PG 51Joannes Chrysostomus
On the Text "Having the Same Spirit of Faith" (Homily I), and on Almsgiving
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

On the Words of the Apostle · Chapter 1De Verbis Apostoli [Latin] · Caput 1. [Latin] · De Verbis Apostoli [Graecum] · Caput 1. [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:277ΕΙΣ ΤΗΝ ΑΠΟΣΤΟΛΙΚΗΝ ΡΗΣΙΝ Τὴν λέγουσαν, Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· καὶ εἰς τὸ, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ περὶ ἐλεημοσύνης. α. Οἱ σοφώτατοι τῶν ἰατρῶν ἐπειδὰν ἴδωσιν ἕλκος σιδήρου δεόμενον, ἐπάγουσι μὲν τὴν τομὴν, ἐπάγουσι δὲ οὐκ ἀναλγήτως, οὐδὲ ἀσυμπαθῶς, ἀλλὰ καὶ ἀλ-
γοῦσι καὶ χαίρουσιν αὐτῶν οὐχ ἧττον τῶν τεμνομένων· καὶ ἀλγοῦσι μὲν διὰ τὴν ἐκ τῆς πληγῆς γινομένην ὀδύνην, χαίρουσι δὲ διὰ τὴν ἐξ αὐτῆς τικτομένην ὑγίειαν. Τοῦτο καὶ ὁ Παῦλος ἐποίησεν ὁ σοφὸς τῶν ψυ-χῶν ἰατρός. Κορινθίοις γάρ ποτε δεομένοις ἐπιτιμή-σεως σφοδροτέρας ἐπιτιμήσας, καὶ ἥσθη καὶ ἐλυ-πήθη· ἐλυπήθη μὲν, ὅτι ὠδύνησεν, ἥσθη δὲ, ὅτι ὠφέλησε. Καὶ ἀμφότερα ταῦτα δηλῶν, ἔλεγεν· Ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ προτέρᾳ ἐπιστολῇ, οὐ
μεταμέλομαι, εἰ καὶ μετεμελόμην. Διὰ τί μετεμέ-λου; διὰ τί δὲ πάλιν οὐ μεταμέλῃ; Μετεμελόμην, ἐπειδὴ σφοδρότερον ἔπληξα· οὐ μεταμέλομαι, ἐπειδὴ διώρθωσα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο, ἄκουσον τῶν ἑξῆς· Βλέπω γὰρ, ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς· νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ’ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Εἰ καὶ πρὸς ὥραν ἐλύπησα ὑμᾶς, τὸ λυπητήριον πρός-καιρον, φησὶ, τὸ δὲ ὠφέλιμον διηνεκές. Δότε δὴ κἀμοὶ ταῦτα τὰ ῥήματα, παρακαλῶ, πρὸς τὴν ἀγά-

Chapter 2. [Greek] · Chapter 2. [Latin]Caput 2. [Graecum] · Caput 2. [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
πην τὴν ὑμετέραν εἰπεῖν· ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐπὶ τῇ προτέρᾳ παραινέσει, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην· βλέπω γὰρ, ὅτι ἡ παραίνεσις ἐκείνη καὶ ἡ συμβουλὴ, εἰ καὶ πρὸς ὥραν ὑμᾶς ἐλύ-πησεν, ἀλλ’ ἡμᾶς μειζόνως ηὔφρανεν, Οὐχ ὅτι ἐλυ-πήθητε, ἀλλ’ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν; Λαμπρότερος ἡμῖν σήμερον ὁ σύλλογος, φαιδρότερον τὸ θέατρον, πλείων τῶν ἀδελφῶν ὁ χορός. Αὕτη ἡ σπουδὴ τῆς λύπης ἐκείνης καρπός. Διὰ τοῦτο, ὅσον ὠδυνήθην τότε, τοσοῦτον νῦν χαίρω, ὁρῶν τὴν ἄμπελον ἡμῖν τὴν πνευματικὴν τῷ καρπῷ βριθομένην. Εἰ γὰρ ἐπὶ τῶν ἐδεσμάτων τῶν αἰσθη-τῶν φέρει τινὰ φιλοτιμίαν καὶ εὐφροσύνην τῷ κα-λοῦντι τῶν δαιτυμόνων τὸ πλῆθος, πολλῷ μᾶλλον ἐπὶ τῶν ἐδεσμάτων τῶν πνευματικῶν τοῦτο γένοιτ’ ἄν· καίτοι γε ἐκεῖ τὸ πλῆθος τῶν κεκλημένων μᾶλλον ἀναλίσκει τὰ παρακείμενα, καὶ δαπάνην ἐργάζεται πλείω· ἐνταῦθα δὲ τοὐναντίον, οὐ μόνον οὐκ ἀναλίσκει τὸ πλῆθος τῶν κεκλημένων, ἀλλὰ καὶ πλεονάζει τὴν τράπεζαν· εἰ δὲ ἐκεῖ ἡ δαπάνη ἡδονὴν ἐργάζεται, πολλῷ μᾶλλον ἐνταῦθα πρόσοδος τοῦτο ἐργάσεται· καὶ γὰρ τοιαύτη τῶν πνευματικῶν ἡ φύσις, εἰς πολλοὺς διανεμομένη, μᾶλλον αὔξεται. Ἐπεὶ οὖν πλήρης ἡμῖν ἡ τράπεζα, προσδοκῶ καὶ τὴν τοῦ Πνεύματος χάριν ἐνηχῆσαι ἡμῶν τῇ διανοίᾳ. Ὅταν γὰρ ἴδῃ πολλοὺς παρόντας, τότε δαψιλεστέραν παρατίθεται τὴν ἑστίασιν· οὐκ ἐπειδὴ τῶν ὀλίγων καταφρονεῖ, ἀλλ’ ἐπειδὴ τῆς τῶν πολλῶν ἐφίεται σωτηρίας. Διὰ τοῦτο καὶ τὸν Παῦλον παρατρέχοντα τὰς ἄλλας πόλεις, ἐν Κορίνθῳ μένειν ἐκέλευσε φανεὶς ὁ Χριστὸς, καὶ εἰπών· Μὴ φοβοῦ, ἀλλὰ λάλει, καὶ μὴ σιωπήσῃς, διότι λαὸς πολύς ἐστί μοι ἐν τῇ πόλει ταύτῃ. Εἰ γὰρ ὑπὲρ ἑνὸς προβάτου ὄρη καὶ νάπας καὶ τὴν ἄβατον ἔπεισι χώραν ὁ ποιμὴν, ὅταν πολλὰ πρόβατα μέλλῃ ῥᾳθυμίας καὶ πλάνης ἀπάγειν, πῶς οὐ πολλὴν ἐπιδείξεται σπουδήν; Ὅτι γὰρ οὐδὲ τῶν ὀλίγων καταφρονεῖ, ἄκουσον αὐτοῦ λέγοντος· Οὐκ ἔστι θέλημα τοῦ Πατρός μου, ἵνα ἀπόληται ἐν τῶν μικρῶν τούτων. Οὔτε οὖν ἡ ὀλιγότης, φησὶν, οὔτε ἡ εὐτέλεια ὑπεριδεῖν αὐτὸν πείθει τῆς σωτηρίας ἡμῶν. β. Ἐπεὶ οὖν τοσαύτη μὲν αὐτῷ τῶν μικρῶν καὶ ἐλαχίστων ἡ πρόνοια, τοσαύτη δὲ τῶν πολλῶν, τὸ πᾶν ἐπὶ τὴν ἐκεῖθεν ῥοπὴν ῥίψαντες, ἐπὶ τὴν Παύλου ῥῆ-σιν τὴν σήμερον ἀναγνωσθεῖσαν τὸν λόγον ἀγάγωμεν. Τίς δὲ ἡ ῥῆσις; Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους, φησὶ, καταλυθῇ Μᾶλλον δὲ ἀνωτέρω καὶ ἐπ’ αὐτὴν τὴν κεφαλὴν τοῦ νοήμα-τος ἴωμεν. Καθάπερ γάρ τινες πηγὴν ἀνιχνεύοντες, εἶτα διάβροχον ἰδόντες χωρίον, οὐκ ἐκεῖ διασκάπτουσι μόνον, ἀλλ’ ὑπὸ τῆς νοτίδος αὐτῆς καὶ τῆς φλεβὸς χειραγωγούμενοι ἐνδοτέρω χωροῦσιν, ἕως ἂν ἐπὶ τὴν ῥίζαν καὶ τὴν ἀρχὴν τῶν ναμάτων ἔλθωσιν· οὕτω δὴ καὶ ἡμεῖς ποιήσωμεν. Πηγὴν εὑρόντες πνευματι-κὴν ἐκ τῆς Παύλου σοφίας ἐξιοῦσαν, ὥσπερ ὑπό τινος φλεβὸς τῆς ῥήσεως χειραγωγούμενοι, πρὸς τὴν ῥίζαν αὐτὴν ἀναβῶμεν τοῦ νοήματος. Τίς οὖν ἐστιν ἡ κε-φαλὴ καὶ ἡ ῥίζα; Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ

Chapter 3Caput 3. [Graecum] · Caput 3. [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦ-μεν. Τί λέγεις; ἂν μὴ πιστεύσῃς, οὐ λαλεῖς, ἀλλὰ ἄφωνος ἕστηκας; Ναὶ, φησίν· οὐδὲ διᾶραι στόμα δύναμαι χωρὶς πίστεως, οὐδὲ κινῆσαι γλῶτταν, οὐδὲ ἀνοῖξαι χείλη, ἄφωνος ὁ λογικὸς ἕστηκα χωρὶς τῆς ἐκεῖθεν διδασκαλίας. Καθάπερ γὰρ, ῥίζης μὴ πεφυ-τευμένης, οὐκ ἂν βλαστήσειε καρπός· οὕτω, πίστεως μὴ προκαταβεβλημένης, οὐκ ἂν προέλθοι διδασκαλίας λόγος. Διὰ τοῦτο καὶ ἀλλαχοῦ φησι· Καρδίᾳ πι-στεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖ-ται εἰς σωτηρίαν. Τί τοῦ δένδρου τούτου βέλτιον, ἢ ἴσον γένοιτ’ ἂν, ὅταν μὴ οἱ κλάδοι μόνον, ἀλλὰ καὶ αὐτὴ ἡ ῥίζα φέρῃ καρπὸν, ἡ μὲν δικαιοσύνην, οἱ δὲ σωτηρίαν; Διὰ τοῦτό φησι· Πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Καθάπερ γὰρ τὰ ὑπότρομα μέλη καὶ τῷ γήρᾳ παρειμένα βα-κτηρία μετὰ ἀσφαλείας χειραγωγοῦσα οὐκ ἀφίησιν ὀλισθῆσαι καὶ καταπεσεῖν, οὕτω δὴ καὶ τὴν ψυχὴν τὴν ἡμετέραν σεσαλευμένην καὶ περιφερομένην ὑπὸ τῆς τῶν λογισμῶν ἀσθενείας, βακτηρίας ἀσφαλέ-στερον ἡ πίστις ἕλκουσα, καὶ τῇ τῆς οἰκείας ἰσχύος ἐπαναπαύουσα δυνάμει, στηρίζει μετὰ ἀκριβείας, καὶ οὐκ ἀφίησιν ὑποσκελισθῆναί ποτε, τὸ τῶν λογισμῶν ἀσθενὲς τῇ τῆς οἰκείας ἰσχύος περιουσίᾳ διορθουμένη, καὶ τὸν ἐξ αὐτοῦ ἀπελαύνουσα ζόφον, καὶ τὴν ψυχὴν, ὥσπερ ἐν οἴκῳ σκοτεινῷ, τῷ θορύβῳ τῶν λογισμῶν καθημένην τῷ οἰκείῳ φωτὶ καταυγάζουσα. Διὰ τοῦτο οἱ ταύτης ἀπεστερημένοι, τῶν ἐν σκότει διατριβόντων οὐ-δὲν ἄμεινον διάκεινται, ἀλλ’ ὥσπερ ἐκεῖνοι καὶ τοίχοις προσπταίουσι, καὶ τοῖς ἀπαντῶσι προσρήγνυνται, καὶ εἰς βάραθρα καὶ κρημνοὺς καταφέρονται, καὶ τῶν ὀφθαλμῶν αὐτοῖς ὄφελος οὐδὲν, οὐκ ὄντος τοῦ χειραγωγοῦντος φωτός· οὕτω καὶ οἱ τῆς πίστεως ἀπεστερημένοι, καὶ ἀλλήλοις προσεῤῥάγησαν, καὶ τοίχοις προσέπταισαν, καὶ τέλος εἰς τὸ τῆς ἀπωλείας βάραθρον φέροντες ἑαυτοὺς κατεκρήμνισαν. γ. Καὶ μάρτυρες τῶν λόγων τούτων οἱ τὴν ἔξωθεν αὐχοῦντες σοφίαν, οἱ μέγα ἐπὶ τῷ πώγωνι, καὶ τῷ τρίβωνι, καὶ τῇ βακτηρίᾳ φρονοῦντες. Μετὰ γὰρ μα-κροὺς καὶ πολλοὺς διαύλους λόγων, τοὺς πρὸ τῶν ὀφθαλμῶν κειμένους λίθους οὐκ εἶδον· εἰ γὰρ ὡς λί-θους αὐτοὺς ἑώρων, οὐκ ἂν αὐτοὺς ἐνόμισαν εἶναι θεούς. Καὶ ἀλλήλοις δὲ προσεῤῥάγησαν, καὶ εἰς αὐτὸν τῆς ἀσεβείας τὸν βαθύτατον κρημνὸν κατηνέχθησαν, οὐδαμόθεν ἄλλοθεν, ἀλλ’ ἢ διὰ τὸ λογισμοῖς ἐπιτρέ-ψαι τὰ καθ’ ἑαυτοὺς ἅπαντα. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Ἐματαιώθησαν ἐν τοῖς διαλογι-σμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. Εἶτα λέγων τοῦ σκότους καὶ τῆς μωρίας τὴν ἀπόδει-ξιν, ἐπήγαγεν· Ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν. Ἀλλὰ τοῦτο ἅπαν τὸ σκότος ἐπεισελθοῦσα ἡ πίστις διεσκέ-δασεν ἐκ τῆς ψυχῆς τοῦ ὑποδεξαμένου αὐτήν· καὶ καθάπερ πλοῖον ὑπὸ τῆς τῶν πνευμάτων ἐμβολῆς κλυδωνιζόμενον καὶ ταῖς τῶν κυμάτων ἐπαναστάσεσι περιαντλούμενον ἐξαρτηθεῖσα ἄγκυρα πάντοθεν ἵστη-
σι, καὶ ἐν μέσῳ ῥιζοῖ τῷ πελάγει· οὕτω δὴ καὶ τὸν νοῦν τὸν ἡμέτερον ὅταν οἱ προσπίπτοντες ἔξωθεν λο-γισμοὶ κλυδωνίζωσιν, ἀγκύρας ἀσφαλέστερον ἐπεις-

Chapter 4. [Latin] · Chapter 4. [Greek]Caput 4. [Latin] · Caput 4. [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ελθοῦσα ἡ πίστις ἀπαλλάττει τοῦ ναυαγίου, ὥσπερ ἐν γαληνῷ λιμένι, τῇ τοῦ συνειδότος πληροφορίᾳ τὸ σκάφος ὁρμίζουσα. Καὶ αὐτὸ τοῦτο πάλιν ὁ Παῦλος δηλῶν ἔλεγεν, ὅτι Διὰ τοῦτο ἔδωκεν ἀποστόλους ὁ Θεὸς πρὸς καταρτισμὸν τῶν ἁγίων, μέχρι καταν-τήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ· ἵνα μηκέτι ὦμεν νήπιοι κλυδωνιζόμενοι καὶ περιφερό-μενοι παντὶ ἀνέμῳ. Ὁρᾷς τῆς πίστεως τὸ κατόρ-θωμα, ὅτι ὡς ἄγκυρά τις ἀσφαλὴς, οὕτως ἐκβάλλει τὸν σάλον· ὅπερ οὖν καὶ αὐτὸς πάλιν Ἑβραίοις ἐπι-στέλλει, οὑτωσὶ λέγων περὶ τῆς πίστεως· Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ, καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπε-τάσματος. Ἵνα γὰρ ἀκούσας ἄγκυραν, μὴ νομίσῃς κάτω καθέλκεσθαι, δείκνυσιν, ὅτι καινή τις αὕτη τῆς ἀγκύρας ἡ φύσις, οὐ κάτω πιέζουσα, ἀλλ’ ἄνω κουφίζουσα τὴν διάνοιαν, καὶ πρὸς τὸν οὐρανὸν μεθιστῶσα, καὶ εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος χειραγωγοῦσα· καταπέτασμα γὰρ ἐνταῦθα τὸν οὐρα-νὸν ἐκάλεσε. Τίνος ἕνεκα, καὶ διὰ τί; Ὅτι καθάπερ τὸ καταπέτασμα ἀπὸ τῆς ἔξω σκηνῆς διεῖργε τὰ ἅγια τῶν ἁγίων, οὕτω δὴ καὶ ὁ οὐρανὸς οὗτος, ὥσπερ κα-ταπέτασμα, μέσος τῆς κτίσεως παρεμβεβλημένος ἀπὸ τῆς ἔξω σκηνῆς, τοῦτ’ ἔστι, τοῦ κόσμου τούτου τοῦ βλεπομένου, διείργει τὰ ἅγια τῶν ἁγίων, τὰ ἄνω λέγων καὶ τὰ ὑπὲρ αὐτῶν, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός. δ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐκεῖ μετεωρίζει τὴν ψυχὴν τὴν ἡμετέραν, φησὶν, ἡ πίστις, οὐκ ἀφιεῖσα οὐδενὶ τῶν παρόντων δεινῶν ταπεινωθῆναι, ἀνακου-φίζουσα τοὺς πόνους τῇ τῶν μελλόντων ἐλπίδι. Ὁ γὰρ πρὸς τὰ μέλλοντα ἀφορῶν, καὶ τὴν ἐκ τῶν οὐρα-νῶν ἀναμένων ἐλπίδα, καὶ τοὺς ὀφθαλμοὺς τῆς δια-νοίας ἐκεῖ μετάγων, οὐδὲ αἰσθάνεται τῆς ὀδύνης τῶν ἐν τῷ παρόντι δεινῶν, ὥσπερ οὖν οὐδὲ Παῦλος ᾐσθά-νετο, καὶ τὴν αἰτίαν τῆς φιλοσοφίας ἐδίδασκε, λέγων· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται. Πῶς, καὶ τίνι τρόπῳ; Μὴ σκο-πούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλε-πόμενα διὰ τῶν τῆς πίστεως ὀφθαλμῶν. Ὥσπερ γὰρ οἱ τοῦ σώματος οὐδὲν βλέπουσι νοητὸν, οὕτως οἱ τῆς πίστεως οὐδὲν βλέπουσιν αἰσθητόν. Ἀλλὰ ποίαν πίστιν ἐνταῦθα λέγει ὁ Παῦλος; τὸ γὰρ τῆς πίστεως ὄνομα διπλῆν ἔχει τὴν σημασίαν. Καὶ γὰρ πίστις λέγεται, καθ’ ἣν τὰ σημεῖα ἐποίουν τότε οἱ ἀπόστολοι, περὶ ἧς ὁ Χριστὸς ἔλεγεν· Ἐὰν ἔχητε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται. Καὶ πάλιν, ὅτε τὸν σεληνιαζόμενον οὐκ ἴσχυσαν ἀπαλλάξαι τοῦ δαίμονος οἱ μαθηταὶ, καὶ τὴν αἰτίαν ἐβούλοντο μαθεῖν, ταύτην αὐτοῖς ᾐνίξατο τὴν ἔλλειψιν τῆς πίστεως, λέγων· Διὰ τὴν ἀπιστίαν ὑμῶν. Καὶ ὁ Παῦλος δὲ περὶ αὐτῆς ἔλεγεν· Ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν. Καὶ ὅτε δὲ καταποντίζεσθαι ἔμελλε πεζῇ βαδίζων ἐπὶ τῆς θαλάς-σης ὁ Πέτρος, αὐτὸ τοῦτο πάλιν ἐνεκάλεσεν ὁ Χρι-στὸς, εἰπών· Εἰς τί ἐδίστασας, ὀλιγόπιστε; Λέγεται τοίνυν πίστις ἡ τῶν σημείων καὶ τῶν θαυμάτων ποιη-τική· λέγεται δὲ πίστις καὶ ἡ τῆς εἰς τὸν Θεὸν γνώ-σεως παρασκευαστικὴ, καθ’ ἣν ἕκαστος ἡμῶν ἐστι πιστός· ὡς ὅταν λέγῃ γράφων Ῥωμαίοις· Εὐχα-ριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἡ πίστις ὑμῶν ἐν ὅλῳ τῷ κόσμῳ καταγγέλλεται· καὶ Θεσσαλονικεῦσι πάλιν· Ἀφ’ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Θεοῦ, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ,

Chapter 5; Chapter 6Caput 5. [Latin] · Caput 6. [Latin] · Caput 5. [Graecum] · Caput 6. [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἀλλὰ καὶ ἐν τῇ Ἀχαί̈ᾳ, καὶ ἐν παντὶ τόπῳ ἡ πί-στις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε. Ποίαν οὖν αἰνίσσεται ἐνταῦθα πίστιν; Εὔδηλον, ὅτι τὴν τῆς γνώσεως· καὶ δηλοῖ τὰ ἑξῆς. Πιστεύομεν γὰρ, φησὶ, διὸ καὶ λαλοῦμεν. Τί πιστεύομεν; Ὅτι ὁ ἐγείρας Ἰησοῦν, καὶ ἡμᾶς ἐγερεῖ διὰ τῆς δυνά-μεως. Ἀλλὰ διὰ τί Πνεῦμα πίστεως αὐτὴν καλεῖ, καὶ εἰς τὴν τῶν χαρισμάτων καταλέγει τάξιν; Εἰ γὰρ χάρισμά ἐστιν ἡ πίστις, καὶ τῆς τοῦ Πνεύματος δω-ρεᾶς μόνον, ἀλλ’ οὐχ ἡμέτερον κατόρθωμα, οὔτε οἱ ἀπιστοῦντες κολασθήσονται, οὔτε οἱ πιστεύοντες ἐπαι-νεθήσονται. Τοιαύτη γὰρ τῶν χαρισμάτων ἡ φύσις, οὐκ ἔχει στεφάνους, οὔτε ἀμοιβάς. Οὐ γὰρ τῶν δεξαμένων τὸ δῶρόν ἐστι κατόρθωμα, ἀλλὰ τῆς τοῦ παρεσχηκότος φιλοφροσύνης χάρισμα. Διὰ τοῦτο καὶ τοῖς μαθηταῖς ἐκέλευσε μὴ χαίρειν ἐπὶ τῷ δαίμονας ἐκβάλλειν, καὶ τοὺς ἐπὶ τῷ ὀνόματι αὐτοῦ προφητεύσαντας καὶ δυνάμεις πολλὰς ποιήσαντας ἐξ-έβαλε τῆς βασιλείας τῶν οὐρανῶν, ἐπειδὴ ἀπὸ κατ-ορθωμάτων μὲν οἰκείων οὐδεμίαν εἶχον παῤῥησίαν, ἀπὸ δὲ χαρισμάτων ἐβούλοντο σώζεσθαι μόνον. ε. Εἰ τοίνυν καὶ ἡ πίστις τοιοῦτόν ἐστι, καὶ οὐδὲν ἡμεῖς εἰσηνέγκαμεν, ἀλλὰ τὸ πᾶν τῆς τοῦ Πνεύματός ἐστι χάριτος, καὶ ἐκείνη ταῖς ἡμετέραις αὑτὴν ἐγκατ-έβαλε ψυχαῖς, καὶ οὐδένα ἀντὶ τούτων ληψόμεθα μι-σθὸν, πῶς οὖν ἔλεγε, Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτη-ρίαν; Ὅτι καὶ τῆς τοῦ πεπιστευκότος ἀρετῆς ἐστι κατόρθωμα ἡ πίστις. Πῶς δὲ ἀλλαχοῦ τοῦτο αὐτὸ πάλιν αἰνίττεται λέγων, Τῷ δὲ μὴ ἐργαζομένῳ, πι-στεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογί-ζεται ἡ πίστις εἰς δικαιοσύνην, εἰ τῆς τοῦ Πνεύ-ματος χάριτος τὸ πᾶν ἐστι; πῶς δὲ καὶ τὸν πατριάρ-χην Ἀβραὰμ δι’ αὐτῆς μυρίοις ἀνέδησεν ἐγκωμίων στεφάνοις, ὅτι τὰ παρόντα πάντα παραδραμὼν, παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι ἐπίστευσε; Τίνος οὖν ἕνεκα Πνεῦμα πίστεως αὐτὴν καλεῖ; Ἐκεῖνο δεῖξαι βουλόμενος, ὅτι τὸ μὲν παρὰ τὴν ἀρχὴν πιστεῦσαι, τῆς ἡμετέρας εὐγνωμοσύνης ἐστὶ, καὶ τὸ ὑπακοῦσαι κληθέντας· μετὰ δὲ τὸ καταβληθῆναι τὴν πίστιν, τῆς τοῦ Πνεύ-ματος δεόμεθα βοηθείας, ὥστε μένειν αὐτὴν διηνεκῶς ἄσειστον καὶ ἀπερίτρεπτον. Οὔτε γὰρ ὁ Θεὸς, οὔτε ἡ τοῦ Πνεύματος χάρις τὴν ἡμετέραν προφθάνει προαί-ρεσιν· ἀλλὰ καλεῖ μὲν, ἀναμένει δὲ ὥστε ἑκόντας καὶ βουληθέντας οἴκοθεν προσελθεῖν· εἶτα, ἐπειδὰν προς-έλθωμεν, τότε τὴν παρ’ ἑαυτοῦ παρέχει συμμαχίαν ἅπασαν. Ἐπειδὴ γὰρ καὶ ὁ διάβολος μετὰ τὸ τῇ πίστει προσελθεῖν ἡμᾶς, εὐθέως ἐπεισέρχεται, τὴν καλὴν ταύτην ῥίζαν ἀνασπάσαι βουλόμενος, καὶ τὰ ζιζάνια σπεῖραι ἐπειγόμενος, καὶ τοῖς γνησίοις καὶ καθαροῖς λυμήνασθαι σπέρμασι, δεόμεθα τῆς τοῦ Πνεύματος βοηθείας τότε, ἵνα, καθάπερ γεωργὸς φιλό-πονος, ἐγκαθεζόμενος ἡμῶν τῇ ψυχῇ, πολλῇ τῇ φειδοῖ καὶ προνοίᾳ τειχίζῃ πάντοθεν τὸ νεοπαγὲς τῆς πίστεως φυτόν. Διὰ τοῦτο Θεσσαλονικεῦσιν ἐπέστελλε λέγων, Τὸ Πνεῦμα μὴ σβέννυτε, δηλῶν ὅτι τῆς τοῦ Πνεύματος χάριτος ἐπεισελθούσης, ἀκαταγώ-νιστοι τῷ πονηρῷ δαίμονι λοιπὸν καὶ ταῖς μεθοδείαις αὐτοῦ πάσαις ἐσόμεθα. Εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, πολλῷ μᾶλλον τὴν πίστιν ἀσφαλῆ καὶ ἐῤῥιζωμένην οὐ δυνή-σεται κατασχεῖν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. 2. Πῶς δὲ δυνησόμεθα τὴν τοῦ Πνεύματος ἐπισπά-σασθαι βοήθειαν, καὶ πεῖσαι μεῖναι παρ’ ἑαυτοῖς;

Chapter 7Caput 7. [Graecum] · Caput 7. [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Δι’ ἔργων ἀγαθῶν καὶ πολιτείας ἀρίστης. Καθάπερ γὰρ τὸ λυχνιαῖον φῶς ἐλαίῳ κατέχεται, καὶ ἀναλω-θέντος τούτου κἀκεῖνο συναναλωθὲν ἄπεισιν· οὕτω δὴ καὶ ἡ τοῦ Πνεύματος χάρις, παρόντων μὲν
PG 51:281ἡμῖν ἔργων ἀγαθῶν, καὶ ἐλεημοσύνης πολλῆς ἐπι-χεομένης τῇ ψυχῇ. μένει καθάπερ ἐλαίῳ κατεχομένη ἡ φλόξ· ταύτης δὲ οὐκ οὔσης, ἄπεισι καὶ ἀναχωρεῖ· ὅπερ καὶ ἐπὶ τῶν πέντε παρθένων ἐγένετο. Καὶ γὰρ ἐκεῖναι μετὰ τοὺς πολλοὺς πόνους καὶ τοὺς ἱδρῶτας, ἐπειδὴ τὴν ἀπὸ τῆς φιλανθρωπίας οὐκ εἶχον βοήθειαν, οὐκ ἴσχυσαν παρ’ ἑαυταῖς κατασχεῖν τὸ τοῦ Πνεύ-ματος χάρισμα· διὸ καὶ τοῦ νυμφῶνος ἐξεβλήθησαν, καὶ τῆς φοβερᾶς ἐκείνης ἤκουσαν φωνῆς, Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς· ἣ καὶ τῆς γεέννης ἦν χαλεπωτέ-ρα· διὰ τοῦτο καὶ μωρὰς αὐτὰς ὠνόμασεν· εἰκότως· ὅτι τυραννικωτέρας ἐπιθυμίας περιγενόμεναι, ὑπὸ τῆς ἀσθενεστέρας ἑάλωσαν. Ὅρα γάρ· φύσεως βίαν ἐνίκησαν, λυττῶσαν μανίαν ἐχαλίνωσαν, τὰ τῆς ἐπι-θυμίας ἐστόρεσαν κύματα, ἐν γῇ διατρίβουσαι ἀγγε-λικὸν ἐπεδείξαντο βίον, σῶμα περικείμεναι πρὸς τὰς ἀσωμάτους ἡμιλλήθησαν δυνάμεις· καὶ μετὰ τοσοῦτον πόνον χρημάτων ἐπιθυμίας οὐκ ἐκράτησαν, ὄντως μωραὶ καὶ ἀνόητοι· διὰ τοῦτο καὶ οὐδὲ συγγνώμης ἠξιώθησαν. Ῥᾳθυμίας γὰρ τὸ πτῶμα γέγονε μόνον· αἱ γὰρ ἐν τοσαύτῃ φλογὶ κάμινον ἐπιθυμίας δυνη-θεῖσαι σβέσαι, καὶ ὑπὲρ τὰ σκάμματα πηδήσασαι, καὶ πλείω τῶν προσταχθέντων ἐπιδειξάμεναι (οὐ γάρ ἐστι νόμος ἡ παρθενία, ἀλλὰ τῇ προαιρέσει τῶν ἀκουόντων ἐπιτέτραπται), εἶτα ὑπὸ χρημάτων ἡττη-θεῖσαι, τίνος οὐκ ἂν εἶεν ἐλεεινότεραι, δι’ ὀλίγων ἀργυρίων τὸν στέφανον ἀπὸ τῆς κεφαλῆς ῥίψασαι; Ταῦτα λέγω, οὐχὶ τὰς χεῖρας τῶν παρθένων ἐκλύων, οὐδὲ τὴν παρθενίαν σβέσαι βουλόμενος, ἀλλ’ ἵνα μὴ ἀνόνητα δράμωσιν, ἵνα μὴ μετὰ μυρίους ἱδρῶτας ἀστεφάνωτοι καὶ αἰσχύνης γέμουσαι ἐκ τῶν σκαμ-μάτων ἀναχωρήσωσι. Καλὸν ἡ παρθενία καὶ ὑπὲρ τὴν φύσιν τὸ κατόρθωμα· ἀλλὰ τὸ καλὸν τοῦτο καὶ μέγα καὶ ὑπὲρ τὴν φύσιν, ἂν μὴ φιλανθρωπίαν ἔχῃ συνεζευγμένην, οὐδὲ ἐπιβαίνειν τῶν τοῦ νυμφῶνος προθύρων δυνήσεται. Καὶ σκόπει μοι τῆς φιλανθρω-πίας τὴν ἰσχὺν, καὶ τῆς ἐλεημοσύνης τὴν δύναμιν. Παρθενία μὲν χωρὶς ἐλεημοσύνης οὐκ ἴσχυσεν οὐδὲ μέχρι τῶν προθύρων τοῦ νυμφῶνος ἀγαγεῖν· ἐλεημο-σύνη δὲ χωρὶς παρθενίας, τοὺς ἑαυτῆς τροφίμους μετὰ πολλῶν ἐγκωμίων εἰς τὴν πρὸ καταβολῆς κόσμου βασιλείαν ἡτοιμασμένην ἐχειραγώγησεν. Αὗται μὲν γὰρ, ἐπειδὴ ἐλεημοσύνην οὐκ ἐπεδεί-ξαντο δαψιλῆ, ἤκουσαν, Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς· ἐκεῖνοι δὲ οἱ διψῶντα ποτίσαντες, καὶ πεινῶντα θρέ-ψαντες τὸν Χριστὸν, καίτοι παρθενίαν μὴ προβαλλό-μενοι, ἤκουσαν, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βα-σιλείαν ἀπὸ καταβολῆς κόσμου. Καὶ μάλα εἰκό-τως· ὁ μὲν γὰρ παρθενεύων καὶ νηστεύων, ἑαυτῷ χρήσιμος· ὁ δὲ ἐλεῶν, κοινός ἐστι τῶν ναυαγούντων λιμὴν, τὰς τῶν πλησίον διορθούμενος πενίας, καὶ τὰς ἑτέρων λύων ἀνάγκας. Τῶν δὲ κατορθωμάτων ἐκεῖνα μάλιστα εὐδοκιμεῖν εἴωθεν, ἅπερ ἂν πρὸς τὸ συμφέρον ἑτέροις γίνεται. ζ. Καὶ ἵνα μάθῃς, ὅτι αὗται μᾶλλον τῷ Θεῷ περισπούδαστοι τῶν ἄλλων αἱ ἐντολαὶ, περὶ μὲν νη-στείας καὶ παρθενίας διαλεγόμενος, βασιλείας οὐρα-

Chapter 8Caput 8. [Graecum] · Caput 8. [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
νῶν μέμνηται· περὶ δὲ ἐλεημοσύνης καὶ φιλανθρω-πίας καὶ τοῦ ποιεῖν ἑαυτοὺς οἰκτίρμονας νομοθετῶν, πολὺ μεῖζον τῆς βασιλείας τῶν οὐρανῶν τέθεικεν ἔπαθλον, Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, λέγων. Ἐκεῖνοι γὰρ μάλιστα τῶν νόμων ὁμοίους ποιοῦσι τοὺς ἀνθρώπους τῷ Θεῷ, ὡς ἀνθρώπους εἰκὸς γενέσθαι ὁμοίους τοῦ Θεοῦ, οἱ πρὸς τὸ κοινῇ συμφέρον ἐκβαίνοντες. Καὶ δηλῶν αὐτὸ τοῦτο ὁ Χριστὸς ἔλεγεν· Ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὕτω καὶ ὑμεῖς τοῖς οὖσι κατὰ δύναμιν εἰς τὸ κοινῇ συμφέρον τῶν ἀδελφῶν ἀποκεχρημένοι, μιμήσασθε τὸν τὰ ἀγαθὰ αὐτοῦ προ-τιθέντα πᾶσιν ὁμοίως. Μέγα τὸ τῆς παρθενίας ἀξίωμα, καὶ διὰ τοῦτο μᾶλλον συγκροτηθῆναι αὐτὸ βούλομαι. Παρθενίας γὰρ ἀξίωμα οὐκ ἀποσχέσθαι γάμων μόνον, ἀλλὰ τὸ φιλάνθρωπον εἶναι καὶ φιλάδελφον καὶ συμ-παθητικόν. Τί γὰρ ὄφελος παρθενία μετὰ ὠμότητος; τί δὲ κέρδος σωφροσύνη μετὰ ἀπανθρωπίας; Οὐχ ἑάλως σωμάτων ἐπιθυμίᾳ, ἀλλ’ ἑάλως χρημάτων ἐπι-θυμίᾳ· οὐκ ἐθαύμασας χρυσίου κάλλος· τὸν μείζονα ἐνίκησας ἀνταγωνιστὴν, ἀλλ’ ὁ ἐλάττων καὶ ἀσθενέ-στερος ἐκράτησέ σου καὶ περιεγένετο. Διὰ τοῦτο αἰ-σχροτέραν ἐποίησέ σου τὴν ἧτταν· διὰ τοῦτο οὐδὲ συγγνώμης ἔτυχες, τοσαύτης μὲν περιγενομένη βίας, καὶ πρὸς τὴν φύσιν αὐτὴν ἀποδυσαμένη, ὑπὸ δὲ φι-λαργυρίας ἁλοῦσα, ἣν καὶ οἰκέται πολλάκις καὶ βάρ-βαροι ἀπονητὶ νικῆσαι ἠδυνήθησαν. η. Ταῦτ’ οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, καὶ οἱ γάμοις ὁμιλοῦντες, καὶ οἱ παρθενίαν ἀσκοῦντες, πολλὴν ἐπι-δειξώμεθα περὶ τὴν ἐλεημοσύνην σπουδὴν, ἐπειδὴ μηδὲ ἑτέρως ἔστι τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυ-χεῖν. Εἰ γὰρ παρθενία χωρὶς ἐλεημοσύνης οὐκ ἴσχυ-σεν εἰς βασιλείαν εἰσαγαγεῖν, ποῖον ἕτερον κατόρθωμα τοῦτο ἰσχύσει, ἢ δυνήσεται ταύτης χωρίς; Οὐκ ἔστιν οὐδέν. Πάσῃ τοίνυν ψυχῇ καὶ δυνάμει τὸ ἔλαιον ἐγχέωμεν ταῖς λαμπάσι, καὶ δαψιλὲς ἔστω καὶ δι-ηνεκὲς τοῦτο, ἵνα φαιδρὸν καὶ πλούσιον μείνῃ τὸ φῶς. Μὴ γὰρ δὴ τὸν πένητα ἴδῃς τὸν λαμβάνοντα, ἀλλὰ τὸν Θεὸν τὸν ἀποδιδόντα· μὴ τὸν δεχόμενον τὸ ἀργύριον, ἀλλὰ τὸν ὑπεύθυνον γινόμενον τῷ ὀφλήματι. Διὰ γὰρ τοῦτο ἕτερος λαμβάνει, καὶ ἕτερος ἀποδίδωσιν, ἵνα ἡ μὲν τοῦ δεχομένου πενία καὶ ἡ συμφορὰ πρὸς ἔλεον ἐπικάμψῃ καὶ συμπάθειαν· ὁ δὲ τοῦ μέλλοντος ἀπο-διδόναι πλοῦτος τὴν καταβολὴν ἐγγυώμενος, καὶ τὴν μετὰ πολλῆς προσθήκης ἔκτισιν ἑπομένην, θαῤῥῆσαι παρασκευάσῃ περὶ τοῦ δανείου καὶ τοῦ τέλους, καὶ μετὰ πλείονος δαψιλείας ἐκκαλέσηται τὴν ἐλεημο-σύνην. Τίς γὰρ, εἰπέ μοι, μέλλων ἑκατονταπλασίονα λαμβάνειν, καὶ θαῤῥῶν πάντως ὑπὲρ τῆς ἀποδόσεως, οὐχὶ τὰ πάντα προήσεται; Μὴ τοίνυν φειδώμεθα χρημάτων, μᾶλλον δὲ φει-δώμεθα τῶν χρημάτων· ὁ γὰρ φειδόμενος τῶν ὄντων, εἰς τὰς τῶν πενήτων χεῖρας αὐτὰ ἐναποτίθεται, εἰς τὸν ἄσυλον θησαυρὸν, καὶ λῃσταῖς καὶ οἰκέταις καὶ συκοφάνταις κακούργοις καὶ πάσαις ἐφόδοις ἀνάλωτον. Εἰ δὲ καὶ ταῦτα ἀκούων ὀκνεῖς προέσθαι τι τῶν ὄντων, καὶ οὔτε τὸ ἑκατονταπλασίονα ἀπολαβεῖν, οὔτε ἡ τοῦ πένητος συμφορὰ, οὔτε ἄλλο οὐδὲν ἐπικάμψαι σε δυνήσεται, ἀναλόγισαι τὰ πεπλημμελημένα σοι· εἴσελθε εἰς τὸ συνειδὸς τῶν ἁμαρτημάτων, πᾶσαν ἐξ-έτασόν σου τὴν ζωήν· κατάμαθέ σου τὰ παραπτώματα

Chapter 9: Two modes of monastic life; Chapter 9: Two modes of monastic lifeCaput 9: Monachorum dua vivendi ratio [Latin] · Caput 9: Monachorum dua vivendi ratio [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
μετὰ ἀκριβείας· κἂν ἁπάντων ἀνθρώπων ἀπηνέστε-ρος ᾖς, πάντως ὑπὸ τοῦ φόβου τῶν ἡμαρτημένων σοι παρὰ πάντα τὸν χρόνον ὠθούμενος, καὶ διὰ τῆς ἐλεημοσύνης ἄφεσίν σοι προσδοκῶν γενέσθαι τούτων, καὶ τὸ σῶμα ἐπιδώσεις σαυτοῦ, μήτι γε χρήματα. Εἰ γὰρ τραύματα ἔχοντες, καὶ νοσήματα σωματικὰ ἀποκρούσασθαι βουλόμενοι, οὐδενὸς τῶν ὄντων φειδώ-μεθα, κἂν αὐτὸ τὸ ἱμάτιον ἀποδόσθαι δέοι, ὥστε τῆς ἀῤῥωστίας ἀπαλλαγῆναι ἐκείνης· πολλῷ μᾶλλον τῆς ψυχῆς ἀῤῥωστίαν ἀποτίθεσθαι μέλλοντες καὶ τὰ χα-λεπὰ τῶν ἁμαρτημάτων τραύματα διὰ τῆς ἐλεημο-σύνης, μετὰ πάσης προθυμίας αὐτὴν ἐργασώμεθα. Καίτοι γε ἐπὶ μὲν τῶν νοσημάτων οὐκ ἔστιν εὐθέως καταβαλόντα ἀργύριον ἀπαλλαγῆναι τῆς νόσου, ἀλλὰ δεῖ καὶ τομῆς πολλάκις καὶ καύσεως καὶ πικρῶν φαρ-μάκων, καὶ λιμοῦ, καὶ ψύχους, καὶ ἑτέρων φορτι-κωτέρων ἐπιταγμάτων· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ’ ἀρκεῖ καταβαλεῖν τὸ ἀργύριον εἰς τὰς τῶν πενήτων
χεῖρας, καὶ πάντα εὐθέως ἀπολούσασθαι τὰ πεπλημ-μελημένα χωρὶς ὀδύνης καὶ πόνου. Ὁ γὰρ τὴν ψυχὴν θεραπεύων ἰατρὸς, οὐ δεῖται μεθόδων καὶ ὀργάνων, καὶ σιδήρου καὶ πυρός· ἀλλ’ ἀρκεῖ νεῦσαι μόνον, καὶ πάντα ἐκρεῖ τῆς ἡμετέρας ψυχῆς τὰ πλημμε-λήματα, καὶ εἰς τὸ μὴ ὂν ἀφανίζεται. θ. Οὐχ ὁρᾷς τοὺς μοναχοὺς τοὺς τὸν μονήρη βίον ἐπιθυμοῦντας καὶ εἰς τὰς κορυφὰς τῶν ὀρέων ἀνα-χωροῦντας, ὅσην ὑπομένουσι σκληραγωγίαν; Καὶ γὰρ σποδὸν ὑποστρωννύμενοι, καὶ σάκκον περιβαλλό-μενοι, καὶ κλοιὰ παντὶ τῷ σώματι περιτιθέντες, καὶ ἐν οἴκῳ καθείρξαντες ἑαυτοὺς, λιμῷ παλαίουσι δι-ηνεκεῖ, θρήνοις συζῶσι καὶ ἀγρυπνίαις ἀφορήτοις, ἵνα δυνηθῶσι μικρὸν γοῦν μέρος τῶν ἡμαρτημένων ἀποῤ-ῥίψασθαι· σοὶ δὲ ἔξεστι χωρὶς τῆς σκληραγωγίας ἁπάσης ἐκείνης τὴν εὔκολον ταύτην καὶ ῥᾳδίαν εὐ-λάβειαν ἐπιδείξασθαι. Ποῖος γὰρ πόνος, εἰπέ μοι, τῶν ὄντων ἀπολαύοντας, τὰ περιττὰ τῆς χρείας εἰς τοὺς δεομένους ἀναλῶσαι; Εἰ γὰρ μὴ μισθὸς ἔκειτο, εἰ γὰρ μὴ ἀμοιβὴ τοσαύτη ὥριστο, αὐτὴ τοῦ πρά-γματος ἡ φύσις οὐχ ἱκανὴ καὶ τοὺς σφόδρα ἀνημέ-ρους πεῖσαι, τοῖς περιττεύουσιν εἰς παραμυθίαν τῶν δεομένων ἀποχρήσασθαι; Ὅταν δὲ καὶ τοσοῦτοι στέ-φανοι, καὶ τοσαῦται ἀμοιβαὶ, καὶ τοσαύτη ἁμαρτη-μάτων ἀμνηστία διὰ τῆς ἐλεημοσύνης γίνηται, ποίαν ἕξουσιν ἀπολογίαν, εἰπέ μοι, οἱ χρημάτων φειδόμενοι καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν καταποντίζοντες τοῖς ἁμαρτήμασιν; Εἰ γὰρ καὶ μηδέν σε ἕτερον κινεῖ καὶ διανίστησι πρὸς συμπάθειαν καὶ πρὸς ἐλεημο-σύνην, τῆς τελευτῆς τὴν ἀδηλίαν ἀναλόγισαι· καὶ ἐνθυμηθεὶς, ὅτι κἂν μὴ πένησι δῷς, ἐπελθόντος τοῦ θανάτου καὶ ἄκων ἐκστήσῃ ἑτέροις αὐτῶν, κἂν οὕτω γενοῦ φιλάνθρωπος νῦν. Καὶ γὰρ ἐσχάτης ἀνοίας ἂν εἴη, ὧν καὶ ἄκοντες ἐξίστασθαι μέλλομεν, ἑτέροις τούτων μὴ μεταδοῦναι ἑκόντας τοῖς δεομένοις, καὶ ταῦτα μέλλοντας τοσαῦτα ἀπὸ τῆς φιλοφροσύνης ταύτης καρποῦσθαι καλά. Τὸ ὑμῶν περίσσευμα, φησὶ, γενέσθω εἰς τὸ ἐκείνων ὑστέρημα. Τί δέ ἐστιν ὃ λέγει; Μείζονα λαμβάνεις, ἢ δίδως. Δίδως αἰσθητὰ, καὶ λαμβάνεις νοητὰ καὶ πνευματικά· δίδως ἀργύριον, καὶ λαμβάνεις ἁμαρτημάτων ἄφεσιν· λύεις σὺ τῷ πένητι λιμὸν, ἐκεῖνος δέ σοι λύει τοῦ Θεοῦ τὴν ὀρ-γήν. Ἀντίδοσίς τίς ἐστι καὶ πραγματεία πολὺ τῆς δαπάνης μείζω καὶ χρησιμωτέραν τὴν πρόσοδον ἔχουσα. Ἡ μὲν γὰρ δαπάνη ἐν χρήμασι γίνεται· ἡ πρόσοδος δὲ οὐκ ἔτι ἐν χρήμασι μόνον, ἀλλὰ καὶ

