγων, οὐδὲ ἀποδείξεως, οὐδὲ ἀποκρίσεως, οὐδὲ διδασκαλίας· ὁ στολισμός σοι δείκνυσι τὸν ἀκτήμονα. Τοῦτο οὖν ὅλον τὸ κατόρθωμα τῆς ἀποστολῆς, ἵνα ταῦτα λέγῃς πρὸς τὸν πένητα, ἵνα μὴ διορθώσῃ τὴν πενίαν μόνον, ἵνα εἴπῃς, Ὄψει μείζονα πλοῦτον. Ἀργύριον, φησὶ, καὶ χρυσίον οὐκ ἔχω· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι, καὶ περι-πάτει. Εἶδες πενίαν καὶ πλοῦτον; πενίαν μὲν χρημά-
PG 51:85των, πλοῦτον δὲ χαρισμάτων. Οὐκ ἔλυσε πενίαν χρη-μάτων, ἀλλὰ διώρθωσε πενίαν φύσεως. Ὅρα τὴν ἐπιείκειαν Πέτρου· Βλέψον εἰς ἡμᾶς. Οὐχ ὕβρισεν, οὐκ ἐλοιδορήσατο, ὃ πολλάκις ποιοῦμεν ἡμεῖς πρὸς τοὺς ἐντυγχάνοντας ἡμῖν, εὐθύνας ἐγκαλοῦντες αὐτοῖς, ὅτι καθεύδουσι. Μὴ γὰρ τοῦτο ἐπετάγης, ἄνθρωπε; Οὐκ ἐκέλευσέ σοι ἀργίαν ἐγκαλεῖν, ἀλλὰ πενίαν διορθοῦσθαι· οὐκ ἐποίησέ σε κατήγορον κακίας, ἀλλὰ ἰατρὸν κατ-έστησε συμφορᾶς· οὐχ ἵνα ὀνειδίζῃς νωθείαν, ἀλλ’ ἵνα χεῖρα ὀρέγῃς τοῖς κειμένοις· οὐχ ἵνα κακίζῃς τρόπον, ἀλλ’ ἵνα λύσῃς λιμόν. Ἡμεῖς δὲ τοὐναντίον ποιοῦ-μεν· ἀφέντες παραμυθήσασθαι τοὺς προσιόντας τῇ δόσει τῶν χρημάτων, καὶ προσεπιτρίβομεν αὐτῶν τὰ τραύματα ταῖς τῶν ἐγκλημάτων ἐπαγωγαῖς. Ἀλλὰ καὶ ἀπολογεῖται τῷ πένητι, καὶ μετ’ ἐπιεικείας δια-λέγεται· Κλῖνον γὰρ, φησὶ, πτωχῷ ἀλύπως τὸ οὖς σου, καὶ ἀποκρίθητι αὐτῷ ἐν πραότητι εἰρηνικά. Ἀργύριον καὶ χρυσίον οὐκ ἔχω· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγει-ραι, καὶ περιπάτει. Δύο ἐνταῦθά ἐστι, πολιτεία καὶ θαῦμα. Πολιτεία, τὸ, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· πολιτείας γὰρ τὸ καταφρονεῖν τῶν γηί̈νων πραγμάτων, τὸ ῥῖψαι τὰ ὑπάρχοντα, τὸ ὑπερ-ιδεῖν τῆς παρούσης ματαιότητος· θαῦμα δὲ τὸ ἐγεῖραι τὸν χωλὸν, τὸ διορθῶσαι τὰ μέλη τὰ πεπηρω-μένα. Ἰδοὺ τοίνυν καὶ πολιτεία καὶ θαῦμα. Ἴδωμεν οὖν πόθεν ὁ Πέτρος καυχᾶται. Τί εἶπεν; Ὅτι θαύμα-τα ἐποίησε; καίτοι θαύματα ἦν πεποιηκὼς τότε· ἀλλ’ οὐκ εἶπε τοῦτο· ἀλλὰ τί; Ἰδοὺ ἡμεῖς ἀφήκα-μεν πάντα, καὶ ἠκολουθήσαμέν σοι. Εἶδες τὴν πολι-τείαν καὶ τὸ θαῦμα, καὶ τὴν πολιτείαν στεφανουμέ-νην; Τί οὖν ὁ Χριστός; Τοῦτον ἀπεδέξατο καὶ ἐπ-ῄνεσε. Λέγω γὰρ ὑμῖν, φησὶν, ὅτι ὑμεῖς οἱ ἀφέντες οἰκίας, καὶ τὰ λοιπά. Οὐκ εἶπεν, Οἱ ἀναστήσαντες νεκροὺς, ἀλλ’ Ὑμεῖς οἱ ἀφέντες τὰ ὑπάρχοντα ὑμῶν, καθήσεσθε ἐπὶ δώδεκα θρόνους· καὶ πᾶς ὅστις ἀφῆκε τὰ ὑπάρχοντα αὐτῷ πάντα, ταύτης ἀπο-λαύσεται τῆς τιμῆς. Οὐ δύνασαι ἀναστῆσαι χωλὸν, καθάπερ ὁ Πέτρος; Ἀλλὰ δύνασαι εἰπεῖν, ὡς ἐκεῖνος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Κἂν τοῦτο εἴπῃς, ἐγγὺς ἐγένου τοῦ Πέτρου· μᾶλλον δὲ οὐδὲ ἂν εἴπῃς, ἀλλ’ ἐὰν ποιήσῃς. Οὐ δύνασαι ξηρὰν διορθῶσαι χεῖρα; Ἀλλὰ δύνασαι τὴν σεαυτοῦ χεῖρα ξηρὰν γινομένην ὑπὸ ἀπανθρωπίας ποιῆσαι ἐκταθῆ-ναι διὰ φιλανθρωπίας. Μὴ ἔστω γὰρ, φησὶν, ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, ἐν δὲ τῷ διδόναι συνεσταλμένη. Ὁρᾷς ὅτι οὐχ ἡ ξηρότης, ἀλλὰ καὶ ἀπανθρωπία συστέλλει τὴν χεῖρα; Ἔκτεινον οὖν αὐ-τὴν διὰ φιλανθρωπίας καὶ ἐλεημοσύνης. Οὐ δύνασαι ἐκβαλεῖν δαίμονα; Ἀλλ’ ἔκβαλε ἁμαρτίαν, καὶ μεί-ζονα λήψῃ μισθόν. Εἶδες πῶς πανταχοῦ ἡ πολιτεία καὶ τὰ κατορθώματα μείζονα ἔπαινον ἔχει τῶν θαυ-μάτων, καὶ πλείονα τὴν ἀμοιβήν; Εἰ δὲ βούλει, καὶ ἑτέρωθεν τοῦτο δείξομεν. Προσῆλθον αὐτῷ, φησὶν, οἱ ἑβδομήκοντα μαθηταὶ, καὶ ἔχαιρον, καὶ ἔλεγον· Κύριε, ἐν τῷ ὀνόματί σου καὶ τὰ δαιμόνια ἡμῖν ὑπακούουσι. Καὶ λέγει αὐτοῖς· Μὴ χαίρετε, ὅτι
τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλὰ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πανταχοῦ τὴν πολιτείαν θαυμαζομένην; 2. Φέρε οὖν, ἀναλογισώμεθα τὰ εἰρημένα ἄνωθεν· Ἐν

Chapter 6Caput 6. [Graecum] · Caput 6. [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:86τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἰδοὺ ἀπὸ πολιτείας, οὐκ ἀπὸ θαυμάτων τὸ γνώρισμα τοῦ μαθητὰς εἶναι ἀπο-δέδεικται. Πέτρε, φιλεῖς με πλέον τούτων; ποί-μαινε τὰ πρόβατά μου. Ἰδοὺ καὶ ἕτερον γνώρισμα, καὶ αὐτὸ πάλιν ἀπὸ πολιτείας. Τρίτον πάλιν γνώρι-σμα· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλὰ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Καὶ τοῦτο πολιτείας πάλιν κατόρθω-μα. Βούλει καὶ τετάρτην ἀπόδειξιν τούτου μαθεῖν; Λαμψάτω, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀν-θρώπων, ἵνα ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξά-σωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἰδοὺ καὶ ἐνταῦθα ἔργα φαίνεται. Καὶ ὅταν λέγῃ πάλιν· Ὅς-τις ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς ἕνεκεν ἐμοῦ, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώ-νιον κληρονομήσει, τὴν πολιτείαν ἐπαινεῖ, καὶ τὸν διηκριβωμένον βίον. Εἶδες τοὺς μαθητὰς ἀπὸ τοῦ φιλεῖν ἀλλήλους γνωριζομένους, τὸν δὲ ὑπὲρ τοὺς ἀποστόλους φιλοῦντα τὸν Χριστὸν ἀπὸ τοῦ ποιμαίνειν τοὺς ἀδελφοὺς φαινόμενον, τοὺς δὲ ὀφείλοντας χαί-ρειν, οὐκ ἀπὸ τοῦ δαίμονας ἐκβάλλειν, ἀλλ’ ἀπὸ τοῦ ἐγγεγράφθαι ἐν τῷ οὐρανῷ κελευομένους εὐ-φραίνεσθαι, καὶ τοὺς μὲν τὸν Θεὸν δοξάζοντας ἀπὸ τῆς τῶν ἔργων λαμπρότητος δεικνυμένους, τοὺς δὲ ζωῆς ἐπιτυχόντας καὶ ἑκατονταπλασίονα λαμβάνον-τας, ἀπὸ τῆς τῶν παρόντων ἁπάντων ὑπεροψίας ἐπιτυχόντας ταύτης τῆς δωρεᾶς. Τούτους μίμησαι πάντας, καὶ δυνήσῃ καὶ μαθητὴς εἶναι, καὶ ἐν τοῖς φίλοις τοῦ Θεοῦ ἀριθμεῖσθαι, καὶ δοξάζειν τὸν Θεὸν, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαῦσαι· καὶ οὐδὲν ἔσται σοι κώλυμα πρὸς τὸ τυχεῖν τῶν ἀγαθῶν ἁπάντων, τὸ μὴ ποιεῖν σημεῖα, ἐὰν πολιτείαν ἔχῃς διηκριβωμέ-νην. Καὶ γὰρ αὐτὸς τοῦτο τὸ ὄνομα, Πέτρος, οὐκ ἀπὸ θαυμάτων καὶ σημείων ἔλαβεν, ἀλλ’ ἀπὸ ζήλου καὶ φίλτρου γνησίου. Οὐδὲ γὰρ ἐπειδὴ νεκροὺς ἀνέστησεν, οὐδὲ ἐπειδὴ χωλὸν ἀνώρθωσεν, οὕτως ἐκλήθη· ἀλλ’ ἐπειδὴ πίστιν μετὰ τῆς ὁμολογίας ἐπεδείξατο γνη-σίαν, τὸ ὄνομα τοῦτο ἐκληρονόμησε, Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκ-κλησίαν. Διὰ τί; Οὐχ ὅτι θαύματα ἐποίησεν, ἀλλ’ ὅτι εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὁρᾷς ὅτι καὶ αὐτὸ τὸ Πέτρον κληθῆναι, οὐκ ἀπὸ θαυμάτων, ἀλλ’ ἀπὸ ζήλου πεπυρωμένου ἔλαβε τὴν ἀρχήν. Ἀλλ’ ἐπειδὴ Πέτρου ἐμνήσθην, εἰσῆλθέ μοι καὶ ἑτέρου Πέτρου μνήμη, τοῦ κοινοῦ πατρὸς, καὶ διδασκάλου, ὃς τὴν ἐκείνου διαδεξάμενος ἀρετὴν, καὶ τὴν καθέδραν ἐκληρονόμησε τὴν ἐκείνου. Ἓν γὰρ καὶ τοῦτο πλεονέκτημα τῆς ἡμετέρας πό-λεως, τὸ τῶν ἀποστόλων τὸν κορυφαῖον λαβεῖν ἐν ἀρχῇ διδάσκαλον. Ἔδει γὰρ τὴν πρὸ τῆς οἰκουμένης ἁπάσης τὸ τῶν Χριστιανῶν ἀναδησαμένην ὄνομα, τὸν τῶν ἀποστόλων πρῶτον ποιμένα λαβεῖν. Ἀλλὰ λαβόντες αὐτὸν διδάσκαλον, οὐκ εἰς τέλος κατέσχομεν, ἀλλὰ παρεχωρήσαμεν τῇ βασιλίδι Ῥώμῃ· μᾶλλον δὲ εἰς τὸ τέλος αὐτὸν ἐσχήκαμεν· τὸ μὲν γὰρ σῶμα Πέ-τρου οὐ κατέχομεν, τὴν δὲ πίστιν Πέτρου κατέχομεν ὡς Πέτρον· τὴν δὲ πίστιν Πέτρου κατέχοντες, αὐτὸν ἔχομεν Πέτρον. Οὕτω καὶ τὸν ἐκείνου ζηλωτὴν ὁρῶν-

That the Reading of Holy Scripture is Useful; Chapter 1: The eagerness of the hearers praised. Scripture reading compared to a meadowQuod Utilis sit Lection Sacrarum scripturarum ... [Latin] · Caput 1: Alucritas auditorum laudata. Scripturælectio cum prato collata [Latin] · Quod Utilis sit Lection Sacrarum scripturarum ... [Graecum] · Caput 1: Alucritas auditorum laudata. Scripturælectio cum prato collata [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:87τες, αὐτὸν δοκοῦμεν ὁρᾷν· καὶ γὰρ τὸν Ἰωάννην Ἠλίαν ἐκάλεσεν ὁ Χριστὸς, οὐκ ἐπειδὴ Ἠλίας ἦν ὁ Ἰωάννης, ἀλλ’ ἐπειδὴ ἐν πνεύματι καὶ δυνάμει ἦλθεν Ἠλίου. Καθάπερ οὖν ὁ Ἰωάννης, ἐπειδὴ ἐν πνεύματι καὶ δυνάμει ἦλθεν Ἠλίου, Ἠλίας ἐλέγετο, οὕτω καὶ οὗτος, ἐπειδὴ ἐν ὁμολογίᾳ καὶ πίστει Πέτρου παρα-γέγονεν, εἰκότως ἂν καὶ τῆς προσηγορίας ἐκείνης ἀξιωθείη. Ἡ γὰρ τῆς πολιτείας συγγένεια καὶ τὴν κοινωνίαν τῶν ὀνομάτων ποιεῖ. Εὐξώμεθα δὲ πάντες καὶ εἰς τὸ Πέτρου γῆρας αὐτὸν ἐλθεῖν· καὶ γὰρ ὁ
PG 51:88Ἀπόστολος ἐν γήρᾳ τὸν βίον κατέλυσεν. Ὅταν γὰρ, φησὶ, γηράσῃς, τότε ζώσουσί σε, καὶ ἄξουσιν ὅπου οὐ θέλεις. Αἰτήσωμεν δὴ καὶ τούτῳ μακρὰν πολι-τείαν· ἐκτεινόμενον γὰρ αὐτοῦ τὸ γῆρας τὴν ἡμετέ-ραν νεότητα τὴν πνευματικὴν μᾶλλον ἀκμάζειν ποιεῖ· ἣν γένοιτο διαπαντὸς ἐν ἀκμῇ τηρηθῆναι, εὐχαῖς μὲν ἐκείνου καὶ τούτου τοῦ Πέτρου, χάριτι δὲ καὶ φιλαν-θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Danger in Silence: Chapter 1: God Demands Interest on Received Doctrine; Those Who Exact Interest Are UnjustPericulo non carere, si auditores ea taceant ... [Graecum] · Caput 1: Usuram doctrinæ accetpæ exigit Deus. Usuras qui exigunt iniqui sint [Graecum] · Periculo non carere, si auditores ea taceant ... [Latin] · Caput 1: Usuram doctrinæ accetpæ exigit Deus. Usuras qui exigunt iniqui sint [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:97Ὅτι οὐκ ἀκίνδυνον τοῖς ἀκροαταῖς τὸ σιγᾷν τὰ λεγόμενα ἐν ἐκκλησίᾳ, καὶ τίνος ἕνεκεν αἱ Πράξεις ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται, καὶ διὰ τί οὐκ ἔδειξε πᾶσιν ἑαυτὸν ἀναστὰς ὁ Χρι-στὸς, καὶ ὅτι τῆς ὄψεως σαφεστέραν παρέσχε τὴν τῆς ἀναστάσεως ἀπόδειξιν τὴν διὰ τῶν ση-μείων τῶν ἀποστόλων. α. Τὸ μὲν πλέον τοῦ χρέους τοῦ συντεθέντος ἡμῖν ὑπὸ τῆς ἐπιγραφῆς τῶν Πράξεων τῶν ἀποστολικῶν ἐν ταῖς ἔμπροσθεν ὑμῖν κατεβάλομεν ἡμέραις· ἐπειδὴ δὲ ἔτι μικρὸν ἐναπέμεινε λείψανον, ἀνέστην καὶ τοῦτο κατα-θήσων ὑμῖν σήμερον. Εἰ δὲ μετ’ ἀκριβείας φυλάττετε τὰ εἰρημένα, καὶ μετὰ πολλῆς κατέχετε σπουδῆς, ὑμεῖς ἂν εἰδείητε οἱ τὸ ἀργύριον ὑποδεξάμενοι, καὶ τῶν ἀργυρίων τούτων μέλλοντες τὸν λόγον διδόναι τῷ Δεσπότῃ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν οἱ τὰ τά-λαντα πιστευθέντες καλῶνται, καὶ τὰς εὐθύνας ὑπ-έχωσιν· ὅταν ἐλθὼν ὁ Χριστὸς ἀπαιτῇ τοὺς τραπεζίτας τὸ ἀργύριον τοῦτο μετὰ τῶν τόκων. Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπε-ζίτας, καὶ ἐγὼ ἐλθὼν μετὰ τόκου ἂν ἀπῄτησα αὐτό. Ὢ τῆς πολλῆς καὶ ἀφάτου φιλανθρωπίας τοῦ Δεσπό-του Ἀνθρώπους κωλύων ἀπαιτεῖν τόκους, αὐτὸς ἀπαιτεῖ τόκους. Διὰ τί; Ἐπειδὴ ἐκεῖνος ὁ τόκος δια-βεβλημένος ἐστὶ καὶ κατηγορίας ἄξιος· οὗτος δὲ ἐπαινετὸς καὶ πολλῆς ἀποδοχῆς ἐστιν ἄξιος. Ἐκεῖνος τοίνυν ὁ τόκος, ὁ τῶν χρημάτων λέγω, καὶ τὸν λαμ-βάνοντα, καὶ τὸν διδόντα ζημιοῖ, καὶ τοῦ μὲν λαμβά-νοντος ἀπόλλυσι τὴν ψυχὴν, τοῦ δὲ διδόντος ἐπι-τρίβει τὴν πενίαν. Τί γὰρ ἂν γένοιτο χαλεπώτερον, ἀλλ’ ἢ ὅταν τις τὴν πενίαν τοῦ πλησίον ἐμπορεύηται, καὶ τὰς τῶν ἀδελφῶν πραγματεύηται συμφοράς; ὅταν τις προσωπεῖον φιλανθρωπίας ἔχων πᾶσαν ἀπανθρω-πίαν ἐπιδείκνυται, καὶ ὁ χεῖρα μέλλων ὀρέγειν πρὸς τὸ βάραθρον ὠθῇ τὸν βοηθείας δεόμενον; Τί ποιεῖς, ἄνθρωπε; Οὐ διὰ τοῦτο πρὸς σὰς ἦλθε θύρας ὁ πένης, ἵνα αὐξήσῃς αὐτοῦ τὴν πενίαν, ἀλλ’ ἵνα λύσῃς αὐτοῦ τὴν πενίαν· σὺ δὲ ταυτὸν ποιεῖς, οἷον οἱ τὰ δηλητήρια κεραννύντες φάρμακα· καὶ γὰρ ἐκεῖνοι τὴν συνήθη

Chapter 2. [Greek] · Chapter 2. [Latin]Caput 2. [Graecum] · Caput 2. [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:98τροφὴν αὐτοῖς ἀναμίξαντες ἀνεπαίσθητον ποιοῦσι τὴν ἐπιβουλὴν, καὶ οὗτοι φιλανθρωπίας προσχήματι τῶν τόκων τὸν ὄλεθρον κρύψαντες, οὐκ ἐῶσιν αἰσθέσθαι τῆς βλάβης τοὺς μέλλοντας πίνειν τὸ θανάσιμον τοῦ-το φάρμακον. Διόπερ εὔκαιρον, ὃ περὶ τῆς ἁμαρτίας εἴρηται, καὶ περὶ τῶν τοκιζόντων καὶ δανειζομένων εἰπεῖν. Τί δὲ περὶ τῆς ἁμαρτίας εἴρηται; Πρὸς και-ρὸν, φησὶ, γλυκαίνει τὸν λάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλ-λον μαχαίρας διστόμου. Τοῦτο τοίνυν καὶ ἐπὶ τῶν δανειζομένων γίνεται· ὅταν μὲν γὰρ λαμβάνῃ τὰ χρήματα ὁ δεόμενος, παραμυθίαν λαμβάνει μικράν τινα καὶ πρόσκαιρον· ὕστερον δὲ τῶν τόκων αὐξο-μένων, καὶ τοῦ φορτίου μείζονος τῆς δυνάμεως γενο-μένου, ἐκεῖνο τὸ γλυκὺ καὶ λιπάναν τὸν λάρυγγα πικρότερον χολῆς ὄψεται γινόμενον, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου, τῶν πατρῴων πάντων ἀποστῆναι ἀθρόον ἀναγκαζόμενος. β. Ἀλλ’ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ πνευματικὰ τὸν λόγον μετάγωμεν. Ἔδει σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, ἐκείνου τοῦ ἀργυρίου τραπεζίτας ὑμᾶς καλῶν τοὺς τῶν ῥημάτων τούτων ἀκροατάς. Καὶ τίνος ἕνεκεν τραπεζίτας ὑμᾶς ἐκάλεσεν ὁ Θεός; Παιδεύων ἅπαντας τὴν αὐτὴν σπουδὴν ἐπιδείκνυσθαι περὶ τὴν δοκιμασίαν τῶν λε-γομένων, ὅσην ἐκεῖνοι σπουδὴν ἔχουσι περὶ τὴν ἐξέτασιν καὶ εἴσοδον τῶν νομισμάτων. Καθάπερ γὰρ οἱ τραπεζῖται τὸ μὲν κίβδηλον καὶ παράσημον ἐκ-βάλλουσι νόμισμα, τὸ δὲ δόκιμον καὶ ὑγιὲς δέχονται, καὶ διακρίνουσι τὸ νόθον ἀπὸ τοῦ γνησίου· οὕτω καὶ σὺ ποίησον, καὶ μὴ πάντα παραδέχου λόγον, ἀλλὰ τὸν μὲν κίβδηλον καὶ διεφθαρμένον ἔκβαλλε ἀπὸ σοῦ. τὸν δὲ ὑγιῆ καὶ σωτηρίαν ἔχοντα παράπεμπε τῇ διανοίᾳ. Ἔστι γὰρ, ἔστι καὶ σοὶ ζυγὰ καὶ σταθμία
PG 51:99οὐκ ἀπὸ χαλκοῦ καὶ σιδήρου κατεσκευασμένα, ἀλλ’ ἀπὸ ἁγνείας καὶ πίστεως συγκείμενα, καὶ διὰ τού-των δοκίμαζε λόγον ἅπαντα. Καὶ γὰρ διὰ τοῦτό φησι, Γίνεσθε τραπεζῖται δόκιμοι, οὐχ ἵνα ἐπὶ τῆς ἀγορᾶς ἑστῶτες τὰ ἀργύρια ἀριθμῆτε, ἀλλ’ ἵνα τοὺς λόγους βασανίζητε μετὰ ἀκριβείας ἁπάσης· διὰ τοῦτο καὶ ὁ ἀπόστολος Παῦλός φησι· Πάντα δοκιμάζετε, τὸ καλὸν δὲ κατέχετε μόνον. Οὐ διὰ τὴν δοκιμασίαν δὲ μόνον ὑμᾶς τραπεζίτας ἐκάλεσεν, ἀλλὰ καὶ διὰ τὴν τῶν καταβαλλομένων νομήν. Καὶ γὰρ τοῖς τραπεζίταις, ἐὰν μόνον ὑποδεχόμενοι τὰ χρήματα κατακλείωσιν οἴκοι, μηκέτι δὲ εἰς ἑτέρους διανέμωσιν, ἅπαν τὸ τῆς ἐμπορίας οἰχήσεται· οὕτω καὶ ἐπὶ τῶν ἀκροατῶν τὸ αὐτὸ τοῦτο γίνεται. Ἂν γὰρ δεξάμενος τὴν διδασκαλίαν παρὰ σαυτῷ κατασχῇς, μηκέτι δὲ εἰς ἑτέρους ἐκβάλῃς, πᾶσά σου ἡ πραγματεία διαῤ-ῥυήσεται. Διὰ τοῦτο ἐπὶ τῶν ἐργαστηρίων ἐκείνων διὰ πάσης ἡμέρας εἴσοδόν τε καὶ ἔξοδον γινομένην ὁρῶ-μεν. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς διδασκαλίας γινέσθω. Καὶ γὰρ καὶ ἐπὶ τῶν τραπεζιτῶν ἐκείνων ὁρῶμεν τοὺς μὲν καταβάλλοντας χρήματα, τοὺς δὲ λαμβά-νοντας εὐθέως, καὶ ἀπιόντας, καὶ τοῦτο διὰ πάσης ἡμέρας γινόμενον ἴδοι τις ἄν. Διὰ τοῦτο, καίτοι τῶν χρημάτων οὐκ ὄντων αὐτοῖς οἰκείων, ἐπειδὴ τῇ χρή-σει πρὸς τὸ δέον κέχρηνται, διὰ τῶν ἀλλοτρίων πολ-λὴν ἑαυτοῖς συλλέγουσι τὴν εὐπορίαν. Οὕτω καὶ σὺ ποίησον. Οὐκ ἔστι ταῦτα τὰ λόγια σὰ, ἀλλὰ τοῦ Πνεύματος· ἀλλ’ ὅμως ἐὰν ἀρίστην ἐπιδείξῃ τὴν χρῆσιν, πολλὴν ἑαυτῷ συνάξεις τὴν εὐπορίαν τὴν πνευματικήν· διὰ τοῦτο καὶ τραπεζίτας ὑμᾶς ἐκάλε-σεν ὁ Θεός. Τίνος δὲ ἕνεκεν ἀργύριον τὸν λόγον ἐκά-λεσεν; Ἐπειδὴ καθάπερ τὸ ἀργύριον τὸν χαρακτῆρα ἔχει ἀπηρτισμένον τὸν βασιλικὸν (κἂν γὰρ μὴ τοῦτον ἔχῃ, οὐκ ἔστιν ἀργύριον δόκιμον, ἀλλὰ κίβδηλον κα-λεῖται), οὕτω καὶ τὴν διδασκαλίαν τῆς πίστεως τὸν χαρακτῆρα τοῦ λόγου ἀπηρτισμένον ἔχειν δεῖ. Πάλιν τῶν ἀργυρίων ἡ χρῆσις πᾶσαν ἡμῶν συγκροτεῖ τὴν ζωὴν, καὶ συμβολαίων ἁπάντων ὑπόθεσις γίνεται, κἂν ἀγοράσαι τι, κἂν πωλῆσαι δέῃ, διὰ τούτων ἅπαντα πράττομεν. Τοῦτο καὶ ἐπὶ τῆς διδασκαλίας γίνεται· τῶν γὰρ συμβολαίων πνευματικῶν ὑπόθεσίς ἐστι καὶ ῥίζα τὸ ἀργύριον τοῦτο τὸ πνευματικόν· ὅθεν κἂν παρὰ τοῦ Θεοῦ τι βουληθῶμεν ἀγοράσαι, τὸν λόγον τῆς εὐχῆς καταβαλόντες πρῶτον, οὕτω λαμβάνομεν ἅπερ αἰτοῦμεν. Κἂν ἀδελφὸν ἴδωμεν ἠμελημένον καὶ ἀπολλύμενον, τὴν σωτηρίαν αὐτοῦ κερδήσομεν, καὶ τὴν ζωὴν ἀγοράσομεν, τὸν λόγον τῆς διδασκαλίας καταβάλλοντες. Διὸ χρὴ μετὰ ἀκριβείας ἁπάσης φυλάττειν καὶ κατ-έχειν ἅπαντα, ἵνα καὶ εἰς ἑτέρους αὐτὰ διανείμω-μεν· καὶ γὰρ καὶ τόκους τῶν ἀργυρίων τούτων ἀπαιτούμεθα. Προσέχωμεν τοίνυν τῇ ὑποδοχῇ, ἵνα καὶ εἰς ἑτέρους διανεῖμαι δυνηθῶμεν τὰ ἀργύρια· καὶ γὰρ ἕκαστος, ἐὰν θέλῃ, δύναμιν ἔχει διδασκα-λίας. Οὐ δύνασαι Ἐκκλησίαν ὀρθῶσαι τοσαύτην· ἀλλὰ δύνασαι τὴν γυναῖκα τὴν σὴν νουθετῆσαι. Οὐ δύνασαι πρὸς πλῆθος τοσοῦτον διαλεχθῆναι· ἀλλὰ τὸν υἱόν σου σωφρονίσαι δύνασαι. Οὐ δύνασαι πρὸς δῆμον τηλικοῦτον τὸν λόγον ἀποτεῖναι διδασκαλίας· ἀλλὰ τὸν οἰκέτην σου βελτίονα ἐργάσασθαι δύνασαι Οὐκ ἔστι σου μείζων τῆς δυνάμεως ἐκεῖνος τῶν μαθητῶν ὁ σύλλογος· οὐκ ἔστι σου πλέον τῆς συνέσεως ἐκεῖνο τῆς διδασκαλίας τὸ μέτρον, ἀλλὰ καὶ ἡμῶν εὐκολώ-τερον ὑμεῖς ἐκείνους πάντας ῥυθμίζειν δύνασθε.

Chapter 3Caput 3. [Latin] · Caput 3. [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:100Ἐγὼ μὲν γὰρ ὑμῖν ἅπαξ τῆς ἑβδομάδος συγγίνομαι, ἢ καὶ δεύτερον πολλάκις· σὺ δὲ διαπαντὸς ἔνδον ἔχεις τῆς οἰκίας τοὺς μαθητὰς, καὶ τὴν γυναῖκα, καὶ τὰ παιδία, καὶ τοὺς οἰκέτας, καὶ ἐν ἑσπέρᾳ, καὶ ἐν τρα-πέζῃ, καὶ διὰ πάσης ἡμέρας δύνασαι διορθοῦν αὐ-τούς. Καὶ ἑτέρωθεν δὲ ἡ ἰατρεία αὕτη εὐκολωτέρα γίνεται· ἐγὼ μὲν γὰρ ἐν πλήθει τοσούτῳ δια-λεγόμενος οὐκ οἶδα τὸ ἐνοχλοῦν ὑμῖν πάθος τῆς ψυ-χῆς, διὸ καὶ ἀναγκάζομαι καθ’ ἑκάστην διδασκαλίαν ἅπαντα προτιθέναι τὰ φάρμακα· ὑμᾶς δὲ οὐχ οὕτω ποιεῖν ἀνάγκη, ἀλλ’ ἔξεστιν ὑμῖν μετὰ ἐλάττονος πό-νου πλείονα καρποῦσθαι τὴν διόρθωσιν· ἴστε γὰρ σα-φῶς τὰ ἁμαρτήματα τῶν ὑμῖν συνοικούντων, διὸ καὶ ταχυτέραν δύνασθε ποιῆσαι τὴν θεραπείαν. γ. Μὴ τοίνυν, ἀγαπητοὶ, ἀμελῶμεν τῶν συνοικούν-των ἡμῖν· καὶ γὰρ μεγίστη κόλασις κεῖται καὶ ἄφατος τιμωρία τοῖς ἀμελοῦσι τῶν οἰκείων. Εἰ γάρ τις, φησὶν ὁ Παῦλος, τῶν ἰδίων οὐ προνοεῖται, καὶ μάλιστα τῶν οἰκείων, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. Ὁρᾷς ποῦ τῶν ἀμελούντων τῶν οἰκείων ὁ Παῦλος ἠκόντισε; Καὶ μάλα εἰκότως· ὁ γὰρ τῶν οἰκείων ἀμελῶν, φησὶ, πῶς τῶν ἀλλοτρίων ἐπιμελήσεται; Οἶδα πολλάκις ταῦτα παραινέσας ὑμῖν· ἀλλὰ καὶ παραινῶν οὐδέποτε παύσομαι, καίτοι γε ἐγὼ ἀνεύθυνος λοιπὸν τῆς τῶν ἑτέρων ῥᾳθυμίας εἰμί· Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ πλέον οὐδὲν ἀπ-ῄτησεν. Ἐγὼ δὲ καὶ τὸ ἀργύριον κατέβαλον, καὶ λό-γον οὐδένα ἔχω· ἀλλ’ ὅμως καίτοι γε ἀνεύθυνος ὢν, καὶ τῆς τιμωρίας ἀπηλλαγμένος τῆς ἐπὶ τούτοις, καθάπερ ὑπεύθυνος ὢν κολάσει καὶ τιμωρίᾳ, οὕτω δέδοικα καὶ τρέμω περὶ τῆς ὑμετέρας σωτηρίας, Μηδεὶς τοίνυν ἁπλῶς μηδὲ ἠμελημένως ἀκουέτω τῶν λόγων τῶν πνευματικῶν· οὐδὲ γὰρ εἰκῆ καὶ μάτην μακρὰ ποιοῦμαι τὰ προοίμια, ἀλλ’ ὥστε ἀσφαλεστέραν γίνεσθαι τῶν καταβαλλομένων τὴν φυλακὴν, ὥστε μὴ μάτην μηδὲ ἁπλῶς κροτήσαντας καὶ θορυβήσαντας οἴκαδε ἀπελθεῖν. Οὐ γὰρ μέλει μοι τῶν παρ’ ὑμῶν ἐπαίνων, ἀλλὰ φροντίζω τῆς ὑμετέρας σωτηρίας. Οἱ μὲν γὰρ ἐπὶ τῆς σκηνῆς ἀγωνιζόμενοι τὸν ὑπὲρ τούτου μισθὸν τὸν ἔπαινον παρὰ τοῦ δήμου λαμβάνουσιν· ἡμεῖς δὲ οὐκ ἐπὶ τού-τοις ἀπεδυσάμεθα, ἀλλ’ ἐπὶ τὸν παρὰ τοῦ Δεσπότου μισθὸν τὸν ἐπὶ τούτοις κείμενον λαβεῖν. Διὰ τοῦτο καὶ συνεχῶς ὑμῖν ταῦτα παρακελευόμεθα, ὥστε πρὸς τὸ βάθος τῆς διανοίας ὑμῶν καταβῆναι τὰ λεγόμενα. Καθάπερ γὰρ τῶν φυτῶν ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας, ἄσειστα γίνεται ταῖς τῶν ἀνέμων προσβολαῖς· οὕτω καὶ τῶν νοημάτων ὅσῳπερ ἂν ἐν τῷ βάθει μένῃ τῆς διανοίας, οὐ ῥᾳδίως ὑπὸ τῆς τῶν πραγμάτων ἀνασπᾶται ἐπιβουλῆς. Εἰπὲ γάρ μοι, ἀγαπητὲ, εἰ λιμῷ τὸν παῖδα τηκόμενον εἶδες, ἆρα ἂν ἠνέσχου περιιδεῖν, ἀλλ’ οὐχὶ πάντα ἂν ὑπ-έμεινας, ὥστε λῦσαι αὐτοῦ τὸν λιμόν; Εἶτα λιμῷ μὲν ἄρτου διαφθειρόμενον οὐκ ἂν περιεῖδες, λιμῷ δὲ θείας διδασκαλίας ἀπολλύμενον ἀνέχῃ περιορᾷν; Καὶ πῶς ἄξιος ἂν ἦς καλεῖσθαι πατήρ; Καὶ γὰρ οὗτος ὁ λι-μὸς ἐκείνου χαλεπώτερος, ὅσῳ καὶ πρὸς μείζονα τελευτᾷ θάνατον, ὅθεν καὶ πλείονα ἐνταῦθα ποιεῖσθαι χρὴ τὴν σπουδήν. Ἐκτρέφετε γὰρ, φησὶ, τὰ τέκνα

Chapter 4. [Greek] · Chapter 4. [Latin]Caput 4. [Graecum] · Caput 4. [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:101ὑμῶν ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Αὕτη καλλίστη πατέρων ἐπιμέλεια, αὕτη γνησία κηδεμονία γεγεννηκότων· οὕτω γὰρ ἐγὼ ἐπιγινώσκω τῆς φύσεως τὴν συγγένειαν, ἐὰν ἐν τοῖς πνευματικοῖς πλείονα ἐπιδείξωνται τὴν σπουδήν. Ἀλλὰ τῶν μὲν προοιμίων ἀρκετὸς ὁ λόγος· ἀνάγκη δὲ λοιπὸν κατα-βαλεῖν καὶ τὸ χρέος· διὰ γὰρ τοῦτο τὸν μακρὸν καὶ πολὺν τοῦτον ὑμῖν ἀπεμήκυνα λόγον, ἵνα μετὰ πάσης ὑποδέξησθε τὸ καταβαλλόμενον φυλακῆς. Τί οὖν τὸ ὄφλημα, ὅπερ ἀνεχωρήσαμεν ὀφείλοντες πρώην; ἢ καὶ τοῦτο τάχα ἐπιλέλησθε; Οὐκοῦν ἀνάγκη παρ’ ἡμῶν ὑμᾶς ὑπομνησθῆναι, καὶ πρότερον ἀναγνῶναι τὸ γραμματεῖον, δι’ οὗ καὶ τὴν προτέραν κατα-βολὴν ἐποιησάμεθα, καὶ τίνα ἦν τὰ καταβληθέντα εἰπεῖν, ἵνα ἴδωμεν ἐκ τῶν καταβληθέντων τὰ λειπό-μενα. Τίνα οὖν ἐστι τὰ καταβληθέντα πρότερον; Εἶπον ἐκεῖ τίς ἦν ὁ τὸ βιβλίον γράψας τῶν Πράξεων, καὶ τίς ὁ πατὴρ τοῦ λόγου τούτου· μᾶλλον δὲ οὐχ ὁ πατὴρ τοῦ λόγου, ἀλλ’ ὁ διάκονος· οὐ γὰρ αὐτὸς ἔτεκε τὰ εἰρημένα, ἀλλ’ αὐτὸς διηκόνησε τοῖς εἰρη-μένοις. Εἶπον περὶ τῶν Πράξεων αὐτῶν, καὶ τί ποτ’ οὖν βούλεται ἐνδείξασθαι τὸ τῶν Πράξεων ὄνομα· εἶπον καὶ περὶ τῆς τῶν ἀποστόλων προσηγορίας. Ἀνάγκη λοιπὸν εἰπεῖν, τίνος ἕνεκεν οἱ Πατέρες ἡμῶν ἐν τῇ Πεντηκοστῇ τὸ βιβλίον τῶν Πράξεων ἀναγινώσκεσθαι ἐνομοθέτησαν. Τάχα γὰρ μέμνησθε ὅτι καὶ τοῦτο τότε ὑπεσχόμεθα ἐρεῖν. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ τοὺς καιροὺς ἡμῖν τούτους παρετήρησαν οἱ Πατέρες, ἀλλὰ μετά τινος λόγου σοφοῦ πεποιήκασι τοῦτο· οὐχ ἵνα ὑπὸ ἀνάγκην καιρῶν τὴν ἐλευθερίαν ἡμῖν ὑποβάλωσιν, ἀλλ’ ἵνα τῇ τῶν ἀσθενεστέρων πτωχείᾳ συγκατα-βάντες, ἐπὶ τὸν πλοῦτον τῆς γνώσεως αὐτοὺς ἀναγά-γωσι. Καὶ ὅτι διὰ τοῦτο παρατηροῦσι καιροὺς, οὐχ ἑαυτοὺς τῇ ἀνάγκῃ τῆς παρατηρήσεως ὑποβάλλοντες, ἀλλὰ τοῖς ἀσθενεστέροις συγκατιέναι σπουδάζοντες, ἄκουσον τί φησιν ὁ Παῦλος· Ἡμέρας παρατηρεῖτε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς; Φοβοῦμαι μή πως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Σὺ δὲ οὐ παρα-τηρεῖς ἡμέρας καὶ καιροὺς καὶ ἐνιαυτούς; Τί οὖν; εἰ ἴδωμεν τὸν κωλύοντα παρατηρεῖν ἡμέρας καὶ μῆ-νας καὶ καιροὺς καὶ ἐνιαυτοὺς παρατηροῦντα ταῦτα, τί ἐροῦμεν, εἰπέ μοι; ὅτι μάχεται ἑαυτῷ, καὶ φι-λονεικεῖ; Μὴ γένοιτο ἀλλ’ ὅτι τῶν παρατηρούντων τοὺς καιροὺς τὴν ἀσθένειαν ἀνελεῖν βουλόμενος συγ-καταβαίνει διὰ τῆς παρατηρήσεως πρὸς ἐκείνους. Οὕτω καὶ ἰατροὶ ποιοῦσι, τῶν σιτίων τῶν διδομένων τοῖς νοσοῦσιν ἀπογεύονται πρότερον, οὐκ αὐτοὶ δεό-μενοι τῶν σιτίων, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν διορθῶσαι σπουδάζοντες. Οὕτω καὶ ὁ Παῦλος ἐποίησεν· οὐδὲν δεόμενος τῆς παρατηρήσεως τῶν καιρῶν, τοὺς καιροὺς ἐτήρησεν, ἵνα τοὺς παρατηροῦντας ἀπαλλάξῃ τῆς ἀσθενείας τῆς κατὰ τὴν παρατήρησιν. Καὶ ποῦ παρετήρησε καιροὺς ὁ Παῦλος; Προσέχετε μετὰ ἀκριβείας, παρακαλῶ. Τῇ δὲ ἐπιούσῃ, φησὶ, κατ-επλεύσαμεν εἰς Μίλητον. Κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ. Ἔσπευδε γὰρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκο-στῆς γενέσθαι εἰς Ἱεροσόλυμα. Εἶδες πῶς ὁ λέγων, Ἡμέρας μὴ παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς, τὴν ἡμέραν τῆς Πεντηκοστῆς παρετήρει;
PG 51:102δ. Καὶ οὐ μόνον ἡμέραν παρετήρει, ἀλλὰ καὶ τόπον· οὐ γὰρ μόνον τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἔσπευδε ποιῆσαι, ἀλλὰ καὶ ἐν Ἱεροσολύμοις αὐτὴν ἐπιτελέσαι. Τί τοῦτο ποιεῖς, ὦ μακάριε Παῦλε; Τὰ Ἱεροσόλυμα κατελύθη, ἠρημώθη τὰ Ἅγια τῶν ἁγίων τῇ τοῦ Θεοῦ ψήφῳ, ἡ πολιτεία ἡ προτέρα ἐλύθη. Σὺ πρὸς Γαλάτας βοᾷς λέγων· Οἱ ἐν νόμῳ δικαιοῦσθαι προσδοκῶντες, τῆς χάριτος ἐξεπέσατε· καὶ τί πάλιν ἡμᾶς πρὸς τὴν δουλείαν ἄγεις τοῦ νόμου; Οὐκ ἔστι μικρὸν τὸ κινούμενον, μαθεῖν εἰ μάχεται ἑαυτῷ ὁ Παῦλος. Οὐδὲ γὰρ ἡμέρας μόνον παρατηρεῖ ὁ Παῦ-λος, ἀλλὰ καὶ ἄλλα φυλάττει νομικὰ παραγγέλματα, καὶ βοᾷ λέγων τοῖς Γαλάταις· Ἰδοὺ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Οὗτος τοίνυν ὁ Παῦλος, ὁ λέγων ὅτι Ἐὰν περιτέ-
μνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει, φαίνεται αὐτὸς περιτέμνων τὸν Τιμόθεον. Εὑρὼν γὰρ, φησὶν, ὁ Παῦλος ἐν Λύστροις τινὰ νεανίαν, υἱὸν Ἰουδαίας γυναικὸς πιστῆς, πατρὸς δὲ Ἕλληνος, περιέτεμεν αὐτόν· οὐκ ἐβούλετο γὰρ ἀκρόβυστον πέμπειν διδά-σκαλον. Τί τοῦτο ποιεῖς, ὦ μακάριε Παῦλε; ἀναιρεῖς τῷ λόγῳ τὴν περιτομὴν, καὶ βεβαιοῖς τῷ ἔργῳ πάλιν; Οὐ βεβαιῶ, φησὶν, ἀλλ’ ἀναιρῶ διὰ τῶν ἔργων. Καὶ γὰρ υἱὸς γυναικὸς ἦν Ἰουδαίας πιστῆς ὁ Τιμόθεος, πατρὸς δὲ Ἕλληνος, ἀκροβύστου δὲ γένους. Ἐπεὶ οὖν ἔμελλεν αὐτὸν ὁ Παῦλος προπέμπειν τοῖς Ἰου-δαίοις διδάσκαλον, οὐκ ἐβούλετο δὲ ἀκρόβυστον πέμψαι, ἵνα μὴ εὐθέως ἀπὸ τῶν προοιμίων ἀπο-κλείσῃ τὰς θύρας τῷ λόγῳ. Προοδοποιῶν τοίνυν τῇ ἀναιρέσει τῆς περιτομῆς, καὶ ἀνοίγων ὁδὸν τῇ διδα-σκαλίᾳ τοῦ Τιμοθέου, περιέθηκεν αὐτῷ περιτομὴν, ἵνα ἀνέλῃ περιτομήν. Διὰ τοῦτό φησιν, Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος· οὐχ ἵνα Ἰουδαῖος γένηται, τοῦτο εἴρηκεν ὁ Παῦλος, ἀλλ’ ἵνα τοὺς μέ-νοντας Ἰουδαίους πείσῃ μηκέτι εἶναι Ἰουδαίους· διὰ τοῦτο καὶ τοῦτον περιέτεμεν, ἵνα ἀνέλῃ τὴν περι-τομήν. Τῇ περιτομῇ τοίνυν κατὰ τῆς περιτομῆς ἐχρήσατο. Ἔλαβε γὰρ περιτομὴν καὶ ὁ Τιμόθεος, ἵνα δυνηθῇ παραδεχθῆναι ὑπὸ τῶν Ἰουδαίων, καὶ εἰς-ελθὼν κατὰ μικρὸν ἐξελκύσῃ ταύτης αὐτοὺς τῆς παρατηρήσεως. Εἶδες τίνος ἕνεκεν καὶ Πεντηκοστὴν καὶ περιτομὴν ἐτήρησεν ὁ Παῦλος; Βούλεσθε καὶ ἄλλα ὑμῖν ἀποδείξω νόμιμα τηροῦντα αὐτόν; Προς-έχετε ἀκριβῶς. Ἀνῆλθέ ποτε εἰς Ἱεροσόλυμα, καὶ ἰδόντες αὐτὸν οἱ ἀπόστολοι ἔλεγον αὐτῷ· Θεωρεῖς, ἀδελφὲ Παῦλε, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν συνεληλυθότων, καὶ οὗτοι πάντες κατ-ήχηνται περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις. Τί οὖν; Ποίησον ὅ σοι λέγομεν. Εἰσὶ παρ’ ἡμῖν ἄνδρες εὐχὴν ἔχοντες ἐν ἑαυτοῖς· τού-τους λαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ ξύρησαι τὴν κεφαλὴν μετ’ αὐτῶν, ἵνα ἔργῳ πιστωθῶσιν, ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ τηρεῖς καὶ αὐτὸς τὸν νόμον τοῦ Μωϋσέως. Εἴδετε συγκατάβασιν θαυμασίαν; Καιροὺς παρατηρεῖ, ἵνα ἀνέλῃ καιρῶν παρατήρησιν· περιτομὴν περιτίθησιν, ἵνα παύσῃ περιτομήν· θυσίαν προσάγει, ἵνα καθέλῃ τὴν παρατήρησιν τῶν θυσιῶν. Καὶ ὅτι διὰ τοῦτο ταῦτα ἐποίει, ἄκουσον αὐτοῦ λέγοντος· Ἐγενό-μην τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω, καὶ ἐλεύθερος ὢν ἐκ πάντων,

Chapter 5: Why the Acts of the Apostles are read at PentecostCaput 5: Cur legantur in Pentecoste Acta Apost. [Latin] · Caput 5: Cur legantur in Pentecoste Acta Apost. [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:103πᾶσιν ἐμαυτὸν ἐδούλωσα. Ἐποίει δὲ ταῦτα ὁ Παῦ-λος μιμούμενος τὸν ἑαυτοῦ Δεσπότην. Καθάπερ γὰρ αὐτὸς Ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, καὶ ἐλεύθερος ὢν δοῦλος γέγονεν· οὕτω καὶ οὗτος ἐλεύθερος ὢν ἐκ πάντων πᾶσιν ἑαυτὸν ἐδούλωσεν, ὥστε πάντας κερδᾶναι. Δοῦλος ἐγένετο τὴν φύσιν τὴν ἡμετέραν ἀναλαβὼν ὁ Δεσπότης, ἵνα τοὺς δούλους ἐλευθέρους ποιήσῃ· Ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, ἵνα τοὺς κάτω μένοντας ἀναγάγῃ εἰς οὐρανόν. Ἔκλινεν οὐρανούς· οὐκ εἶπε· Κατέλιπεν οὐρανοὺς, καὶ κατέβη, ἀλλ’ Ἔκλινεν, εὐκολωτέραν σοι τὴν ἄνοδον ποιῶν τὴν εἰς τοὺς οὐρανούς. Τοῦτον καὶ ὁ Παῦλος ἐμιμήσατο κατὰ δύναμιν, διὸ καὶ ἔλεγε· Μιμηταί μου γίνεσθε, κα-θὼς κἀγὼ Χριστοῦ. Καὶ πῶς σὺ, ὦ μακάριε Παῦλε, τοῦ Χριστοῦ ἐγένου μιμητής; Πῶς; Ἐπειδὴ οὐδα-μοῦ ζητῶ τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολ-λῶν, ὅπως σωθῶσι, καὶ ἐλεύθερος ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα. Οὐδὲν τοίνυν ταύτης τῆς δουλείας βέλτιον, ἐλευθερίας γὰρ ἑτέροις αἰτία γί-νεται. Ἁλιεὺς ἦν πνευματικὸς ὁ Παῦλος· Ποιήσω γὰρ ὑμᾶς, φησὶν, ἁλιεῖς ἀνθρώπων· διὰ τοῦτο καὶ ταῦτα ἐποίει. Καὶ γὰρ καὶ οἱ ἁλιεῖς, ἐπειδὰν ἴδωσι τὸν ἰχθὺν καταπιόντα τὸ ἄγκιστρον, οὐκ εὐθέως ἀνθ-έλκουσιν, ἀλλ’ ἐνδιδόντες μέχρι πολλοῦ διαστήμα-τος ἀκολουθοῦσιν ἀναμένοντες ἐμπαγῆναι τὸ ἄγκι-στρον καλῶς, ἵνα οὕτω μετὰ ἀσφαλείας τὴν θήραν ἑλκύσωσιν. Οὕτω καὶ οἱ ἀπόστολοι τότε ἐποίουν· ἐνέ-βαλλον τὸ ἄγκιστρον τῆς διδασκαλίας τοῦ λόγου ψυχῇ τῇ Ἰουδαϊκῇ, οἱ δὲ ἀνθεῖλκον εἰκῆ, καὶ κατέσχον εἰς περιτομὴν ἑαυτοὺς ἄγοντες, εἰς ἑορτὰς, εἰς καιρῶν παρατήρησιν, εἰς θυσίας, εἰς τὸ ξυρᾶσθαι καὶ ἕτερα τοιαῦτα ποιεῖν· οἱ δὲ ἀπόστολοι πανταχοῦ ἠκολού-θουν αὐτοῖς, καὶ οὐκ ἀνθεῖλκον· ὥστε κἂν περιτο-μὴν ζητῇς, φησὶν, οὐκ ἀντιτείνω, ἀλλ’ ἕπομαι· κἂν θυσίαν αἰτῇς, θύω, κἂν ξυρᾶσθαι βουληθῇς ἐμὲ τὸν ἀποστάντα τῆς σῆς πολιτείας, πάρειμι, καὶ ποιῶ τὸ κελευόμενον· κἂν Πεντηκοστὴν κελεύῃς παρατηρῆ-σαί με, οὐδὲ ἐνταῦθα φιλονεικῶ· ἀλλ’ ὅπουπερ ἂν περιάγῃς, ἀκολουθῶ καὶ ἐνδίδωμι ἐμπαγῆναί σοι ἀναμένων τοῦ λόγου τὸ ἄγκιστρον, ὥστε δυνηθῆναι μετὰ ἀσφαλείας ἅπαν ὑμῶν ἐξελκύσαι τὸ ἔθνος τῆς παλαιᾶς λατρείας καὶ πολιτείας. Διὰ τοῦτο γὰρ καὶ ἀπὸ Ἐφέσου εἰς Ἱεροσόλυμα ἦλθον. Ὁρᾷς πόσον παρηκολούθησεν ὁ Παῦλος τῇ ἁλείᾳ τῶν ἰχθύων ἐν-διδοὺς τῷ λόγῳ; ὁρᾷς ὅτι ἡ παρατήρησις τῶν και-ρῶν, καὶ ἡ συγκατάβασις τῆς περιτομῆς, καὶ ἡ κοινωνία τῶν θυσιῶν διὰ τοῦτο ἐγίνετο, οὐχ ἵνα αὐ-τοὶ πρὸς τὴν παλαιὰν ἐπανέλθωσι πολιτείαν, ἀλλ’ ἵνα ἐκείνους τοῖς τύποις παρακαθημένους πρὸς τὴν ἀλήθειαν ἐπαναγάγωσιν; Ὁ γὰρ ἐν ὕψει καθήμενος, ἐὰν διαπαντὸς ἐπὶ τοῦ ὕψους μένῃ, οὐδέποτε δυνήσε-ται τὸν κάτω κείμενον ἀναγαγεῖν, ἀλλὰ δεῖ πρότε-ρον ἐκεῖνον ταπεινωθῆναι, καὶ τότε τοῦτον ὑψωθῆναι. Διὰ τοῦτο κατέβησαν οἱ ἀπόστολοι ἀπὸ τοῦ ὕψους τῆς πολιτείας τῆς εὐαγγελικῆς, ἵνα ἀπὸ τῆς τα-πεινότητος τῆς πολιτείας τῆς Ἰουδαϊκῆς ἀναγά-γωσιν εἰς τὸ ὕψος ἐκεῖνο τοὺς Ἰουδαίους. ε. Ἀλλ’ ὅτι μὲν ἡ τῶν καιρῶν παρατήρησις καὶ τὰ λοιπὰ πάντα χρησίμως καὶ συμφερόντως ἐγίνοντο, ἀπὸ τούτων δῆλον· ἴδωμεν δὲ λοιπὸν τίνος ἕνεκεν τὸ
PG 51:104βιβλίον τῶν Πράξεων τῶν ἀποστόλων ἐν τῷ καιρῷ τῆς Πεντηκοστῆς ἀναγινώσκεται. Διὰ γὰρ τοῦτο ταῦτα πάντα ἐκινήσαμεν, ἵν’, ὅταν ἴδητε καιρῶν παρατήρησιν ἐγκειμένην, μὴ νομίσητε πολιτείαν νοσεῖν Ἰουδαϊκὴν τοὺς ἀποστόλους. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας, παρακαλῶ· οὐ γὰρ μικρόν ἐστι ζήτημα τὸ μέλλον ῥηθήσεσθαι. Ἐν τῇ ἡμέρᾳ τοῦ σταυροῦ τὰ περὶ τοῦ σταυροῦ πάντα ἀναγινώσκομεν· ἐν τῷ σαββάτῳ τῷ μεγάλῳ πάλιν, ὅτι παρεδόθη ἡμῶν ὁ Κύριος, ὅτι ἐσταυρώθη, ὅτι ἀπέθανε τὸ κατὰ σάρκα, ὅτι ἐτάφη· τίνος οὖν ἕνεκεν καὶ τὰς Πράξεις τῶν ἀποστόλων οὐ μετὰ τὴν Πεντηκοστὴν ἀναγινώ-σκομεν, ὅτε καὶ ἐγένοντο, καὶ ἀρχὴν ἔλαβον; Καὶ οἶδα μὲν ὅτι πολλοὶ τοῦτο ἀγνοοῦσι· διόπερ ἀπὸ τοῦ βιβλίου τῶν Πράξεων αὐτὸ πιστώσασθαι ἀναγκαῖον, ἵνα μάθητε, ὅτι τὴν ἀρχὴν τῶν Πράξεων τῶν ἀπο-στολικῶν οὐχ ἡ Πεντηκοστὴ ἔχει, ἀλλ’ ὁ καιρὸς ὁ μετὰ τὴν Πεντηκοστήν. Διὸ καὶ δικαίως ἄν τις ζη-τήσειε, τί δήποτε τὸν μὲν σταυρὸν ἐν τῇ ἡμέρᾳ τοῦ σταυροῦ καὶ τοῦ πάθους ἀναγινώσκειν νενομοθέτη-ται· τὰς δὲ Πράξεις τὰς ἀποστολικὰς οὐκ αὐταῖς ταῖς ἡμέραις ἀναγινώσκομεν, οὐδὲ τῷ καιρῷ καθ’ ὃν ἐπράχθησαν, ἀλλὰ προφθάνομεν τὸν καιρόν. Οὐδὲ γὰρ εὐθέως ὅτε ἀνέστη Χριστὸς, θαύματα ἐποίουν οἱ ἀπόστολοι, ἀλλὰ τεσσαράκοντα ἡμέρας αὐτοῖς συν-ηλίζετο ἐπὶ τῆς γῆς. Τίνος δὲ ἕνεκεν τὰς τεσσαρά-κοντα ἡμέρας αὐτοῖς συνεγένετο ἐπὶ τῆς γῆς, ἐν ἑτέρῳ καιρῷ δηλώσομεν· τέως δὲ ἐπὶ τὸ προκείμενον
ἴωμεν τοῦ λόγου, δεικνύντες, ὅτι οὐκ εὐθέως εἰς τὸν οὐρανὸν ἀνέβη μετὰ τὴν ἀνάστασιν ὁ Χριστὸς, ἀλλὰ τεσσαράκοντα ἡμέρας ἐπὶ τῆς γῆς διέτριψε μετὰ τῶν μαθητῶν, καὶ οὐχ ἁπλῶς διέτριψεν, ἀλλὰ καὶ συν-αλιζόμενος, καὶ τραπέζης κοινωνῶν, καὶ ὁμιλίας με-ταδιδοὺς, καὶ μετὰ τὰς τεσσαράκοντα ἡμέρας ἀνῆλθε πρὸς τὸν Πατέρα ἐν τοῖς οὐρανοῖς, καὶ οὐδὲ τότε ἐθαυματούργουν, ἀλλ’ ἕτεραι δέκα ἐγίνοντο ἡμέραι, καὶ πληρουμένης τῆς Πεντηκοστῆς ἐπέμφθη αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τότε λαβόντες τὰς πυρίνας γλώσσας ἤρξαντο ποιεῖν θαύματα. Ταῦτα δὲ πάντα, ἀγαπητοὶ, ἀπὸ τῶν Γραφῶν πιστωσόμεθα· οἷον ὅτι τεσσαράκοντα ἡμέρας αὐτοῖς συνεγένετο, ὅτι μετὰ τὴν Πεντηκοστὴν κατῆλθε τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι τότε τὰς γλώσσας ἔλαβον τὰς πυρίνας, ὅτι τῶν ση-μείων ἔκτοτε ἤρξαντο. Τίς οὖν ταῦτα πάντα φησίν; Ὁ τοῦ Παύλου μαθητὴς, ὁ τίμιος καὶ μέγας Λουκᾶς, οὕτω ποιούμενος τὴν ἀρχὴν καὶ λέγων· Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεό-φιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν, ἐν πολλοῖς τεκμηρίοις, δι’ ἡμερῶν τες-σαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ συναλιζό-μενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι. Ὁρᾷς ὅτι μετὰ τὴν ἀνάστασιν τεσσα-ράκοντα ἡμέρας ἐπὶ τῆς γῆς ἦν ὁ Κύριος, λέγων περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ συναλιζόμενος τοῖς ἀποστόλοις; ὁρᾷς ὅτι καὶ τραπέζης ἐκοινώνει; Καὶ παρήγγειλεν αὐτοῖς, φησὶν, ἀπὸ Ἱεροσολύ-μων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγ-γελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου, φησίν· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτι-

Chapter 6Caput 6. [Graecum] · Caput 6. [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:105σθήσεσθε ἐν Πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Ταῦτα δὲ ἔλεγεν ὁ Σωτὴρ ἐν ταῖς τεσσαράκοντα ἡμέραις, Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρ-τυρες ἐν τῇ Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰου-δαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Καὶ ταῦτα εἰπὼν, βλεπόντων αὐτῶν, ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Εἶδες πῶς καὶ τεσσαράκοντα ἡμέρας αὐτοῖς συνεγένετο ἐπὶ τῆς γῆς ὁ Χριστὸς, καὶ μετὰ τὰς τεσσαράκοντα ἡμέρας τότε ἀνελήφθη ἐν τοῖς οὐρα-νοῖς· ἀλλ’ ἴδωμεν εἰ ἐν τῇ Πεντηκοστῇ τὸ Πνεῦμα ἐπέμφθη τὸ ἅγιον. Καὶ ἐν τῷ συμπληροῦσθαι, φησὶ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἐγένετο ἄφνω ἦχος ἐκ τοῦ οὐρανοῦ ὡσεὶ φερομένης πνοῆς βιαίας, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκα-στον αὐτῶν. Εἴδετε ἀκριβῆ τὴν ἀπόδειξιν γεγενη-μένην, οἷον ὅτι τεσσαράκοντα ἡμέρας ἦν ἐπὶ γῆς ὁ Χριστὸς, καὶ οὐδὲ ἐθαυματούργουν οἱ ἀπόστολοι; Πῶς γὰρ ἔμελλον θαυματουργεῖν τὴν τοῦ ἁγίου καὶ ζωοποιοῦ Πνεύματος χάριν οὐδέπω ἔχοντες; Εἴδετε, ὅτι μετὰ τὰς τεσσαράκοντα ἡμέρας ἀν-ελήφθη εἰς τὸν οὐρανὸν ὁ Ἰησοῦς; εἴδετε πάλιν, ὅτι μετὰ τὰς δέκα ἡμέρας ἐθαυματούργουν οἱ ἀπόστολοι; Ἐν γὰρ τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντη-κοστῆς κατεπέμφθη τὸ Πνεῦμα τὸ ἅγιον. Τοῦτο οὖν ἐστι λοιπὸν τὸ ζητούμενον, τίνος ἕνεκεν αἱ Πράξεις τῶν ἀποστόλων ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται. Εἰ γὰρ τότε ἤρξαντο ποιεῖν τὰ σημεῖα οἱ ἀπόστολοι, ἤγουν μετὰ τὴν Κυρίου ἀνάστασιν, τότε ἔδει καὶ τὸ βιβλίον ἀναγινώσκεσθαι τοῦτο. Ὥσπερ γὰρ τὰ περὶ τοῦ σταυροῦ ἐν τῇ ἡμέρᾳ σταυροῦ ἀναγινώσκομεν, καὶ τὰ ἐν τῇ ἀναστάσει ὁμοίως, καὶ τὰ ἐν ἑκάστῃ ἑορτῇ γεγονότα τῇ αὐτῇ πάλιν ἀναγινώσκομεν, οὕ-τως ἔδει καὶ τὰ θαύματα τὰ ἀποστολικὰ ἐν ταῖς ἡμέ-ραις τῶν ἀποστολικῶν σημείων ἀναγινώσκεσθαι. 2. Τίνος οὖν ἕνεκεν οὐ τότε αὐτὰ ἀναγινώσκομεν, ἀλλ’ εὐθέως μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν, ἀκούσατε μετὰ ἀκριβείας τὴν αἰτίαν ἅπασαν. Μετὰ τὸν σταυρὸν εὐθέως ἀνάστασιν καταγγέλλομεν τοῦ Χριστοῦ, τῆς δὲ ἀναστάσεως ἀπόδειξίς ἐστι τὰ ση-μεῖα τὰ ἀποστολικὰ, τῶν δὲ σημείων ἀποστολικῶν διδασκαλεῖόν ἐστι τοῦτο τὸ βιβλίον. Ὃ τοίνυν μά-λιστα πιστοῦται τὴν ἀνάστασιν τὴν Δεσποτικὴν, τοῦτο μετὰ τὸν σταυρὸν καὶ τὴν ζωηφόρον ἀνάστασιν εὐθέως οἱ Πατέρες ἐνομοθέτησαν ἀναγινώσκεσθαι. Διὰ τοῦτο τοίνυν, ἀγαπητοὶ, μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν εὐθέως ἀναγινώσκομεν τὰ σημεῖα τῶν ἀπο-στόλων, ἵνα ἔχωμεν σαφῆ καὶ ἀναμφισβήτητον τῆς ἀναστάσεως τὴν ἀπόδειξιν. Οὐκ εἶδες αὐτὸν ἀνα-στάντα τοῖς ὀφθαλμοῖς τοῦ σώματος, ἀλλὰ βλέπεισ
PG 51:106αὐτὸν ἀναστάντα τοῖς ὀφθαλμοῖς τῆς πίστεως· οὐκ εἶδες αὐτὸν διὰ τῶν ὀμμάτων τούτων ἀναστάντα, ἀλλ’ ὄψει αὐτὸν ἀναστάντα διὰ τῶν θαυμάτων ἐκεί-νων. Ἡ γὰρ τῶν σημείων ἐπίδειξις χειραγωγεῖ σε πρὸς τὴν τῆς πίστεως θεωρίαν. Ὅθεν τοῦ φανῆναι αὐτὸν ἀναστάντα πολλῷ μείζων ἦν ἀπόδειξις καὶ σα-φεστέρα τὸ σημεῖα γίνεσθαι ἐν τῷ ὀνόματι αὐτοῦ. Βούλει μαθεῖν, πῶς τοῦτο μᾶλλον πιστοῦται τὴν ἀνάστασιν, ἢ εἰ ἐφάνη πᾶσιν ἀνθρώποις κατ’ ὀφθαλ-μούς; Ἀκούσατε νουνεχῶς· καὶ γὰρ πολλοὶ τοῦτο ἐρωτῶσι, καὶ λέγουσι· Τίνος ἕνεκεν ἀναστὰς οὐκ εὐ-θέως ἐφάνη τοῖς Ἰουδαίοις; ἀλλὰ περιττὸς ὁ λόγος οὗτος καὶ μάταιος. Εἰ γὰρ ἔμελλε πρὸς τὴν πίστιν αὐτοὺς ἐπισπάσασθαι, οὐκ ἂν παρῃτήσατο μετὰ τὴν ἀνάστασιν φανῆναι πᾶσιν· ὅτι δὲ οὐκ ἔμελλεν αὐ-τοὺς ἐπισπάσασθαι φανεὶς αὐτοῖς μετὰ τὴν ἀνάστα-σιν, δείκνυσι διὰ τοῦ Λαζάρου. Τοῦτον γὰρ τετραή-μερον νεκρὸν ἀναστήσας, ὀδωδότα, διεφθορότα, καὶ μετὰ τῶν κειριῶν δεδεμένον ποιήσας αὐτὸν ἐξελθεῖν ὑπὸ τὰς ἁπάντων ὄψεις, οὐ μόνον οὐκ ἐπεσπάσατο πρὸς τὴν πίστιν αὐτοὺς, ἀλλὰ καὶ παρώξυνεν· ἐλ-θόντες γὰρ ἠβουλήθησαν καὶ αὐτὸν ἀνελεῖν διὰ τοῦτο. Εἰ οὖν ἕτερον ἀνέστησε καὶ οὐκ ἐπίστευσαν, ἑαυτὸν ἀναστήσας εἰ ἔδειξεν ἑαυτὸν, οὐκ ἂν πάλιν ἐμάνησαν κατ’ αὐτοῦ; Εἰ καὶ μηδὲν ἔμελλον ἀνύειν, ἀλλ’ ὅμως διὰ τῆς ἐπιχειρήσεως ἔμελλον ἀσεβεῖν. Ὥστε βουλόμενος αὐτοὺς ἀπαλλάξαι μανίας πε-ριττῆς, ἔκρυψεν ἑαυτόν· μᾶλλον γὰρ ἂν ἐποίησεν ὑπευθύνους κολάσει, εἰ μετὰ τὸν σταυρὸν ἐφάνη. Διὰ τοῦτο φειδόμενος αὐτῶν ἔκρυψε μὲν ἑαυτὸν ἐκ τῆς ἐκείνων ὄψεως· ἔδειξε δὲ διὰ τῆς τῶν σημείων ἀπο-δείξεως. Τοῦ γὰρ ἰδεῖν αὐτὸν ἀναστάντα οὐκ ἔλαττον ἦν ἀκοῦσαι Πέτρου λέγοντος· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει. Καὶ ὅτι τοῦτο ἀνα-στάσεως μεγίστη ἀπόδειξις, καὶ εὐκολώτερον πρὸς πίστιν ἢ ἐκεῖνο τὸ πρότερον, καὶ μᾶλλον ἠδύνατο πεῖσαι τὰς διανοίας τῶν ἀνθρώπων τὸ σημεῖα φαί-νεσθαι ἐν τῷ ὀνόματι αὐτοῦ γινόμενα, ἢ τὸ ἰδεῖν αὐ-τὸν ἀναστάντα, δῆλον ἐκεῖθεν. Ἀνέστη καὶ ἔδειξεν ἑαυτὸν τοῖς μαθηταῖς ὁ Χριστός· ἀλλ’ ὅμως εὑρέθη τις ἀπιστῶν καὶ ἐν ἐκείνοις Θωμᾶς ὁ λεγόμενος Δί-δυμος, καὶ ἐδεήθη τοῦ τὰς χεῖρας εἰσενεγκεῖν εἰς τοὺς τύπους τῶν ἥλων· ἐδεήθη δὲ καὶ τὴν πλευρὰν αὐτοῦ καταμαθεῖν. Εἰ δὲ ὁ μαθητὴς ἐκεῖνος ὁ τρεῖς χρό-νους διατρίψας μετ’ αὐτοῦ, ὁ τραπέζης Δεσποτικῆς
κοινωνήσας, ὁ σημεῖα καὶ τέρατα θεασάμενος μέ-γιστα, ὁ ῥημάτων Δεσποτικῶν μετασχὼν, καὶ ἰδὼν αὐτὸν ἀναστάντα, οὐ πρότερον ἐπίστευσεν, ἕως ὅτε τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης τὰ τραύματα εἶδε· πῶς ἡ οἰκουμένη πιστεύειν ἔμελλεν, εἰπέ μοι, εἰ εἶδεν αὐτὸν ἀναστάντα; Καὶ τίς ἂν ταῦτα εἴ-ποι; Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν δεί-ξομεν, ὅτι μᾶλλον ἔπειθε τὰ σημεῖα τοῦ θεάσασθαι κατ’ ὄψιν ἀναστάντα. Ἀκούσαντες γὰρ οἱ ὄχλοι τοῦ Πέτρου τῷ χωλῷ λέγοντος, Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει, τρισχίλιοι ἐπίστευ-σαν καὶ πεντακισχίλιοι τῷ Χριστῷ ἄνδρες· ὁ δὲ μα-θητὴς ἰδὼν ἀναστάντα ἠπίστησεν. Ὁρᾷς πῶς τοῦτο εὐκολώτερον μᾶλλον πρὸς τὴν τῆς ἀναστάσεως πί-στιν; Ἐκεῖνο μὲν γὰρ καὶ ὁ οἰκεῖος μαθητὴς ἰδὼν ἠπίστησε· ταῦτα δὲ καὶ οἱ ἐχθροὶ θεασάμενοι ἐπί-

Chapter 7Caput 7. [Latin] · Caput 7. [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:107στευσαν. Οὕτω μεῖζον τοῦτο ἐκείνου καὶ σαφέστερον, καὶ μᾶλλον αὐτοὺς ἐπεσπᾶτο καὶ ἔπειθε πρὸς τὴν ἀνάστασιν. Καὶ τί λέγω τὸν Θωμᾶν; Ὅτι γὰρ οὐδὲ οἱ λοιποὶ μαθηταὶ ἐκ πρώτης ὄψεως ἐπίστευον, ἄκου-σον νουνεχῶς. Ἀλλὰ μὴ καταγνῷς αὐτῶν, ἀγαπητέ· εἰ γὰρ ὁ Χριστὸς οὐ κατέγνω αὐτῶν, μηδὲ σὺ κα-ταγνῷς αὐτῶν· καὶ γὰρ πρᾶγμα ξένον εἶδον οἱ μα-θηταὶ καὶ παράδοξον, πρωτότοκον αὐτὸν ἐκ τῶν νεκρῶν ἀναστάντα· τὰ δὲ τοιαῦτα μέγιστα θαύματα ἐκ πρώτης ἐκπλήττειν εἴωθεν, ἕως ἂν τῷ χρόνῳ μό-νιμα γένηται ἐν ταῖς τῶν πιστευόντων ψυχαῖς· ὅπερ οὖν καὶ ἐπὶ τῶν μαθητῶν ἐγένετο τότε. Ἐπειδὴ γὰρ ἀναστὰς ὁ Χριστὸς ἐκ νεκρῶν εἶπεν αὐτοῖς· Εἰρήνη ὑμῖν, Πτοηθέντες, φησὶν, ἐκεῖνοι καὶ ἔμφοβοι γε-νόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν, καὶ εἶπεν αὐ-τοῖς ὁ Ἰησοῦς· Τί τεταραγμένοι ἐστέ; Καὶ μετὰ ταῦτα ἐπιδείξας αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ Ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; διὰ τούτων βουλόμενος αὐτοῖς τὴν ἀνάστα-σιν πιστώσασθαι. Οὐ πείθει σε, φησὶν, ἡ πλευρὰ, οὐδὲ τὰ τραύματα; πειθέτω κἂν ἡ τράπεζα. ζ. Ἵνα δὲ μάθῃς ἀκριβῶς, ὅτι διὰ τοῦτο εἶπεν, Ἔχετέ τι βρώσιμον ἐνθάδε φαγεῖν; ἵνα μὴ νομί-σωσιν εἴδωλον εἶναι, μηδὲ πνεῦμα, μηδὲ φαντασίαν, ἀλλ’ ἀληθῆ καὶ ἐνυπόστατον ἀνάστασιν, ἄκουσον, πῶς ὁ Πέτρος ἀπὸ τούτων πιστοῦται τὴν ἀνάστασιν. Εἰπὼν γὰρ ὅτι Ἀνέστησεν αὐτὸν ὁ Θεὸς, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι μάρτυσι τοῖς προκεχειροτονημένοις ἡμῖν, εἶτα καὶ ἀπόδειξιν τῆς ἀναστάσεως τιθεὶς, ἐπήγαγεν· Οἵτινες συν-εφάγομεν καὶ συνεπίομεν αὐτῷ. Διὰ τοῦτο καὶ ἀλλαχοῦ ἀναστήσας νεκρὰν ὁ Χριστὸς, ἵνα πιστώ-σηται τὴν ἀνάστασιν ἔφη· Δότε αὐτῇ φαγεῖν. Ὅταν οὖν ἀκούσῃς, ὅτι παρέστησεν ἑαυτὸν ζῶντα δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ συ-ναλιζόμενος, μάνθανε τῆς τραπέζης τὴν αἰτίαν, ὅτι οὐχὶ δεόμενος αὐτὸς τραπέζης ἔτρωγεν, ἀλλὰ βου-λόμενος τὴν ἀσθένειαν διορθῶσαι τῶν μαθητῶν, ὅθεν δῆλον ὅτι τὰ τέρατα καὶ σημεῖα τῶν ἀποστόλων ἀπό-δειξις ἦν μεγίστη τῆς ἀναστάσεως. Διὸ καὶ αὐτός φησιν· Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ποιῶ ἐγὼ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Ἐπειδὴ γὰρ ὁ σταυρὸς μεταξὺ παρεμπεσὼν ἐσκανδάλισε πλείστους, διὰ τοῦτο καὶ μειζόνων ἐδέησε μετὰ ταῦτα σημείων. Καί-τοι γε εἰ τελευτήσας ὁ Χριστὸς ἐναπέμεινε τῷ θα-νάτῳ καὶ τῷ τάφῳ, καὶ οὐκ ἀνέστη, καθάπερ οἱ Ἰουδαῖοί φασιν, οὐδὲ ἀνέβη εἰς τοὺς οὐρανοὺς, οὐ μόνον οὐκ ἔδει μείζονα γίνεσθαι τὰ μετὰ ταῦτα σημεῖα τὰ μετὰ τὸν σταυρὸν, ἀλλὰ καὶ τὰ πρότερα γινόμενα ἀποσβεσθῆναι ἐχρῆν. Προσέχετέ μοι μετὰ ἀκριβείας ἐνταῦθα· ἀναστάσεως γάρ εἰσιν ἀναμφι-σβητήτου ἀποδείξεις τὰ λεγόμενα, διὸ καὶ πάλιν τὰ αὐτὰ ἐρῶ. Ἐποίησε σημεῖα πρὸ τούτου ὁ Χριστὸς, νεκροὺς ἤγειρε, λεπροὺς ἐκάθηρε, δαίμονας ἀπήλασεν· ἐσταυ-ρώθη μετὰ ταῦτα, καὶ ὡς οἱ παράνομοι Ἰουδαῖοι λέ-γουσιν, οὐκ ἀνέστη ἐκ νεκρῶν. Τί οὖν ἂν εἴποιμεν πρὸς αὐτούς; Ὅτι εἰ μὴ ἀνέστη, πῶς μετὰ ταῦτα ἐν τῷ ὀνόματι αὐτοῦ μείζονα ἐγένετο σημεῖα; Οὐδεὶσ

