col. 419–420page 1 of 7
PG 7:419Χαίρειν ἐν Θεῷ σε ἐν πᾶσιν εὐχόμεθα καὶ ἀεὶ, Πάτερ Ελεύθερε. Ταῦτά σοι τὰ γράμματα προετρεψάμεθα τὸν ἀδελφὸν ἡμῶν καὶ κοινωνὸν Εἰρηναῖον διακοι ἶσαι καὶ παρακαλοῦμεν ἔχειν σε αὐτὸν ἐν πα ραθέσει, ζηλωτὴν ὄντα τῆς διαθήκης τοῦ Χριστοῦ. Εἰ
col. 421–422page 2 of 7
PG 7:421γὰρ ᾔδειμεν τόπον τινὶ δικαιοσύνην περιποιεῖσθαι, ὡς πρεσβύτερον Ἐκκλησίας, ὅπερ ἐστιν ἐπ' αὐτῷ, ἐν πρώτοις ἂν παρεθέμεθα. Παρὸν τοῖς βουλομένοις, καὶ τῶν μετ' αὐτὸν τὸν Σίμωνα) καταμέρος αἱρεσιαρχῶν τὰς ἀρχὰς, καὶ τοὺς βίους, καὶ τῶν ψευδῶν διδαγμάτων τὰς ὑποθέσεις. τά τε πᾶσιν αὐτοῖς ἐπιτετηδευμένα διαγνώναι, οὐ κατὰ πάρεργον τῇ δεδηλωμένῃ τοῦ Εἰρηναίου παρα δεδομένα βίβλῳ. Ὅτι δὲ εἰς τούτους ἔτι τῷ βίῳ περιήν (Ιωάννης), 3 ἀπόχρη διὰ δύο πιστώσασθαι τὸν λόγον μαρτύρων πιστοὶ δ' ἂν εἶεν οὗτοι, τῆς ἐκκλησιαστικῆς πρεσβεύσαντες ὀρθοδοξίας, εἰ δὲ τοιοῦτοι Εἰρηναῖος καὶ Κλήμης ὁ ᾿Αλεξανδρεύς· ὧν ὁ μὲν πρότερος ἐν δευ τέρῳ τῶν Πρὸς τὰς αἱρέσεις, ὧδέ πως γράφει κατὰ λέξιν· Καὶ πάντες, Ποθεινοῦ δὴ ἐφ' ὅλοις τῆς ζωῆς ἔτεσιν ἐνενήκοντα σὺν τοῖς ἐπὶ Γαλλίας μαρτυρήσασι τελειωθέντος, Εἰ ρηναῖος τῆς κατὰ Λούγδουνον, ἧς ὁ Ποθεινὸς ἡγεῖτο παροικίας, τὴν ἐπισκοπὴν διαδέχεται. Πολυκάρπου δὲ τοῦτον ἀκουστὴν γενέσθαι κατὰ τὴν νέαν, ἐμανθάνομεν, ἡλικίαν. Ἐξεναντίας τῶν ἐπὶ Ῥώμης τὸν ὑγιῆ τῆς Ἐκ κλησίας θεσμὸν παραχαραττόντων, Εἰρηναῖος διαφόρους ἐπιστολὰς συντάττει· τὴν μὲν ἐπιγράψας πρὸς Βλάστον Περὶ σχίσματος, τὴν δὲ πρὸς Φλωρίνον Περὶ μοναρχίας, ἢ Περὶ τοῦ μὴ εἶναι τὸν Θεὸν ποιητὴν κακῶν. Ταύτης γάρ τοι τῆς γνώμης οὗτος ἐδόκει προασπίζειν· δι᾿ ὃν αὖθις ὑποσυρόμενον τῇ κατὰ Οὐαλεντίνον πλάνῃ, καὶ τὸ Περὶ ὀγδοάδος συν τάττεται τῷ Εἰρηναίῳ σπούδασμα· ἐν ᾧ καὶ ἐπισημαίνεται τὴν πρώτην τῶν ἀποστόλων κατειληφέναι ἑαυτὸν διαδοχήν … ἐν ᾗ γε μὴν προειρήκαμεν πρὸς τὸν Φλωρίνον ὁ Εἰρηναῖος ἐπιστολῇ αὖθις τῆς ἅμα Πολυκάρπῳ συνουσίας αὐτοῦ μνημονεύει λέγων· Τὰ δόγματα, Καὶ ὁ Εἰρηναῖος ἐκ προσώπου ὧν ἡγεῖτο κατὰ τὴν Γαλλίαν ἀδελφῶν ἐπιστείλας, παρίσταται μὲν τὸ δεῖν ἐν μόνῃ τῇ τῆς Κυριακῆς ἡμέρᾳ τὸ τῆς τοῦ Κυρίου ἀναστάσεως ἐπιτελεῖσθαι μυστήριον τῷ γε μήν Βίκτορι προσηκόντως, ὡς μὴ ἀποκόπτοι ὅλας ἐκκλησίας Θεοῦ, ἀρχαίου ἔθους παράδοσιν ἐπιτηρούσας, πλεῖστα ἕτερα παραινεῖ, καὶ αὐτοῖς δὲ ῥήμασι τάδε ἐπιλέγων· οὐδὲ γὰρ μόνον, Καὶ ὁ μὲν Εἰρη ναῖος φερώνυμός τις ἐν τῇ προσηγορία, αὐτῷ τε τῷ τρόπῳ εἰρηνοποιός, τοιαῦτα ὑπὲρ τῆς τῶν ἐκκλησιῶν εἰρηνὴς παρεκάλει τε καὶ ἐπρέσβευεν. Ο δ' αὐτ τὸς οὐ μόνον τῷ Βίκτορι, καὶ διαφόροις δὲ πλείστοις ἄρχουσιν Ἐκκλησιῶν, τὰ κατάλληλα δι' ἐπιστολῶν, περὶ τοῦ κεκινημένου ζητήματος ώμίλει. ᾿Αλλὰ γὰρ πρὸς τοῖς ἀποδοθεῖσιν Ειρηναίου συγχ γράμμασι καὶ ταῖς ἐπιστολαῖς, φέρεται τις αὐτοῦ πρὸς Ἕλληνας λόγος συντομώτατος καὶ ταμάλιστα ἀναγκαιότατος, Περὶ Ἐπιστήμης, ἐπιγεγραμμένος καὶ ἀλλὸς, ὃν ἀνατέθεικεν ἀδελφῷ Μαρκιανῷ του νομα, εἰς ἐπίδειξιν τοῦ ἀποστολικοῦ κηρύγματος καὶ βιβλίον τι Διαλέξεων διαφόρων, ἐν ᾧ τῆς πρὸς
col. 423–424page 3 of 7
PG 7:423Εβραίους Επιστολῆς καὶ τῆς λεγομένης Σοφίας του λομώντος μνημονεύει, ζητά τινα ἐξ αὐτῶν παραθέμενος. Καὶ τὰ μὲν εἰς ἡμετέραν ελθόντα γνῶσιν τοῦ Εἰρηναίου τοσαύτα. Σχιν, θαυμαστῶς ὁ μακάριος Εἰρηναῖος, ὁ τῶν ἀποστόλων διάδοχος, περὶ τούτου λεπτολογών, διήλεγξε τούτου (του Βασιλείδου) τὴν ἀβελτηρίαν καὶ αδρά γειαν. Ταῦτα μὲν καὶ τὰ τοιαῦτα ὁ προειρημένος ἀνὴρ πρεσβύτης Εἰρηναῖος, ὁ κατὰ πάντα ἐκ Πνεύματος ἁγίου κεκοσμημένος, ὡς γενναῖος ἀθλητὴς ὑπὸ τοῦ Κυρίου προβεβλημένος, καὶ ἐπαλειφθεὶς τοῖς ἐπου ρανίοις χαρίσματι, τοῖς κατὰ τὴν ἀληθινὴν πίστιν καὶ γνῶσιν, καταπαλαίσας τε καὶ καταγωνισάμενος την πᾶσαν αὐτῶν ληρώδη υπόθεσιν, διεξῆλθε κατά λόγον τὰ ὑπ' αὐτῶν κενοφωνούμενα. Ακρότατα δὲ αὐτοὺς ἐν τῷ ἑξῆς δευτέρῳ αὐτοῦ λόγῳ καὶ τοῖς ἄλλοις διή λεγξε περισσοτέρως, βουλόμενός πως τὸν χαμαί δι φέντα, καὶ εἰς ἧτταν τραπέντα σύραι, καὶ ἐνώπιον πάντων θριαμβεύσαί τε καὶ φωράσαι τὴν ἐν αὐτῷ τῷ ῥιφέντι ἀναίσχυντόν τε καὶ ἀσθενῆ πρόκλησιν ματαιοφροσύνης. Οἱ περὶ πάντα άνοσιώτατοι αἱρετικοὶ καὶ κατὰ τοῦ ἁγίου Πνεύματος ὤξυναν γλῶσσαν, καὶ ἐτόλμησαν τὰ ἀθέμιτα, καθὼς Εἰρηναῖος ὁ ἐξηγητὴς ἐν τοῖς προστάγμασι τοῖς πρὸς τὰς Αἱρέσεις ἔγραψεν. Εἰρηναῖος ἐκεῖνος, ὁ ἐγγὺς τῶν ἀποστόλων γενό μενος, πῶς ἐμνήσθη τοῦ Πνεύματος ἐν τῷ πρὸς τὰς Αἱρέσεις λόγῳ, ἀκούσωμεν. Τοὺς δὲ ἀχαλιναγωγήτους, Καλῶς καὶ μεγάλως ἀπεφήνατο τις τῶν ἁγίων, οὕτω διδάξας, και φησιν· Τοιαύτης, εις. Ταῦτα μετεγράψατο μὲν Γάϊος, ἐκ τοῦ Εἰρηναίου, μαθητοῦ τοῦ Πολυκάρπου, ὃς καὶ συνεπολιτεύσατο τῷ Εἰρηναίῳ· ἐγὼ δὲ Σωκράτης ἐν Κορίνθῳ ἐκ τοῦ Γαΐου ἀντιγράφου ἔγραψα. Η χάρις μετὰ πάντων.