Chapter 10 [Latin] · Chapter 10 [Greek]Caput 10. [Latin] · Caput 10. [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐν ἁμαρτημάτων ἀφέσει, καὶ παῤῥησίᾳ τῇ πρὸς τὸν Θεὸν, καὶ βασιλείᾳ τῶν οὐρανῶν, καὶ τῇ τῶν ἀγα-θῶν ἀπολαύσει, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Πῶς οὖν οὐκ ἄτοπον, τοὺς μὲν ἐμπόρους μηδενὸς φείδεσθαι τῶν ὄντων, καὶ ταῦτα οὐχ ἑτέρας τινὸς καινοτέρας, ἀλλ’ ὁμοίας τῇ ἐνθήκῃ τῆς ἐμπορίας αὐτῶν μελλού-σης ἔσεσθαι· ἡμᾶς δὲ διὰ φθαρτῶν καὶ ἐπικήρων οὐχὶ φθαρτὰ καὶ ἐπίκηρα, ἀλλ’ ἄφθαρτα καὶ ἀθάνατα καρποῦσθαι μέλλοντας ἀγαθὰ, μηδὲ τὴν αὐτὴν ἐκεί-νοις φιλοτιμίαν περὶ τὰ ὄντα ἐπιδείκνυσθαι; Μὴ, ἀδελφοὶ, μὴ οὕτω κακῶς περὶ τῆς ἑαυτῶν βουλευώ-μεθα σωτηρίας· ἀλλὰ τὸ παράδειγμα τῶν παρθέ-νων εἰδότες, καὶ τοὺς εἰς τὸ πῦρ ἀπαγομένους τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐπειδὴ μὴ ἔθρεψαν, μηδὲ ἐπότισαν τὸν Χριστὸν, κατ-έχωμεν τοῦ Πνεύματος τὸ πῦρ διὰ φιλανθρωπίας δα-ψιλοῦς καὶ ἐπιτεταμένης ἐλεημοσύνης, ἵνα μὴ περὶ τὴν πίστιν ναυαγήσωμεν. Ἡ μὲν γὰρ πίστις τῆς τοῦ Πνεύματος δεῖται βοηθείας καὶ τῆς παραμονῆς, ἵνα ἄσειστος μένῃ· ἡ δὲ τοῦ Πνεύματος βοήθεια διὰ βίου καθαροῦ καὶ πολιτείας ἀρίστης ἡμῖν εἴωθεν παραμέ-νειν. Ὥστε εἰ μέλλοιμεν ἐῤῥιζωμένην ἔχειν τὴν πί-στιν, πολιτείας ἡμῖν δεῖ καθαρᾶς τῆς τὸ Πνεύμα πειθούσης μένειν καὶ συνέχειν ἐκείνης τὴν δύναμιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι βίον ἀκάθαρτον ἔχοντα, μὴ καὶ περὶ τὴν πίστιν σαλεύεσθαι. ι. Οἱ γοῦν περὶ εἱμαρμένης ληροῦντες, καὶ τῷ σωτηριώδει τῆς ἀναστάσεως διαπιστοῦντες λόγῳ, ἀπὸ συνειδότος πονηροῦ καὶ πράξεων διεφθαρμένων ἐπὶ τὸ βάραθρον τῆς ἀπιστίας ταύτης κατέπεσον. Καὶ καθάπερ οἱ πυρέττοντες βουλόμενοι τὸ πνῖγος ἀπο-τινάξασθαι, κατὰ ψυχρῶν ἑαυτοὺς πολλάκις ἔῤῥιψαν ὑδάτων, καὶ πρὸς βραχὺ παραμυθησάμενοι τὴν νόσον, χαλεπωτέραν ὕστερον ἀνῆψαν τὴν φλόγα· οὕτω δὴ καὶ οἱ πονηρῷ συνεχόμενοι συνειδότι, εἶτα παραμυ-θίαν ζητοῦντες εὑρεῖν καὶ μὴ βουλόμενοι μετανοίᾳ τὰ ἁμαρτήματα ἀπονίψασθαι, τὴν τῆς εἱμαρμένης ἐπεισήγαγον τυραννίδα, καὶ τὴν τῆς ἀναστάσεως ἀπιστίαν. Διὰ τοῦτο ἐνταῦθα ἑαυτοὺς διὰ τῶν ψυχρῶν λογισμῶν πρὸς βραχὺ παραμυθησάμενοι, μείζονα τῆς γεέννης ἀνάψουσιν ἑαυτοῖς τὴν φλόγα, ὅταν γενόμενοι ῥᾳθυμότεροι, εἶτα ἀπελθόντες ἐκεῖ θεάσωνται τῶν ἑαυτοῖς πεπλημμελημένων ἕκαστον αὐτὸν διδόντα εὐθύνας. Καὶ ἵνα μάθητε ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ πράξεις πονηραὶ τῇ τῆς πίστεως λυμαίνονται στεῤ-ῥότητι, ἄκουσον τί φησιν ὁ Παῦλος τῷ Τιμοθέῳ γράφων· Ἵνα στρατεύσῃ, φησὶ, τὴν καλὴν στρα-τείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν (ἡ δὲ ἀγαθὴ συνείδησις ἀπὸ βίου καὶ πράξεων ὀρθῶν γένοιτ’ ἄν)· ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πί-στιν, φησὶν, ἐναυάγησαν. Καὶ πάλιν ἀλλαχοῦ· Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν τῆς πίστεως. Εἶδες ὅτι κἀκεῖνοι ἐναυάγησαν διὰ τοῦτο, καὶ οὗτοι διὰ τοῦτο ἀπεπλανήθησαν, ἐπειδὴ οἱ μὲν τὴν ἀγαθὴν συνείδησιν ἀπώσαντο, οὗτοι δὲ τῆς φιλαργυρίας ἐπελάβοντο; Ἅπερ ἅπαντα λογισάμενοι μετ’ ἀκρι-βείας, ἐπιμελώμεθα πολιτείας ἀρίστης, ὥστε γενέσθαι διπλοῦν ἡμῖν τὸν μισθὸν, ἕνα μὲν, τὸν ἐκ τῆς τῶν ἔργων ἀμοιβῆς ἡτοιμασμένον, ἕτερον δὲ, τὸν ἐκ τῆς κατὰ πίστιν στεῤῥότητος. Ὅπερ γάρ ἐστιν ἡ τροφὴ τῷ σώματι, τοῦτο ἡ πολιτεία τῇ πίστει· καὶ καθάπερ ἡ τῆς σαρκὸς φύσις τῆς ἡμετέρας οὐκ ἂν διακρα-

On the Same Words of the Apostle, 'Having the Same Spirit of Faith' ... Chapter 1: True lovers of the promises mindfulDe eisdem verbis apostoli, habentes autem eumdem spiritum fidei ... [Graecum] · Caput 1: Veri amatores promissorum memores [Graecum] · Caput 1: Veri amatores promissorum memores [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
τηθείη χωρὶς τροφῆς, οὕτως οὐδὲ ἡ πίστις χωρὶς ἔργων ἀγαθῶν· Χωρὶς γὰρ ἔργων ἡ πίστις νεκρά. Ἓν ὑπολέλειπται λοιπὸν εἰπεῖν, τι ποτέ ἐστι, Τὸ αὐτό; Οὐ γὰρ εἶπεν ἁπλῶς, ἔχοντες τὸ Πνεῦμα τῆς πίστεως, ἀλλὰ τί; Ἔχοντες τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως. Καὶ ἐβουλόμην μὲν ἐπεξελθεῖν καὶ τοῦτο τῷ λόγῳ· ἀλλ’ ἐπειδὴ πολλοὺς ποταμοὺς ὁρῶ νοημάτων ἐκ τῆς ψιλῆς ταύτης ῥήσεως ἐξιόντας, δέδοικα μὴ τῷ πλήθει τῶν ῥηθήσεσθαι μελλόντων τὰ εἰρημένα ἐπικλύσας ἅπαντα, ἄχρηστον ὑμῖν ποιήσω τὴν διδασκαλίαν διὰ τῆς ἀμετρίας ὑμῖν λυμηνάμενος. Διόπερ ἐνταῦθα στήσας τὸν λόγον, παρακαλῶ καὶ δέομαι τά τε εἰρη-μένα μετ’ ἀκριβείας φυλάττειν, ὅσα περὶ πολιτείας,

Chapter 2: Against the Manichaeans [Greek] · Chapter 2: Against the Manichaeans [Latin]Caput 2: Contra Manichæos [Graecum] · Caput 2: Contra Manichæos [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ πίστεως, καὶ παρθενίας, καὶ φιλανθρωπίας, καὶ ἐλεημοσύνης ἠκούσατε, καὶ ταῦτα κατέχοντας ἀσφα-λῶς, πρὸς τὴν τῶν μελλόντων ἀκρόασιν ἀπαντῆσαι. Οὕτω γὰρ ἡμῖν στεῤῥὰ καὶ ἄσειστος ἔσται ἡ τῶν εἰρημένων οἰκοδομὴ, ὅταν, τῶν προτέρων καλῶς πεπηγότων ἐν ταῖς ὑμετέραις διανοίαις, τὰ δεύτερα ἐπεμβάλωμεν. Ὁ δὲ Θεὸς ὁ καὶ ἡμῖν ταῦτα εἰπεῖν δοὺς, καὶ ὑμῖν μετὰ προθυμίας ἀκοῦσαι, καταξιώσειε καὶ τὸν διὰ τῶν ἔργων ἐπιδείξασθαι καρπὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-στοῦ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.
PG 51:285Εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· καὶ πρὸς Μανιχαίους, καὶ πάντας τοὺς διαβάλλοντας τὴν Παλαιὰν καὶ διαι-ροῦντας αὐτὴν ἀπὸ τῆς Καινῆς, καὶ περὶ ἐλεημοσύνης. α. Ἀποστολικῆς ὑμῖν ἐξηγήσεως χρέος ὀφείλω παλαιόν· ἀλλὰ τοῦτο τὸ χρέος ὑμεῖς μὲν ἴσως ἐπιλέ-λησθε διὰ τὸν χρόνον, ἐγὼ δὲ οὐκ ἐπιλέλησμαι διὰ τὸν περὶ ὑμᾶς πόθον. Τοιοῦτον γὰρ ἡ ἀγάπη· ἄγρυ-πνόν τι χρῆμα, καὶ μεμεριμνημένον ἐστί· καὶ οὐχὶ τοὺς φιλουμένους μόνον ἐπὶ τῆς διανοίας περιφέρου-σιν οἱ φιλοῦντες, ἀλλὰ καὶ ὅσα ἂν αὐτοῖς ὑπόσχωνται δώσειν, τῶν μελλόντων ἀπολαμβάνειν ἀκριβέστε-ρον τὴν μνήμην ἔχουσιν. Οὕτω καὶ μήτηρ φιλόστοργος τοῖς παισὶ τοῖς ἑαυτῆς λείψανα τραπέζης διατηρή-σασα, κἂν ἐκεῖνοι τύχωσιν ἐπιλαθόμενοι, αὕτη γε οὐκ ἐπιλήσεται, ἀλλὰ μετὰ σπουδῆς αὐτὰ διαφυλά-ξασα πάσης, εἰς μέσον φέρει καὶ διατρέφει πεινῶντας. Εἰ δὲ μητέρες οὕτω περὶ τὰ ἔκγονα φιλόστοργοι, πολλῷ μᾶλλον ἡμᾶς περὶ τὴν ὑμετέραν ἀγάπην πλείονα σπουδὴν καὶ ἐπιμέλειαν ἐπιδείκνυσθαι χρὴ, ὅσῳ τῶν τῆς φύσεως ὠδίνων αἱ τοῦ πνεύματός εἰσι δυνατώτεραι. Τίς οὖν ἡ τράπεζα ἦν, ἧς τὰ λείψανα διετηρήσαμεν ὑμῖν; Ῥῆσις ἦν ἀποστολικὴ, πολλὴν ἡμῖν τότε παρασχοῦσα τροφὴν πνευματικὴν, ἧς μέρος μὲν ἐνεθήκαμεν ὑμῶν τῇ διανοίᾳ, μέρος δὲ εἰς τὴν παροῦσαν ἡμέραν ἀνεβαλλόμεθα, ὥστε μὴ τῷ πλή-θει τῶν λεγομένων καταχῶσαι τῆς μνήμης τῆς ὑμε-τέρας τὴν δύναμιν. Τίς οὖν ἐστιν ἡ ῥῆσις; Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμέ-νον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύο-μεν, διὸ καὶ λαλοῦμεν. Περὶ ποίας μὲν οὖν πίστεως εἴρηται, πότερον τῆς τῶν σημείων ποιητικῆς, περὶ ἦς ὁ Χριστός φησιν· Ἐὰν ἔχετε πίστιν, ὡς κόκ-κον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται· ἢ τῆς τὴν γνῶσιν ἐμποιούσης ἡμῖν, καθ’ ἣν πάντες ἐσμὲν πιστοί· καὶ τίνος ἕνεκα Πνεῦμα πίστεως εἴρηται, καὶ τί ποτέ ἐστιν ἡ πίστις αὕτη, καὶ πάντα δὴ ταῦτα κατὰ δύναμιν τότε πρὸς τὴν ὑμετέραν διελέχθημεν ἀγάπην, ὅτε καὶ τοὺς περὶ ἐλεημοσύνης ἐκινήσαμεν λόγους. Ἐπειδὴ δὲ ἐλείπετο εἰπεῖν καὶ τίνος ἕνεκεν εἴρηται, Πνεῦμα πίστεως τὸ αὐτὸ, καὶ τὸ πλῆθος τῶν τότε λεχθέντων οὐκ ἐπέτρε-πε καὶ ταύτῃ μετ’ ἀκριβείας ἐπεξελθεῖν τῇ ῥήσει· τούτου χάριν εἰς τὴν παροῦσαν ἡμέραν αὐτὴν ἐτα-μιευσάμεθα, καὶ νῦν τοῦτο ἀνέστημεν ἀποδώσοντες ὑμῖν τὸ χρέος. Τίνος οὖν ἕνεκεν εἴρηκε, Τὸ αὐτό;
Πολλὴν συγγένειαν τῆς Καινῆς Διαθήκης πρὸς τὴν Παλαιὰν ἐπιδεῖξαι βούλεται· διὰ τοῦτο καὶ προφητι-κῆς ἡμᾶς ἀνέμνησε ῥήσεως, εἰπὼν, Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα, καὶ ἐπαγαγὼν, Κατὰ τὸ γεγραμμέ-νον· Ἐπίστευσα, διὸ ἐλάλησα. Τοῦτο δὲ ἄνωθεν καὶ πρὸ πολλῶν χρόνων ὁ Δαυὶ̈δ ἦν εἰρηκὼς, ὅπερ ὁ Παῦλος παρήγαγε νῦν, δηλῶν ὅτι τοῦ Πνεύματος ἡ χάρις ἡ αὐτὴ καὶ ἐν ἐκείνῳ τότε, καὶ νῦν ἐν ἡμῖν τὴν τῆς πίστεως ἐῤῥίζωσε δύναμιν· ὡσεὶ ἔλεγε, Τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, τὸ καὶ ἐν ἐκείνῳ λαλῆσαν, καὶ ἐν ἡμῖν ἐνήργησε. β. Ποῦ νῦν εἰσιν οἱ τὴν Παλαιὰν διαβάλλοντες, οἱ τὸ σῶμα τῆς Γραφῆς διασπῶντες, οἱ τῇ Καινῇ μὲν ἄλ-λον, ἕτερον δὲ τῇ Παλαιᾷ Θεὸν ἀπονέμοντες; Ἀκουέ-τωσαν Παύλου τὰ στόματα τὰ ἄθεα ἐμφράττοντος, καὶ ἐπιστομίζοντος τὴν θεομάχον γλῶτταν, καὶ διὰ τῆς ῥήσεως ταύτης δεικνύοντος, ὅτι τὸ αὐτὸ Πνεῦμα καὶ ἐν τῇ Παλαιᾷ, καὶ ἐν τῇ Καινῇ. Καὶ γὰρ αὐτὰ τὰ ὀνόματα πολλὴν ἡμῖν τῶν Διαθηκῶν δείκνυσι τὴν συμφωνίαν. Ἡ γὰρ Καινὴ διὰ τὴν Παλαιὰν εἴρηται, καὶ ἡ Παλαιὰ διὰ τὴν Καινήν· καθάπερ οὖν καὶ ὁ Παῦλός φησιν, Ἐν τῷ λέγειν Καινὴν πεπαλαίωκε τὴν προτέραν. Εἰ δὲ μὴ τοῦ αὐτοῦ εἶεν Δεσπότου, οὔτε αὕτη Καινὴ, οὔτ’ ἐκείνη Παλαιὰ δύναιτ’ ἂν λέ-γεσθαι. Ὥστε αὕτη ἡ ἐν τοῖς ὀνόμασι διαφορὰ τὴν συγγένειαν ἑκατέρας ἐκδείκνυται, καὶ ἡ διαφο-ρὰ δὲ αὕτη οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὴν τῶν χρόνων ἐναλλαγήν ἐστι· καὶ γὰρ τὸ καινὸν τῷ πα-λαιῷ κατὰ τοῦτο ἀντιδιαστέλλεται μόνον· ἡ δὲ τῶν χρόνων ἐναλλαγὴ οὐδὲ διαφορὰν δεσποτείας οὐδὲ μείωσιν εἰσάγει. Καὶ τοῦτο πάλιν ὁ Χριστὸς ἐνέφη-νεν, εἰπών· Διὰ τοῦτο λέγω ὑμῖν, Πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Ὁρᾷς διά-φορα μὲν τὰ κτήματα, μίαν δὲ τὴν δεσποτείαν; Ὥσπερ οὖν ἐκεῖνος δύναται ἐκβάλλειν καινὰ καὶ πα-λαιὰ εἷς ὢν οἰκοδεσπότης, οὕτω δὴ καὶ ἐνταῦθα δυ-νατὸν ἑνὸς εἶναι Θεοῦ τὴν Καινὴν καὶ τὴν Παλαιάν· αὐτὸ γὰρ τοῦτο μάλιστα δείκνυσιν αὐτοῦ τὸν πλοῦτον καὶ τὴν περιουσίαν, τὸ μὴ μόνον καινὰ κεκτῆσθαι, ἀλλὰ καὶ ἐν τοῖς παλαιοῖς τὴν περιουσίαν ἐνδείκνυσθαι. Ὥστε διαφορὰ μόνον ἐστὶν ὀνομάτων ἐν ταῖς Διαθή-

Chapter 3Caput 3. [Latin] · Caput 3. [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καις οὐ μάχη, οὐδὲ ἐναντίωσις. Τὸ γὰρ παλαιὸν ἐκ τοῦ καινοῦ γίνεται παλαιόν· τοῦτο δὲ οὐ μάχης, οὐδὲ ἐναντιώσεως, ἀλλὰ διαφορᾶς ὀνόματος μόνης. Ἐγὼ δὲ τοσαύτην ὑπερβολὴν ποιοῦμαι, ὅτι, εἰ καὶ ἐναντίοι ἦσαν οἱ νόμοι τῆς Παλαιᾶς τοῖς τῆς Καινῆς, σφόδρα ἂν διισχυρισάμην, ὡς οὐδὲ οὕτως ἕτερον ἐπεισάγειν Θεὸν ἐχρῆν. Εἰ μὲν γὰρ κατὰ τὸν αὐτὸν καιρὸν, τοῖς αὐτοῖς ἀνθρώποις, περὶ τὰ αὐτὰ διατρίβουσιν, ἐν τοῖς αὐτοῖς οὖσι πράγμασιν, ἐναντίους ἐπέταττε νόμους, εἶχεν ἄν τινα αὐτοῖς λόγον ἴσως τὸ σόφισμα· εἰ δὲ ἑτέροις μὲν ἐκεῖνοι, ἑτέροις δὲ ἐγράφησαν οὗτοι, καὶ ἐν ἑτέρῳ μὲν ἐκείνοις καιρῷ, ἐν ἑτέρῳ δὲ τούτοις, ἄλλως ἐκείνοις διακειμένοις, καὶ ἑτέρως τούτοις, ποία ἀνάγκη διὰ τὴν τῶν νόμων διαφορὰν ἐναντίους εἰσάγειν νομοθέτας δύο; Ἐγὼ μὲν οὐδεμίαν ὁρῶ, εἰ δὲ αὐτοὶ λέγειν ἔχουσι, εἰπάτωσαν· ἀλλ’ οὐκ ἂν ἔχοιεν. Καὶ γὰρ καὶ ἰατρὸς ἐναντία πολλὰ ποιεῖ πολλάκις· ἀλλ’ οὐκ ἀπὸ ἐναντίας τῆς γνώμης, ἀλλ’ ἀπὸ μιᾶς καὶ συμφώνου. Καὶ γὰρ καίει καὶ οὐ καίει, τέμνει καὶ οὐ τέμνει τὸ αὐτὸ σῶμα πολλάκις· καὶ νῦν μὲν πικρὰ, νῦν δὲ γλυκέα δίδωσι πίνειν φάρμακα· καὶ τὰ μὲν γινόμενα ἐναντία, ἡ γνώμη δὲ, ἀφ’ ἧς ταῦτα γί-νεται, σύμφωνος καὶ μία· πρὸς γὰρ ἓν τέλος βλέπει, τὴν τοῦ κάμνοντος ὑγίειαν. Πῶς οὖν οὐκ ἄτοπον ἰατρῷ μὲν μὴ ἐγκαλεῖν ἐναντία ποιοῦντι πολλὰ καὶ περὶ σώματος ἑνὸς φύσιν, τῷ Θεῷ δὲ μέμψιν ἐπάγειν, εἰ κατὰ διαφόρους καιροὺς διαφόροις ἀνθρώποις διάφορα ἔδωκε τὰ προστάγματα; γ. Ὅτι μὲν οὖν, εἰ καὶ ἐναντίοι ἦσαν οἱ νόμοι, οὐδὲ οὕτως ἐγκαλεῖν ἔδει, δῆλον ἐκ τούτων· ὅτι δὲ οὐδέ εἰσιν ἐναντίοι, ἀλλὰ διάφοροι μόνον, φέρε, τοὺς νόμους εἰς μέσον προχειρισώμεθα. Ἠκούσατε, φησὶν, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις. Οὗτος παλαιὸς ὁ νόμος· ἴδωμεν τὸν τῆς Καινῆς· Ἐγὼ δὲ λέγω ὑμῖν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔν-οχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρός. Ταῦτα ἐναν-τία, εἰπέ μοι, τὰ προστάγματα; Καὶ τίς ἀνθρώπων, κἂν ὁπωσοῦν διανοίας μετέχων, τοῦτο ἂν εἴποι; Εἰ μὲν γὰρ τοῦ προτέρου κελεύσαντος μὴ φονεύειν, οὗτος ἐκέλευσεν, ἴσως ἄν τις ἀντινομίαν ἔφησεν εἶναι τὸ λεγόμενον· εἰ δὲ ἐκείνου κελεύοντος μὴ φονεύειν, οὗτος ἐκέλευσε μηδὲ ὀργίζεσθαι, ἐπίτασις, οὐκ ἐναν-τίωσις ὁ πρότερος τοῦ δευτέρου νόμος ἐστίν· ὁ μὲν γὰρ τὸν καρπὸν τῆς κακίας ἐξέτεμε, τὸν φόνον, οὗ-
τος δὲ καὶ τὴν ῥίζαν ἀνέσπασε, τὴν ὀργήν· ἐκεῖνος τὸ ῥεῦμα τῆς πονηρίας ἐξέκοψεν, οὗτος καὶ τὴν πη-γὴν αὐτὴν ἐξήρανε. Πηγὴ γὰρ καὶ ῥίζα τοῦ φόνου θυμὸς καὶ ὀργή. Ἐκεῖνος τοῦτο προπαρεσκεύασεν ὁ νόμος τὴν φύσιν τὴν ἡμετέραν, οὗτος ἐλθὼν τὸ λεῖ-πον ἐπλήρωσε. Ποία ἐναντιότης, ὅταν ὁ μὲν τὸ τέλος τῶν κακῶν, ὁ δὲ καὶ τὴν ἀρχὴν ἐκκόπτῃ; Ἐκεῖνος τὴν χεῖρα καθαρὰν ἐποίησεν αἵματος, οὗτος καὶ τὴν διάνοιαν αὐτὴν ἀπήλλαξε τῶν πονηρῶν βουλευμάτων. Ταῦτα δὲ συμφωνούντων ἀλλήλοις νόμων, οὐχὶ μαχο-μένων ἐστίν· ὅπερ ἄνω καὶ κάτω σπουδάζουσι κατα-σκευάζειν οἱ τῆς ἀληθείας ἐχθροὶ, μὴ συνορῶντες, ὅτι ἐκ τούτου μεγάλῃ ῥᾳθυμίας καὶ ὑπεροψίας αἰτίᾳ τὸν τῆς Καινῆς Θεὸν ὑποβάλλουσιν· εὑρεθήσεται γὰρ (ἡ δὲ βλασφημία εἰς τὴν τῶν ταῦτα ἀναγκαζόντων

Chapter 4. One legislator for both Testaments. The error of Paul of Samosata [Latin] · Chapter 4. One legislator for both Testaments. The error of Paul of Samosata [Greek]Caput 4: Unus est utriusque Testamenti legislator. Pauli Samosatensis error [Latin] · Caput 4: Unus est utriusque Testamenti legislator. Pauli Samosatensis error [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἡμᾶς λέγειν περιτραπείη κεφαλὴν) ἀκαίρως τὰ καθ’ ἡμᾶς οἰκονομήσας· τὸ δὲ πῶς, ἐγὼ λέγω. Γαλακτο-τροφίᾳ προσέοικεν ἡ τῆς Παλαιᾶς Διαθήκης παιδα-γωγία, στερεᾷ δὲ τροφῇ τῆς Καινῆς Διαθήκης ἡ φι-λοσοφία· οὐδεὶς δὲ πρὶν ἢ θρέψαι γάλακτι, πρὸς τὴν στερεὰν ἄγει τροφήν. Ὅπερ ἔσται πεποιηκὼς ὁ τῆς Καινῆς Θεὸς ἄνπερ μὴ αὐτὸς ᾖ ὁ τὴν Παλαιὰν δεδω-κώς· πρὸ γὰρ τοῦ θρέψαι γάλακτι καὶ τῇ διὰ τοῦ νόμου παιδαγωγίᾳ, ἐπὶ τὴν στερεὰν ἡμᾶς ἤγαγε τρο-φήν. Οὐ τούτῳ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρῳ μείζονι τούτου πάλιν αὐτὸν ὑποβάλλουσιν ἐγκλήματι, εἴ γε μετὰ πεντακισχίλια καὶ πλείονα ἔτη τοῦ γένους ἧκε προνοήσων τοῦ ἡμετέρου. Εἰ γὰρ μὴ αὐτὸς ἦν, ὁ διὰ τῶν προφητῶν καὶ τῶν πατριαρχῶν καὶ τῶν δικαίων ἀνθρώπων τὰ καθ’ ἡμᾶς ἅπαντα οἰκονομῶν, ἀλλ’ ἕτε-ρός τις παρὰ τοῦτον ὀψέ ποτε καὶ βραδέως εὑρεθή-σεται τῆς ἡμετέρας ἐπειλημμένος προνοίας, ὥσπερ ἔκ τινος μετανοίας ἀνενεγκών· ὅπερ οὐ Θεοῦ μόνον, ἀλλὰ καὶ ἀνθρώπου τοῦ τυχόντος ἀνάξιον ἂν εἴη, τος-ούτους ἀφέντος ἀπολέσθαι ἐν τοσούτῳ χρόνῳ, ὀψέ ποτε ἐν ἐσχάτῳ τῶν καιρῶν τῆς τῶν ὀλίγων ἐπιλαβέσθαι προνοίας. δ. Ὁρᾷς ὅσαις τὸν Θεὸν ὑποβάλλουσι βλασφημίαις ἐκεῖνοι, ἕτερον μὲν τῆς Καινῆς, ἕτερον δὲ τῆς Πα-λαιᾶς λέγοντες εἶναι νομοθέτην; Ἅπερ ἅπαντα λύε-ται, ἂν ἕνα ἑκατέρας τῆς Διαθήκης δῶμεν εἶναι Θεόν. Εὑρεθήσεται γὰρ κατὰ λόγον τὰ καθ’ ἡμᾶς οἰκονο-μῶν, τότε μὲν διὰ τοῦ νόμου, νῦν δὲ διὰ τῆς χάριτος, καὶ οὐ προσφάτως, οὐδὲ νεωστὶ, ἀλλ’ ἄνωθεν καὶ ἐκ πρώτης ἡμέρας τῆς ἡμετέρας ἐπειλημμένος προνοίας. Ἵνα δὲ μειζόνως αὐτῶν τὰ στόματα ἀποῤῥάψωμεν, φέρε, καὶ αὐτὰς τὰς ῥήσεις παραγάγωμεν, καὶ προ-φήτας, καὶ ἀποστόλους βοῶντας, ὅτι Καινῆς καὶ Πα-λαιᾶς εἷς ἐστιν ὁ νομοθέτης. Παρίτω τοίνυν εἰς μέσον ὁ ἐκ κοιλίας ἁγιασθεὶς Ἱερεμίας, καὶ αὐτὸ τοῦτο δει-κνύτω σαφῶς ἕνα καὶ τὸν αὐτὸν ἑκατέρας ὄντα τῆς Διαθήκης Θεόν. Τί οὖν οὗτός φησιν, ἐκ προσώπου τοῦ νομοθέτου κηρύττων; Διαθήσομαι ὑμῖν διαθή-κην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Ὥστε ὁ τὴν Καινὴν αὐτοῖς διαθέμενος, αὐτός ἐστιν ὁ καὶ τὴν Παλαιὰν δοὺς Θεός. Ἐνταῦθα καὶ τοὺς ἀπὸ Παύλου τοῦ Σαμοσατέως ἐπε-στόμισεν ἱκανῶς, οἳ τὴν προαιώνιον ὕπαρξιν ἀναι-ροῦσι τοῦ Μονογενοῦς. Εἰ γὰρ πρὸ τοῦ τόκου τῆς Μα-ρίας οὐκ ἦν, οὐδὲ ὑπῆρχε πρὶν ἢ φανῆναι ἐν σαρκὶ, πῶς ἐνομοθέτει ὁ μὴ ὤν; πῶς δὲ ἔλεγε, Διαθήσο-μαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν; πῶς διέθετο τοῖς πατράσιν αὐτῶν μὴ ὑπάρχων, μηδὲ ὢν, κατὰ τὸν ἐκείνων λόγον; Ἀλλὰ πρὸς Ἰουδαίους μὲν καὶ τοὺς τὰ Ἰουδαίων νοσοῦντας Παυλιανοὺς ἱκανὴ στῆναι ἡ τοῦ προφήτου μαρτυρία· ἵνα δὲ καὶ Μανιχαίους ἐπιστομίσωμεν, ἀπὸ τῆς Καινῆς τὴν μαρτυρίαν παρ-αγάγωμεν, ἐπειδὴ τῆς Παλαιᾶς οὐδεὶς αὐτοῖς ἐστι λόγος, μᾶλλον δὲ οὐδὲ τῆς Καινῆς· ἀλλὰ καὶ ταύτην, ἣν δοκοῦσι τιμᾷν, οὐχ ἧττον ἐκείνης καθυβρίζουσιν· ἑνὶ μὲν τρόπῳ, τῷ τῆς Παλαιᾶς ἐκκόψαι, καὶ τὸ ἀξιό-πιστον αὐτῆς λυμήνασθαι. Οὐ γὰρ μικρὰ τῶν ἐν αὐτῇ κειμένων τῆς ἀληθείας ἀπόδειξις, τῶν ἐν τῇ Παλαιᾶ

Chapter 5: Proof that there is one legislator of both Testaments from apostolic words and the prefiguration of the New by the OldCaput 5: Probat unum esse legislatorem utriusque Testamenti ex apostolicis verbis, et ex eo quod Vetus Novum præfiguraverit [Graecum] · Caput 5: Probat unum esse legislatorem utriusque Testamenti ex apostolicis verbis, et ex eo quod Vetus Novum præfiguraverit [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
προφητειῶν ἡ προαναφώνησις ἦν, οὓς ἀποστραφέντες οὗτοι οὐκ αἰσθάνονται τῶν προφητῶν μᾶλλον τοὺς ἀποστόλους ἀτιμάσαντες. Ἑνὶ μὲν οὖν τρόπῳ τούτῳ τὴν Καινὴν καθυβρίζουσιν, ἑτέρῳ δὲ πάλιν δευτέρῳ, τῷ τὰ πλείονα αὐτῆς ἐκκόψαι. Πλὴν ἀλλὰ καὶ αὐτὴ τῶν ἐν τῇ αὐτῇ κειμένων ἡ δύναμις τοσαύτη, ὡς καὶ ἀπ’ αὐτῶν τῶν λειψάνων εὐφώρατον αὐτῶν γενέ-σθαι ποιεῖ τὴν κακουργίαν· τὰ γὰρ ἀποκοπέντα μέλη κράζει καὶ βοᾷ, τὴν πρὸς τὰ οἰκεῖα μέλη συμφωνίαν ἐπιζητοῦντα. ε. Πῶς οὖν ἀποδείξομεν, ὅτι Καινῆς καὶ Παλαιᾶς εἷς ἐστιν ὁ νομοθέτης; Ἀπὸ τούτων τῶν παρ’ αὐτοῖς ὑπολελειμμένων ῥημάτων τῶν ἀποστολικῶν, ἃ δοκεῖ μὲν ἔχειν τοῦ νόμου κατηγορίαν, συνίστησι δὲ αὐτὸν μάλιστα, καὶ δεικνύει θεῖον ὄντα χρησμὸν καὶ ἄνωθεν ἥκοντα. Καὶ τοῦτο δὲ τῆς τοῦ Πνεύματος ἐγένετο σο-φίας, ὥστε τῇ προχείρῳ ῥήσει δελεασθέντας τοὺς τοῦ νόμου κατηγοροῦντας ἄκοντας καὶ ἀγνοοῦντας δέξα-σθαι τὴν ὑπὲρ αὐτοῦ γεγραμμένην ἀπολογίαν· ἵνα, ἂν μὲν θελήσωσι πρὸς τὴν ἀλήθειαν ἰδεῖν, ἔχωσι τὴν ῥῆσιν τὴν χειραγωγοῦσαν αὐτούς· ἂν δὲ ἐπιμένωσι τῇ ἀπιστίᾳ, μηδεμιᾶς συγγνώμης λοιπὸν τύχωσι, καὶ αὐτοῖς, οἷς δοκοῦσι πιστεύειν, ἀπιστοῦντες κατὰ τῆς ἑαυτῶν σωτηρίας. Ποῦ τοίνυν ἡ Καινὴ ἑαυτῆς καὶ τῆς Παλαιᾶς ἕνα τὸν νομοθέτην εἶναί φησι; Πολλα-χοῦ μὲν καὶ ἀλλαχοῦ· ἡμεῖς δὲ ἐκείνην τέως σπουδά-ζομεν τὴν περικοπὴν εἰς μέσον ἀγαγεῖν, τὴν καὶ παρὰ τοῖς Μανιχαίοις σωζομένην ἔτι καὶ νῦν. Τίς οὖν ἐστιν αὕτη; Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, φησὶ, τὸν νόμον οὐκ ἀκούετε, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας; Ἤκουσαν οἱ αἱρετικοὶ, ὅτι ἕνα ἐκ τῆς παιδίσκης, καὶ εὐθέως ἐπεπήδησαν· ἐνό-μισαν γὰρ κατηγορίαν εἶναι τοῦ νόμου τὸ λεγόμενον· καὶ ἐκκόψαντες αὐτὴν τῆς λοιπῆς ἀκολουθίας, ὡς συνηγοροῦσαν αὐτοῖς κατέχουσι. Φέρε οὖν ἀπ’ αὐτοῦ δείξωμεν ἕνα ὄντα τὸν νομοθέτην. Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· ταῦτα δέ ἐστι, φησὶν, ἀλληγορούμενα. Τί δέ ἐστιν, Ἀλληγορούμενα; Τύποι τῶν ἐν τῇ χάριτι γενομένων ἦσαν τὰ ἐν τῇ Παλαιᾷ Διαθήκῃ γι-νόμενα. Ὥσπερ γὰρ ἐκεῖ δύο γυναῖκες, οὕτως ἐνταῦ-θα δύο Διαθῆκαι. Πρῶτον μὲν ἐν τούτῳ δείκνυσι τὴν συγγένειαν τῆς Καινῆς πρὸς τὴν Παλαιὰν, ὅταν ἐκεῖνα τούτων ᾖ τύπος. Ὁ γὰρ τύπος τῆς ἀληθείας οὐκ ἐναντίον, ἀλλὰ συγγενές. Εἰ δὲ ἐναντίος ἦν ὁ Θεὸς τῆς Παλαιᾶς τῷ Θεῷ τῆς Καινῆς, οὐκ ἔμελλε διὰ τῶν γυναικῶν προδιατυποῦν τῆς Καινῆς Διαθήκης τὴν ὑπεροχήν. Εἰ δὲ καὶ ἐκεῖνος προδιετύπωσε, τὸν Παῦ-λον ἐχρῆν μὴ ἀποχρήσασθαι τῷ τύπῳ. Εἰ δὲ λέγοιεν, ὅτι Ἰουδαϊκῇ συγκαταβαίνων ἀσθενείᾳ, τοῦτο ἐποίει, ἐχρῆν καὶ Ἕλλησι κηρύττοντα τύπους Ἑλληνικοὺς εἰσάγειν, καὶ ἱστορίας μεμνῆσθαι τῶν παρ’ Ἕλλησι γεγενημένων πραγμάτων. Ἀλλὰ οὐκ ἐποίησε τοῦτο· καὶ μάλα εἰκότως. Ἐκεῖνα μὲν γὰρ οὐδὲν κοινὸν εἶχε πρὸς τὴν ἀλήθειαν, ταῦτα δὲ Θεοῦ χρησμοὶ καὶ νό-