Chapter 8: God is perceived by faith alone. How Peter was crucifiedCaput 8: Fide sola cernitur Deus. Petrus quomodo crucifixus fuerit [Latin] · Caput 8: Fide sola cernitur Deus. Petrus quomodo crucifixus fuerit [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:108γὰρ τῶν ζώντων τελευτήσας μείζονα σημεῖα ἐποίησε μετὰ τὴν τελευτὴν, ἐνταῦθα δὲ μείζονα καὶ τῷ τρόπῳ καὶ τῇ φύσει τὰ θαύματα μετὰ ταῦτα ἦν. Φύσει γὰρ μείζονα ἦν, ὅτι μὲν τοῦ Χριστοῦ οὐδέποτε σκιαὶ νε-κροὺς ἀνέστησαν· ἐπὶ δὲ τῶν ἀποστόλων αἱ σκιαὶ αὐτῶν πολλὰ τοιαῦτα ἐποίουν. Τρόπῳ δὲ μείζονα ἐγένετο σημεῖα, ὅτι τότε μὲν αὐτὸς ἐπιτάττων ἐθαυ-ματούργει· μετὰ δὲ τὸν σταυρὸν οἱ δοῦλοι αὐτοῦ τῷ σεβασμίῳ καὶ ἁγίῳ αὐτοῦ ὀνόματι χρώμενοι μείζονα καὶ ὑψηλότερα ἐποίουν, ὥστε μειζόνως αὐτοῦ καὶ ἐνδοξοτέρως διαλάμψαι τὴν ἰσχύν. Τοῦ γὰρ αὐτὸν ἐπιτάττειν πολλῷ μεῖζον ἦν τὸ ἕτερον τῷ ἐκείνου κεχρημένον ὀνόματι τοιαῦτα θαυματουργεῖν. Εἶδες, ἀγαπητὲ, καὶ τῇ φύσει καὶ τῷ τρόπῳ μείζονα ὄντα τὰ σημεῖα τῶν ἀποστόλων μετὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ; Οὐκοῦν ἀναμφισβήτητος ἡ ἀπόδειξις τῆς ἀναστάσεως. Ὅπερ γὰρ ἔλεγον, καὶ πάλιν ἐρῶ, εἰ ἐτετελευτήκει ὁ Χριστὸς, καὶ οὐκ ἀνέστη, ἔδει καὶ τὰ σημεῖα τελευτῆσαι καὶ ἀποσβεσθῆναι· νυνὶ δὲ οὐ μόνον οὐκ ἀπεσβέσθη, ἀλλὰ καὶ λαμπρότερα καὶ ἐν-δοξότερα γέγονε μετὰ ταῦτα. Εἰ γὰρ μὴ ἀνέστη ὁ Χριστὸς, οὐκ ἂν ἕτεροι ἐν τῷ ὀνόματι αὐτοῦ τοιαῦτα σημεῖα ἐποίησαν. Ἡ αὐτὴ μὲν γὰρ δύναμις καὶ πρὸ τοῦ σταυροῦ καὶ μετὰ τὸν σταυρὸν ἐθαυματούργει· καὶ πρῶτον μὲν δι’ ἑαυτοῦ, ὕστερον δὲ διὰ τῶν μα-θητῶν· ἵνα δὲ σαφεστέρα καὶ ἐνδοξοτέρα γένηται τῆς ἀναστάσεως ἡ ἀπόδειξις, μείζονα καὶ ὑψηλότερα μετὰ τὸν σταυρὸν ἐγένετο τὰ σημεῖα. Καὶ πόθεν δῆλον ὅτι σημεῖα γέγονε τότε; ὁ ἄπιστος ἐρεῖ Πόθεν δὲ καὶ δῆλον ὅτι ἐσταυρώθη ὁ Χριστός; Ἀπὸ τῶν θείων Γραφῶν, φησί. Καὶ γὰρ ὅτι σημεῖα γέγονε τότε καὶ ὅτι ἐσταυρώθη ὁ Χριστὸς, ἀπὸ τῶν ἁγίων Γραφῶν δῆλον. Ἐκεῖναι μὲν γὰρ καὶ ταῦτα κἀκεῖνα λέγουσιν. Εἰ δὲ λέγει ὁ ὑπεναντίος, ὅτι οὐκ ἐποίησαν σημεῖα οἱ ἀπόστολοι, μειζόνως αὐτῶν δεικνύεις τὴν δύναμιν καὶ τὴν θείαν χάριν, ὅτι χωρὶς σημείων τοσαύτην οἰκουμένην ἐπεσπάσαντο πρὸς θεοσέβειαν. Τοῦτο γὰρ μέγιστον σημεῖον καὶ παράδοξον θαῦμα, ὅταν οἱ πτωχοὶ, καὶ πένητες, καὶ εὐκαταφρόνητοι, καὶ ἀγράμματοι, καὶ ἰδιῶται, καὶ εὐτελεῖς, καὶ δώ-δεκα τὸν ἀριθμὸν, πόλεις τοσαύτας, καὶ ἔθνη, καὶ δήμους, καὶ βασιλεῖς, καὶ τυράννους, καὶ φιλοσό-φους, καὶ ῥήτορας, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν γῆν χωρὶς σημείων φαίνωνται πρὸς ἑαυτοὺς ἑλκύσαντες. Βούλει δὲ καὶ νῦν σημεῖα γινόμενα ἰδεῖν; Ἐγώ σοι δείξω καὶ μείζονα τῶν προτέρων, οὐχ ἕνα νεκρὸν ἐγειρόμενον, οὐχ ἕνα τυφλὸν ἀναβλέποντα, ἀλλὰ πᾶσαν τὴν γῆν τὸ σκότος τῆς πλάνης ἀποθεμέ-νην· οὐχ ἕνα λεπρὸν καθαιρόμενον, ἀλλ’ ἔθνη τοσαῦτα τὴν λέπραν τῆς ἁμαρτίας ἀποσμήξαντα καὶ διὰ τοῦ λουτροῦ παλιγγενεσίας καθαρθέντα. Τί τούτων τῶν σημείων μεῖζον ἐπιζητεῖς, ἄνθρωπε, ἀθρόον τοσαύτην τῆς οἰκουμένης μεταβολὴν ὁρῶν γεγενη-μένην; η. Βούλει μαθεῖν πῶς ἀναβλέψαι τὴν οἰκουμένην ἐποίησεν ὁ Χριστός; Τὸ πρότερον τὸ ξύλον καὶ τὸν λίθον οὐκ ἐνόμιζον εἶναι ξύλον καὶ λίθον οἱ ἄνθρω-ποι, ἀλλὰ θεοὺς ἐκάλουν τὰ ἀναίσθητα, οὕτως ἦσαν ἀποτετυφλωμένοι· νυνὶ δὲ εἶδον τί ξύλον, τί λίθος· ἐπίστευσαν τί Θεός. Πίστει γὰρ μόνῃ θεωρεῖται ἡ ἀνώλεθρος καὶ μακαρία φύσις ἐκείνη. Βούλει δὲ καὶ
ἕτερον ἀναστάσεως ἰδεῖν σημεῖον; Ἀπὸ τῆς τῶν μα-θητῶν γνώμης ὄψει καὶ τοῦτο μεῖζον γινόμενον μετὰ
PG 51:109τὴν ἀνάστασιν. Καὶ γὰρ παρὰ πᾶσιν ὡμολόγηται, ὅτι ὁ μὲν περὶ ζῶντα ἄνθρωπον εὐνοϊκῶς διακεί-μενος καὶ ἀποθανόντος ἴσως οὐδὲ μέμνηται· ὁ δὲ περὶ ζῶντα ἀγνωμόνως διατεθεὶς καὶ ἐγκαταλιπὼν περιόντα, πολλῷ μᾶλλον ἀποθανόντος ἐπιλήσεται. Ὅθεν οὐδεὶς τῶν ἀνθρώπων τὸν φίλον καὶ τὸν διδά-σκαλον ἀφεὶς ζῶντα καὶ ἐγκαταλιπὼν, τελευτήσαντα περὶ πολλοῦ ποιεῖται, καὶ μάλιστα ὅταν κινδύνους μυρίους αὐτῷ προκειμένους ἀπὸ τῆς περὶ ἐκεῖνον σπουδῆς βλέπῃ. Ἀλλ’ ἰδοὺ τοῦτο τὸ ἐπὶ μηδενὸς συμ-βαῖνον, ἐπὶ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων ἐγένετο, καὶ οἱ ζῶντα αὐτὸν ἀρνησάμενοι καὶ ἐγκαταλιπόντες, καὶ συλληφθέντα ἀφέντες, καὶ ἀποπηδήσαντες, μετὰ μυρία ἐκεῖνα ὀνείδη καὶ τὸν σταυρὸν, οὕτω περὶ πολλοῦ πεποίηνται, ὡς καὶ τὰς ψυχὰς ἐπιδοῦναι τὰς ἑαυτῶν ὑπὲρ τῆς εἰς αὐτὸν ὁμολογίας καὶ πίστεως. Καίτοι γε εἰ καὶ τετελευτήκει Χριστὸς καὶ οὐκ ἀνέστη, πῶς εἶχε λόγον τοὺς ἡνίκα ἔζη φυγόντας διὰ τὸν ἐπικείμενον κίνδυνον, ἡνίκα ἐτελεύτησε μυ-ρίοις ἑαυτοὺς δι’ ἐκεῖνον περιβάλλειν κινδύνοις; Οἱ μὲν οὖν ἄλλοι πάντες ἔφυγον, Πέτρος δὲ καὶ ἠρνήσατο μεθ’ ὅρκου τρίτον, καὶ ὁ μεθ’ ὅρκου τρίτον αὐτὸν ἀρνησάμενος καὶ θεραπαινιδίου φόβον εὐτελοῦς δεί-σας, ἐπειδὴ ἐτελεύτησε, βουλόμενος ἡμᾶς πεῖσαι διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι εἶδεν αὐτὸν ἀναστάντα, οὕτως ἀθρόον μετεβάλλετο ὡς ὁλοκλήρου καταγε-λάσαι δήμου, καὶ εἰς μέσον τῶν Ἰουδαίων τὸ θέατρον εἰσπηδῆσαι καὶ εἰπεῖν, ὅτι ὁ σταυρωθεὶς καὶ ταφεὶς ἀνέστη ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ εἰς τοὺς οὐ-ρανοὺς ἀνέβη, καὶ μηδὲν αὐτὸν ὑποδεῖσθαι δεινόν. Πόθεν οὖν τὸ θαῤῥεῖν αὐτῷ ἐγένετο; Πόθεν ἄλλοθεν, ἀλλ’ ἢ ἀπὸ τῆς πληροφορίας τῆς κατὰ τὴν ἀνάστα-σιν; Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν, καὶ διελέχθη, καὶ περὶ τῶν μελλόντων ἤκουσε, διὰ τοῦτο ὡς ὑπὲρ ζῶν-τος κινδυνεύων λοιπὸν, οὕτως ἁπάντων κατετόλμησε τῶν δεινῶν, ἅτε δὴ καὶ πλείονα λαβὼν δύναμιν καὶ μεῖζον τὸ θάρσος ὡς ὑπὲρ αὐτοῦ ἀποθανεῖν, καὶ τῷ σταυρῷ κατὰ κεφαλῆς προσομιλῆσαι. Ὅταν τοίνυν ἴδῃς καὶ σημεῖα μείζονα γινόμενα, καὶ τοὺς μαθη-τὰς πλείονα κεκτημένους εὔνοιαν περὶ αὐτὸν τοὺς πρότερον ἐγκαταλιπόντας αὐτὸν, καὶ παῤῥησίαν μείζονα ἐπιδεικνυμένους, καὶ πανταχόθεν λαμπρο-τέραν γινομένην τῶν πραγμάτων τὴν μεταβολὴν, καὶ ἐπὶ τὸ πεπαῤῥησιασμένον καὶ φαιδρὸν προελ-θόντα ἅπαντα, μάνθανε δι’ αὐτῆς τῶν πραγμάτων τῆς πείρας, ὅτι οὐ μέχρι θανάτου τὰ κατὰ τὸν Χριστὸν ἔμεινεν, ἀλλὰ ἀνάστασις αὐτὸν διεδέξατο, καὶ ζῇ καὶ μένει διηνεκῶς ὁ σταυρωθεὶς Θεὸς ἀναλ-λοίωτος. Οὐ γὰρ ἂν εἰ μὴ ἀνέστη καὶ ἔζη, μείζονα μετὰ ταῦτα σημεῖα εἰργάσαντο οἱ μαθηταὶ τῶν πρὸ τοῦ σταυροῦ γινομένων. Τότε μὲν γὰρ αὐτὸν καὶ οἱ μαθηταὶ ἐγκατέλιπον· νυνὶ δὲ αὐτῷ καὶ ἡ οἰκου-μένη προστρέχει ἅπασα, καὶ οὐχὶ Πέτρος μόνον, ἀλλὰ καὶ ἕτεροι μυρίοι, καὶ πολλῷ πλέον μετὰ Πέ-τρον τῶν οὐχ ἑωρακότων αὐτὸν τὰς ψυχὰς ἐπέδωκαν τὰς ἑαυτῶν ὑπὲρ ἐκείνου, καὶ τὰς κεφαλὰς ἀπετμή-θησαν, καὶ μυρία ἔπαθον δεινὰ, ὥστε τὴν εἰς αὐτὸν

Chapter 9; Chapter 9Caput 9. [Graecum] · Caput 9. [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:110ὁμολογίαν ὑγιῆ καὶ ἀκέραιον ἔχοντας ἀπελθεῖν. Πῶς οὖν ὁ νεκρὸς καὶ ἐν τῷ τάφῳ μένων, ὡς σὺ λέγεις, ὦ Ἰουδαῖε, τοσαύτην καὶ ἐν τοῖς μετ’ ἐκείνους ἅπασιν ἐπεδείξατο τὴν ἰσχὺν καὶ τὴν δύναμιν, πείθων αὐ-τοὺς αὐτὸν μόνον προσκυνεῖν, καὶ πάντα αἱρεῖσθαι ὑπομεῖναι καὶ πάσχειν ὑπὲρ τοῦ μὴ τὴν πίστιν ἀπο-λέσαι τὴν εἰς αὐτόν; Ὁρᾷς διὰ πάντων σαφῆ τῆς ἀναστάσεως τὴν ὑπόδειξιν, διὰ τῶν σημείων τῶν τότε, τῶν νῦν, διὰ τῆς εὐνοίας τῶν μαθητῶν τῶν τότε, τῶν νῦν, διὰ τῶν κινδύνων ἐν οἷς διετέλεσαν οἱ πιστεύ-σαντες; Βούλει καὶ τοὺς ἐχθροὺς ἰδεῖν πεφοβημένους αὐτοῦ τὴν ἰσχὺν καὶ τὴν δύναμιν, καὶ πολλῷ μᾶλλον μετὰ τὸν σταυρὸν ἀγωνιῶντας; Ἄκουε καὶ περὶ τού-των συνετῶς. Θεωροῦντες γὰρ, φησὶν, οἱ Ἰουδαῖοι τὴν τοῦ Πέτρου παῤῥησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι, ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, καὶ ἠγωνίων, οὐκ ἐπειδὴ ἀγράμματοι ἦσαν, ἀλλ’ ἐπειδὴ ἀγράμματοι ὄντες πάντων τῶν σοφῶν περιεγένοντο, καὶ Τὸν ἄνθρωπον σὺν αὐτοῖς ὁρῶντες τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν· καίτοι γε πρὸ τούτου ἀντέλεγον σημεῖα ὁρῶντες γινόμενα. Πῶς οὖν τότε οὐκ ἀντεῖ-πον; Ἀπέστησεν αὐτῶν τὴν γλῶτταν ἡ ἀόρατος τοῦ σταυρωθέντος δύναμις· ἐκεῖνος τὸ στόμα αὐτῶν ἐν-έφραξεν· ἐκεῖνος τὴν παῤῥησίαν κατέστειλε· διὰ τοῦτο καὶ εἱστήκεισαν μηδὲν ἔχοντες ἀντειπεῖν. Ὅταν δὲ καὶ ἐφθέγξαντο, ὅρα πῶς τὴν δειλίαν ὁμολογοῦσι τὴν ἑαυτῶν. Βούλεσθε, φησὶν, ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Καὶ μὴν, εἰ ἄν-θρωπός ἐστι ψιλὸς, τί δέδοικας αὐτοῦ τὸ αἷμα; πό-σους ἀνεῖλες προφήτας, πόσους ἔσφαξας δικαίους, ὦ Ἰουδαῖε, καὶ οὐδενὸς αὐτῶν τὸ αἷμα ἐφοβήθης; τίνος ἕνεκεν ἐνταῦθα φοβῇ; Κατέσεισεν αὐτῶν ὄντως τὸ συνειδὸς ὁ σταυρωθεὶς, καὶ τὴν ἀγωνίαν ἣν εἶχον κρύψαι μὴ δυνάμενοι, καὶ ἄκοντες ἐπὶ τῶν ἐχθρῶν ὁμολογοῦσι τὴν οἰκείαν ἀσθένειαν. Καὶ ὅτε μὲν ἐσταύ-ρουν αὐτὸν ἐβόων λέγοντες· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· οὕτω κατεφρόνουν τοῦ αἵ-ματος αὐτοῦ. Μετὰ δὲ τὸν σταυρὸν ἰδόντες αὐτοῦ τὴν δύναμιν διαλάμπουσαν, φοβοῦνται καὶ ἀγωνιῶσι, καὶ λέγουσι· Βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Καίτοι γε εἰ πλάνος ἦν καὶ ἀντίθεος, καθώς φατε, Ἰουδαῖοι παράνομοι, τίνος ἕνεκεν αὐτοῦ δεδοίκατε τὸ αἷμα; Καὶ γὰρ καὶ ἐγκαλλωπίζεσθαι ἔδει τῷ φόνῳ, εἰ τοιοῦτος ἦν. Ἀλλ’ ἐπειδὴ τοιοῦτος οὐκ ἦν, διὰ τοῦτο τρέμουσιν. θ. Ὁρᾷς πανταχόθεν καὶ τοὺς ἐχθροὺς ἀγωνιῶντας καὶ δεδοικότας; εἶδες αὐτῶν τὴν ἀγωνίαν; Μάθε καὶ τοῦ σταυρωθέντος τὴν φιλανθρωπίαν. Ἐκεῖνοι μὲν γὰρ ἔλεγον· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ὁ δὲ Χριστὸς οὐκ ἐποίησεν οὕτως· ἀλλὰ πρὸς τὸν Πατέρα καθικετεύων λέγει· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Εἰ γὰρ ἐγένετο τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν, οὐκ ἂν ἀπὸ τῶν τέκνων αὐτῶν ἐγένοντο ἀπό-στολοι· οὐκ ἂν ὁμοῦ τρισχίλιοι ἐπίστευσαν, οὐκ ἂν πεντακισχίλιοι. Ὁρᾷς πῶς ἐκεῖνοι μὲν ὠμοὶ καὶ ἀπηνεῖς περὶ τὰ ἔκγονα αὐτῶν ὄντες καὶ τὴν φύσιν αὐτὴν ἠγνόησαν, ὁ δὲ Θεὸς πατέρων ἁπάντων φιλαν-θρωπότερος, καὶ μητέρων φιλοστοργότερος γέγονεν;
PG 51:111Ἐγένετο μὲν γὰρ τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν· ἐπὶ τὰ τέκνα δὲ οὐχὶ πάντα, ἀλλ’ ἐπ’ ἐκεῖνα μόνον τὰ μιμησάμενα τὴν πατρικὴν ἀσέ-βειαν καὶ παρανομίαν, καὶ ὅσοι ἦσαν αὐτοῖς υἱοὶ οὐ κατὰ τὴν τῆς φύσεως διαδοχὴν, ἀλλὰ κατὰ τὴν τῆς προαιρέσεως μανίαν, οὗτοι μόνοι γεγόνασιν ὑπεύθυ-νοι τῶν κακῶν. Σκόπει δέ μοι καὶ ἑτέρωθεν τὴν ἀγαθότητα καὶ φιλανθρωπίαν τοῦ Θεοῦ. Οὐ γὰρ εὐθέως ἐπήγαγεν ἐπ’ αὐτοὺς τὴν κόλασιν καὶ τὴν τιμωρίαν, ἀλλὰ τες-σαράκοντα καὶ πλείονα ἔτη διέλιπε μετὰ τὸν σταυρόν. Αὐτὸς μὲν γὰρ ὁ Σωτὴρ ἐπὶ Τιβερίου ἐσταυρώθη· ἡ δὲ πόλις αὐτῶν ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου ἑάλω. Τίνος οὖν ἕνεκεν τὸν μετὰ ταῦτα τοῦτον χρόνον διέλι-πεν; Βουλόμενος αὐτοῖς δοῦναι καιρὸν μετανοίας, ὥστε ἀποδύσασθαι τὰ πεπλημμελημένα, ὥστε ἀπο-κρούσασθαι τὰ ἐγκλήματα. Ἐπειδὴ δὲ καὶ προθεσμίαν
μετανοίας λαβόντες ἔμενον ἀνιάτως ἔχοντες, ἐπήγαγε λοιπὸν αὐτοῖς τὴν κόλασιν καὶ τὴν τιμωρίαν, καὶ τὴν πόλιν καθελὼν ἐξήγαγεν αὐτοὺς διασπείρας πανταχοῦ τῆς οἰκουμένης, καὶ τοῦτο διὰ φιλανθρωπίαν ποιῶν. Διέσπειρε γὰρ αὐτοὺς, ἵνα πανταχοῦ τῆς οἰκουμένης προσκυνούμενον ἴδωσι τὸν ὑπ’ αὐτῶν σταυρωθέντα Χριστὸν, ἵνα ὁρῶντες αὐτὸν προσκυνούμενον ὑπὸ πάντων καὶ μαθόντες αὐτοῦ τὴν δύναμιν, ἐπιγνῶσι τῆς οἰκείας ἀσεβείας τὴν ὑπερβολὴν, καὶ ἐπιγνόντες ἐπανέλθωσι πρὸς τὴν ἀλήθειαν. Καὶ λοιπὸν ἡ αἰχμα-λωσία αὐτοῖς διδασκαλία ἐγίνετο, καὶ ἡ τιμωρία νου-θεσία· εἰ γὰρ ἔμενον ἐπὶ τῆς Ἰουδαίας γῆς, οὐκ ἂν ἔγνωσαν τῶν προφητῶν τὴν ἀλήθειαν. Τί γὰρ καὶ ἔλεγον οἱ προφῆται; Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχε-σίν σου τὰ πέρατα τῆς γῆς. Ἔδει τοίνυν αὐτοὺς ἐξ-ελθεῖν εἰς τὰ πέρατα τῆς γῆς, ἵνα ἴδωσιν οἰκείοις ὀφθαλμοῖς, ὅτι καὶ τὰ πέρατα τῆς γῆς κατέχει ὁ Χρι-στός. Πάλιν οὖν ἕτερος προφήτης λέγει· Καὶ προς-κυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ. Ἔδει τοίνυν αὐτοὺς εἰς ἅπαντα διασπαρῆναι τόπον
PG 51:112τῆς γῆς, ἵνα ἴδωσιν οἰκείοις ὄμμασιν ἕκαστον ἐκ τοῦ τόπου αὐτοῦ προσκυνοῦντα αὐτόν. Πάλιν ἄλλος εἶπε· Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Ἔδει τοίνυν αὐτοὺς εἰς ἅπασαν τὴν γῆν ἀπελθεῖν, ὥστε ἰδεῖν αὐτὴν πεπληρωμένην τοῦ γνῶναι τὸν Κύριον, καὶ τὰς θαλάσσας, τουτέστι τὰς πνευματικὰς ταύτας Ἐκκλησίας, τῆς θεοσεβείας μεμεστωμένας. Διὰ ταῦ-τα διέσπειρεν αὐτοὺς ὁ Θεὸς πανταχοῦ τῆς γῆς· εἰ γὰρ ἐν Ἰουδαίᾳ ἐκάθηντο, ταῦτα ἂν ἠγνόησαν. Λοιπὸν βούλεται αὐτοὺς καὶ τῆς τῶν προφητῶν ἀληθείας καὶ τῆς αὐτοῦ δυνάμεως αὐταῖς ὄψεσι τὴν πεῖραν λαβεῖν· ἵνα ἐὰν μὲν εὐγνωμονῶσι, διὰ τούτων χειραγωγηθῶσι πρὸς τὴν ἀλήθειαν· ἂν δὲ ἐπιμένωσι τῇ ἀσεβείᾳ, μηδεμίαν ἔχωσιν ἀπολογίαν ἐν τῇ φοβερᾷ τῆς κρί-σεως ἡμέρᾳ. Διὰ τοῦτο διέσπειρεν αὐτοὺς πανταχοῦ τῆς οἰκουμένης, ἵνα καὶ ἡμεῖς ἐκ τούτου κερδάνωμέν τι, τουτέστιν ἐκείνας τὰς προῤῥήσεις ὁρῶντες τὰς περὶ τῆς διασπορᾶς αὐτῶν εἰρημένας, τὰς περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων, ἃς καὶ ὁ Δανιὴλ τοῦ βδε-λύγματος τῆς ἐρημώσεως μνησθεὶς, καὶ ὁ Μαλαχίας εἰπὼν, Ὅτι καὶ ἐν ὑμῖν συγκλεισθήσονται πύλαι, καὶ ὁ Δαυὶ̈δ καὶ ὁ Ἡσαί̈ας καὶ ἕτεροι πολλοὶ προφῆ-ται περὶ τούτων προανεφώνησαν, ἵνα ὁρῶντες τοὺς περὶ τὸν Δεσπότην ἀγνώμονας γεγενημένους οὕτω κολαζομένους, ἐκπεπτωκότας τῆς ἐλευθερίας τῆς πα-τρικῆς καὶ τῶν οἰκείων ἁπάντων θεσμῶν τε καὶ πα-τρικῶν παραδόσεων, μάθωμεν αὐτοῦ τὴν δύναμιν τὴν προειποῦσαν αὐτὰ καὶ ἐργασαμένην, καὶ οἱ μὲν ἐχθροὶ διὰ τῶν ἡμετέρων ἀγαθῶν ἴδωσιν αὐτοῦ τὴν ἰσχύν· ἡμεῖς δὲ διὰ τῶν εἰς ἐκείνους τιμωριῶν μά-θωμεν αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν καὶ δύναμιν, καὶ διὰ παντὸς δοξάζοντες αὐτὸν διατελῶμεν, ὅπως καὶ τῶν αἰωνίων καὶ ἀποῤῥήτων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ καὶ ζωο-ποιῷ Πνεύματι τιμὴ καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Second witness · khazarzar edition

In principium Actorum ΟΜΙΛΙΑ Πρὸς τοὺς ἐγκαταλείψαντας τὴν σύναξιν τῆς Ἐκκλησίας, καὶ εἰς τὸ μὴ παρατρέχειν τὰς ἐπιγραφὰς τῶν θείων Γραφῶν, καὶ εἰς τὸ ἐπίγραμμα τοῦ βωμοῦ, καὶ εἰς τοὺς νεοφωτίστους. αʹ. Τί τοῦτο; ὅσον προΐασιν ἡμῖν αἱ ἑορταὶ, τοσοῦτον καὶ αἱ συνάξεις ἐλάττους γίνονται. Ἀλλὰ μὴ ῥᾳθυμῶμεν ἡμεῖς οἱ παρόντες· ἐλάττους μὲν γίνονται τῷ πλήθει, οὐκ ἐλάττους δὲ τῇ προθυμίᾳ· ἐλάττους τῷ ἀριθμῷ, οὐκ ἐλάττους δὲ τῷ πόθῳ. Ἐλάττους γίνονται, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν, καὶ μάθωμεν, τίνες μὲν συνηθείᾳ, τίνες δὲ ἐπιθυμίᾳ θείων λογίων παραγίνονται δι' ἐνιαυσίου ἑορτῆς, τίνες ἐπιθυμίᾳ ἀκροάσεως πνευματικῆς. Πᾶσα ἡ πόλις ἦν ἐνταῦθα τῇ προτέρᾳ κυριακῇ, μεστοὶ οἱ περίβολοι, καὶ κύματα ἀπιόντα καὶ ἐπανιόντα ἐμιμεῖτο τὸ πλῆθος· ἀλλ' ἐμοὶ τῶν κυμάτων ἐκείνων ποθεινοτέρα ἡ ὑμετέρα γαλήνη, ἐμοὶ τοῦ θορύβου καὶ τῆς ταραχῆς ἐκείνης τιμιωτέρα ὑμῶν ἡ ἡσυχία. Τότε τὰ σώματα ἦν ἀριθμεῖν παρόντα, νῦν τὰ φρονήματα εὐλαβείας γέμοντα. Εἴ τις τὴν σύναξιν ταύτην τὴν ὀλιγάνθρωπον καὶ τὸ πλέον ἐκ πενήτων συνεστηκυῖαν, κἀκείνην τὴν σύναξιν τὴν πολυάνθρωπον καὶ τὸ πλεῖον ἀπὸ πλουσίων συγκεκροτημένην, εἴ τις ἀμφοτέρας τὰς συνάξεις ταύτας ὥσπερ ἐν ζυγῷ καὶ σταθμῷ θελήσει σταθμῆσαι, εὕρῃ ἂν ταύτην καθέλκουσαν. Εἰ γὰρ ἐλάττους τῷ ἀριθμῷ, ἀλλὰ τιμιώτεροί ἐστε τῇ ἐπιθυμίᾳ. Οὕτω καὶ ἐπὶ τῶν σταθμητῶν γίνεται· ἐὰν δέκα τις στατῆρας χρυσίου λαβὼν εἰς μίαν κατάθηται πλάστιγγα, εἶτα εἰς τὴν ἑτέραν πλάστιγγα χαλκοὺς ἑκατὸν, οἱ μὲν ἑκατὸν χαλκοὶ πρὸς ἑαυτοὺς καθέλκουσι τὴν τρυτάνην· οἱ δὲ δέκα χρυσοὶ τῇ τῆς φύσεως ὑπεροχῇ μειζόνως ἀνθέλκουσι, βαρύτεροι καὶ τιμιώτεροι ὄντες κατὰ τὸν τῆς οὐσίας λόγον. Ὥστε ἔστιν ὀλίγους ὄντας τῷ ἀριθμῷ, τῶν πολλῶν εἶναι τιμιωτέρους καὶ ἀναγκαιοτέρους. Ἀλλὰ τί ὑμῖν τὰ παραδείγματα ἀπὸ τῶν ἐν τῇ συνηθείᾳ φέρω πραγμάτων, δέον αὐτὴν τοῦ Θεοῦ τὴν ψῆφον περὶ τούτων παραγαγεῖν ἀποφαινομένην; Τί οὖν αὕτη φησί; Κρείσσων εἷς ποιῶν τὸ θέλημα τοῦ Κυρίου, ἢ μυρίοι παράνομοι. Ἔστι γὰρ, ἔστι πολλάκις ἄνθρωπος εἷς μυρίων ἀντάξιος. Καὶ τί λέγω, ἔστιν εἷς ἄνθρωπος μυρίων ἀντάξιος μόνος; ἀλλὰ καὶ τῆς οἰκουμένης ἀναγκαιότερος καὶ τιμιώτερος. Καὶ τούτου τὴν μαρτυρίαν ἀπὸ τῶν Παύλου ῥημάτων ποιήσομαι. Ἀνθρώπων γὰρ μνησθεὶς πενήτων, ἐλαυνομένων, θλιβομένων, κακουχουμένων, οὕτω φησί· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Τί λέγεις; τῶν ὑστερουμένων, τῶν κακουχουμένων, τῶν οὐκ ἐχόντων πατρίδα οὐκ ἦν ἄξιος ὁ 51.6668 κόσμος; Οὐχ ὁρᾷς πόσους πόσοις ἀντέστησας; Ὁρῶ μὲν, φησὶ, καὶ διὰ τοῦτο εἶπον ὅτι οὐκ ἦν ὁ κόσμος ἄξιος αὐτῶν· ἐγὼ γὰρ τῶν νομισμάτων τούτων τὴν φύσιν οἶδα σαφῶς. Καὶ γῆν, καὶ θάλατταν, καὶ βασιλεῖς, καὶ ἐπάρχους, καὶ πᾶσαν ἁπλῶς τῶν ἀνθρώπων τὴν φύσιν τιθεὶς, καὶ δύο ἢ τρεῖς πένητας τούτοις ἀντιστήσας, θαῤῥῶν ἂν εἴποιμι, ὅτι οὗτοι μᾶλλον κατάγουσιν οἱ πένητες. Εἴπερ ἐκεῖνοι ἀπηλαύνοντο πατρίδος, ἀλλ' εἶχον πατρίδα τὴν ἄνω Ἱερουσαλήμ. Ἐν πενίᾳ διῆγον· ἀλλ' ἐπλούτουν κατὰ τὴν εὐσέβειαν. Ἀνθρώπων ἦσαν ἐχθροί· ἀλλὰ τῷ Θεῷ φίλοι. Καὶ τίνες εἰσὶν οὗτοι; Ὁ Ἠλίας, ὁ Ἐλισσαῖος, καὶ οἱ κατ' ἐκείνους ἅπαντες. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι οὐδὲ τῆς ἀναγκαίας ηὐπόρουν τροφῆς, ἀλλ' ὅτι τὸ στόμα Ἠλίου τὸν οὐρανὸν ἔκλεισε καὶ ἀνέῳξε, καὶ ἡ μηλωτὴ αὐτοῦ τὸν Ἰορδάνην ἀπέστρεψε. Καὶ ταῦτα ἐννοῶν χαίρω, καὶ ἀλγῶ· χαίρω μὲν δι' ὑμᾶς τοὺς παρόντας, ἀλγῶ δὲ δι' ἐκείνους τοὺς μὴ παρόντας· ἀλγῶ σφόδρα, καὶ ὀδυνῶμαι, καὶ συντέτριμμαι τὴν καρδίαν. Τίς γὰρ καὶ τῶν σφόδρα ἀναλγήτων οὐκ ἂν ἀλγήσειε τὰ τοῦ διαβόλου

1

πλείονος ἀπολαύοντα σπουδῆς ὁρῶν; Καίτοι εἰ καὶ ἴσης ἀπήλαυσεν, οὐδεμία ἡμῖν ἦν ἡ συγγνώμη, οὐδὲ ἀπολογία ὅταν δὲ καὶ πλεονεκτῇ, τίς ἡμῖν ἐλλείπεται λόγος; Θέατρα καθ' ἑκάστην καλεῖ τὴν ἡμέραν, καὶ οὐδεὶς ὁ ὀκνῶν, οὐδεὶς ὁ ἀναδυόμενος, οὐδεὶς ἀσχολίαν προβάλλεται πραγμάτων· ἀλλ' ὥσπερ εὔζωνοι καὶ λελυμένοι φροντίδος ἁπάσης, οὕτω τρέχουσιν ἅπαντες· οὐχ ὁ γέρων τὴν πολιὰν αἰδεῖται, οὐχ ὁ νέος ὑφορᾶται τὴν φλόγα τῆς φύσεως καὶ τῆς ἐπιθυμίας, οὐχ ὁ πλούσιος τὸ ἀξίωμα τὸ ἑαυτοῦ καταισχύνειν ἡγεῖται. Ἀλλ' ἐὰν μὲν εἰς ἐκκλησίαν ἀπαντῆσαι δέῃ, καθάπερ ἐξ ὑπεροχῆς τινος καὶ ἀξιώματος καταβαίνων, οὕτω ναρκᾷ καὶ ὀκνεῖ, καὶ μετὰ ταῦτα φυσᾶται, ὥσπερ τι τῷ Θεῷ χαρισάμενος· εἰς δὲ θέατρον σπεύδων, ἔνθα ἀσελγῆ θεάματα καὶ ἀκούσματα, οὐ νομίζει καταισχῦναι ἑαυτὸν, οὐ τὸν πλοῦτον, οὐδὲ τὴν εὐγένειαν. Ἐβουλόμην εἰδέναι, ποῦ νῦν εἰσιν οἱ κατὰ τὴν ἡμέραν ἐκείνην ἡμῖν ἐνοχλήσαντες· ἐνόχλησις γὰρ ἦν αὐτῶν ἡ παρουσία· ἐβουλόμην εἰδέναι τί πράττουσι, τί τῶν παρόντων αὐτοὺς ἀναγκαιότερον ἀπεσχόλησεν. Ἀλλ' ἀσχολία οὐδεμία, τῦφος δὲ μόνος. Καὶ τί γένοιτ' ἂν μανικώτερον; Τίνος γὰρ ἕνεκεν, ἄνθρωπε, μεγαλοφρονεῖς, καὶ νομίζεις ἡμῖν χαρίζεσθαι, ἐὰν παραγενόμενος ἐνταῦθα προσέχῃς, καὶ ἀκούσῃς τὰ πρὸς σωτηρίαν τῆς σῆς ψυχῆς; τίνος ἕνεκεν, εἰπέ μοι, καὶ διὰ τί ἀλαζονεύῃ; διὰ τὸν πλοῦτον; διὰ τὰ ἱμάτια τὰ σηρικά; Εἶτα οὐκ ἐννοεῖς, ὅτι σκωλήκων εἰσὶν ἐκεῖνα νήματα, καὶ βαρβάρων ἀνθρώπων εὑρέματα; 51.69 ὅτι πόρναι ἐκείνοις κέχρηνται, καὶ μαλακοὶ, καὶ τυμβωρύχοι, καὶ λῃσταί; Ἐπίγνωθι τὸν δίκαιον πλοῦτον, καὶ κατάβηθί ποτε ἀπὸ τοῦ φυσήματος ἐκείνου τοῦ ὑψηλοῦ καὶ κενοῦ· διάσκεψαι τῆς φύσεως τὸ εὐτελές. Γῆ καὶ σποδὸς εἶ, τέφρα καὶ κόνις, καπνὸς καὶ σκιὰ, χόρτος καὶ ἄνθος χόρτου. Τοιαύτῃ φύσει μεγαλοφρονεῖς, εἰπέ μοι; Καὶ τί τούτου γένοιτ' ἂν καταγελαστότερον; Ἀλλὰ πολλῶν ἄρχεις ἀνθρώπων; Καὶ τί τοῦτο ὄφελος, ὅταν ἀνθρώπων μὲν ἄρχεις, τῶν δὲ παθῶν αἰχμάλωτος εἶ καὶ δοῦλος; Ὥσπερ ἄν τις οἴκοι μὲν ὑπὸ τῶν οἰκετῶν τύπτοιτο καὶ τραύματα λαμβάνοι, ἔξω δὲ εἰς τὴν ἀγορὰν ἐμβάλλων μέγα φρονῇ ἐπὶ τῇ τῶν ἄλλων ἀρχῇ· οὕτω τύπτει σε κενοδοξία, τραύματά σοι ἐπάγει ἡ ἀσέλγεια, πάντων τῶν παθῶν δοῦλος εἶ, καὶ μέγα φρονεῖς ὅτι τῶν ὁμοφύλων ἄρχεις; Εἴθε ἐκείνων ἦρχες, ἐκείνων ἦς ἰσότιμος. βʹ. Οὐ τῶν πλουτούντων κατηγορῶν ταῦτα λέγω, ἀλλὰ τῶν κακῶς τῷ πλούτῳ κεχρημένων. Οὐ γὰρ ὁ πλοῦτος κακὸν, ἐὰν εἰς δέον βουλώμεθα αὐτῷ χρήσασθαι, ἀλλ' ἡ ἀπόνοια, καὶ ἡ ἀλαζονεία. Εἰ κακὸν ἦν ὁ πλοῦτος, οὐκ ἂν πάντες ηὐξάμεθα εἰς κόλπους Ἀβραὰμ ἀπελθεῖν τοῦ ἔχοντος τριακοσίους δέκα καὶ ὀκτὼ οἰκέτας οἰκογενεῖς. Οὐ τοίνυν ὁ πλοῦτος κακὸν, ἀλλ' ἡ παράνομος αὐτοῦ χρῆσις κακόν. Καὶ ὥσπερ πρῴην περὶ μέθης λέγων, οὐ τὸν οἶνον διέβαλλον (πᾶν γὰρ κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον, μετ' εὐχαριστίας λαμβανόμενον), οὕτω καὶ νῦν οὐ τῶν πλουτούντων κατηγορῶ, οὐδὲ τὰ χρήματα διαβάλλω, ἀλλὰ τὴν κακὴν τῶν χρημάτων χρῆσιν, καὶ εἰς ἀσωτίαν δαπανωμένην. Διὰ τοῦτο χρήματα λέγεται, ἵνα ἡμεῖς αὐτοῖς χρησώμεθα, καὶ μὴ ἐκεῖνα ἡμῖν· διὰ τοῦτο κτήματα λέγεται, ἵνα ἡμεῖς αὐτὰ κτησώμεθα, καὶ μὴ ἐκεῖνα ἡμᾶς. Τί οὖν τὸν δοῦλον ἔχεις δεσπότην; τί ἀντέστρεψας τὴν τάξιν; Ἀλλ' ἐβουλόμην μαθεῖν, τί νῦν ποιοῦσιν οἱ τὴν σύναξιν ἐγκαταλείψαντες, καὶ ἐν τίσιν εἰσίν. Ἀλλὰ ἢ κυβεύουσιν, ἢ πάντως πράγματα ἀνακινοῦσι βιωτικὰ, ταραχῆς ἐμπεπλησμένα. Ἐνταῦθα εἰ παρῆς, ἄνθρωπε, ἐν γαλήνῃ ἦς καὶ ἐν λιμένι· οὐκ οἰκονόμος εἰσελθὼν ἐτάραττεν, οὐκ ἐπίτροπος ἐθορύβει, οὐκ οἰκέτης ὑπὲρ πραγμάτων βιωτικῶν ἠνόχλει, οὐκ ἄλλος τις παρώξυνεν· ἀλλ' ἐν ἡσυχίᾳ διάγων ἀπήλαυες θείων ἀκροάσεων. Οὐδαμοῦ κύματα ἐνταῦθα, οὐδαμοῦ ταραχή· ἀλλ' εὐλογία, καὶ εὐχαὶ, καὶ ὁμιλία πνευματικὴ, καὶ μετάστασις εἰς τὸν οὐρανόν· καὶ ἐντεῦθεν ἤδη τὸν ἀῤῥαβῶνα τῆς βασιλείας τῶν οὐρανῶν λαβὼν ἀπῄεις. Τίνος ἕνεκεν τὴν πλουσίαν ταύτην τράπεζαν ἀφεῖς, εἰς ἑτέραν φορτικωτέραν ἑαυτὸν μετήγαγες, καὶ τὸν λιμένα καταλιπὼν, ταραχὴν

2

ἀντικαταλλάττῃ γαλήνης; Τὸ μὴ παραγενέσθαι πένητας τοὺς τότε παρόντας, δεινὸν μὲν, ἀλλ' οὐδὲ οὕτω δεινὸν, ὡς τὸ μὴ παραγενέσθαι πλουσίους. Τίνος ἕνεκεν; Ὅτι οἱ μὲν πένητες ἔχουσι τὴν ἀναγκαίαν ἀσχολίαν, τὴν φροντίδα τῆς καθημερινῆς ἐργασίας, ἀπὸ τῶν χειρῶν ποιούμενοι τὸν βίον· παιδοτροφίας ἐπιμελοῦνται, γυναικὸς προεστήκασι, κἂν μὴ κάμωσι, τὰ τῆς ζωῆς αὐτοῖς οἰχήσεται. Ταῦτα λέγω, οὐχὶ ἀπολογίαν ὑπὲρ ἐκείνων συντιθεὶς, ἀλλὰ δεικνὺς πῶς μείζονος κατηγορίας οἱ πλουτοῦντές εἰσιν ἄξιοι. Ὅσον πλείονος ἀπολαύουσιν ἀδείας, τοσοῦτον καὶ κατακρίσεως, ὅτι οὐδενὶ τούτων κατέχονται. 51.70 Οὐχ ὁρᾶτε τοὺς Ἰουδαίους, τοὺς θεομάχους, τοὺς ἀντιπίπτοντας τῷ ἁγίῳ Πνεύματι, τοὺς σκληροτραχήλους; Τούτων οἱ μὴ παραγενόμενοι πάντων χείρους εἰσίν. Ἐκείνοις ἐὰν εἴπωσιν οἱ ἱερεῖς ἑπτὰ ἡμέρας ἀργῆσαι, καὶ δέκα, καὶ εἴκοσι, καὶ τριάκοντα, οὐκ ἀντιλέγουσι· καίτοι τί τῆς ἀργίας ἐκείνης χαλεπώτερον; Τὰς θύρας ἀποκλείουσι, καὶ οὔτε πῦρ καίουσιν, οὐχ ὕδωρ φέρουσιν, οὐκ ἄλλο τι πρὸς τὴν χρείαν τὴν τοιαύτην μεταχειρίζειν ἐφίενται· ἀλλ' ἔστιν ἅλυσις αὐτοῖς ἡ ἀργία, καὶ οὐδὲ οὕτως ἀντιλέγουσιν. Ἐγὼ δὲ οὐδὲν τοιοῦτον λέγω, ὅτι Ἑπτὰ ἡμέρας ἄργησον, οὐδὲ δέκα ἡμέρας· ἀλλὰ δύο μοι δάνεισον ὥρας τῆς ἡμέρας, καὶ τὰς λοιπὰς αὐτὸς ἔχε· καὶ οὐδὲ τοῦτό μοι τὸ μέτρον εἰσφέρεις. Μᾶλλον δὲ μὴ ἐμοὶ δανείσῃς τὰς δύο ὥρας, ἀλλ' ἑαυτῷ· ἵνα παράκλησίν τινα εὐχῆς δέξῃ πατέρων, ἵνα εὐλογιῶν πεπληρωμένος ἀναχωρήσῃς, ἵνα πανταχόθεν ἀσφαλὴς ἀπέλθῃς, ἵνα τὰ ὅπλα λαβὼν τὰ πνευματικὰ ἀκαταγώνιστος γένῃ, ἀχείρωτος τῷ διαβόλῳ. Τί ἡδύτερον, εἰπέ μοι, τῆς ἐνταῦθα διαγωγῆς; Εἰ γὰρ διημερεύειν ἐνταῦθα ἐχρῆν, τί σεμνότερον; τί ἀσφαλέστερον, ὅπου ἀδελφοὶ τοσοῦτοι, ὅπου τὸ Πνεῦμα τὸ ἅγιον, ὅπου Ἰησοῦς μέσος, καὶ ὁ τούτου Πατήρ; Ποίαν ἑτέραν ζητεῖς συναγωγὴν τοιαύτην; ποῖον ἕτερον βουλευτήριον; ποίαν σύνοδον; Τοσαῦτα ἀγαθὰ ἐν τῇ τραπέζῃ, ἐν τῇ ἀκροάσει, ἐν ταῖς εὐλογίαις, ἐν ταῖς εὐχαῖς, ἐν ταῖς συνουσίαις· καὶ σὺ πρὸς ἑτέρας βλέπεις διατριβάς; Καὶ ποίαν ἔχεις συγγνώμην; Ταῦτα οὐχ ἵνα ὑμεῖς ἀκούσητε εἶπον· οὐ γὰρ χρείαν ἔχετε τῶν φαρμάκων τούτων ὑμεῖς, οἱ διὰ τῶν ἔργων ἐπιδειξάμενοι τὴν ὑγίειαν, τὴν ὑπακοὴν, οἱ διὰ τῆς σπουδῆς τὸν πόθον ἁπλώσαντες· ἀλλ' εἶπον ταῦτα πρὸς ὑμᾶς, ἵνα ἀκούσωσιν οἱ μὴ παρόντες δι' ὑμῶν. Μὴ εἴπητε, ὅτι κατηγόρησα τῶν μὴ παραγενομένων ἁπλῶς, ἀλλ' ὅλον ἄνωθεν αὐτοῖς διηγήσασθε τὸν λόγον. Ἀναμνήσατε αὐτοὺς τῶν Ἰουδαίων, ἀναμνήσατε αὐτοὺς τῶν βιωτικῶν πραγμάτων· εἴπατε πόσῳ βελτίων ἡ ἐνταῦθα σύναξις, εἴπατε πόσην σπουδὴν περὶ τὰ τοῦ κόσμου πράγματα ἐπιδείκνυνται, εἴπατε πόσος μισθὸς ἕπεται τοῖς ἐνταῦθα συλλεγομένοις. Ἂν γὰρ μόνον εἴπητε, ὅτι κατηγόρησα, τὸν μὲν θυμὸν ἠγείρατε, καὶ τραῦμα εἰργάσασθε, τὸ δὲ φάρμακον οὐκ ἐπεθήκατε· ἂν δὲ διδάξητε αὐτοὺς, ὅτι οὐχ ὡς ἐχθρὸς κατηγόρησα, ἀλλ' ὡς φίλος ὀδυνώμενος, καὶ πείσητε αὐτοὺς, ὅτι Ἀξιοπιστότερα τραύματα φίλων, ἢ ἑκούσια φιλήματα ἐχθρῶν, δέξονται μετὰ πολλῆς ἡδονῆς τὴν κατηγορίαν· οὐ γὰρ τοῖς ῥήμασιν, ἀλλὰ τῇ γνώμῃ τοῦ λέγοντος προσέξουσιν. Οὕτω θεραπεύετε τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους. Ἡμεῖς τῆς σωτηρίας ὑπεύθυνοι τῶν παρόντων ὑμῶν, ὑμεῖς τῆς τῶν ἀπολειφθέντων. Οὐ δυνά 51.71 μεθα αὐτοῖς συγγενέσθαι δι' ἑαυτῶν· συγγενώμεθα αὐτοῖς δι' ὑμῶν, καὶ τῆς ὑμετέρας διδασκαλίας· γέφυρά τις ἡμῖν γενέσθω πρὸς ἐκείνους ἡ ὑμετέρα ἀγάπη· ποιήσατε τοὺς ὑμετέρους λόγους διὰ τῆς ὑμετέρας γλώττης διαβῆναι πρὸς τὴν ἐκείνων ἀκρόασιν. Τάχα αὐτάρκως εἴρηται ἕνεκεν τῶν ἀπολειφθέντων τὰ εἰρημένα, καὶ οὐδὲν δεῖ πλέον προσθεῖναι. Ἐνῆν μὲν γὰρ πλείονα εἰπεῖν, ἀλλ' ἵνα μὴ τὸν καιρὸν ἅπαντα εἰς τοῦτο καταδαπανήσωμεν κατηγοροῦντες, ὑμᾶς δὲ μηδὲν ὠφελοῦντες παραγενομένους αὐτοὺς, φέρε τι καὶ ὑμῖν παραθῶμεν ξένον ὄψον καὶ καινόν· ξένον δὲ καὶ καινὸν λέγω οὐ κατὰ τὴν πνευματικὴν τράπεζαν, ἀλλὰ ξένον κατὰ τὴν ὑμετέραν ἀκρόασιν.

γʹ. Διελέχθημεν ὑμῖν ἀπὸ τῶν ἀποστολικῶν ῥημάτων ἐν ταῖς ἔμπροσθεν ἡμέραις, καὶ ἀπὸ τῶν εὐαγγελικῶν, ὅτε περὶ τοῦ Ἰούδα διελεγόμεθα· διελέχθημεν ὑμῖν καὶ ἀπὸ προφητικῶν· σήμερον βουλόμεθα ἀπὸ τῶν Πράξεων τῶν ἀποστόλων εἰπεῖν. Διὰ τοῦτο εἶπον τὸ ὄψον ξένον, καὶ οὐ ξένον. Οὐ ξένον μὲν, ὅτι τῆς ἀκολουθίας ἐστὶ τῶν θείων Γραφῶν, ξένον δὲ, διότι τάχα ἀήθης ὑμῖν ἡ ἀκοὴ πρὸς τὴν τοιαύτην ἀκρόασιν. Πολλοῖς γοῦν τὸ βιβλίον τοῦτο οὐδὲ γνώριμόν ἐστι, πολλοῖς δὲ δοκοῦν σαφὲς εἶναι, πάλιν παρορᾶται· καὶ γίνεται τοῖς μὲν ἡ γνῶσις, τοῖς δὲ ἡ ἄγνοια ῥᾳθυμίας ὑπόθεσις. Ἵν' οὖν καὶ οἱ ἀγνοοῦντες μάθωσι, καὶ οἱ νομίζοντες σαφῶς εἰδέναι, ὅτι πολὺ βάθος νοημάτων ἔχει, ἀναγκαῖον ἀμφοτέρων διορθώσασθαι τὴν ῥᾳθυμίαν τήμερον. Δεῖ δὲ πρότερον μαθεῖν, τίς τὸ βιβλίον ἔγραψεν. Αὕτη γὰρ ἀρίστης ἐρεύνης ἀκολουθία, πρότερον τὸν γράψαντα ἰδεῖν, εἰ ἄνθρωπός ἐστιν, ἣ ὁ Θεός· κἂν μὲν ἄνθρωπος, παρακρουσώμεθα· Μὴ καλέσητε γὰρ, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς· ἂν δὲ Θεὸς, δεξώμεθα· ἄνωθεν γάρ ἐστι τὸ διδασκαλεῖον τὸ ἡμέτερον· καὶ γὰρ τοιοῦτον τὸ ἀξίωμα τοῦ θεάτρου τούτου, μηδὲν παρὰ ἀνθρώπων μανθάνειν, ἀλλὰ παρὰ Θεοῦ δι' ἀνθρώπων. Δεῖ τοίνυν ἐξετάσαι, τίς ὁ γράψας, καὶ πότε ἔγραψε, καὶ περὶ τίνων, καὶ τίνος ἕνεκεν τῇ ἑορτῇ ταύτῃ νενομοθέτηται αὐτὸ ἀναγινώσκεσθαι. Τάχα γὰρ οὐκ ἀκούετε διὰ παντὸς τοῦ ἔτους ἀναγινωσκομένου τοῦ βιβλίου. Καὶ γὰρ καὶ τοῦτο χρήσιμον· καὶ μετὰ τοῦτο ζητῆσαι χρὴ, τίνος ἕνεκεν ταύτην ἔχει τὴν ἐπιγραφὴν, Πράξεις ἀποστόλων. Οὐδὲ γὰρ τὰς ἐπιγραφὰς ἁπλῶς παριέναι χρὴ, οὐδὲ εὐθέως εἰς τὴν ἀρχὴν ἐμβαλεῖν τῆς συγγραφῆς, ἀλλὰ πρότερον ὁρᾷν τὴν προσηγορίαν τοῦ βιβλίου. Καθάπερ γὰρ ἐφ' ἡμῶν ἡ κεφαλὴ γνωριμώτερον ποιεῖ τὸ λοιπὸν σῶμα, καὶ ἡ ὄψις ἄνωθεν ἐπικειμένη φανερὸν αὐτὸ ἐργάζεται, οὕτω καὶ ἡ ἐπιγραφὴ ἄνωθεν πρὸ τῆς ὑφῆς ἐπικειμένη ἐπὶ τοῦ μετώπου καταφανέστερον ἡμῖν ποιεῖ τὸ λοιπὸν τῆς γραφῆς. Οὐχ ὁρᾶτε καὶ ἐπὶ τῶν εἰκόνων τοῦτο τῶν βασιλικῶν, ὅτι ἄνω κεῖται μὲν ἡ εἰκὼν, καὶ τὸν βασιλέα ἔχει ἐγγεγραμμένον· κάτω δὲ ἐν τῇ χοίνικι ἐπιγέγραπται τοῦ βασιλέως τὰ τρόπαια, ἡ νίκη, τὰ κατορθώματα; Οὕτω δὴ καὶ ἐπὶ τῶν Γραφῶν ἔστιν ἰδεῖν. Γέγραπται μὲν ἡ εἰκὼν ἡ βασιλικὴ ἄνωθεν· κάτωθεν δὲ ἐπιγέγραπται ἡ νίκη, τὰ τρόπαια, τὰ κατορθώματα. Οὕτω καὶ ἐπιστολὴν ὅταν δεξώμεθα, ποιοῦμεν· οὐκ εὐθέως διαλύομεν τὸν δε 51.72 σμὸν, οὐδὲ εὐθέως τὰ ἐγκείμενα ἔνδοθεν ἀναγινώσκομεν· ἀλλὰ πρότερον τὴν ἔξωθεν ἐπιγραφὴν ἐπερχόμεθα, καὶ ἐξ ἐκείνης μανθάνομεν καὶ τὸν πέμψαντα, καὶ τὸν ὀφείλοντα ὑποδέξασθαι. Καὶ πῶς οὖν οὐκ ἄτοπον ἐν μὲν τοῖς βιωτικοῖς τοσαύτῃ κεχρῆσθαι σπουδῇ, καὶ μὴ θορυβεῖσθαι, μηδὲ ταράττεσθαι, ἀλλὰ κατὰ τάξιν ἕκαστον ἐπιέναι· ἐνταῦθα δὲ ἀσχάλλειν, καὶ εὐθέως ἐπιπηδᾷν τῇ ἀρχῇ; Βούλεσθε μαθεῖν ὅση τῆς ἐπιγραφῆς ἡ ἰσχύς; ὅση δύναμις; ὅσος ἀπόκειται θησαυρὸς ἐν ταῖς ἀρχαῖς τῶν Γραφῶν; Ἀκούσατε, ἵνα μὴ καταφρονῆτε τῆς ἐπιγραφῆς τῶν θείων Βιβλίων. Εἰσῆλθεν εἰς τὰς Ἀθήνας ὁ Παῦλός ποτε· ἐν αὐτῷ τῷ βιβλίῳ γέγραπται ἡ ἱστορία αὕτη· εὗρεν ἐν τῇ πόλει οὐχὶ βιβλίον θεῖον, ἀλλὰ βωμὸν εἰδώλων· εὗρεν ἐπιγραφὴν οὕτως ἔχουσαν, Ἀγνώστῳ Θεῷ· καὶ οὐ παρέδραμεν, ἀλλ' ἀπὸ τῆς ἐπιγραφῆς τοῦ βωμοῦ τὸν βωμὸν καθεῖλε. Παῦλος ὁ ἅγιος, ὁ Πνεύματος χάριν ἔχων, οὐ παρέδραμε βωμοῦ ἐπίγραμμα, καὶ σὺ ἐπιγραφὴν Γραφῶν παρατρέχεις; ἐκεῖνος οὐκ ἀφῆκεν ἅπερ ἔγραψαν Ἀθηναῖοι εἰδωλολάτραι, καὶ σὺ ἅπερ ἔγραψε τὸ Πνεῦμα τὸ ἅγιον οὐ νομίζεις εἶναι ἀναγκαῖα; καὶ ποίαν ἔχεις συγγνώμην; Ἀλλὰ γὰρ ἴδωμεν πόσον τὸ κέρδος ἀπὸ τοῦ ἐπιγράμματός ἐστιν. Ὅταν οὖν ἴδῃς ἐπίγραμμα βωμῷ ἐγκεχαραγμένον τοσαύτην παρασχὸν τὴν ἰσχὺν, μαθήσῃ ὅτι πολλῷ μᾶλλον τὰ ἐπιγράμματα τῶν θείων Γραφῶν τοῦτο ποιῆσαι δυνήσεται. Εἰσῆλθεν εἰς τὴν πόλιν ὁ Παῦλος, εὗρε βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ Θεῷ. Τί ἔδει ποιῆσαι; Ἕλληνες πάντες ἦσαν, ἀσεβεῖς πάντες. Τί οὖν ἐχρῆν ποιῆσαι; Ἀπὸ Εὐαγγελίων διαλεχθῆναι; Ἀλλὰ κατεγέλων. Ἀλλ' ἀπὸ προφητικῶν, καὶ τοῦ νόμου γραμμάτων; Ἀλλ' οὐκ

4

ἐπίστευον. Τί οὖν ἐποίησεν; Ἐπὶ τὸν βωμὸν ἔδραμε, καὶ ἀπὸ τῶν ὅπλων τῶν πολεμίων αὐτοὺς ἐχειρώσατο. Καὶ τοῦτό ἐστιν, ὃ λέγει· Ἐγενόμην τοῖς πᾶσι τὰ πάντα, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος. Εἶδε τὸν βωμὸν, εἶδε τὸ ἐπίγραμμα, ἀνέστη τῷ Πνεύματι. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χάρις· πάντοθεν ποιεῖ κερδαίνειν τοὺς ὑποδεχομένους αὐτήν· τοιαῦτα ἡμῶν τὰ ὅπλα τὰ πνευματικά. Αἰχμαλωτίζοντες γὰρ, φησὶ, πᾶν νόημα πρὸς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Εἶδε τοίνυν τὸν βωμὸν, καὶ οὐκ ἐδειλίασεν· ἀλλὰ μετέστησε τὸν βωμὸν πρὸς ἑαυτόν· μᾶλλον δὲ τὰ γράμματα ἀφεὶς, μετέθηκεν αὐτοῦ τὰ νοήματα· καὶ καθάπερ ἐν πολέμῳ στρατηγὸς ἰδὼν στρατιώτην ἐν τῇ παρατάξει τῶν πολεμίων γενναῖον, εἶτα λαβόμενος ἀπὸ τῆς κόμης τοῦ στρατιώτου, πρὸς τὴν ἑαυτοῦ τάξιν αὐτὸν μεταστήσειε, καὶ παρασκευάσειεν ὑπὲρ αὐτοῦ πολεμεῖν· οὕτω καὶ ὁ Παῦλος ἐποίησε, καθάπερ ἐν παρατάξει πολεμίων τὸ ἐπίγραμμα εὑρὼν ἐν τῷ βωμῷ γεγραμμένον, πρὸς τὴν ἑαυτοῦ τάξιν μετέστησεν, ἵνα μετὰ Παύλου τοῖς Ἀθηναίοις πολεμῇ, ἀλλ' οὐ μετὰ Ἀθηναίων τὸν Παῦλον βάλλῃ· ξίφος γὰρ ἦν τῶν Ἀθηναίων, μάχαιρα ἦν τῶν πολεμίων τὸ ἐπίγραμμα ἐκεῖνο, ἀλλ' αὕτη ἡ μάχαιρα τῶν πολεμίων τὴν κεφαλὴν ἐξέτεμεν. Οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ τοῖς οἰκείοις αὐτοῦ ὅπλοις ἐχειρώσατο· τοῦτο γὰρ κατὰ λόγον συμβαίνει· τὸ γὰρ καινὸν καὶ παράδοξον, ὅταν τὰ τῶν πολεμίων ὅπλα, ταῦτα μηχανήματα τοῖς πολεμίοις προσάγηται· ὅταν τὸ ξίφος, ὃ καθ' ἡμῶν βαστάζουσι, τοῦτο αὐτοῖς τὴν καιρίαν ἐπαγάγῃ πληγήν. δʹ. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις. Οὕτω καὶ ὁ Δαυῒδ ἐποίησέ ποτε· ἐξῆλθε γυμνὸς τῶν ὅπλων, ἵνα φανῇ γυμνὴ ἡ τοῦ Θεοῦ χάρις. Μηδὲν γὰρ, φησὶν, ἀνθρώπινον ἔστω, ὅταν Θεὸς ὑπὲρ ἡμῶν πολεμῇ. Ἐξῆλθε τοίνυν γυμνὸς τῶν ὅπλων, καὶ κατήνεγκε τὸν πύργον ἐκεῖνον. Εἶτα ἐπειδὴ ὅπλα οὐκ εἶχε, δραμὼν ἥρπασε τὴν μάχαιραν τοῦ Γολιὰθ, καὶ οὕτω τὴν κεφαλὴν ἐξέτεμε τὴν τοῦ βαρβάρου· οὕτω καὶ Παῦλος ἐποίησεν ἐπὶ τοῦ ἐπιγράμματος τούτου. Καὶ ἵνα σαφέστερος γένηται ὁ τῆς νίκης τρόπος, καὶ τὴν δύναμιν ὑμῖν τοῦ ἐπιγράμματος ἐρῶ. Εὗρε τοίνυν ὁ Παῦλος ἐν Ἀθήναις βωμὸν, ἐν ᾧ ἐπεγέγραπτο Ἀγνώστῳ Θεῷ. Τίς δὲ ἦν ὁ ἀγνοούμενος, ἀλλ' ἢ ὁ Χριστός; Εἶδες πῶς ἐξῃχμαλώτισε τὸ ἐπίγραμμα, οὐκ ἐπὶ κακῷ τῶν γραψάντων, ἀλλ' ἐπὶ σωτηρίᾳ αὐτῶν καὶ προνοίᾳ; Τί οὖν; Οἱ Ἀθηναῖοι διὰ τὸν Χριστὸν ἔγραψαν τοῦτο, φησίν; Εἰ διὰ τὸν Χριστὸν ἔγραψαν οἱ Ἀθηναῖοι, οὐκ ἦν οὕτω θαυμαστόν· ἀλλὰ τοῦτό ἐστι τὸ θαυμαστὸν, ὅτι ἐκεῖνοι μὲν ἄλλως ἔγραψαν, οὗτος δὲ ἴσχυσεν ἄλλως αὐτὸ μεταβαλεῖν. Πρότερον ἀναγκαῖον εἰπεῖν τίνος ἕνεκεν οἱ Ἀθηναῖοι ἔγραψαν, Ἀγνώστῳ Θεῷ. Τίνος οὖν ἕνεκεν ἔγραψαν; Πολλοὺς εἶχον θεοὺς ἐκεῖνοι, μᾶλλον δὲ πολλοὺς δαίμονας· Πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. Εἶχον καὶ ἐπιχωρίους, καὶ ξένους. Ὁρᾶτε ὅσος ὁ κατάγελως. Εἰ γὰρ Θεός ἐστιν, οὐκ ἔστι ξένος· τῆς γὰρ οἰκουμένης ἁπάσης Δεσπότης ἐστί. Τούτων τοίνυν τοὺς μὲν παρὰ πατέρων εἶχον δεξάμενοι, τοὺς δὲ ἀπὸ τῶν πλησίον ἐθνῶν, οἷον ἀπὸ Σκυθῶν, ἀπὸ Θρᾳκῶν, ἀπὸ Αἰγυπτίων· καὶ εἰ τῆς ἔξωθεν παιδεύσεως ἦτε ἔμπειροι, καὶ ταύτας ἂν ὑμῖν ἀνέγνων τὰς ἱστορίας πάσας. Ἐπεὶ οὖν οὐκ ἐξ ἀρχῆς πάντας ἐδέξαντο, ἀλλὰ κατὰ μικρὸν εἰσηνέχθησαν αὐτοῖς, οἱ μὲν ἐπὶ τῶν πατέρων, οἱ δὲ ἐπὶ τῆς γενεᾶς τῆς ἑαυτῶν, συνελθόντες εἶπον πρὸς ἀλλήλους· ὅτι Ὥσπερ τούτους ἠγνοοῦμεν, φασὶν, ἔπειτα ὕστερον αὐτοὺς ἐδεξάμεθα καὶ ἐγνωρίσαμεν, οὕτω συμβαίνει καὶ ἄλλον εἶναι ἀγνοούμενον, καὶ ὄντα μὲν Θεὸν, οὐ γνωριζόμενον δὲ ὑφ' ἡμῶν· καὶ διὰ τοῦτο λανθάνει ἀμελούμενος, καὶ μηδὲ θεραπευόμενος. Τί οὖν ἵνα γένηται; Ἔστησαν βωμὸν, καὶ ἔγραψαν, Ἀγνώστῳ Θεῷ, τοῦτο λέγοντες διὰ τοῦ ἐπιγράμματος· ὅτι Καὶ εἴ τίς ἐστι θεὸς ἕτερος οὐδέπω γνωρισθεὶς ἡμῖν, κἀκεῖνον θεραπεύσωμεν. Ὅρα ὑπερβολὴν δεισιδαιμονίας. Διὰ τοῦτο ὁ Παῦλος ἀρχόμενος ἔφη, Κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς ὁρῶ· οὐ γὰρ τοὺς γνωρίμους ὑμῖν δαίμονας θεραπεύετε μόνον, ἀλλὰ καὶ τοὺς οὐδέπω γνωρισθέντας ὑμῖν. Ἐκεῖνοι μὲν διὰ τοῦτο ἐπέγραψαν,

5

Ἀγνώστῳ Θεῷ, ὁ δὲ Παῦλος ἡρμήνευσεν. Οἱ μὲν γὰρ τοῦτο περὶ ἄλλων ἔλεγον, αὐτὸς δὲ αὐτὸ μετέστησεν ἐπὶ τὸν Χριστὸν, αἰχμαλωτίσας τὸ νόημα, καὶ μεθ' ἑαυτοῦ στήσας ἐν τῇ παρατάξει τῇ ἑαυτοῦ· Ὃν γὰρ ἀγνοοῦντες εὐσεβεῖτε ὑμεῖς, τοῦτον ἐγὼ καταγγέλλω, φησίν· ἄγνωστος γὰρ Θεὸς οὐδεὶς ἄλλος ἐστὶν ἢ ὁ Χριστός. Καὶ ὅρα σύνεσιν πνευματικήν. Ἔμελλον αὐτῷ μετὰ ταῦτα ἐγκαλεῖν, ὅτι Ξενίζοντα εἰσφέρεις δόγματα εἰς τὰς ἀκοὰς ἡμῶν, ὅτι καινοτομεῖς, ὅτι θεὸν εἰσφέρεις, ὃν οὐκ ἴσμεν. Βουλόμενος τοίνυν ἀπαλλαγῆναι τῆς ὑποψίας τῆς κατὰ τὴν καινοτομίαν, καὶ δεῖξαι ὅτι οὐ ξένον κηρύττει θεὸν, ἀλλ' ὃν προλαβόντες διὰ τῆς θεραπείας ἐτίμησαν, ἐπήγαγε καὶ εἶπεν· ὅτι Ὃν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὑμεῖς με προελάβετε, φησίν· ἔφθασεν ὑμῶν ἡ θεραπεία τὸ ἐμὸν 51.74 κήρυγμα. Μὴ τοίνυν ἐγκαλεῖτε, ὅτι ξένον εἰσφέρω θεόν· τοῦτον γὰρ καταγγέλλω, ὃν ὑμεῖς ἀγνοοῦντες θεραπεύετε, οὐκ ἀξίῳ μὲν αὐτοῦ τρόπῳ, θεραπεύετε δὲ ὅμως. Οὐ γὰρ τοιοῦτος βωμὸς ἵσταται τῷ Χριστῷ, ἀλλὰ βωμὸς ἔμψυχος καὶ πνευματικός· ἀλλ' ἀπὸ τούτου ὑμᾶς καὶ πρὸς ἐκεῖνον ἀναγαγεῖν δύναμαι. Οὕτω καὶ Ἰουδαῖοι τὸ παλαιὸν ἐθεράπευον· ἀλλ' ἀπέστησαν ἀπὸ τῆς σωματικῆς θεραπείας, καὶ ἦλθον ἐπὶ τὴν πνευματικὴν οἱ πιστεύσαντες ἅπαντες. Εἶδες σοφίαν Παύλου; εἶδες σύνεσιν; εἶδες πῶς αὐτοὺς ἐχειρώσατο, οὐκ ἀπὸ Εὐαγγελίων, οὐκ ἀπὸ προφητικῶν, ἀλλὰ ἀπὸ ἐπιγράμματος; Μὴ παράτρεχε τοίνυν, ἀγαπητὲ, τὴν ἐπιγραφὴν τῶν θείων λογίων· ἂν μὲν νήφῃς καὶ ἐγρήγορος ᾖς, καὶ ἐν ἀλλοτρίοις εὑρίσκεις τι χρήσιμον· ἂν δὲ ῥᾴθυμος καὶ ἀναπεπτωκὼς, οὐδὲ ἀπὸ τῶν θείων Γραφῶν ἔσται σοί τι πλέον. Ὥσπερ γὰρ ὁ εἰδὼς κερδαίνειν, πανταχόθεν κερδαίνει· οὕτω καὶ ὁ μὴ εἰδὼς, κἂν θησαυρὸν εὕρῃ, κενὸς ἄπεισι. Βούλεσθε εἴπω καὶ ἕτερόν τι τοιοῦτον ἐπιχείρημα, ὅπερ ἄλλος μὲν μεθ' ἑτέρας ἐφθέγξατο διανοίας, ὁ δὲ εὐαγγελιστὴς πρὸς ἑαυτὸν μετέθηκε τῶν εἰρημένων τὴν δύναμιν; Οὐκοῦν προσέχετε ἀκριβῶς, ἵνα μάθητε, ὅτι κἀκεῖνος ᾐχμαλώτισε τὸ νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· ἵνα μάθητε, ὅτι εἰ τὰ ἀλλότρια αἰχμαλωτίζειν δυνάμεθα, πολλῷ μᾶλλον ἐν τοῖς οἰκείοις ἐμπορευσόμεθα καὶ κερδανοῦμεν. Ὁ Καϊάφας ἀρχιερεὺς ἦν τοῦ ἐνιαυτοῦ ἐκείνου· καὶ γὰρ καὶ τοῦτο τῆς Ἰουδαϊκῆς ἐγένετο πονηρίας· κατῄσχυνον γὰρ τὸ τῆς ἱερωσύνης ἀξίωμα, ὠνητοὺς ποιήσαντες ἀρχιερέας. Ἔμπροσθεν δὲ οὐχ οὕτως ἦν, ἀλλὰ τῇ τελευτῇ μόνῃ κατελύετο ἡ ἱερωσύνη τοῦ ἀρχιερέως· τότε δὲ καὶ ζῶντες παρελύοντο τῆς τιμῆς. Ἀρχιερεὺς τοίνυν ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ὁ Καϊάφας, καθώπλιζε κατὰ τοῦ Χριστοῦ τοὺς Ἰουδαίους, καὶ ἔλεγεν· ὅτι δεῖ τοῦτον ἀποθανεῖν, ἐγκαλεῖν μὲν οὐδὲν ἔχων, βασκανίᾳ δὲ τηκόμενος. Τοιοῦτον γὰρ ὁ φθόνος· τῶν εὐεργεσιῶν τοιαύτας ἀποδίδωσι τὰς ἀμοιβάς. Ὅθεν καὶ τὴν αἰτίαν διδάσκων τῆς ἐπιβουλῆς, ἔλεγε· Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Τούτου τοῦ ῥήματος ἡ δύναμις ὅρα πῶς μεθ' ἡμῶν ἐγένετο· ἵνα μάθῃς ὅτι τὸ μὲν ῥῆμα ἦν τοῦ ἱερέως, τὸ δὲ νόημα ἠδυνήθη γενέσθαι πνευματικόν. Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Τοῦτο δὲ οὐκ ἔλεγεν ἀφ' ἑαυτοῦ, φησὶν, ἀλλ' ὅτι ἀρχιερεὺς ἦν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν, ὅτι δεῖ τὸν Χριστὸν ἀποθανεῖν, οὐ μόνον ὑπὲρ Ἰουδαίων, ἀλλὰ καὶ ὑπὲρ ὅλου τοῦ ἔθνους· διὰ τοῦτο καὶ ἔλεγεν, ὅτι Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Εἶδες δύναμιν Θεοῦ, πῶς τὴν γλῶτταν τῶν ἐχθρῶν ἀναγκάζει τὰ ὑπὲρ τῆς ἀληθείας λέγειν; εʹ. Ἵνα μὲν οὖν μὴ παρατρέχωμεν τὰς ἐπιγραφὰς τῶν θείων Γραφῶν, ἀρκούντως ταῦτα εἴρηται. ἐὰν μνημονεύητε· ἐβουλόμην δὲ εἰπεῖν, καὶ τίς ὁ γράψας τὸ βιβλίον, καὶ πότε, καὶ τίνος ἕνεκεν ἔγραψεν. Ἀλλὰ τέως ταῦτα κατέχωμεν· ἐκεῖνα δὲ εἰς τὴν ἐπιοῦσαν, ἐὰν ὁ Θεὸς θέλῃ, ἀποδώσομεν. Βούλομαι γὰρ λοιπὸν 51.75 πρὸς τοὺς νεοφωτίστους ἀγαγεῖν τὸν λόγον. Νεοφωτίστους δὲ λέγω, οὐχὶ τοὺς πρὸ δύο καὶ τριῶν, οὐδὲ πρὸ δέκα ἡμερῶν φωτισθέντας μόνον, ἀλλὰ καὶ τοὺς πρὸ ἐνιαυτοῦ,

6

καὶ τοὺς πρὸ πλείονος χρόνου· καὶ γὰρ καὶ τούτους οὕτω χρὴ καλεῖν. Εἰ γὰρ πολλὴν σπουδὴν ἐπιδεικνύμεθα περὶ τὴν ἑαυτῶν ψυχὴν, ἔξεστι καὶ μετὰ δέκα ἔτη εἶναι νεοφωτίστους, ἐὰν τὴν νεότητα τὴν ἀπὸ τοῦ φωτίσματος ἐγγινομένην ἡμῖν διασώσωμεν. Οὐδὲ γὰρ ὁ χρόνος ποιεῖ νεοφώτιστον, ἀλλ' ὁ βίος ὁ καθαρός· ἐγχωρεῖ γὰρ καὶ μετὰ δύο ἡμέρας ἀπολέσαι τὸ ἀξίωμα τῆς προσηγορίας τὸν μὴ προσέχοντα. Καὶ τούτου παράδειγμα ὑμῖν ἐρῶ, πῶς νεοφώτιστος εὐθέως ἀπώλεσε μετὰ δύο ἡμέρας καὶ τὴν χάριν τοῦ νεοφωτίστου καὶ τὴν τιμήν. Λέγω δὲ τὸ παράδειγμα, ἵνα ἰδόντες τὸ πτῶμα, ἀσφαλίσησθε τὴν ἑαυτῶν σωτηρίαν. Οὐ γὰρ ἀπὸ τῶν ἑστώτων ὑμᾶς μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ὑπεσκελισμένων διορθοῦσθαι χρὴ καὶ θεραπεύειν. Σίμων ὁ μάγος μετεβάλετο, φησὶ, καὶ βαπτισθεὶς προσκαρτερῶν ἦν τῷ Φιλίππῳ, θεωρῶν τὰ σημεῖα· ἀλλὰ μετ' ὀλίγας ἡμέρας εὐθέως ἐπανῆλθεν ἐπὶ τὴν ἑαυτοῦ κακίαν, καὶ διὰ χρημάτων ἐβούλετο τὴν σωτηρίαν πρίασθαι. Τί οὖν φησι τῷ νεοφωτίστῳ ὁ Πέτρος; Εἰς χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα· διὸ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ κακία αὕτη. Οὔπω ἐνέβη εἰς τοὺς ἀγῶνας, καὶ εὐθέως ἔπεσεν εἰς πτῶμα ἀσύγγνωστον. Ὥσπερ οὖν ἔστι μετὰ δύο ἡμέρας πεσεῖν, καὶ ἀπολέσαι τὴν προσηγορίαν τοῦ νεοφωτίστου καὶ τὴν χάριν, οὕτω καὶ μετὰ δέκα ἔτη καὶ εἴκοσι καὶ μέχρι τῆς ἐσχάτης ἡμέρας ἔστιν ἔχειν καὶ λαμπρὸν τοῦτο καὶ σεμνὸν ὄνομά τε καὶ πρᾶγμα. Καὶ τούτου μάρτυς ἀπόστολος Παῦλος, ἐν γήρᾳ διαλάμψας μειζόνως. Ἐπειδὴ γὰρ ἡ νεότης αὕτη οὐκ ἀπὸ φύσεως, ἀλλ' ἑκατέρας προαιρέσεως ἡμεῖς ἐσμεν κύριοι, καὶ τὸ γηρᾶσαι καὶ μεῖναι νέους ἐν ἡμῖν ἐστι κείμενον. Ἐπὶ μὲν γὰρ τοῦ σώματος κἂν ἅπαντά τις ἐπισπουδάζῃ, κἂν ἅπαντά τις πραγματεύηται, καὶ μὴ κατατρίβῃ τὸ σῶμα, κἂν ποιῇ μένειν ἔνδον, κἂν μὴ κατατείνῃ τοῖς πόνοις αὐτὸ καὶ τοῖς συνεχέσιν ἔργοις, πάντως κατὰ τὸν τῆς φύσεως νόμον καὶ οὕτως αὐτὸ καταλήψεται τὸ γῆρας· ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως· ἀλλ' ἂν μὴ κατατρίβῃς αὐτὴν, μηδὲ κατατείνῃς πόνοις βιωτικοῖς καὶ κοσμικαῖς φροντίσι, μένει διαπαντὸς ἀκραιφνῆ τὴν νεότητα διατηροῦσα. Οὐχ ὁρᾶτε τούτους τοὺς ἀστέρας τοὺς ἐν τοῖς οὐρανοῖς; Ἑξακισχίλια λοιπὸν ἡμῖν ἔτη φαίνουσι, καὶ οὐδεὶς αὐτῶν ἀμαυρότερος γέγονεν. Εἰ δὲ ἔνθα φύσις, οὕτως ἔμεινεν ἀκμαῖον τὸ φῶς· ἔνθα προαίρεσις, οὐ πολλῷ μᾶλλον μενεῖ τοιοῦτον, οἷον ἐξ ἀρχῆς ἔλαμψε; Μᾶλλον δὲ, ἐὰν ἐθέλωμεν, οὐ τοιοῦτον μόνον μενεῖ, ἀλλὰ καὶ λαμπρότερον ἔσται, ὡς καὶ πρὸς αὐτὰς ἁμιλλᾶσθαι τὰς ἡλιακὰς ἀκτῖνας. Βούλει μαθεῖν πῶς ἔξεστι καὶ μετὰ χρόνον εἶναι νεοφωτίστους; Ἄκουσον τί φησιν ὁ Παῦλος πρὸς ἀνθρώπους πρὸ πολλοῦ τοῦ χρόνου πεφωτισμένους· Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἐμοί. Ἀπεδύσασθε τὸ παλαιὸν καὶ διεῤῥωγὸς ἱμάτιον, ἠλείψασθε τὸ μύρον τὸ πνευματικὸν, ἐλεύθεροι πάντες ἐγένεσθε· μηδεὶς λοιπὸν ἐπὶ τὴν δουλείαν ἐπανερχέσθω τὴν προτέραν. Πόλεμός ἐστι τὰ πράγματα καὶ ἀγών. 51.76 Οὐδεὶς ἀγωνίζεται δοῦλος, οὐδεὶς στρατεύεται οἰκέτης· ἀλλ' ἐὰν ἁλῷ δοῦλος ὢν, μετὰ τιμωρίας ἐκβάλλεται τοῦ τῶν στρατιωτῶν καταλόγου. Οὐκ ἐπὶ τῆς στρατείας δὲ ταύτης, ἀλλὰ καὶ ἐπὶ τῶν Ὀλυμπιακῶν ἀγώνων τὸ αὐτὸ τοῦτο ἔθος κρατεῖ. Μετὰ γὰρ τὰς τριάκοντα ἡμέρας τὰς ἐνταῦθα ἀναγαγόντες αὐτοὺς εἰς τὸ προάστειον περιάγουσι, καὶ τοῦ θεάτρου καθημένου παντὸς, βοᾷ ὁ κήρυξ, Μή τις τούτου κατηγορεῖ; ὥστε αὐτὸν ἀποσκευασάμενον τῆς δουλείας τὴν ὑποψίαν, οὕτως εἰς τοὺς ἀγῶνας ἐμβῆναι. Εἰ δὲ ὁ διάβολος οὐ δέχεται δούλους εἰς τοὺς ἀγῶνας τοὺς ἑαυτοῦ, πῶς σὺ τολμᾷς δοῦλος γενόμενος τῆς ἁμαρτίας εἰς τοὺς ἀγῶνας ἐμβῆναι τοῦ Χριστοῦ; Ἐκεῖ μὲν ὁ κήρυξ λέγει, Μή τις τούτου κατήγορος; ἐνταῦθα δὲ ὁ Χριστὸς οὐχ οὕτω λέγει· ἀλλὰ κἂν ἅπαντες αὐτοῦ κατηγορήσωσι πρὸ τοῦ βαπτίσματος, λέγει, Ἐγὼ δέξομαι αὐτὸν, καὶ ἀποσκευάσομαι τῆς δουλείας, καὶ ποιήσας ἐλεύθερον εἰς τοὺς ἀγῶνας εἰσάξω. Εἶδες φιλανθρωπίαν ἀγωνοθέτου; Οὐ ζητεῖ τὰ πρότερα, ἀλλὰ τῶν μετὰ ταῦτα εὐθύνας ἀπαιτεῖ. Ὅτε δοῦλος ἦς, μυρίους εἶχες κατηγόρους, τὸ