col. 425–426page 4 of 7
PG 7:425Ο μακάριος Εἰρηναῖος ὁ μάρτυρ καὶ ἐπίσκοπος Λουγδούνου, ἐν τῷ Περὶ τοῦ Πάσχα λόγῳ, Εἰρηναῖος τῆς Πολυκάρπου διδασκαλίας ἀπήλαυσεν ἐγεγόνει δὲ φωστήρ Γαλατῶν τῶν ἑσπερίων. Τοὺς μέντοι τῶν παλαιῶν αἱρέσεων μύθους ἐκ τῶν παλαιῶν τῆς Ἐκκλησίας διδασκάλων συνέλεξα, Ἰουστίνου τοῦ φιλοσόφου καὶ μάρτυρος, καὶ Εἰρηναίου τοῦ τὰ Κελτικὰ καὶ γεωργήσαντος καὶ φωτίσαντος Εθνη. Εἰρηναίου, τοῦ τὴν Ἑσπέραν φωτίσαντος, ἀνδρὸς ἀποστολικοῦ, παραθήσομαι μαρτυρίαν. Λέγει δὲ, κ.τ.λ., Ταῦτα μὲν οὖν ὁ θαυμάσιος Εἰρηναῖος. Ακούεις ὅτι ἀφ' οὗ εἰσῆλθεν ὥσπερ τις θεία φύσις, τὸ θεῖον ἐμφύσημα εἰς τὸ γηγενὲς σῶμα τοῦ Ἀδάμ, εὐθέως ἡ Γραφὴ οὐχ ἁπλῷ ὀνόματι προσηγόρευσεν, ἀλλ' ὡσανεὶ συνθέτῳ Χριστῷ ὄντι, Θεὸν καὶ Κύριον αὐτὴν ὠνόμασεν· καθὰ καὶ εἰς τὰ ἀκριβῆ καὶ ἀνόθευτα, καὶ ἀρχαῖα τῶν ἀντιγράφων ερευνήσαντες, μετὰ πολλῆς ἀκριβείας εύρήκαμεν, εἰς τὰ Κλήμεντος, καὶ Εἰρηναίου, καὶ Φίλωνος τοῦ φιλοσόφου, καὶ τοῦ τὰ Ἐξαπλή συστησαμένου στιχθέντα. Οἱ μὲν οὖν ἀρχαιό ατοι τῶν Ἐκκλησιῶν ἐξηγητῶν λέγω δὴ, Φίλων ὁ φιλόσοφος καὶ των ἀποστόλων ὁμο χρόνος, καὶ Παπίας ὁ πολὺς, ὁ Ἰωάννου εὐαγγελιστοῦ φοιτητής, ὁ Ἱεραπολίτης, Εἰρηναῖος τε ὁ Λευ γδουνεὺς, καὶ ὁ Ἰουστῖνος ὁ μάρτυς καὶ φιλόσοφος, Παντανετός Πανταινός) τε ὁ Ἀλεξανδρεύς, καὶ
col. 427–428page 5 of 7
PG 7:427Κλήμης ὁ Στρωματεὺς, καὶ οἱ ἀμφ' αὐτοὺς πνευματικῶς τὰ περὶ παραδείσου ἐθεωρήθησαν εἰς τὴν Χρι στοῦ Ἐκκλησίαν αναφερόμενα. κι *Ην οἱ ἱστορικῶς, καὶ μὴ μᾶλλον πνευματικῶς ἐκε λαμβάνοντες, ἀλλὰ λεξιτηρούντες, οὐκ οἶδα ὅπως τὰς ὑπὸ Εἰρηναίου πρὸς αὐτοὺς προτάσεις ἐπιλύονται. Φάσκει γὰρ κατὰ τῆς τῶν μικρῶν ὑφιτῶν αἱ ρεσιαρχίας οπλιζόμενος· Πῶς δύνατον, κ. τ. λο Εγώ δράσεις επλήθυνα, καὶ ἐν χερσὶ τῶν προ φητῶν ὠμοιώθην. Τούτεστιν, αὐτὸς ἐγὼ ἐμαυτῷ, ὡς Εἰρηναῖος λέγει ἐν τοῖς Καθ' αἱρέσεων. Παπίας ἐν τῷ τετάρτῳ αὐτοῦ βιβλίῳ τῶν κυριακῶν ἐξηγήσεων, τὰς διὰ βρωμάτων εἶπεν ἐν τῇ ἀνα στάσει ἀπολαύσεις, κ. τ. λ. Καὶ Εἰρηναῖος δὲ ὁ Λουγδούνου, ἐν τῷ κατὰ αἱρέσεων πέμπτῳ λόγῳ, τὸ αὐτό φησι, καὶ παράγει μάρτυρα τῶν ὑπ' αὐτοῦ εἰς ρημένων, τὸν λεχθέντα Παπίαν. μὴ ἕνεκα τῆς περὶ τοῦ Πάσχα διαφωνίας τινὰς τῆς Ἐκκλησίας ἀποκηρύττειν. Ανεγνώσθη βιβλίον Εἰρηναίου επισκόπου Λουγδούνων (ἐν Κελτοῖς δὲ τὰ Δούγδουνα), Λόγοι πέντε, οὗ ἡ ἐπιγραφὴ, ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευ δωνύμου γνώσεως, τοῦτο δέ ἐστι, κατὰ αἱρέσεων. τῶν ὁ πρῶτος διαλαμβάνων περὶ Οὐαλεντίνου, καὶ τῆς κατ' αὐτὸν ἀθέου πλάνης ἀπάρχεται, ὥσπερ ἀνα ποδίζων καὶ ἄνωθεν διεξιών ἀπὸ Σίμωνος τοῦ Μά γου, ἄχρι Τατιανοῦ· ὃς τὰ πρῶτα μαθητής του στίνου τοῦ μάρτυρος χρηματίσας, ὕστερον εἰς πλά την μετεκυλίσθη αιρέσεως. Ἔτι δὲ διαλαμβάνει περὶ τῶν ἰδίως Γνωστικών λεγομένων, καὶ τῶν Καϊνῶν, τὰ βδελυρὰ αὐτῶν ἐκτιθεὶς δόγματα· ἐν οἷς καὶ πρῶ τος λόγος. Ὁ δὲ δεύτερος ἀνατροπὴν περιέχει τοῖς αἱρεσιώταις ἀσεβῶς δογματιζομένοις. Ὁ δὲ τρίτος καὶ Γραφικάς κατ᾿ αὐτῶν προκομίζει παντοδαπας μαρτυρίας. Ὁ δὲ τέταρτος τὰς παρὰ τῶν αἱρετικῶν προτεινομένας ἀπορίας διαλύει. Καὶ ὁ πέμπτος δὲ ὅσα διὰ παραβολῶν ἐλέχθη τε καὶ Ἐπράχθη ὑπὸ τοῦ Κυρίου ἐκ τῶν ὑπολοίπων τῆς σωτηριώδους αὐτοῦ διδασκαλίας, καὶ ἐκ τῶν ἀποστολικῶν ἐπιστολῶν, ταῖς αἱρετικαῖς τερθρείαις εἰς ἔλεγχον ἁρμόζειν παρίστησι. Πολλὰ δὲ τοῦ θεσπεσίου Ειρηναίου, καὶ παντοδαπά, καὶ ἕτερα συγγράμματα, καὶ ἐπιστολαί φέρονται, εἰ καὶ ἔν τισιν αὐτῶν ἡ τῆς κατὰ τὰ ἐχε κλησιαστικά δόγματα ἀληθείας ἀκρίβεια νόθος λο γισμοῖς κιβδηλεύεται, & χρὴ παρασημαίνεσθαι. Τοῦ τόν φασι γενέσθαι Πολυκάρπου μὲν τοῦ ἱερομάρτυρος Σμύρνης ἐπισκόπου μαθητήν, πρεσβύτερον δὲ Ποθεινοῦ, οὗ καὶ τῆς ἐπισκοπῆς τῶν Λουγδούνων διάδοχος κατέστη. Βίκτωρ δὲ ἄρα κατ' ἐκεῖνο καιροῦ Ῥώμης ἐπεσκόπει, πρὸς ἦν καὶ πολλάκις γράφει, παραινών Τῇ αὐτῇ ἡμέρᾳ, τοῦ ἁγίου ἱερομάρτυρος Ειρη ναίου, ἐπισκόπου Λουγδούνων. Σπεύδει λιπεῖν γῆν ἐκ ξίφους Εἰρηναῖος Ερωτιᾷ γὰρ τῷ πρὸς οὐρανοὺς πόθῳ.