Chapter 6: Second argument from the same history. Many in the Old Testament led by love, not fearCaput 6: Argumentum secundum ex eadem historia. Non pauci in Veteri Testamento amore ducti, non timore [Graecum] · Caput 6: Argumentum secundum ex eadem historia. Non pauci in Veteri Testamento amore ducti, non timore [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
μοι· διὸ καὶ πολλὴν συγγένειαν ἔχει τὰ παλαιὰ πρὸς τὴν Καινὴν Διαθήκην. 2. Πρῶτον μὲν οὖν τοῦτο δείκνυσιν, ὅτι πολλὴ ἡ συμφωνία τῆς Καινῆς πρὸς τὴν Παλαιάν· δεύτερον δὲ οὐκ ἔλαττον τούτου, καὶ αὐτῇ τῇ ἱστορίᾳ. Ὥσπερ γὰρ
PG 51:289τότε δύο γυναῖκες ἦσαν ἑνὸς ἀνδρὸς, οὕτω καὶ νῦν δύο Διαθῆκαι ἑνὸς νομοθέτου· ἐπεὶ, ἂν ἄλλος ᾖ τῆς Καινῆς, καὶ ἄλλος τῆς Παλαιᾶς, περιττῶς τὴν ἱστο-ρίαν εἰσήγαγεν. Οὐ γὰρ ἄλλος μὲν ἦν τῆς Σάῤῥας ἀνὴρ, ἄλλος δὲ τῆς Ἅγαρ, ἄλλ’ εἷς καὶ ὁ αὐτός. Ὥστε, ὅταν λέγῃ, Αὗται γάρ εἰσι δύο διαθῆκαι, οὐδὲν ἕτερον λέγει, ἀλλ’ ἢ, ὅτι ἕνα ἔχουσι νομοθέτην, καθάπερ ἐκεῖναι ἕνα ἄνδρα τὸν Ἀβραάμ. Ἀλλ’ ἡ μὲν δούλη, φησὶν, ἡ δὲ ἐλευθέρα ἦν. Καὶ τί τοῦτο; τέως γὰρ ζητούμενον ἦν, εἰ εἷς ἑκατέρων νομοθέτης. Καταδεξάσθωσαν τοίνυν τοῦτο πρότερον, καὶ τότε πρὸς ἐκεῖνο αὐτοῖς ἀποκρινούμεθα. Ἂν γὰρ τοῦτο καταναγκάζῃς αὐτοὺς δέξασθαι, καὶ πεισθῶσιν, ἅπαν αὐτῶν τὸ δόγμα οἰχήσεται. Ὅταν γὰρ εὑρεθῇ τοῦ αὐ-τοῦ νομοθέτου καὶ ἡ Παλαιὰ οὖσα, καθάπερ οὖν καὶ ἔστι, πᾶσα λέλυται ἡμῖν ἡ πρὸς ἐκείνους ἀμφισβήτη-σις. Ἵνα δὲ μηδὲ τοῦτο ὑμᾶς θορυβῇ, πρόσχωμεν ἀκριβῶς τῇ ῥήσει. Οὐ γὰρ εἶπε, Μία μὲν δούλη, μία δὲ ἐλευθέρα· ἀλλὰ, Μία μὲν εἰς δουλείαν γεννῶσα· οὐ πάντως δὲ ἡ εἰς δουλείαν γεννήσασα, δούλη· καὶ αὐτὸ δὲ τὸ εἰς δουλείαν τεχθῆναι, οὐ τῆς τεκούσης ἔγκλημα, ἀλλὰ τῶν τεχθέντων παιδίων. Ἐπειδὴ γὰρ τῆς ἐλευθερίας διὰ τὴν κακίαν ἑαυτοὺς ἀπεστέρησαν, καὶ τῆς εὐγενείας ἐξέπεσον, ὡς δούλους αὐτοὺς ἀγνώ-μονας ἐπαίδευσεν ὁ Θεὸς φόβῳ διηνεκεῖ, κολάζων τιμωρίαις καὶ ἀπειλαῖς. Πολλοὶ γοῦν καὶ νῦν πατέρες τοὺς ἑαυτῶν υἱοὺς, οὐχ ὡς υἱοὺς ἐνάγουσιν, ἀλλὰ μετὰ τοῦ πρέποντος οἰκέταις φόβου· καὶ τὸ ἔγκλημα οὐχὶ τῶν πατέρων ἐστὶν, ἀλλὰ τῶν τοὺς πατέρας παρασκευασάντων παίδων, ὡς δούλοις κε-χρῆσθαι τοῖς ἐλευθέροις. Οὕτω καὶ ὁ Θεὸς τὸν λαὸν τότε ἐκεῖνον μετὰ τοσούτου φόβου καὶ τιμωρίας τος-αύτης ἐνῆγε, μεθ’ ὅσης εἰκὸς ἦν οἰκέτην ἀγνώμονα· ἀλλ’ οὐ κατηγορία τοῦ Θεοῦ τὸ γινόμενον, οὐδὲ ἔγ-κλημα τοῦ νόμου, ἀλλὰ τῶν ἀφηνιαζόντων Ἰουδαίων, σφοδροτέρου δεηθέντων χαλινοῦ. Ἐν αὐτῇ γοῦν τῇ Παλαιᾷ εὑρεθήσονται πολλοὶ οὐχ οὕτως ἀχθέντες, οἷον ὁ Ἄβελ, ὁ Νῶε, ὁ Ἀβραὰμ, ὁ Ἰσαὰκ, ὁ Ἰακὼβ, ὁ Ἰωσὴφ, ὁ Μωϋσῆς, ὁ Ἠλίας, ὁ Ἐλισσαῖος, οἱ ἄλλοι πάντες, ὅσοι τὴν ἐν τῇ Καινῇ φιλοσοφίαν ἐζήλωσαν. Οὐ γὰρ φόβῳ καὶ κολάσει, οὐδὲ ἀπειλῇ καὶ τιμωρίᾳ, ἀλλ’ ἀγάπῃ θείᾳ καὶ φίλτρῳ ζέοντι τῷ περὶ Θεὸν ἐγέ-νοντο τοιοῦτοι, οἷοι δὴ καὶ ἐγένοντο. Οὐ γὰρ ἐδεήθησαν προσταγμάτων, οὐδὲ ἐντολῶν καὶ νόμων, ὥστε ἀρε-τὴν ἑλέσθαι καὶ φεύγειν κακίαν, ἀλλ’ ὥσπερ εὐγενεῖς παῖδες καὶ ἐλεύθεροι, τὴν οἰκείαν ἐπιγνόντες ἀξίαν, χωρὶς φόβου τινὸς καὶ κολάσεως ηὐτομόλησαν πρὸς τὴν ἀρετήν· οἱ δὲ λοιποὶ πάντες Ἰουδαῖοι, ἐπειδὴ πρὸς κακίαν ἀπέκλιναν, τοῦ κατὰ τὸν νόμον ἐδεήθη-σαν χαλινοῦ. Ὅτε γοῦν ἐποίησαν τὸν μόσχον, καὶ τὸ γλυπτὸν προσεκύνησαν, τότε ἤκουσαν· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν· ὅτε ἐφόνευσαν, καὶ τὰς γυναῖκας τῶν πλησίον διέφθειραν, τότε ἤκουσαν,

Chapter 7 · Chapter 8: Alms are given even to the unworthy. Paul recalls the slothful from idleness, but is far from discouraging beneficenceCaput 7. [Latin] · Caput 8: Eleemosyna etiam indignis datur. Segnes revocat ab otio Paulus, sed multum abest quin a benefuriendo averiat [Latin] · Caput 7. [Graecum] · Caput 8: Eleemosyna etiam indignis datur. Segnes revocat ab otio Paulus, sed multum abest quin a benefuriendo averiat [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Οὐ φονεύσεις, οὐ μοιχεύσεις, καὶ τὰ ἄλλα δὲ πάντα ὁμοίως. ζ. Ὥστε οὐκ ἔγκλημα τοῦ νόμου τὸ κόλασιν ἐπάγειν καὶ τιμωρίαν, καὶ καθάπερ οἰκέτας ἀγνώμονας παι-δεύειν καὶ σωφρονίζειν, ἀλλὰ καὶ ἐγκώμιον μέγιστον, καὶ οὐχ ὁ τυχὼν ἔπαινος, ὅτι τοὺς πρὸς τοσαύτην κατενεχθέντας κακίαν ἠδυνήθη διὰ τῆς οἰκείας σφο-δρότητος ἀπαλλάξαι τῆς πονηρίας, μαλάξαι τε καὶ ποιῆσαι καταπειθεῖς τῇ χάριτι, καὶ πρὸς τὴν τῆς Καινῆς ὁδηγῆσαι φιλοσοφίαν. Τὸ γὰρ αὐτὸ Πνεῦμα καὶ τὰ ἐν τῇ Παλαιᾷ, καὶ τὰ ἐν τῇ Καινῇ πάντα ᾠκονόμει, εἰ καὶ διαφόρως. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πί-στεως κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα. Οὐ διὰ τοῦτο δὲ μόνον ἔλεγε, Τὸ αὐτὸ Πνεῦμα, ἀλλὰ καὶ δι’ ἑτέραν αἰτίαν οὐκ ἐλάττονα τῆς εἰρημέ-νης, ἣν ἐβουλόμην μὲν νῦν εἰπεῖν, δεδοικὼς δὲ μὴ τὰ εἰρημένα ἐκβλύσητε, εἰς ἑτέραν ὑμῖν διάλεξιν ταύτην ταμιεύσομαι, τέως ταύτης μεμνῆσθαι πάσης παρα-καλέσας ὑμᾶς, καὶ μετὰ ἀκριβείας φυλάττειν αὐτὴν, καὶ τὴν ἀπὸ τῆς πολιτείας ἀρετὴν προστιθέναι, καὶ τῇ τῶν δογμάτων συνυφαίνειν αὐτὴν καθαρότητι· Ἵνα ἄρτιος ὁ ἄνθρωπος ᾖ τοῦ Θεοῦ, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος· ἐπεὶ κέρδος οὐδὲν ἔσται ἡμῖν τῶν ὀρθῶν δογμάτων, ὅταν ὁ βίος διεφθαρ-μένος ᾖ· ὥσπερ οὖν οὐδὲ πολιτείας ἀρίστης ὄφελος, πίστεως οὐκ οὔσης ὑγιοῦς. Ἵνα οὖν ἀπηρτισμένην ἔχωμεν τὴν ὠφέλειαν, ἑκατέρωθεν ἑαυτοὺς ἀσφαλι-ζώμεθα, ἔν τε τοῖς ἄλλοις ἅπασι καρποὺς ἐπιδεικνύ-μενοι γενναίους, καὶ μετὰ τῶν ἄλλων τὴν ἐλεημοσύ-νην, περὶ ἧς καὶ πρώην ὑμῖν διελέχθην, μετὰ πολλῆς μὲν τῆς προθυμίας, μετὰ πολλῆς δὲ αὐτὴν ἐπιτελοῦντες τῆς δαψιλείας. Ὁ γὰρ σπείρων φειδο-μένως, φησὶ, φειδομένως καὶ θερίσει· καὶ ὁ σπεί-ρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει. Τί ἐστιν, Ἐπ’ εὐλογίαις; Μετὰ πολλῆς τῆς ἀφθονίας. Ἐνταῦθα μὲν οὖν ἐπὶ τῶν βιωτικῶν πραγμάτων καὶ ὁ ἀμητὸς καὶ ὁ σπόρος τῶν αὐτῶν ἐστι σπερμάτων· καὶ γὰρ ὁ σπείρων, πυρὸν ἢ κριθὰς καταβάλλει, ἢ καὶ ἄλλο τι τῶν τοιούτων, καὶ ὁ θερίζων τὸ αὐτὸ θε-ρίζει πάλιν· ἐπὶ δὲ τῆς ἐλεημοσύνης οὐχ οὕτως, ἀλλὰ ἑτέρως. Σὺ μὲν γὰρ καταβάλλεις ἀργύριον, συλλέγεις δὲ παῤῥησίαν τὴν πρὸς τὸν Θεόν· δίδως χρήματα, καὶ λαμβάνεις ἁμαρτημάτων λύσιν· παρέχεις ἄρτον καὶ ἱμάτιον, καὶ ἀντὶ τούτων σοι ἡ τῶν οὐρανῶν εὐτρεπίζεται βασιλεία, καὶ τὰ μυρία ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· τὸ δὴ πάντων κεφάλαιον τῶν ἀγα-θῶν, ὅμοιος γίνῃ τῷ Θεῷ, κατὰ δύναμιν τὴν ἀνθρω-πίνην. Περὶ γὰρ ἐλεημοσύνης καὶ φιλανθρωπίας διαλεχθεὶς ὁ Χριστὸς ἐπήγαγεν· Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὐ δύνασαι ἀνατεῖλαι ἥλιον, οὐδὲ ὄμβρους ἀφεῖναι σὺ, οὐδὲ οἰκουμένην εὐεργετῆσαι τοσαύτην· τοῖς οὖσι χρήμασιν ἀπόχρησαι πρὸς τὴν φιλοφροσύνην, καὶ γέγονας ὅμοιος τῷ τὸν ἥλιον ἀνατέλλοντι, ὡς ἄνθρω-πον ὅμοιον Θεῷ γενέσθαι δυνατόν. η. Προσέχετε μετὰ ἀκριβείας τοῖς εἰρημένοις. Ἐπὶ

Chapter 9; Chapter 9Caput 9. [Latin] · Caput 9. [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
πονηροὺς καὶ ἀγαθοὺς, φησί. Καὶ σὺ τοίνυν, ὅτε ἐλεημοσύνην ποιεῖς, μὴ βίον ἐξετάσῃς, μηδὲ τρόπων εὐθύνας ἀπαίτει. Ἐλεημοσύνη γὰρ διὰ τοῦτο λέγε-ται, ἵνα καὶ τοῖς ἀναξίοις παρέχωμεν· ὁ γὰρ ἐλεῶν, οὐ τὸν κατωρθωκότα, ἀλλὰ τὸν ἡμαρτηκότα ἐλεεῖ· ὁ μὲν γὰρ κατορθῶν, ἐπαίνων ἄξιος καὶ στεφάνων ἐστίν· ὁ δὲ ἁμαρτάνων, ἐλέου καὶ συγγνώμης. Ὥστε καὶ κατὰ τοῦτο μιμησόμεθα τὸν Θεὸν, ἐὰν καὶ πονη-ροῖς παρέχωμεν. Ἐννόησον γὰρ ὅσοι τὴν οἰκουμένην οἰκοῦσι βλάσφημοι, μιαροὶ, γόητες, πάσης ἐμπεπλη-σμένοι κακίας· ἀλλὰ καὶ τούτους καθ’ ἑκάστην τρέ-φει τὴν ἡμέραν ὁ Θεὸς, ἡμᾶς παιδεύων τὴν φιλοφρο-σύνην ἐπὶ πάντας ἐκτείνειν. Ἡμεῖς δὲ ἅπαν τοὐ-ναντίον ποιοῦμεν· οὐ γὰρ πονηροὺς, οὐδὲ φαύλους ἀνθρώπους ἀποστρεφόμεθα μόνον, ἀλλὰ κἂν ὑγιαί-νων τις ἡμῖν προσέλθῃ ἢ δι’ ἐπιείκειαν, ἢ δι’ ἐλευθε-ρίαν, ἢ καὶ δι’ ἀργίαν ἴσως (καὶ γὰρ καὶ τοῦτο τί-θημι), πενίᾳ συζῶν, λοιδορίας, ὕβρεις, μυρία κατ’ αὐτοῦ συνείροντες σκώμματα, κεναῖς αὐτὸν ἀπο-πέμπομεν χερσὶ, τὴν ὑγείαν ὀνειδίζοντες, τὴν ἀργίαν προσφέροντες. εὐθύνας ἀπαιτοῦντες. Μὴ γὰρ τοῦτο προσετάγης, ἄνθρωπε, ἐγκαλεῖν καὶ ἐπιτιμᾷν ἁπλῶς
τοῖς δεομένοις; Ἐλεεῖν καὶ διορθοῦσθαι τὴν πενίαν αὐτῶν ὁ Θεὸς ἐκέλευσεν, οὐχὶ εὐθύνας ἀπαιτεῖν καὶ ὑβρίζειν. Ἀλλὰ βούλει διορθῶσαι τὸν τρόπον, καὶ τῆς ἀργίας ἀπαγαγεῖν, καὶ εἰς ἔργον ἐμβαλεῖν τὸν ἀργοῦντα; Δὸς πρότερον, καὶ τότε ἐπιτίμη-σον, ἵνα μὴ ὠμότητος ὑποψίαν, ἐγκληθεὶς βαρύτητα, ἀλλὰ κηδεμονίας δόξαν λάβῃς. Τὸν μὲν γὰρ μὴ δόντα, ἀλλ’ ἐγκαλοῦντα μόνον ἀποστρέφεται, καὶ ἀηδίζει, καὶ οὐδὲ ἰδεῖν ἀνάσχοιτ’ ἂν ὁ πένης· καὶ μάλα εἰκό-τως. Οὐ γὰρ διὰ κηδεμονίαν, ἀλλὰ διὰ τὸ μὴ βού-λεσθαι δοῦναι νομίζει τὰ ἐγκλήματα γίνεσθαι· ὅπερ οὖν καὶ ἔστιν ἀληθές. Ὁ δὲ μετὰ τὸ δοῦναι ἐγκαλῶν, εὐπαράδεκτον ποιεῖ τὴν παραίνεσιν· οὐ γὰρ ἐξ ἀπανθρωπίας, ἀλλ’ ἐκ κηδεμονίας ποιεῖται τὴν ἐπι-τίμησιν. Οὕτω καὶ Παῦλος ἐποίησεν· εἰπὼν γὰρ, Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, ἐπάγει λέ-γων· Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακή-σητε. Καίτοι δοκεῖ ταῦτα ἐναντία εἶναι τὰ προστά-γματα. Εἰ γὰρ οὐ δεῖ τοὺς ἀργοῦντας ἐσθίειν, πῶς τούτοις κελεύεις τὸ καλὸν ποιεῖν; Ἀλλ’ οὐκ ἔστιν ἐναντίον· μὴ γένοιτο. Διὰ γὰρ τοῦτο, φησὶν, εἶπον, ὅτι Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, οὐχ ἵνα τοὺς μέλλοντας διδόναι ἀπαγάγω τῆς ἐλεημοσύ-νης, ἀλλ’ ἵνα τοὺς ἐν ἀργίᾳ ζῶντας ἀπαγάγω τῆς ἀρ-γίας. Τὸ μὲν οὖν εἰπεῖν, Μηδὲ ἐσθιέτω, ἐκείνους διανίστησι πρὸς ἐργασίαν, τῷ φόβῳ τῆς ἀπειλῆς· τὸ δὲ εἰπεῖν, Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακεῖτε, τούτους διεγείρει πρὸς ἐλεημοσύνην τῷ χρησίμῳ τῆς παραινέσεως. Ἵνα γὰρ μὴ, ἀκούσαντες τῆς κατ’ ἐκείνων γεγενημένης ἀπειλῆς, συστείλωσι τὰς χεῖράς τινες, ἐκκαλεῖται πρὸς φιλοφροσύνην αὐτοὺς, λέγων· Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακεῖτε. Ὥστε καὶ ἀρ-γοῦντι ἐὰν δῷς, καλὸν πεποίηκας. θ. Τοῦτο καὶ ἐν τοῖς ἑξῆς δῆλον ἐποίησεν. Εἰπὼν γὰρ, Εἴ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συνανα-μίγνυσθε αὐτῷ· καὶ ἐκκόψας αὐτὸν τῆς ἱερᾶς αὐ-λῆς, πάλιν αὐτὸν ἑτέρῳ συνάπτει τρόπῳ, τὰς τῶν ἐκτεμόντων διανοίας οἰκειῶν αὐτῷ καὶ συνάγων· ἐπ-

On the Same Words, Chapter 1De Eisdem Verbis [Graecum] · Caput 1. [Graecum] · De Eisem Verbis [Latin] · Caput 1. [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ήγαγε γοῦν λέγων· Μὴ ὡς ἐχθρὸν, φησὶν, ἡγεῖσθε, ἀλλ’ ὡς ἀδελφόν. Ὥσπερ οὖν εἰπὼν, Εἴ τις οὐ θέ-λει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, τοῖς κυρίοις ἐκέλευσε πολλὴν αὐτῶν ποιεῖσθαι πρόνοιαν πάλιν· οὕτω καὶ ἐνταῦθα εἰπὼν, Μὴ συναναμίγνυσθε αὐτῷ, οὐκ ἀπ-έστησεν αὐτοῦ τῆς ἐπιμελείας τοὺς ἀκούοντας, ἀλλὰ καὶ σφόδρα αὐτοῖς ἀντιλαβέσθαι παρεκελεύσατο, προσθεὶς καὶ εἰπὼν, Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλ’ ὡς ἀδελφόν. Ἐχωρίσθης αὐτοῦ τῆς συνου-σίας, ἀλλὰ μὴ χωρισθῇς τῆς κηδεμονίας· ἀπέκοψας αὐτὸν τῆς συνόδου, μὴ ἀποκόψῃς αὐτὸν τῆς ἀγάπης. Καὶ γὰρ αὐτὸ τοῦτο δι’ ἀγάπην ἐκέλευσα γίνεσθαι, ἵνα τῷ χωρισμῷ γενόμενος βελτίων, πρὸς τὸ λοιπὸν ἐπανέλθῃ σῶμα· ἐπεὶ καὶ οἱ πατέρες τῆς οἰκίας τῆς ἑαυτῶν ἐκβάλλουσι τοὺς παῖδας, οὐχ ἵνα ἔξω μέ-νωσι διηνεκῶς, ἀλλ’ ἵνα τῷ τῆς οἰκίας ἐκπεσεῖν γενόμενοι σωφρονέστεροι, πρὸς τὴν οἰκίαν ἐπανέλ-θωσι πάλιν. Πρὸς μὲν οὖν τοὺς ἀργίαν ἐγκαλοῦντας ἱκανὰ τὰ εἰρημένα. Ἐπειδὴ δὲ καὶ ἕτερός ἐστι πολλοῖς μεμελετημένος λόγος πρὸς ἀπολογίαν, ἀπανθρωπίας καὶ ὠμότητος γέμων, ἀνάγκη καὶ τοῦτον διεξελέγξαι πάλιν, οὐχ ἵνα ἀπολογίας αὐτοὺς ἀποστερήσωμεν, ἀλλ’ ἵνα πείσωμεν τὴν οὐκ οὖσαν, οὐδὲ ὠφελοῦσαν ἀπολογίαν ἀποθέσθαι, τὴν δὲ οὖσαν καὶ προστῆναι δυναμένην ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, ταύτην διὰ τῶν ἔρ-γων μελετᾷν διηνεκῶς. Τίς οὖν ἐστιν ἡ ψυχρὰ καὶ ἀνόνητος τῶν πολλῶν ἀπολογία; Παιδοτροφίᾳ συζῶ, φησὶν, οἰκίας προί̈στα-μαι, γυναῖκα τρέφω, πολλὰς ἔχω δαπάνης ἀνάγκας· ὅθεν οὐκ εὐπορῶ τοὺς προσιόντας μοι ἐλεεῖν. Τί λέ-γεις; Παιδία τρέφεις, καὶ διὰ τοῦτο τοὺς προσιόντας οὐκ ἐλεεῖς; Δι’ αὐτὰ μὲν οὖν ταῦτα τοὺς δεομένους ἐλεεῖν δεῖ, διὰ τὰ παιδία, καὶ τὴν αὐτῶν προστασίαν, ἵνα ἀπὸ ὀλίγων χρημάτων ἵλεω τὸν δόντα αὐτὰ Θεὸν ποιήσῃς, ἵνα καταλίπῃς αὐτοῖς προστάτην ἐκεῖνον καὶ μετὰ τὸν σὸν θάνατον, ἵνα πολλὴν αὐτοῖς ἄνωθεν εὔνοιαν ἐπισπάσῃ ἀπὸ τῶν ἐκείνων χρημάτων τῷ Θεῷ δαπανῶν. Οὐχ ὁρᾷς, ὅτι πολλοὶ ἀνθρώπους πλουτοῦντας καὶ ἐν δυναστείαις ὄντας, οὐδαμόθεν αὐ-τοῖς προσήκοντας, εἰς τὰς διαθήκας πολλάκις εἰς-ήγαγον τὰς ἑαυτῶν, καὶ τοῖς ἑαυτῶν παισὶ συγκληρο-νόμους ἐποίησαν, δι’ ἄλλο μὲν οὐδὲν, ἵνα δὲ ἀσφά-λειαν τοῖς ἑαυτῶν κτήσωνται παισὶν ἀπὸ ὀλίγων χρημάτων; καὶ ταῦτα, οὐκ εἰδότες πῶς διακείσονται μετὰ τὴν αὐτῶν τελευτὴν περὶ τοὺς αὐτῶν παῖδας οἱ τοῦ κλήρου γενόμενοι κοινωνοί; Σὺ δὲ εἰδὼς τὸ φιλ-άνθρωπον καὶ χρηστὸν καὶ ἐπιεικὲς τοῦ σοῦ Δεσπό-
του, οὐ ποιήσεις αὐτὸν κοινωνὸν τῆς διαθήκης τῆς σῆς; οὐ ποιήσεις αὐτὸν συγκληρονόμον τῶν παίδων τῶν σῶν; καὶ ποῦ ταῦτα πατρὸς, εἰπέ μοι, παῖδας φιλοῦντος; Εἰ γὰρ κήδῃ τῶν τεχθέντων παίδων, κα-τάλειπε γραμματεῖον αὐτοῖς, ἐν ᾧ τὸν Θεὸν ἔχεις ὑπεύθυνον. Τοῦτο μεγίστη κληρονομία, τοῦτο κόσμος, τοῦτο ἀσφάλεια. Εἰσάγαγε αὐτὸν εἰς τὴν κληρονομίαν τὴν ἐνταῦθα, ἵνα σε μετὰ τῶν παίδων εἰς τὴν κλη-ρονομίαν ἀντεισαγάγῃ τὴν ἐκεῖ. Οὗτος ὁ κληρονόμος γενναῖος, φιλάνθρωπος, χρηστὸς, δυνατὸς, πλούσιος· ὥστε κατ’ οὐδὲν ἔστιν ὑποπτεῦσαι τὴν κοινωνίαν αὐτοῦ. Διὰ τοῦτο καὶ σπόρος ἡ ἐλεημοσύνη καλεῖται, ἐπειδὴ οὐκ ἔστι δαπάνη τὸ πρᾶγμα, ἀλλὰ πρός-οδος· σὺ δὲ, ὅταν μὲν σπείρειν δέῃ, οὐ προσέχεις, ὅτι κενοῖς τὰ ταμιεῖα τῶν παλαιῶν γεννημάτων, ἀλλὰ προσέχεις τῷ μηδέπω παρόντι τῶν γεννημά-των ἀμητῷ· καὶ ταῦτα, οὐκ εἰδὼς, ὅτι πάντως ἐκ-βήσεται. Καὶ γὰρ καὶ ἐρυσίβη, καὶ χάλαζα, καὶ ἀκρὶς, καὶ ἀέρων ἀνωμαλία, καὶ πολλὰ τῆς ἐλπίδος ἡμᾶς ἀντικρούει τῆς μελλούσης· εἰς δὲ τὸν οὐρανὸν μέλλων σπείρειν, ὅπου πᾶσα μὲν ἀνωμαλία ἀέρων ἐκβέβληται, πάσης δὲ λύπης καὶ ἐπιβουλῆς ἀνῄρηται πρόφασις, ὀκνεῖς καὶ ἀναδύῃ; Καὶ ποίαν εὑρήσεις συγγνώμην, ὅταν εἰς μὲν τὴν γῆν καταβάλλων θαῤ-ῥῇς, καὶ μετὰ προθυμίας τοῦτο ποιῇς, εἰς δὲ τὴν χεῖρα τοῦ Θεοῦ μέλλων καταβάλλειν, ὀκνεῖς καὶ ἀμε-λεῖς; Εἰ γὰρ ἡ γῆ τὰ καταβληθέντα ἀποδίδωσι, πολλῷ μᾶλλον ἡ τοῦ Θεοῦ χεὶρ, ἅπερ ἂν δέξηται, μετὰ πάσης ἀποδώσει σοι τῆς περιουσίας. ι. Ταῦτ’ οὖν εἰδότες, μὴ τῇ δαπάνῃ προσέχωμεν, ὅταν ἐλεημοσύνην ποιῶμεν, ἀλλὰ τῇ προσόδῳ καὶ ταῖς μελλούσαις ἐλπίσι, καὶ τῷ παρόντι δὲ κέρδει· οὐ γὰρ βασιλείαν οὐρανῶν ἐλεημοσύνη προξενεῖ μό-νον, ἀλλὰ καὶ τὴν κατὰ τὸν παρόντα βίον ἀσφάλειάν τε καὶ ἀφθονίαν. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ ταῦτα δοῦναι κύριος. Ὁ γὰρ τὰ αὐτοῦ πένησι, φησὶ, δοὺς, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ὁρᾷς ἐν ἑκατέρᾳ τῇ ζωῇ τὰς ἀμοιβὰς διδομένας μετὰ πολλῆς τῆς περιου-σίας; Μὴ τοίνυν ὀκνῶμεν, μηδὲ ἀναβαλλώμεθα, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν τὸν τῆς ἐλεημοσύνης καρπὸν φέρωμεν, ἵνα καὶ τὰ παρόντα ἡμῖν πράγματα κατὰ ῥοῦν φέρηται, καὶ τῆς μελλούσης ἐπιτύχωμεν ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φι-λανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 51:293ΠΑΛΙΝ ΕΙΣ ΤΗΝ ΑΥΤΗΝ ΡΗΣΙΝ Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· καὶ διὰ τί κοινῇ πάντες ἀπο-λαμβάνουσι τὰ ἀγαθὰ, καὶ περὶ ἐλεημοσύνης. α. Τῇ προτέρᾳ συνάξει καὶ τῇ πρὸ ἐκείνης μίαν τοῦ Ἀποστόλου ῥῆσιν ἀπολαβόντες, εἰς τὴν ἐξήγησιν ταύ-της ἅπαντα τὸν λόγον ἀνηλώσαμεν· καὶ τήμερον δὲ τῇ αὐτῇ ταύτῃ πάλιν ἐνδιατρίψαι σπουδάζομεν· ποιοῦμεν δὲ τοῦτο ἐπίτηδες πρὸς ὠφέλειαν τῆς ὑμε-τέρας ἀγάπης, οὐ πρὸς ἐπίδειξιν τὴν ἡμετέραν. Οὐ γὰρ ἵνα γόνιμόν τινα καὶ πολύνουν ἐμαυτὸν ἀπο-φήνω, ἀλλ’ ἵνα καὶ τὴν Παύλου σοφίαν ὑμῖν ἐκκα-
λύψω, καὶ τὴν ὑμετέραν διεγείρω προθυμίαν, οὕτω μεταχειρίζω τὸν λόγον. Τό τε γὰρ βάθος τῆς ἐκείνου συνέσεως φαίνεται μειζόνως, ὅταν ἐκ μιᾶς ῥήσεως τοσούτους ἡμῖν τίκτῃ ποταμοὺς νοημάτων· ὑμεῖς τε μαθόντες, ὅτι καὶ ἀπὸ μιᾶς λέξεως ἀποστολικῆς ἄφατον ἔστι καρπώσασθαι φιλοσοφίας πλοῦτον, οὐ παραδραμεῖσθε τὰς Ἐπιστολὰς ἁπλῶς, ἀλλὰ προαχ-θήσεσθε, ταῖς ἐλπίσι ταύταις τρεφόμενοι, τῶν ἐγκει-μένων ῥήσεων ἑκάστην μετὰ πολλῆς περιεργάζεσθαι

Chapter 2. [Latin] · Chapter 2. [Greek]Caput 2. [Latin] · Caput 2. [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
τῆς σπουδῆς. Εἰ γὰρ μία λέξις τριῶν ἡμερῶν διάλεξιν ἡμῖν ἔτεκε, πόσον ἡμῖν ἀναβλύσει θησαυρὸν ὁλόκλη-ρος περικοπὴ μετὰ ἀκριβείας θεωρουμένη; Μὴ τοί-νυν ἀποκάμωμεν, ἕως ἂν τὸ πᾶν ἀποτρυγήσωμεν. Εἰ γὰρ οἱ μέταλλα διορύττοντες χρυσίου, ὅσον ἂν ἐκεῖθεν κενώσωσι πλοῦτον, οὐ πρότερον ἀφίστανται, ἕως ἂν τὸ πᾶν ἀνέλωνται χρυσίον· πολλῷ μᾶλλον ἡμᾶς μείζονι προθυμίᾳ κεχρῆσθαι δεῖ καὶ σπουδῇ περὶ τὴν τῶν θείων λογίων ἔρευναν. Καὶ γὰρ καὶ ἡμεῖς χρυσίον ὀρύττομεν, οὐκ αἰσθητὸν, ἀλλὰ πνευ-ματικόν· οὐ γὰρ μέταλλα γῆς, ἀλλὰ μέταλλα τοῦ Πνεύματος ἐργαζόμεθα. Αἱ γὰρ ἐπιστολαὶ τοῦ Παύ-λου τοῦ Πνεύματός εἰσι μέταλλα καὶ πηγαί· μέταλλα μὲν, ὅτι χρυσίου παντὸς τιμιώτερον ἡμῖν παρέχουσι πλοῦτον· πηγαὶ δὲ, ὅτι οὐδέποτε ἐπιλείπουσιν· ἀλλ’ ὅσον ἂν κενώσῃς ἐκεῖθεν, τοσοῦτον καὶ πολλῷ πλέον ἐπιῤῥεῖ πάλιν. Καὶ τούτου γένοιτ’ ἂν ἀπόδειξις σαφὴς ὁ χρόνος ὁ παρελθὼν ἅπας. Ἐξ οὗ γοῦν Παῦ-λος ἐγένετο, πεντακόσια λοιπὸν ἔτη παρῆλθε· καὶ τοῦτον ἅπαντα τὸν χρόνον πολλοὶ μὲν συγγραφεῖς, πολλοὶ δὲ διδάσκαλοι καὶ ἐξηγηταὶ πολλὰ πολλάκις ἐκεῖθεν ἐξήντλησαν, καὶ τὸν ἀποκείμενον οὐκ ἐκένω-σαν πλοῦτον. Οὐ γὰρ αἰσθητὸς ὁ θησαυρός· διὰ τοῦτο οὐκ ἀναλίσκεται τῇ τῶν ὀρυττόντων πολυχειρίᾳ, ἀλλ’ αὔξεται καὶ πλεονάζει. Καὶ τί λέγω τοὺς ἔμπρο-σθεν; Πόσοι μεθ’ ἡμᾶς ἐροῦσι καὶ μετ’ ἐκείνους ἕτεροι πάλιν, καὶ οὐ παύσεται πηγάζων ὁ πλοῦτος, οὐδὲ ἐπιλείψει ταύτῃ τὰ μέταλλα; πνευματικὰ γάρ ἐστι, καὶ οὐ πέφυκε δαπανᾶσθαί ποτε. Τίς οὖν ἐστιν ἡ ῥῆσις ἡ ἀποστολικὴ, περὶ ἧς καὶ πρώην πρὸς τὴν ὑμετέραν ἀγάπην διελέχθημεν; Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα. β. Τότε μὲν οὖν ἐζητοῦμεν, τίνος ἕνεκεν εἴρηκε, Πνεῦμα πίστεως τὸ αὐτό· καὶ μίαν αἰτίαν τέως εἰρήκαμεν· αὕτη δὲ ἦν, τὸ δεῖξαι σύμφωνον τῇ Καινῇ τὴν Παλαιὰν οὖσαν. Ὅταν γὰρ φαίνηται τὸ Πνεῦμα τῆς πίστεως τὸ αὐτὸ καὶ τὴν τοῦ Δαυὶ̈δ κινῆσαν γλῶτταν τὴν λέγουσαν, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ εἰς τὴν τοῦ Παύλου ψυχὴν ἐνεργοῦν, εὔδηλον ὅτι πολλὴ συγγένεια προφητῶν καὶ ἀποστόλων, καὶ ἀνάγκη πολλὴν Παλαιᾶς καὶ Καινῆς εἶναι τὴν συμ-φωνίαν. Ἀλλ’ ἵνα μὴ πάλιν τὰ αὐτὰ ἀνακινοῦντες ἐνοχλῶμεν ὑμῖν, φέρε, καὶ τὴν ἑτέραν αἰτίαν εἴπωμεν, δι’ ἣν εἴρηκε, Τὸ αὐτό· καὶ γὰρ καὶ τότε ὑμῖν ὑπεσχό-μεθα ἑτέραν αἰτίαν ἐρεῖν τῆς ῥήσεως ταύτης. Ἀλλὰ διανάστητε· βαθὺ γὰρ τὸ νόημα τοῦτό ἐστιν, ὃ μέλλω λέγειν πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ διορατικῆς δεόμενον διανοίας, καὶ ὀξυτάτης ψυχῆς· διὸ παρακαλῶ μετὰ ἀκριβείας παρακολουθεῖν τοῖς ῥηθήσεσθαι μέλλου-σιν. Εἰ γὰρ ἡμέτερος ὁ πόνος, ἀλλ’ ὑμέτερον τὸ κέρδος, μᾶλλον δὲ οὐδὲ ἡμέτερος ὁ πόνος ἀλλὰ τῆς τοῦ Πνεύ-ματος χάριτος ἡ δωρεά· ὅταν δὲ ἀποκαλύψῃ, οὔτε ὁ λέ-γων, οὔτε οἱ ἀκούοντες κάμνουσι· πολλὴ γὰρ τῆς ἀπο-καλύψεως ἡ εὐκολία. Πρόσχωμεν τοίνυν μετὰ ἀκρι-βείας· κἂν γὰρ τοῖς πλείοσι παρακολουθήσητε, περὶ δὲ βραχὺ μέρος ἀπονυστάξητε, τὸ πᾶν ἀγνοήσετε τοῦ κάλλους, διακοπείσης τῆς ἀκολουθίας λοιπόν. Καὶ καθάπερ οἱ τὰς ὁδοὺς ἀγνοοῦντες καὶ ἑτέρων δεόμενοι τῶν ὁδηγούντων, κἂν πολὺ προέλθωσιν ἀκολουθοῦντες αὐτοῖς, μικρὸν δὲ ἀποῤῥᾳθυμήσαντες ἀπολέσωσι τὸν ἡγούμενον, οὐδὲν αὐτοῖς ὄφελος ἔσται τῆς προτέρας ἀκολουθήσεως, ἀλλ’ ἵστανται λοιπὸν, οὐκ εἰδότες ὅπου προέλθωσιν· οὕτω καὶ οἱ τῷ λέγοντι παρακολουθοῦν-

Chapter 3. Why he says it is the same Spirit of faith; Chapter 4. Church peace must not be abusedCaput 3: Cur dicat eumdem esse Spiritum fidei [Latin] · Caput 4: Pace Ecclesiæ non abutendum [Latin] · Caput 3: Cur dicat eumdem esse Spiritum fidei [Graecum] · Caput 4: Pace Ecclesiæ non abutendum [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 51:297τες, ἐὰν παρὰ πᾶσαν τὴν διδασκαλίαν προσέχοντες μικρὸν ῥᾳθυμήσωσιν, ἅπασαν τὴν ἀκολουθίαν ῥί-ψαντες, οὐκ ἔτι λοιπὸν ἐπιστῆναι τῷ τέλει τῶν νοη-μάτων δυνήσονται. Ἵν’ οὖν μὴ τοῦτο πάθητε, διὰ πάντων τῶν μελλόντων ῥηθήσεσθαι τὴν ἴσην μοι πα-ρέχετε σπουδὴν, ἕως ἂν εἰς αὐτὸ τὸ τέλος ἔλθωμεν. γ. Τίνος οὖν ἕνεκεν εἴρηκεν, Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, καὶ σπουδάζει δεῖξαι καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ πίστιν οὖσαν τὴν μητέρα τῶν ἀγαθῶν, μικρὸν ἄνωθεν ἀναγκαῖον εἰπεῖν· οὕτω γὰρ ἔσται κατάδηλος ἡμῖν ἡ αἰτία μᾶλλον. Τίς οὖν ἐστιν ἡ αἰτία; Πολὺς πόλεμος περιειστήκει τοὺς πιστοὺς, ἡνίκα ταῦτα ἐλέγετο, πόλεμος χαλε-πὸς καὶ ἀκήρυκτος. Καὶ γὰρ καὶ πόλεις αὐτοῖς ὁλόκληροι καὶ δῆμοι πάντοθεν ἐπανίσταντο, καὶ τύ-ραννοι πάντες ἐπεβούλευον, καὶ βασιλεῖς παρεσκευά-ζοντο, καὶ ὅπλα ἐκινεῖτο, καὶ ξίφη ἠκονᾶτο, καὶ στρατόπεδα ηὐτρεπίζετο, καὶ πᾶν εἶδος κολάσεως καὶ τιμωρίας ἐπενοεῖτο· ὅθεν ὑπαρχόντων ἁρπαγαὶ καὶ δημεύσεις, καὶ ἀπαγωγαὶ καὶ θάνατοι καθημερι-νοὶ, καὶ στρεβλώσεις, καὶ δεσμωτήρια, καὶ πῦρ, καὶ σίδηρος, καὶ θηρία, καὶ ξύλον, καὶ τροχὸς, καὶ βά-ραθρα, καὶ κρημνοὶ, καὶ πάντα τὰ εἰς ἐπίνοιαν πρὸς τὸν τῶν πιστῶν ὄλεθρον ἐκινεῖτο· καὶ οὐδὲ μέχρι τούτων ὁ πόλεμος εἱστήκει. Οὐδὲ γὰρ παρὰ τῶν ἐχθρῶν ἀνεῤῥιπίζετο μόνον, ἀλλὰ καὶ αὐτὴ καθ’ ἑαυτῆς ἡ φύσις ἐσχίζετο. Καὶ γὰρ παισὶν ἐπολέμουν πατέρες, καὶ θυγατέρες ἐμίσουν τὰς κυησάσας, καὶ φίλοι φίλους ἀπεστρέφοντο, καὶ εἰς τὰς συγγενείας καὶ εἰς τὰς οἰκίας ὁ πόλεμος οὗτος ἕρπων εἰσῄει, καὶ θόρυβος ἦν τότε πολὺς κατὰ τὴν οἰκουμένην. Καὶ καθάπερ πλοῖον, κυμάτων διανισταμένων, νεφῶν συῤῥηγνυμένων, βροντῶν καταῤῥηγνυμένων, ζόφου πάντοθεν κυκλοῦντος τὸ σκάφος, τῆς θαλάσσης μαι-νομένης, θηρίων ἐπανισταμένων, πειρατῶν προς-βαλλόντων, αὐτῶν τῶν ἔνδον στασιαζόντων, οὐκ ἂν διαφύγοι τὸν κίνδυνον, εἰ μὴ ἡ ἄνω χεὶρ, ἡ κραταιὰ καὶ μεγάλη, ἀποκρούσαιτο τὸν πόλεμον, καὶ λύσασα τὸν χειμῶνα καταστήσειεν ἐν γαλήνῃ τοὺς πλέοντας· οὕτω δὴ καὶ τότε ἐν ἀρχῇ τοῦ κηρύγματος γέγονεν. Οὐ γὰρ ἔξωθεν προσέβαλλεν ὁ χειμὼν μόνον, ἀλλὰ καὶ οἱ ἔνδον πολλάκις πρὸς ἀλλήλους ἐστασίαζον. Τίς τοῦτό φησιν; Αὐτὸς ὁ Παῦλος γράφων, Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. Καὶ ὅτι ταῦτ’ ἔστιν ἀληθῆ, καὶ διδασκάλους καὶ μαθητὰς μυρία περιεστοίχιστο κακὰ, καὶ πάντας ὁ πόλεμος ἐπενέμετο, αὐτοῦ πάλιν τοῦ Παύλου τὴν μαρτυρίαν παράγω. Ὑμεῖς δὲ μνη-μονεύετε τῶν λεγομένων ἁπάντων, ἵν’ ὅταν μάθητε τοὺς κινδύνους, τοὺς πειρασμοὺς, τὰ μυρία κακὰ, ἅπερ οἱ τότε πιστεύοντες ὑπέμενον, μειζόνως καὶ διὰ τοῦτο εὐχαριστῆτε τῷ Θεῷ, τῷ λύσαντι πάντα
ἐκεῖνα τὰ δεινὰ, καὶ εἰρήνην εἰσαγαγόντι βαθεῖαν, καὶ τὸν πόλεμον ἀπελάσαντι, καὶ πολλὴν κατασκευά-σαντι τὴν γαλήνην· ἵνα μηδεὶς μήτε ῥᾳθυμῶν νομίζῃ διαφεύγειν τὴν κόλασιν, μήτε κατορθῶν ἐπαίρηται νῦν. δ. Οὐ γάρ ἐστιν ἴσον πανταχόθεν πολεμούμενον καὶ μυρίοις περιαντλούμενον κακοῖς δυνηθῆναι στῆναι γενναίως, καὶ καθάπερ ἐν λιμένι καθήμενον νῦν καὶ πάσης ἀπολαύοντα ἀδείας τὴν αὐτὴν ἐπιδείξασθαι προθυμίαν. Ἐκεῖνοι μὲν γὰρ τῶν ἐν πελάγει σα-λευόντων τότε καὶ κλυδωνιζομένων οὐδὲν ἄμεινον δι-έκειντο· ἡμεῖς δὲ τῶν ἐν λιμένι καθημένων ἀδεέστερον