7 συνειδὸς, τὰ ἁμαρτήματα, τοὺς δαίμονας ἅπαντας. Οὐδείς με, φησὶν, ἐκείνων ἐκίνησε κατὰ σοῦ, οὐδὲ ἐνόμισά σε ἀνάξιον τῶν ἀγώνων τῶν ἐμῶν, ἀλλ' ἐδεξάμην εἰς τὰ παλαίσματα, οὐκ ἀπὸ τῆς ἀξίας τῆς σῆς, ἀλλ' ἀπὸ τῆς ἐμῆς φιλανθρωπίας. Μένε τοίνυν καὶ ἀγωνίζου, κἂν τρέχειν δέῃ, κἂν πυκτεύειν, κἂν παγκρατιάζειν· μὴ ἀδήλως, μηδὲ ἁπλῶς, μηδὲ εἰκῆ. Ἄκουσον τί ἐποίησεν ὁ Παῦλος· Εὐθέως ἀπὸ τῶν ναμάτων ἀναβὰς, αὐτίκα ἀπὸ τοῦ βαπτίσματος ἠγωνίζετο, ἐκήρυττεν ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ συνέχυνε τοὺς Ἰουδαίους ἀπὸ πρώτης. Ἀλλ' οὐ δύνασαι κηρῦξαι σὺ, οὐδὲ ἔχεις διδασκαλικὸν λόγον; Οὐκοῦν δίδαξον διὰ τῶν ἔργων καὶ τῆς πολιτείας, διὰ τῆς λαμπρότητος τῶν πράξεων. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὐ δύνασαι συγχέειν Ἰουδαίους διὰ τῆς φωνῆς; Ποίησον αὐτοὺς συγχυθῆναι διὰ τῆς πολιτείας, ποίησον καὶ Ἕλληνας θορυβηθῆναι διὰ τῆς μεταβολῆς. Ὅταν γὰρ ἴδωσι τὸν πρὸ τούτου ἀσελγῆ, τὸν πονηρὸν, τὸν ἠμελημένον, τὸν διεφθαρμένον, ἀθρόον μεταβεβλημένον, καὶ μετὰ τῆς μεταβολῆς τῆς κατὰ τὴν χάριν, μεταβολὴν τὴν κατὰ τὴν πολιτείαν ἐνδεικνύμενον, οὐ συγχυθήσονται καὶ ἐροῦσιν, ὅπερ ἐπὶ τοῦ τυφλοῦ οἱ Ἰουδαῖοι ἔλεγόν ποτε, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος, αὐτός ἐστι; Συγκεχυμένων γὰρ ταῦτα τὰ ῥήματα, ἀμφιβάλλειν περὶ τοῦ γνωρίμου, διαστασιάζειν πρὸς ἑαυτοὺς, τῷ οἰκείῳ συνειδότι μὴ πιστεύειν, μηδὲ τοῖς ἑαυτῶν ὀφθαλμοῖς. Ἀπέβαλεν ἐκεῖνος τὴν σωματικὴν πήρωσιν, ἀπέβαλες σὺ τὴν ψυχικὴν πήρωσιν· ἀνέβλεψεν ἐκεῖνος εἰς τὸν ἥλιον τοῦτον, ἀνάβλεψον σὺ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης. Ἐπέγνως τὸν Δεσπότην· ἄξια τοίνυν πρᾶξον τῆς ἐπιγνώσεως· ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχῃς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Συνάξεως διὰ χρόνου ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ γενομένης, εἰς τὴν ἐπιγραφὴν τῶν Πράξεων τῶν ἀποστόλων, καὶ ὅτι χρησιμώτερος βίος ἐνάρετος σημείων καὶ θαυμάτων, καὶ κατὰ τί διαφέρει πολιτεία σημείων. αʹ. Διὰ χρόνου πρὸς τὴν μητέρα ἡμῶν ἐπανήλθομεν πάλιν, τὴν ποθεινὴν καὶ ἐπέραστον ταύτην ἅπασιν ἐκκλησίαν, πρὸς τὴν μητέρα ἡμῶν καὶ τῶν ἐκκλησιῶν ἁπασῶν. Μήτηρ μὲν γὰρ, οὐχ ὅτι τῷ χρόνῳ πρεσβυτέρα μόνον ἐστὶν, ἀλλ' ὅτι καὶ ὑπὸ ἀποστολικῶν ἐθεμελιώθη χειρῶν· διὰ τοῦτο πολλάκις καὶ κατασκαφεῖσα διὰ τὸ ὄνομα τοῦ Χριστοῦ, πάλιν ὠρθώθη διὰ τῆς δυνάμεως τοῦ Χριστοῦ. Οὐ γὰρ αἱ ἀποστολικαὶ μόνον αὐτὴν ἐθεμελίωσαν χεῖρες, ἀλλὰ καὶ τοῦ Δεσπότου τῶν ἀποστόλων ἡ ἀπόφασις ἐτείχισεν αὐτὴν καινῷ καὶ παραδόξῳ τειχισμοῦ τρόπῳ. Οὐ γὰρ ξύλα καὶ λίθους συνθεὶς, οὕτως ᾠκοδόμησε τὸν περίβολον, οὐδὲ τάφρον ἔξωθεν περιελάσας, καὶ σκόλοπας καταπήξας, καὶ πύργους ἀναστήσας, οὕτως αὐτὴν ἠσφαλίσατο· ἀλλ' ἐφθέγξατο δύο ῥήματα ψιλὰ μόνον, καὶ ταῦτα ἤρκεσεν ἀντὶ τείχους αὐτῇ, καὶ πύργου, καὶ τάφρου, καὶ ἀσφαλείας ἁπάσης. Καὶ τίνα ἐστὶ τὰ ῥήματα ταῦτα, ἃ τοσαύτην ἔχει τὴν ἰσχύν; Ἐπὶ τῇ πέτρᾳ ταύτῃ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Τοῦτό ἐστι τὸ τεῖχος, τοῦτο ὁ περίβολος, τοῦτο ἡ ἀσφάλεια, τοῦτο λιμὴν καὶ καταφυγή. Σὺ δέ μοι σκόπει κἀντεῦθεν τοῦ τείχους τὸ ἀῤῥαγές. Οὐ γὰρ εἶπεν, ὅτι ἀνθρώπων ἐπιβουλαὶ οὐ κατισχύσουσιν αὐτῆς μόνον, ἀλλ' ὅτι οὐδ' αὐταὶ αἱ μηχαναὶ τοῦ ᾅδου· Πύλαι γὰρ, φησὶν, ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Οὐκ εἶπεν, Οὐ προσβαλοῦσιν αὐτῇ, ἀλλ' ὅτι Οὐ 8

κατισχύσουσιν αὐτῆς· προσβαλοῦσι μὲν γὰρ, οὐ περιέσονται δὲ αὐτῆς. Ἀλλὰ τί ποτέ ἐστι, Πύλαι ᾅδου; τάχα γὰρ ἀσαφὲς τὸ εἰρημένον. Μάθωμεν τί ἐστι πύλη πόλεως, καὶ τότε εἰσόμεθα τί ἐστι πύλη ᾅδου. Πύλη πόλεώς ἐστιν εἴσοδος ἡ εἰς τὴν πόλιν· οὐκοῦν καὶ πύλη ᾅδου ἐστὶ κίνδυνος εἰς τὸν ᾅδην φέρων. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν· Ἂν τοιοῦτοι κίνδυνοι καταῤῥαγῶσι καὶ προσβάλωσιν, ὡς πρὸς αὐτὸν ἐνεγκεῖν ἡμᾶς τὸν ᾅδην, ἀπερίτρεπτος ἡ Ἐκκλησία μένει. Ἠδύνατο μὲν γὰρ μὴ ἀφεῖναι πεῖραν αὐτὴν λαβεῖν τῶν δεινῶν· τίνος οὖν ἕνεκεν ἀφῆκεν; Ὅτι πολλῷ μεῖζόν ἐστι τοῦ κωλῦσαι τοὺς πειρασμοὺς τὸ συγχωρήσαντα τοὺς πειρασμοὺς ἐλθεῖν, μηδὲν ἀφεῖναι δεινὸν ἐκ τῆς ἐπαγωγῆς τούτων παθεῖν. Διὰ τοῦτο ἀφῆκε πάντας ἐπελθεῖν τοὺς πειρασμοὺς, ἵνα δοκιμωτέραν αὐτὴν ἐργάσηται· Ἡ γὰρ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν. Καὶ ἵνα τὴν δύναμιν τὴν ἑαυτοῦ μετὰ πλείονος ἐπιδείξηται περιουσίας, ἐξ αὐτῶν τῶν πυλῶν τοῦ θανάτου ἐξαρπάζει αὐτήν. Διὰ τοῦτο καὶ τὸ κλυδώνιον εἴασε γενέσθαι, καὶ βαπτισθῆναι τὸ σκάφος οὐκ εἴασεν. Οὕτω καὶ κυβερνήτην θαυμάζομεν, οὐχ ὅταν ἐξ οὐρίας πλέων, οὐδ' ὅταν κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος διασώσῃ τὸ σκάφος· ἀλλ' ὅταν τῆς θαλάσσης στασιαζούσης, καὶ τῶν κυμάτων ἀγριουμένων, καὶ τοῦ χειμῶνος 51.78 καταῤῥηγνυμένου, τὴν τέχνην πρὸς τὴν τῶν ἀνέμων ἀντιστήσας φορὰν, ἐκ μέσου τοῦ χειμῶνος ἐξαρπάσῃ τὸ πλοῖον. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Καθάπερ πλοῖον ἐν θαλάττῃ τὴν Ἐκκλησίαν ἐν τῇ οἰκουμένῃ φέρεσθαι πάλιν ἀφεὶς, οὐ κατέλυσε τὴν ζάλην, ἀλλ' ἐξήρπασε τῆς ζάλης· οὐ κατέστειλε τὴν θάλασσαν, ἀλλ' ἠσφαλίσατο τὴν ναῦν· καὶ διανισταμένων τῶν πανταχοῦ δήμων, καθάπερ κυμάτων ἀγρίων, καὶ προσβαλόντων αὐτῇ τῶν πνευμάτων τῶν πονηρῶν, καθάπερ χαλεπῶν ἀνέμων, καὶ πάντοθεν ἐγειρομένου τοῦ χειμῶνος, πολλὴν τῇ Ἐκκλησίᾳ τὴν γαλήνην ἐποίει· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐ μόνον ὁ χειμὼν οὐ κατέκλυσε τὴν ναῦν, ἀλλ' ὅτι καὶ τὸν χειμῶνα ἡ ναῦς κατέλυσεν. Οἱ γὰρ διωγμοὶ οἱ συνεχεῖς οὐ μόνον οὐ κατεπόντισαν τὴν Ἐκκλησίαν, ἀλλὰ καὶ διελύθησαν ὑπὸ τῆς Ἐκκλησίας. Πῶς καὶ τίνα τρόπον, καὶ πόθεν; Ἀπὸ τῆς ἀποφάσεως ταύτης τῆς λεγούσης, Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Πόσα ἔκαμον Ἕλληνες, ὥστε τὸ ῥῆμα τοῦτο καθελεῖν, ὥστε ἄκυρον ποιῆσαι τὴν ἀπόφασιν, καὶ οὐκ ἴσχυσαν καταλῦσαι; Θεοῦ γὰρ ἡ ἀπόφασις ἦν. Καὶ καθάπερ πύργον ἐξ ἀδαμαντίνων λίθων συγκείμενον, σιδήρῳ συνδεδεμένον ἀκριβῶς, οἱ πολέμιοι πανταχόθεν βάλλοντες, οὔτε τὴν οἰκοδομὴν χαυνοῦσιν, οὔτε τὴν ἁρμονίαν παραλύουσιν, ἀλλ' ἀπέρχονται τὸν μὲν πύργον μηδὲν καταβλάψαντες, μηδὲ ποιήσαντές τι κακὸν, τὴν δὲ ἑαυτῶν καταλύσαντες δύναμιν· οὕτω δὴ καὶ τὸ ῥῆμα τοῦτο, καθάπερ πύργον ὑψηλὸν ἐν μέσῃ τῇ οἰκουμένῃ μετὰ ἀσφαλείας τετειχισμένον, οἱ Ἕλληνες πανταχόθεν βάλλοντες, αὐτόν τε ἰσχυρὸν ἀπέφηναν, τὴν δὲ ἑαυτῶν καταλύσαντες ἰσχὺν, οὕτως ἀπέθανον. Τί γὰρ οὐκ ἐμηχανήσαντο κατὰ τῆς ἀποφάσεως ταύτης; Στρατόπεδα παρεσκευάζετο, ὅπλα ἐκινεῖτο, βασιλεῖς καθωπλίζοντο, δῆμοι διηγείροντο, πόλεις διανίσταντο, δικασταὶ παρωξύνοντο, ἅπαν τιμωρίας εἶδος ἐπενοεῖτο· οὐδεὶς παρελιμπάνετο κολάσεως τρόπος· πῦρ, καὶ σίδηρος, καὶ θηρίων ὀδόντες, καὶ κρημνοὶ, καὶ καταποντισμοὶ, καὶ βάραθρον, καὶ ξύλον, καὶ σταυρὸς, καὶ κάμινος, καὶ πάντα ὅσα ὤφθη πώποτε βασανιστήρια εἰς μέσον ἐφέροντο· ἀπειλῶν ὄγκος ἄφατος, τιμῶν ὑποσχέσεις ἄφατοι, ὥστε ἐκείνῳ μὲν φοβῆσαι τῷ τρόπῳ, τούτῳ δὲ ἐκλῦσαι καὶ δελεάσαι. Οὐδὲν γοῦν ἀπάτης, οὐ βίας παρελιμπάνετο εἶδος. Καὶ γὰρ πατέρες παῖδας παρέδωκαν, καὶ παῖδες πατέρας ἠγνόησαν· μητέρες ὠδίνων ἐπελάθοντο· καὶ οἱ τῆς φύσεως ἀνετράπησαν νόμοι. Ἀλλ' ὅμως οἱ θεμέλιοι τῆς Ἐκκλησίας οὐδὲ οὕτως ἐσαλεύθησαν· ἀλλὰ διὰ τῆς συγγενείας αὐτῆς ὁ πόλεμος ἤρετο καὶ τῶν τει 51.79 χῶν αὐτῆς οὐχ ἥψατο, διὰ τὸ ῥῆμα ἐκεῖνο τὸ λέγον, Ὅτι πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Μὴ γὰρ ἴδῃς, ὅτι ῥῆμα ἦν, ἀλλ' ὅτι ῥῆμα Θεοῦ. Καὶ γὰρ τὸν οὐρανὸν ῥήματι ἐστερέωσεν ὁ Θεὸς, καὶ

9

τὴν γῆν ῥήματι ἐθεμελίωσεν ἐπὶ τῶν ὑδάτων, τὴν πυκνὴν ταύτην καὶ βαρεῖαν φύσιν ἐπὶ τῆς χαυνοτάτης ἐκείνης καὶ διαῤῥεούσης ποιήσας φέρεσθαι· καὶ τὴν θάλασσαν τὴν ἀφόρητον ταῖς βίαις, ἐκείνην τὴν τοσαῦτα ἔχουσαν κύματα, ἀσθενεῖ τειχίῳ τῇ ψάμμῳ πανταχόθεν ἐτείχισε διὰ ῥήματος. Ὁ τοίνυν διὰ ῥήματος τὸν οὐρανὸν στερεώσας, τὴν γῆν θεμελιώσας, τὴν θάλασσαν περιφράξας, τί θαυμάζεις, εἰ τὴν οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης τιμιωτέραν Ἐκκλησίαν διὰ τοῦ ῥήματος τούτου πάλιν ἐτείχισεν; βʹ. Ἀλλ' ἐπειδὴ οὕτως ἡ οἰκοδομὴ ἄσειστος, οὕτω τὸ τεῖχος ἀῤῥαγὲς, ἴδωμεν πῶς κατεβάλλοντο οἱ ἀπόστολοι τοὺς θεμελίους, πόσον βάθος ἔσκαψαν, ὥστε ἄσειστον γενέσθαι τὴν οἰκοδομήν. Οὐκ ἔσκαψαν βάθος, οὐκ ἐδεήθησαν πόνου τοσούτου. Διὰ τί; Παλαιὸν εὗρον θεμέλιον καὶ ἀρχαῖον, τὸν τῶν προφητῶν. Καθάπερ οὖν ἄνθρωπος μέλλων οἰκίαν μεγίστην οἰκοδομεῖν, ἐπειδὰν εὕρῃ θεμέλιον παλαιὸν καὶ ἰσχυρὸν καὶ ἀῤῥαγῆ, οὐκ ἀναμοχλεύει τὸν θεμέλιον, οὐ κινεῖ τοὺς λίθους, ἀλλ' ἀφεὶς ἑστάναι ἀκίνητον, οὕτως ἐπιτίθησι τὴν νέαν καὶ πρόσφατον οἰκοδομήν· οὕτω καὶ οἱ ἀπόστολοι μέλλοντες τὸ μέγα τοῦτο οἰκοδόμημα οἰκοδομεῖν, τὴν πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίαν ἱδρυμένην, οὐ διέσκαψαν βάθος, ἀλλ' εὑρόντες παλαιὸν θεμέλιον, τὸν τῶν προφητῶν, οὐκ ἀνεμόχλευσαν ἐκεῖνον, οὐκ ἐκίνησαν τὴν οἰκοδομὴν καὶ τὴν διδασκαλίαν, ἀλλ' ἀφέντες αὐτὴν μένειν ἀκίνητον, οὕτως ἐπέθηκαν τὴν παρ' ἑαυτῶν διδασκαλίαν, τὴν νέαν ταύτην τῆς Ἐκκλησίας πίστιν. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐκίνησαν τὸν παλαιὸν θεμέλιον, ἀλλ' ἐπάνω αὐτοῦ ᾠκοδόμησαν, ἄκουσον αὐτοῦ τοῦ σοφοῦ ἀρχιτέκτονος Παύλου λέγοντος ἡμῖν τῆς οἰκοδομῆς τὴν ἀκρίβειαν· αὐτὸς γάρ ἐστιν ὁ σοφὸς ἀρχιτέκτων. Ὡς σοφὸς γὰρ, φησὶν, ἀρχιτέκτων θεμέλιον τέθεικα. Ἀλλ' ἴδωμεν πῶς αὐτὸν τέθεικε τὸν θεμέλιον. Ἐπάνω, φησὶν, ἑτέρου θεμελίου παλαιοῦ, τοῦ τῶν προφητῶν. Πόθεν τοῦτο δῆλον; Οὐκ ἔτι ἐστὲ ξένοι, φησὶν, ἀλλὰ συμπολῖται τῶν ἁγίων, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Εἶδες θεμέλιον καὶ θεμέλιον, τὸν μὲν τῶν προφητῶν, τὸν δὲ τῶν ἀποστόλων ἀνωτέρω κείμενον. Καὶ τὸ δὴ θαυμαστὸν, οὐκ εὐθέως μετὰ τοὺς προφήτας ἦλθον οἱ ἀπόστολοι, ἀλλὰ πολὺς μεταξὺ παρεγένετο χρόνος. Τί δήποτε; Ὅτι οἱ ἄριστοι τῶν οἰκοδόμων τοῦτο ποιοῦσιν· ἐπειδὰν καταβάλλωνται θεμέλιον, οὐκ εὐθέως ἐπιτιθέασι τὴν οἰκοδομὴν, ἵνα μὴ ἁπαλωτέρα καὶ πρόσφατος οὖσα τοῦ θεμελίου ἡ ἐργασία, ἀδυνατήσῃ τῶν τειχῶν ἐνεγκεῖν τὸ βάρος. Διὰ τοῦτο ἀφέντες χρόνῳ πολλῷ παγῆναι τοὺς λίθους, ἐπειδὰν ἴδωσιν ἀκριβῶς σφιγέντας, τότε ἐπιτιθέασι καὶ τῶν τοίχων τὸ βάρος. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ἀφεὶς παγῆναι τὸν θεμέλιον τῶν προφητῶν ἐν ταῖς τῶν ἀκουσάντων ψυχαῖς, καὶ γενέσθαι βεβαίαν τὴν διδασκαλίαν, ὅτε εἶδεν ἄσειστον οὖσαν τὴν οἰκοδομὴν, ὅτε παγέντα τὰ δόγματα τὰ ἱερὰ, ὥστε 51.80 δυνηθῆναι τὴν κατὰ τὴν καινὴν φιλοσοφίαν ἐνεγκεῖν, τότε ἀπέστειλε τοὺς ἀποστόλους, ἐπὶ τῷ θεμελίῳ τῶν προφητῶν τοὺς τοίχους τῆς Ἐκκλησίας ἀναστήσοντας. Διὰ τοῦτο οὐκ εἶπεν, Οἰκοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν προφητῶν, ἀλλ' Ἐποικοδομηθέντες, ἐπάνω οἰκοδομηθέντες. Ἀλλ' ἴδωμεν πῶς ᾠκοδομήθησαν. Πόθεν οὖν εἰσόμεθα; Πόθεν δὲ ἄλλοθεν, ἀλλ' ἢ ἀπὸ τῆς βίβλου τῶν Πράξεων, περὶ ἧς καὶ ἐν ταῖς ἔμπροσθεν ὑμῖν ἡμέραις διελέχθημεν; Τάχα γάρ τι καὶ μικρὸν ἐκεῖθεν ὑμῖν ὀφείλομεν χρέος, ὅπερ ἀνάγκη καταθεῖναι σήμερον. Τί οὖν ἐστι τὸ χρέος; Αὐτὴν τοῦ βιβλίου τὴν ἐπιγραφὴν ἑρμηνεῦσαι σπουδάσωμεν. Οὐ γὰρ ψιλή τίς ἐστι καὶ σαφὴς, καθὼς πολλοὶ νομίζουσιν, ἀλλὰ δεῖται καὶ ἐξετάσεως. Τίς οὖν ἡ ἐπιγραφὴ τοῦ βιβλίου; Πράξεις ἀποστόλων. Οὐ δοκεῖ σαφὲς εἶναι; οὐ δοκεῖ γνώριμον, καὶ δῆλον ἅπασιν; Ἀλλ' ἂν παρακολουθῆτε τοῖς λεγομένοις, ὄψεσθε ὅσον τὸ βάθος τῆς ἐπιγραφῆς ταύτης. Διὰ τί γὰρ οὐκ εἶπε, Θαύματα ἀποστόλων; διὰ τί οὐκ ἐπέγραψε, Σημεῖα ἀποστόλων, ἢ Δυνάμεις καὶ τέρατα ἀποστόλων· ἀλλὰ Πράξεις ἀποστόλων; Οὐ γὰρ τὸ αὐτό ἐστι πράξεις καὶ σημεῖα, οὐ τὸ αὐτὸ πράξεις καὶ

10

θαύματα· οὐ τὸ αὐτό ἐστι πράξεις, καὶ τέρατα, καὶ δυνάμεις· ἀλλὰ πολλὴ ἡ διαφορὰ τούτων ἑκατέρων. Πρᾶξις μὲν γάρ ἐστιν οἰκείας σπουδῆς κατόρθωμα, θαῦμα δὲ θείας δωρεᾶς χάρισμα. Εἶδες ὅσον τὸ μέσον πράξεως καὶ θαύματος; Πρᾶξίς ἐστιν ἀνθρωπίνων ἱδρώτων συντέλεσμα, θαῦμά ἐστι θείας φιλοτιμίας ἐπίδειξις· πρᾶξίς ἐστιν ἐκ τῆς ἡμετέρας προαιρέσεως τὴν ἀρχὴν ἔχουσα, θαῦμά ἐστιν ἐκ τῆς τοῦ Θεοῦ χάριτος τὰ προοίμια λαμβάνον, καὶ τὸ μὲν τῆς ἄνωθεν ῥοπῆς, τὸ δὲ τῆς κάτωθεν γνώμης. Πρᾶξις ἐξ ἀμφοτέρων ὑφαίνεται, καὶ ἐξ ἡμετέρας σπουδῆς, καὶ ἐκ θείας χάριτος· τὸ δὲ θαῦμα γυμνὴν ἐπιδείκνυται τὴν ἄνωθεν χάριν, οὐδὲν τῶν ἡμετέρων ἱδρώτων δεόμενον. Πρᾶξίς ἐστιν ἐπιεικῆ εἶναι, σώφρονα, μέτριον, ὀργῆς κρατεῖν, ἐπιθυμίας καταγωνίζεσθαι, ἐλεημοσύνας ποιεῖν, φιλανθρωπίαν ἐπιδείκνυσθαι, ἅπασαν ἀσκεῖν ἀρετήν· τοῦτο πρᾶξίς ἐστι, καὶ πόνος, καὶ ἱδρὼς ἡμέτερος. Θαῦμά ἐστι δαίμονας ἀπελαύνειν, τυφλωθέντας ὀφθαλμοὺς ἀνοίγειν, λεπρῶν τὰ σώματα καθαίρειν, διαλελυμένα μέλη σφίγγειν, νεκροὺς ἐγείρειν, ἕτερα τοιαῦτα θαυματουργεῖν. Εἶδες πόσον τὸ μέσον πράξεων καὶ θαυμάτων, πολιτείας καὶ σημείων, τῆς ἡμετέρας σπουδῆς καὶ τῆς τοῦ Θεοῦ χάριτος; γʹ. Βούλει καὶ ἑτέραν σοι δείξω διαφοράν; Διὰ γὰρ ὑμᾶς σήμερον ἅπαντα τὸν λόγον τοῦτον ἐκίνησα, ὥστε μαθεῖν τὸ θαῦμα καὶ τὸ σημεῖον. Τὸ θαῦμα μεῖζον μέν ἐστι, καὶ φρικωδέστερον, καὶ τὴν ἡμετέραν ὑπερβαῖνον φύσιν· ἡ δὲ πρᾶξις καὶ ἡ πολιτεία ἔλαττον μὲν τῶν σημείων, χρησιμώτερον δὲ καὶ κερδαλεώτερον· πόνων γάρ ἐστιν ἀμοιβὴ καὶ σπουδῆς μισθός. Καὶ ἵνα μάθῃς ὅτι ἡ πρᾶξις τοῦ σημείου κερδαλεωτέρα καὶ χρησιμωτέρα, πρᾶξις μὲν ἀγαθὴ καὶ χωρὶς σημείων εἰς τὸν οὐρανὸν τοὺς κατωρθωκότας εἰσήγαγε, θαῦμα δὲ καὶ σημεῖα χωρὶς πολιτείας οὐκ ἴσχυσε πρὸς τὰ πρόθυρα χειραγωγῆσαι ἐκεῖνα. Καὶ πῶς, ἐγὼ δείξω· ὑμεῖς δὲ παρατηρεῖτε πῶς τὴν προεδρίαν αἱ 51.81 πράξεις ἔχουσι κατὰ τὴν τῶν μισθῶν ἀμοιβήν· πῶς τὰ μὲν σημεῖα καθ' ἑαυτὰ ὄντα οὐ σώζει τοὺς ποιοῦντας, ἡ δὲ πρᾶξις καθ' ἑαυτὴν οὖσα, οὐδενὸς ἑτέρου δεῖται πρὸς σωτηρίαν τῶν κεκτημένων. Πολλοὶ ἐροῦσί μοι, φησὶν ὁ Χριστὸς, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; τοῦτο σημεῖον καὶ θαῦμα· Οὐ τῷ σῷ ὀνόματι δαιμόνια πολλὰ ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; Ὁρᾷς πανταχοῦ σημεῖα καὶ θαύματα· ἴδωμεν τί φησιν ὁ Θεός. Ἐπειδὴ γυμνὰ τὰ θαύματα, καὶ οὐδαμοῦ πολιτεία, Πορεύεσθε, φησὶν, ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Εἰ οὐκ οἶδας αὐτοὺς, πῶς οἶδας αὐτοὺς, εἰ ἐργάζονται τὴν ἀνομίαν; Ἵνα μάθῃς, ὅτι τὸ, Οὐκ οἶδα ὑμᾶς, οὐκ ἀγνοίας ἐστὶν, ἀλλὰ μίσους καὶ ἀποστροφῆς. Οὐκ οἶδα ὑμᾶς. Τίνος ἕνεκεν, εἰπέ μοι; Οὐ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν; Διὰ τοῦτο γὰρ ὑμᾶς μισῶ καὶ ἀποστρέφομαι, φησὶν, ὅτι οὐδὲ ταῖς δωρεαῖς βελτίους ἐγένεσθε, ὅτι τοσαύτης ἀπολαύσαντες τιμῆς ἐμείνατε ἐπὶ τῆς αὐτῆς κακίας. Πορεύεσθε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. Τί οὖν; Τὸ παλαιὸν ἀνάξιοι ἐλάμβανον χαρίσματα, καὶ διεφθαρμένοι τὸν βίον σημεῖα ἐπεδείκνυντο, καὶ θείας ἀπήλαυον δωρεᾶς, τῆς πολιτείας οὐκ ἐπιμελούμενοι τῆς ἀρίστης; Ἀπήλαυον διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, οὐ διὰ τὴν οἰκείαν ἀξίαν. Ἔδει γὰρ πανταχοῦ σπαρῆναι τῆς εὐσεβείας τὸν λόγον, ἐπειδὴ ἀρχὴ καὶ προοίμια τῆς πίστεως ἦν. Καθάπερ οὖν γηπόνος ἄριστος νεόφυτον δένδρον τοῖς κόλποις τῆς γῆς ἄρτι παρακατατιθέμενος, ἁπαλὸν ὑπάρχον ἔτι πολλῆς ἐπιμελείας ἀξιοῖ, πανταχόθεν περιφράττων, τειχίζων καὶ λίθοις καὶ ἀκάνθαις, ὥστε μὴ ὑπὸ ἀνέμων ἀνασπασθῆναι, μήτε ὑπὸ θρεμμάτων ἀδικηθῆναι, μήτε ὑπὸ ἄλλης τινὸς ἐπηρεασθῆναι βλάβης· ἐπειδὰν δὲ παγὲν καὶ πρὸς ὕψος ἀναδραμὸν ἴδῃ, περιαιρεῖ τὰ τειχία· ἀρκεῖ γὰρ αὐτὸ τὸ δένδρον πρὸς τὸ μηδὲν τοιοῦτον παθεῖν· οὕτω καὶ ἐπὶ τῆς πίστεως γέγονεν. Ὅτε νεόφυτος ἦν, ὅτε ἁπαλὴ ὑπῆρχεν, ὅτε προσφάτως ἐν ταῖς τῶν ἀνθρώπων κατεβλήθη ψυχαῖς, πολλῆς ἐπιμελείας ἠξιοῦτο πάντοθεν· ἐπειδὴ δὲ ἐπάγη καὶ ἐῤῥιζώθη καὶ πρὸς ὕψος ἀνέδραμεν, ἐπειδὴ πᾶσαν τὴν οἰκουμένην ἐπλήρωσε, καὶ περιῆρε τὰ

11

τειχία, καὶ τὰ ἀσφαλίσματα λοιπὸν ἀνεῖλεν ὁ Χριστός. Διὰ τοῦτο παρὰ μὲν τὴν ἀρχὴν καὶ ἀναξίοις χαρίσματα ἐδίδοτο· χρείαν γὰρ εἶχε τὸ παλαιὸν, τῆς πίστεως ἕνεκα, ταύτης τῆς βοηθείας· νῦν δὲ οὐδὲ ἀξίοις δίδοται· ἡ γὰρ ἰσχὺς τῆς πίστεως οὐκέτι ταύτης δεῖται τῆς συμμαχίας. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐψεύδοντο ἐκεῖνοι, ἀλλὰ ἀληθῶς σημεῖα ἐποίησαν, καὶ ἀναξίοις ἀνθρώποις χαρίσματα ἐδίδοτο, καὶ ἵνα πρὸς τοῖς εἰρημένοις καὶ ἕτερόν τι κατορθωθῇ, καὶ τὴν τοῦ Θεοῦ δωρεὰν αἰδεσθέντες ἐκεῖνοι ἀποθῶνται τὴν πονηρίαν, Ἰούδας ὁ τῶν δώδεκα παρὰ πᾶσιν ὁμολογεῖται, ὅτι σημεῖα ἐποίει, ὅτι δαίμονας ἐξέβαλλεν, ὅτι νεκροὺς ἤγειρεν, ὅτι λεπροὺς ἐκάθηρεν· ἀλλ' ὅμως ἐξέπεσε τῆς βασιλείας τῶν οὐρανῶν. Οὐ γὰρ ἴσχυσεν αὐτὸν 51.82 σῶσαι τὰ σημεῖα, ἐπειδὴ λῃστὴς, καὶ κλέπτης, καὶ τοῦ Δεσπότου προδότης ἐγένετο. Ὅτι μὲν τὰ σημεῖα οὐκ ἰσχύει σῶσαι χωρὶς πολιτείας ἀρίστης καὶ βίου καθαροῦ καὶ διηκριβωμένου, ἀπὸ τούτων ἀποδέδεικται· ὅτι δὲ πολιτεία οὐκ ἔχουσα τὴν ἀπὸ τῶν σημείων παραμυθίαν, οὐδὲ σύμμαχον λαβοῦσα ἐκείνην, ἀλλ' αὕτη καθ' ἑαυτὴν φανεῖσα, ἴσχυσε μετὰ παῤῥησίας εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Διὰ τί; ὅτι νεκροὺς ἤγειραν; ὅτι λεπροὺς ἐκάθηραν; ὅτι δαίμονας ἤλασαν; Οὐχί· ἀλλὰ διὰ τί; Πεινῶντα εἴδετέ με, φησὶ, καὶ ἐθρέψατε· διψῶντα, καὶ ἐποτίσατέ με· γυμνὸν, καὶ περιεβάλετέ με· ξένον, καὶ συνηγάγετε. Οὐδαμοῦ θαύματα, ἀλλὰ πανταχοῦ πολιτεία. Ὥσπερ οὖν ἐκεῖ πανταχοῦ θαύματα, καὶ εὐθέως κόλασις, ἐπειδὴ γυμνὰ τὰ θαύματα τῆς πολιτείας· οὕτω καὶ ἐνταῦθα πανταχοῦ πολιτεία, καὶ οὐδαμοῦ θαύματα, καὶ εὐθέως ἡ σωτηρία· ἐπειδὴ ἰσχύει καθ' ἑαυτὴν σῶσαι ἡ ἀρίστη πολιτεία τοὺς κεκτημένους αὐτήν. Διὰ τοῦτο καὶ ὁ μακάριος οὗτος, καὶ γενναῖος, καὶ θαυμάσιος Λουκᾶς οὕτως ἐπέγραψε τὸ βιβλίον, Πράξεις ἀποστόλων, οὐ θαύματα ἀποστόλων· καίτοι καὶ θαύματα πεποιήκασιν. Ἀλλ' ἐκεῖνα μὲν καιρῷ γέγονε, καὶ παρῆλθε· ταῦτα δὲ διὰ παντὸς τοῦ χρόνου πάντας ἐπιδείκνυσθαι χρὴ τοὺς σώζεσθαι μέλλοντας. Ἐπεὶ οὖν οὐ πρὸς τὰ σημεῖα, ἀλλὰ πρὸς τὰς πράξεις τῶν ἀποστόλων ὁ ζῆλος ἡμῖν, διὰ τοῦτο οὕτως τὸ βιβλίον ἐπέγραψεν. Ἵνα γὰρ μὴ λέγῃς, μᾶλλον δὲ ἵνα μὴ λέγωσιν οἱ ῥᾴθυμοι, ἐπειδὰν αὐτοὺς παρακαλοῦμεν πρὸς τὴν μίμησιν τῶν ἀποστόλων, καὶ λέγομεν· Μίμησαι Πέτρον, ζήλωσον Παῦλον, γενοῦ κατὰ Ἰωάννην, ἀκολούθησον Ἰάκωβον· ἵνα μὴ λέγωσιν, Οὐ δυνάμεθα, οὐδὲ ἰσχύομεν, ἐκεῖνοι γὰρ νεκροὺς ἀνέστησαν, λεπροὺς ἐκάθηραν, ἐπιστομίζων ἡμῶν τὴν ἀναίσχυντον ἀπολογίαν, Σιώπα, φησὶ, πεφίμωσο· οὐ θαύματα, ἀλλὰ πολιτεία εἰς τὴν βασιλείαν εἰσάγει τῶν οὐρανῶν. Ζήλωσον τοίνυν τὴν πολιτείαν τῶν ἀποστόλων, καὶ οὐδὲν ἔλαττον ἕξεις τῶν ἀποστόλων. Οὐ γὰρ τὰ σημεῖα ἀποστόλους ἐποίησεν, ἀλλ' ὁ βίος ὁ καθαρός. Καὶ ὅτι τοῦτό ἐστι τὸ γνώρισμα τῆς ἀποστολικῆς εἰκόνος, καὶ τοῦ χαρακτῆρος τῶν μαθητῶν, ἄκουσον τοῦ Χριστοῦ τοῦτο δηλοῦντος τὸ σημεῖον. Χαρακτηρίζων γὰρ τῶν μαθητῶν τὰς εἰκόνας, καὶ δεικνὺς τί ποτέ ἐστιν ἀποστολῆς γνώρισμα, οὕτως εἶπεν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί μου ἐστέ. Ἐν τούτῳ, ποίῳ; ἐν τῷ θαύματα ποιεῖν; ἐν τῷ νεκροὺς ἐγείρειν; Οὐχὶ, φησίν· ἀλλ' ἐν τίνι; Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἡ δὲ ἀγάπη οὐχὶ θαυμάτων, ἀλλὰ πολιτείας ἐστί. Πλήρωμα γὰρ νόμου ἡ ἀγάπη. Εἶδες τὸ γνώρισμα τῶν μαθητῶν; εἶδες τὴν εἰκόνα τῆς ἀποστολῆς; εἶδες τὴν μορφήν; εἶδες τὸν τύπον; μηδὲν πλέον ζήτει· ὁ γὰρ Δεσπότης ἀπεφήνατο, ὅτι ἀγάπη χαρακτηρίζει τοὺς μαθητάς. Ἂν τοίνυν ἔχῃς ἀγάπην, ἀπόστολος γέγονας, καὶ τῶν ἀποστόλων πρῶτος. δʹ. Βούλει ἑτέρωθεν τοῦτο μαθεῖν; Πρὸς Πέτρον εἰπὼν ὁ Χριστὸς, Πέτρε, φιλεῖς με πλέον τούτων; φησί. Τούτου δὲ ἴσον οὐδὲν εἰς τὸ τυχεῖν βασιλείας οὐρανῶν, ἀλλ' ὅταν φανῶμεν τὸν Χριστὸν φιλοῦντες, ὡς φιλεῖν δεῖ. Καὶ τὸ γνώρισμα εἶπε. Τί ποτ' οὖν ἐστι τοῦτο; καὶ τί ποιοῦντες δυνάμεθα φιλεῖν πλέον τῶν