Chapter 5Caput 5. [Graecum] · Caput 5. [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
διάγομεν νῦν. Μὴ τοίνυν μήτε ἐπὶ τοῖς κατορθώμασι μέγα φρονῶμεν, μήτε ἐπὶ τοῖς συμπίπτουσι πειρα-σμοῖς καταπίπτωμεν, μήτε εἰς ῥᾳθυμίαν τῇ τῆς εἰ-ρήνης ἀδείᾳ ἀποχρώμεθα· ἀλλὰ νήφωμεν ἀεὶ καὶ γρηγορῶμεν. Ἔστι γὰρ καὶ ἡμῖν πάλη πρὸς τὰς ἐπι-θυμίας τῆς φύσεως. Οὐκ ἐπανίστανται νῦν ἡμῖν ἄν-θρωποι, ἀλλ’ ἐπανίστανται αἱ τῆς σαρκὸς ἡδοναί· οὐ πολεμοῦσι τύραννοι καὶ βασιλεῖς, ἀλλὰ πολε-μεῖ θυμὸς, κενοδοξίας ἔρως, φθόνος, βασκανίαι, καὶ τὰ μυρία τῆς ψυχῆς πάθη. Ἐπεὶ οὖν ἐκείνων τῶν πειρα-σμῶν ἀπηλλάγμεθα, τούτων περιγενώμεθα. Διὰ γὰρ τοῦτο ἀνέμνησα ὑμᾶς τῶν καιρῶν ἐκείνων τὰ προσοχθί-σματα, ἵνα καὶ ὁ ἐν θλίψει νῦν ὢν, ἱκανὴν ἐκεῖθεν λαμβάνῃ παράκλησιν, καὶ ὁ πολλῆς ἀπολαύων ἀδείας, ἀντὶ τῆς ἀτεχνίας τῶν κινδύνων ἐκείνων πολλὴν εἰσάξῃ προθυμίαν εἰς τὴν τῶν ἀτόπων λογισμῶν μά-χην. Εἰς γὰρ ἡμετέραν νουθεσίαν καὶ παράκλησιν καὶ ὑπομονὴν πάντα ἐκεῖνα ἐγράφετο· ἅπερ ἀναγ-καῖον νῦν πρὸς ὑμᾶς εἰπεῖν, καὶ διδάξαι τὸ μέγεθος τῶν τότε τοὺς πιστοὺς περιεστηκότων δεινῶν, οὐχὶ τοὺς διδασκάλους μόνον, ἀλλὰ καὶ τοὺς μαθητάς. Ἄκου-σον γοῦν τί φησιν ὁ Παῦλος γράφων Ἑβραίοις· Ἀναμιμνήσκεσθε τὰς προτέρας ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθη-μάτων. Οὐδὲ γὰρ βραχὺς διεγένετο χρόνος, ἀλλ’ ἐν αὐτοῖς εὐθὺς τοῖς προοιμίοις τῆς κατηχήσεως καὶ τῆς διδασκαλίας ἐπανέστησαν αὐτοῖς πειρασμοὶ, καὶ βαπτισθέντες εὐθέως ἐκινδύνευον· τί πάσχοντες, ἄκουε· Τοῦτο μὲν, ὀνειδισμοῖς καὶ θλίψεσι θεα-τριζόμενοι. Πάντες γὰρ ἐνέπτυον, ὕβριζον, κατε-γέλων, ἐχλεύαζον, μωροὺς ἐκάλουν, ἀνοήτους, ὅτι τῆς πατρῴας ἀποστάντες πολιτείας, καινὸν δόγμα κατεδέξαντο. Οὐ μικρὸν δὲ τοῦτο πρὸς τὸ παρασα-λεῦσαι ψυχὴν, ἐὰν μὴ ἐῤῥιζωμένη κατὰ βάθους ἡ πίστις ᾖ. Καὶ γὰρ οὐδὲν οὕτω δάκνει ψυχὴν, ὡς ὄνειδος· οὐδὲν οὕτω τήκει ψυχὴν καὶ διάνοιαν, ὡς σκώμματα καὶ λοιδορίαι· πολλοὶ γὰρ πολλάκις ἄν-δρες ὑπεσκελίσθησαν ὀνειδιζόμενοι. Ταῦτα δὲ λέγω νῦν, ἵνα ἐν παῤῥησίᾳ τὴν πίστιν ἔχωμεν. Εἰ γὰρ τότε, ὅτε πᾶσα αὐτοῖς ὠνείδιζεν οἰκουμένη, οὐχ ὑπεσκελίσθησαν, πολλῷ μᾶλλον νῦν ἐν παῤῥησίᾳ τὸ κήρυγμα τῆς ἀληθείας ἔχειν δεῖ, ὅτε πᾶσα ἡ οἰκου-μένη πρὸς ἡμᾶς μετετάξατο. Ὅτι δὲ οὐ μέχρι κατ-ηγορίας καὶ ὀνειδισμῶν καὶ λοιδορίας ἵσταντο ἐκεῖ-νοι, ἀλλὰ καὶ ἔχαιρον οἱ ταῦτα πάσχοντες, ἄκουσον τῶν ἑξῆς. Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν, φησὶ, μετὰ χαρᾶς προσεδέξασθε. Ὁρᾷς ὅτι καὶ αἱ οὐσίαι αὐτῶν ἐδημεύοντο τὸ παλαιὸν, καὶ πᾶσιν εἰς ἁρπαγὴν προέκειντο τοῖς βουλομένοις ἐπηρεάζειν. Καὶ ταῦτα μὲν Ἑβραίοις ἐπιστέλλων ἔλεγε. ε. Θεσσαλονικεῦσι δὲ ἕτερα τοιαῦτα μαρτυρεῖ πάλιν λέγων· Ὑμεῖς γὰρ μιμηταὶ, φησὶν, ἐγενήθητε τοῦ Κυρίου καὶ ἡμῶν, δεξάμενοι τὸν λόγον ἐν θλί-ψει πολλῇ. Ὅρα καὶ τούτους θλιβομένους, καὶ οὐχ ἁπλῶς, ἀλλ’ ἐν θλίψει πολλῇ. Μετ’ ἐπιτάσεως γὰρ ἦν ὁ πειρασμὸς, διηνεκὴς ὁ κίνδυνος, οὐδὲ μικρὸν ἀναπνεῦσαι παρέχων τοῖς ἀγωνιζομένοις τότε. Ἀλλ’

Chapter 6: The teachers themselves severely afflictedCaput 6: Doctores ipsi ravius afflicti [Graecum] · Caput 6: Doctores ipsi ravius afflicti [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ὅμως καὶ ταῦτα πάσχοντες οὐκ ἐδυσχέραινον, οὐδὲ ἀπεδυσπέτουν, ἀλλὰ μᾶλλον καὶ ἔχαιρον. Πόθεν τοῦτο δῆλον; Ἀπ’ αὐτῶν τῶν τοῦ Παύλου ῥημάτων· εἰπὼν γὰρ, Ἐν θλίψει πολλῇ, προσέθηκε, Μετὰ χαρᾶς Πνεύματος ἁγίου· δηλῶν ὅτι οἱ μὲν πει-ρασμοὶ τὴν θλίψιν ἐποίουν, ἡ δὲ τῶν πειρασμῶν ὑπό-θεσις τὴν χαρὰν αὐτοῖς ἔτικτεν. Ἤρκει γὰρ εἰς πα-ραμυθίαν τὸ συνειδέναι ἑαυτοῖς, ὅτι ταῦτα διὰ τὸν Χριστὸν ἔπασχον. Διότι οὐχ οὕτω θαυμάζω τοὺς τότε, ὅτι ἐθλίβοντο, ὡς θαυμάζω, ὅτι θλιβό-μενοι διὰ τὸν Θεὸν ἔχαιρον. Τοῦτο γὰρ γενναίας καὶ φιλοθέου ψυχῆς, τὸ θλίβεσθαι καὶ κακῶς πάσχειν· τὸ δὲ γενναίως φέρειν τὸν πειρασμὸν, καὶ τῷ συγχω-ροῦντι τὰς θλίψεις εὐχαριστεῖν, τοῦτο μεγίστης ἀν-δρείας, τοῦτο διεγηγερμένης ψυχῆς καὶ τῶν ἀνθρω-πίνων ἀπηλλαγμένης ἁπάντων. Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθι δηλῶν, ὅσα ἔπασχον οἱ πιστεύοντες τότε κακὰ παρὰ τῶν οἰ-κείων καὶ συγγενῶν (τοῦτο γὰρ ἦν τὸ χαλεπώτατον), οὑτωσί πώς φησιν· Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Κατὰ τί μιμηταί; Ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ἀπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων. Ἰδοὺ καὶ πόλεμος, ἀλλὰ καὶ πόλεμος ἐμφύλιος, ὃ μείζω ποιεῖ τὴν ὀδύνην. Εἰ γὰρ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, φησί· σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου· ὅπερ τότε συνέβαινε συμβολικῶς. Διὸ καὶ πολλῆς ἐδέοντο τῆς παρακλήσεως. Ὅπερ οὖν καὶ Παῦλος συνορῶν, καὶ τοὺς ὑπ’ αὐτῷ ταττομένους βλέπων κάμνοντας καὶ ἱδροῦντας, βαρυνομένους τῷ μεγέθει τῶν συμφορῶν καὶ ταῖς ἐπαλλήλοις ὀδυνω-μένους πληγαῖς, πολυτρόπως αὐτῶν διανίστησι τὰ φρονήματα, νῦν μὲν λέγων, Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ’ ἡμῶν· νῦν δὲ λέγων, Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε· καὶ πάλιν, Μὴ ἀποβάλητε τὴν παῤῥησίαν ὑμῶν· ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. Εἶτα πρὸς τὴν ὑπομονὴν ἀλείφων αὐτοὺς, ἐπάγει· Ἔτι γὰρ μικρὸν ὅσον, ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Καὶ καθάπερ παιδίον κλαυθμυρίζον, δυσχεραῖνον, καὶ τὴν μητέρα ἐπιζητοῦν παρακαθ-ήμενός τις παραμυθεῖται λέγων, ὅτι Ἔτι μικρὸν ἀνά-μεινον, καὶ ἀπαντήσεται πάντως ἡ μήτηρ· οὕτω καὶ Παῦλος ὁρῶν δυσανασχετοῦντας, ὀδυρομένους, τὴν παρουσίαν ἐπιζητοῦντας τοῦ Χριστοῦ τοὺς τότε πι-στεύοντας διὰ τὴν ἀφόρητον τῶν κακῶν ἐπαγωγὴν, παραμυθούμενος ἔλεγεν· Ἔτι μικρὸν ὅσον, ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. 2. Ὅτι μὲν οὖν οἱ μαθηταὶ ἐθλίβοντο, καὶ μυρία ἔπασχον δεινὰ, καὶ καθάπερ ἐν μέσοις ἐπειλημμένοι λύκοις ἄρνες, οὕτω πάντοθεν ἠλαύνοντο, δῆλον ἐκ τούτων· ἵνα δὲ μάθῃς ὅτι καὶ οἱ διδάσκαλοι οὐκ ἐλάττονα τούτων, ἀλλὰ καὶ πολλῷ χαλεπώτερα τότε ὑπέμενον (ὅσῳ γὰρ μειζόνως ἐλύπουν τοὺς ἐχθροὺσ

Chapter 7Caput 7. [Latin] · Caput 7. [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
τῆς ἀληθείας, τοσούτῳ καὶ παρὰ πλειόνων ἐβάλ-λοντο), καὶ ταῦτα παρὰ τοῦ τὰ πρότερα εἰρηκότος ἀκούσωμεν. Κορινθίοις γὰρ γράφων, οὕτως ἔλεγε· Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμασθῇ ἡ διακονία ὑμῶν, ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς, ὡς Θεοῦ διάκονοι, ἐν ὑπο-μονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στε-νοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκατα-στασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις. Εἶδες πόσους ἄθλους ἠρίθμησε, πόσας πειρασμῶν νιφάδας; Πάλιν τοῖς αὐτοῖς ἐπιστέλλων, Διά-κονοι Χριστοῦ εἰσι, φησὶ, παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Εἶτα βουλόμενος ἡμᾶς πεῖσαι, ὅτι τοῦ σημεῖα ποιεῖν πολλῷ λαμπρότερον τὸ διὰ τὸν Χρι-
στὸν θλίβεσθαι, καὶ ποιούμενος ἀπόδειξιν ἀποστολῆς, καὶ δεικνὺς ὅτι βελτίων αὐτῶν ἐστιν, οὐχὶ τῶν ἀπο-στόλων λέγω, ἀλλὰ τῶν ψευδαποστόλων, οὐκ ἀπὸ θαυμάτων καὶ σημείων, ἀλλ’ ἀπὸ κινδύνων ἐπαλ-λήλων ποιεῖται τὸν τῆς ὑπεροχῆς ἔλεγχον, οὑτωσὶ λέγων· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· πεντάκις τεσσαράκοντα παρὰ μίαν ὑπὸ Ἰουδαίων ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύ-νοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θα-λάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρ-εκτός. Οὗτοι τῆς ἀκριβοῦς ἀποστολῆς οἱ χαρακτῆρες. Σημεῖα μὲν γὰρ καὶ ἕτεροι πολλοὶ πολλάκις ἐποίη-σαν, καὶ οὐδὲν ἀπώναντο τῶν θαυμάτων, ἀλλὰ μετὰ πάντα ἐκεῖνα ἤκουσαν· Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· τῶν δὲ ταῦτα δυνα-μένων εἰπεῖν, ἅπερ ὁ Παῦλος ἀπηριθμήσατο νῦν, οὐδεὶς ἐκείνης ἀκούσεται τῆς φωνῆς· ἀλλὰ μετὰ πολλῆς τῆς παῤῥησίας τῶν οὐρανῶν ἐπιβήσεται καὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν ἀπολαύσεται πάν-των. ζ. Τάχα μακρότερος ἡμῖν ὁ λόγος ἐγένετο· ἀλλὰ μὴ δείσητε· οὐκ ἐπιλελήσμεθα τῆς ὑποσχέσεως, ἀλλ’ αὐτίκα δὴ πρὸς αὐτὴν πάλιν ἐπανήξομεν. Καὶ ταῦτα δὲ οὐ μάτην ἐμηκύναμεν, ἀλλὰ διὰ πλείονος κατα-σκευῆς ἀναμφισβήτητον καὶ σαφέστερον βουλόμενοι ποιήσασθαι τὴν ἀπόδειξιν, ὁμοῦ δὲ τὰς θλιβομένας παρακαλέσαι ψυχὰς, ἵν’ ἕκαστος τῶν ἐν πειρασμοῖς ὄντων καὶ κινδύνοις ἱκανὴν λαβὼν παραμυθίαν ἀπέλθῃ, μαθὼν ὅτι Παύλου κοινωνὸς διὰ τῶν παθημάτων γί-νεται, μᾶλλον δὲ τοῦ τῶν ἀγγέλων Δεσπότου Χρι-στοῦ· κοινωνῶν δὲ αὐτοῦ τῶν παθημάτων ἐνταῦθα κοινωνήσει τῆς δόξης ἐκεῖ· Εἴπερ γὰρ, φησὶ, συμ-πάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· καὶ πάλιν· Εἰ ὑπομένομεν, ἵνα καὶ συμβασιλεύσωμεν. Ἀνάγκη γὰρ τὸν πιστὸν θλίβεσθαι πάντως. Πάντες γὰρ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθή-σονται· καὶ πάλιν· Τέκνον, εἰ προσέρχῃ δου-λεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πει-

Chapter 8Caput 8. [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ρασμὸν, εὔθυνον καὶ καρτέρησον. Καλαὶ αἱ ἐπαγ-γελίαι ἐκ προοιμίων εἰς πειρασμοὺς ἐμπεσεῖν· με-γάλη προτροπὴ καὶ παράκλησις ἐναργὴς τῆς δουλείας κινδύνων εὐθέως ἀπογεύσασθαι. Μεγίστη οὖν καὶ θαυμασία, καὶ κέρδος ἔχουσα μέγιστον. Ποῖον δὲ τοῦτο; Ἄκουσον τῶν ἑξῆς· Ὥσπερ γὰρ ἐν πυρὶ δοκιμάζεται χρυσὸς, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὥσπερ τὸ χρυσίον τῷ πυρὶ βασανιζόμενον καθαρώ-τερον γίνεται, οὕτω καὶ ἡ ψυχὴ, θλίψεσιν ὁμιλοῦσα καὶ κινδύνοις, φαιδροτέρα καὶ λαμπροτέρα ἄνεισι, καὶ πᾶσαν ἁμαρτημάτων ἀποῤῥίψεται κη-λῖδα. Ὅθεν καὶ πρὸς τὸν πλούσιον ἔλεγε ὁ Ἀβραὰμ, ὅτι Λάζαρος ἀπέλαβε τὰ κακὰ, καὶ ἐνταῦθα πα-ρακαλεῖται. Καὶ Παῦλος Κορινθίοις ἐπιστέλλων ἔγραφε· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευό-μεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καὶ τὸν πεπορνευκότα δὲ δι’ αὐτὸ τοῦτο παρέδωκεν εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ· δεικνὺς ὅτι σωτηρίαν ὁ παρὼν ἐργάζεται πειρασμὸς, καὶ οἱ κίνδυνοι τοῖς μετ’ εὐχαριστίας αὐτοὺς φέρουσι, κα-θάρσιον ψυχῆς εἰσι μέγιστον. Ὅτι μὲν οὖν ἐθλίβοντο οἱ πιστοὶ, καὶ μυρία ἔπασχον δεινὰ καὶ μαθηταὶ καὶ διδάσκαλοι καὶ οὐδὲ μικρὸν ἀνέπνεον, ποικίλοις τισὶ καὶ παντοδαποῖς πάντοθεν περιεστοιχισμένοι πολέ-μοις, ἱκανῶς ὁ λόγος ἀπέδειξε, καὶ πλείω δὲ τῶν εἰρημέ-νων τοῖς φιλοπόνοις ἔξεστιν ἀναλέξασθαι ἐκ τῶν θείων Γραφῶν. η. Λοιπὸν δὲ ἐπὶ τὸ προκείμενον τὸν λόγον ἀγάγω-μεν. Τί δὲ τὸ προκείμενον ἦν εἰπεῖν; Τίνος ἕνεκεν εἶπεν ὁ Παῦλος, Ἔχοντες Πνεῦμα πίστεως τὸ αὐτό. Τίνος οὖν ἕνεκεν εἶπεν; Ἐθορύβει τοῦτο τοὺς μαθη-τὰς, ὅτι τὰ μὲν δεινὰ ἐν πείρᾳ, τὰ δὲ χρηστὰ ἐν ἐλπίσι· καὶ τὰ μὲν παρῆν, τὰ δὲ ἀφειστήκει· καὶ τὰ μὲν ἐγίνετο, τὰ δὲ ἠλπίζετο. Καὶ τί θαυμαστὸν, εἰ τότε ἐν ἀρχῇ τοῦ κηρύγματος τοῦτο ἔπασχόν τινες, ὅπου γε καὶ νῦν μετὰ τοσοῦτον χρόνον, μετὰ τὸ πανταχοῦ τῆς οἰκουμένης ἐκταθῆναι τὸ κήρυγμα, μετὰ τὸ λαβεῖν ἀποδείξεις τοσαύτας τῶν ὑποσχέσεων, πολλοὶ οἱ τοῦτο πάσχοντές εἰσιν; Οὐ τοῦτο δὲ μόνον αὐτοὺς διετάραττεν, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Ποῖον δὴ τοῦτο; Ἐνενόουν πρὸς ἑαυτοὺς, ὅτι ἐν τῇ Παλαιᾷ Διαθήκῃ οὐχ οὕτω τὰ πράγματα ᾠκονομήθη, ἀλλὰ τῆς ἀρετῆς τοὺς ἄθλους καὶ τοὺς μισθοὺς εὐθέως ἀπελάμβανον οἱ μετ’ ἐπιεικείας καὶ σωφροσύνης προῃρημένοι ζῇν. Οὐ γὰρ μετὰ τὴν τῶν σωμάτων ἀνάστασιν, οὐδὲ ἐν τῇ μελ-λούσῃ ζωῇ, ἀλλ’ ἐνταῦθα, καὶ κατὰ τὸν παρόντα βίον πᾶσαι αὐτοῖς ἐπληροῦντο αἱ ὑποσχέσεις. Ἐὰν γὰρ ἀγαπήσῃς, φησὶ, Κύριον τὸν Θεόν σου, εὖ σοι ἔσται, καὶ πληθυνεῖ ὁ Θεὸς τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου· οὐκ ἔσται ἐν σοὶ ἄγονον, οὐδὲ στεῖρον· οὐκ ἔσται ἐν σοὶ μαλακία, φησὶν, οὐδὲ νόσος. Ἐξαποστελεῖ ὁ Θεὸς τὴν εὐλογίαν αὐτοῦ εἰς τὰ ταμιεῖα τῶν ἀποθηκῶν σου· ἀνοίξει τὸν οὐρανὸν, καὶ δώσει

Chapter 9; Chapter 9Caput 9. [Graecum] · Caput 9. [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
σοι ὑετὸν πρώιμον καὶ ὄψιμον. Καταλήψεται ὁ ἀλοητὸς τὸν τρυγητὸν καὶ ὁ τρυγητὸς τὸν σπόρον. Καὶ πολλὰ ἕτερα τοιαῦτα αὐτοῖς ἐπηγγείλατο, ἅπερ ἅπαντα κατὰ τὴν παροῦσαν ζωὴν αὐτοῖς ἀπεδίδοτο. Εἴ τις ὀξύτερος, ἤδη προβλέπει τὴν λύσιν. Ἐπεὶ οὖν σώματος ὑγίεια, καὶ γῆς εὐκληρία, καὶ πολυπαιδία καὶ εὐπαιδία, καὶ λιπαρὸν γῆρας, καὶ ὡρῶν κρᾶσις ἀρίστη, καὶ εὐετηρία, καὶ ὄμβρων εὐκαιρία, καὶ πολλὰ ποίμνια καὶ βουκόλια, καὶ πάντα ἁπλῶς τὰ ἀγαθὰ κατὰ τὴν παροῦσαν αὐτοῖς ἐπληροῦτο ζωὴν, καὶ οὐδὲν ἐν ἐλπίσιν ἦν, οὐδὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν· ἀναλογιζόμενοι οὖν ταῦτα οἱ πιστοὶ, ὅτι τοῖς προγόνοις τοῖς ἑαυτῶν παρὰ πόδας ἅπαντα τὰ ἀγαθὰ ἀπήντα, αὐτοῖς δὲ εἰς τὴν μέλλουσαν ζωὴν τὰ ἔπαθλα καὶ οἱ στέφανοι πάντες εἰσὶ τεταμιευμένοι, καὶ ἐν πίστει τὰ τῶν ἐπαγγελιῶν, ἔκαμνον, ἐξελύοντο, τὴν παροῦσαν ζωὴν ἅπασαν διὰ πειρασμῶν ἕλκειν ἀναγκαζόμενοι. Ταῦτα οὖν ἐννοῶν ὁ Παῦλος καὶ τὸ μέγεθος τῶν ἐπηρτημένων αὐτοῖς δεινῶν, καὶ ὅτι τού-τοις μὲν τὸν μισθὸν τῶν πόνων μετὰ τὴν ἐντεῦθεν αὐτοῖς ἀποδημίαν ὁ Θεὸς ἐπηγγείλατο, τοὺς δὲ προ-γόνους αὐτῶν ἐντεῦθεν ἠμείψατο, καὶ συνορῶν πολ-λὴν ἐκ τῶν λογισμῶν τούτων ἀκηδίαν ἐγγινομένην αὐτοῖς, βουλόμενος αὐτοὺς ἀναστῆσαι καὶ διδάξαι, ὅτι καὶ ἐπὶ τῶν πατέρων τῶν αὐτῶν οὕτω τὰ πρά-γματα ᾠκονόμητο, καὶ ἐν πίστει πολλοὶ τὸν μισθὸν ἔλαβον, οὐκ ἐν τῇ πείρᾳ, ἀνέμνησεν αὐτοὺς τῆς προ-φητικῆς ῥήσεως, εἰπών· Ἔχοντες τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· μονονουχὶ λέγων, ὅτι καὶ ὁ μέγας Δαβὶδ, ὁ θαυμαστὸς καὶ γενναῖος προφήτης ἐκεῖνος, πίστει τὴν ἀμοιβὴν ἐκομίσατο, οὐχὶ τῇ πείρᾳ· οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, εἶπεν, Ἐπίστευσα, διὸ καὶ ἐλάλησα. Ἡ γὰρ πίστις ἐλπιζομένων ἐστὶν ὑπόστα-σις πραγμάτων, οὐ βλεπομένων· ὃ δὲ βλέπει τις, οὐ πάντως καὶ ἐλπίζει. Εἰ τοίνυν ἐπίστευσε, τοῖς ἐλπι-ζομένοις ἐπίστευσεν. Εἰ δὲ τοῖς ἐλπιζομένοις ἐπί-
στευσε, τὰ δὲ ἐλπιζόμενα οὐδέπω βλέπεται, οὔπω ἦν ἀπειληφὼς ταῦτα, εἰς ἅπερ ἐπίστευσε· διὰ τοῦτό φησιν, Ἔχοντες τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, τοῦτ’ ἔστι, τὴν αὐτὴν πίστιν, τὴν ἐν τῇ Παλαιᾷ, καὶ ἡμεῖς ἔχομεν. Διὰ τοῦτο καὶ ἀλλαχοῦ φησι, περὶ τῶν τότε ἁγίων λέγων· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰ-γείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κα-κουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος· εἶτα δι-δάσκων, ὅτι τὰ δεινὰ μὲν ὑπέμειναν, τοὺς δὲ μισθοὺς οὐδέπω καὶ νῦν ἀπέλαβον, ἐπήγαγε λέγων· Κατὰ τὴν πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισά-μενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Καὶ πῶς εἶδον, εἰπέ μοι, τὰς μηδέπω παρούσας; Τοῖς τῆς πίστεως ὀφθαλ-μοῖς, τοῖς ὑπερβαίνουσι τὸν οὐρανὸν, καὶ τὰ ἐκεῖ κατασκοποῦσιν ἅπαντα. θ. Σὺ δέ μοι σκόπει Θεοῦ σοφίαν, πῶς καὶ ἔδειξεν αὐτοῖς τὰ βραβεῖα πόῤῥωθεν, καὶ οὐκ ἔδωκε μὲν εὐ-θέως, ἵνα μείζονα αὐτῶν ἐργάσηται τὴν ὑπομονήν· ἔδειξε δὲ πόῤῥωθεν, ἵνα ταῖς ἐλπίσι ταύταις τρεφόμε-νοι, μηδὲ αἴσθησιν τῶν παρόντων λάβωσι πόνων.

Chapter 10 [Greek] · Chapter 10 [Latin]Caput 10. [Graecum] · Caput 10. [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀλλὰ τάχα τις τῶν ὀξύτερον προσεχόντων ἑαυτῷ περιπεπτωκέναι τὸν λόγον ἡγήσεται. Εἰ γὰρ οὐδὲ οἱ πρότεροι, φησὶν, ἀπελάμβανον παρὰ πόδας τὰ ἀγαθὰ καὶ τὰς ἀμοιβὰς, πῶς ἡμῖν μακρὸν ἀπέτεινας λόγον, ἀπαριθμούμενος ὡρῶν εὐκρασίαν, σώματος ὑγίειαν, εὐπαιδίαν, πολυπαιδίαν, εὐετηρίαν, καρπῶν ἀφθο-νίαν, βουκόλια, ποίμνια, ἅπασαν τὴν βιωτικὴν εὐπρα-γίαν; Τί οὖν ἂν εἴποιμεν πρὸς τοῦτο; Ὅτι ἑτέρως μὲν τὸ πλῆθος καὶ τὸν ἀσθενέστερον δῆμον, ἑτέρως δὲ τοὺς γενναίους καὶ τὴν ἐν τῇ Καινῇ φιλο-σοφίαν ἤδη μετιόντας ἦγεν ὁ Θεὸς τότε. Τοῖς μὲν γὰρ πολλοῖς καὶ χαμαὶ ἑρπομένοις καὶ οὐδὲν μέγα δυνα-μένοις ἰδεῖν, οὐδὲ ἐκτεῖναι τὴν τῆς ψυχῆς ἐλπίδα πρὸς τὴν τῶν μελλόντων ἀπόλαυσιν ἀγαθῶν, ταῦτα τὰ παρ-όντα παρεῖχεν ἀγαθὰ, τὴν ἀσθένειαν τῆς ψυχῆς αὐ-τῶν παραμυθούμενος, καὶ διὰ τούτων αὐτοὺς ὁδηγῶν ἐπὶ τὴν τῆς ἀρετῆς ἐργασίαν, καὶ εἰς τὴν τῶν καλῶν ἐπιθυμίαν ἐμβάλλων· τὸν δὲ Ἡλίαν καὶ τὸν Ἐλις-σαῖον, τὸν Ἱερεμίαν, τὸν Ἠσαί̈αν, καὶ πάντας δὴ ἁπλῶς τοὺς προφήτας, καὶ ὅσοι τοῦ χοροῦ γεγένην-ται τῶν ἁγίων καὶ μεγάλων ἀνδρῶν, ἐπὶ τοὺς οὐρα-νοὺς ἐκάλει καὶ τὰ ἐκεῖ παρεσκευασμένα τοῖς εὐδο-κιμηκόσιν ἀγαθά. Διὸ καὶ ὁ Παῦλος οὐχ ἁπλῶς πάν-τας ἀπηριθμήσατο, ἀλλὰ τοὺς ἐν μηλωταῖς, ἐν αἰ-γείοις δέρμασι, τοὺς ἐν καμίνῳ, τοὺς ἐν δεσμωτηρίῳ, τοὺς ἀποτυμπανισθέντας, τοὺς καταλευσθέντας, τοὺς ἐν λιμῷ, τοὺς ἐν πενίᾳ, τοὺς ἐν ἐρημίαις, τοὺς ἐν σπηλαίοις, τοὺς ἐν ταῖς ὀπαῖς τῆς γῆς, τοὺς τὰ μυ-ρία παθόντας δεινά. Καὶ τότε εἶπε κατὰ πίστιν πάν-τας τετελευτηκέναι, καὶ μηδέπω κεκομίσθαι τὰς ἐπαγγελίας· οὐχὶ τὸ πλῆθος τὸ Ἰουδαϊκὸν, ἀλλὰ τοὺς κατὰ τὸν Ἠλίαν ἡμῖν αἰνιττόμενος. Εἰ δὲ λέγοι τις· Αὐτοὶ δὲ οὗτοι τίνος ἕνεκεν οὐδέπω καὶ νῦν ἀπέλαβον τοὺς ὀφειλομένους αὐτοῖς στεφάνους; μανθανέτω καὶ ταύτην παρὰ Παύλου τὴν αἰτίαν. Εἰπὼν γὰρ, Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἐπήγαγε, Τοῦ Θεοῦ κρεῖττόν τι προβλεψαμένου περὶ ἡμῶν, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Κοινὴ γάρ ἐστι, φησὶν, ἡ πανήγυρις, ἐπειδὴ καὶ μείζων ἡδονὴ, ὅταν κοινῇ στεφανώμεθα πάντες. Τοῦτο καὶ ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσι γί-νεται· ὁ παλαίσας, ὁ πυκτεύσας, ὁ παγκρατιάσας ἐν διαφόροις μὲν καιροῖς τοὺς ἀγῶνας ὑπομένουσιν, ἐν μιᾷ δὲ καιροῦ ῥοπῇ πάντες ἀνακηρύττονται. Οὕτω καὶ ἐν τοῖς ἀρίστοις γίνεται. Ὅταν γὰρ τῶν δαιτυμό-νων οἱ μὲν φθάσωσι προαπαντήσαντες, οἱ δὲ ἔτι μέλ-λωσι, τιμῶντες τοὺς ἀπολειφθέντας οἱ ἑστιάτορες, τοὺς φθάσαντας ἤδη καὶ παραγενομένους κελεύουσιν ἀναμένειν τοὺς ὑστερήσαντας. Τοῦτο καὶ ὁ Θεὸς πε-ποίηκεν· ἐπειδὴ γὰρ τοὺς ἐκ τῆς οἰκουμένης ἁπάσης κατὰ διαφόρους καιροὺς εὐδοκιμηκότας ἐπὶ κοινήν τε καὶ πνευματικὴν εὐωχίαν ἐκάλεσε, τοὺς ἤδη φθάσαν-τας καὶ προαπελθόντας κελεύει τοὺς μετὰ ταῦτα ἀπιέναι μέλλοντας ἀναμένειν, ἵν’ οὕτω κοινῇ παρα-γενομένων ἁπάντων, καὶ ἡ τιμὴ καὶ ἡ ἡδονὴ μία ἅπασι γένηται. ι. Ἐννόησον γὰρ ἡλίκον ἐστὶν εἰς τιμῆς λόγον, Παῦ-λον καὶ τοὺς κατ’ ἐκεῖνον ἅπαντας, τὸν Ἀβραὰμ, καὶ τοὺς κατ’ ἐκεῖνον, καὶ τοὺς πρὸ ἐκείνου πάλιν πρὸ τοσούτων ἐτῶν ἀθλήσαντας καὶ νικήσαντας καθῆσθαι νῦν τὴν ἡμετέραν ἀναμένοντας εὐδοκίμησιν. Ὅτι γὰρ οὐδέπω τὸν στέφανον Παῦλος ἀπείληφεν, οὐδὲ ἄλλος οὐδεὶς τῶν ἐξ ἀρχῆς εὐηρεστηκότων, ἀλλ’ οὐδὲ ἀπο-λήψονται, ἕως ἂν ἅπαντες οἱ μέχρι τέλους στεφα-

Chapter 11: Alms given from plunder are not alms [Latin] · Chapter 11: Alms given from plunder are not alms [Greek]Caput 11: Eleemosyna ex rapina data, non est eleemosyna [Latin] · Caput 11: Eleemosyna ex rapina data, non est eleemosyna [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
νοῦσθαι μέλλοντες ἀφίκωνται, ἄκουσον αὐτοῦ τοῦ Παύλου λέγοντος· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώ-νισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρη-κα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέ-φανος, ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτής. Πότε; Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Καὶ πάλιν ἀλλαχοῦ δεικνὺς, ὅτι κοινῇ πᾶσιν ἡ τῶν ἀγαθῶν ἀπόλαυσις δίδοται, Θεσσαλονικεῦσι γράφων ἔλεγεν· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ’ ἡμῶν. Καὶ πάλιν· Ὅτι ἡμεῖς οἱ ζῶν-τες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυ-ρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· διὰ πάν-των τούτων δηλῶν, ὅτι κοινῇ πάντας καὶ ὁμοῦ παρα-γενομένους τῶν οὐρανίων τιμῶν ἀπολαύειν χρή. Τοῦτο καὶ τοῖς φθάσασι πολλὴν φέρει τὴν ἡδονὴν, ὅταν μετὰ τῶν οἰκείων μελῶν τῶν ἀποῤῥήτων ἐκείνων ἀπολαύ-σωσιν ἀγαθῶν. Καὶ γὰρ πατὴρ τραπέζης μετέχων λαμπρᾶς καὶ πολυτελοῦς, τότε μετὰ πλείονος αὐτῆς ἀπολαύσεται τῆς εὐφροσύνης, ὅταν μετὰ τῶν αὐτοῦ παιδίων μετέχῃ τῆς εὐωχίας καὶ εὐφροσύνης. Οὕτω καὶ Παῦλος καὶ οἱ κατ’ ἐκεῖνον ἅπαντες μείζονος αἰσθήσονται τῆς θυμηδίας, ὅταν μετὰ τῶν οἰκείων μελῶν ὄντες ἀπολαύσωσιν αὐτῆς. Οὐ γὰρ τοσαύτην πατέρες περὶ παῖδας ἐπιδείκνυνται φιλοστοργίαν, ὅσην ἐκεῖνοι περὶ τοὺς τὰ αὐτὰ κατωρθωκότας αὐτοῖς ἔχουσι κηδεμονίαν. Ἵν’ οὖν καὶ ἡμεῖς τῶν τότε τιμω-μένων γενώμεθα, σπουδάζωμεν καταλαβεῖν τοὺς ἁγίους ἐκείνους. Καὶ πῶς δυνησόμεθα, φησὶ, αὐτοὺς καταλαβεῖν; τίς ἡμῖν δείξει τὴν ἐκεῖ φέρουσαν ὁδόν; Αὐτὸς ὁ τῶν ἁγίων ἐκείνων Δεσπότης, ὃς οὐχ ὅπως αὐτοὺς καταληψώμεθα μόνον διδάσκει, ἀλλὰ καὶ ὅπως ὁμωρόφιοι καὶ σύσκηνοι γενώμεθα πᾶσιν αὐτοῖς· Ποιήσατε γὰρ ὑμῖν φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, φησὶν, ἵν’ ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς. Καλῶς εἶπεν, Αἰωνίους. Ἐνταῦθα μὲν γὰρ κἂν λαμπρὰν ἔχῃς οἰ-κίαν, ἀπολεῖται πάντως φθειρομένη τῷ χρόνῳ· μᾶλ-λον δὲ καὶ πρὸ τῆς κατὰ τὸν χρόνον φθορᾶς, θάνατος ἐμπεσὼν ἐκβάλλει σε τῆς λαμπρᾶς ταύτης οἰκήσεως· πολλάκις δὲ καὶ πρὸ τοῦ θανάτου πραγμάτων τινῶν δυσκολίαι καὶ συκοφαντῶν ἔφοδοι καὶ ἐπιβουλαὶ ἐκπεσεῖν αὐτῆς παρεσκεύασαν. Ἐκεῖ δὲ οὐδὲν τούτων ἐστὶν ὑποπτεῦσαι, οὐ φθορὰν, οὐ θάνατον, οὐ κατά-πτωσιν, οὐ συκοφαντῶν ἐπήρειαν, οὐκ ἄλλο οὐδὲν, ἀλλ’ ἀκίνητος καὶ ἀθάνατός ἐστιν ἡ οἴκησις. Διὰ τοῦτο αἰωνίους αὐτὰς ἐκάλεσε. Ποιήσατε ὑμῖν φίλους, φησὶν, ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας. ια. Ὅρα πόση φιλανθρωπία τοῦ Δεσπότου, πόση χρηστότης καὶ ἐπιείκεια οὐ γὰρ ἁπλῶς ταύτην τέθεικε τὴν προσθήκην· ἀλλ’ ἐπειδὴ πολλοῖς πλουσίοις πλοῦ-
τος συνείλεκται ἐξ ἁρπαγῆς καὶ πλεονεξίας, Κακῶς μὲν, φησὶ, καὶ οὐκ ἐχρῆν σε οὕτω συλλέξαι τὰ χρή-ματα· πλὴν ἀλλ’ ἐπειδὴ συνέλεξας, στῆθι τῆς ἁρπα-γῆς καὶ τῆς πλεονεξίας, καὶ χρῆσαι εἰς δέον τοῖς χρή-μασιν. Οὐ λέγω, ἵνα ἁρπάζων ἐλεῇς, ἀλλ’ ἵνα τῆς πλεονεξίας ἀποστὰς, πρὸς ἐλεημοσύνην καὶ φι-λανθρωπίαν ἀποχρήσῃ τῷ πλούτῳ. Εἰ γάρ τις μὴ παύ-σαιτο τῆς ἁρπαγῆς, οὐδὲ ἐλεημοσύνην ἐργάσεται· ἀλλὰ κἂν μυρία καταβάλῃ χρήματα εἰς τὰς τῶν δεο-μένων χεῖρας, τὰ ἑτέρων ἁρπάζων καὶ πλεονεκτῶν, τοῖς ἀνδροφόνοις ἐξίσης λελόγισται τῷ Θεῷ. Διὸ χρὴ πλεονεξίας ἀποστάντα πρότερον, οὕτω τοὺς δεομένουσ

Chapter 12 [Latin] · Chapter 12 [Greek]Caput 12. [Latin] · Caput 12. [Graecum]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἐλεεῖν. Πολλὴ γὰρ τῆς ἐλεημοσύνης ἡ δύναμις, περὶ ἧς καὶ τῇ προτεραίᾳ συνάξει πρὸς ὑμᾶς διελέχθημεν, καὶ νῦν διαλέξομαι. Ἀλλὰ μηδεὶς τὴν συνέχειαν τῆς ὑπομνήσεως κατηγορίαν ἡγείσθω τῶν ἀκουόντων. Καὶ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους τῶν δρομέων διεγείρου-σιν οἱ θεαταὶ, οὓς ἂν ἴδωσιν ἐγγὺς τοῦ βραβείου γενο-μένους, καὶ πολλὰς τῆς νίκης ἐλπίδας ἔχοντας. Καὶ ἐγὼ τοίνυν, ἐπειδὴ μετὰ πολλῆς ἀεὶ προθυμίας ὁρῶ τοὺς περὶ ἐλεημοσύνης δεχομένους λόγους ὑμᾶς, διὰ τοῦτο καὶ αὐτὸς συνεχέστερον τὴν ὑπὲρ τούτων κινῶ παραίνεσιν. Ἰατροὶ τῶν ψυχῶν ἡμῶν εἰσιν οἱ πένητες, εὐεργέται καὶ προστάται· οὐ γὰρ τοσοῦτον δίδως, ὅσον λαμβάνεις· δίδως ἀργύριον, καὶ λαμβάνεις βασι-λείαν οὐρανῶν· λύεις πενίαν, καὶ καταλλάττεις σεαυ-τῷ τὸν Δεσπότην. Ὁρᾷς ὅτι οὐκ ἴση ἡ ἀντίδοσις; Ταῦτα ἐπὶ γῆς, ἐκεῖνα ἐν οὐρανῷ· ταῦτα ἀπόλλυται, ἐκεῖνα διαμένει· ταῦτα φθείρεται, ἐκεῖνα πάσης ἐστὶν ἀνώτερα ἀπωλείας. Διὰ τοῦτο καὶ πρὸ τῶν θυρῶν τῶν οἴκων τῶν εὐκτηρίων ἔστησαν τοὺς πένητας οἱ πατέ-ρες οἱ ἡμέτεροι, ἵνα καὶ τὸν νωθρότατον καὶ ἀπανθρω-πότατον αὐτὴ τῶν πενήτων ἡ ὄψις πρὸς ὑπόμνησιν ἐγείρῃ τῆς ἐλεημοσύνης. Ὅταν γὰρ ἑστήκῃ χορὸς γερόντων, συγκεκυφότων, ῥάκια περιβεβλημένων, αὐχμώντων, ῥυπώντων, βακτηρίας ἐχόντων, μόλις στηρίζεσθαι δυναμένων, πολλάκις δὲ καὶ τοὺς ὀφθαλ-μοὺς ἐκκεκομμένων, καὶ τὸ σῶμα ὅλον ἀναπήρων. τίς οὕτω λίθινος, τίς οὕτως ἀδάμας, ὡς καὶ τῆς ἡλι-κίας, καὶ τῆς ἀσθενείας, καὶ τῆς πηρώσεως, καὶ τῆς πενίας, καὶ τῆς εὐτελοῦς στολῆς, καὶ πάντων ἁπλῶς πρὸς συμπάθειαν ἐπικλώντων αὐτὸν, ἀντιστῆ-ναι καὶ μεῖναι πρὸς ἅπαντα ταῦτα ἀνένδοτος; Διὰ ταῦτα πρὸ τῶν θυρῶν ἡμῶν ἑστήκασι παντὸς λόγου δυνατώτεροι, διὰ τῆς ὄψεως ἐπισπώμενοι, πρὸς φι-λανθρωπίαν τοὺς εἰσιόντας ἐκκαλούμενοι. Καθάπερ γὰρ κρήνας εἶναι ἐν ταῖς αὐλαῖς τῶν εὐκτηρίων οἴκων νενόμισται, ἵνα οἱ μέλλοντες εὔχεσθαι τῷ Θεῷ, πρό-τερον ἀπονιψάμενοι τὰς χεῖρας, οὕτως αὐτὰς εἰς εὐ-χὴν ἀνατείνωσιν· οὕτω καὶ τοὺς πένητας ἀντὶ πη-γῶν καὶ κρηνῶν ἔστησαν οἱ πατέρες πρὸ τῶν θυρῶν, ἵν’, ὥσπερ ὕδατι τὰς χεῖρας ἀπονίπτομεν, οὕτω φι-λανθρωπίᾳ τὴν ψυχὴν ἀποσμήχοντες πρότερον, οὕτως εὐχώμεθα. ιβ. Οὐδὲ γὰρ οὕτως ὕδατος φύσις ἀπονίπτει κηλῖδας σώματος, ὡς ἐλεημοσύνης δύναμις ἀποσμήχει ῥύπον ψυχῆς. Ὥσπερ οὖν οὐ τολμᾷς ἀνίπτοις χερσὶν εἰσελ-θὼν εὔξασθαι, καίτοι ἔλαττον τὸ ἔγκλημα ἐκεῖνο, οὕτω μήτε χωρὶς ἐλεημοσύνης ἐπ’ εὐχὴν ἔλθῃς ποτέ. Καί-τοι καὶ καθαρὰς πολλάκις ἔχοντες τὰς χεῖρας, ἂν μὴ πρότερον αὐτὰς ἀποπλύνωμεν ὕδατι, οὐκ ἀνατείνομεν εἰς εὐχήν· τοσοῦτόν ἐστιν ἡ συνήθεια. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς ἐλεημοσύνης ποιῶμεν· κἂν μηδὲν ἑαυτοῖς ὦμεν συνειδότες μέγα ἁμάρτημα, ὅμως ἀποσμή-χωμεν τὸ συνειδὸς διὰ τῆς ἐλεημοσύνης. Πολλὰ ἀπὸ τῆς ἀγορᾶς ἐπεσπάσω δεινά· ἐχθρὸς παρώξυνε, δικα-στὴς ἠνάγκασέ τι ποιῆσαι τῶν οὐ προσηκόντων πρα-γμάτων, ῥήματα πολλάκις ἐξέβαλες ἄτοπα, φίλος ἐδυσώπησεν ἐργάσασθαί τι τῶν ἁμαρτίαν ἐχόντων, ἕτερα προσετρίψω πολλὰ, οἷα εἰκὸς ἄνθρωπον ὄντα προστρίβεσθαι, ἐν ἀγορᾷ στρεφόμενον, δικαστηρίοις προσεδρεύοντα, τὰ τῆς πόλεως πράττοντα πράγματα· ὑπὲρ τούτων ἁπάντων εἰσέρχῃ τὸν Θεὸν αἰτήσων συγ-γνώμην καὶ ἀπολογησόμενος. Κατάβαλε τοίνυν ἀρ-γύριον εἰς τὰς τῶν πενήτων χεῖρας, καὶ ἀπόσμηξον τὰς κηλῖδας ἐκείνας, ἵνα μετὰ παῤῥησίας καλέσῃσ

On This Saying of the Apostle · Chapter 1: The nature of true loveIn Hoc Apostoli Dictum [Graecum] · Caput 1: Veri amoris ratio [Graecum] · In Hoc Apostoli Dictum [Latin] · Caput 1: Veri amoris ratio [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
αἰτούμενος τὸν δυνάμενόν σοι ταῦτα ἀφεῖναι τὰ ἁμαρ-τήματα. Ἂν ἐν συνηθείᾳ καταστήσῃς σαυτὸν μηδέ-ποτε χωρὶς ἐλεημοσύνης τῶν ἱερῶν τούτων προθύρων ἐπιβαίνειν, οὐδέποτε, οὔτε ἑκὼν, οὔτε ἄκων, ὑστερή-σεις τῆς καλῆς ταύτης ἐργασίας, τοιοῦτον γὰρ ἡ συνήθεια. Καὶ ὥσπερ οὖν ἀεὶ, ὅ τι οὖν γένοιτο, χερ-σὶν ἀνίπτοις οὐχ ὑπομένεις εὔξασθαι, ἐπειδὴ κατέ-στης εἰς συνήθειαν ἅπαξ· οὕτω καὶ ἐπὶ τῆς ἐλεημο-σύνης, ἂν τοῦτον σαυτῷ ἐπιθήσῃς τὸν νόμον, καὶ ἑκὼν καὶ ἄκων αὐτὸν καθ’ ἑκάστην ἐκπληρώσεις ἡμέραν ὑπὸ τῆς συνηθείας ἑλκόμενος. Πῦρ ἐστιν ἡ εὐχὴ, μάλιστα ὅταν ἀπὸ νηφούσης καὶ διεγηγερμένης ἀναπέμπηται ψυχῆς· ἀλλὰ τὸ πῦρ τοῦτο καὶ ἐλαίου δεῖται, ἵνα αὐτῶν ἅψηται τῶν οὐ-ρανίων ἁψίδων· ἔλαιον δὲ τοῦ πυρὸς τούτου οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ ἐλεημοσύνη. Ἐπίχεε τοίνυν τὸ ἔλαιον δαψιλὲς, ἵνα εὐφραινόμενος ἐπὶ τῷ κατορ-θώματι, μετὰ παῤῥησίας πλείονος καὶ προθυμίας μεί-ζονος τὰς εὐχάς σου ἐπιτελῇς. Ὥσπερ γὰρ οἱ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, οὐδὲ εὔξασθαι μετὰ παῤ-

Chapter 2. [Latin]Caput 2. [Latin]

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ῥησίας δύνανται, οὕτως οἱ κατορθώσαντές τι, καὶ μετὰ τὴν δικαιοσύνην ἐκείνην ἐπὶ τὴν εὐχὴν ἐρχόμε-νοι, τῇ μνήμῃ τοῦ κατορθώματος εὐφραινόμενοι, μετὰ πλείονος τῆς προθυμίας ποιοῦνται τὴν ἱκετη-ρίαν. Ἵν’ οὖν καὶ κατὰ τοῦτο δυνατωτέρα ἡμῖν ἡ εὐχὴ γένηται, γρηγορούσης ἡμῖν τῆς διανοίας ἐν ταῖς δεήσεσιν ἀπὸ τῆς τῶν κατορθωμάτων μνήμης, μετὰ τῆς ἐλεημοσύνης ἐπὶ τὰς εὐχὰς ἐρχώμεθα, καὶ μνη-μονεύωμεν μετὰ ἀκριβείας ἅπαντα τὰ εἰρημένα· καὶ πρό γε τῶν ἄλλων ἁπάντων ἐκείνην μοι τὴν εἰκόνα διατηρεῖτε διηνεκῶς, καθ’ ἣν εἶπον τοὺς πένητας πρὸ τῶν θυρῶν ἑστάναι τῶν εὐκτηρίων οἴκων, ταύτην ἐπὶ τῆς ψυχῆς ἀναπληροῦντες τὴν χρείαν, ἣν ἐπὶ τοῦ σώματος ἡ κρήνη. Ἂν γὰρ τοῦτο ὦμεν διηνε-κῶς μεμνημένοι, συνεχῶς ἀπονιπτόμενοι τὸν λογι-σμὸν, καθαρὰς μὲν δυνησόμεθα τὰς εὐχὰς ἐπιτελεῖν. πολλὴν δὲ ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ τὴν παῤῥη-σίαν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, χά-ριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι-στοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 51:279
PG 51:283
PG 51:287
PG 51:291
PG 51:295
PG 51:299
PG 51:303
Second witness · khazarzar edition

In illud: Habentes eundem spiritum ΕΙΣ ΤΗΝ ΑΠΟΣΤΟΛΙΚΗΝ ΡΗΣΙΝ Τὴν λέγουσαν, "Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·" καὶ εἰς τὸ, "Ἐπίστευσα, διὸ ἐλάλησα," καὶ περὶ ἐλεημοσύνης. αʹ. Οἱ σοφώτατοι τῶν ἰατρῶν ἐπειδὰν ἴδωσιν ἕλκος σιδήρου δεόμενον, ἐπάγουσι μὲν τὴν τομὴν, ἐπάγουσι δὲ οὐκ ἀναλγήτως, οὐδὲ ἀσυμπαθῶς, ἀλλὰ καὶ ἀλγοῦσι καὶ χαίρουσιν αὐτῶν οὐχ ἧττον τῶν τεμνομένων· καὶ ἀλγοῦσι μὲν διὰ τὴν ἐκ τῆς πληγῆς γινομένην ὀδύνην, χαίρουσι δὲ διὰ τὴν ἐξ αὐτῆς τικτομένην ὑγίειαν. Τοῦτο καὶ ὁ Παῦλος ἐποίησεν ὁ σοφὸς τῶν ψυχῶν ἰατρός. Κορινθίοις γάρ ποτε δεομένοις ἐπιτιμήσεως σφοδροτέρας ἐπιτιμήσας, καὶ ἥσθη καὶ ἐλυπήθη· ἐλυπήθη μὲν, ὅτι ὠδύνησεν, ἥσθη δὲ, ὅτι ὠφέλησε. Καὶ ἀμφότερα ταῦτα δηλῶν, ἔλεγεν· Ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ προτέρᾳ ἐπιστολῇ, οὐ 51.272 μεταμέλομαι, εἰ καὶ μετεμελόμην. Διὰ τί μετεμέλου; διὰ τί δὲ πάλιν οὐ μεταμέλῃ; Μετεμελόμην, ἐπειδὴ σφοδρότερον ἔπληξα· οὐ μεταμέλομαι, ἐπειδὴ διώρθωσα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο, ἄκουσον τῶν ἑξῆς· Βλέπω γὰρ, ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς· νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Εἰ καὶ πρὸς ὥραν ἐλύπησα ὑμᾶς, τὸ λυπητήριον πρόσκαιρον, φησὶ, τὸ δὲ ὠφέλιμον διηνεκές. Δότε δὴ κἀμοὶ ταῦτα τὰ ῥήματα, παρακαλῶ, πρὸς τὴν ἀγά 51.273 πην τὴν ὑμετέραν εἰπεῖν· ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐπὶ τῇ προτέρᾳ παραινέσει, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην· βλέπω γὰρ, ὅτι ἡ παραίνεσις ἐκείνη καὶ ἡ συμβουλὴ, εἰ καὶ πρὸς ὥραν ὑμᾶς ἐλύπησεν, ἀλλ' ἡμᾶς μειζόνως ηὔφρανεν, Οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν; Λαμπρότερος ἡμῖν σήμερον ὁ σύλλογος, φαιδρότερον τὸ θέατρον, πλείων τῶν ἀδελφῶν ὁ χορός. Αὕτη ἡ σπουδὴ τῆς λύπης ἐκείνης καρπός. Διὰ τοῦτο, ὅσον ὠδυνήθην τότε, τοσοῦτον νῦν χαίρω, ὁρῶν τὴν ἄμπελον ἡμῖν τὴν πνευματικὴν τῷ καρπῷ βριθομένην. Εἰ γὰρ ἐπὶ τῶν ἐδεσμάτων τῶν αἰσθητῶν φέρει τινὰ φιλοτιμίαν καὶ εὐφροσύνην τῷ καλοῦντι τῶν δαιτυμόνων τὸ πλῆθος, πολλῷ μᾶλλον ἐπὶ τῶν ἐδεσμάτων τῶν πνευματικῶν τοῦτο γένοιτ' ἄν· καίτοι γε ἐκεῖ τὸ πλῆθος τῶν κεκλημένων μᾶλλον ἀναλίσκει τὰ παρακείμενα, καὶ δαπάνην ἐργάζεται πλείω· ἐνταῦθα δὲ τοὐναντίον, οὐ μόνον οὐκ ἀναλίσκει τὸ πλῆθος τῶν κεκλημένων, ἀλλὰ καὶ πλεονάζει τὴν τράπεζαν· εἰ δὲ ἐκεῖ ἡ δαπάνη ἡδονὴν ἐργάζεται, πολλῷ μᾶλλον ἐνταῦθα πρόσοδος τοῦτο ἐργάσεται· καὶ γὰρ τοιαύτη τῶν πνευματικῶν ἡ φύσις, εἰς πολλοὺς διανεμομένη, μᾶλλον αὔξεται. Ἐπεὶ οὖν πλήρης ἡμῖν ἡ τράπεζα, προσδοκῶ καὶ τὴν τοῦ Πνεύματος χάριν ἐνηχῆσαι ἡμῶν τῇ διανοίᾳ. Ὅταν γὰρ ἴδῃ πολλοὺς παρόντας, τότε δαψιλεστέραν παρατίθεται τὴν ἑστίασιν· οὐκ ἐπειδὴ τῶν ὀλίγων καταφρονεῖ, ἀλλ' ἐπειδὴ τῆς τῶν πολλῶν ἐφίεται σωτηρίας. Διὰ τοῦτο καὶ τὸν Παῦλον παρατρέχοντα τὰς ἄλλας πόλεις, ἐν Κορίνθῳ μένειν ἐκέλευσε φανεὶς ὁ Χριστὸς, καὶ εἰπών· Μὴ φοβοῦ, ἀλλὰ λάλει, καὶ μὴ σιωπήσῃς, διότι λαὸς πολύς ἐστί μοι ἐν τῇ πόλει ταύτῃ. Εἰ γὰρ ὑπὲρ ἑνὸς προβάτου ὄρη καὶ νάπας καὶ τὴν ἄβατον ἔπεισι χώραν ὁ ποιμὴν, ὅταν πολλὰ πρόβατα μέλλῃ ῥᾳθυμίας καὶ πλάνης ἀπάγειν, πῶς οὐ πολλὴν ἐπιδείξεται σπουδήν; Ὅτι γὰρ οὐδὲ τῶν ὀλίγων καταφρονεῖ, ἄκουσον αὐτοῦ λέγοντος· Οὐκ ἔστι θέλημα τοῦ Πατρός μου, ἵνα ἀπόληται ἐν τῶν μικρῶν τούτων. Οὔτε οὖν ἡ ὀλιγότης, φησὶν, οὔτε ἡ

1

εὐτέλεια ὑπεριδεῖν αὐτὸν πείθει τῆς σωτηρίας ἡμῶν. βʹ. Ἐπεὶ οὖν τοσαύτη μὲν αὐτῷ τῶν μικρῶν καὶ ἐλαχίστων ἡ πρόνοια, τοσαύτη δὲ τῶν πολλῶν, τὸ πᾶν ἐπὶ τὴν ἐκεῖθεν ῥοπὴν ῥίψαντες, ἐπὶ τὴν Παύλου ῥῆσιν τὴν σήμερον ἀναγνωσθεῖσαν τὸν λόγον ἀγάγωμεν. Τίς δὲ ἡ ῥῆσις; Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους, φησὶ, καταλυθῇ Μᾶλλον δὲ ἀνωτέρω καὶ ἐπ' αὐτὴν τὴν κεφαλὴν τοῦ νοήματος ἴωμεν. Καθάπερ γάρ τινες πηγὴν ἀνιχνεύοντες, εἶτα διάβροχον ἰδόντες χωρίον, οὐκ ἐκεῖ διασκάπτουσι μόνον, ἀλλ' ὑπὸ τῆς νοτίδος αὐτῆς καὶ τῆς φλεβὸς χειραγωγούμενοι ἐνδοτέρω χωροῦσιν, ἕως ἂν ἐπὶ τὴν ῥίζαν καὶ τὴν ἀρχὴν τῶν ναμάτων ἔλθωσιν· οὕτω δὴ καὶ ἡμεῖς ποιήσωμεν. Πηγὴν εὑρόντες πνευματικὴν ἐκ τῆς Παύλου σοφίας ἐξιοῦσαν, ὥσπερ ὑπό τινος φλεβὸς τῆς ῥήσεως χειραγωγούμενοι, πρὸς τὴν ῥίζαν αὐτὴν ἀναβῶμεν τοῦ νοήματος. Τίς οὖν ἐστιν ἡ κεφαλὴ καὶ ἡ ῥίζα; Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ 51.274 ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Τί λέγεις; ἂν μὴ πιστεύσῃς, οὐ λαλεῖς, ἀλλὰ ἄφωνος ἕστηκας; Ναὶ, φησίν· οὐδὲ διᾶραι στόμα δύναμαι χωρὶς πίστεως, οὐδὲ κινῆσαι γλῶτταν, οὐδὲ ἀνοῖξαι χείλη, ἄφωνος ὁ λογικὸς ἕστηκα χωρὶς τῆς ἐκεῖθεν διδασκαλίας. Καθάπερ γὰρ, ῥίζης μὴ πεφυτευμένης, οὐκ ἂν βλαστήσειε καρπός· οὕτω, πίστεως μὴ προκαταβεβλημένης, οὐκ ἂν προέλθοι διδασκαλίας λόγος. Διὰ τοῦτο καὶ ἀλλαχοῦ φησι· Καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Τί τοῦ δένδρου τούτου βέλτιον, ἢ ἴσον γένοιτ' ἂν, ὅταν μὴ οἱ κλάδοι μόνον, ἀλλὰ καὶ αὐτὴ ἡ ῥίζα φέρῃ καρπὸν, ἡ μὲν δικαιοσύνην, οἱ δὲ σωτηρίαν; Διὰ τοῦτό φησι· Πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Καθάπερ γὰρ τὰ ὑπότρομα μέλη καὶ τῷ γήρᾳ παρειμένα βακτηρία μετὰ ἀσφαλείας χειραγωγοῦσα οὐκ ἀφίησιν ὀλισθῆσαι καὶ καταπεσεῖν, οὕτω δὴ καὶ τὴν ψυχὴν τὴν ἡμετέραν σεσαλευμένην καὶ περιφερομένην ὑπὸ τῆς τῶν λογισμῶν ἀσθενείας, βακτηρίας ἀσφαλέστερον ἡ πίστις ἕλκουσα, καὶ τῇ τῆς οἰκείας ἰσχύος ἐπαναπαύουσα δυνάμει, στηρίζει μετὰ ἀκριβείας, καὶ οὐκ ἀφίησιν ὑποσκελισθῆναί ποτε, τὸ τῶν λογισμῶν ἀσθενὲς τῇ τῆς οἰκείας ἰσχύος περιουσίᾳ διορθουμένη, καὶ τὸν ἐξ αὐτοῦ ἀπελαύνουσα ζόφον, καὶ τὴν ψυχὴν, ὥσπερ ἐν οἴκῳ σκοτεινῷ, τῷ θορύβῳ τῶν λογισμῶν καθημένην τῷ οἰκείῳ φωτὶ καταυγάζουσα. Διὰ τοῦτο οἱ ταύτης ἀπεστερημένοι, τῶν ἐν σκότει διατριβόντων οὐδὲν ἄμεινον διάκεινται, ἀλλ' ὥσπερ ἐκεῖνοι καὶ τοίχοις προσπταίουσι, καὶ τοῖς ἀπαντῶσι προσρήγνυνται, καὶ εἰς βάραθρα καὶ κρημνοὺς καταφέρονται, καὶ τῶν ὀφθαλμῶν αὐτοῖς ὄφελος οὐδὲν, οὐκ ὄντος τοῦ χειραγωγοῦντος φωτός· οὕτω καὶ οἱ τῆς πίστεως ἀπεστερημένοι, καὶ ἀλλήλοις προσεῤῥάγησαν, καὶ τοίχοις προσέπταισαν, καὶ τέλος εἰς τὸ τῆς ἀπωλείας βάραθρον φέροντες ἑαυτοὺς κατεκρήμνισαν. γʹ. Καὶ μάρτυρες τῶν λόγων τούτων οἱ τὴν ἔξωθεν αὐχοῦντες σοφίαν, οἱ μέγα ἐπὶ τῷ πώγωνι, καὶ τῷ τρίβωνι, καὶ τῇ βακτηρίᾳ φρονοῦντες. Μετὰ γὰρ μακροὺς καὶ πολλοὺς διαύλους λόγων, τοὺς πρὸ τῶν ὀφθαλμῶν κειμένους λίθους οὐκ εἶδον· εἰ γὰρ ὡς λίθους αὐτοὺς ἑώρων, οὐκ ἂν αὐτοὺς ἐνόμισαν εἶναι θεούς. Καὶ ἀλλήλοις δὲ προσεῤῥάγησαν, καὶ εἰς αὐτὸν τῆς ἀσεβείας τὸν βαθύτατον κρημνὸν κατηνέχθησαν, οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἢ διὰ τὸ λογισμοῖς ἐπιτρέψαι τὰ καθ' ἑαυτοὺς ἅπαντα. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. Εἶτα λέγων τοῦ σκότους καὶ τῆς μωρίας τὴν ἀπόδειξιν, ἐπήγαγεν· Ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν.

2

Ἀλλὰ τοῦτο ἅπαν τὸ σκότος ἐπεισελθοῦσα ἡ πίστις διεσκέδασεν ἐκ τῆς ψυχῆς τοῦ ὑποδεξαμένου αὐτήν· καὶ καθάπερ πλοῖον ὑπὸ τῆς τῶν πνευμάτων ἐμβολῆς κλυδωνιζόμενον καὶ ταῖς τῶν κυμάτων ἐπαναστάσεσι περιαντλούμενον ἐξαρτηθεῖσα ἄγκυρα πάντοθεν ἵστησι, καὶ ἐν μέσῳ ῥιζοῖ τῷ πελάγει· οὕτω δὴ καὶ τὸν νοῦν τὸν ἡμέτερον ὅταν οἱ προσπίπτοντες ἔξωθεν λογισμοὶ κλυδωνίζωσιν, ἀγκύρας ἀσφαλέστερον ἐπεισ 51.275 ελθοῦσα ἡ πίστις ἀπαλλάττει τοῦ ναυαγίου, ὥσπερ ἐν γαληνῷ λιμένι, τῇ τοῦ συνειδότος πληροφορίᾳ τὸ σκάφος ὁρμίζουσα. Καὶ αὐτὸ τοῦτο πάλιν ὁ Παῦλος δηλῶν ἔλεγεν, ὅτι Διὰ τοῦτο ἔδωκεν ἀποστόλους ὁ Θεὸς πρὸς καταρτισμὸν τῶν ἁγίων, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ· ἵνα μηκέτι ὦμεν νήπιοι κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ. Ὁρᾷς τῆς πίστεως τὸ κατόρθωμα, ὅτι ὡς ἄγκυρά τις ἀσφαλὴς, οὕτως ἐκβάλλει τὸν σάλον· ὅπερ οὖν καὶ αὐτὸς πάλιν Ἑβραίοις ἐπιστέλλει, οὑτωσὶ λέγων περὶ τῆς πίστεως· Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ, καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος. Ἵνα γὰρ ἀκούσας ἄγκυραν, μὴ νομίσῃς κάτω καθέλκεσθαι, δείκνυσιν, ὅτι καινή τις αὕτη τῆς ἀγκύρας ἡ φύσις, οὐ κάτω πιέζουσα, ἀλλ' ἄνω κουφίζουσα τὴν διάνοιαν, καὶ πρὸς τὸν οὐρανὸν μεθιστῶσα, καὶ εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος χειραγωγοῦσα· καταπέτασμα γὰρ ἐνταῦθα τὸν οὐρανὸν ἐκάλεσε. Τίνος ἕνεκα, καὶ διὰ τί; Ὅτι καθάπερ τὸ καταπέτασμα ἀπὸ τῆς ἔξω σκηνῆς διεῖργε τὰ ἅγια τῶν ἁγίων, οὕτω δὴ καὶ ὁ οὐρανὸς οὗτος, ὥσπερ καταπέτασμα, μέσος τῆς κτίσεως παρεμβεβλημένος ἀπὸ τῆς ἔξω σκηνῆς, τοῦτ' ἔστι, τοῦ κόσμου τούτου τοῦ βλεπομένου, διείργει τὰ ἅγια τῶν ἁγίων, τὰ ἄνω λέγων καὶ τὰ ὑπὲρ αὐτῶν, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός. δʹ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐκεῖ μετεωρίζει τὴν ψυχὴν τὴν ἡμετέραν, φησὶν, ἡ πίστις, οὐκ ἀφιεῖσα οὐδενὶ τῶν παρόντων δεινῶν ταπεινωθῆναι, ἀνακουφίζουσα τοὺς πόνους τῇ τῶν μελλόντων ἐλπίδι. Ὁ γὰρ πρὸς τὰ μέλλοντα ἀφορῶν, καὶ τὴν ἐκ τῶν οὐρανῶν ἀναμένων ἐλπίδα, καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἐκεῖ μετάγων, οὐδὲ αἰσθάνεται τῆς ὀδύνης τῶν ἐν τῷ παρόντι δεινῶν, ὥσπερ οὖν οὐδὲ Παῦλος ᾐσθάνετο, καὶ τὴν αἰτίαν τῆς φιλοσοφίας ἐδίδασκε, λέγων· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται. Πῶς, καὶ τίνι τρόπῳ; Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα διὰ τῶν τῆς πίστεως ὀφθαλμῶν. Ὥσπερ γὰρ οἱ τοῦ σώματος οὐδὲν βλέπουσι νοητὸν, οὕτως οἱ τῆς πίστεως οὐδὲν βλέπουσιν αἰσθητόν. Ἀλλὰ ποίαν πίστιν ἐνταῦθαλέγει ὁ Παῦλος; τὸ γὰρ τῆς πίστεως ὄνομα διπλῆν ἔχει τὴν σημασίαν. Καὶ γὰρ πίστις λέγεται, καθ' ἣν τὰ σημεῖα ἐποίουν τότε οἱ ἀπόστολοι, περὶ ἧς ὁ Χριστὸς ἔλεγεν· Ἐὰν ἔχητε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται. Καὶ πάλιν, ὅτε τὸν σεληνιαζόμενον οὐκ ἴσχυσαν ἀπαλλάξαι τοῦ δαίμονος οἱ μαθηταὶ, καὶ τὴν αἰτίαν ἐβούλοντο μαθεῖν, ταύτην αὐτοῖς ᾐνίξατο τὴν ἔλλειψιν τῆς πίστεως, λέγων· Διὰ τὴν ἀπιστίαν ὑμῶν. Καὶ ὁ Παῦλος δὲ περὶ αὐτῆς ἔλεγεν· Ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν. Καὶ ὅτε δὲ καταποντίζεσθαι ἔμελλε πεζῇ βαδίζων ἐπὶ τῆς θαλάσσης ὁ Πέτρος, αὐτὸ τοῦτο πάλιν ἐνεκάλεσεν ὁ Χριστὸς, εἰπών· Εἰς τί ἐδίστασας, ὀλιγόπιστε; Λέγεται τοίνυν πίστις ἡ τῶν σημείων καὶ τῶν θαυμάτων ποιητική· λέγεται δὲ πίστις καὶ ἡ τῆς εἰς τὸν Θεὸν γνώσεως παρασκευαστικὴ, καθ' ἣν ἕκαστος ἡμῶν ἐστι πιστός· ὡς ὅταν λέγῃ γράφων Ῥωμαίοις· Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἡ πίστις ὑμῶν ἐν ὅλῳ τῷ κόσμῳ καταγγέλλεται· καὶ Θεσσαλονικεῦσι πάλιν· Ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Θεοῦ, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ, 51.276 ἀλλὰ καὶ ἐν τῇ

3

Ἀχαΐᾳ, καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε. Ποίαν οὖν αἰνίσσεται ἐνταῦθα πίστιν; Εὔδηλον, ὅτι τὴν τῆς γνώσεως· καὶ δηλοῖ τὰ ἑξῆς. Πιστεύομεν γὰρ, φησὶ, διὸ καὶ λαλοῦμεν. Τί πιστεύομεν; Ὅτι ὁ ἐγείρας Ἰησοῦν, καὶ ἡμᾶς ἐγερεῖ διὰ τῆς δυνάμεως. Ἀλλὰ διὰ τί Πνεῦμα πίστεως αὐτὴν καλεῖ, καὶ εἰς τὴν τῶν χαρισμάτων καταλέγει τάξιν; Εἰ γὰρ χάρισμά ἐστιν ἡ πίστις, καὶ τῆς τοῦ Πνεύματος δωρεᾶς μόνον, ἀλλ' οὐχ ἡμέτερον κατόρθωμα, οὔτε οἱ ἀπιστοῦντες κολασθήσονται, οὔτε οἱ πιστεύοντες ἐπαινεθήσονται. Τοιαύτη γὰρ τῶν χαρισμάτων ἡ φύσις, οὐκ ἔχει στεφάνους, οὔτε ἀμοιβάς. Οὐ γὰρ τῶν δεξαμένων τὸ δῶρόν ἐστι κατόρθωμα, ἀλλὰ τῆς τοῦ παρεσχηκότος φιλοφροσύνης χάρισμα. Διὰ τοῦτο καὶ τοῖς μαθηταῖς ἐκέλευσε μὴ χαίρειν ἐπὶ τῷ δαίμονας ἐκβάλλειν, καὶ τοὺς ἐπὶ τῷ ὀνόματι αὐτοῦ προφητεύσαντας καὶ δυνάμεις πολλὰς ποιήσαντας ἐξέβαλε τῆς βασιλείας τῶν οὐρανῶν, ἐπειδὴ ἀπὸ κατορθωμάτων μὲν οἰκείων οὐδεμίαν εἶχον παῤῥησίαν, ἀπὸ δὲ χαρισμάτων ἐβούλοντο σώζεσθαι μόνον. εʹ. Εἰ τοίνυν καὶ ἡ πίστις τοιοῦτόν ἐστι, καὶ οὐδὲν ἡμεῖς εἰσηνέγκαμεν, ἀλλὰ τὸ πᾶν τῆς τοῦ Πνεύματός ἐστι χάριτος, καὶ ἐκείνη ταῖς ἡμετέραις αὑτὴν ἐγκατέβαλε ψυχαῖς, καὶ οὐδένα ἀντὶ τούτων ληψόμεθα μισθὸν, πῶς οὖν ἔλεγε, Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν; Ὅτι καὶ τῆς τοῦ πεπιστευκότος ἀρετῆς ἐστι κατόρθωμα ἡ πίστις. Πῶς δὲ ἀλλαχοῦ τοῦτο αὐτὸ πάλιν αἰνίττεται λέγων, Τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις εἰς δικαιοσύνην, εἰ τῆς τοῦ Πνεύματος χάριτος τὸ πᾶν ἐστι; πῶς δὲ καὶ τὸν πατριάρχην Ἀβραὰμ δι' αὐτῆς μυρίοις ἀνέδησεν ἐγκωμίων στεφάνοις, ὅτι τὰ παρόντα πάντα παραδραμὼν, παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσε; Τίνος οὖν ἕνεκα Πνεῦμα πίστεως αὐτὴν καλεῖ; Ἐκεῖνο δεῖξαι βουλόμενος, ὅτι τὸ μὲν παρὰ τὴν ἀρχὴν πιστεῦσαι, τῆς ἡμετέρας εὐγνωμοσύνης ἐστὶ, καὶ τὸ ὑπακοῦσαι κληθέντας· μετὰ δὲ τὸ καταβληθῆναι τὴν πίστιν, τῆς τοῦ Πνεύματος δεόμεθα βοηθείας, ὥστε μένειν αὐτὴν διηνεκῶς ἄσειστον καὶ ἀπερίτρεπτον. Οὔτε γὰρ ὁ Θεὸς, οὔτε ἡ τοῦ Πνεύματος χάρις τὴν ἡμετέραν προφθάνει προαίρεσιν· ἀλλὰ καλεῖ μὲν, ἀναμένει δὲ ὥστε ἑκόντας καὶ βουληθέντας οἴκοθεν προσελθεῖν· εἶτα, ἐπειδὰν προσέλθωμεν, τότε τὴν παρ' ἑαυτοῦ παρέχει συμμαχίαν ἅπασαν. Ἐπειδὴ γὰρ καὶ ὁ διάβολος μετὰ τὸ τῇ πίστει προσελθεῖν ἡμᾶς, εὐθέως ἐπεισέρχεται, τὴν καλὴν ταύτην ῥίζαν ἀνασπάσαι βουλόμενος, καὶ τὰ ζιζάνια σπεῖραι ἐπειγόμενος, καὶ τοῖς γνησίοις καὶ καθαροῖς λυμήνασθαι σπέρμασι, δεόμεθα τῆς τοῦ Πνεύματος βοηθείας τότε, ἵνα, καθάπερ γεωργὸς φιλόπονος, ἐγκαθεζόμενος ἡμῶν τῇ ψυχῇ, πολλῇ τῇ φειδοῖ καὶ προνοίᾳ τειχίζῃ πάντοθεν τὸ νεοπαγὲς τῆς πίστεως φυτόν. Διὰ τοῦτο Θεσσαλονικεῦσιν ἐπέστελλε λέγων, Τὸ Πνεῦμα μὴ σβέννυτε, δηλῶν ὅτι τῆς τοῦ Πνεύματος χάριτος ἐπεισελθούσης, ἀκαταγώνιστοι τῷ πονηρῷ δαίμονι λοιπὸν καὶ ταῖς μεθοδείαις αὐτοῦ πάσαις ἐσόμεθα. Εἰ γὰρ οὐδεὶςδύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, πολλῷ μᾶλλον τὴν πίστιν ἀσφαλῆ καὶ ἐῤῥιζωμένην οὐ δυνήσεται κατασχεῖν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. ςʹ. Πῶς δὲ δυνησόμεθα τὴν τοῦ Πνεύματος ἐπισπάσασθαι βοήθειαν, καὶ πεῖσαι μεῖναι παρ' ἑαυτοῖς; 51.277 Δι' ἔργων ἀγαθῶν καὶ πολιτείας ἀρίστης. Καθάπερ γὰρ τὸ λυχνιαῖον φῶς ἐλαίῳ κατέχεται, καὶ ἀναλωθέντος τούτου κἀκεῖνο συναναλωθὲν ἄπεισιν· οὕτω δὴ καὶ ἡ τοῦ Πνεύματος χάρις, παρόντων μὲν ἡμῖν ἔργων ἀγαθῶν, καὶ ἐλεημοσύνης πολλῆς ἐπιχεομένης τῇ ψυχῇ. μένει καθάπερ ἐλαίῳ κατεχομένη ἡ φλόξ· ταύτης δὲ οὐκ οὔσης, ἄπεισι καὶ ἀναχωρεῖ· ὅπερ καὶ ἐπὶ τῶν πέντε παρθένων ἐγένετο. Καὶ γὰρ ἐκεῖναι μετὰ τοὺς πολλοὺς πόνους καὶ τοὺς ἱδρῶτας, ἐπειδὴ τὴν ἀπὸ τῆς

4

φιλανθρωπίας οὐκ εἶχον βοήθειαν, οὐκ ἴσχυσαν παρ' ἑαυταῖς κατασχεῖν τὸ τοῦ Πνεύματος χάρισμα· διὸ καὶ τοῦ νυμφῶνος ἐξεβλήθησαν, καὶ τῆς φοβερᾶς ἐκείνης ἤκουσαν φωνῆς, Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς· ἣ καὶ τῆς γεέννης ἦν χαλεπωτέρα· διὰ τοῦτο καὶ μωρὰς αὐτὰς ὠνόμασεν· εἰκότως· ὅτι τυραννικωτέρας ἐπιθυμίας περιγενόμεναι, ὑπὸ τῆς ἀσθενεστέρας ἑάλωσαν. Ὅρα γάρ· φύσεως βίαν ἐνίκησαν, λυττῶσαν μανίαν ἐχαλίνωσαν, τὰ τῆς ἐπιθυμίας ἐστόρεσαν κύματα, ἐν γῇ διατρίβουσαι ἀγγελικὸν ἐπεδείξαντο βίον, σῶμα περικείμεναι πρὸς τὰς ἀσωμάτους ἡμιλλήθησαν δυνάμεις· καὶ μετὰ τοσοῦτον πόνον χρημάτων ἐπιθυμίας οὐκ ἐκράτησαν, ὄντως μωραὶ καὶ ἀνόητοι· διὰ τοῦτο καὶ οὐδὲ συγγνώμης ἠξιώθησαν. Ῥᾳθυμίας γὰρ τὸ πτῶμα γέγονε μόνον· αἱ γὰρ ἐν τοσαύτῃ φλογὶ κάμινον ἐπιθυμίας δυνηθεῖσαι σβέσαι, καὶ ὑπὲρ τὰ σκάμματα πηδήσασαι, καὶ πλείω τῶν προσταχθέντων ἐπιδειξάμεναι (οὐ γάρ ἐστι νόμος ἡ παρθενία, ἀλλὰ τῇ προαιρέσει τῶν ἀκουόντων ἐπιτέτραπται), εἶτα ὑπὸ χρημάτων ἡττηθεῖσαι, τίνος οὐκ ἂν εἶεν ἐλεεινότεραι, δι' ὀλίγων ἀργυρίων τὸν στέφανον ἀπὸ τῆς κεφαλῆς ῥίψασαι; Ταῦτα λέγω, οὐχὶ τὰς χεῖρας τῶν παρθένων ἐκλύων, οὐδὲ τὴν παρθενίαν σβέσαι βουλόμενος, ἀλλ' ἵνα μὴ ἀνόνητα δράμωσιν, ἵνα μὴ μετὰ μυρίους ἱδρῶτας ἀστεφάνωτοι καὶ αἰσχύνης γέμουσαι ἐκ τῶν σκαμμάτων ἀναχωρήσωσι. Καλὸν ἡ παρθενία καὶ ὑπὲρ τὴν φύσιν τὸ κατόρθωμα· ἀλλὰ τὸ καλὸν τοῦτο καὶ μέγα καὶ ὑπὲρ τὴν φύσιν, ἂν μὴ φιλανθρωπίαν ἔχῃ συνεζευγμένην, οὐδὲ ἐπιβαίνειν τῶν τοῦ νυμφῶνος προθύρων δυνήσεται. Καὶ σκόπει μοι τῆς φιλανθρωπίας τὴν ἰσχὺν, καὶ τῆς ἐλεημοσύνης τὴν δύναμιν. Παρθενία μὲν χωρὶς ἐλεημοσύνης οὐκ ἴσχυσεν οὐδὲ μέχρι τῶν προθύρων τοῦ νυμφῶνος ἀγαγεῖν· ἐλεημοσύνη δὲ χωρὶς παρθενίας, τοὺς ἑαυτῆς τροφίμους μετὰ πολλῶν ἐγκωμίων εἰς τὴν πρὸ καταβολῆς κόσμου βασιλείαν ἡτοιμασμένην ἐχειραγώγησεν. Αὗται μὲν γὰρ, ἐπειδὴ ἐλεημοσύνην οὐκ ἐπεδείξαντο δαψιλῆ, ἤκουσαν, Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς· ἐκεῖνοι δὲ οἱ διψῶντα ποτίσαντες, καὶ πεινῶντα θρέψαντες τὸν Χριστὸν, καίτοι παρθενίαν μὴ προβαλλόμενοι, ἤκουσαν, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Καὶ μάλα εἰκότως· ὁ μὲν γὰρ παρθενεύων καὶ νηστεύων, ἑαυτῷ χρήσιμος· ὁ δὲ ἐλεῶν, κοινός ἐστι τῶν ναυαγούντων λιμὴν, τὰς τῶν πλησίον διορθούμενος πενίας, καὶ τὰς ἑτέρων λύων ἀνάγκας. Τῶν δὲ κατορθωμάτων ἐκεῖνα μάλιστα εὐδοκιμεῖν εἴωθεν, ἅπερ ἂν πρὸς τὸ συμφέρον ἑτέροις γίνεται. ζʹ. Καὶ ἵνα μάθῃς, ὅτι αὗται μᾶλλον τῷ Θεῷ περισπούδαστοι τῶν ἄλλων αἱ ἐντολαὶ, περὶ μὲν νηστείας καὶ παρθενίας διαλεγόμενος, βασιλείας οὐρα 51.278 νῶν μέμνηται· περὶ δὲ ἐλεημοσύνης καὶ φιλανθρωπίας καὶ τοῦ ποιεῖν ἑαυτοὺς οἰκτίρμονας νομοθετῶν, πολὺ μεῖζον τῆς βασιλείας τῶν οὐρανῶν τέθεικεν ἔπαθλον, Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, λέγων. Ἐκεῖνοι γὰρ μάλιστα τῶν νόμων ὁμοίους ποιοῦσι τοὺς ἀνθρώπους τῷ Θεῷ, ὡς ἀνθρώπους εἰκὸς γενέσθαι ὁμοίους τοῦ Θεοῦ, οἱ πρὸς τὸ κοινῇ συμφέρον ἐκβαίνοντες. Καὶ δηλῶν αὐτὸ τοῦτο ὁ Χριστὸς ἔλεγεν· Ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὕτω καὶ ὑμεῖς τοῖς οὖσι κατὰ δύναμιν εἰς τὸ κοινῇ συμφέρον τῶν ἀδελφῶν ἀποκεχρημένοι, μιμήσασθε τὸν τὰ ἀγαθὰ αὐτοῦ προτιθέντα πᾶσιν ὁμοίως. Μέγα τὸ τῆς παρθενίας ἀξίωμα, καὶ διὰ τοῦτο μᾶλλον συγκροτηθῆναι αὐτὸ βούλομαι. Παρθενίας γὰρ ἀξίωμα οὐκ ἀποσχέσθαι γάμων μόνον, ἀλλὰ τὸ φιλάνθρωπον εἶναι καὶ φιλάδελφον καὶ συμπαθητικόν. Τί γὰρ ὄφελος παρθενία μετὰ ὠμότητος; τί δὲ κέρδος σωφροσύνη μετὰ ἀπανθρωπίας; Οὐχ ἑάλως σωμάτων ἐπιθυμίᾳ, ἀλλ' ἑάλως χρημάτων ἐπιθυμίᾳ· οὐκ

5

ἐθαύμασας χρυσίου κάλλος· τὸν μείζονα ἐνίκησας ἀνταγωνιστὴν, ἀλλ' ὁ ἐλάττων καὶ ἀσθενέστερος ἐκράτησέ σου καὶ περιεγένετο. Διὰ τοῦτο αἰσχροτέραν ἐποίησέ σου τὴν ἧτταν· διὰ τοῦτο οὐδὲ συγγνώμης ἔτυχες, τοσαύτης μὲν περιγενομένη βίας, καὶ πρὸς τὴν φύσιν αὐτὴν ἀποδυσαμένη, ὑπὸ δὲ φιλαργυρίας ἁλοῦσα, ἣν καὶ οἰκέται πολλάκις καὶ βάρβαροι ἀπονητὶ νικῆσαι ἠδυνήθησαν. ηʹ. Ταῦτ' οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, καὶ οἱ γάμοις ὁμιλοῦντες, καὶ οἱ παρθενίαν ἀσκοῦντες, πολλὴν ἐπιδειξώμεθα περὶ τὴν ἐλεημοσύνην σπουδὴν, ἐπειδὴ μηδὲ ἑτέρως ἔστι τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν. Εἰ γὰρ παρθενία χωρὶς ἐλεημοσύνης οὐκ ἴσχυσεν εἰς βασιλείαν εἰσαγαγεῖν, ποῖον ἕτερον κατόρθωμα τοῦτο ἰσχύσει, ἢ δυνήσεται ταύτης χωρίς; Οὐκ ἔστιν οὐδέν. Πάσῃ τοίνυν ψυχῇ καὶ δυνάμει τὸ ἔλαιον ἐγχέωμεν ταῖς λαμπάσι, καὶ δαψιλὲς ἔστω καὶ διηνεκὲς τοῦτο, ἵνα φαιδρὸν καὶ πλούσιον μείνῃ τὸ φῶς. Μὴ γὰρ δὴ τὸν πένητα ἴδῃς τὸν λαμβάνοντα, ἀλλὰ τὸν Θεὸν τὸν ἀποδιδόντα· μὴ τὸν δεχόμενον τὸ ἀργύριον, ἀλλὰ τὸν ὑπεύθυνον γινόμενον τῷ ὀφλήματι. Διὰ γὰρ τοῦτο ἕτερος λαμβάνει, καὶ ἕτερος ἀποδίδωσιν, ἵνα ἡ μὲν τοῦ δεχομένου πενία καὶ ἡ συμφορὰ πρὸς ἔλεον ἐπικάμψῃ καὶ συμπάθειαν· ὁ δὲ τοῦ μέλλοντος ἀποδιδόναι πλοῦτος τὴν καταβολὴν ἐγγυώμενος, καὶ τὴν μετὰ πολλῆς προσθήκης ἔκτισιν ἑπομένην, θαῤῥῆσαι παρασκευάσῃ περὶ τοῦ δανείου καὶ τοῦ τέλους, καὶ μετὰ πλείονος δαψιλείας ἐκκαλέσηται τὴν ἐλεημοσύνην. Τίς γὰρ, εἰπέ μοι, μέλλων ἑκατονταπλασίονα λαμβάνειν, καὶ θαῤῥῶν πάντως ὑπὲρ τῆς ἀποδόσεως, οὐχὶ τὰ πάντα προήσεται; Μὴ τοίνυν φειδώμεθα χρημάτων, μᾶλλον δὲ φειδώμεθα τῶν χρημάτων· ὁ γὰρ φειδόμενος τῶν ὄντων, εἰς τὰς τῶν πενήτων χεῖρας αὐτὰ ἐναποτίθεται, εἰς τὸν ἄσυλον θησαυρὸν, καὶ λῃσταῖς καὶ οἰκέταις καὶ συκοφάνταις κακούργοις καὶ πάσαις ἐφόδοις ἀνάλωτον. Εἰ δὲ καὶ ταῦτα ἀκούων ὀκνεῖς προέσθαι τι τῶν ὄντων, καὶ οὔτε τὸ ἑκατονταπλασίονα ἀπολαβεῖν, οὔτε ἡ τοῦ πένητος συμφορὰ, οὔτε ἄλλο οὐδὲν ἐπικάμψαι σε δυνήσεται, ἀναλόγισαι τὰ πεπλημμελημένα σοι· εἴσελθε εἰς τὸ συνειδὸς τῶν ἁμαρτημάτων, πᾶσαν ἐξέτασόν σου τὴν ζωήν· κατάμαθέ σου τὰ παραπτώματα 51.279 μετὰ ἀκριβείας· κἂν ἁπάντων ἀνθρώπων ἀπηνέστερος ᾖς, πάντως ὑπὸ τοῦ φόβου τῶν ἡμαρτημένων σοι παρὰ πάντα τὸν χρόνον ὠθούμενος, καὶ διὰ τῆς ἐλεημοσύνης ἄφεσίν σοι προσδοκῶν γενέσθαι τούτων, καὶ τὸ σῶμα ἐπιδώσεις σαυτοῦ, μήτι γε χρήματα. Εἰ γὰρ τραύματα ἔχοντες, καὶ νοσήματα σωματικὰ ἀποκρούσασθαι βουλόμενοι, οὐδενὸς τῶν ὄντων φειδώμεθα, κἂν αὐτὸ τὸ ἱμάτιον ἀποδόσθαι δέοι, ὥστε τῆς ἀῤῥωστίας ἀπαλλαγῆναι ἐκείνης· πολλῷ μᾶλλον τῆς ψυχῆς ἀῤῥωστίαν ἀποτίθεσθαι μέλλοντες καὶ τὰ χαλεπὰ τῶν ἁμαρτημάτων τραύματα διὰ τῆς ἐλεημοσύνης, μετὰ πάσης προθυμίας αὐτὴν ἐργασώμεθα. Καίτοι γε ἐπὶ μὲν τῶν νοσημάτων οὐκ ἔστιν εὐθέως καταβαλόντα ἀργύριον ἀπαλλαγῆναι τῆς νόσου, ἀλλὰ δεῖ καὶ τομῆς πολλάκις καὶ καύσεως καὶ πικρῶν φαρμάκων, καὶ λιμοῦ, καὶ ψύχους, καὶ ἑτέρων φορτικωτέρων ἐπιταγμάτων· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ἀρκεῖ καταβαλεῖν τὸ ἀργύριον εἰς τὰς τῶν πενήτων χεῖρας, καὶ πάντα εὐθέως ἀπολούσασθαι τὰ πεπλημμελημένα χωρὶς ὀδύνης καὶ πόνου. Ὁ γὰρ τὴν ψυχὴν θεραπεύων ἰατρὸς, οὐ δεῖται μεθόδων καὶ ὀργάνων, καὶ σιδήρου καὶ πυρός· ἀλλ' ἀρκεῖ νεῦσαι μόνον, καὶ πάντα ἐκρεῖ τῆς ἡμετέρας ψυχῆς τὰ πλημμελήματα, καὶ εἰς τὸ μὴ ὂν ἀφανίζεται. θʹ. Οὐχ ὁρᾷς τοὺς μοναχοὺς τοὺς τὸν μονήρη βίον ἐπιθυμοῦντας καὶ εἰς τὰς κορυφὰς τῶν ὀρέων ἀναχωροῦντας, ὅσην ὑπομένουσι σκληραγωγίαν; Καὶ γὰρ σποδὸν ὑποστρωννύμενοι, καὶ σάκκον περιβαλλόμενοι, καὶ κλοιὰ παντὶ τῷ σώματι περιτιθέντες, καὶ ἐν οἴκῳ καθείρξαντες ἑαυτοὺς, λιμῷ παλαίουσι διηνεκεῖ, θρήνοις