12

ἀποστόλων; ἆρα τοὺς νεκροὺς ἐγείροντες; ἢ ἄλλα τινὰ θαύματα ἐπιδεικνύμενοι; Οὐδαμῶς· ἀλλὰ τί ποιοῦντες; Αὐτοῦ τοῦ φιλουμένου Χριστοῦ ἀκούσωμεν. Εἰ γὰρ φιλεῖς με, φησὶ, πλέον τούτων, ποίμαινε τὰ πρόβατά μου. Ἰδοὺ καὶ ἐνταῦθα πολιτεία εὐδοκιμεῖ. Τὸ γὰρ κηδεμονικὸν, τὸ συμπαθητικὸν, τὸ προστατικὸν, τὸ μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ πάντα, ἃ τὸν ποιμαίνοντα ἔχειν δεῖ, πάντα ταῦτα πολιτείας ἐστὶν, οὐχὶ θαυμάτων, οὐδὲ σημείων. Ἀλλ' ἐκεῖνοι, φησὶ, διὰ τὰ θαύματα τοιοῦτοι γεγόνασιν. Οὐχὶ διὰ τὰ θαύματα, ἀλλὰ διὰ τὴν πολιτείαν, καὶ ἐντεῦθεν μάλιστα ἔλαμψαν. Διὰ τοῦτό φησιν αὐτοῖς· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδωσιν οἱ ἄνθρωποι οὐχὶ τὰ θαύματα, ἀλλὰ τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πανταχοῦ τὴν πολιτείαν διαλάμπουσαν, τὸν βίον τὸν ἐνάρετον θαυμαζόμενον; Βούλει σοι δείξω καὶ αὐτὸν τὸν Πέτρον, τοῦτον τὸν κορυφαῖον τῶν ἀποστόλων, καὶ πολιτείαν ἐπιδειξάμενον μεγίστην, καὶ θαύματα ποιήσαντα ὑπερβαίνοντα ἀνθρωπίνην φύσιν, καὶ ἀμφότερα παράλληλα κείμενα, καὶ τὸ θαῦμα, καὶ τὴν πολιτείαν, καὶ ἀπὸ τῆς πολιτείας μᾶλλον, ἢ ἀπὸ τῶν σημείων τιμηθέντα; Ἄκουε τῆς ἱστορίας ταύτης· Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν περὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. Μὴ παραδράμῃς ἁπλῶς τὸ διήγημα, ἀλλ' εὐθέως ἐπίστα τῷ προοιμίῳ, καὶ μάθε πόση ἦν ἡ ἀγάπη καὶ ἡ συμφωνία καὶ ἡ ὁμόνοια, καὶ πῶς πανταχοῦ οὗτοι ἐκοινώνουν ἀλλήλοις, καὶ συνδεδεμένοι τῷ δεσμῷ τῆς κατὰ Θεὸν φιλίας, ἅπαντα ἔπραττον, καὶ ἐν τραπέζῃ καὶ ἐν εὐχῇ καὶ ἐν βαδίσει καὶ ἐν τοῖς ἄλλοις ἅπασι μετὰ ἀλλήλων ἐφαίνοντο. Εἰ δὲ ἐκεῖνοι οἱ στῦλοι, οἱ πύργοι, οἱ πολλὴν παῤῥησίαν ἔχοντες πρὸς τὸν Θεὸν, τῆς παρ' ἀλλήλων ἐδέοντο βοηθείας, καὶ ὑπὸ τῆς παρ' ἀλλήλων συμμαχίας διωρθοῦντο, πόσῳ μᾶλλον ἡμεῖς οἱ ἀσθενεῖς, καὶ ταλαίπωροι, καὶ οὐδενὸς ἄξιοι λόγου, τῆς ἀλλήλων δεησόμεθα βοηθείας; Ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά· καὶ πάλιν· Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Πέτρος καὶ Ἰωάννης ἦσαν, καὶ τὸν Ἰησοῦν εἶχον μέσον· Ὅπου γὰρ ἂν ὦσι συνηγμένοι δύο ἢ τρεῖς, φησὶν, ἐν τῷ ὀνόματί μου, ἐγὼ ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Εἶδες πόσον ἐστὶ τὸ ἐπὶ τὸ αὐτὸ εἶναι; Οὐχ ἁπλῶς δὲ ἦσαν ἐπὶ τὸ αὐτὸ, ἐπὶ καὶ νῦν ἐπὶ τὸ αὐτὸ πάντες ἐσμέν· ἀλλ' ἐπὶ τὸ αὐτὸ εἶναι χρὴ τῷ συνδέσμῳ τῆς ἀγάπης, τῇ διαθέσει τῆς προαιρέσεως· καὶ ὥσπερ τὰ σώματα ἡμῶν ἐγγὺς ἀλλήλων ἐστὶ νῦν, καὶ συσφίγγεται ἐπὶ τὸ αὐτὸ, οὕτω καὶ τὰς καρδίας συσφίγγεσθαι χρή. Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερόν. Ἐσχίσθη τὸ καταπέτασμα, ἠρημώθη τὰ Ἅγια τῶν ἁγίων, ἀνῃρέθη ἡ ἐν ἑνὶ τόπῳ προσκύνησις. Ὁ Παῦλος βοᾷ λέγων· Ἐν παντὶ τόπῳ ἐπαίρετε ὁσίους χεῖρας. Τί τοίνυν τρέχουσιν αὐτοὶ εἰς τὸ ἱερὸν προσεύξασθαι; πάλιν ἐπὶ τὴν Ἰουδαϊκὴν ἦλθον ἀσθένειαν; Μὴ γένοιτο! ἀλλὰ συγκαταβαίνουσι τοῖς ἀσθενεστέροις, ἐκεῖνο πληροῦντες τὸ ῥῆμα Παύλου, τὸ λέγον· Ἑγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος. Συγκαταβαίνουσι τοῖς ἀσθενέσιν, ἵνα μὴ μείνωσιν ἀσθενεῖς 51.84 ἐκεῖνοι. Ἄλλως δὲ καὶ ἐκεῖ συνήγετο πᾶσα ἡ πόλις. Καθάπερ οὖν ἁλιεῖς ἄριστοι ἐκείνους τοὺς κόλπους τῶν ποταμῶν διώκουσιν, ἔνθα πάντες συλλέγονται οἱ ἰχθύες, ὥστε μετ' εὐκολίας ἐπιτυχεῖν τῆς θήρας· οὕτω δὴ καὶ οἱ ἀπόστολοι οὗτοι, οἱ πνευματικοὶ ἁλιεῖς, εἰς ἐκεῖνον τὸν κόλπον ἔσπευδον, ὅπου πᾶσα ἡ πόλις συνήγετο, ἵνα ἐκεῖ τὸ τοῦ Εὐαγγελίου δίκτυον ἁπλώσαντες, μετ' εὐκολίας τύχωσι τῆς ἄγρας. Τοῦτο δὲ ἐποίουν μιμούμενοι τὸν διδάσκαλον. Καὶ γὰρ ὁ Χριστός φησι· Καθ' ἡμέραν μεθ' ὑμῶν ἤμην ἐν τῷ ἱερῷ. Διὰ τί ἐν τῷ ἱερῷ; Ἵνα τοὺς ἐκ τοῦ ἱεροῦ λάβῃ. Οὕτω καὶ οὗτοι ἀπήρχοντο μὲν ὡς προσευξόμενοι, διδασκαλίαν δὲ ἔμελλον κατασπείρειν ἐκεῖ. Εἰς τὸ ἱερὸν προσεύξασθαι περὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. Οὐδὲ ἡ ὥρα αὐτοῖς ἁπλῶς παρατετήρηται. Καὶ γὰρ εἶπον ὑμῖν πολλάκις περὶ τῆς ὥρας ταύτης, ὅτι ἐν αὐτῇ παράδεισος ἀνεῴγη, καὶ ὁ λῃστὴς εἰσῆλθεν, ἐν αὐτῇ ἡ κατάρα ἀνῃρέθη, ἐν αὐτῇ ἡ θυσία τῆς οἰκουμένης προσηνέχθη, ἐν αὐτῇ τὸ σκότος ἐλύθη, ἐν αὐτῇ τὸ φῶς

13

ἔλαμψε, καὶ τὸ αἰσθητὸν καὶ τὸ νοητόν. Περὶ ὥραν ἐννάτην. Ὅτε ἕτεροι ἀπὸ ἀρίστου καὶ μέθης καθεύδουσιν ὕπνον βαθὺν, τότε ἐκεῖνοι νήφοντες, καὶ διεγηγερμένοι, καὶ πολλῷ τῷ πόθῳ ζέοντες, ἐπὶ τὴν προσευχὴν ἔσπευδον. Εἰ δὲ ἐκεῖνοι εὐχῆς ἐδέοντο, εὐχῆς οὕτω ἐκτενοῦς, εὐχῆς οὕτω διηκριβωμένης, οἱ τοσαύτην ἔχοντες παῤῥησίαν, οἱ μηδὲν ἑαυτοῖς συνειδότες πονηρὸν, τί ποιήσομεν ἡμεῖς, μυρίων γέμοντες τραυμάτων, οὐκ ἐπιτιθέντες δὲ τῆς εὐχῆς τὸ φάρμακον; Μέγα ὅπλον εὐχή. Βούλει μαθεῖν πῶς μέγα ὅπλον ἡ εὐχή; Προστασίας πενήτων παρέδραμον οἱ ἀπόστολοι, ἵνα πλείονα σχολὴν περὶ τὴν εὐχὴν ἔχωσι. Καταστήσατε γὰρ, φησὶν, ἐξ ὑμῶν ἄνδρας μαρτυρουμένους ἑπτά· ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. εʹ. Ἀλλ', ὅπερ ἔλεγον (μὴ γὰρ ἐκπέσωμεν τῆς ὑποθέσεως, ὅτι ὁ μὲν Πέτρος καὶ πρᾶξιν ἐπεδείξατο, καὶ θαῦμα ἐποίησε, καὶ ἀπὸ τῆς πράξεως ἐπαινεῖται μᾶλλον), ἀνῆλθεν οὖν εἰς τὸ ἱερὸν προσεύξασθαι· καὶ ἰδοὺ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, βασταζόμενος ἐκεῖ πρὸς τὴν θύραν τοῦ ἱεροῦ. Ἀπ' αὐτῶν τῶν ὠδίνων ἡ πήρωσις τῆς φύσεως ἦν, καὶ μεῖζον ἰατρικῆς τέχνης τὸ νόσημα, ἵνα μειζόνως ἐπιδειχθῇ ἡ τοῦ Θεοῦ χάρις. Οὗτος οὖν ὁ χωλὸς ἔκειτο πρὸς τὴν πύλην τοῦ ἱεροῦ· καὶ ἰδὼν αὐτοὺς εἰσιόντας, προσεῖχεν αὐτοῖς, ζητῶν ἐλεημοσύνην παρ' αὐτῶν λαβεῖν. Τί οὖν ὁ Πέτρος; Βλέψον εἰς ἡμᾶς, φησίν. Ἱκανὴ ἀπὸ τῆς ὄψεως ἡ ἀπόδειξις τῆς ἀκτημοσύνης· οὐ χρεία λόγων, οὐδὲ ἀποδείξεως, οὐδὲ ἀποκρίσεως, οὐδὲ διδασκαλίας· ὁ στολισμός σοι δείκνυσι τὸν ἀκτήμονα. Τοῦτο οὖν ὅλον τὸ κατόρθωμα τῆς ἀποστολῆς, ἵνα ταῦτα λέγῃς πρὸς τὸν πένητα, ἵνα μὴ διορθώσῃ τὴν πενίαν μόνον, ἵνα εἴπῃς, Ὄψει μείζονα πλοῦτον. Ἀργύριον, φησὶ, καὶ χρυσίον οὐκ ἔχω· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι, καὶ περιπάτει. Εἶδες πενίαν καὶ πλοῦτον; πενίαν μὲν χρημά 51.85 των, πλοῦτον δὲ χαρισμάτων. Οὐκ ἔλυσε πενίαν χρημάτων, ἀλλὰ διώρθωσε πενίαν φύσεως. Ὅρα τὴν ἐπιείκειαν Πέτρου· Βλέψον εἰς ἡμᾶς. Οὐχ ὕβρισεν, οὐκ ἐλοιδορήσατο, ὃ πολλάκις ποιοῦμεν ἡμεῖς πρὸς τοὺς ἐντυγχάνοντας ἡμῖν, εὐθύνας ἐγκαλοῦντες αὐτοῖς, ὅτι καθεύδουσι. Μὴ γὰρ τοῦτο ἐπετάγης, ἄνθρωπε; Οὐκ ἐκέλευσέ σοι ἀργίαν ἐγκαλεῖν, ἀλλὰ πενίαν διορθοῦσθαι· οὐκ ἐποίησέ σε κατήγορον κακίας, ἀλλὰ ἰατρὸν κατέστησε συμφορᾶς· οὐχ ἵνα ὀνειδίζῃς νωθείαν, ἀλλ' ἵνα χεῖρα ὀρέγῃς τοῖς κειμένοις· οὐχ ἵνα κακίζῃς τρόπον, ἀλλ' ἵνα λύσῃς λιμόν. Ἡμεῖς δὲ τοὐναντίον ποιοῦμεν· ἀφέντες παραμυθήσασθαι τοὺς προσιόντας τῇ δόσει τῶν χρημάτων, καὶ προσεπιτρίβομεν αὐτῶν τὰ τραύματα ταῖς τῶν ἐγκλημάτων ἐπαγωγαῖς. Ἀλλὰ καὶ ἀπολογεῖται τῷ πένητι, καὶ μετ' ἐπιεικείας διαλέγεται· Κλῖνον γὰρ, φησὶ, πτωχῷ ἀλύπως τὸ οὖς σου, καὶ ἀποκρίθητι αὐτῷ ἐν πραότητι εἰρηνικά. Ἀργύριον καὶ χρυσίον οὐκ ἔχω· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι, καὶ περιπάτει. Δύο ἐνταῦθά ἐστι, πολιτεία καὶ θαῦμα. Πολιτεία, τὸ, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· πολιτείας γὰρ τὸ καταφρονεῖν τῶν γηΐνων πραγμάτων, τὸ ῥῖψαι τὰ ὑπάρχοντα, τὸ ὑπεριδεῖν τῆς παρούσης ματαιότητος· θαῦμα δὲ τὸ ἐγεῖραι τὸν χωλὸν, τὸ διορθῶσαι τὰ μέλη τὰ πεπηρωμένα. Ἰδοὺ τοίνυν καὶ πολιτεία καὶ θαῦμα. Ἴδωμεν οὖν πόθεν ὁ Πέτρος καυχᾶται. Τί εἶπεν; Ὅτι θαύματα ἐποίησε; καίτοι θαύματα ἦν πεποιηκὼς τότε· ἀλλ' οὐκ εἶπε τοῦτο· ἀλλὰ τί; Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι. Εἶδες τὴν πολιτείαν καὶ τὸ θαῦμα, καὶ τὴν πολιτείαν στεφανουμένην; Τί οὖν ὁ Χριστός; Τοῦτον ἀπεδέξατο καὶ ἐπῄνεσε. Λέγω γὰρ ὑμῖν, φησὶν, ὅτι ὑμεῖς οἱ ἀφέντες οἰκίας, καὶ τὰ λοιπά. Οὐκ εἶπεν, Οἱ ἀναστήσαντες νεκροὺς, ἀλλ' Ὑμεῖς οἱ ἀφέντες τὰ ὑπάρχοντα ὑμῶν, καθήσεσθε ἐπὶ δώδεκα θρόνους· καὶ πᾶς ὅστις ἀφῆκε τὰ ὑπάρχοντα αὐτῷ πάντα, ταύτης ἀπολαύσεται τῆς τιμῆς. Οὐ δύνασαι ἀναστῆσαι χωλὸν, καθάπερ ὁ Πέτρος; Ἀλλὰ δύνασαι εἰπεῖν, ὡς ἐκεῖνος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Κἂν τοῦτο εἴπῃς, ἐγγὺς ἐγένου τοῦ Πέτρου· μᾶλλον δὲ οὐδὲ ἂν

14

εἴπῃς, ἀλλ' ἐὰν ποιήσῃς. Οὐ δύνασαι ξηρὰν διορθῶσαι χεῖρα; Ἀλλὰ δύνασαι τὴν σεαυτοῦ χεῖρα ξηρὰν γινομένην ὑπὸ ἀπανθρωπίας ποιῆσαι ἐκταθῆναι διὰ φιλανθρωπίας. Μὴ ἔστω γὰρ, φησὶν, ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, ἐν δὲ τῷ διδόναι συνεσταλμένη. Ὁρᾷς ὅτι οὐχ ἡ ξηρότης, ἀλλὰ καὶ ἀπανθρωπία συστέλλει τὴν χεῖρα; Ἔκτεινον οὖν αὐτὴν διὰ φιλανθρωπίας καὶ ἐλεημοσύνης. Οὐ δύνασαι ἐκβαλεῖν δαίμονα; Ἀλλ' ἔκβαλε ἁμαρτίαν, καὶ μείζονα λήψῃ μισθόν. Εἶδες πῶς πανταχοῦ ἡ πολιτεία καὶ τὰ κατορθώματα μείζονα ἔπαινον ἔχει τῶν θαυμάτων, καὶ πλείονα τὴν ἀμοιβήν; Εἰ δὲ βούλει, καὶ ἑτέρωθεν τοῦτο δείξομεν. Προσῆλθον αὐτῷ, φησὶν, οἱ ἑβδομήκοντα μαθηταὶ, καὶ ἔχαιρον, καὶ ἔλεγον· Κύριε, ἐν τῷ ὀνόματί σου καὶ τὰ δαιμόνια ἡμῖν ὑπακούουσι. Καὶ λέγει αὐτοῖς· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλὰ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πανταχοῦ τὴν πολιτείαν θαυμαζομένην; ʹ. Φέρε οὖν, ἀναλογισώμεθα τὰ εἰρημένα ἄνωθεν· Ἐν 51.86 τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἰδοὺ ἀπὸ πολιτείας, οὐκ ἀπὸ θαυμάτων τὸ γνώρισμα τοῦ μαθητὰς εἶναι ἀποδέδεικται. Πέτρε, φιλεῖς με πλέον τούτων; ποίμαινε τὰ πρόβατά μου. Ἰδοὺ καὶ ἕτερον γνώρισμα, καὶ αὐτὸ πάλιν ἀπὸ πολιτείας. Τρίτον πάλιν γνώρισμα· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλὰ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Καὶ τοῦτο πολιτείας πάλιν κατόρθωμα. Βούλει καὶ τετάρτην ἀπόδειξιν τούτου μαθεῖν; Λαμψάτω, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἰδοὺ καὶ ἐνταῦθα ἔργα φαίνεται. Καὶ ὅταν λέγῃ πάλιν· Ὅστις ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς ἕνεκεν ἐμοῦ, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει, τὴν πολιτείαν ἐπαινεῖ, καὶ τὸν διηκριβωμένον βίον. Εἶδες τοὺς μαθητὰς ἀπὸ τοῦ φιλεῖν ἀλλήλους γνωριζομένους, τὸν δὲ ὑπὲρ τοὺς ἀποστόλους φιλοῦντα τὸν Χριστὸν ἀπὸ τοῦ ποιμαίνειν τοὺς ἀδελφοὺς φαινόμενον, τοὺς δὲ ὀφείλοντας χαίρειν, οὐκ ἀπὸ τοῦ δαίμονας ἐκβάλλειν, ἀλλ' ἀπὸ τοῦ ἐγγεγράφθαι ἐν τῷ οὐρανῷ κελευομένους εὐφραίνεσθαι, καὶ τοὺς μὲν τὸν Θεὸν δοξάζοντας ἀπὸ τῆς τῶν ἔργων λαμπρότητος δεικνυμένους, τοὺς δὲ ζωῆς ἐπιτυχόντας καὶ ἑκατονταπλασίονα λαμβάνοντας, ἀπὸ τῆς τῶν παρόντων ἁπάντων ὑπεροψίας ἐπιτυχόντας ταύτης τῆς δωρεᾶς. Τούτους μίμησαι πάντας, καὶ δυνήσῃ καὶ μαθητὴς εἶναι, καὶ ἐν τοῖς φίλοις τοῦ Θεοῦ ἀριθμεῖσθαι, καὶ δοξάζειν τὸν Θεὸν, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαῦσαι· καὶ οὐδὲν ἔσται σοι κώλυμα πρὸς τὸ τυχεῖν τῶν ἀγαθῶν ἁπάντων, τὸ μὴ ποιεῖν σημεῖα, ἐὰν πολιτείαν ἔχῃς διηκριβωμένην. Καὶ γὰρ αὐτὸς τοῦτο τὸ ὄνομα, Πέτρος, οὐκ ἀπὸ θαυμάτων καὶ σημείων ἔλαβεν, ἀλλ' ἀπὸ ζήλου καὶ φίλτρου γνησίου. Οὐδὲ γὰρ ἐπειδὴ νεκροὺς ἀνέστησεν, οὐδὲ ἐπειδὴ χωλὸν ἀνώρθωσεν, οὕτως ἐκλήθη· ἀλλ' ἐπειδὴ πίστιν μετὰ τῆς ὁμολογίας ἐπεδείξατο γνησίαν, τὸ ὄνομα τοῦτο ἐκληρονόμησε, Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν. Διὰ τί; Οὐχ ὅτι θαύματα ἐποίησεν, ἀλλ' ὅτι εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὁρᾷς ὅτι καὶ αὐτὸ τὸ Πέτρον κληθῆναι, οὐκ ἀπὸ θαυμάτων, ἀλλ' ἀπὸ ζήλου πεπυρωμένου ἔλαβε τὴν ἀρχήν. Ἀλλ' ἐπειδὴ Πέτρου ἐμνήσθην, εἰσῆλθέ μοι καὶ ἑτέρου Πέτρου μνήμη, τοῦ κοινοῦ πατρὸς, καὶ διδασκάλου, ὃς τὴν ἐκείνου διαδεξάμενος ἀρετὴν, καὶ τὴν καθέδραν ἐκληρονόμησε τὴν ἐκείνου. Ἓν γὰρ καὶ τοῦτο πλεονέκτημα τῆς ἡμετέρας πόλεως, τὸ τῶν ἀποστόλων τὸν κορυφαῖον λαβεῖν ἐν ἀρχῇ διδάσκαλον. Ἔδει γὰρ τὴν πρὸ τῆς οἰκουμένης ἁπάσης τὸ τῶν Χριστιανῶν ἀναδησαμένην ὄνομα, τὸν τῶν ἀποστόλων πρῶτον ποιμένα λαβεῖν. Ἀλλὰ λαβόντες αὐτὸν διδάσκαλον, οὐκ εἰς τέλος κατέσχομεν, ἀλλὰ παρεχωρήσαμεν τῇ βασιλίδι Ῥώμῃ· μᾶλλον δὲ εἰς τὸ τέλος αὐτὸν ἐσχήκαμεν· τὸ μὲν γὰρ σῶμα Πέτρου οὐ κατέχομεν, τὴν δὲ πίστιν Πέτρου κατέχομεν ὡς Πέτρον· τὴν δὲ πίστιν

15 Πέτρου κατέχοντες, αὐτὸν ἔχομεν Πέτρον. Οὕτω καὶ τὸν ἐκείνου ζηλωτὴν ὁρῶν 51.87 τες, αὐτὸν δοκοῦμεν ὁρᾷν· καὶ γὰρ τὸν Ἰωάννην Ἠλίαν ἐκάλεσεν ὁ Χριστὸς, οὐκ ἐπειδὴ Ἠλίας ἦν ὁ Ἰωάννης, ἀλλ' ἐπειδὴ ἐν πνεύματι καὶ δυνάμει ἦλθεν Ἠλίου. Καθάπερ οὖν ὁ Ἰωάννης, ἐπειδὴ ἐν πνεύματι καὶ δυνάμει ἦλθεν Ἠλίου, Ἠλίας ἐλέγετο, οὕτω καὶ οὗτος, ἐπειδὴ ἐν ὁμολογίᾳ καὶ πίστει Πέτρου παραγέγονεν, εἰκότως ἂν καὶ τῆς προσηγορίας ἐκείνης ἀξιωθείη. Ἡ γὰρ τῆς πολιτείας συγγένεια καὶ τὴν κοινωνίαν τῶν ὀνομάτων ποιεῖ. Εὐξώμεθα δὲ πάντες καὶ εἰς τὸ Πέτρου γῆρας αὐτὸν ἐλθεῖν· καὶ γὰρ ὁ 51.88 Ἀπόστολος ἐν γήρᾳ τὸν βίον κατέλυσεν. Ὅταν γὰρ, φησὶ, γηράσῃς, τότε ζώσουσί σε, καὶ ἄξουσιν ὅπου οὐ θέλεις. Αἰτήσωμεν δὴ καὶ τούτῳ μακρὰν πολιτείαν· ἐκτεινόμενον γὰρ αὐτοῦ τὸ γῆρας τὴν ἡμετέραν νεότητα τὴν πνευματικὴν μᾶλλον ἀκμάζειν ποιεῖ· ἣν γένοιτο διαπαντὸς ἐν ἀκμῇ τηρηθῆναι, εὐχαῖς μὲν ἐκείνου καὶ τούτου τοῦ Πέτρου, χάριτι δὲ καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

17

19

20

21

προσάγει καθάπερ δικαστὴς, καὶ τότε τὴν ἀπόφασιν ἐπ 51.95 άγει. Οὐ γὰρ πρὸ τῆς ἐρωτήσεως ἡ ἀπόφασις· δήλη μὲν γὰρ ἦν ἡ ἁμαρτία· ἀλλ' ἵνα ἡμᾶς τοὺς ἔξωθεν περιεστῶτας πείσῃ, ὅτι δικαίως ἐπάγει τὴν ψῆφον, διὰ τοῦτο ποιεῖται τὴν ἐρώτησιν, οὕτω λέγων· Διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐχὶ μένον σοι ἔμενε, καὶ πραθὲν ἐπὶ τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Τί οὖν ἀκούων ἐκεῖνος τοὺς λόγους τούτους; Πεσὼν ἐξέψυξεν. Εἶδες πῶς καὶ ξίφος ἔχουσιν οἱ ἀπόστολοι; Ὅταν ἀκούσῃς Παύλου λέγοντος, ὅτι Ἐπὶ πᾶσι τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ἀναμνήσθητι τῆς ἀποφάσεως ταύτης, ὅτι οὐδαμοῦ ξίφος, καὶ τῷ ῥήματι πληγεὶς ὁ ἱερόσυλος ἔπεσεν. Εἶδες μάχαιραν ἠκονημένην καὶ γεγυμνωμένην; Οὐδαμοῦ σίδηρος, οὐδαμοῦ λαβὴ, οὐδαμοῦ χεῖρες· ἀλλὰ ἀντὶ τῆς χειρὸς ἡ γλῶττα, τὰ ῥήματα ἀντὶ τῆς μαχαίρας ἐξενεγκοῦσα, εὐθέως ἐκεῖνον ἀπέσφαξε. Μετὰ τοῦτον εἰσῆλθεν ἡ γυνὴ, καὶ ἐβούλετο αὐτῇ δοῦναι πρόφασιν ἀπολογίας, ἀφορμὴν συγγνώμης· διὰ τοῦτο πάλιν ἐρωτᾷ· Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε. Καίτοι γε ᾔδει, ὅτι οὐ τοσούτου· ἀλλ' ἵνα αὐτὴν διὰ τῆς ἐρωτήσεως εἰς μετάνοιαν ἀγάγῃ, καὶ καταγνῷ τῶν ἡμαρτημένων, καὶ μεταδῷ συγγνώμης αὐτῇ, διὰ τοῦτο αὐτὴν ἐρωτᾷ· ἀλλ' ὅμως ἐκείνη μετὰ ταῦτα ἀναισχύντως διέκειτο· διὰ τοῦτο ἐκοινώνησε τῆς τιμωρίας τοῦ ἀνδρός. Εἶδες δεσμωτηρίου δύναμιν; εἶδες πῶς εἰσι κύριοι εἰς θάνατον πέμπειν; Ἴδωμεν καὶ τὸ βέλτιον, πῶς ἀπὸ θανάτου ἀποκαλοῦνται πάλιν. Ἡ Ταβιθὰ, ἡ μαθήτρια, ἐλεημοσύναις πολλαῖς κομῶσα ἀπέθανε· καὶ δρόμος εὐθέως ἐπὶ τοὺς ἀποστόλους. Ἤδεισαν γὰρ ὅτι καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν εἶχον· ᾔδεισαν τὴν ἄνω ἀρχὴν κάτω κατενεχθεῖσαν. Τί οὖν ἐλθὼν ὁ Πέτρος; Ταβιθὰ, ἀνάστηθι, φησίν. Οὐδεμιᾶς πραγματείας ἐδέησεν αὐτῷ, οὐχ ὑπηρετῶν, οὐ διακόνων· ἀλλ' ἤρκεσε τὰ ῥήματα πρὸς τὴν ἀνάστασιν· ἤκουσε γοῦν τῆς φωνῆς ὁ θάνατος, καὶ οὐκ ἴσχυσε κατασχεῖν τὴν νεκράν. Εἶδες οἷαι τῶν δικαστῶν τούτων αἱ φωναί; Αἱ μὲν γὰρ τῶν ἔξωθεν δικαστῶν ἀσθενεῖς. Κἂν γὰρ ἐπιτάξῃ τις ἐκείνων, ὁ δὲ διακονῶν μὴ ὑπηρετήσῃ, διεκόπη τὸ προσταχθέν· ἐνταῦθα δὲ οὐ δεῖται διακόνων· ἀλλ' εἶπε, καὶ εὐθέως ἐγένετο. Εἶδες αὐτῶν τὸ δεσμωτήριον, ὅπερ ἀρχῆς ἐστι σύμβολον· εἶδες πῶς ἀφιᾶσιν ἁμαρτήματα, πῶς λύουσι θάνατον, πῶς εἰς ζωὴν ἐπανάγουσι. Βούλει μαθεῖν καὶ τὴν ζώνην αὐτῶν; Καὶ γὰρ ἐζωσμένους αὐτοὺς ὁ Χριστὸς ἔπεμψεν, οὐχὶ ἐν δέρματι, ἀλλ' ἐν ἀληθείᾳ· αὕτη ἡ ζώνη ἁγία καὶ πνευματική· καὶ διὰ τοῦτό φησι· Περιεζωσμένοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Καὶ γὰρ ἡ ἀρχὴ πνευματικὴ, διὸ μηδὲν αἰσθητὸν ζήτει· Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. Ἀλλὰ τί; βούλει καὶ τοὺς δημίους ἰδεῖν; Δήμιοί εἰσιν οἱ τοὺς ὑπευθύνους μαστίζοντες, προσαρτῶντες τῷ ξύλῳ, διαξαίνοντες τὰς πλευρὰς, παιδεύοντες, κολάζοντες. Βούλει οὖν τούτους ἰδεῖν; Οὐκ ἀνθρώπους ἔχουσιν, ἀλλ' αὐτὸν τὸν διάβολον, καὶ τοὺς δαίμονας· οἱ σῶμα καὶ σάρκα περικείμενοι, τὰς ἀσω 51.96 μάτους εἶχον ὑπηρετούσας δυνάμεις. Ἄκουσον γοῦν πῶς μετὰ αὐθεντίας ἐκείνοις ἐπέταττεν ὁ Παῦλος· περὶ γὰρ τοῦ πεπορνευκότος γράφων ἔλεγε· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός. Πάλιν ἐφ' ἑτέρων βλασφημούντων τὸ αὐτὸ τοῦτο πεποίηκε· Παρέδωκα γὰρ αὐτοὺς, φησὶ, τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Τί λοιπὸν ὑπολέλειπται δεῖξαι; ὅτι καὶ ὀχήματα ἔχουσιν; Ἀλλ' οὐδὲ ταύτης ἀπορήσομεν τῆς ἀποδείξεως· τὸν γὰρ Φίλιππον, ἐπειδὴ τὸν εὐνοῦχον ἐβάπτισε, καὶ πρὸς τὴν ἱερὰν μυσταγωγίαν ἐχειραγώγησεν, ἔδει δὲ αὐτὸν ἐπανελθεῖν, ἥρπασεν αὐτὸν τὸ Πνεῦμα, καὶ εὑρέθη εἰς Ἄζωτον ἀπὸ τῆς ἐρήμου. Εἶδες ὄχημα ὑπόπτερον; εἶδες ζεῦγος ἀνέμου σφοδρότερον; Πάλιν ἔδει τὸν ἀπόστολον εἰς τὸν παράδεισον ὁδεῦσαι, μῆκος οὕτω πολὺ, καὶ διάστημα ἄπειρον· κἀκεῖνος πάλιν ἀθρόον ἁρπαγεὶς ἐκεῖ μετεφέρετο ἀπονητὶ, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ. Τὰ μὲν οὖν ὀχήματα τοιαῦτα· ἡ δὲ τοῦ κήρυκος φωνὴ, καὶ αὕτη πάλιν ἀξία τῆς

22

Ὅτι οὐκ ἀκίνδυνον τοῖς ἀκροαταῖς τὸ σιγᾷν τὰ λεγόμενα ἐν ἐκκλησίᾳ, καὶ τίνος ἕνεκεν αἱ Πράξεις ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται, καὶ διὰ τί οὐκ ἔδειξε πᾶσιν ἑαυτὸν ἀναστὰς ὁ Χριστὸς, καὶ ὅτι τῆς ὄψεως σαφεστέραν παρέσχε τὴν τῆς ἀναστάσεως ἀπόδειξιν τὴν διὰ τῶν σημείων τῶν ἀποστόλων. αʹ. Τὸ μὲν πλέον τοῦ χρέους τοῦ συντεθέντος ἡμῖν ὑπὸ τῆς ἐπιγραφῆς τῶν Πράξεων τῶν ἀποστολικῶν ἐν ταῖς ἔμπροσθεν ὑμῖν κατεβάλομεν ἡμέραις· ἐπειδὴ δὲ ἔτι μικρὸν ἐναπέμεινε λείψανον, ἀνέστην καὶ τοῦτο καταθήσων ὑμῖν σήμερον. Εἰ δὲ μετ' ἀκριβείας φυλάττετε τὰ εἰρημένα, καὶ μετὰ πολλῆς κατέχετε σπουδῆς, ὑμεῖς ἂν εἰδείητε οἱ τὸ ἀργύριον ὑποδεξάμενοι, καὶ τῶν ἀργυρίων τούτων μέλλοντες τὸν λόγον διδόναι τῷ Δεσπότῃ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν οἱ τὰ τάλαντα πιστευθέντες καλῶνται, καὶ τὰς εὐθύνας ὑπέχωσιν· ὅταν ἐλθὼν ὁ Χριστὸς ἀπαιτῇ τοὺς τραπεζίτας τὸ ἀργύριον τοῦτο μετὰ τῶν τόκων. Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἐλθὼν μετὰ τόκου ἂν ἀπῄτησα αὐτό. Ὢ τῆς πολλῆς καὶ ἀφάτου φιλανθρωπίας τοῦ Δεσπότου! Ἀνθρώπους κωλύων ἀπαιτεῖν τόκους, αὐτὸς ἀπαιτεῖ τόκους. Διὰ τί; Ἐπειδὴ ἐκεῖνος ὁ τόκος διαβεβλημένος ἐστὶ καὶ κατηγορίας ἄξιος· οὗτος δὲ ἐπαινετὸς καὶ πολλῆς ἀποδοχῆς ἐστιν ἄξιος. Ἐκεῖνος τοίνυν ὁ τόκος, ὁ τῶν χρημάτων λέγω, καὶ τὸν λαμβάνοντα, καὶ τὸν διδόντα ζημιοῖ, καὶ τοῦ μὲν λαμβάνοντος ἀπόλλυσι τὴν ψυχὴν, τοῦ δὲ διδόντος ἐπιτρίβει τὴν πενίαν. Τί γὰρ ἂν γένοιτο χαλεπώτερον, ἀλλ' ἢ ὅταν τις τὴν πενίαν τοῦ πλησίον ἐμπορεύηται, καὶ τὰς τῶν ἀδελφῶν πραγματεύηται συμφοράς; ὅταν τις προσωπεῖον φιλανθρωπίας ἔχων πᾶσαν ἀπανθρωπίαν ἐπιδείκνυται, καὶ ὁ χεῖρα μέλλων ὀρέγειν πρὸς τὸ βάραθρον ὠθῇ τὸν βοηθείας δεόμενον; Τί ποιεῖς, ἄνθρωπε; Οὐ διὰ τοῦτο πρὸς σὰς ἦλθε θύρας ὁ πένης, ἵνα αὐξήσῃς αὐτοῦ τὴν πενίαν, ἀλλ' ἵνα λύσῃς αὐτοῦ τὴν πενίαν· σὺ δὲ ταυτὸν ποιεῖς, οἷον οἱ τὰ δηλητήρια κεραννύντες φάρμακα· καὶ γὰρ ἐκεῖνοι τὴν συνήθη 51.98 τροφὴν αὐτοῖς ἀναμίξαντες ἀνεπαίσθητον ποιοῦσι τὴν ἐπιβουλὴν, καὶ οὗτοι φιλανθρωπίας προσχήματι τῶν τόκων τὸν ὄλεθρον κρύψαντες, οὐκ ἐῶσιν αἰσθέσθαι τῆς βλάβης τοὺς μέλλοντας πίνειν τὸ θανάσιμον τοῦτο φάρμακον. Διόπερ εὔκαιρον, ὃ περὶ τῆς ἁμαρτίας εἴρηται, καὶ περὶ τῶν τοκιζόντων καὶ δανειζομένων εἰπεῖν. Τί δὲ περὶ τῆς ἁμαρτίας εἴρηται; Πρὸς καιρὸν, φησὶ, γλυκαίνει τὸν λάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Τοῦτο τοίνυν καὶ ἐπὶ τῶν δανειζομένων γίνεται· ὅταν μὲν γὰρ λαμβάνῃ τὰ χρήματα ὁ δεόμενος, παραμυθίαν λαμβάνει μικράν τινα καὶ πρόσκαιρον· ὕστερον δὲ τῶν τόκων αὐξομένων, καὶ τοῦ φορτίου μείζονος τῆς δυνάμεως γενομένου, ἐκεῖνο τὸ γλυκὺ καὶ λιπάναν τὸν λάρυγγα πικρότερον χολῆς ὄψεται γινόμενον, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου, τῶν πατρῴων πάντων ἀποστῆναι ἀθρόον ἀναγκαζόμενος. βʹ. Ἀλλ' ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ πνευματικὰ τὸν λόγον μετάγωμεν. Ἔδει σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, ἐκείνου τοῦ ἀργυρίου τραπεζίτας ὑμᾶς καλῶν τοὺς τῶν ῥημάτων τούτων ἀκροατάς. Καὶ τίνος ἕνεκεν τραπεζίτας ὑμᾶς ἐκάλεσεν ὁ Θεός; Παιδεύων ἅπαντας τὴν αὐτὴν σπουδὴν ἐπιδείκνυσθαι περὶ τὴν δοκιμασίαν τῶν λεγομένων, ὅσην ἐκεῖνοι σπουδὴν ἔχουσι περὶ τὴν ἐξέτασιν καὶ εἴσοδον τῶν νομισμάτων. Καθάπερ γὰρ οἱ τραπεζῖται τὸ μὲν κίβδηλον καὶ παράσημον ἐκβάλλουσι νόμισμα, τὸ δὲ δόκιμον καὶ ὑγιὲς δέχονται, καὶ