6

συζῶσι καὶ ἀγρυπνίαις ἀφορήτοις, ἵνα δυνηθῶσι μικρὸν γοῦν μέρος τῶν ἡμαρτημένων ἀποῤῥίψασθαι· σοὶ δὲ ἔξεστι χωρὶς τῆς σκληραγωγίας ἁπάσης ἐκείνης τὴν εὔκολον ταύτην καὶ ῥᾳδίαν εὐλάβειαν ἐπιδείξασθαι. Ποῖος γὰρ πόνος, εἰπέ μοι, τῶν ὄντων ἀπολαύοντας, τὰ περιττὰ τῆς χρείας εἰς τοὺς δεομένους ἀναλῶσαι; Εἰ γὰρ μὴ μισθὸς ἔκειτο, εἰ γὰρ μὴ ἀμοιβὴ τοσαύτη ὥριστο, αὐτὴ τοῦ πράγματος ἡ φύσις οὐχ ἱκανὴ καὶ τοὺς σφόδρα ἀνημέρους πεῖσαι, τοῖς περιττεύουσιν εἰς παραμυθίαν τῶν δεομένων ἀποχρήσασθαι; Ὅταν δὲ καὶ τοσοῦτοι στέφανοι, καὶ τοσαῦται ἀμοιβαὶ, καὶ τοσαύτη ἁμαρτημάτων ἀμνηστία διὰ τῆς ἐλεημοσύνης γίνηται, ποίαν ἕξουσιν ἀπολογίαν, εἰπέ μοι, οἱ χρημάτων φειδόμενοι καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν καταποντίζοντες τοῖς ἁμαρτήμασιν; Εἰ γὰρ καὶ μηδέν σε ἕτερον κινεῖ καὶ διανίστησι πρὸς συμπάθειαν καὶ πρὸς ἐλεημοσύνην, τῆς τελευτῆς τὴν ἀδηλίαν ἀναλόγισαι· καὶ ἐνθυμηθεὶς, ὅτι κἂν μὴ πένησι δῷς, ἐπελθόντος τοῦ θανάτου καὶ ἄκων ἐκστήσῃ ἑτέροις αὐτῶν, κἂν οὕτω γενοῦ φιλάνθρωπος νῦν. Καὶ γὰρ ἐσχάτης ἀνοίας ἂν εἴη, ὧν καὶ ἄκοντες ἐξίστασθαι μέλλομεν, ἑτέροις τούτων μὴ μεταδοῦναι ἑκόντας τοῖς δεομένοις, καὶ ταῦτα μέλλοντας τοσαῦτα ἀπὸ τῆς φιλοφροσύνης ταύτης καρποῦσθαι καλά. Τὸ ὑμῶν περίσσευμα, φησὶ, γενέσθω εἰς τὸ ἐκείνων ὑστέρημα. Τί δέ ἐστιν ὃ λέγει; Μείζονα λαμβάνεις, ἢ δίδως. Δίδως αἰσθητὰ, καὶ λαμβάνεις νοητὰ καὶ πνευματικά· δίδως ἀργύριον, καὶ λαμβάνεις ἁμαρτημάτων ἄφεσιν· λύεις σὺ τῷ πένητι λιμὸν, ἐκεῖνος δέ σοι λύει τοῦ Θεοῦ τὴν ὀργήν. Ἀντίδοσίς τίς ἐστι καὶ πραγματεία πολὺ τῆς δαπάνης μείζω καὶ χρησιμωτέραν τὴν πρόσοδον ἔχουσα. Ἡ μὲν γὰρ δαπάνη ἐν χρήμασι γίνεται· ἡ πρόσοδος δὲ οὐκ ἔτι ἐν χρήμασι μόνον, ἀλλὰ καὶ 51.280 ἐν ἁμαρτημάτων ἀφέσει, καὶ παῤῥησίᾳ τῇ πρὸς τὸν Θεὸν, καὶ βασιλείᾳ τῶν οὐρανῶν, καὶ τῇ τῶν ἀγαθῶν ἀπολαύσει, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Πῶς οὖν οὐκ ἄτοπον, τοὺς μὲν ἐμπόρους μηδενὸς φείδεσθαι τῶν ὄντων, καὶ ταῦτα οὐχ ἑτέρας τινὸς καινοτέρας, ἀλλ' ὁμοίας τῇ ἐνθήκῃ τῆς ἐμπορίας αὐτῶν μελλούσης ἔσεσθαι· ἡμᾶς δὲ διὰ φθαρτῶν καὶ ἐπικήρων οὐχὶ φθαρτὰ καὶ ἐπίκηρα, ἀλλ' ἄφθαρτα καὶ ἀθάνατα καρποῦσθαι μέλλοντας ἀγαθὰ, μηδὲ τὴν αὐτὴν ἐκείνοις φιλοτιμίαν περὶ τὰ ὄντα ἐπιδείκνυσθαι; Μὴ, ἀδελφοὶ, μὴ οὕτω κακῶς περὶ τῆς ἑαυτῶν βουλευώμεθα σωτηρίας· ἀλλὰ τὸ παράδειγμα τῶν παρθένων εἰδότες, καὶ τοὺς εἰς τὸ πῦρ ἀπαγομένους τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐπειδὴ μὴ ἔθρεψαν, μηδὲ ἐπότισαν τὸν Χριστὸν, κατέχωμεν τοῦ Πνεύματος τὸ πῦρ διὰ φιλανθρωπίας δαψιλοῦς καὶ ἐπιτεταμένης ἐλεημοσύνης, ἵνα μὴ περὶ τὴν πίστιν ναυαγήσωμεν. Ἡ μὲν γὰρ πίστις τῆς τοῦ Πνεύματος δεῖται βοηθείας καὶ τῆς παραμονῆς, ἵνα ἄσειστος μένῃ· ἡ δὲ τοῦ Πνεύματος βοήθεια διὰ βίου καθαροῦ καὶ πολιτείας ἀρίστης ἡμῖν εἴωθεν παραμένειν. Ὥστε εἰ μέλλοιμεν ἐῤῥιζωμένην ἔχειν τὴν πίστιν, πολιτείας ἡμῖν δεῖ καθαρᾶς τῆς τὸ Πνεύμα πειθούσης μένειν καὶ συνέχειν ἐκείνης τὴν δύναμιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι βίον ἀκάθαρτον ἔχοντα, μὴ καὶ περὶ τὴν πίστιν σαλεύεσθαι. ιʹ. Οἱ γοῦν περὶ εἱμαρμένης ληροῦντες, καὶ τῷ σωτηριώδει τῆς ἀναστάσεως διαπιστοῦντες λόγῳ, ἀπὸ συνειδότος πονηροῦ καὶ πράξεων διεφθαρμένων ἐπὶ τὸ βάραθρον τῆς ἀπιστίας ταύτης κατέπεσον. Καὶ καθάπερ οἱ πυρέττοντες βουλόμενοι τὸ πνῖγος ἀποτινάξασθαι, κατὰ ψυχρῶν ἑαυτοὺς πολλάκις ἔῤῥιψαν ὑδάτων, καὶ πρὸς βραχὺ παραμυθησάμενοι τὴν νόσον, χαλεπωτέραν ὕστερον ἀνῆψαν τὴν φλόγα· οὕτω δὴ καὶ οἱ πονηρῷ συνεχόμενοι συνειδότι, εἶτα παραμυθίαν ζητοῦντες εὑρεῖν καὶ μὴ βουλόμενοι μετανοίᾳ τὰ ἁμαρτήματα ἀπονίψασθαι, τὴν τῆς εἱμαρμένης ἐπεισήγαγον τυραννίδα, καὶ τὴν τῆς ἀναστάσεως ἀπιστίαν. Διὰ τοῦτο ἐνταῦθα ἑαυτοὺς διὰ τῶν

7 ψυχρῶν λογισμῶν πρὸς βραχὺ παραμυθησάμενοι, μείζονα τῆς γεέννης ἀνάψουσιν ἑαυτοῖς τὴν φλόγα, ὅταν γενόμενοι ῥᾳθυμότεροι, εἶτα ἀπελθόντες ἐκεῖ θεάσωνται τῶν ἑαυτοῖς πεπλημμελημένων ἕκαστον αὐτὸν διδόντα εὐθύνας. Καὶ ἵνα μάθητε ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ πράξεις πονηραὶ τῇ τῆς πίστεως λυμαίνονται στεῤῥότητι, ἄκουσον τί φησιν ὁ Παῦλος τῷ Τιμοθέῳ γράφων· Ἵνα στρατεύσῃ, φησὶ, τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν (ἡ δὲ ἀγαθὴ συνείδησις ἀπὸ βίου καὶ πράξεων ὀρθῶν γένοιτ' ἄν)· ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν, φησὶν, ἐναυάγησαν. Καὶ πάλιν ἀλλαχοῦ· Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν τῆς πίστεως. Εἶδες ὅτι κἀκεῖνοι ἐναυάγησαν διὰ τοῦτο, καὶ οὗτοι διὰ τοῦτο ἀπεπλανήθησαν, ἐπειδὴ οἱ μὲν τὴν ἀγαθὴν συνείδησιν ἀπώσαντο, οὗτοι δὲ τῆς φιλαργυρίας ἐπελάβοντο; Ἅπερ ἅπαντα λογισάμενοι μετ' ἀκριβείας, ἐπιμελώμεθα πολιτείας ἀρίστης, ὥστε γενέσθαι διπλοῦν ἡμῖν τὸν μισθὸν, ἕνα μὲν, τὸν ἐκ τῆς τῶν ἔργων ἀμοιβῆς ἡτοιμασμένον, ἕτερον δὲ, τὸν ἐκ τῆς κατὰ πίστιν στεῤῥότητος. Ὅπερ γάρ ἐστιν ἡ τροφὴ τῷ σώματι, τοῦτο ἡ πολιτεία τῇ πίστει· καὶ καθάπερ ἡ τῆς σαρκὸς φύσις τῆς ἡμετέρας οὐκ ἂν διακρα 51.281 τηθείη χωρὶς τροφῆς, οὕτως οὐδὲ ἡ πίστις χωρὶς ἔργων ἀγαθῶν· Χωρὶς γὰρ ἔργων ἡ πίστις νεκρά. Ἓν ὑπολέλειπται λοιπὸν εἰπεῖν, τι ποτέ ἐστι, Τὸ αὐτό; Οὐ γὰρ εἶπεν ἁπλῶς, ἔχοντες τὸ Πνεῦμα τῆς πίστεως, ἀλλὰ τί; Ἔχοντες τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως. Καὶ ἐβουλόμην μὲν ἐπεξελθεῖν καὶ τοῦτο τῷ λόγῳ· ἀλλ' ἐπειδὴ πολλοὺς ποταμοὺς ὁρῶ νοημάτων ἐκ τῆς ψιλῆς ταύτης ῥήσεως ἐξιόντας, δέδοικα μὴ τῷ πλήθει τῶν ῥηθήσεσθαι μελλόντων τὰ εἰρημένα ἐπικλύσας ἅπαντα, ἄχρηστον ὑμῖν ποιήσω τὴν διδασκαλίαν διὰ τῆς ἀμετρίας ὑμῖν λυμηνάμενος. Διόπερ ἐνταῦθα στήσας τὸν λόγον, παρακαλῶ καὶ δέομαι τά τε εἰρημένα μετ' ἀκριβείας φυλάττειν, ὅσα περὶ πολιτείας, 51.282 καὶ πίστεως, καὶ παρθενίας, καὶ φιλανθρωπίας, καὶ ἐλεημοσύνης ἠκούσατε, καὶ ταῦτα κατέχοντας ἀσφαλῶς, πρὸς τὴν τῶν μελλόντων ἀκρόασιν ἀπαντῆσαι. Οὕτω γὰρ ἡμῖν στεῤῥὰ καὶ ἄσειστος ἔσται ἡ τῶν εἰρημένων οἰκοδομὴ, ὅταν, τῶν προτέρων καλῶς πεπηγότων ἐν ταῖς ὑμετέραις διανοίαις, τὰ δεύτερα ἐπεμβάλωμεν. Ὁ δὲ Θεὸς ὁ καὶ ἡμῖν ταῦτα εἰπεῖν δοὺς, καὶ ὑμῖν μετὰ προθυμίας ἀκοῦσαι, καταξιώσειε καὶ τὸν διὰ τῶν ἔργων ἐπιδείξασθαι καρπὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.

Εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, "Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·" καὶ πρὸς Μανιχαίους, καὶ πάντας τοὺς διαβάλλοντας τὴν Παλαιὰν καὶ διαιροῦντας αὐτὴν ἀπὸ τῆς Καινῆς, καὶ περὶ ἐλεημοσύνης. αʹ. Ἀποστολικῆς ὑμῖν ἐξηγήσεως χρέος ὀφείλω παλαιόν· ἀλλὰ τοῦτο τὸ χρέος ὑμεῖς μὲν ἴσως ἐπιλέλησθε διὰ τὸν χρόνον, ἐγὼ δὲ οὐκ ἐπιλέλησμαι διὰ τὸν περὶ ὑμᾶς πόθον. Τοιοῦτον γὰρ ἡ ἀγάπη· ἄγρυπνόν τι χρῆμα, καὶ μεμεριμνημένον ἐστί· καὶ οὐχὶ τοὺς φιλουμένους μόνον ἐπὶ τῆς διανοίας περιφέρουσιν οἱ φιλοῦντες, ἀλλὰ καὶ ὅσα ἂν αὐτοῖς ὑπόσχωνται δώσειν, τῶν μελλόντων ἀπολαμβάνειν ἀκριβέστερον τὴν μνήμην ἔχουσιν. Οὕτω καὶ μήτηρ φιλόστοργος τοῖς παισὶ τοῖς ἑαυτῆς λείψανα τραπέζης διατηρήσασα, κἂν ἐκεῖνοι τύχωσιν ἐπιλαθόμενοι, αὕτη γε οὐκ ἐπιλήσεται, ἀλλὰ μετὰ σπουδῆς αὐτὰ διαφυλάξασα πάσης, εἰς μέσον φέρει καὶ διατρέφει πεινῶντας. Εἰ δὲ μητέρες οὕτω περὶ τὰ ἔκγονα φιλόστοργοι, πολλῷ μᾶλλον ἡμᾶς περὶ τὴν ὑμετέραν

ἀγάπην πλείονα σπουδὴν καὶ ἐπιμέλειαν ἐπιδείκνυσθαι χρὴ, ὅσῳ τῶν τῆς φύσεως ὠδίνων αἱ τοῦ πνεύματός εἰσι δυνατώτεραι. Τίς οὖν ἡ τράπεζα ἦν, ἧς τὰ λείψανα διετηρήσαμεν ὑμῖν; Ῥῆσις ἦν ἀποστολικὴ, πολλὴν ἡμῖν τότε παρασχοῦσα τροφὴν πνευματικὴν, ἧς μέρος μὲν ἐνεθήκαμεν ὑμῶν τῇ διανοίᾳ, μέρος δὲ εἰς τὴν παροῦσαν ἡμέραν ἀνεβαλλόμεθα, ὥστε μὴ τῷ πλήθει τῶν λεγομένων καταχῶσαι τῆς μνήμης τῆς ὑμετέρας τὴν δύναμιν. Τίς οὖν ἐστιν ἡ ῥῆσις; Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Περὶ ποίας μὲν οὖν πίστεως εἴρηται, πότερον τῆς τῶν σημείων ποιητικῆς, περὶ ἦς ὁ Χριστός φησιν· Ἐὰν ἔχετε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται· ἢ τῆς τὴν γνῶσιν ἐμποιούσης ἡμῖν, καθ' ἣν πάντες ἐσμὲν πιστοί· καὶ τίνος ἕνεκα Πνεῦμα πίστεως εἴρηται, καὶ τί ποτέ ἐστιν ἡ πίστις αὕτη, καὶ πάντα δὴ ταῦτα κατὰ δύναμιν τότε πρὸς τὴν ὑμετέραν διελέχθημεν ἀγάπην, ὅτε καὶ τοὺς περὶ ἐλεημοσύνης ἐκινήσαμεν λόγους. Ἐπειδὴ δὲ ἐλείπετο εἰπεῖν καὶ τίνος ἕνεκεν εἴρηται, Πνεῦμα πίστεως τὸ αὐτὸ, καὶ τὸ πλῆθος τῶν τότε λεχθέντων οὐκ ἐπέτρεπε καὶ ταύτῃ μετ' ἀκριβείας ἐπεξελθεῖν τῇ ῥήσει· τούτου χάριν εἰς τὴν παροῦσαν ἡμέραν αὐτὴν ἐταμιευσάμεθα, καὶ νῦν τοῦτο ἀνέστημεν ἀποδώσοντες ὑμῖν τὸ χρέος. Τίνος οὖν ἕνεκεν εἴρηκε, Τὸ αὐτό; 51.282 Πολλὴν συγγένειαν τῆς Καινῆς Διαθήκης πρὸς τὴν Παλαιὰν ἐπιδεῖξαι βούλεται· διὰ τοῦτο καὶ προφητικῆς ἡμᾶς ἀνέμνησε ῥήσεως, εἰπὼν, Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα, καὶ ἐπαγαγὼν, Κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα. Τοῦτο δὲ ἄνωθεν καὶ πρὸ πολλῶν χρόνων ὁ Δαυῒδ ἦν εἰρηκὼς, ὅπερ ὁ Παῦλος παρήγαγε νῦν, δηλῶν ὅτι τοῦ Πνεύματος ἡ χάρις ἡ αὐτὴ καὶ ἐν ἐκείνῳ τότε, καὶ νῦν ἐν ἡμῖν τὴν τῆς πίστεως ἐῤῥίζωσε δύναμιν· ὡσεὶ ἔλεγε, Τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, τὸ καὶ ἐν ἐκείνῳ λαλῆσαν, καὶ ἐν ἡμῖν ἐνήργησε. βʹ. Ποῦ νῦν εἰσιν οἱ τὴν Παλαιὰν διαβάλλοντες, οἱ τὸ σῶμα τῆς Γραφῆς διασπῶντες, οἱ τῇ Καινῇ μὲν ἄλλον, ἕτερον δὲ τῇ Παλαιᾷ Θεὸν ἀπονέμοντες; Ἀκουέτωσαν Παύλου τὰ στόματα τὰ ἄθεα ἐμφράττοντος, καὶ ἐπιστομίζοντος τὴν θεομάχον γλῶτταν, καὶ διὰ τῆς ῥήσεως ταύτης δεικνύοντος, ὅτι τὸ αὐτὸ Πνεῦμα καὶ ἐν τῇ Παλαιᾷ, καὶ ἐν τῇ Καινῇ. Καὶ γὰρ αὐτὰ τὰ ὀνόματα πολλὴν ἡμῖν τῶν Διαθηκῶν δείκνυσι τὴν συμφωνίαν. Ἡ γὰρ Καινὴ διὰ τὴν Παλαιὰν εἴρηται, καὶ ἡ Παλαιὰ διὰ τὴν Καινήν· καθάπερ οὖν καὶ ὁ Παῦλός φησιν, Ἐν τῷ λέγειν Καινὴν πεπαλαίωκε τὴν προτέραν. Εἰ δὲ μὴ τοῦ αὐτοῦ εἶεν Δεσπότου, οὔτε αὕτη Καινὴ, οὔτ' ἐκείνη Παλαιὰ δύναιτ' ἂν λέγεσθαι. Ὥστε αὕτη ἡ ἐν τοῖς ὀνόμασι διαφορὰ τὴν συγγένειαν ἑκατέρας ἐκδείκνυται, καὶ ἡ διαφορὰ δὲ αὕτη οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὴν τῶν χρόνων ἐναλλαγήν ἐστι· καὶ γὰρ τὸ καινὸν τῷ παλαιῷ κατὰ τοῦτο ἀντιδιαστέλλεται μόνον· ἡ δὲ τῶν χρόνων ἐναλλαγὴ οὐδὲ διαφορὰν δεσποτείας οὐδὲ μείωσιν εἰσάγει. Καὶ τοῦτο πάλιν ὁ Χριστὸς ἐνέφηνεν, εἰπών· Διὰ τοῦτο λέγω ὑμῖν, Πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Ὁρᾷς διάφορα μὲν τὰ κτήματα, μίαν δὲ τὴν δεσποτείαν; Ὥσπερ οὖν ἐκεῖνος δύναται ἐκβάλλειν καινὰ καὶ παλαιὰ εἷς ὢν οἰκοδεσπότης, οὕτω δὴ καὶ ἐνταῦθα δυνατὸν ἑνὸς εἶναι Θεοῦ τὴν Καινὴν καὶ τὴν Παλαιάν· αὐτὸ γὰρ τοῦτο μάλιστα δείκνυσιν αὐτοῦ τὸν πλοῦτον καὶ τὴν περιουσίαν, τὸ μὴ μόνον καινὰ κεκτῆσθαι, ἀλλὰ καὶ ἐν τοῖς παλαιοῖς τὴν περιουσίαν ἐνδείκνυσθαι. Ὥστε διαφορὰ μόνον ἐστὶν ὀνομάτων ἐν ταῖς Διαθή 51.283 καις οὐ μάχη, οὐδὲ ἐναντίωσις. Τὸ γὰρ παλαιὸν ἐκ τοῦ καινοῦ γίνεται παλαιόν· τοῦτο δὲ οὐ μάχης, οὐδὲ

9

ἐναντιώσεως, ἀλλὰ διαφορᾶς ὀνόματος μόνης. Ἐγὼ δὲ τοσαύτην ὑπερβολὴν ποιοῦμαι, ὅτι, εἰ καὶ ἐναντίοι ἦσαν οἱ νόμοι τῆς Παλαιᾶς τοῖς τῆς Καινῆς, σφόδρα ἂν διισχυρισάμην, ὡς οὐδὲ οὕτως ἕτερον ἐπεισάγειν Θεὸν ἐχρῆν. Εἰ μὲν γὰρ κατὰ τὸν αὐτὸν καιρὸν, τοῖς αὐτοῖς ἀνθρώποις, περὶ τὰ αὐτὰ διατρίβουσιν, ἐν τοῖς αὐτοῖς οὖσι πράγμασιν, ἐναντίους ἐπέταττε νόμους, εἶχεν ἄν τινα αὐτοῖς λόγον ἴσως τὸ σόφισμα· εἰ δὲ ἑτέροις μὲν ἐκεῖνοι, ἑτέροις δὲ ἐγράφησαν οὗτοι, καὶ ἐν ἑτέρῳ μὲν ἐκείνοις καιρῷ, ἐν ἑτέρῳ δὲ τούτοις, ἄλλως ἐκείνοις διακειμένοις, καὶ ἑτέρως τούτοις, ποία ἀνάγκη διὰ τὴν τῶν νόμων διαφορὰν ἐναντίους εἰσάγειν νομοθέτας δύο; Ἐγὼ μὲν οὐδεμίαν ὁρῶ, εἰ δὲ αὐτοὶ λέγειν ἔχουσι, εἰπάτωσαν· ἀλλ' οὐκ ἂν ἔχοιεν. Καὶ γὰρ καὶ ἰατρὸς ἐναντία πολλὰ ποιεῖ πολλάκις· ἀλλ' οὐκ ἀπὸ ἐναντίας τῆς γνώμης, ἀλλ' ἀπὸ μιᾶς καὶ συμφώνου. Καὶ γὰρ καίει καὶ οὐ καίει, τέμνει καὶ οὐ τέμνει τὸ αὐτὸ σῶμα πολλάκις· καὶ νῦν μὲν πικρὰ, νῦν δὲ γλυκέα δίδωσι πίνειν φάρμακα· καὶ τὰ μὲν γινόμενα ἐναντία, ἡ γνώμη δὲ, ἀφ' ἧς ταῦτα γίνεται, σύμφωνος καὶ μία· πρὸς γὰρ ἓν τέλος βλέπει, τὴν τοῦ κάμνοντος ὑγίειαν. Πῶς οὖν οὐκ ἄτοπον ἰατρῷ μὲν μὴ ἐγκαλεῖν ἐναντία ποιοῦντι πολλὰ καὶ περὶ σώματος ἑνὸς φύσιν, τῷ Θεῷ δὲ μέμψιν ἐπάγειν, εἰ κατὰ διαφόρους καιροὺς διαφόροις ἀνθρώποις διάφορα ἔδωκε τὰ προστάγματα; γʹ. Ὅτι μὲν οὖν, εἰ καὶ ἐναντίοι ἦσαν οἱ νόμοι, οὐδὲ οὕτως ἐγκαλεῖν ἔδει, δῆλονἐκ τούτων· ὅτι δὲ οὐδέ εἰσιν ἐναντίοι, ἀλλὰ διάφοροι μόνον, φέρε, τοὺς νόμους εἰς μέσον προχειρισώμεθα. Ἠκούσατε, φησὶν, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις. Οὗτος παλαιὸς ὁ νόμος· ἴδωμεν τὸν τῆς Καινῆς· Ἐγὼ δὲ λέγω ὑμῖν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρός. Ταῦτα ἐναντία, εἰπέ μοι, τὰ προστάγματα; Καὶ τίς ἀνθρώπων, κἂν ὁπωσοῦν διανοίας μετέχων, τοῦτο ἂν εἴποι; Εἰ μὲν γὰρ τοῦ προτέρου κελεύσαντος μὴ φονεύειν, οὗτος ἐκέλευσεν, ἴσως ἄν τις ἀντινομίαν ἔφησεν εἶναι τὸ λεγόμενον· εἰ δὲ ἐκείνου κελεύοντος μὴ φονεύειν, οὗτος ἐκέλευσε μηδὲ ὀργίζεσθαι, ἐπίτασις, οὐκ ἐναντίωσις ὁ πρότερος τοῦ δευτέρου νόμος ἐστίν· ὁ μὲν γὰρ τὸν καρπὸν τῆς κακίας ἐξέτεμε, τὸν φόνον, οὗτος δὲ καὶ τὴν ῥίζαν ἀνέσπασε, τὴν ὀργήν· ἐκεῖνος τὸ ῥεῦμα τῆς πονηρίας ἐξέκοψεν, οὗτος καὶ τὴν πηγὴν αὐτὴν ἐξήρανε. Πηγὴ γὰρ καὶ ῥίζα τοῦ φόνου θυμὸς καὶ ὀργή. Ἐκεῖνος τοῦτο προπαρεσκεύασεν ὁ νόμος τὴν φύσιν τὴν ἡμετέραν, οὗτος ἐλθὼν τὸ λεῖπον ἐπλήρωσε. Ποία ἐναντιότης, ὅταν ὁ μὲν τὸ τέλος τῶν κακῶν, ὁ δὲ καὶ τὴν ἀρχὴν ἐκκόπτῃ; Ἐκεῖνος τὴν χεῖρα καθαρὰν ἐποίησεν αἵματος, οὗτος καὶ τὴν διάνοιαν αὐτὴν ἀπήλλαξε τῶν πονηρῶν βουλευμάτων. Ταῦτα δὲ συμφωνούντων ἀλλήλοις νόμων, οὐχὶ μαχομένων ἐστίν· ὅπερ ἄνω καὶ κάτω σπουδάζουσι κατασκευάζειν οἱ τῆς ἀληθείας ἐχθροὶ, μὴ συνορῶντες, ὅτι ἐκ τούτου μεγάλῃ ῥᾳθυμίας καὶ ὑπεροψίας αἰτίᾳ τὸν τῆς Καινῆς Θεὸν ὑποβάλλουσιν· εὑρεθήσεται γὰρ (ἡ δὲ βλασφημία εἰς τὴν τῶν ταῦτα ἀναγκαζόντων 51.284 ἡμᾶς λέγειν περιτραπείη κεφαλὴν) ἀκαίρως τὰ καθ' ἡμᾶς οἰκονομήσας· τὸ δὲ πῶς, ἐγὼ λέγω. Γαλακτοτροφίᾳ προσέοικεν ἡ τῆς Παλαιᾶς Διαθήκης παιδαγωγία, στερεᾷ δὲ τροφῇ τῆς Καινῆς Διαθήκης ἡ φιλοσοφία· οὐδεὶς δὲ πρὶν ἢ θρέψαι γάλακτι, πρὸς τὴν στερεὰν ἄγει τροφήν. Ὅπερ ἔσται πεποιηκὼς ὁ τῆς Καινῆς Θεὸς ἄνπερ μὴ αὐτὸς ᾖ ὁ τὴν Παλαιὰν δεδωκώς· πρὸ γὰρ τοῦ θρέψαι γάλακτι καὶ τῇ διὰ τοῦ νόμου παιδαγωγίᾳ, ἐπὶ τὴν στερεὰν ἡμᾶς ἤγαγε τροφήν. Οὐ τούτῳ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρῳ μείζονι τούτου πάλιν αὐτὸν ὑποβάλλουσιν ἐγκλήματι, εἴ γε μετὰ πεντακισχίλια καὶ πλείονα ἔτη τοῦ γένους ἧκε προνοήσων τοῦ ἡμετέρου. Εἰ γὰρ μὴ αὐτὸς ἦν, ὁ διὰ τῶν προφητῶν καὶ τῶν πατριαρχῶν καὶ τῶν δικαίων ἀνθρώπων τὰ καθ' ἡμᾶς ἅπαντα οἰκονομῶν, ἀλλ' ἕτερός τις παρὰ τοῦτον ὀψέ ποτε καὶ βραδέως εὑρεθήσεται τῆς ἡμετέρας ἐπειλημμένος

10

προνοίας, ὥσπερ ἔκ τινος μετανοίας ἀνενεγκών· ὅπερ οὐ Θεοῦ μόνον, ἀλλὰ καὶ ἀνθρώπου τοῦ τυχόντος ἀνάξιον ἂν εἴη, τοσούτους ἀφέντος ἀπολέσθαι ἐν τοσούτῳ χρόνῳ, ὀψέ ποτε ἐν ἐσχάτῳ τῶν καιρῶν τῆς τῶν ὀλίγων ἐπιλαβέσθαι προνοίας. δʹ. Ὁρᾷς ὅσαις τὸν Θεὸν ὑποβάλλουσι βλασφημίαις ἐκεῖνοι, ἕτερον μὲν τῆς Καινῆς, ἕτερον δὲ τῆς Παλαιᾶς λέγοντες εἶναι νομοθέτην; Ἅπερ ἅπαντα λύεται, ἂν ἕνα ἑκατέρας τῆς Διαθήκης δῶμεν εἶναι Θεόν. Εὑρεθήσεται γὰρ κατὰ λόγον τὰ καθ' ἡμᾶς οἰκονομῶν, τότε μὲν διὰ τοῦ νόμου, νῦν δὲ διὰ τῆς χάριτος, καὶ οὐ προσφάτως, οὐδὲ νεωστὶ, ἀλλ' ἄνωθεν καὶ ἐκ πρώτης ἡμέρας τῆς ἡμετέρας ἐπειλημμένος προνοίας. Ἵνα δὲ μειζόνως αὐτῶν τὰ στόματα ἀποῤῥάψωμεν, φέρε, καὶ αὐτὰς τὰς ῥήσεις παραγάγωμεν, καὶ προφήτας, καὶ ἀποστόλους βοῶντας, ὅτι Καινῆς καὶ Παλαιᾶς εἷς ἐστιν ὁ νομοθέτης. Παρίτω τοίνυν εἰς μέσον ὁ ἐκ κοιλίας ἁγιασθεὶς Ἱερεμίας, καὶ αὐτὸ τοῦτο δεικνύτω σαφῶς ἕνα καὶ τὸν αὐτὸν ἑκατέρας ὄντα τῆς Διαθήκης Θεόν. Τί οὖν οὗτός φησιν, ἐκ προσώπου τοῦ νομοθέτου κηρύττων; Διαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Ὥστε ὁ τὴν Καινὴν αὐτοῖς διαθέμενος, αὐτός ἐστιν ὁ καὶ τὴν Παλαιὰν δοὺς Θεός. Ἐνταῦθα καὶ τοὺς ἀπὸ Παύλου τοῦ Σαμοσατέως ἐπεστόμισεν ἱκανῶς, οἳ τὴν προαιώνιον ὕπαρξιν ἀναιροῦσι τοῦ Μονογενοῦς. Εἰ γὰρ πρὸ τοῦ τόκου τῆς Μαρίας οὐκ ἦν, οὐδὲ ὑπῆρχε πρὶν ἢ φανῆναι ἐν σαρκὶ, πῶς ἐνομοθέτει ὁ μὴ ὤν; πῶς δὲ ἔλεγε, Διαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν; πῶς διέθετο τοῖς πατράσιν αὐτῶν μὴ ὑπάρχων, μηδὲ ὢν, κατὰ τὸν ἐκείνων λόγον; Ἀλλὰ πρὸς Ἰουδαίους μὲν καὶ τοὺς τὰ Ἰουδαίων νοσοῦντας Παυλιανοὺς ἱκανὴ στῆναι ἡ τοῦ προφήτου μαρτυρία· ἵνα δὲ καὶ Μανιχαίους ἐπιστομίσωμεν, ἀπὸ τῆς Καινῆς τὴν μαρτυρίαν παραγάγωμεν, ἐπειδὴ τῆς Παλαιᾶς οὐδεὶς αὐτοῖς ἐστι λόγος, μᾶλλον δὲ οὐδὲ τῆς Καινῆς· ἀλλὰ καὶ ταύτην, ἣν δοκοῦσι τιμᾷν, οὐχ ἧττον ἐκείνης καθυβρίζουσιν· ἑνὶ μὲν τρόπῳ, τῷ τῆς Παλαιᾶς ἐκκόψαι, καὶ τὸ ἀξιόπιστον αὐτῆς λυμήνασθαι. Οὐ γὰρ μικρὰ τῶν ἐν αὐτῇ κειμένων τῆς ἀληθείας ἀπόδειξις, τῶν ἐν τῇ Παλαιᾶ 51.285 προφητειῶν ἡ προαναφώνησις ἦν, οὓς ἀποστραφέντες οὗτοι οὐκ αἰσθάνονται τῶν προφητῶν μᾶλλον τοὺς ἀποστόλους ἀτιμάσαντες. Ἑνὶ μὲν οὖν τρόπῳ τούτῳ τὴν Καινὴν καθυβρίζουσιν, ἑτέρῳ δὲ πάλιν δευτέρῳ, τῷ τὰ πλείονα αὐτῆς ἐκκόψαι. Πλὴν ἀλλὰ καὶ αὐτὴ τῶν ἐν τῇ αὐτῇ κειμένων ἡ δύναμις τοσαύτη, ὡς καὶ ἀπ' αὐτῶν τῶν λειψάνων εὐφώρατον αὐτῶν γενέσθαι ποιεῖ τὴν κακουργίαν· τὰ γὰρ ἀποκοπέντα μέλη κράζει καὶ βοᾷ, τὴν πρὸς τὰ οἰκεῖα μέλη συμφωνίαν ἐπιζητοῦντα. εʹ. Πῶς οὖν ἀποδείξομεν, ὅτι Καινῆς καὶ Παλαιᾶς εἷς ἐστιν ὁ νομοθέτης; Ἀπὸ τούτων τῶν παρ' αὐτοῖς ὑπολελειμμένων ῥημάτων τῶν ἀποστολικῶν, ἃ δοκεῖ μὲν ἔχειν τοῦ νόμου κατηγορίαν, συνίστησι δὲ αὐτὸν μάλιστα, καὶ δεικνύει θεῖον ὄντα χρησμὸν καὶ ἄνωθεν ἥκοντα. Καὶ τοῦτο δὲ τῆς τοῦ Πνεύματος ἐγένετο σοφίας, ὥστε τῇ προχείρῳ ῥήσει δελεασθέντας τοὺς τοῦ νόμου κατηγοροῦντας ἄκοντας καὶ ἀγνοοῦντας δέξασθαι τὴν ὑπὲρ αὐτοῦ γεγραμμένην ἀπολογίαν· ἵνα, ἂν μὲν θελήσωσι πρὸς τὴν ἀλήθειαν ἰδεῖν, ἔχωσι τὴν ῥῆσιν τὴν χειραγωγοῦσαν αὐτούς· ἂν δὲ ἐπιμένωσι τῇ ἀπιστίᾳ, μηδεμιᾶς συγγνώμης λοιπὸν τύχωσι, καὶ αὐτοῖς, οἷς δοκοῦσι πιστεύειν, ἀπιστοῦντες κατὰ τῆς ἑαυτῶν σωτηρίας. Ποῦ τοίνυν ἡ Καινὴ ἑαυτῆς καὶ τῆς Παλαιᾶς ἕνα τὸν νομοθέτην εἶναί φησι; Πολλαχοῦ μὲν καὶ ἀλλαχοῦ· ἡμεῖς δὲ ἐκείνην τέως σπουδάζομεν τὴν περικοπὴν εἰς μέσον ἀγαγεῖν, τὴν καὶ παρὰ τοῖς Μανιχαίοις σωζομένην ἔτι καὶ νῦν. Τίς οὖν ἐστιν αὕτη; Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, φησὶ, τὸν νόμον οὐκ ἀκούετε, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας; Ἤκουσαν οἱ

11

αἱρετικοὶ, ὅτι ἕνα ἐκ τῆς παιδίσκης, καὶ εὐθέως ἐπεπήδησαν· ἐνόμισαν γὰρ κατηγορίαν εἶναι τοῦ νόμου τὸ λεγόμενον· καὶ ἐκκόψαντες αὐτὴν τῆς λοιπῆς ἀκολουθίας, ὡς συνηγοροῦσαν αὐτοῖς κατέχουσι. Φέρε οὖν ἀπ' αὐτοῦ δείξωμεν ἕνα ὄντα τὸν νομοθέτην. Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· ταῦτα δέ ἐστι, φησὶν, ἀλληγορούμενα. Τί δέ ἐστιν, Ἀλληγορούμενα; Τύποι τῶν ἐν τῇ χάριτι γενομένων ἦσαν τὰ ἐν τῇ Παλαιᾷ Διαθήκῃ γινόμενα. Ὥσπερ γὰρ ἐκεῖ δύο γυναῖκες, οὕτως ἐνταῦθα δύο Διαθῆκαι. Πρῶτον μὲν ἐν τούτῳ δείκνυσι τὴν συγγένειαν τῆς Καινῆς πρὸς τὴν Παλαιὰν, ὅταν ἐκεῖνα τούτων ᾖ τύπος. Ὁ γὰρ τύπος τῆς ἀληθείας οὐκ ἐναντίον, ἀλλὰ συγγενές. Εἰ δὲ ἐναντίος ἦν ὁ Θεὸς τῆς Παλαιᾶς τῷ Θεῷ τῆς Καινῆς, οὐκ ἔμελλε διὰ τῶν γυναικῶν προδιατυποῦν τῆς Καινῆς Διαθήκης τὴν ὑπεροχήν. Εἰ δὲ καὶ ἐκεῖνος προδιετύπωσε, τὸν Παῦλον ἐχρῆν μὴ ἀποχρήσασθαι τῷ τύπῳ. Εἰ δὲ λέγοιεν, ὅτι Ἰουδαϊκῇ συγκαταβαίνων ἀσθενείᾳ, τοῦτο ἐποίει, ἐχρῆν καὶ Ἕλλησι κηρύττοντα τύπους Ἑλληνικοὺς εἰσάγειν, καὶ ἱστορίας μεμνῆσθαι τῶν παρ' Ἕλλησι γεγενημένων πραγμάτων. Ἀλλὰ οὐκ ἐποίησε τοῦτο· καὶ μάλα εἰκότως. Ἐκεῖνα μὲν γὰρ οὐδὲν κοινὸν εἶχε πρὸς τὴν ἀλήθειαν, ταῦτα δὲ Θεοῦ χρησμοὶ καὶ νό 51.286 μοι· διὸ καὶ πολλὴν συγγένειαν ἔχει τὰ παλαιὰ πρὸς τὴν Καινὴν Διαθήκην. ςʹ. Πρῶτον μὲν οὖν τοῦτο δείκνυσιν, ὅτι πολλὴ ἡ συμφωνία τῆς Καινῆς πρὸς τὴν Παλαιάν· δεύτερον δὲ οὐκ ἔλαττον τούτου, καὶ αὐτῇ τῇ ἱστορίᾳ. Ὥσπερ γὰρ τότε δύο γυναῖκες ἦσαν ἑνὸς ἀνδρὸς, οὕτω καὶ νῦν δύο Διαθῆκαι ἑνὸς νομοθέτου· ἐπεὶ, ἂν ἄλλος ᾖ τῆς Καινῆς, καὶ ἄλλος τῆς Παλαιᾶς, περιττῶς τὴν ἱστορίαν εἰσήγαγεν. Οὐ γὰρ ἄλλος μὲν ἦν τῆς Σάῤῥας ἀνὴρ, ἄλλος δὲ τῆς Ἅγαρ, ἄλλ' εἷς καὶ ὁ αὐτός. Ὥστε, ὅταν λέγῃ, Αὗται γάρ εἰσι δύο διαθῆκαι, οὐδὲν ἕτερον λέγει, ἀλλ' ἢ, ὅτι ἕνα ἔχουσι νομοθέτην, καθάπερ ἐκεῖναι ἕνα ἄνδρα τὸν Ἀβραάμ. Ἀλλ' ἡ μὲν δούλη, φησὶν, ἡ δὲ ἐλευθέρα ἦν. Καὶ τί τοῦτο; τέως γὰρ ζητούμενον ἦν, εἰ εἷς ἑκατέρων νομοθέτης. Καταδεξάσθωσαν τοίνυν τοῦτο πρότερον, καὶ τότε πρὸς ἐκεῖνο αὐτοῖς ἀποκρινούμεθα. Ἂν γὰρ τοῦτο καταναγκάζῃς αὐτοὺς δέξασθαι, καὶ πεισθῶσιν, ἅπαν αὐτῶν τὸ δόγμα οἰχήσεται. Ὅταν γὰρ εὑρεθῇ τοῦ αὐτοῦ νομοθέτου καὶ ἡ Παλαιὰ οὖσα, καθάπερ οὖν καὶ ἔστι, πᾶσα λέλυται ἡμῖν ἡ πρὸς ἐκείνους ἀμφισβήτησις. Ἵνα δὲ μηδὲ τοῦτο ὑμᾶς θορυβῇ, πρόσχωμεν ἀκριβῶς τῇ ῥήσει. Οὐ γὰρ εἶπε, Μία μὲν δούλη, μία δὲ ἐλευθέρα· ἀλλὰ, Μία μὲν εἰς δουλείαν γεννῶσα· οὐ πάντως δὲ ἡ εἰς δουλείαν γεννήσασα, δούλη· καὶ αὐτὸ δὲ τὸ εἰς δουλείαν τεχθῆναι, οὐ τῆς τεκούσης ἔγκλημα, ἀλλὰ τῶν τεχθέντων παιδίων. Ἐπειδὴ γὰρ τῆς ἐλευθερίας διὰ τὴν κακίαν ἑαυτοὺς ἀπεστέρησαν, καὶ τῆς εὐγενείας ἐξέπεσον, ὡς δούλους αὐτοὺς ἀγνώμονας ἐπαίδευσεν ὁ Θεὸς φόβῳ διηνεκεῖ, κολάζων τιμωρίαις καὶ ἀπειλαῖς. Πολλοὶ γοῦν καὶ νῦν πατέρες τοὺς ἑαυτῶν υἱοὺς, οὐχ ὡς υἱοὺς ἐνάγουσιν, ἀλλὰ μετὰ τοῦ πρέποντος οἰκέταις φόβου· καὶ τὸ ἔγκλημα οὐχὶ τῶν πατέρων ἐστὶν, ἀλλὰ τῶν τοὺς πατέρας παρασκευασάντων παίδων, ὡς δούλοις κεχρῆσθαι τοῖς ἐλευθέροις. Οὕτω καὶ ὁ Θεὸς τὸν λαὸν τότε ἐκεῖνον μετὰ τοσούτου φόβου καὶ τιμωρίας τοσαύτης ἐνῆγε, μεθ' ὅσης εἰκὸς ἦν οἰκέτην ἀγνώμονα· ἀλλ' οὐ κατηγορία τοῦ Θεοῦ τὸ γινόμενον, οὐδὲ ἔγκλημα τοῦ νόμου, ἀλλὰ τῶν ἀφηνιαζόντων Ἰουδαίων, σφοδροτέρου δεηθέντων χαλινοῦ. Ἐν αὐτῇ γοῦν τῇ Παλαιᾷ εὑρεθήσονται πολλοὶ οὐχ οὕτως ἀχθέντες, οἷον ὁ Ἄβελ, ὁ Νῶε, ὁ Ἀβραὰμ, ὁ Ἰσαὰκ, ὁ Ἰακὼβ, οἸωσὴφ, ὁ Μωϋσῆς, ὁ Ἠλίας, ὁ Ἐλισσαῖος, οἱ ἄλλοιπάντες, ὅσοι τὴν ἐν τῇ Καινῇ φιλοσοφίαν ἐζήλωσαν. Οὐ γὰρ φόβῳ καὶ κολάσει, οὐδὲ ἀπειλῇ καὶ τιμωρίᾳ, ἀλλ' ἀγάπῃ θείᾳ καὶ φίλτρῳ ζέοντι τῷ περὶ Θεὸν ἐγένοντο τοιοῦτοι, οἷοι δὴ καὶ ἐγένοντο. Οὐ γὰρ ἐδεήθησαν προσταγμάτων, οὐδὲ ἐντολῶν καὶ νόμων, ὥστε ἀρετὴν ἑλέσθαι καὶ φεύγειν κακίαν, ἀλλ' ὥσπερ