24

διακρίνουσι τὸ νόθον ἀπὸ τοῦ γνησίου· οὕτω καὶ σὺ ποίησον, καὶ μὴ πάντα παραδέχου λόγον, ἀλλὰ τὸν μὲν κίβδηλον καὶ διεφθαρμένον ἔκβαλλε ἀπὸ σοῦ. τὸν δὲ ὑγιῆ καὶ σωτηρίαν ἔχοντα παράπεμπε τῇ διανοίᾳ. Ἔστι γὰρ, ἔστι καὶ σοὶ ζυγὰ καὶ σταθμία 51.99 οὐκ ἀπὸ χαλκοῦ καὶ σιδήρου κατεσκευασμένα, ἀλλ' ἀπὸ ἁγνείας καὶ πίστεως συγκείμενα, καὶ διὰ τούτων δοκίμαζε λόγον ἅπαντα. Καὶ γὰρ διὰ τοῦτό φησι, Γίνεσθε τραπεζῖται δόκιμοι, οὐχ ἵνα ἐπὶ τῆς ἀγορᾶς ἑστῶτες τὰ ἀργύρια ἀριθμῆτε, ἀλλ' ἵνα τοὺς λόγους βασανίζητε μετὰ ἀκριβείας ἁπάσης· διὰ τοῦτο καὶ ὁ ἀπόστολος Παῦλός φησι· Πάντα δοκιμάζετε, τὸ καλὸν δὲ κατέχετε μόνον. Οὐ διὰ τὴν δοκιμασίαν δὲ μόνον ὑμᾶς τραπεζίτας ἐκάλεσεν, ἀλλὰ καὶ διὰ τὴν τῶν καταβαλλομένων νομήν. Καὶ γὰρ τοῖς τραπεζίταις, ἐὰν μόνον ὑποδεχόμενοι τὰ χρήματα κατακλείωσιν οἴκοι, μηκέτι δὲ εἰς ἑτέρους διανέμωσιν, ἅπαν τὸ τῆς ἐμπορίας οἰχήσεται· οὕτω καὶ ἐπὶ τῶν ἀκροατῶν τὸ αὐτὸ τοῦτο γίνεται. Ἂν γὰρ δεξάμενος τὴν διδασκαλίαν παρὰ σαυτῷ κατασχῇς, μηκέτι δὲ εἰς ἑτέρους ἐκβάλῃς, πᾶσά σου ἡ πραγματεία διαῤῥυήσεται. Διὰ τοῦτο ἐπὶ τῶν ἐργαστηρίων ἐκείνων διὰ πάσης ἡμέρας εἴσοδόν τε καὶ ἔξοδον γινομένην ὁρῶμεν. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς διδασκαλίας γινέσθω. Καὶ γὰρ καὶ ἐπὶ τῶν τραπεζιτῶν ἐκείνων ὁρῶμεν τοὺς μὲν καταβάλλοντας χρήματα, τοὺς δὲ λαμβάνοντας εὐθέως, καὶ ἀπιόντας, καὶ τοῦτο διὰ πάσης ἡμέρας γινόμενον ἴδοι τις ἄν. Διὰ τοῦτο, καίτοι τῶν χρημάτων οὐκ ὄντων αὐτοῖς οἰκείων, ἐπειδὴ τῇ χρήσει πρὸς τὸ δέον κέχρηνται, διὰ τῶν ἀλλοτρίων πολλὴν ἑαυτοῖς συλλέγουσι τὴν εὐπορίαν. Οὕτω καὶ σὺ ποίησον. Οὐκ ἔστι ταῦτα τὰ λόγια σὰ, ἀλλὰ τοῦ Πνεύματος· ἀλλ' ὅμως ἐὰν ἀρίστην ἐπιδείξῃ τὴν χρῆσιν, πολλὴν ἑαυτῷ συνάξεις τὴν εὐπορίαν τὴν πνευματικήν· διὰ τοῦτο καὶ τραπεζίτας ὑμᾶς ἐκάλεσεν ὁ Θεός. Τίνος δὲ ἕνεκεν ἀργύριον τὸν λόγον ἐκάλεσεν; Ἐπειδὴ καθάπερ τὸ ἀργύριον τὸν χαρακτῆρα ἔχει ἀπηρτισμένον τὸν βασιλικὸν (κἂν γὰρ μὴ τοῦτον ἔχῃ, οὐκ ἔστιν ἀργύριον δόκιμον, ἀλλὰ κίβδηλον καλεῖται), οὕτω καὶ τὴν διδασκαλίαν τῆς πίστεως τὸν χαρακτῆρα τοῦ λόγου ἀπηρτισμένον ἔχειν δεῖ. Πάλιν τῶν ἀργυρίων ἡ χρῆσις πᾶσαν ἡμῶν συγκροτεῖ τὴν ζωὴν, καὶ συμβολαίων ἁπάντων ὑπόθεσις γίνεται, κἂν ἀγοράσαι τι, κἂν πωλῆσαι δέῃ, διὰ τούτων ἅπαντα πράττομεν. Τοῦτο καὶ ἐπὶ τῆς διδασκαλίας γίνεται· τῶν γὰρ συμβολαίων πνευματικῶν ὑπόθεσίς ἐστι καὶ ῥίζα τὸ ἀργύριον τοῦτο τὸ πνευματικόν· ὅθεν κἂν παρὰ τοῦ Θεοῦ τι βουληθῶμεν ἀγοράσαι, τὸν λόγον τῆς εὐχῆς καταβαλόντες πρῶτον, οὕτω λαμβάνομεν ἅπερ αἰτοῦμεν. Κἂν ἀδελφὸν ἴδωμεν ἠμελημένον καὶ ἀπολλύμενον, τὴν σωτηρίαν αὐτοῦ κερδήσομεν, καὶ τὴν ζωὴν ἀγοράσομεν, τὸν λόγον τῆς διδασκαλίας καταβάλλοντες. Διὸ χρὴ μετὰ ἀκριβείας ἁπάσης φυλάττειν καὶ κατέχειν ἅπαντα, ἵνα καὶ εἰς ἑτέρους αὐτὰ διανείμωμεν· καὶ γὰρ καὶ τόκους τῶν ἀργυρίων τούτων ἀπαιτούμεθα. Προσέχωμεν τοίνυν τῇ ὑποδοχῇ, ἵνα καὶ εἰς ἑτέρους διανεῖμαι δυνηθῶμεν τὰ ἀργύρια· καὶ γὰρ ἕκαστος, ἐὰν θέλῃ, δύναμιν ἔχει διδασκαλίας. Οὐ δύνασαι Ἐκκλησίαν ὀρθῶσαι τοσαύτην· ἀλλὰ δύνασαι τὴν γυναῖκα τὴν σὴν νουθετῆσαι. Οὐ δύνασαι πρὸς πλῆθος τοσοῦτον διαλεχθῆναι· ἀλλὰ τὸν υἱόν σου σωφρονίσαι δύνασαι. Οὐ δύνασαι πρὸς δῆμον τηλικοῦτον τὸν λόγον ἀποτεῖναι διδασκαλίας· ἀλλὰ τὸν οἰκέτην σου βελτίονα ἐργάσασθαι δύνασαι Οὐκ ἔστι σου μείζων τῆς δυνάμεως ἐκεῖνος τῶν μαθητῶν ὁ σύλλογος· οὐκ ἔστι σου πλέον τῆς συνέσεως ἐκεῖνο τῆς διδασκαλίας τὸ μέτρον, ἀλλὰ καὶ ἡμῶν εὐκολώτερον ὑμεῖς ἐκείνους πάντας ῥυθμίζειν δύνασθε. 51.100 Ἐγὼ μὲν γὰρ ὑμῖν ἅπαξ τῆς ἑβδομάδος συγγίνομαι, ἢ καὶ δεύτερον πολλάκις· σὺ δὲ διαπαντὸς ἔνδον ἔχεις τῆς οἰκίας τοὺς μαθητὰς, καὶ τὴν γυναῖκα, καὶ τὰ παιδία, καὶ τοὺς οἰκέτας, καὶ ἐν ἑσπέρᾳ, καὶ ἐν τραπέζῃ, καὶ διὰ πάσης ἡμέρας δύνασαι διορθοῦν αὐτούς. Καὶ ἑτέρωθεν δὲ ἡ ἰατρεία αὕτη εὐκολωτέρα γίνεται· ἐγὼ μὲν γὰρ ἐν πλήθει τοσούτῳ διαλεγόμενος οὐκ οἶδα τὸ ἐνοχλοῦν ὑμῖν πάθος τῆς ψυχῆς, διὸ καὶ ἀναγκάζομαι καθ' ἑκάστην διδασκαλίαν

25

ἅπαντα προτιθέναι τὰ φάρμακα· ὑμᾶς δὲ οὐχ οὕτω ποιεῖν ἀνάγκη, ἀλλ' ἔξεστιν ὑμῖν μετὰ ἐλάττονος πόνου πλείονα καρποῦσθαι τὴν διόρθωσιν· ἴστε γὰρ σαφῶς τὰ ἁμαρτήματα τῶν ὑμῖν συνοικούντων, διὸ καὶ ταχυτέραν δύνασθε ποιῆσαι τὴν θεραπείαν. γʹ. Μὴ τοίνυν, ἀγαπητοὶ, ἀμελῶμεν τῶν συνοικούντων ἡμῖν· καὶ γὰρ μεγίστη κόλασις κεῖται καὶ ἄφατος τιμωρία τοῖς ἀμελοῦσι τῶν οἰκείων. Εἰ γάρ τις, φησὶν ὁ Παῦλος, τῶν ἰδίων οὐ προνοεῖται, καὶ μάλιστα τῶν οἰκείων, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. Ὁρᾷς ποῦ τῶν ἀμελούντων τῶν οἰκείων ὁ Παῦλος ἠκόντισε; Καὶ μάλα εἰκότως· ὁ γὰρ τῶν οἰκείων ἀμελῶν, φησὶ, πῶς τῶν ἀλλοτρίων ἐπιμελήσεται; Οἶδα πολλάκις ταῦτα παραινέσας ὑμῖν· ἀλλὰ καὶ παραινῶν οὐδέποτε παύσομαι, καίτοι γε ἐγὼ ἀνεύθυνος λοιπὸν τῆς τῶν ἑτέρων ῥᾳθυμίας εἰμί· Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ πλέον οὐδὲν ἀπῄτησεν. Ἐγὼ δὲ καὶ τὸ ἀργύριον κατέβαλον, καὶ λόγον οὐδένα ἔχω· ἀλλ' ὅμως καίτοι γε ἀνεύθυνος ὢν, καὶ τῆς τιμωρίας ἀπηλλαγμένος τῆς ἐπὶ τούτοις, καθάπερ ὑπεύθυνος ὢν κολάσει καὶ τιμωρίᾳ, οὕτω δέδοικα καὶ τρέμω περὶ τῆς ὑμετέρας σωτηρίας, Μηδεὶς τοίνυν ἁπλῶς μηδὲ ἠμελημένως ἀκουέτω τῶν λόγων τῶν πνευματικῶν· οὐδὲ γὰρ εἰκῆ καὶ μάτην μακρὰ ποιοῦμαι τὰ προοίμια, ἀλλ' ὥστε ἀσφαλεστέραν γίνεσθαι τῶν καταβαλλομένων τὴν φυλακὴν, ὥστε μὴ μάτην μηδὲ ἁπλῶς κροτήσαντας καὶ θορυβήσαντας οἴκαδε ἀπελθεῖν. Οὐ γὰρ μέλει μοι τῶν παρ' ὑμῶν ἐπαίνων, ἀλλὰ φροντίζω τῆς ὑμετέρας σωτηρίας. Οἱ μὲν γὰρ ἐπὶ τῆς σκηνῆς ἀγωνιζόμενοι τὸν ὑπὲρ τούτου μισθὸν τὸν ἔπαινον παρὰ τοῦ δήμου λαμβάνουσιν· ἡμεῖς δὲ οὐκ ἐπὶ τούτοις ἀπεδυσάμεθα, ἀλλ' ἐπὶ τὸν παρὰ τοῦ Δεσπότου μισθὸν τὸν ἐπὶ τούτοις κείμενον λαβεῖν. Διὰ τοῦτο καὶ συνεχῶς ὑμῖν ταῦτα παρακελευόμεθα, ὥστε πρὸς τὸ βάθος τῆς διανοίας ὑμῶν καταβῆναι τὰ λεγόμενα. Καθάπερ γὰρ τῶν φυτῶν ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας, ἄσειστα γίνεται ταῖς τῶν ἀνέμων προσβολαῖς· οὕτω καὶ τῶν νοημάτων ὅσῳπερ ἂν ἐν τῷ βάθει μένῃ τῆς διανοίας, οὐ ῥᾳδίως ὑπὸ τῆς τῶν πραγμάτων ἀνασπᾶται ἐπιβουλῆς. Εἰπὲ γάρ μοι, ἀγαπητὲ, εἰ λιμῷ τὸν παῖδα τηκόμενον εἶδες, ἆρα ἂν ἠνέσχου περιιδεῖν, ἀλλ' οὐχὶ πάντα ἂν ὑπέμεινας, ὥστε λῦσαι αὐτοῦ τὸν λιμόν; Εἶτα λιμῷ μὲν ἄρτου διαφθειρόμενον οὐκ ἂν περιεῖδες, λιμῷ δὲ θείας διδασκαλίας ἀπολλύμενον ἀνέχῃ περιορᾷν; Καὶ πῶς ἄξιος ἂν ἦς καλεῖσθαι πατήρ; Καὶ γὰρ οὗτος ὁ λιμὸς ἐκείνου χαλεπώτερος, ὅσῳ καὶ πρὸς μείζονα τελευτᾷ θάνατον, ὅθεν καὶ πλείονα ἐνταῦθα ποιεῖσθαι χρὴ τὴν σπουδήν. Ἐκτρέφετε γὰρ, φησὶ, τὰ τέκνα 51.101 ὑμῶν ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Αὕτη καλλίστη πατέρων ἐπιμέλεια, αὕτη γνησία κηδεμονία γεγεννηκότων· οὕτω γὰρ ἐγὼ ἐπιγινώσκω τῆς φύσεως τὴν συγγένειαν, ἐὰν ἐν τοῖς πνευματικοῖς πλείονα ἐπιδείξωνται τὴν σπουδήν. Ἀλλὰ τῶν μὲν προοιμίων ἀρκετὸς ὁ λόγος· ἀνάγκη δὲ λοιπὸν καταβαλεῖν καὶ τὸ χρέος· διὰ γὰρ τοῦτο τὸν μακρὸν καὶ πολὺν τοῦτον ὑμῖν ἀπεμήκυνα λόγον, ἵνα μετὰ πάσης ὑποδέξησθε τὸ καταβαλλόμενον φυλακῆς. Τί οὖν τὸ ὄφλημα, ὅπερ ἀνεχωρήσαμεν ὀφείλοντες πρώην; ἢ καὶ τοῦτο τάχα ἐπιλέλησθε; Οὐκοῦν ἀνάγκη παρ' ἡμῶν ὑμᾶς ὑπομνησθῆναι, καὶ πρότερον ἀναγνῶναι τὸ γραμματεῖον, δι' οὗ καὶ τὴν προτέραν καταβολὴν ἐποιησάμεθα, καὶ τίνα ἦν τὰ καταβληθέντα εἰπεῖν, ἵνα ἴδωμεν ἐκ τῶν καταβληθέντων τὰ λειπόμενα. Τίνα οὖν ἐστι τὰ καταβληθέντα πρότερον; Εἶπον ἐκεῖ τίς ἦν ὁ τὸ βιβλίον γράψας τῶν Πράξεων, καὶ τίς ὁ πατὴρ τοῦ λόγου τούτου· μᾶλλον δὲ οὐχ ὁ πατὴρ τοῦ λόγου, ἀλλ' ὁ διάκονος· οὐ γὰρ αὐτὸς ἔτεκε τὰ εἰρημένα, ἀλλ' αὐτὸς διηκόνησε τοῖς εἰρημένοις. Εἶπον περὶ τῶν Πράξεων αὐτῶν, καὶ τί ποτ' οὖν βούλεται ἐνδείξασθαι τὸ τῶν Πράξεων ὄνομα· εἶπον καὶ περὶ τῆς τῶν ἀποστόλων προσηγορίας. Ἀνάγκη λοιπὸν εἰπεῖν, τίνος ἕνεκεν οἱ Πατέρες ἡμῶν ἐν τῇ Πεντηκοστῇ τὸ βιβλίον τῶν Πράξεων ἀναγινώσκεσθαι ἐνομοθέτησαν. Τάχα γὰρ

26

μέμνησθε ὅτι καὶ τοῦτο τότε ὑπεσχόμεθα ἐρεῖν. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ τοὺς καιροὺς ἡμῖν τούτους παρετήρησαν οἱ Πατέρες, ἀλλὰ μετά τινος λόγου σοφοῦ πεποιήκασι τοῦτο· οὐχ ἵνα ὑπὸ ἀνάγκην καιρῶν τὴν ἐλευθερίαν ἡμῖν ὑποβάλωσιν, ἀλλ' ἵνα τῇ τῶν ἀσθενεστέρων πτωχείᾳ συγκαταβάντες, ἐπὶ τὸν πλοῦτον τῆς γνώσεως αὐτοὺς ἀναγάγωσι. Καὶ ὅτι διὰ τοῦτο παρατηροῦσι καιροὺς, οὐχ ἑαυτοὺς τῇ ἀνάγκῃ τῆς παρατηρήσεως ὑποβάλλοντες, ἀλλὰ τοῖς ἀσθενεστέροις συγκατιέναι σπουδάζοντες, ἄκουσον τί φησιν ὁ Παῦλος· Ἡμέρας παρατηρεῖτε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς; Φοβοῦμαι μή πως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Σὺ δὲ οὐ παρατηρεῖς ἡμέρας καὶ καιροὺς καὶ ἐνιαυτούς; Τί οὖν; εἰ ἴδωμεν τὸν κωλύοντα παρατηρεῖν ἡμέρας καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτοὺς παρατηροῦντα ταῦτα, τί ἐροῦμεν, εἰπέ μοι; ὅτι μάχεται ἑαυτῷ, καὶ φιλονεικεῖ; Μὴ γένοιτο! ἀλλ' ὅτι τῶν παρατηρούντων τοὺς καιροὺς τὴν ἀσθένειαν ἀνελεῖν βουλόμενος συγκαταβαίνει διὰ τῆς παρατηρήσεως πρὸς ἐκείνους. Οὕτω καὶ ἰατροὶ ποιοῦσι, τῶν σιτίων τῶν διδομένων τοῖς νοσοῦσιν ἀπογεύονται πρότερον, οὐκ αὐτοὶ δεόμενοι τῶν σιτίων, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν διορθῶσαι σπουδάζοντες. Οὕτω καὶ ὁ Παῦλος ἐποίησεν· οὐδὲν δεόμενος τῆς παρατηρήσεως τῶν καιρῶν, τοὺς καιροὺς ἐτήρησεν, ἵνα τοὺς παρατηροῦντας ἀπαλλάξῃ τῆς ἀσθενείας τῆς κατὰ τὴν παρατήρησιν. Καὶ ποῦ παρετήρησε καιροὺς ὁ Παῦλος; Προσέχετε μετὰ ἀκριβείας, παρακαλῶ. Τῇ δὲ ἐπιούσῃ, φησὶ, κατεπλεύσαμεν εἰς Μίλητον. Κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ. Ἔσπευδε γὰρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. Εἶδες πῶς ὁ λέγων, Ἡμέρας μὴ παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς, τὴν ἡμέραν τῆς Πεντηκοστῆς παρετήρει; δʹ. Καὶ οὐ μόνον ἡμέραν παρετήρει, ἀλλὰ καὶ τόπον· οὐ γὰρ μόνον τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἔσπευδε ποιῆσαι, ἀλλὰ καὶ ἐν Ἱεροσολύμοις αὐτὴν ἐπιτελέσαι. Τί τοῦτο ποιεῖς, ὦ μακάριε Παῦλε; Τὰ Ἱεροσόλυμα κατελύθη, ἠρημώθη τὰ Ἅγια τῶν ἁγίων τῇ τοῦ Θεοῦ ψήφῳ, ἡ πολιτεία ἡ προτέρα ἐλύθη. Σὺ πρὸς Γαλάτας βοᾷς λέγων· Οἱ ἐν νόμῳ δικαιοῦσθαι προσδοκῶντες, τῆς χάριτος ἐξεπέσατε· καὶ τί πάλιν ἡμᾶς πρὸς τὴν δουλείαν ἄγεις τοῦ νόμου; Οὐκ ἔστι μικρὸν τὸ κινούμενον, μαθεῖν εἰ μάχεται ἑαυτῷ ὁ Παῦλος. Οὐδὲ γὰρ ἡμέρας μόνον παρατηρεῖ ὁ Παῦλος, ἀλλὰ καὶ ἄλλα φυλάττει νομικὰ παραγγέλματα, καὶ βοᾷ λέγων τοῖς Γαλάταις· Ἰδοὺ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Οὗτος τοίνυν ὁ Παῦλος, ὁ λέγων ὅτι Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει, φαίνεται αὐτὸς περιτέμνων τὸν Τιμόθεον. Εὑρὼν γὰρ, φησὶν, ὁ Παῦλος ἐν Λύστροις τινὰ νεανίαν, υἱὸν Ἰουδαίας γυναικὸς πιστῆς, πατρὸς δὲ Ἕλληνος, περιέτεμεν αὐτόν· οὐκ ἐβούλετο γὰρ ἀκρόβυστον πέμπειν διδάσκαλον. Τί τοῦτο ποιεῖς, ὦ μακάριε Παῦλε; ἀναιρεῖς τῷ λόγῳ τὴν περιτομὴν, καὶ βεβαιοῖς τῷ ἔργῳ πάλιν; Οὐ βεβαιῶ, φησὶν, ἀλλ' ἀναιρῶ διὰ τῶν ἔργων. Καὶ γὰρ υἱὸς γυναικὸς ἦν Ἰουδαίας πιστῆς ὁ Τιμόθεος, πατρὸς δὲ Ἕλληνος, ἀκροβύστου δὲ γένους. Ἐπεὶ οὖν ἔμελλεν αὐτὸν ὁ Παῦλος προπέμπειν τοῖς Ἰουδαίοις διδάσκαλον, οὐκ ἐβούλετο δὲ ἀκρόβυστον πέμψαι, ἵνα μὴ εὐθέως ἀπὸ τῶν προοιμίων ἀποκλείσῃ τὰς θύρας τῷ λόγῳ. Προοδοποιῶν τοίνυν τῇ ἀναιρέσει τῆς περιτομῆς, καὶ ἀνοίγων ὁδὸν τῇ διδασκαλίᾳ τοῦ Τιμοθέου, περιέθηκεν αὐτῷ περιτομὴν, ἵνα ἀνέλῃ περιτομήν. Διὰ τοῦτό φησιν, Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος· οὐχ ἵνα Ἰουδαῖοςγένηται, τοῦτο εἴρηκεν ὁ Παῦλος, ἀλλ' ἵνα τοὺς μένοντας Ἰουδαίους πείσῃ μηκέτι εἶναι Ἰουδαίους· διὰ τοῦτο καὶ τοῦτον περιέτεμεν, ἵνα ἀνέλῃ τὴν περιτομήν. Τῇ περιτομῇ τοίνυν κατὰ τῆς περιτομῆς ἐχρήσατο. Ἔλαβε γὰρ περιτομὴν καὶ ὁ Τιμόθεος, ἵνα δυνηθῇ παραδεχθῆναι ὑπὸ τῶν Ἰουδαίων, καὶ εἰσελθὼν κατὰ μικρὸν ἐξελκύσῃ ταύτης αὐτοὺς τῆς παρατηρήσεως. Εἶδες τίνος ἕνεκεν καὶ Πεντηκοστὴν καὶ περιτομὴν

27

ἐτήρησεν ὁ Παῦλος; Βούλεσθε καὶ ἄλλα ὑμῖν ἀποδείξω νόμιμα τηροῦντα αὐτόν; Προσέχετε ἀκριβῶς. Ἀνῆλθέ ποτε εἰς Ἱεροσόλυμα, καὶ ἰδόντες αὐτὸν οἱ ἀπόστολοι ἔλεγον αὐτῷ· Θεωρεῖς, ἀδελφὲ Παῦλε, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν συνεληλυθότων, καὶ οὗτοι πάντες κατήχηνται περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις. Τί οὖν; Ποίησον ὅ σοι λέγομεν. Εἰσὶ παρ' ἡμῖν ἄνδρες εὐχὴν ἔχοντες ἐν ἑαυτοῖς· τούτους λαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ ξύρησαι τὴν κεφαλὴν μετ' αὐτῶν, ἵνα ἔργῳ πιστωθῶσιν, ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ τηρεῖς καὶ αὐτὸς τὸν νόμον τοῦ Μωϋσέως. Εἴδετε συγκατάβασιν θαυμασίαν; Καιροὺς παρατηρεῖ, ἵνα ἀνέλῃ καιρῶν παρατήρησιν· περιτομὴν περιτίθησιν, ἵνα παύσῃ περιτομήν· θυσίαν προσάγει, ἵνα καθέλῃ τὴν παρατήρησιν τῶν θυσιῶν. Καὶ ὅτι διὰ τοῦτο ταῦτα ἐποίει, ἄκουσον αὐτοῦ λέγοντος· Ἐγενόμην τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω, καὶ ἐλεύθερος ὢν ἐκ πάντων, 51.103 πᾶσιν ἐμαυτὸν ἐδούλωσα. Ἐποίει δὲ ταῦτα ὁ Παῦλος μιμούμενος τὸν ἑαυτοῦ Δεσπότην. Καθάπερ γὰρ αὐτὸς Ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, καὶ ἐλεύθερος ὢν δοῦλος γέγονεν· οὕτω καὶ οὗτος ἐλεύθερος ὢν ἐκ πάντων πᾶσιν ἑαυτὸν ἐδούλωσεν, ὥστε πάντας κερδᾶναι. Δοῦλος ἐγένετο τὴν φύσιν τὴν ἡμετέραν ἀναλαβὼν ὁ Δεσπότης, ἵνα τοὺς δούλους ἐλευθέρους ποιήσῃ· Ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, ἵνα τοὺς κάτω μένοντας ἀναγάγῃ εἰς οὐρανόν. Ἔκλινεν οὐρανούς· οὐκ εἶπε· Κατέλιπεν οὐρανοὺς, καὶ κατέβη, ἀλλ' Ἔκλινεν, εὐκολωτέραν σοι τὴν ἄνοδον ποιῶν τὴν εἰς τοὺς οὐρανούς. Τοῦτον καὶ ὁ Παῦλος ἐμιμήσατο κατὰ δύναμιν, διὸ καὶ ἔλεγε· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Καὶ πῶς σὺ, ὦ μακάριε Παῦλε, τοῦ Χριστοῦ ἐγένου μιμητής; Πῶς; Ἐπειδὴ οὐδαμοῦ ζητῶ τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ὅπως σωθῶσι, καὶ ἐλεύθερος ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα. Οὐδὲν τοίνυν ταύτης τῆς δουλείας βέλτιον, ἐλευθερίας γὰρ ἑτέροις αἰτία γίνεται. Ἁλιεὺς ἦν πνευματικὸς ὁ Παῦλος· Ποιήσω γὰρ ὑμᾶς, φησὶν, ἁλιεῖς ἀνθρώπων· διὰ τοῦτο καὶ ταῦτα ἐποίει. Καὶ γὰρ καὶ οἱ ἁλιεῖς, ἐπειδὰν ἴδωσι τὸν ἰχθὺν καταπιόντα τὸ ἄγκιστρον, οὐκ εὐθέως ἀνθέλκουσιν, ἀλλ' ἐνδιδόντες μέχρι πολλοῦ διαστήματος ἀκολουθοῦσιν ἀναμένοντες ἐμπαγῆναι τὸ ἄγκιστρον καλῶς, ἵνα οὕτω μετὰ ἀσφαλείας τὴν θήραν ἑλκύσωσιν. Οὕτω καὶ οἱ ἀπόστολοι τότε ἐποίουν· ἐνέβαλλον τὸ ἄγκιστρον τῆς διδασκαλίας τοῦ λόγου ψυχῇ τῇ Ἰουδαϊκῇ, οἱ δὲ ἀνθεῖλκον εἰκῆ, καὶ κατέσχον εἰς περιτομὴν ἑαυτοὺς ἄγοντες, εἰς ἑορτὰς, εἰς καιρῶν παρατήρησιν, εἰς θυσίας, εἰς τὸ ξυρᾶσθαι καὶ ἕτερα τοιαῦτα ποιεῖν· οἱ δὲ ἀπόστολοι πανταχοῦ ἠκολούθουν αὐτοῖς, καὶ οὐκ ἀνθεῖλκον· ὥστε κἂν περιτομὴν ζητῇς, φησὶν, οὐκ ἀντιτείνω, ἀλλ' ἕπομαι· κἂν θυσίαν αἰτῇς, θύω, κἂν ξυρᾶσθαι βουληθῇς ἐμὲ τὸν ἀποστάντα τῆς σῆς πολιτείας, πάρειμι, καὶ ποιῶ τὸ κελευόμενον· κἂν Πεντηκοστὴν κελεύῃς παρατηρῆσαί με, οὐδὲ ἐνταῦθα φιλονεικῶ· ἀλλ' ὅπουπερ ἂν περιάγῃς, ἀκολουθῶ καὶ ἐνδίδωμι ἐμπαγῆναί σοι ἀναμένων τοῦ λόγου τὸ ἄγκιστρον, ὥστε δυνηθῆναι μετὰ ἀσφαλείας ἅπαν ὑμῶν ἐξελκύσαι τὸ ἔθνος τῆς παλαιᾶς λατρείας καὶ πολιτείας. Διὰ τοῦτο γὰρ καὶ ἀπὸ Ἐφέσου εἰς Ἱεροσόλυμα ἦλθον. Ὁρᾷς πόσονπαρηκολούθησεν ὁ Παῦλος τῇ ἁλείᾳ τῶν ἰχθύων ἐνδιδοὺς τῷ λόγῳ; ὁρᾷς ὅτι ἡ παρατήρησις τῶν καιρῶν, καὶ ἡ συγκατάβασις τῆς περιτομῆς, καὶ ἡ κοινωνία τῶν θυσιῶν διὰ τοῦτο ἐγίνετο, οὐχ ἵνα αὐτοὶ πρὸς τὴν παλαιὰν ἐπανέλθωσι πολιτείαν, ἀλλ' ἵνα ἐκείνους τοῖς τύποις παρακαθημένους πρὸς τὴν ἀλήθειαν ἐπαναγάγωσιν; Ὁ γὰρ ἐν ὕψει καθήμενος, ἐὰν διαπαντὸς ἐπὶ τοῦ ὕψους μένῃ, οὐδέποτε δυνήσεται τὸν κάτω κείμενον ἀναγαγεῖν, ἀλλὰ δεῖ πρότερον ἐκεῖνον ταπεινωθῆναι, καὶ τότε τοῦτον ὑψωθῆναι. Διὰ τοῦτο κατέβησαν οἱ ἀπόστολοι ἀπὸ τοῦ ὕψους τῆς πολιτείας τῆς εὐαγγελικῆς, ἵνα ἀπὸ τῆς ταπεινότητος τῆς πολιτείας τῆς Ἰουδαϊκῆς ἀναγάγωσιν εἰς τὸ ὕψος ἐκεῖνο τοὺς Ἰουδαίους.

28

εʹ. Ἀλλ' ὅτι μὲν ἡ τῶν καιρῶν παρατήρησις καὶ τὰ λοιπὰ πάντα χρησίμως καὶ συμφερόντως ἐγίνοντο, ἀπὸ τούτων δῆλον· ἴδωμεν δὲ λοιπὸν τίνος ἕνεκεν τὸ 51.104 βιβλίον τῶν Πράξεων τῶν ἀποστόλων ἐν τῷ καιρῷ τῆς Πεντηκοστῆς ἀναγινώσκεται. Διὰ γὰρ τοῦτο ταῦτα πάντα ἐκινήσαμεν, ἵν', ὅταν ἴδητε καιρῶν παρατήρησιν ἐγκειμένην, μὴ νομίσητε πολιτείαν νοσεῖν Ἰουδαϊκὴν τοὺς ἀποστόλους. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας, παρακαλῶ· οὐ γὰρ μικρόν ἐστι ζήτημα τὸ μέλλον ῥηθήσεσθαι. Ἐν τῇ ἡμέρᾳ τοῦ σταυροῦ τὰ περὶ τοῦ σταυροῦ πάντα ἀναγινώσκομεν· ἐν τῷ σαββάτῳ τῷ μεγάλῳ πάλιν, ὅτι παρεδόθη ἡμῶν ὁ Κύριος, ὅτι ἐσταυρώθη, ὅτι ἀπέθανε τὸ κατὰ σάρκα, ὅτι ἐτάφη· τίνος οὖν ἕνεκεν καὶ τὰς Πράξεις τῶν ἀποστόλων οὐ μετὰ τὴν Πεντηκοστὴν ἀναγινώσκομεν, ὅτε καὶ ἐγένοντο, καὶ ἀρχὴν ἔλαβον; Καὶ οἶδα μὲν ὅτι πολλοὶ τοῦτο ἀγνοοῦσι· διόπερ ἀπὸ τοῦ βιβλίου τῶν Πράξεων αὐτὸ πιστώσασθαι ἀναγκαῖον, ἵνα μάθητε, ὅτι τὴν ἀρχὴν τῶν Πράξεων τῶν ἀποστολικῶν οὐχ ἡ Πεντηκοστὴ ἔχει, ἀλλ' ὁ καιρὸς ὁ μετὰ τὴν Πεντηκοστήν. Διὸ καὶ δικαίως ἄν τις ζητήσειε, τί δήποτε τὸν μὲν σταυρὸν ἐν τῇ ἡμέρᾳ τοῦ σταυροῦ καὶ τοῦ πάθους ἀναγινώσκειν νενομοθέτηται· τὰς δὲ Πράξεις τὰς ἀποστολικὰς οὐκ αὐταῖς ταῖς ἡμέραις ἀναγινώσκομεν, οὐδὲ τῷ καιρῷ καθ' ὃν ἐπράχθησαν, ἀλλὰ προφθάνομεν τὸν καιρόν. Οὐδὲ γὰρ εὐθέως ὅτε ἀνέστη Χριστὸς, θαύματα ἐποίουν οἱ ἀπόστολοι, ἀλλὰ τεσσαράκοντα ἡμέρας αὐτοῖς συνηλίζετο ἐπὶ τῆς γῆς. Τίνος δὲ ἕνεκεν τὰς τεσσαράκοντα ἡμέρας αὐτοῖς συνεγένετο ἐπὶ τῆς γῆς, ἐν ἑτέρῳ καιρῷ δηλώσομεν· τέως δὲ ἐπὶ τὸ προκείμενον ἴωμεν τοῦ λόγου, δεικνύντες, ὅτι οὐκ εὐθέως εἰς τὸν οὐρανὸν ἀνέβη μετὰ τὴν ἀνάστασιν ὁ Χριστὸς, ἀλλὰ τεσσαράκοντα ἡμέρας ἐπὶ τῆς γῆς διέτριψε μετὰ τῶν μαθητῶν, καὶ οὐχ ἁπλῶς διέτριψεν, ἀλλὰ καὶ συναλιζόμενος, καὶ τραπέζης κοινωνῶν, καὶ ὁμιλίας μεταδιδοὺς, καὶ μετὰ τὰς τεσσαράκοντα ἡμέρας ἀνῆλθε πρὸς τὸν Πατέρα ἐν τοῖς οὐρανοῖς, καὶ οὐδὲ τότε ἐθαυματούργουν, ἀλλ' ἕτεραι δέκα ἐγίνοντο ἡμέραι, καὶ πληρουμένης τῆς Πεντηκοστῆς ἐπέμφθη αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τότε λαβόντες τὰς πυρίνας γλώσσας ἤρξαντο ποιεῖν θαύματα. Ταῦτα δὲ πάντα, ἀγαπητοὶ, ἀπὸ τῶν Γραφῶν πιστωσόμεθα· οἷον ὅτι τεσσαράκοντα ἡμέρας αὐτοῖς συνεγένετο, ὅτι μετὰ τὴν Πεντηκοστὴν κατῆλθε τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι τότε τὰς γλώσσας ἔλαβον τὰς πυρίνας, ὅτι τῶν σημείων ἔκτοτε ἤρξαντο. Τίς οὖν ταῦτα πάντα φησίν; Ὁ τοῦ Παύλου μαθητὴς, ὁ τίμιος καὶ μέγας Λουκᾶς, οὕτω ποιούμενος τὴν ἀρχὴν καὶ λέγων· Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν, ἐν πολλοῖς τεκμηρίοις, δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι. Ὁρᾷς ὅτι μετὰ τὴν ἀνάστασιν τεσσαράκοντα ἡμέρας ἐπὶ τῆς γῆς ἦν ὁ Κύριος, λέγων περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ συναλιζόμενος τοῖς ἀποστόλοις; ὁρᾷς ὅτι καὶ τραπέζης ἐκοινώνει; Καὶ παρήγγειλεν αὐτοῖς, φησὶν, ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου, φησίν· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτι 51.105 σθήσεσθε ἐν Πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Ταῦτα δὲ ἔλεγεν ὁ Σωτὴρ ἐν ταῖς τεσσαράκοντα ἡμέραις, Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἐν τῇ Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Καὶ ταῦτα εἰπὼν, βλεπόντων αὐτῶν, ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Εἶδες πῶς καὶ τεσσαράκοντα ἡμέρας