12

εὐγενεῖς παῖδες καὶ ἐλεύθεροι, τὴν οἰκείαν ἐπιγνόντες ἀξίαν, χωρὶς φόβου τινὸς καὶ κολάσεως ηὐτομόλησαν πρὸς τὴν ἀρετήν· οἱ δὲ λοιποὶ πάντες Ἰουδαῖοι, ἐπειδὴ πρὸς κακίαν ἀπέκλιναν, τοῦ κατὰ τὸν νόμον ἐδεήθησαν χαλινοῦ. Ὅτε γοῦν ἐποίησαν τὸν μόσχον, καὶ τὸ γλυπτὸν προσεκύνησαν, τότε ἤκουσαν· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν· ὅτε ἐφόνευσαν, καὶ τὰς γυναῖκας τῶν πλησίον διέφθειραν, τότε ἤκουσαν, 51.287 Οὐ φονεύσεις, οὐ μοιχεύσεις, καὶ τὰ ἄλλα δὲ πάντα ὁμοίως. ζʹ. Ὥστε οὐκ ἔγκλημα τοῦ νόμου τὸ κόλασιν ἐπάγειν καὶ τιμωρίαν, καὶ καθάπερ οἰκέτας ἀγνώμονας παιδεύειν καὶ σωφρονίζειν, ἀλλὰ καὶ ἐγκώμιον μέγιστον, καὶ οὐχ ὁ τυχὼν ἔπαινος, ὅτι τοὺς πρὸς τοσαύτην κατενεχθέντας κακίαν ἠδυνήθη διὰ τῆς οἰκείας σφοδρότητος ἀπαλλάξαι τῆς πονηρίας, μαλάξαι τε καὶ ποιῆσαι καταπειθεῖς τῇ χάριτι, καὶ πρὸς τὴν τῆς Καινῆς ὁδηγῆσαι φιλοσοφίαν. Τὸ γὰρ αὐτὸ Πνεῦμα καὶ τὰ ἐν τῇ Παλαιᾷ, καὶ τὰ ἐν τῇ Καινῇ πάντα ᾠκονόμει, εἰ καὶ διαφόρως. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα. Οὐ διὰ τοῦτο δὲ μόνον ἔλεγε, Τὸ αὐτὸ Πνεῦμα, ἀλλὰ καὶ δι' ἑτέραν αἰτίαν οὐκ ἐλάττονα τῆς εἰρημένης, ἣν ἐβουλόμην μὲν νῦν εἰπεῖν, δεδοικὼς δὲ μὴ τὰ εἰρημένα ἐκβλύσητε, εἰς ἑτέραν ὑμῖν διάλεξιν ταύτην ταμιεύσομαι, τέως ταύτης μεμνῆσθαι πάσης παρακαλέσας ὑμᾶς, καὶ μετὰ ἀκριβείας φυλάττειν αὐτὴν, καὶ τὴν ἀπὸ τῆς πολιτείας ἀρετὴν προστιθέναι, καὶ τῇ τῶν δογμάτων συνυφαίνειν αὐτὴν καθαρότητι· Ἵνα ἄρτιος ὁ ἄνθρωπος ᾖ τοῦ Θεοῦ, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος· ἐπεὶ κέρδος οὐδὲν ἔσται ἡμῖν τῶν ὀρθῶν δογμάτων, ὅταν ὁ βίος διεφθαρμένος ᾖ· ὥσπερ οὖν οὐδὲ πολιτείας ἀρίστης ὄφελος, πίστεως οὐκ οὔσης ὑγιοῦς. Ἵνα οὖν ἀπηρτισμένην ἔχωμεν τὴν ὠφέλειαν, ἑκατέρωθεν ἑαυτοὺς ἀσφαλιζώμεθα, ἔν τε τοῖς ἄλλοις ἅπασι καρποὺς ἐπιδεικνύμενοι γενναίους, καὶ μετὰ τῶν ἄλλων τὴν ἐλεημοσύνην, περὶ ἧς καὶ πρώην ὑμῖν διελέχθην, μετὰ πολλῆς μὲν τῆς προθυμίας, μετὰ πολλῆς δὲ αὐτὴν ἐπιτελοῦντες τῆς δαψιλείας. Ὁ γὰρ σπείρων φειδομένως, φησὶ, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει. Τί ἐστιν, Ἐπ' εὐλογίαις; Μετὰ πολλῆς τῆς ἀφθονίας. Ἐνταῦθα μὲν οὖν ἐπὶ τῶν βιωτικῶν πραγμάτων καὶ ὁ ἀμητὸς καὶ ὁ σπόρος τῶν αὐτῶν ἐστι σπερμάτων· καὶ γὰρ ὁ σπείρων, πυρὸν ἢ κριθὰς καταβάλλει, ἢ καὶ ἄλλο τι τῶν τοιούτων, καὶ ὁ θερίζων τὸ αὐτὸ θερίζει πάλιν· ἐπὶ δὲ τῆς ἐλεημοσύνης οὐχ οὕτως, ἀλλὰ ἑτέρως. Σὺ μὲν γὰρ καταβάλλεις ἀργύριον, συλλέγεις δὲ παῤῥησίαν τὴν πρὸς τὸν Θεόν· δίδως χρήματα, καὶ λαμβάνεις ἁμαρτημάτων λύσιν· παρέχεις ἄρτον καὶ ἱμάτιον, καὶ ἀντὶ τούτων σοι ἡ τῶν οὐρανῶν εὐτρεπίζεται βασιλεία, καὶ τὰ μυρία ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· τὸ δὴ πάντων κεφάλαιον τῶν ἀγαθῶν, ὅμοιος γίνῃ τῷ Θεῷ, κατὰ δύναμιν τὴν ἀνθρωπίνην. Περὶ γὰρ ἐλεημοσύνης καὶ φιλανθρωπίας διαλεχθεὶς ὁ Χριστὸς ἐπήγαγεν· Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὐ δύνασαι ἀνατεῖλαι ἥλιον, οὐδὲ ὄμβρους ἀφεῖναι σὺ, οὐδὲ οἰκουμένην εὐεργετῆσαι τοσαύτην· τοῖς οὖσι χρήμασιν ἀπόχρησαι πρὸς τὴν φιλοφροσύνην, καὶ γέγονας ὅμοιος τῷ τὸν ἥλιον ἀνατέλλοντι, ὡς ἄνθρωπον ὅμοιον Θεῷ γενέσθαι δυνατόν. ηʹ. Προσέχετε μετὰ ἀκριβείας τοῖς εἰρημένοις. Ἐπὶ 51.288 πονηροὺς καὶ ἀγαθοὺς, φησί. Καὶ σὺ τοίνυν, ὅτε ἐλεημοσύνην ποιεῖς, μὴ βίον ἐξετάσῃς, μηδὲ τρόπων εὐθύνας ἀπαίτει. Ἐλεημοσύνη γὰρ διὰ τοῦτο λέγεται, ἵνα καὶ τοῖς ἀναξίοις παρέχωμεν· ὁ γὰρ ἐλεῶν, οὐ τὸν κατωρθωκότα, ἀλλὰ τὸν ἡμαρτηκότα ἐλεεῖ· ὁ μὲν γὰρ κατορθῶν, ἐπαίνων ἄξιος καὶ στεφάνων ἐστίν· ὁ δὲ ἁμαρτάνων, ἐλέου καὶ συγγνώμης. Ὥστε καὶ

13

κατὰ τοῦτο μιμησόμεθα τὸν Θεὸν, ἐὰν καὶ πονηροῖς παρέχωμεν. Ἐννόησον γὰρ ὅσοι τὴν οἰκουμένην οἰκοῦσι βλάσφημοι, μιαροὶ, γόητες, πάσης ἐμπεπλησμένοι κακίας· ἀλλὰ καὶ τούτους καθ' ἑκάστην τρέφει τὴν ἡμέραν ὁ Θεὸς, ἡμᾶς παιδεύων τὴν φιλοφροσύνην ἐπὶ πάντας ἐκτείνειν. Ἡμεῖς δὲ ἅπαν τοὐναντίον ποιοῦμεν· οὐ γὰρ πονηροὺς, οὐδὲ φαύλους ἀνθρώπους ἀποστρεφόμεθα μόνον, ἀλλὰ κἂν ὑγιαίνων τις ἡμῖν προσέλθῃ ἢ δι' ἐπιείκειαν, ἢ δι' ἐλευθερίαν, ἢ καὶ δι' ἀργίαν ἴσως (καὶ γὰρ καὶ τοῦτο τίθημι), πενίᾳ συζῶν, λοιδορίας, ὕβρεις, μυρία κατ' αὐτοῦ συνείροντες σκώμματα, κεναῖς αὐτὸν ἀποπέμπομεν χερσὶ, τὴν ὑγείαν ὀνειδίζοντες, τὴν ἀργίαν προσφέροντες. εὐθύνας ἀπαιτοῦντες. Μὴ γὰρ τοῦτο προσετάγης, ἄνθρωπε, ἐγκαλεῖν καὶ ἐπιτιμᾷν ἁπλῶς τοῖς δεομένοις; Ἐλεεῖν καὶ διορθοῦσθαι τὴν πενίαν αὐτῶν ὁ Θεὸς ἐκέλευσεν, οὐχὶ εὐθύνας ἀπαιτεῖν καὶ ὑβρίζειν. Ἀλλὰ βούλει διορθῶσαι τὸν τρόπον, καὶ τῆς ἀργίας ἀπαγαγεῖν, καὶ εἰς ἔργον ἐμβαλεῖν τὸν ἀργοῦντα; Δὸς πρότερον, καὶ τότε ἐπιτίμησον, ἵνα μὴ ὠμότητος ὑποψίαν, ἐγκληθεὶς βαρύτητα, ἀλλὰ κηδεμονίας δόξαν λάβῃς. Τὸν μὲν γὰρ μὴ δόντα, ἀλλ' ἐγκαλοῦντα μόνον ἀποστρέφεται, καὶ ἀηδίζει, καὶ οὐδὲ ἰδεῖν ἀνάσχοιτ' ἂν ὁ πένης· καὶ μάλα εἰκότως. Οὐ γὰρ διὰ κηδεμονίαν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι δοῦναι νομίζει τὰ ἐγκλήματα γίνεσθαι· ὅπερ οὖν καὶ ἔστιν ἀληθές. Ὁ δὲ μετὰ τὸ δοῦναι ἐγκαλῶν, εὐπαράδεκτον ποιεῖ τὴν παραίνεσιν· οὐ γὰρ ἐξ ἀπανθρωπίας, ἀλλ' ἐκ κηδεμονίας ποιεῖται τὴν ἐπιτίμησιν. Οὕτω καὶ Παῦλος ἐποίησεν· εἰπὼν γὰρ, Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, ἐπάγει λέγων· Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακήσητε. Καίτοι δοκεῖ ταῦτα ἐναντία εἶναι τὰ προστάγματα. Εἰ γὰρ οὐ δεῖ τοὺς ἀργοῦντας ἐσθίειν, πῶς τούτοις κελεύεις τὸ καλὸν ποιεῖν; Ἀλλ' οὐκ ἔστιν ἐναντίον· μὴ γένοιτο. Διὰ γὰρ τοῦτο, φησὶν, εἶπον, ὅτι Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, οὐχ ἵνα τοὺς μέλλοντας διδόναι ἀπαγάγω τῆς ἐλεημοσύνης, ἀλλ' ἵνα τοὺς ἐν ἀργίᾳ ζῶντας ἀπαγάγω τῆς ἀργίας. Τὸ μὲν οὖν εἰπεῖν, Μηδὲ ἐσθιέτω, ἐκείνους διανίστησι πρὸς ἐργασίαν, τῷ φόβῳ τῆς ἀπειλῆς· τὸ δὲ εἰπεῖν, Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακεῖτε, τούτους διεγείρει πρὸς ἐλεημοσύνην τῷ χρησίμῳ τῆς παραινέσεως. Ἵνα γὰρ μὴ, ἀκούσαντες τῆς κατ' ἐκείνων γεγενημένης ἀπειλῆς, συστείλωσι τὰς χεῖράς τινες, ἐκκαλεῖται πρὸς φιλοφροσύνην αὐτοὺς, λέγων· Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακεῖτε. Ὥστε καὶ ἀργοῦντι ἐὰν δῷς, καλὸν πεποίηκας. θʹ. Τοῦτο καὶ ἐν τοῖς ἑξῆς δῆλον ἐποίησεν. Εἰπὼν γὰρ, Εἴ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ· καὶ ἐκκόψας αὐτὸν τῆς ἱερᾶς αὐλῆς, πάλιν αὐτὸν ἑτέρῳ συνάπτει τρόπῳ, τὰς τῶν ἐκτεμόντων διανοίας οἰκειῶν αὐτῷ καὶ συνάγων· ἐπ 51.289 ήγαγε γοῦν λέγων· Μὴ ὡς ἐχθρὸν, φησὶν, ἡγεῖσθε, ἀλλ' ὡς ἀδελφόν. Ὥσπερ οὖν εἰπὼν, Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, τοῖς κυρίοις ἐκέλευσε πολλὴν αὐτῶν ποιεῖσθαι πρόνοιαν πάλιν· οὕτω καὶ ἐνταῦθα εἰπὼν, Μὴ συναναμίγνυσθε αὐτῷ, οὐκ ἀπέστησεν αὐτοῦ τῆς ἐπιμελείας τοὺς ἀκούοντας, ἀλλὰ καὶ σφόδρα αὐτοῖς ἀντιλαβέσθαι παρεκελεύσατο, προσθεὶς καὶ εἰπὼν, Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλ' ὡς ἀδελφόν. Ἐχωρίσθης αὐτοῦ τῆς συνουσίας, ἀλλὰ μὴ χωρισθῇς τῆς κηδεμονίας· ἀπέκοψας αὐτὸν τῆς συνόδου, μὴ ἀποκόψῃς αὐτὸν τῆς ἀγάπης. Καὶ γὰρ αὐτὸ τοῦτο δι' ἀγάπην ἐκέλευσα γίνεσθαι, ἵνα τῷ χωρισμῷ γενόμενος βελτίων, πρὸς τὸ λοιπὸν ἐπανέλθῃ σῶμα· ἐπεὶ καὶ οἱ πατέρες τῆς οἰκίας τῆς ἑαυτῶν ἐκβάλλουσι τοὺς παῖδας, οὐχ ἵνα ἔξω μένωσι διηνεκῶς, ἀλλ' ἵνα τῷ τῆς οἰκίας ἐκπεσεῖν γενόμενοι σωφρονέστεροι, πρὸς τὴν οἰκίαν ἐπανέλθωσι πάλιν. Πρὸς μὲν οὖν τοὺς ἀργίαν ἐγκαλοῦντας ἱκανὰ τὰ εἰρημένα. Ἐπειδὴ δὲ καὶ ἕτερός ἐστι πολλοῖς μεμελετημένος λόγος πρὸς ἀπολογίαν, ἀπανθρωπίας καὶ ὠμότητος γέμων, ἀνάγκη καὶ

14

τοῦτον διεξελέγξαι πάλιν, οὐχ ἵνα ἀπολογίας αὐτοὺς ἀποστερήσωμεν, ἀλλ' ἵνα πείσωμεν τὴν οὐκ οὖσαν, οὐδὲ ὠφελοῦσαν ἀπολογίαν ἀποθέσθαι, τὴν δὲ οὖσαν καὶ προστῆναι δυναμένην ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, ταύτην διὰ τῶν ἔργων μελετᾷν διηνεκῶς. Τίς οὖν ἐστιν ἡ ψυχρὰ καὶ ἀνόνητος τῶν πολλῶν ἀπολογία; Παιδοτροφίᾳ συζῶ, φησὶν, οἰκίας προΐσταμαι, γυναῖκα τρέφω, πολλὰς ἔχω δαπάνης ἀνάγκας· ὅθεν οὐκ εὐπορῶ τοὺς προσιόντας μοι ἐλεεῖν. Τί λέγεις; Παιδία τρέφεις, καὶ διὰ τοῦτο τοὺς προσιόντας οὐκ ἐλεεῖς; Δι' αὐτὰ μὲν οὖν ταῦτα τοὺς δεομένους ἐλεεῖν δεῖ, διὰ τὰ παιδία, καὶ τὴν αὐτῶν προστασίαν, ἵνα ἀπὸ ὀλίγων χρημάτων ἵλεω τὸν δόντα αὐτὰ Θεὸν ποιήσῃς, ἵνα καταλίπῃς αὐτοῖς προστάτην ἐκεῖνον καὶ μετὰ τὸν σὸν θάνατον, ἵνα πολλὴν αὐτοῖς ἄνωθεν εὔνοιαν ἐπισπάσῃ ἀπὸ τῶν ἐκείνων χρημάτων τῷ Θεῷ δαπανῶν. Οὐχ ὁρᾷς, ὅτι πολλοὶ ἀνθρώπους πλουτοῦντας καὶ ἐν δυναστείαις ὄντας, οὐδαμόθεν αὐτοῖς προσήκοντας, εἰς τὰς διαθήκας πολλάκις εἰσήγαγον τὰς ἑαυτῶν, καὶ τοῖς ἑαυτῶν παισὶ συγκληρονόμους ἐποίησαν, δι' ἄλλο μὲν οὐδὲν, ἵνα δὲ ἀσφάλειαν τοῖς ἑαυτῶν κτήσωνται παισὶν ἀπὸ ὀλίγων χρημάτων; καὶ ταῦτα, οὐκ εἰδότες πῶς διακείσονται μετὰ τὴν αὐτῶν τελευτὴν περὶ τοὺς αὐτῶν παῖδας οἱ τοῦ κλήρου γενόμενοι κοινωνοί; Σὺ δὲ εἰδὼς τὸ φιλάνθρωπον καὶ χρηστὸν καὶ ἐπιεικὲς τοῦ σοῦ Δεσπό 51.290 του, οὐ ποιήσεις αὐτὸν κοινωνὸν τῆς διαθήκης τῆς σῆς; οὐ ποιήσεις αὐτὸν συγκληρονόμον τῶν παίδων τῶν σῶν; καὶ ποῦ ταῦτα πατρὸς, εἰπέ μοι, παῖδας φιλοῦντος; Εἰ γὰρ κήδῃ τῶν τεχθέντων παίδων, κατάλειπε γραμματεῖον αὐτοῖς, ἐν ᾧ τὸν Θεὸν ἔχεις ὑπεύθυνον. Τοῦτο μεγίστη κληρονομία, τοῦτο κόσμος, τοῦτο ἀσφάλεια. Εἰσάγαγε αὐτὸν εἰς τὴν κληρονομίαν τὴν ἐνταῦθα, ἵνα σε μετὰ τῶν παίδων εἰς τὴν κληρονομίαν ἀντεισαγάγῃ τὴν ἐκεῖ. Οὗτος ὁ κληρονόμος γενναῖος, φιλάνθρωπος, χρηστὸς, δυνατὸς, πλούσιος· ὥστε κατ' οὐδὲν ἔστιν ὑποπτεῦσαι τὴν κοινωνίαν αὐτοῦ. Διὰ τοῦτο καὶ σπόρος ἡ ἐλεημοσύνη καλεῖται, ἐπειδὴ οὐκ ἔστι δαπάνη τὸ πρᾶγμα, ἀλλὰ πρόσοδος· σὺ δὲ, ὅταν μὲν σπείρειν δέῃ, οὐ προσέχεις, ὅτι κενοῖς τὰ ταμιεῖα τῶν παλαιῶν γεννημάτων, ἀλλὰ προσέχεις τῷ μηδέπω παρόντι τῶν γεννημάτων ἀμητῷ· καὶ ταῦτα, οὐκ εἰδὼς, ὅτι πάντως ἐκβήσεται. Καὶ γὰρ καὶ ἐρυσίβη, καὶ χάλαζα, καὶ ἀκρὶς, καὶ ἀέρων ἀνωμαλία, καὶ πολλὰ τῆς ἐλπίδος ἡμᾶς ἀντικρούει τῆς μελλούσης· εἰς δὲ τὸν οὐρανὸν μέλλων σπείρειν, ὅπου πᾶσα μὲν ἀνωμαλία ἀέρων ἐκβέβληται, πάσης δὲ λύπης καὶ ἐπιβουλῆς ἀνῄρηται πρόφασις, ὀκνεῖς καὶ ἀναδύῃ; Καὶ ποίαν εὑρήσεις συγγνώμην, ὅταν εἰς μὲν τὴν γῆν καταβάλλων θαῤῥῇς, καὶ μετὰ προθυμίας τοῦτο ποιῇς, εἰς δὲ τὴν χεῖρα τοῦ Θεοῦ μέλλων καταβάλλειν, ὀκνεῖς καὶ ἀμελεῖς; Εἰ γὰρ ἡ γῆ τὰ καταβληθέντα ἀποδίδωσι, πολλῷ μᾶλλον ἡ τοῦ Θεοῦ χεὶρ, ἅπερ ἂν δέξηται, μετὰ πάσης ἀποδώσει σοι τῆς περιουσίας. ιʹ. Ταῦτ' οὖν εἰδότες, μὴ τῇ δαπάνῃ προσέχωμεν, ὅταν ἐλεημοσύνην ποιῶμεν, ἀλλὰ τῇ προσόδῳ καὶ ταῖς μελλούσαις ἐλπίσι, καὶ τῷ παρόντι δὲ κέρδει· οὐ γὰρ βασιλείαν οὐρανῶν ἐλεημοσύνη προξενεῖ μόνον, ἀλλὰ καὶ τὴν κατὰ τὸν παρόντα βίον ἀσφάλειάν τε καὶ ἀφθονίαν. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ ταῦτα δοῦναι κύριος. Ὁ γὰρ τὰ αὐτοῦ πένησι, φησὶ, δοὺς, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ὁρᾷς ἐν ἑκατέρᾳ τῇ ζωῇ τὰς ἀμοιβὰς διδομένας μετὰ πολλῆς τῆς περιουσίας; Μὴ τοίνυν ὀκνῶμεν, μηδὲ ἀναβαλλώμεθα, ἀλλὰ καθ' ἑκάστην ἡμέραν τὸν τῆς ἐλεημοσύνης καρπὸν φέρωμεν, ἵνα καὶ τὰ παρόντα ἡμῖν πράγματα κατὰ ῥοῦν φέρηται, καὶ τῆς μελλούσης ἐπιτύχωμεν ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

15

ΠΑΛΙΝ ΕΙΣ ΤΗΝ ΑΥΤΗΝ ΡΗΣΙΝ "Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·" καὶ διὰ τί κοινῇ πάντες ἀπολαμβάνουσι τὰ ἀγαθὰ, καὶ περὶ ἐλεημοσύνης. αʹ. Τῇ προτέρᾳ συνάξει καὶ τῇ πρὸ ἐκείνης μίαν τοῦ Ἀποστόλου ῥῆσιν ἀπολαβόντες, εἰς τὴν ἐξήγησιν ταύτης ἅπαντα τὸν λόγον ἀνηλώσαμεν· καὶ τήμερον δὲ τῇ αὐτῇ ταύτῃ πάλιν ἐνδιατρίψαι σπουδάζομεν· ποιοῦμεν δὲ τοῦτο ἐπίτηδες πρὸς ὠφέλειαν τῆς ὑμετέρας ἀγάπης, οὐ πρὸς ἐπίδειξιν τὴν ἡμετέραν. Οὐ γὰρ ἵνα γόνιμόν τινα καὶ πολύνουν ἐμαυτὸν ἀποφήνω, ἀλλ' ἵνα καὶ τὴν Παύλου σοφίαν ὑμῖν ἐκκα 51.290 λύψω, καὶ τὴν ὑμετέραν διεγείρω προθυμίαν, οὕτω μεταχειρίζω τὸν λόγον. Τό τε γὰρ βάθος τῆς ἐκείνου συνέσεως φαίνεται μειζόνως, ὅταν ἐκ μιᾶς ῥήσεως τοσούτους ἡμῖν τίκτῃ ποταμοὺς νοημάτων· ὑμεῖς τε μαθόντες, ὅτι καὶ ἀπὸ μιᾶς λέξεως ἀποστολικῆς ἄφατον ἔστι καρπώσασθαι φιλοσοφίας πλοῦτον, οὐ παραδραμεῖσθε τὰς Ἐπιστολὰς ἁπλῶς, ἀλλὰ προαχθήσεσθε, ταῖς ἐλπίσι ταύταις τρεφόμενοι, τῶν ἐγκειμένων ῥήσεων ἑκάστην μετὰ πολλῆς περιεργάζεσθαι 51.291 τῆς σπουδῆς. Εἰ γὰρ μία λέξις τριῶν ἡμερῶν διάλεξιν ἡμῖν ἔτεκε, πόσον ἡμῖν ἀναβλύσει θησαυρὸν ὁλόκληρος περικοπὴ μετὰ ἀκριβείας θεωρουμένη; Μὴ τοίνυν ἀποκάμωμεν, ἕως ἂν τὸ πᾶν ἀποτρυγήσωμεν. Εἰ γὰρ οἱ μέταλλα διορύττοντες χρυσίου, ὅσον ἂν ἐκεῖθεν κενώσωσι πλοῦτον, οὐ πρότερον ἀφίστανται, ἕως ἂν τὸ πᾶν ἀνέλωνται χρυσίον· πολλῷ μᾶλλον ἡμᾶς μείζονι προθυμίᾳ κεχρῆσθαι δεῖ καὶ σπουδῇ περὶ τὴν τῶν θείων λογίων ἔρευναν. Καὶ γὰρ καὶ ἡμεῖς χρυσίον ὀρύττομεν, οὐκ αἰσθητὸν, ἀλλὰ πνευματικόν· οὐ γὰρ μέταλλα γῆς, ἀλλὰ μέταλλα τοῦ Πνεύματος ἐργαζόμεθα. Αἱ γὰρ ἐπιστολαὶ τοῦ Παύλου τοῦ Πνεύματός εἰσι μέταλλα καὶ πηγαί· μέταλλα μὲν, ὅτι χρυσίου παντὸς τιμιώτερον ἡμῖν παρέχουσι πλοῦτον· πηγαὶ δὲ, ὅτι οὐδέποτε ἐπιλείπουσιν· ἀλλ' ὅσον ἂν κενώσῃς ἐκεῖθεν, τοσοῦτον καὶ πολλῷ πλέον ἐπιῤῥεῖ πάλιν. Καὶ τούτου γένοιτ' ἂν ἀπόδειξις σαφὴς ὁ χρόνος ὁ παρελθὼν ἅπας. Ἐξ οὗ γοῦν Παῦλος ἐγένετο, πεντακόσια λοιπὸν ἔτη παρῆλθε· καὶ τοῦτον ἅπαντα τὸν χρόνον πολλοὶ μὲν συγγραφεῖς, πολλοὶ δὲ διδάσκαλοι καὶ ἐξηγηταὶ πολλὰ πολλάκις ἐκεῖθεν ἐξήντλησαν, καὶ τὸν ἀποκείμενον οὐκ ἐκένωσαν πλοῦτον. Οὐ γὰρ αἰσθητὸς ὁ θησαυρός· διὰ τοῦτο οὐκ ἀναλίσκεται τῇ τῶν ὀρυττόντων πολυχειρίᾳ, ἀλλ' αὔξεται καὶ πλεονάζει. Καὶ τί λέγω τοὺς ἔμπροσθεν; Πόσοι μεθ' ἡμᾶς ἐροῦσι καὶ μετ' ἐκείνους ἕτεροι πάλιν, καὶ οὐ παύσεται πηγάζων ὁ πλοῦτος, οὐδὲ ἐπιλείψει ταύτῃ τὰ μέταλλα; πνευματικὰ γάρ ἐστι, καὶ οὐ πέφυκε δαπανᾶσθαί ποτε. Τίς οὖν ἐστιν ἡ ῥῆσις ἡ ἀποστολικὴ, περὶ ἧς καὶ πρώην πρὸς τὴν ὑμετέραν ἀγάπην διελέχθημεν; Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα. βʹ. Τότε μὲν οὖν ἐζητοῦμεν, τίνος ἕνεκεν εἴρηκε, Πνεῦμα πίστεως τὸ αὐτό· καὶ μίαν αἰτίαν τέως εἰρήκαμεν· αὕτη δὲ ἦν, τὸ δεῖξαι σύμφωνον τῇ Καινῇ τὴν Παλαιὰν οὖσαν. Ὅταν γὰρ φαίνηται τὸ Πνεῦμα τῆς πίστεως τὸ αὐτὸ καὶ τὴν τοῦ Δαυῒδ κινῆσαν γλῶτταν τὴν λέγουσαν, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ εἰς τὴν τοῦ Παύλου ψυχὴν ἐνεργοῦν, εὔδηλον ὅτι πολλὴ συγγένεια προφητῶν καὶ ἀποστόλων, καὶ ἀνάγκη πολλὴν Παλαιᾶς καὶ Καινῆς εἶναι τὴν συμφωνίαν. Ἀλλ' ἵνα μὴ πάλιν τὰ αὐτὰ ἀνακινοῦντες ἐνοχλῶμεν ὑμῖν, φέρε, καὶ τὴν ἑτέραν αἰτίαν εἴπωμεν, δι' ἣν εἴρηκε, Τὸ αὐτό· καὶ γὰρ καὶ τότε ὑμῖν ὑπεσχόμεθα ἑτέραν αἰτίαν ἐρεῖν τῆς ῥήσεως ταύτης. Ἀλλὰ διανάστητε· βαθὺ γὰρ τὸ νόημα τοῦτό ἐστιν, ὃ μέλλω λέγειν πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ

διορατικῆς δεόμενον διανοίας, καὶ ὀξυτάτης ψυχῆς· διὸ παρακαλῶ μετὰ ἀκριβείας παρακολουθεῖν τοῖς ῥηθήσεσθαι μέλλουσιν. Εἰ γὰρ ἡμέτερος ὁ πόνος, ἀλλ' ὑμέτερον τὸ κέρδος, μᾶλλον δὲ οὐδὲ ἡμέτερος ὁ πόνος ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος ἡ δωρεά· ὅταν δὲ ἀποκαλύψῃ, οὔτε ὁ λέγων, οὔτε οἱ ἀκούοντες κάμνουσι· πολλὴ γὰρ τῆς ἀποκαλύψεως ἡ εὐκολία. Πρόσχωμεν τοίνυν μετὰ ἀκριβείας· κἂν γὰρ τοῖς πλείοσι παρακολουθήσητε, περὶ δὲ βραχὺ μέρος ἀπονυστάξητε, τὸ πᾶν ἀγνοήσετε τοῦ κάλλους, διακοπείσης τῆς ἀκολουθίας λοιπόν. Καὶ καθάπερ οἱ τὰς ὁδοὺς ἀγνοοῦντες καὶ ἑτέρων δεόμενοι τῶν ὁδηγούντων, κἂν πολὺ προέλθωσιν ἀκολουθοῦντες αὐτοῖς, μικρὸν δὲ ἀποῤῥᾳθυμήσαντες ἀπολέσωσι τὸν ἡγούμενον, οὐδὲν αὐτοῖς ὄφελος ἔσται τῆς προτέρας ἀκολουθήσεως, ἀλλ' ἵστανται λοιπὸν, οὐκ εἰδότες ὅπου προέλθωσιν· οὕτω καὶ οἱ τῷ λέγοντι παρακολουθοῦν 51.292 τες, ἐὰν παρὰ πᾶσαν τὴν διδασκαλίαν προσέχοντες μικρὸν ῥᾳθυμήσωσιν, ἅπασαν τὴν ἀκολουθίαν ῥίψαντες, οὐκ ἔτι λοιπὸν ἐπιστῆναι τῷ τέλει τῶν νοημάτων δυνήσονται. Ἵν' οὖν μὴ τοῦτο πάθητε, διὰ πάντων τῶν μελλόντων ῥηθήσεσθαι τὴν ἴσην μοι παρέχετε σπουδὴν, ἕως ἂν εἰς αὐτὸ τὸ τέλος ἔλθωμεν. γʹ. Τίνος οὖν ἕνεκεν εἴρηκεν, Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, καὶ σπουδάζει δεῖξαι καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ πίστιν οὖσαν τὴν μητέρα τῶν ἀγαθῶν, μικρὸν ἄνωθεν ἀναγκαῖον εἰπεῖν· οὕτω γὰρ ἔσται κατάδηλος ἡμῖν ἡ αἰτία μᾶλλον. Τίς οὖν ἐστιν ἡ αἰτία; Πολὺς πόλεμος περιειστήκει τοὺς πιστοὺς, ἡνίκα ταῦτα ἐλέγετο, πόλεμος χαλεπὸς καὶ ἀκήρυκτος. Καὶ γὰρ καὶ πόλεις αὐτοῖς ὁλόκληροι καὶ δῆμοι πάντοθεν ἐπανίσταντο, καὶ τύραννοι πάντες ἐπεβούλευον, καὶ βασιλεῖς παρεσκευάζοντο, καὶ ὅπλα ἐκινεῖτο, καὶ ξίφη ἠκονᾶτο, καὶ στρατόπεδα ηὐτρεπίζετο, καὶ πᾶν εἶδος κολάσεως καὶ τιμωρίας ἐπενοεῖτο· ὅθεν ὑπαρχόντων ἁρπαγαὶ καὶ δημεύσεις, καὶ ἀπαγωγαὶ καὶ θάνατοι καθημερινοὶ, καὶ στρεβλώσεις, καὶ δεσμωτήρια, καὶ πῦρ, καὶ σίδηρος, καὶ θηρία, καὶ ξύλον, καὶ τροχὸς, καὶ βάραθρα, καὶ κρημνοὶ, καὶ πάντα τὰ εἰς ἐπίνοιαν πρὸς τὸν τῶν πιστῶν ὄλεθρον ἐκινεῖτο· καὶ οὐδὲ μέχρι τούτων ὁ πόλεμος εἱστήκει. Οὐδὲ γὰρ παρὰ τῶν ἐχθρῶν ἀνεῤῥιπίζετο μόνον, ἀλλὰ καὶ αὐτὴ καθ' ἑαυτῆς ἡ φύσις ἐσχίζετο. Καὶ γὰρ παισὶν ἐπολέμουν πατέρες, καὶ θυγατέρες ἐμίσουν τὰς κυησάσας, καὶ φίλοι φίλους ἀπεστρέφοντο, καὶ εἰς τὰς συγγενείας καὶ εἰς τὰς οἰκίας ὁ πόλεμος οὗτος ἕρπων εἰσῄει, καὶ θόρυβος ἦν τότε πολὺς κατὰ τὴν οἰκουμένην. Καὶ καθάπερ πλοῖον, κυμάτων διανισταμένων, νεφῶν συῤῥηγνυμένων, βροντῶν καταῤῥηγνυμένων, ζόφου πάντοθεν κυκλοῦντος τὸ σκάφος, τῆς θαλάσσης μαινομένης, θηρίων ἐπανισταμένων, πειρατῶν προσβαλλόντων, αὐτῶν τῶν ἔνδον στασιαζόντων, οὐκ ἂν διαφύγοι τὸν κίνδυνον, εἰ μὴ ἡ ἄνω χεὶρ, ἡ κραταιὰ καὶ μεγάλη, ἀποκρούσαιτο τὸν πόλεμον, καὶ λύσασα τὸν χειμῶνα καταστήσειεν ἐν γαλήνῃ τοὺς πλέοντας· οὕτω δὴ καὶ τότε ἐν ἀρχῇ τοῦ κηρύγματος γέγονεν. Οὐ γὰρ ἔξωθεν προσέβαλλεν ὁ χειμὼν μόνον, ἀλλὰ καὶ οἱ ἔνδον πολλάκις πρὸς ἀλλήλους ἐστασίαζον. Τίς τοῦτό φησιν; Αὐτὸς ὁ Παῦλος γράφων, Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. Καὶ ὅτι ταῦτ' ἔστιν ἀληθῆ, καὶ διδασκάλους καὶ μαθητὰς μυρία περιεστοίχιστο κακὰ, καὶ πάντας ὁ πόλεμος ἐπενέμετο, αὐτοῦ πάλιν τοῦ Παύλου τὴν μαρτυρίαν παράγω. Ὑμεῖς δὲ μνημονεύετε τῶν λεγομένων ἁπάντων, ἵν' ὅταν μάθητε τοὺς κινδύνους, τοὺς πειρασμοὺς, τὰ μυρία κακὰ, ἅπερ οἱ τότε πιστεύοντες ὑπέμενον, μειζόνως καὶ διὰ τοῦτο εὐχαριστῆτε τῷ Θεῷ, τῷ λύσαντι πάντα ἐκεῖνα τὰ δεινὰ, καὶ εἰρήνην εἰσαγαγόντι βαθεῖαν, καὶ τὸν πόλεμον ἀπελάσαντι, καὶ πολλὴν κατασκευάσαντι τὴν γαλήνην· ἵνα μηδεὶς μήτε ῥᾳθυμῶν νομίζῃ διαφεύγειν τὴν κόλασιν, μήτε κατορθῶν ἐπαίρηται νῦν.