29

αὐτοῖς συνεγένετο ἐπὶ τῆς γῆς ὁ Χριστὸς, καὶ μετὰ τὰς τεσσαράκοντα ἡμέρας τότε ἀνελήφθη ἐν τοῖς οὐρανοῖς· ἀλλ' ἴδωμεν εἰ ἐν τῇ Πεντηκοστῇ τὸ Πνεῦμα ἐπέμφθη τὸ ἅγιον. Καὶ ἐν τῷ συμπληροῦσθαι, φησὶ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἐγένετο ἄφνω ἦχος ἐκ τοῦ οὐρανοῦ ὡσεὶ φερομένης πνοῆς βιαίας, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν. Εἴδετε ἀκριβῆ τὴν ἀπόδειξιν γεγενημένην, οἷον ὅτι τεσσαράκοντα ἡμέρας ἦν ἐπὶ γῆς ὁ Χριστὸς, καὶ οὐδὲ ἐθαυματούργουν οἱ ἀπόστολοι; Πῶς γὰρ ἔμελλον θαυματουργεῖν τὴν τοῦ ἁγίου καὶ ζωοποιοῦ Πνεύματος χάριν οὐδέπω ἔχοντες; Εἴδετε, ὅτι μετὰ τὰς τεσσαράκοντα ἡμέρας ἀνελήφθη εἰς τὸν οὐρανὸν ὁ Ἰησοῦς; εἴδετε πάλιν, ὅτι μετὰ τὰς δέκα ἡμέρας ἐθαυματούργουν οἱ ἀπόστολοι; Ἐν γὰρ τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς κατεπέμφθη τὸ Πνεῦμα τὸ ἅγιον. Τοῦτο οὖν ἐστι λοιπὸν τὸ ζητούμενον, τίνος ἕνεκεν αἱ Πράξεις τῶν ἀποστόλων ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται. Εἰ γὰρ τότε ἤρξαντο ποιεῖν τὰ σημεῖα οἱ ἀπόστολοι, ἤγουν μετὰ τὴν Κυρίου ἀνάστασιν, τότε ἔδει καὶ τὸ βιβλίον ἀναγινώσκεσθαι τοῦτο. Ὥσπερ γὰρ τὰ περὶ τοῦ σταυροῦ ἐν τῇ ἡμέρᾳ σταυροῦ ἀναγινώσκομεν, καὶ τὰ ἐν τῇ ἀναστάσει ὁμοίως, καὶ τὰ ἐν ἑκάστῃ ἑορτῇ γεγονότα τῇ αὐτῇ πάλιν ἀναγινώσκομεν, οὕτως ἔδει καὶ τὰ θαύματα τὰ ἀποστολικὰ ἐν ταῖς ἡμέραις τῶν ἀποστολικῶν σημείων ἀναγινώσκεσθαι. ʹ. Τίνος οὖν ἕνεκεν οὐ τότε αὐτὰ ἀναγινώσκομεν, ἀλλ' εὐθέως μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν, ἀκούσατε μετὰ ἀκριβείας τὴν αἰτίαν ἅπασαν. Μετὰ τὸν σταυρὸν εὐθέως ἀνάστασιν καταγγέλλομεν τοῦ Χριστοῦ, τῆς δὲ ἀναστάσεως ἀπόδειξίς ἐστι τὰ σημεῖα τὰ ἀποστολικὰ, τῶν δὲ σημείων ἀποστολικῶν διδασκαλεῖόν ἐστι τοῦτο τὸ βιβλίον. Ὃ τοίνυν μάλιστα πιστοῦται τὴν ἀνάστασιν τὴν Δεσποτικὴν, τοῦτο μετὰ τὸν σταυρὸν καὶ τὴν ζωηφόρον ἀνάστασιν εὐθέως οἱ Πατέρες ἐνομοθέτησαν ἀναγινώσκεσθαι. Διὰ τοῦτο τοίνυν, ἀγαπητοὶ, μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν εὐθέως ἀναγινώσκομεν τὰ σημεῖα τῶν ἀποστόλων, ἵνα ἔχωμεν σαφῆ καὶ ἀναμφισβήτητον τῆς ἀναστάσεως τὴν ἀπόδειξιν. Οὐκ εἶδες αὐτὸν ἀναστάντα τοῖς ὀφθαλμοῖς τοῦ σώματος, ἀλλὰ βλέπεις 51.106 αὐτὸν ἀναστάντα τοῖς ὀφθαλμοῖς τῆς πίστεως· οὐκ εἶδες αὐτὸν διὰ τῶν ὀμμάτων τούτων ἀναστάντα, ἀλλ' ὄψει αὐτὸν ἀναστάντα διὰ τῶν θαυμάτων ἐκείνων. Ἡ γὰρ τῶν σημείων ἐπίδειξις χειραγωγεῖ σε πρὸς τὴν τῆς πίστεως θεωρίαν. Ὅθεν τοῦ φανῆναι αὐτὸν ἀναστάντα πολλῷ μείζων ἦν ἀπόδειξις καὶ σαφεστέρα τὸ σημεῖα γίνεσθαι ἐν τῷ ὀνόματι αὐτοῦ. Βούλει μαθεῖν, πῶς τοῦτο μᾶλλον πιστοῦται τὴν ἀνάστασιν, ἢ εἰ ἐφάνη πᾶσιν ἀνθρώποις κατ' ὀφθαλμούς; Ἀκούσατε νουνεχῶς· καὶ γὰρ πολλοὶ τοῦτο ἐρωτῶσι, καὶ λέγουσι· Τίνος ἕνεκεν ἀναστὰς οὐκ εὐθέως ἐφάνη τοῖς Ἰουδαίοις; ἀλλὰ περιττὸς ὁ λόγος οὗτος καὶ μάταιος. Εἰ γὰρ ἔμελλε πρὸς τὴν πίστιν αὐτοὺς ἐπισπάσασθαι, οὐκ ἂν παρῃτήσατο μετὰ τὴν ἀνάστασιν φανῆναι πᾶσιν· ὅτι δὲ οὐκ ἔμελλεν αὐτοὺς ἐπισπάσασθαι φανεὶς αὐτοῖς μετὰ τὴν ἀνάστασιν, δείκνυσι διὰ τοῦ Λαζάρου. Τοῦτον γὰρ τετραήμερον νεκρὸν ἀναστήσας, ὀδωδότα, διεφθορότα, καὶ μετὰ τῶν κειριῶν δεδεμένον ποιήσας αὐτὸν ἐξελθεῖν ὑπὸ τὰς ἁπάντων ὄψεις, οὐ μόνον οὐκ ἐπεσπάσατο πρὸς τὴν πίστιν αὐτοὺς, ἀλλὰ καὶ παρώξυνεν· ἐλθόντες γὰρ ἠβουλήθησαν καὶ αὐτὸν ἀνελεῖν διὰ τοῦτο. Εἰ οὖν ἕτερον ἀνέστησε καὶ οὐκ ἐπίστευσαν, ἑαυτὸν ἀναστήσας εἰ ἔδειξεν ἑαυτὸν, οὐκ ἂν πάλιν ἐμάνησαν κατ' αὐτοῦ; Εἰ καὶ μηδὲν ἔμελλον ἀνύειν, ἀλλ' ὅμως διὰ τῆς ἐπιχειρήσεως ἔμελλον ἀσεβεῖν. Ὥστε βουλόμενος αὐτοὺς ἀπαλλάξαι μανίας περιττῆς, ἔκρυψεν ἑαυτόν· μᾶλλον γὰρ ἂν ἐποίησεν ὑπευθύνους κολάσει, εἰ μετὰ τὸν σταυρὸν ἐφάνη. Διὰ τοῦτο φειδόμενος αὐτῶν ἔκρυψε μὲν ἑαυτὸν ἐκ τῆς ἐκείνων ὄψεως· ἔδειξε δὲ διὰ τῆς τῶν σημείων ἀποδείξεως. Τοῦ γὰρ ἰδεῖν αὐτὸν ἀναστάντα οὐκ ἔλαττον ἦν ἀκοῦσαι Πέτρου λέγοντος· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει. Καὶ ὅτι τοῦτο ἀναστάσεως μεγίστη ἀπόδειξις, καὶ εὐκολώτερον πρὸς

30

πίστιν ἢ ἐκεῖνο τὸ πρότερον, καὶ μᾶλλον ἠδύνατο πεῖσαι τὰς διανοίας τῶν ἀνθρώπων τὸ σημεῖα φαίνεσθαι ἐν τῷ ὀνόματι αὐτοῦ γινόμενα, ἢ τὸ ἰδεῖν αὐτὸν ἀναστάντα, δῆλον ἐκεῖθεν. Ἀνέστη καὶ ἔδειξεν ἑαυτὸν τοῖς μαθηταῖς ὁ Χριστός· ἀλλ' ὅμως εὑρέθη τις ἀπιστῶν καὶ ἐν ἐκείνοις Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ ἐδεήθη τοῦ τὰς χεῖρας εἰσενεγκεῖν εἰς τοὺς τύπους τῶν ἥλων· ἐδεήθη δὲ καὶ τὴν πλευρὰν αὐτοῦ καταμαθεῖν. Εἰ δὲ ὁ μαθητὴς ἐκεῖνος ὁ τρεῖς χρόνους διατρίψας μετ' αὐτοῦ, ὁ τραπέζης Δεσποτικῆς κοινωνήσας, ὁ σημεῖα καὶ τέρατα θεασάμενος μέγιστα, ὁ ῥημάτων Δεσποτικῶν μετασχὼν, καὶ ἰδὼν αὐτὸν ἀναστάντα, οὐ πρότερον ἐπίστευσεν, ἕως ὅτε τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης τὰ τραύματα εἶδε· πῶς ἡ οἰκουμένη πιστεύειν ἔμελλεν, εἰπέ μοι, εἰ εἶδεν αὐτὸν ἀναστάντα; Καὶ τίς ἂν ταῦτα εἴποι; Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν δείξομεν, ὅτι μᾶλλον ἔπειθε τὰ σημεῖα τοῦ θεάσασθαι κατ' ὄψιν ἀναστάντα. Ἀκούσαντες γὰρ οἱ ὄχλοι τοῦ Πέτρου τῷ χωλῷ λέγοντος, Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει, τρισχίλιοι ἐπίστευσαν καὶ πεντακισχίλιοι τῷ Χριστῷ ἄνδρες· ὁ δὲ μαθητὴς ἰδὼν ἀναστάντα ἠπίστησεν. Ὁρᾷς πῶς τοῦτο εὐκολώτερον μᾶλλον πρὸς τὴν τῆς ἀναστάσεως πίστιν; Ἐκεῖνο μὲν γὰρ καὶ ὁ οἰκεῖος μαθητὴς ἰδὼν ἠπίστησε· ταῦτα δὲ καὶ οἱ ἐχθροὶ θεασάμενοι ἐπί 51.107 στευσαν. Οὕτω μεῖζον τοῦτο ἐκείνου καὶ σαφέστερον, καὶ μᾶλλον αὐτοὺς ἐπεσπᾶτο καὶ ἔπειθε πρὸς τὴν ἀνάστασιν. Καὶ τί λέγω τὸν Θωμᾶν; Ὅτι γὰρ οὐδὲ οἱ λοιποὶ μαθηταὶ ἐκ πρώτης ὄψεως ἐπίστευον, ἄκουσον νουνεχῶς. Ἀλλὰ μὴ καταγνῷς αὐτῶν, ἀγαπητέ· εἰ γὰρ ὁ Χριστὸς οὐ κατέγνω αὐτῶν, μηδὲ σὺ καταγνῷς αὐτῶν· καὶ γὰρ πρᾶγμα ξένον εἶδον οἱ μαθηταὶ καὶ παράδοξον, πρωτότοκον αὐτὸν ἐκ τῶν νεκρῶν ἀναστάντα· τὰ δὲ τοιαῦτα μέγιστα θαύματα ἐκ πρώτης ἐκπλήττειν εἴωθεν, ἕως ἂν τῷ χρόνῳ μόνιμα γένηται ἐν ταῖς τῶν πιστευόντων ψυχαῖς· ὅπερ οὖν καὶ ἐπὶ τῶν μαθητῶν ἐγένετο τότε. Ἐπειδὴ γὰρ ἀναστὰς ὁ Χριστὸς ἐκ νεκρῶν εἶπεν αὐτοῖς· Εἰρήνη ὑμῖν, Πτοηθέντες, φησὶν, ἐκεῖνοι καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν, καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Τί τεταραγμένοι ἐστέ; Καὶ μετὰ ταῦτα ἐπιδείξας αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ Ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; διὰ τούτων βουλόμενος αὐτοῖς τὴν ἀνάστασιν πιστώσασθαι. Οὐ πείθει σε, φησὶν, ἡ πλευρὰ, οὐδὲ τὰ τραύματα; πειθέτω κἂν ἡ τράπεζα. ζʹ. Ἵνα δὲ μάθῃς ἀκριβῶς, ὅτι διὰ τοῦτο εἶπεν, Ἔχετέ τι βρώσιμον ἐνθάδε φαγεῖν; ἵνα μὴ νομίσωσιν εἴδωλον εἶναι, μηδὲ πνεῦμα, μηδὲ φαντασίαν, ἀλλ' ἀληθῆ καὶ ἐνυπόστατον ἀνάστασιν, ἄκουσον, πῶς ὁ Πέτρος ἀπὸ τούτων πιστοῦται τὴν ἀνάστασιν. Εἰπὼν γὰρ ὅτι Ἀνέστησεν αὐτὸν ὁ Θεὸς, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι μάρτυσι τοῖς προκεχειροτονημένοις ἡμῖν, εἶτα καὶ ἀπόδειξιν τῆς ἀναστάσεως τιθεὶς, ἐπήγαγεν· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. Διὰ τοῦτο καὶ ἀλλαχοῦ ἀναστήσας νεκρὰν ὁ Χριστὸς, ἵνα πιστώσηται τὴν ἀνάστασιν ἔφη· Δότε αὐτῇ φαγεῖν. Ὅταν οὖν ἀκούσῃς, ὅτι παρέστησεν ἑαυτὸν ζῶντα δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ συναλιζόμενος, μάνθανε τῆς τραπέζης τὴν αἰτίαν, ὅτι οὐχὶ δεόμενος αὐτὸς τραπέζης ἔτρωγεν, ἀλλὰ βουλόμενος τὴν ἀσθένειαν διορθῶσαι τῶν μαθητῶν, ὅθεν δῆλον ὅτι τὰ τέρατα καὶ σημεῖα τῶν ἀποστόλων ἀπόδειξις ἦν μεγίστη τῆς ἀναστάσεως. Διὸ καὶ αὐτός φησιν· Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ποιῶ ἐγὼ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Ἐπειδὴ γὰρ ὁ σταυρὸς μεταξὺ παρεμπεσὼν ἐσκανδάλισε πλείστους, διὰ τοῦτο καὶ μειζόνων ἐδέησε μετὰ ταῦτα σημείων. Καίτοι γε εἰ τελευτήσας ὁ Χριστὸς ἐναπέμεινε τῷ θανάτῳ καὶ τῷ τάφῳ, καὶ οὐκ ἀνέστη, καθάπερ οἱ Ἰουδαῖοί φασιν, οὐδὲ ἀνέβη εἰς τοὺς οὐρανοὺς, οὐ μόνον οὐκ ἔδει μείζονα γίνεσθαι τὰ μετὰ ταῦτα σημεῖα τὰ μετὰ τὸν σταυρὸν, ἀλλὰ καὶ τὰ πρότερα γινόμενα ἀποσβεσθῆναι ἐχρῆν. Προσέχετέ μοι μετὰ ἀκριβείας ἐνταῦθα· ἀναστάσεως γάρ εἰσιν ἀναμφισβητήτου

31

ἀποδείξεις τὰ λεγόμενα, διὸ καὶ πάλιν τὰ αὐτὰ ἐρῶ. Ἐποίησε σημεῖα πρὸ τούτου ὁ Χριστὸς, νεκροὺς ἤγειρε, λεπροὺς ἐκάθηρε, δαίμονας ἀπήλασεν· ἐσταυρώθη μετὰ ταῦτα, καὶ ὡς οἱ παράνομοι Ἰουδαῖοι λέγουσιν, οὐκ ἀνέστη ἐκ νεκρῶν. Τί οὖν ἂν εἴποιμεν πρὸς αὐτούς; Ὅτι εἰ μὴ ἀνέστη, πῶς μετὰ ταῦτα ἐν τῷ ὀνόματι αὐτοῦ μείζονα ἐγένετο σημεῖα; Οὐδεὶς 51.108 γὰρ τῶν ζώντων τελευτήσας μείζονα σημεῖα ἐποίησε μετὰ τὴν τελευτὴν, ἐνταῦθα δὲ μείζονα καὶ τῷ τρόπῳ καὶ τῇ φύσει τὰ θαύματα μετὰ ταῦτα ἦν. Φύσει γὰρ μείζονα ἦν, ὅτι μὲν τοῦ Χριστοῦ οὐδέποτε σκιαὶ νεκροὺς ἀνέστησαν· ἐπὶ δὲ τῶν ἀποστόλων αἱ σκιαὶ αὐτῶν πολλὰ τοιαῦτα ἐποίουν. Τρόπῳ δὲ μείζονα ἐγένετο σημεῖα, ὅτι τότε μὲν αὐτὸς ἐπιτάττων ἐθαυματούργει· μετὰ δὲ τὸν σταυρὸν οἱ δοῦλοι αὐτοῦ τῷ σεβασμίῳ καὶ ἁγίῳ αὐτοῦ ὀνόματι χρώμενοι μείζονα καὶ ὑψηλότερα ἐποίουν, ὥστε μειζόνως αὐτοῦ καὶ ἐνδοξοτέρως διαλάμψαι τὴν ἰσχύν. Τοῦ γὰρ αὐτὸν ἐπιτάττειν πολλῷ μεῖζον ἦν τὸ ἕτερον τῷ ἐκείνου κεχρημένον ὀνόματι τοιαῦτα θαυματουργεῖν. Εἶδες, ἀγαπητὲ, καὶ τῇ φύσει καὶ τῷ τρόπῳ μείζονα ὄντα τὰ σημεῖα τῶν ἀποστόλων μετὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ; Οὐκοῦν ἀναμφισβήτητος ἡ ἀπόδειξις τῆς ἀναστάσεως. Ὅπερ γὰρ ἔλεγον, καὶ πάλιν ἐρῶ, εἰ ἐτετελευτήκει ὁ Χριστὸς, καὶ οὐκ ἀνέστη, ἔδει καὶ τὰ σημεῖα τελευτῆσαι καὶ ἀποσβεσθῆναι· νυνὶ δὲ οὐ μόνον οὐκ ἀπεσβέσθη, ἀλλὰ καὶ λαμπρότερα καὶ ἐνδοξότερα γέγονε μετὰ ταῦτα. Εἰ γὰρ μὴ ἀνέστη ὁ Χριστὸς, οὐκ ἂν ἕτεροι ἐν τῷ ὀνόματι αὐτοῦ τοιαῦτα σημεῖα ἐποίησαν. Ἡ αὐτὴ μὲν γὰρ δύναμις καὶ πρὸ τοῦ σταυροῦ καὶ μετὰ τὸν σταυρὸν ἐθαυματούργει· καὶ πρῶτον μὲν δι' ἑαυτοῦ, ὕστερον δὲ διὰ τῶν μαθητῶν· ἵνα δὲ σαφεστέρα καὶ ἐνδοξοτέρα γένηται τῆς ἀναστάσεως ἡ ἀπόδειξις, μείζονα καὶ ὑψηλότερα μετὰ τὸν σταυρὸν ἐγένετο τὰ σημεῖα. Καὶ πόθεν δῆλον ὅτι σημεῖα γέγονε τότε; ὁ ἄπιστος ἐρεῖ Πόθεν δὲ καὶ δῆλον ὅτι ἐσταυρώθη ὁ Χριστός; Ἀπὸ τῶν θείων Γραφῶν, φησί. Καὶ γὰρ ὅτι σημεῖα γέγονε τότε καὶ ὅτι ἐσταυρώθη ὁ Χριστὸς, ἀπὸ τῶν ἁγίων Γραφῶν δῆλον. Ἐκεῖναι μὲν γὰρ καὶ ταῦτα κἀκεῖνα λέγουσιν. Εἰ δὲ λέγει ὁ ὑπεναντίος, ὅτι οὐκ ἐποίησαν σημεῖα οἱ ἀπόστολοι, μειζόνως αὐτῶν δεικνύεις τὴν δύναμιν καὶ τὴν θείαν χάριν, ὅτι χωρὶς σημείων τοσαύτην οἰκουμένην ἐπεσπάσαντο πρὸς θεοσέβειαν. Τοῦτο γὰρ μέγιστον σημεῖον καὶ παράδοξον θαῦμα, ὅταν οἱ πτωχοὶ, καὶ πένητες, καὶ εὐκαταφρόνητοι, καὶ ἀγράμματοι, καὶ ἰδιῶται, καὶ εὐτελεῖς, καὶ δώδεκα τὸν ἀριθμὸν, πόλεις τοσαύτας, καὶ ἔθνη, καὶ δήμους, καὶ βασιλεῖς, καὶ τυράννους, καὶ φιλοσόφους, καὶ ῥήτορας, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν γῆν χωρὶς σημείων φαίνωνται πρὸς ἑαυτοὺς ἑλκύσαντες. Βούλει δὲ καὶ νῦν σημεῖα γινόμενα ἰδεῖν; Ἐγώ σοι δείξω καὶ μείζονα τῶν προτέρων, οὐχ ἕνα νεκρὸν ἐγειρόμενον, οὐχ ἕνα τυφλὸν ἀναβλέποντα, ἀλλὰ πᾶσαν τὴν γῆν τὸ σκότος τῆς πλάνης ἀποθεμένην· οὐχ ἕνα λεπρὸν καθαιρόμενον, ἀλλ' ἔθνη τοσαῦτα τὴν λέπραν τῆς ἁμαρτίας ἀποσμήξαντα καὶ διὰ τοῦ λουτροῦ παλιγγενεσίας καθαρθέντα. Τί τούτων τῶν σημείων μεῖζον ἐπιζητεῖς, ἄνθρωπε, ἀθρόον τοσαύτην τῆς οἰκουμένης μεταβολὴν ὁρῶν γεγενημένην; ηʹ. Βούλει μαθεῖν πῶς ἀναβλέψαι τὴν οἰκουμένην ἐποίησεν ὁ Χριστός; Τὸ πρότερον τὸ ξύλον καὶ τὸν λίθον οὐκ ἐνόμιζον εἶναι ξύλον καὶ λίθον οἱ ἄνθρωποι, ἀλλὰ θεοὺς ἐκάλουν τὰ ἀναίσθητα, οὕτως ἦσαν ἀποτετυφλωμένοι· νυνὶ δὲ εἶδον τί ξύλον, τί λίθος· ἐπίστευσαν τί Θεός. Πίστει γὰρ μόνῃ θεωρεῖται ἡ ἀνώλεθρος καὶ μακαρία φύσις ἐκείνη. Βούλει δὲ καὶ ἕτερον ἀναστάσεως ἰδεῖν σημεῖον; Ἀπὸ τῆς τῶν μαθητῶν γνώμης ὄψει καὶ τοῦτο μεῖζον γινόμενον μετὰ 51.109 τὴν ἀνάστασιν. Καὶ γὰρ παρὰ πᾶσιν ὡμολόγηται, ὅτι ὁ μὲν περὶ ζῶντα ἄνθρωπον εὐνοϊκῶς διακείμενος καὶ ἀποθανόντος ἴσως οὐδὲ μέμνηται· ὁ δὲ περὶ ζῶντα ἀγνωμόνως διατεθεὶς καὶ ἐγκαταλιπὼν περιόντα, πολλῷ μᾶλλον ἀποθανόντος ἐπιλήσεται. Ὅθεν οὐδεὶς τῶν ἀνθρώπων τὸν φίλον καὶ τὸν διδάσκαλον ἀφεὶς ζῶντα καὶ ἐγκαταλιπὼν, τελευτήσαντα περὶ πολλοῦ ποιεῖται, καὶ μάλιστα ὅταν κινδύνους μυρίους αὐτῷ

32

προκειμένους ἀπὸ τῆς περὶ ἐκεῖνον σπουδῆς βλέπῃ. Ἀλλ' ἰδοὺ τοῦτο τὸ ἐπὶ μηδενὸς συμβαῖνον, ἐπὶ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων ἐγένετο, καὶ οἱ ζῶντα αὐτὸν ἀρνησάμενοι καὶ ἐγκαταλιπόντες, καὶ συλληφθέντα ἀφέντες, καὶ ἀποπηδήσαντες, μετὰ μυρία ἐκεῖνα ὀνείδη καὶ τὸν σταυρὸν, οὕτω περὶ πολλοῦ πεποίηνται, ὡς καὶ τὰς ψυχὰς ἐπιδοῦναι τὰς ἑαυτῶν ὑπὲρ τῆς εἰς αὐτὸν ὁμολογίας καὶ πίστεως. Καίτοι γε εἰ καὶ τετελευτήκει Χριστὸς καὶ οὐκ ἀνέστη, πῶς εἶχε λόγον τοὺς ἡνίκα ἔζη φυγόντας διὰ τὸν ἐπικείμενον κίνδυνον, ἡνίκα ἐτελεύτησε μυρίοις ἑαυτοὺς δι' ἐκεῖνον περιβάλλειν κινδύνοις; Οἱ μὲν οὖν ἄλλοι πάντες ἔφυγον, Πέτρος δὲ καὶ ἠρνήσατο μεθ' ὅρκου τρίτον, καὶ ὁ μεθ' ὅρκου τρίτον αὐτὸν ἀρνησάμενος καὶ θεραπαινιδίου φόβον εὐτελοῦς δείσας, ἐπειδὴ ἐτελεύτησε, βουλόμενος ἡμᾶς πεῖσαι διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι εἶδεν αὐτὸν ἀναστάντα, οὕτως ἀθρόον μετεβάλλετο ὡς ὁλοκλήρου καταγελάσαι δήμου, καὶ εἰς μέσον τῶν Ἰουδαίων τὸ θέατρον εἰσπηδῆσαι καὶ εἰπεῖν, ὅτι ὁ σταυρωθεὶς καὶ ταφεὶς ἀνέστη ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ εἰς τοὺς οὐρανοὺς ἀνέβη, καὶ μηδὲν αὐτὸν ὑποδεῖσθαι δεινόν. Πόθεν οὖν τὸ θαῤῥεῖν αὐτῷ ἐγένετο; Πόθεν ἄλλοθεν, ἀλλ' ἢ ἀπὸ τῆς πληροφορίας τῆς κατὰ τὴν ἀνάστασιν; Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν, καὶ διελέχθη, καὶ περὶ τῶν μελλόντων ἤκουσε, διὰ τοῦτο ὡς ὑπὲρ ζῶντος κινδυνεύων λοιπὸν, οὕτως ἁπάντων κατετόλμησε τῶν δεινῶν, ἅτε δὴ καὶ πλείονα λαβὼν δύναμιν καὶ μεῖζον τὸ θάρσος ὡς ὑπὲρ αὐτοῦ ἀποθανεῖν, καὶ τῷ σταυρῷ κατὰ κεφαλῆς προσομιλῆσαι. Ὅταν τοίνυν ἴδῃς καὶ σημεῖα μείζονα γινόμενα, καὶ τοὺς μαθητὰς πλείονα κεκτημένους εὔνοιαν περὶ αὐτὸν τοὺς πρότερον ἐγκαταλιπόντας αὐτὸν, καὶ παῤῥησίαν μείζονα ἐπιδεικνυμένους, καὶ πανταχόθεν λαμπροτέραν γινομένην τῶν πραγμάτων τὴν μεταβολὴν, καὶ ἐπὶ τὸ πεπαῤῥησιασμένον καὶ φαιδρὸν προελθόντα ἅπαντα, μάνθανε δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας, ὅτι οὐ μέχρι θανάτου τὰ κατὰ τὸν Χριστὸν ἔμεινεν, ἀλλὰ ἀνάστασις αὐτὸν διεδέξατο, καὶ ζῇ καὶ μένει διηνεκῶς ὁ σταυρωθεὶς Θεὸς ἀναλλοίωτος. Οὐ γὰρ ἂν εἰ μὴ ἀνέστη καὶ ἔζη, μείζονα μετὰ ταῦτα σημεῖα εἰργάσαντο οἱ μαθηταὶ τῶν πρὸ τοῦ σταυροῦ γινομένων. Τότε μὲν γὰρ αὐτὸν καὶ οἱ μαθηταὶ ἐγκατέλιπον· νυνὶ δὲ αὐτῷ καὶ ἡ οἰκουμένη προστρέχει ἅπασα, καὶ οὐχὶ Πέτρος μόνον, ἀλλὰ καὶ ἕτεροι μυρίοι, καὶ πολλῷ πλέον μετὰ Πέτρον τῶν οὐχ ἑωρακότων αὐτὸν τὰς ψυχὰς ἐπέδωκαν τὰς ἑαυτῶν ὑπὲρ ἐκείνου, καὶ τὰς κεφαλὰς ἀπετμήθησαν, καὶ μυρία ἔπαθον δεινὰ, ὥστε τὴν εἰς αὐτὸν 51.110 ὁμολογίαν ὑγιῆ καὶ ἀκέραιον ἔχοντας ἀπελθεῖν. Πῶς οὖν ὁ νεκρὸς καὶ ἐν τῷ τάφῳ μένων, ὡς σὺ λέγεις, ὦ Ἰουδαῖε, τοσαύτην καὶ ἐν τοῖς μετ' ἐκείνους ἅπασιν ἐπεδείξατο τὴν ἰσχὺν καὶ τὴν δύναμιν, πείθων αὐτοὺς αὐτὸν μόνον προσκυνεῖν, καὶ πάντα αἱρεῖσθαι ὑπομεῖναι καὶ πάσχειν ὑπὲρ τοῦ μὴ τὴν πίστιν ἀπολέσαι τὴν εἰς αὐτόν; Ὁρᾷς διὰ πάντων σαφῆ τῆς ἀναστάσεως τὴν ὑπόδειξιν, διὰ τῶν σημείων τῶν τότε, τῶν νῦν, διὰ τῆς εὐνοίας τῶν μαθητῶν τῶν τότε, τῶν νῦν, διὰ τῶν κινδύνων ἐν οἷς διετέλεσαν οἱ πιστεύσαντες; Βούλει καὶ τοὺς ἐχθροὺς ἰδεῖν πεφοβημένους αὐτοῦ τὴν ἰσχὺν καὶ τὴν δύναμιν, καὶ πολλῷ μᾶλλον μετὰ τὸν σταυρὸν ἀγωνιῶντας; Ἄκουε καὶ περὶ τούτων συνετῶς. Θεωροῦντες γὰρ, φησὶν, οἱ Ἰουδαῖοι τὴν τοῦ Πέτρου παῤῥησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι, ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, καὶ ἠγωνίων, οὐκ ἐπειδὴ ἀγράμματοι ἦσαν, ἀλλ' ἐπειδὴ ἀγράμματοι ὄντες πάντων τῶν σοφῶν περιεγένοντο, καὶ Τὸν ἄνθρωπον σὺν αὐτοῖς ὁρῶντες τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν· καίτοι γε πρὸ τούτου ἀντέλεγον σημεῖα ὁρῶντες γινόμενα. Πῶς οὖν τότε οὐκ ἀντεῖπον; Ἀπέστησεν αὐτῶν τὴν γλῶτταν ἡ ἀόρατος τοῦ σταυρωθέντος δύναμις· ἐκεῖνος τὸ στόμα αὐτῶν ἐνέφραξεν· ἐκεῖνος τὴν παῤῥησίαν κατέστειλε· διὰ τοῦτο καὶ εἱστήκεισαν μηδὲν ἔχοντες ἀντειπεῖν. Ὅταν δὲ καὶ ἐφθέγξαντο, ὅρα πῶς τὴν δειλίαν ὁμολογοῦσι τὴν ἑαυτῶν. Βούλεσθε, φησὶν, ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Καὶ

33

μὴν, εἰ ἄνθρωπός ἐστι ψιλὸς, τί δέδοικας αὐτοῦ τὸ αἷμα; πόσους ἀνεῖλες προφήτας, πόσους ἔσφαξας δικαίους, ὦ Ἰουδαῖε, καὶ οὐδενὸς αὐτῶν τὸ αἷμα ἐφοβήθης; τίνος ἕνεκεν ἐνταῦθα φοβῇ; Κατέσεισεν αὐτῶν ὄντως τὸ συνειδὸς ὁ σταυρωθεὶς, καὶ τὴν ἀγωνίαν ἣν εἶχον κρύψαι μὴ δυνάμενοι, καὶ ἄκοντες ἐπὶ τῶν ἐχθρῶν ὁμολογοῦσι τὴν οἰκείαν ἀσθένειαν. Καὶ ὅτε μὲν ἐσταύρουν αὐτὸν ἐβόων λέγοντες· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· οὕτω κατεφρόνουν τοῦ αἵματος αὐτοῦ. Μετὰ δὲ τὸν σταυρὸν ἰδόντες αὐτοῦ τὴν δύναμιν διαλάμπουσαν, φοβοῦνται καὶ ἀγωνιῶσι, καὶ λέγουσι· Βούλεσθε ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Καίτοι γε εἰ πλάνος ἦν καὶ ἀντίθεος, καθώς φατε, Ἰουδαῖοι παράνομοι, τίνος ἕνεκεν αὐτοῦ δεδοίκατε τὸ αἷμα; Καὶ γὰρ καὶ ἐγκαλλωπίζεσθαι ἔδει τῷ φόνῳ, εἰ τοιοῦτος ἦν. Ἀλλ' ἐπειδὴ τοιοῦτος οὐκ ἦν, διὰ τοῦτο τρέμουσιν. θʹ. Ὁρᾷς πανταχόθεν καὶ τοὺς ἐχθροὺς ἀγωνιῶντας καὶ δεδοικότας; εἶδες αὐτῶν τὴν ἀγωνίαν; Μάθε καὶ τοῦ σταυρωθέντος τὴν φιλανθρωπίαν. Ἐκεῖνοι μὲν γὰρ ἔλεγον· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ὁ δὲ Χριστὸς οὐκ ἐποίησεν οὕτως· ἀλλὰ πρὸς τὸν Πατέρα καθικετεύων λέγει· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Εἰ γὰρ ἐγένετο τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν, οὐκ ἂν ἀπὸ τῶν τέκνων αὐτῶν ἐγένοντο ἀπόστολοι· οὐκ ἂν ὁμοῦ τρισχίλιοι ἐπίστευσαν, οὐκ ἂν πεντακισχίλιοι. Ὁρᾷς πῶς ἐκεῖνοι μὲν ὠμοὶ καὶ ἀπηνεῖς περὶ τὰ ἔκγονα αὐτῶν ὄντες καὶ τὴν φύσιν αὐτὴν ἠγνόησαν, ὁ δὲ Θεὸς πατέρων ἁπάντων φιλανθρωπότερος, καὶ μητέρων φιλοστοργότερος γέγονεν; 51.111 Ἐγένετο μὲν γὰρ τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν· ἐπὶ τὰ τέκνα δὲ οὐχὶ πάντα, ἀλλ' ἐπ' ἐκεῖνα μόνον τὰ μιμησάμενα τὴν πατρικὴν ἀσέβειαν καὶ παρανομίαν, καὶ ὅσοι ἦσαν αὐτοῖς υἱοὶ οὐ κατὰ τὴν τῆς φύσεως διαδοχὴν, ἀλλὰ κατὰ τὴν τῆς προαιρέσεως μανίαν, οὗτοι μόνοι γεγόνασιν ὑπεύθυνοι τῶν κακῶν. Σκόπει δέ μοι καὶ ἑτέρωθεν τὴν ἀγαθότητα καὶ φιλανθρωπίαν τοῦ Θεοῦ. Οὐ γὰρ εὐθέως ἐπήγαγεν ἐπ' αὐτοὺς τὴν κόλασιν καὶ τὴν τιμωρίαν, ἀλλὰ τεσσαράκοντα καὶ πλείονα ἔτη διέλιπε μετὰ τὸν σταυρόν. Αὐτὸς μὲν γὰρ ὁ Σωτὴρ ἐπὶ Τιβερίου ἐσταυρώθη· ἡ δὲ πόλις αὐτῶν ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου ἑάλω. Τίνος οὖν ἕνεκεν τὸν μετὰ ταῦτα τοῦτον χρόνον διέλιπεν; Βουλόμενος αὐτοῖς δοῦναι καιρὸν μετανοίας, ὥστε ἀποδύσασθαι τὰ πεπλημμελημένα, ὥστε ἀποκρούσασθαι τὰ ἐγκλήματα. Ἐπειδὴ δὲ καὶ προθεσμίαν μετανοίας λαβόντες ἔμενον ἀνιάτως ἔχοντες, ἐπήγαγε λοιπὸν αὐτοῖς τὴν κόλασιν καὶ τὴν τιμωρίαν, καὶ τὴν πόλιν καθελὼν ἐξήγαγεν αὐτοὺς διασπείρας πανταχοῦ τῆς οἰκουμένης, καὶ τοῦτο διὰ φιλανθρωπίαν ποιῶν. Διέσπειρε γὰρ αὐτοὺς, ἵνα πανταχοῦ τῆς οἰκουμένης προσκυνούμενον ἴδωσι τὸν ὑπ' αὐτῶν σταυρωθέντα Χριστὸν, ἵνα ὁρῶντες αὐτὸν προσκυνούμενον ὑπὸ πάντων καὶ μαθόντες αὐτοῦ τὴν δύναμιν, ἐπιγνῶσι τῆς οἰκείας ἀσεβείας τὴν ὑπερβολὴν, καὶ ἐπιγνόντες ἐπανέλθωσι πρὸς τὴν ἀλήθειαν. Καὶ λοιπὸν ἡ αἰχμαλωσία αὐτοῖς διδασκαλία ἐγίνετο, καὶ ἡ τιμωρία νουθεσία· εἰ γὰρ ἔμενον ἐπὶ τῆς Ἰουδαίας γῆς, οὐκ ἂν ἔγνωσαν τῶν προφητῶν τὴν ἀλήθειαν. Τί γὰρ καὶ ἔλεγον οἱ προφῆται; Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ἔδει τοίνυν αὐτοὺς ἐξελθεῖν εἰς τὰ πέρατα τῆς γῆς, ἵνα ἴδωσιν οἰκείοις ὀφθαλμοῖς, ὅτι καὶ τὰ πέρατα τῆς γῆς κατέχει ὁ Χριστός. Πάλιν οὖν ἕτερος προφήτης λέγει· Καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ. Ἔδει τοίνυν αὐτοὺς εἰς ἅπαντα διασπαρῆναι τόπον 51.112 τῆς γῆς, ἵνα ἴδωσιν οἰκείοις ὄμμασιν ἕκαστον ἐκ τοῦ τόπου αὐτοῦ προσκυνοῦντα αὐτόν. Πάλιν ἄλλος εἶπε· Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Ἔδει τοίνυν αὐτοὺς εἰς ἅπασαν τὴν γῆν ἀπελθεῖν, ὥστε ἰδεῖν αὐτὴν πεπληρωμένην τοῦ γνῶναι τὸν Κύριον, καὶ τὰς θαλάσσας, τουτέστι τὰς πνευματικὰς ταύτας Ἐκκλησίας, τῆς θεοσεβείας μεμεστωμένας. Διὰ ταῦτα διέσπειρεν αὐτοὺς ὁ Θεὸς πανταχοῦ τῆς γῆς· εἰ γὰρ ἐν

34 Ἰουδαίᾳ ἐκάθηντο, ταῦτα ἂν ἠγνόησαν. Λοιπὸν βούλεται αὐτοὺς καὶ τῆς τῶν προφητῶν ἀληθείας καὶ τῆς αὐτοῦ δυνάμεως αὐταῖς ὄψεσι τὴν πεῖραν λαβεῖν· ἵνα ἐὰν μὲν εὐγνωμονῶσι, διὰ τούτων χειραγωγηθῶσι πρὸς τὴν ἀλήθειαν· ἂν δὲ ἐπιμένωσι τῇ ἀσεβείᾳ, μηδεμίαν ἔχωσιν ἀπολογίαν ἐν τῇ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ. Διὰ τοῦτο διέσπειρεν αὐτοὺς πανταχοῦ τῆς οἰκουμένης, ἵνα καὶ ἡμεῖς ἐκ τούτου κερδάνωμέν τι, τουτέστιν ἐκείνας τὰς προῤῥήσεις ὁρῶντες τὰς περὶ τῆς διασπορᾶς αὐτῶν εἰρημένας, τὰς περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων, ἃς καὶ ὁ Δανιὴλ τοῦ βδελύγματος τῆς ἐρημώσεως μνησθεὶς, καὶ ὁ Μαλαχίας εἰπὼν, Ὅτι καὶ ἐν ὑμῖν συγκλεισθήσονται πύλαι, καὶ ὁ Δαυῒδ καὶ ὁ Ἡσαΐας καὶ ἕτεροι πολλοὶ προφῆται περὶ τούτων προανεφώνησαν, ἵνα ὁρῶντες τοὺς περὶ τὸν Δεσπότην ἀγνώμονας γεγενημένους οὕτω κολαζομένους, ἐκπεπτωκότας τῆς ἐλευθερίας τῆς πατρικῆς καὶ τῶν οἰκείων ἁπάντων θεσμῶν τε καὶ πατρικῶν παραδόσεων, μάθωμεν αὐτοῦ τὴν δύναμιν τὴν προειποῦσαν αὐτὰ καὶ ἐργασαμένην, καὶ οἱ μὲν ἐχθροὶ διὰ τῶν ἡμετέρων ἀγαθῶν ἴδωσιν αὐτοῦ τὴν ἰσχύν· ἡμεῖς δὲ διὰ τῶν εἰς ἐκείνους τιμωριῶν μάθωμεν αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν καὶ δύναμιν, καὶ διὰ παντὸς δοξάζοντες αὐτὸν διατελῶμεν, ὅπως καὶ τῶν αἰωνίων καὶ ἀποῤῥήτων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι τιμὴ καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Page scan enlarged

Notebook

Full View