17

δʹ. Οὐ γάρ ἐστιν ἴσον πανταχόθεν πολεμούμενον καὶ μυρίοις περιαντλούμενον κακοῖς δυνηθῆναι στῆναι γενναίως, καὶ καθάπερ ἐν λιμένι καθήμενον νῦν καὶ πάσης ἀπολαύοντα ἀδείας τὴν αὐτὴν ἐπιδείξασθαι προθυμίαν. Ἐκεῖνοι μὲν γὰρ τῶν ἐν πελάγει σαλευόντων τότε καὶ κλυδωνιζομένων οὐδὲν ἄμεινον διέκειντο· ἡμεῖς δὲ τῶν ἐν λιμένι καθημένων ἀδεέστερον 51.293 διάγομεν νῦν. Μὴ τοίνυν μήτε ἐπὶ τοῖς κατορθώμασι μέγα φρονῶμεν, μήτε ἐπὶ τοῖς συμπίπτουσι πειρασμοῖς καταπίπτωμεν, μήτε εἰς ῥᾳθυμίαν τῇ τῆς εἰρήνης ἀδείᾳ ἀποχρώμεθα· ἀλλὰ νήφωμεν ἀεὶ καὶ γρηγορῶμεν. Ἔστι γὰρ καὶ ἡμῖν πάλη πρὸς τὰς ἐπιθυμίας τῆς φύσεως. Οὐκ ἐπανίστανται νῦν ἡμῖν ἄνθρωποι, ἀλλ' ἐπανίστανται αἱ τῆς σαρκὸς ἡδοναί· οὐ πολεμοῦσι τύραννοι καὶ βασιλεῖς, ἀλλὰ πολεμεῖ θυμὸς, κενοδοξίας ἔρως, φθόνος, βασκανίαι, καὶ τὰ μυρία τῆς ψυχῆς πάθη. Ἐπεὶ οὖν ἐκείνων τῶν πειρασμῶν ἀπηλλάγμεθα, τούτων περιγενώμεθα. Διὰ γὰρ τοῦτο ἀνέμνησα ὑμᾶς τῶν καιρῶν ἐκείνων τὰ προσοχθίσματα, ἵνα καὶ ὁ ἐν θλίψει νῦν ὢν, ἱκανὴν ἐκεῖθεν λαμβάνῃ παράκλησιν, καὶ ὁ πολλῆς ἀπολαύων ἀδείας, ἀντὶ τῆς ἀτεχνίας τῶν κινδύνων ἐκείνων πολλὴν εἰσάξῃ προθυμίαν εἰς τὴν τῶν ἀτόπων λογισμῶν μάχην. Εἰς γὰρ ἡμετέραν νουθεσίαν καὶ παράκλησιν καὶ ὑπομονὴν πάντα ἐκεῖνα ἐγράφετο· ἅπερ ἀναγκαῖον νῦν πρὸς ὑμᾶς εἰπεῖν, καὶ διδάξαι τὸ μέγεθος τῶν τότε τοὺς πιστοὺς περιεστηκότων δεινῶν, οὐχὶ τοὺς διδασκάλους μόνον, ἀλλὰ καὶ τοὺς μαθητάς. Ἄκουσον γοῦν τί φησιν ὁ Παῦλος γράφων Ἑβραίοις· Ἀναμιμνήσκεσθε τὰς προτέρας ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Οὐδὲ γὰρ βραχὺς διεγένετο χρόνος, ἀλλ' ἐν αὐτοῖς εὐθὺς τοῖς προοιμίοις τῆς κατηχήσεως καὶ τῆς διδασκαλίας ἐπανέστησαν αὐτοῖς πειρασμοὶ, καὶ βαπτισθέντες εὐθέως ἐκινδύνευον· τί πάσχοντες, ἄκουε· Τοῦτο μὲν, ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι. Πάντες γὰρ ἐνέπτυον, ὕβριζον, κατεγέλων, ἐχλεύαζον, μωροὺς ἐκάλουν, ἀνοήτους, ὅτι τῆς πατρῴας ἀποστάντες πολιτείας, καινὸν δόγμα κατεδέξαντο. Οὐ μικρὸν δὲ τοῦτο πρὸς τὸ παρασαλεῦσαι ψυχὴν, ἐὰν μὴ ἐῤῥιζωμένη κατὰ βάθους ἡ πίστις ᾖ. Καὶ γὰρ οὐδὲν οὕτω δάκνει ψυχὴν, ὡς ὄνειδος· οὐδὲν οὕτω τήκει ψυχὴν καὶ διάνοιαν, ὡς σκώμματα καὶ λοιδορίαι· πολλοὶ γὰρ πολλάκις ἄνδρες ὑπεσκελίσθησαν ὀνειδιζόμενοι. Ταῦτα δὲ λέγω νῦν, ἵνα ἐν παῤῥησίᾳ τὴν πίστιν ἔχωμεν. Εἰ γὰρ τότε, ὅτε πᾶσα αὐτοῖς ὠνείδιζεν οἰκουμένη, οὐχ ὑπεσκελίσθησαν, πολλῷ μᾶλλον νῦν ἐν παῤῥησίᾳ τὸ κήρυγμα τῆς ἀληθείας ἔχειν δεῖ, ὅτε πᾶσα ἡ οἰκουμένη πρὸς ἡμᾶς μετετάξατο. Ὅτι δὲ οὐ μέχρι κατηγορίας καὶ ὀνειδισμῶν καὶ λοιδορίας ἵσταντο ἐκεῖνοι, ἀλλὰ καὶ ἔχαιρον οἱ ταῦτα πάσχοντες, ἄκουσον τῶν ἑξῆς. Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν, φησὶ, μετὰ χαρᾶς προσεδέξασθε. Ὁρᾷς ὅτι καὶ αἱ οὐσίαι αὐτῶν ἐδημεύοντο τὸ παλαιὸν, καὶ πᾶσιν εἰς ἁρπαγὴν προέκειντο τοῖς βουλομένοις ἐπηρεάζειν. Καὶ ταῦτα μὲν Ἑβραίοις ἐπιστέλλων ἔλεγε. εʹ. Θεσσαλονικεῦσι δὲ ἕτερα τοιαῦτα μαρτυρεῖ πάλιν λέγων· Ὑμεῖς γὰρ μιμηταὶ, φησὶν, ἐγενήθητε τοῦ Κυρίου καὶ ἡμῶν, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ. Ὅρα καὶ τούτους θλιβομένους, καὶ οὐχ ἁπλῶς, ἀλλ' ἐν θλίψει πολλῇ. Μετ' ἐπιτάσεως γὰρ ἦν ὁ πειρασμὸς, διηνεκὴς ὁ κίνδυνος, οὐδὲ μικρὸν ἀναπνεῦσαι παρέχων τοῖς ἀγωνιζομένοις τότε. Ἀλλ' 51.294 ὅμως καὶ ταῦτα πάσχοντες οὐκ ἐδυσχέραινον, οὐδὲ ἀπεδυσπέτουν, ἀλλὰ μᾶλλον καὶ ἔχαιρον. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτῶν τῶν τοῦ Παύλου ῥημάτων· εἰπὼν γὰρ, Ἐν θλίψει πολλῇ, προσέθηκε, Μετὰ χαρᾶς Πνεύματος ἁγίου· δηλῶν ὅτι οἱ μὲν πειρασμοὶ τὴν θλίψιν ἐποίουν, ἡ δὲ τῶν πειρασμῶν ὑπόθεσις τὴν χαρὰν αὐτοῖς ἔτικτεν. Ἤρκει γὰρ εἰς παραμυθίαν τὸ συνειδέναι ἑαυτοῖς, ὅτι ταῦτα διὰ τὸν Χριστὸν

18

ἔπασχον. Διότι οὐχ οὕτω θαυμάζω τοὺς τότε, ὅτι ἐθλίβοντο, ὡς θαυμάζω, ὅτι θλιβόμενοι διὰ τὸν Θεὸν ἔχαιρον. Τοῦτο γὰρ γενναίας καὶ φιλοθέου ψυχῆς, τὸ θλίβεσθαι καὶ κακῶς πάσχειν· τὸ δὲ γενναίως φέρειν τὸν πειρασμὸν, καὶ τῷ συγχωροῦντι τὰς θλίψεις εὐχαριστεῖν, τοῦτο μεγίστης ἀνδρείας, τοῦτο διεγηγερμένης ψυχῆς καὶ τῶν ἀνθρωπίνων ἀπηλλαγμένης ἁπάντων. Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθι δηλῶν, ὅσα ἔπασχον οἱ πιστεύοντες τότε κακὰ παρὰ τῶν οἰκείων καὶ συγγενῶν (τοῦτο γὰρ ἦν τὸ χαλεπώτατον), οὑτωσί πώς φησιν· Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Κατὰ τί μιμηταί; Ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ἀπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων. Ἰδοὺ καὶ πόλεμος, ἀλλὰ καὶ πόλεμος ἐμφύλιος, ὃ μείζω ποιεῖ τὴν ὀδύνην. Εἰ γὰρ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, φησί· σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου· ὅπερ τότε συνέβαινε συμβολικῶς. Διὸ καὶ πολλῆς ἐδέοντο τῆς παρακλήσεως. Ὅπερ οὖν καὶ Παῦλος συνορῶν, καὶ τοὺς ὑπ' αὐτῷ ταττομένους βλέπων κάμνοντας καὶ ἱδροῦντας, βαρυνομένους τῷ μεγέθει τῶν συμφορῶν καὶ ταῖς ἐπαλλήλοις ὀδυνωμένους πληγαῖς, πολυτρόπως αὐτῶν διανίστησι τὰ φρονήματα, νῦν μὲν λέγων, Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ' ἡμῶν· νῦν δὲ λέγων, Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε· καὶ πάλιν, Μὴ ἀποβάλητε τὴν παῤῥησίαν ὑμῶν· ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. Εἶτα πρὸς τὴν ὑπομονὴν ἀλείφων αὐτοὺς, ἐπάγει· Ἔτι γὰρ μικρὸν ὅσον, ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Καὶ καθάπερ παιδίον κλαυθμυρίζον, δυσχεραῖνον, καὶ τὴν μητέρα ἐπιζητοῦν παρακαθήμενός τις παραμυθεῖται λέγων, ὅτι Ἔτι μικρὸν ἀνάμεινον, καὶ ἀπαντήσεται πάντως ἡ μήτηρ· οὕτω καὶ Παῦλος ὁρῶν δυσανασχετοῦντας, ὀδυρομένους, τὴν παρουσίαν ἐπιζητοῦντας τοῦ Χριστοῦ τοὺς τότε πιστεύοντας διὰ τὴν ἀφόρητον τῶν κακῶν ἐπαγωγὴν, παραμυθούμενος ἔλεγεν· Ἔτι μικρὸν ὅσον, ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. ςʹ. Ὅτι μὲν οὖν οἱ μαθηταὶ ἐθλίβοντο, καὶ μυρία ἔπασχον δεινὰ, καὶ καθάπερ ἐν μέσοις ἐπειλημμένοι λύκοις ἄρνες, οὕτω πάντοθεν ἠλαύνοντο, δῆλον ἐκ τούτων· ἵνα δὲ μάθῃς ὅτι καὶ οἱ διδάσκαλοι οὐκ ἐλάττονα τούτων, ἀλλὰ καὶ πολλῷ χαλεπώτερα τότε ὑπέμενον (ὅσῳ γὰρ μειζόνως ἐλύπουν τοὺς ἐχθροὺς 51.295 τῆς ἀληθείας, τοσούτῳ καὶ παρὰ πλειόνων ἐβάλλοντο), καὶ ταῦτα παρὰ τοῦ τὰ πρότερα εἰρηκότος ἀκούσωμεν. Κορινθίοις γὰρ γράφων, οὕτως ἔλεγε· Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμασθῇ ἡ διακονία ὑμῶν, ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς, ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις. Εἶδες πόσους ἄθλους ἠρίθμησε, πόσας πειρασμῶν νιφάδας; Πάλιν τοῖς αὐτοῖς ἐπιστέλλων, Διάκονοι Χριστοῦ εἰσι, φησὶ, παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Εἶτα βουλόμενος ἡμᾶς πεῖσαι, ὅτι τοῦ σημεῖα ποιεῖν πολλῷ λαμπρότερον τὸ διὰ τὸν Χριστὸν θλίβεσθαι, καὶ ποιούμενος ἀπόδειξιν ἀποστολῆς, καὶ δεικνὺς ὅτι βελτίων αὐτῶν ἐστιν, οὐχὶ τῶν ἀποστόλων λέγω, ἀλλὰ τῶν ψευδαποστόλων, οὐκ ἀπὸ θαυμάτων καὶ σημείων, ἀλλ' ἀπὸ κινδύνων ἐπαλλήλων ποιεῖται τὸν τῆς ὑπεροχῆς ἔλεγχον, οὑτωσὶ λέγων· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· πεντάκις τεσσαράκοντα παρὰ μίαν ὑπὸ Ἰουδαίων ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· ἐν κόπῳ

19

καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός. Οὗτοι τῆς ἀκριβοῦς ἀποστολῆς οἱ χαρακτῆρες. Σημεῖα μὲν γὰρ καὶ ἕτεροι πολλοὶ πολλάκις ἐποίησαν, καὶ οὐδὲν ἀπώναντο τῶν θαυμάτων, ἀλλὰ μετὰ πάντα ἐκεῖνα ἤκουσαν· Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· τῶν δὲ ταῦτα δυναμένων εἰπεῖν, ἅπερ ὁ Παῦλος ἀπηριθμήσατο νῦν, οὐδεὶς ἐκείνης ἀκούσεται τῆς φωνῆς· ἀλλὰ μετὰ πολλῆς τῆς παῤῥησίας τῶν οὐρανῶν ἐπιβήσεται καὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν ἀπολαύσεται πάντων. ζʹ. Τάχα μακρότερος ἡμῖν ὁ λόγος ἐγένετο· ἀλλὰ μὴ δείσητε· οὐκ ἐπιλελήσμεθα τῆς ὑποσχέσεως, ἀλλ' αὐτίκα δὴ πρὸς αὐτὴν πάλιν ἐπανήξομεν. Καὶ ταῦτα δὲ οὐ μάτην ἐμηκύναμεν, ἀλλὰ διὰ πλείονος κατασκευῆς ἀναμφισβήτητον καὶ σαφέστερον βουλόμενοι ποιήσασθαι τὴν ἀπόδειξιν, ὁμοῦ δὲ τὰς θλιβομένας παρακαλέσαι ψυχὰς, ἵν' ἕκαστος τῶν ἐν πειρασμοῖς ὄντων καὶ κινδύνοις ἱκανὴν λαβὼν παραμυθίαν ἀπέλθῃ, μαθὼν ὅτι Παύλου κοινωνὸς διὰ τῶν παθημάτων γίνεται, μᾶλλον δὲ τοῦ τῶν ἀγγέλων Δεσπότου Χριστοῦ· κοινωνῶν δὲ αὐτοῦ τῶν παθημάτων ἐνταῦθα κοινωνήσει τῆς δόξης ἐκεῖ· Εἴπερ γὰρ, φησὶ, συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· καὶ πάλιν· Εἰ ὑπομένομεν, ἵνα καὶ συμβασιλεύσωμεν. Ἀνάγκη γὰρ τὸν πιστὸν θλίβεσθαι πάντως. Πάντες γὰρ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται· καὶ πάλιν· Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πει 51.296 ρασμὸν, εὔθυνον καὶ καρτέρησον. Καλαὶ αἱ ἐπαγγελίαι ἐκ προοιμίων εἰς πειρασμοὺς ἐμπεσεῖν· μεγάλη προτροπὴ καὶ παράκλησις ἐναργὴς τῆς δουλείας κινδύνων εὐθέως ἀπογεύσασθαι. Μεγίστη οὖν καὶ θαυμασία, καὶ κέρδος ἔχουσα μέγιστον. Ποῖον δὲ τοῦτο; Ἄκουσον τῶν ἑξῆς· Ὥσπερ γὰρ ἐν πυρὶ δοκιμάζεται χρυσὸς, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὥσπερ τὸ χρυσίον τῷ πυρὶ βασανιζόμενον καθαρώτερον γίνεται, οὕτω καὶ ἡ ψυχὴ, θλίψεσιν ὁμιλοῦσα καὶ κινδύνοις, φαιδροτέρα καὶ λαμπροτέρα ἄνεισι, καὶ πᾶσαν ἁμαρτημάτων ἀποῤῥίψεται κηλῖδα. Ὅθεν καὶ πρὸς τὸν πλούσιον ἔλεγε ὁ Ἀβραὰμ, ὅτι Λάζαρος ἀπέλαβε τὰ κακὰ, καὶ ἐνταῦθα παρακαλεῖται. Καὶ Παῦλος Κορινθίοις ἐπιστέλλων ἔγραφε· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καὶ τὸν πεπορνευκότα δὲ δι' αὐτὸ τοῦτο παρέδωκεν εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ· δεικνὺς ὅτι σωτηρίαν ὁ παρὼν ἐργάζεται πειρασμὸς, καὶ οἱ κίνδυνοι τοῖς μετ' εὐχαριστίας αὐτοὺς φέρουσι, καθάρσιον ψυχῆς εἰσι μέγιστον. Ὅτι μὲν οὖν ἐθλίβοντο οἱ πιστοὶ, καὶ μυρία ἔπασχον δεινὰ καὶ μαθηταὶ καὶ διδάσκαλοι καὶ οὐδὲ μικρὸν ἀνέπνεον, ποικίλοις τισὶ καὶ παντοδαποῖς πάντοθεν περιεστοιχισμένοι πολέμοις, ἱκανῶς ὁ λόγος ἀπέδειξε, καὶ πλείω δὲ τῶν εἰρημένων τοῖς φιλοπόνοις ἔξεστιν ἀναλέξασθαι ἐκ τῶν θείων Γραφῶν. ηʹ. Λοιπὸν δὲ ἐπὶ τὸ προκείμενον τὸν λόγον ἀγάγωμεν. Τί δὲ τὸ προκείμενον ἦν εἰπεῖν; Τίνος ἕνεκεν εἶπεν ὁ Παῦλος, Ἔχοντες Πνεῦμα πίστεως τὸ αὐτό. Τίνος οὖν ἕνεκεν εἶπεν; Ἐθορύβει τοῦτο τοὺς μαθητὰς, ὅτι τὰ μὲν δεινὰ ἐν πείρᾳ, τὰ δὲ χρηστὰ ἐν ἐλπίσι· καὶ τὰ μὲν παρῆν, τὰ δὲ ἀφειστήκει· καὶ τὰ μὲν ἐγίνετο, τὰ δὲ ἠλπίζετο. Καὶ τί θαυμαστὸν, εἰ τότε ἐν ἀρχῇ τοῦ κηρύγματος τοῦτο ἔπασχόν τινες, ὅπου γε καὶ νῦν μετὰ τοσοῦτον χρόνον, μετὰ τὸ πανταχοῦ τῆς οἰκουμένης ἐκταθῆναι τὸ κήρυγμα, μετὰ τὸ λαβεῖν ἀποδείξεις τοσαύτας τῶν ὑποσχέσεων, πολλοὶ οἱ τοῦτο πάσχοντές εἰσιν; Οὐ τοῦτο δὲ μόνον αὐτοὺς διετάραττεν, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Ποῖον δὴ

20

τοῦτο; Ἐνενόουν πρὸς ἑαυτοὺς, ὅτι ἐν τῇ Παλαιᾷ Διαθήκῃ οὐχ οὕτω τὰ πράγματα ᾠκονομήθη, ἀλλὰ τῆς ἀρετῆς τοὺς ἄθλους καὶ τοὺς μισθοὺς εὐθέως ἀπελάμβανον οἱ μετ' ἐπιεικείας καὶ σωφροσύνης προῃρημένοι ζῇν. Οὐ γὰρ μετὰ τὴν τῶν σωμάτων ἀνάστασιν, οὐδὲ ἐν τῇ μελλούσῃ ζωῇ, ἀλλ' ἐνταῦθα, καὶ κατὰ τὸν παρόντα βίον πᾶσαι αὐτοῖς ἐπληροῦντο αἱ ὑποσχέσεις. Ἐὰν γὰρ ἀγαπήσῃς, φησὶ, Κύριον τὸν Θεόν σου, εὖ σοι ἔσται, καὶ πληθυνεῖ ὁ Θεὸς τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου· οὐκ ἔσται ἐν σοὶ ἄγονον, οὐδὲ στεῖρον· οὐκ ἔσται ἐν σοὶ μαλακία, φησὶν, οὐδὲ νόσος. Ἐξαποστελεῖ ὁ Θεὸς τὴν εὐλογίαν αὐτοῦ εἰς τὰ ταμιεῖα τῶν ἀποθηκῶν σου· ἀνοίξει τὸν οὐρανὸν, καὶ δώσει 51.297 σοι ὑετὸν πρώιμον καὶ ὄψιμον. Καταλήψεται ὁ ἀλοητὸς τὸν τρυγητὸν καὶ ὁ τρυγητὸς τὸν σπόρον. Καὶ πολλὰ ἕτερα τοιαῦτα αὐτοῖς ἐπηγγείλατο, ἅπερ ἅπαντα κατὰ τὴν παροῦσαν ζωὴν αὐτοῖς ἀπεδίδοτο. Εἴ τις ὀξύτερος, ἤδη προβλέπει τὴν λύσιν. Ἐπεὶ οὖν σώματος ὑγίεια, καὶ γῆς εὐκληρία, καὶ πολυπαιδία καὶ εὐπαιδία, καὶ λιπαρὸν γῆρας, καὶ ὡρῶν κρᾶσις ἀρίστη, καὶ εὐετηρία, καὶ ὄμβρων εὐκαιρία, καὶ πολλὰ ποίμνια καὶ βουκόλια, καὶ πάντα ἁπλῶς τὰ ἀγαθὰ κατὰ τὴν παροῦσαν αὐτοῖς ἐπληροῦτο ζωὴν, καὶ οὐδὲν ἐν ἐλπίσιν ἦν, οὐδὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν· ἀναλογιζόμενοι οὖν ταῦτα οἱ πιστοὶ, ὅτι τοῖς προγόνοις τοῖς ἑαυτῶν παρὰ πόδας ἅπαντα τὰ ἀγαθὰ ἀπήντα, αὐτοῖς δὲ εἰς τὴν μέλλουσαν ζωὴν τὰ ἔπαθλα καὶ οἱ στέφανοι πάντες εἰσὶ τεταμιευμένοι, καὶ ἐν πίστει τὰ τῶν ἐπαγγελιῶν, ἔκαμνον, ἐξελύοντο, τὴν παροῦσαν ζωὴν ἅπασαν διὰ πειρασμῶν ἕλκειν ἀναγκαζόμενοι. Ταῦτα οὖν ἐννοῶν ὁ Παῦλος καὶ τὸ μέγεθος τῶν ἐπηρτημένων αὐτοῖς δεινῶν, καὶ ὅτι τούτοις μὲν τὸν μισθὸν τῶν πόνων μετὰ τὴν ἐντεῦθεν αὐτοῖς ἀποδημίαν ὁ Θεὸς ἐπηγγείλατο, τοὺς δὲ προγόνους αὐτῶν ἐντεῦθεν ἠμείψατο, καὶ συνορῶν πολλὴν ἐκ τῶν λογισμῶν τούτων ἀκηδίαν ἐγγινομένην αὐτοῖς, βουλόμενος αὐτοὺς ἀναστῆσαι καὶ διδάξαι, ὅτι καὶ ἐπὶ τῶν πατέρων τῶν αὐτῶν οὕτω τὰ πράγματα ᾠκονόμητο, καὶ ἐν πίστει πολλοὶ τὸν μισθὸν ἔλαβον, οὐκ ἐν τῇ πείρᾳ, ἀνέμνησεν αὐτοὺς τῆς προφητικῆς ῥήσεως, εἰπών· Ἔχοντες τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· μονονουχὶ λέγων, ὅτι καὶ ὁ μέγας Δαβὶδ, ὁ θαυμαστὸς καὶ γενναῖος προφήτης ἐκεῖνος, πίστει τὴν ἀμοιβὴν ἐκομίσατο, οὐχὶ τῇ πείρᾳ· οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, εἶπεν, Ἐπίστευσα, διὸ καὶ ἐλάλησα. Ἡ γὰρ πίστις ἐλπιζομένων ἐστὶν ὑπόστασις πραγμάτων, οὐ βλεπομένων· ὃ δὲ βλέπει τις, οὐ πάντως καὶ ἐλπίζει. Εἰ τοίνυν ἐπίστευσε, τοῖς ἐλπιζομένοις ἐπίστευσεν. Εἰ δὲ τοῖς ἐλπιζομένοις ἐπίστευσε, τὰ δὲ ἐλπιζόμενα οὐδέπω βλέπεται, οὔπω ἦν ἀπειληφὼς ταῦτα, εἰς ἅπερ ἐπίστευσε· διὰ τοῦτό φησιν, Ἔχοντες τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, τοῦτ' ἔστι, τὴν αὐτὴν πίστιν, τὴν ἐν τῇ Παλαιᾷ, καὶ ἡμεῖς ἔχομεν. Διὰ τοῦτο καὶ ἀλλαχοῦ φησι, περὶ τῶν τότε ἁγίων λέγων· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος· εἶτα διδάσκων, ὅτι τὰ δεινὰ μὲν ὑπέμειναν, τοὺς δὲ μισθοὺς οὐδέπω καὶ νῦν ἀπέλαβον, ἐπήγαγε λέγων· Κατὰ τὴν πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Καὶ πῶς εἶδον, εἰπέ μοι, τὰς μηδέπω παρούσας; Τοῖς τῆς πίστεως ὀφθαλμοῖς, τοῖς ὑπερβαίνουσι τὸν οὐρανὸν, καὶ τὰ ἐκεῖ κατασκοποῦσιν ἅπαντα. θʹ. Σὺ δέ μοι σκόπει Θεοῦ σοφίαν, πῶς καὶ ἔδειξεν αὐτοῖς τὰ βραβεῖα πόῤῥωθεν, καὶ οὐκ ἔδωκε μὲν εὐθέως, ἵνα μείζονα αὐτῶν ἐργάσηται τὴν ὑπομονήν· ἔδειξε δὲ πόῤῥωθεν, ἵνα ταῖς ἐλπίσι ταύταις τρεφόμενοι, μηδὲ αἴσθησιν τῶν παρόντων λάβωσι πόνων. 51.298 Ἀλλὰ τάχα τις τῶν ὀξύτερον προσεχόντων ἑαυτῷ περιπεπτωκέναι τὸν λόγον ἡγήσεται. Εἰ γὰρ οὐδὲ οἱ πρότεροι, φησὶν, ἀπελάμβανον παρὰ πόδας τὰ ἀγαθὰ καὶ

21

τὰς ἀμοιβὰς, πῶς ἡμῖν μακρὸν ἀπέτεινας λόγον, ἀπαριθμούμενος ὡρῶν εὐκρασίαν, σώματος ὑγίειαν, εὐπαιδίαν, πολυπαιδίαν, εὐετηρίαν, καρπῶν ἀφθονίαν, βουκόλια, ποίμνια, ἅπασαν τὴν βιωτικὴν εὐπραγίαν; Τί οὖν ἂν εἴποιμεν πρὸς τοῦτο; Ὅτι ἑτέρως μὲν τὸ πλῆθος καὶ τὸν ἀσθενέστερον δῆμον, ἑτέρως δὲ τοὺς γενναίους καὶ τὴν ἐν τῇ Καινῇ φιλοσοφίαν ἤδη μετιόντας ἦγεν ὁ Θεὸς τότε. Τοῖς μὲν γὰρ πολλοῖς καὶ χαμαὶ ἑρπομένοις καὶ οὐδὲν μέγα δυναμένοις ἰδεῖν, οὐδὲ ἐκτεῖναι τὴν τῆς ψυχῆς ἐλπίδα πρὸς τὴν τῶν μελλόντων ἀπόλαυσιν ἀγαθῶν, ταῦτα τὰ παρόντα παρεῖχεν ἀγαθὰ, τὴν ἀσθένειαν τῆς ψυχῆς αὐτῶν παραμυθούμενος, καὶ διὰ τούτων αὐτοὺς ὁδηγῶν ἐπὶ τὴν τῆς ἀρετῆς ἐργασίαν, καὶ εἰς τὴν τῶν καλῶν ἐπιθυμίαν ἐμβάλλων· τὸν δὲ Ἡλίαν καὶ τὸν Ἐλισσαῖον, τὸν Ἱερεμίαν, τὸν Ἠσαΐαν, καὶ πάντας δὴ ἁπλῶς τοὺς προφήτας, καὶ ὅσοι τοῦ χοροῦ γεγένηνται τῶν ἁγίων καὶ μεγάλων ἀνδρῶν, ἐπὶ τοὺς οὐρανοὺς ἐκάλει καὶ τὰ ἐκεῖ παρεσκευασμένα τοῖς εὐδοκιμηκόσιν ἀγαθά. Διὸ καὶ ὁ Παῦλος οὐχ ἁπλῶς πάντας ἀπηριθμήσατο, ἀλλὰ τοὺς ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι, τοὺς ἐν καμίνῳ, τοὺς ἐν δεσμωτηρίῳ, τοὺς ἀποτυμπανισθέντας, τοὺς καταλευσθέντας, τοὺς ἐν λιμῷ, τοὺς ἐν πενίᾳ, τοὺς ἐν ἐρημίαις, τοὺς ἐν σπηλαίοις, τοὺς ἐν ταῖς ὀπαῖς τῆς γῆς, τοὺς τὰ μυρία παθόντας δεινά. Καὶ τότε εἶπε κατὰ πίστιν πάντας τετελευτηκέναι, καὶ μηδέπω κεκομίσθαι τὰς ἐπαγγελίας· οὐχὶ τὸ πλῆθος τὸ Ἰουδαϊκὸν, ἀλλὰ τοὺς κατὰ τὸν Ἠλίαν ἡμῖν αἰνιττόμενος. Εἰ δὲ λέγοι τις· Αὐτοὶ δὲ οὗτοι τίνος ἕνεκεν οὐδέπω καὶ νῦν ἀπέλαβον τοὺς ὀφειλομένους αὐτοῖς στεφάνους; μανθανέτω καὶ ταύτην παρὰ Παύλου τὴν αἰτίαν. Εἰπὼν γὰρ, Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἐπήγαγε, Τοῦ Θεοῦ κρεῖττόν τι προβλεψαμένου περὶ ἡμῶν, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Κοινὴ γάρ ἐστι, φησὶν, ἡ πανήγυρις, ἐπειδὴ καὶ μείζων ἡδονὴ, ὅταν κοινῇ στεφανώμεθα πάντες. Τοῦτο καὶ ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσι γίνεται· ὁ παλαίσας, ὁ πυκτεύσας, ὁ παγκρατιάσας ἐν διαφόροις μὲν καιροῖς τοὺς ἀγῶνας ὑπομένουσιν, ἐν μιᾷ δὲ καιροῦ ῥοπῇ πάντες ἀνακηρύττονται. Οὕτω καὶ ἐν τοῖς ἀρίστοις γίνεται. Ὅταν γὰρ τῶν δαιτυμόνων οἱ μὲν φθάσωσι προαπαντήσαντες, οἱ δὲ ἔτι μέλλωσι, τιμῶντες τοὺς ἀπολειφθέντας οἱ ἑστιάτορες, τοὺς φθάσαντας ἤδη καὶ παραγενομένους κελεύουσιν ἀναμένειν τοὺς ὑστερήσαντας. Τοῦτο καὶ ὁ Θεὸς πεποίηκεν· ἐπειδὴ γὰρ τοὺς ἐκ τῆς οἰκουμένης ἁπάσης κατὰ διαφόρους καιροὺς εὐδοκιμηκότας ἐπὶ κοινήν τε καὶ πνευματικὴν εὐωχίαν ἐκάλεσε, τοὺς ἤδη φθάσαντας καὶ προαπελθόντας κελεύει τοὺς μετὰ ταῦτα ἀπιέναι μέλλοντας ἀναμένειν, ἵν' οὕτω κοινῇ παραγενομένων ἁπάντων, καὶ ἡ τιμὴ καὶ ἡ ἡδονὴ μία ἅπασι γένηται. ιʹ. Ἐννόησον γὰρ ἡλίκον ἐστὶν εἰς τιμῆς λόγον, Παῦλον καὶ τοὺς κατ' ἐκεῖνον ἅπαντας, τὸν Ἀβραὰμ, καὶ τοὺς κατ' ἐκεῖνον, καὶ τοὺς πρὸ ἐκείνου πάλιν πρὸ τοσούτων ἐτῶν ἀθλήσαντας καὶ νικήσαντας καθῆσθαι νῦν τὴν ἡμετέραν ἀναμένοντας εὐδοκίμησιν. Ὅτι γὰρ οὐδέπω τὸν στέφανον Παῦλος ἀπείληφεν, οὐδὲ ἄλλος οὐδεὶς τῶν ἐξ ἀρχῆς εὐηρεστηκότων, ἀλλ' οὐδὲ ἀπολήψονται, ἕως ἂν ἅπαντες οἱ μέχρι τέλους στεφα 51.299 νοῦσθαι μέλλοντες ἀφίκωνται, ἄκουσον αὐτοῦ τοῦ Παύλου λέγοντος· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτής. Πότε; Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Καὶ πάλιν ἀλλαχοῦ δεικνὺς, ὅτι κοινῇ πᾶσιν ἡ τῶν ἀγαθῶν ἀπόλαυσις δίδοται, Θεσσαλονικεῦσι γράφων ἔλεγεν· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ' ἡμῶν. Καὶ πάλιν· Ὅτι ἡμεῖς οἱ

22

ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· διὰ πάντων τούτων δηλῶν, ὅτι κοινῇ πάντας καὶ ὁμοῦ παραγενομένους τῶν οὐρανίων τιμῶν ἀπολαύειν χρή. Τοῦτο καὶ τοῖς φθάσασι πολλὴν φέρει τὴν ἡδονὴν, ὅταν μετὰ τῶν οἰκείων μελῶν τῶν ἀποῤῥήτων ἐκείνων ἀπολαύσωσιν ἀγαθῶν. Καὶ γὰρ πατὴρ τραπέζης μετέχων λαμπρᾶς καὶ πολυτελοῦς, τότε μετὰ πλείονος αὐτῆς ἀπολαύσεται τῆς εὐφροσύνης, ὅταν μετὰ τῶν αὐτοῦ παιδίων μετέχῃ τῆς εὐωχίας καὶ εὐφροσύνης. Οὕτω καὶ Παῦλος καὶ οἱ κατ' ἐκεῖνον ἅπαντες μείζονος αἰσθήσονται τῆς θυμηδίας, ὅταν μετὰ τῶν οἰκείων μελῶν ὄντες ἀπολαύσωσιν αὐτῆς. Οὐ γὰρ τοσαύτην πατέρες περὶ παῖδας ἐπιδείκνυνται φιλοστοργίαν, ὅσην ἐκεῖνοι περὶ τοὺς τὰ αὐτὰ κατωρθωκότας αὐτοῖς ἔχουσι κηδεμονίαν. Ἵν' οὖν καὶ ἡμεῖς τῶν τότε τιμωμένων γενώμεθα, σπουδάζωμεν καταλαβεῖν τοὺς ἁγίους ἐκείνους. Καὶ πῶς δυνησόμεθα, φησὶ, αὐτοὺς καταλαβεῖν; τίς ἡμῖν δείξει τὴν ἐκεῖ φέρουσαν ὁδόν; Αὐτὸς ὁ τῶν ἁγίων ἐκείνων Δεσπότης, ὃς οὐχ ὅπως αὐτοὺς καταληψώμεθα μόνον διδάσκει, ἀλλὰ καὶ ὅπως ὁμωρόφιοι καὶ σύσκηνοι γενώμεθα πᾶσιν αὐτοῖς· Ποιήσατε γὰρ ὑμῖν φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, φησὶν, ἵν' ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς. Καλῶς εἶπεν, Αἰωνίους. Ἐνταῦθα μὲν γὰρ κἂν λαμπρὰν ἔχῃς οἰκίαν, ἀπολεῖται πάντως φθειρομένη τῷ χρόνῳ· μᾶλλον δὲ καὶ πρὸ τῆς κατὰ τὸν χρόνον φθορᾶς, θάνατος ἐμπεσὼν ἐκβάλλει σε τῆς λαμπρᾶς ταύτης οἰκήσεως· πολλάκις δὲ καὶ πρὸ τοῦ θανάτου πραγμάτων τινῶν δυσκολίαι καὶ συκοφαντῶν ἔφοδοι καὶ ἐπιβουλαὶ ἐκπεσεῖν αὐτῆς παρεσκεύασαν. Ἐκεῖ δὲ οὐδὲν τούτων ἐστὶν ὑποπτεῦσαι, οὐ φθορὰν, οὐ θάνατον, οὐ κατάπτωσιν, οὐ συκοφαντῶν ἐπήρειαν, οὐκ ἄλλο οὐδὲν, ἀλλ' ἀκίνητος καὶ ἀθάνατός ἐστιν ἡ οἴκησις. Διὰ τοῦτο αἰωνίους αὐτὰς ἐκάλεσε. Ποιήσατε ὑμῖν φίλους, φησὶν, ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας. ιαʹ. Ὅρα πόση φιλανθρωπία τοῦ Δεσπότου, πόση χρηστότης καὶ ἐπιείκεια οὐ γὰρ ἁπλῶς ταύτην τέθεικε τὴν προσθήκην· ἀλλ' ἐπειδὴ πολλοῖς πλουσίοις πλοῦτος συνείλεκται ἐξ ἁρπαγῆς καὶ πλεονεξίας, Κακῶς μὲν, φησὶ, καὶ οὐκ ἐχρῆν σε οὕτω συλλέξαι τὰ χρήματα· πλὴν ἀλλ' ἐπειδὴ συνέλεξας, στῆθι τῆς ἁρπαγῆς καὶ τῆς πλεονεξίας, καὶ χρῆσαι εἰς δέον τοῖς χρήμασιν. Οὐ λέγω, ἵνα ἁρπάζων ἐλεῇς, ἀλλ' ἵνα τῆς πλεονεξίας ἀποστὰς, πρὸς ἐλεημοσύνην καὶ φιλανθρωπίαν ἀποχρήσῃ τῷ πλούτῳ. Εἰ γάρ τις μὴ παύσαιτο τῆς ἁρπαγῆς, οὐδὲ ἐλεημοσύνην ἐργάσεται· ἀλλὰ κἂν μυρία καταβάλῃ χρήματα εἰς τὰς τῶν δεομένων χεῖρας, τὰ ἑτέρων ἁρπάζων καὶ πλεονεκτῶν, τοῖς ἀνδροφόνοις ἐξίσης λελόγισται τῷ Θεῷ. Διὸ χρὴ πλεονεξίας ἀποστάντα πρότερον, οὕτω τοὺς δεομένους 51.300 ἐλεεῖν. Πολλὴ γὰρ τῆς ἐλεημοσύνης ἡ δύναμις, περὶ ἧς καὶ τῇ προτεραίᾳ συνάξει πρὸς ὑμᾶς διελέχθημεν, καὶ νῦν διαλέξομαι. Ἀλλὰ μηδεὶς τὴν συνέχειαν τῆς ὑπομνήσεως κατηγορίαν ἡγείσθω τῶν ἀκουόντων. Καὶ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους τῶν δρομέων διεγείρουσιν οἱ θεαταὶ, οὓς ἂν ἴδωσιν ἐγγὺς τοῦ βραβείου γενομένους, καὶ πολλὰς τῆς νίκης ἐλπίδας ἔχοντας. Καὶ ἐγὼ τοίνυν, ἐπειδὴ μετὰ πολλῆς ἀεὶ προθυμίας ὁρῶ τοὺς περὶ ἐλεημοσύνης δεχομένους λόγους ὑμᾶς, διὰ τοῦτο καὶ αὐτὸς συνεχέστερον τὴν ὑπὲρ τούτων κινῶ παραίνεσιν. Ἰατροὶ τῶν ψυχῶν ἡμῶν εἰσιν οἱ πένητες, εὐεργέται καὶ προστάται· οὐ γὰρ τοσοῦτον δίδως, ὅσον λαμβάνεις· δίδως ἀργύριον, καὶ λαμβάνεις βασιλείαν οὐρανῶν· λύεις πενίαν, καὶ καταλλάττεις σεαυτῷ τὸν Δεσπότην. Ὁρᾷς ὅτι οὐκ ἴση ἡ ἀντίδοσις; Ταῦτα ἐπὶ γῆς, ἐκεῖνα ἐν οὐρανῷ· ταῦτα ἀπόλλυται, ἐκεῖνα διαμένει· ταῦτα φθείρεται, ἐκεῖνα πάσης ἐστὶν ἀνώτερα ἀπωλείας. Διὰ τοῦτο καὶ πρὸ τῶν θυρῶν τῶν οἴκων τῶν εὐκτηρίων ἔστησαν τοὺς πένητας οἱ

23

πατέρες οἱ ἡμέτεροι, ἵνα καὶ τὸν νωθρότατον καὶ ἀπανθρωπότατον αὐτὴ τῶν πενήτων ἡ ὄψις πρὸς ὑπόμνησιν ἐγείρῃ τῆς ἐλεημοσύνης. Ὅταν γὰρ ἑστήκῃ χορὸς γερόντων, συγκεκυφότων, ῥάκια περιβεβλημένων, αὐχμώντων, ῥυπώντων, βακτηρίας ἐχόντων, μόλις στηρίζεσθαι δυναμένων, πολλάκις δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐκκεκομμένων, καὶ τὸ σῶμα ὅλον ἀναπήρων. τίς οὕτω λίθινος, τίς οὕτως ἀδάμας, ὡς καὶ τῆς ἡλικίας, καὶ τῆς ἀσθενείας, καὶ τῆς πηρώσεως, καὶ τῆς πενίας, καὶ τῆς εὐτελοῦς στολῆς, καὶ πάντων ἁπλῶς πρὸς συμπάθειαν ἐπικλώντων αὐτὸν, ἀντιστῆναι καὶ μεῖναι πρὸς ἅπαντα ταῦτα ἀνένδοτος; Διὰ ταῦτα πρὸ τῶν θυρῶν ἡμῶν ἑστήκασι παντὸς λόγου δυνατώτεροι, διὰ τῆς ὄψεως ἐπισπώμενοι, πρὸς φιλανθρωπίαν τοὺς εἰσιόντας ἐκκαλούμενοι. Καθάπερ γὰρ κρήνας εἶναι ἐν ταῖς αὐλαῖς τῶν εὐκτηρίων οἴκων νενόμισται, ἵνα οἱ μέλλοντες εὔχεσθαι τῷ Θεῷ, πρότερον ἀπονιψάμενοι τὰς χεῖρας, οὕτως αὐτὰς εἰς εὐχὴν ἀνατείνωσιν· οὕτω καὶ τοὺς πένητας ἀντὶ πηγῶν καὶ κρηνῶν ἔστησαν οἱ πατέρες πρὸ τῶν θυρῶν, ἵν', ὥσπερ ὕδατι τὰς χεῖρας ἀπονίπτομεν, οὕτω φιλανθρωπίᾳ τὴν ψυχὴν ἀποσμήχοντες πρότερον, οὕτως εὐχώμεθα. ιβʹ. Οὐδὲ γὰρ οὕτως ὕδατος φύσις ἀπονίπτει κηλῖδας σώματος, ὡς ἐλεημοσύνης δύναμις ἀποσμήχει ῥύπον ψυχῆς. Ὥσπερ οὖν οὐ τολμᾷς ἀνίπτοις χερσὶν εἰσελθὼν εὔξασθαι, καίτοι ἔλαττον τὸ ἔγκλημα ἐκεῖνο, οὕτω μήτε χωρὶς ἐλεημοσύνης ἐπ' εὐχὴν ἔλθῃς ποτέ. Καίτοι καὶ καθαρὰς πολλάκις ἔχοντες τὰς χεῖρας, ἂν μὴ πρότερον αὐτὰς ἀποπλύνωμεν ὕδατι, οὐκ ἀνατείνομεν εἰς εὐχήν· τοσοῦτόν ἐστιν ἡ συνήθεια. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς ἐλεημοσύνης ποιῶμεν· κἂν μηδὲν ἑαυτοῖς ὦμεν συνειδότες μέγα ἁμάρτημα, ὅμως ἀποσμήχωμεν τὸ συνειδὸς διὰ τῆς ἐλεημοσύνης. Πολλὰ ἀπὸ τῆς ἀγορᾶς ἐπεσπάσω δεινά· ἐχθρὸς παρώξυνε, δικαστὴς ἠνάγκασέ τι ποιῆσαι τῶν οὐ προσηκόντων πραγμάτων, ῥήματα πολλάκις ἐξέβαλες ἄτοπα, φίλος ἐδυσώπησεν ἐργάσασθαί τι τῶν ἁμαρτίαν ἐχόντων, ἕτερα προσετρίψω πολλὰ, οἷα εἰκὸς ἄνθρωπον ὄντα προστρίβεσθαι, ἐν ἀγορᾷ στρεφόμενον, δικαστηρίοις προσεδρεύοντα, τὰ τῆς πόλεως πράττοντα πράγματα· ὑπὲρ τούτων ἁπάντων εἰσέρχῃ τὸν Θεὸν αἰτήσων συγγνώμην καὶ ἀπολογησόμενος. Κατάβαλε τοίνυν ἀργύριον εἰς τὰς τῶν πενήτων χεῖρας, καὶ ἀπόσμηξον τὰς κηλῖδας ἐκείνας, ἵνα μετὰ παῤῥησίας καλέσῃς 51.301 αἰτούμενος τὸν δυνάμενόν σοι ταῦτα ἀφεῖναι τὰ ἁμαρτήματα. Ἂν ἐν συνηθείᾳ καταστήσῃς σαυτὸν μηδέποτε χωρὶς ἐλεημοσύνης τῶν ἱερῶν τούτων προθύρων ἐπιβαίνειν, οὐδέποτε, οὔτε ἑκὼν, οὔτε ἄκων, ὑστερήσεις τῆς καλῆς ταύτης ἐργασίας, τοιοῦτον γὰρ ἡ συνήθεια. Καὶ ὥσπερ οὖν ἀεὶ, ὅ τι οὖν γένοιτο, χερσὶν ἀνίπτοις οὐχ ὑπομένεις εὔξασθαι, ἐπειδὴ κατέστης εἰς συνήθειαν ἅπαξ· οὕτω καὶ ἐπὶ τῆς ἐλεημοσύνης, ἂν τοῦτον σαυτῷ ἐπιθήσῃς τὸν νόμον, καὶ ἑκὼν καὶ ἄκων αὐτὸν καθ' ἑκάστην ἐκπληρώσεις ἡμέραν ὑπὸ τῆς συνηθείας ἑλκόμενος. Πῦρ ἐστιν ἡ εὐχὴ, μάλιστα ὅταν ἀπὸ νηφούσης καὶ διεγηγερμένης ἀναπέμπηται ψυχῆς· ἀλλὰ τὸ πῦρ τοῦτο καὶ ἐλαίου δεῖται, ἵνα αὐτῶν ἅψηται τῶν οὐρανίων ἁψίδων· ἔλαιον δὲ τοῦ πυρὸς τούτου οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ἐλεημοσύνη. Ἐπίχεε τοίνυν τὸ ἔλαιον δαψιλὲς, ἵνα εὐφραινόμενος ἐπὶ τῷ κατορθώματι, μετὰ παῤῥησίας πλείονος καὶ προθυμίας μείζονος τὰς εὐχάς σου ἐπιτελῇς. Ὥσπερ γὰρ οἱ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, οὐδὲ εὔξασθαι μετὰ παῤ 51.302 ῥησίας δύνανται, οὕτως οἱ κατορθώσαντές τι, καὶ μετὰ τὴν δικαιοσύνην ἐκείνην ἐπὶ τὴν εὐχὴν ἐρχόμενοι, τῇ μνήμῃ τοῦ κατορθώματος εὐφραινόμενοι, μετὰ πλείονος τῆς προθυμίας ποιοῦνται τὴν ἱκετηρίαν. Ἵν' οὖν καὶ κατὰ τοῦτο δυνατωτέρα ἡμῖν ἡ εὐχὴ γένηται, γρηγορούσης ἡμῖν τῆς διανοίας ἐν ταῖς δεήσεσιν ἀπὸ τῆς τῶν κατορθωμάτων μνήμης, μετὰ τῆς ἐλεημοσύνης ἐπὶ τὰς εὐχὰς ἐρχώμεθα, καὶ

24 μνημονεύωμεν μετὰ ἀκριβείας ἅπαντα τὰ εἰρημένα· καὶ πρό γε τῶν ἄλλων ἁπάντων ἐκείνην μοι τὴν εἰκόνα διατηρεῖτε διηνεκῶς, καθ' ἣν εἶπον τοὺς πένητας πρὸ τῶν θυρῶν ἑστάναι τῶν εὐκτηρίων οἴκων, ταύτην ἐπὶ τῆς ψυχῆς ἀναπληροῦντες τὴν χρείαν, ἣν ἐπὶ τοῦ σώματος ἡ κρήνη. Ἂν γὰρ τοῦτο ὦμεν διηνεκῶς μεμνημένοι, συνεχῶς ἀπονιπτόμενοι τὸν λογισμὸν, καθαρὰς μὲν δυνησόμεθα τὰς εὐχὰς ἐπιτελεῖν. πολλὴν δὲ ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ τὴν παῤῥησίαν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Page scan enlarged

Notebook

Full View