col. 429–430page 6 of 7
PG 7:429Οὗτος ὑπῆρχεν ἐν τοῖς χρόνοις Μάρκου Ἀντωνίνου τοῦ βασιλέως, ἀρχαῖος ἀνὴρ, διάδοχος τῶν μαχα ρίων ἀποστόλων, χρηματίσας ἐπίσκοπος Λουγδούνων τῆς Γαλλίας. Οστις βιβλία πλείστα τῇ ἐκκλησίᾳ καταλέλοιπε, τὴν καθ᾿ ἡμᾶς πίστιν βεβαιῶν· ἐξ ὧν οἱ μεταγενέστεροι τὰς ἀφορμὰς τῆς ἑρμηνείας τῶν θείων Γραφῶν ἔλαβον, Οὗτος μετὰ Ποθεινὸν ἐπίσκοπον τῆς εἰρημένης πό λεως, ὑπὲρ Χριστοῦ ἀθλήσαντα, τοὺς οἵακας δεξά μενος, καὶ πολλοῖς λόγοις, καὶ παραινέσεσιν, ἐκ τῆς πλάνης τῶν εἰδώλων ἀφαρπάσας, καὶ τῷ Χριστῷ πολλούς μάρτυρας προσαγαγών, τελευταῖον καὶ αὐ τὰς ὑπὸ τῶν διωκόντων ξίφει τελειωθείς, στεφανοῦται. Ὁ δὲ Εἰρηναῖος ἐν τῷ δ βιβλίῳ τῶν κατὰ αἰ ρεσέων κεφ. λδ' διαλεγόμενος κατὰ τῶν ἀρνουμένων τὸν Χριστὸν Υἱὸν εἶναι τοῦ ποιητοῦ τῶν ὅλων, καὶ ποιητὴν τοῦ κόσμου τούτου, φησὶν οὕτω· Πῶς δὲ αὐτοῖς γνωσθήσεται τὸν εὐχαρισθέντα ἄρτον σῶμα εἶναι τοῦ Κυρίου αὐτοῦ, καὶ τὸ ποτήριον αἷμα αὐτοῦ, εἰ μὴ αὐτὸν ἀποφαίνοιντο Υἱὸν τοῦ τὸν κόσμον πλάσαντος, τοῦτ' ἔστι λόγον αὐτοῦ, δι' οὗ ξύλα καρποφορεῖ, καὶ πῆγαι βλύζουσιν ὃς πρῶτον μὲν χόρτον ἀναδίδωσιν, ἔπειτα δὲ στά χυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυτ; συλλογιζόμενος διὰ τούτων, ἐκ τῆς παντοδυνάμου τοῦ Ἰησοῦ ἴσχυος, τῆς περὶ τὴν ποίησιν τῆς κτίσεως, εἰς τὴν τοῦ ἄρτου εἰς σῶμα αὐτοῦ μεταποίησιν. Καὶ ἐν αὐτῷ κεφ. Πῶς δὲ πάλιν λέγουσι τὴν σάρκα ἡμῶν εἰς φθορὰν ἔρχεσθαι, καὶ μὴ ἀναλαμβάνειν ζωὴν, ἥτις τῷ σώματι τοῦ Κυρίου καὶ τῷ αἵματι τρέ φεται; Καὶ μετ' ὀλίγα· Ὥσπερ γὰρ ὁ ἀπὸ γῆς ἄρτος τὴν τοῦ Θεοῦ ἐπίκλησιν δεξάμενος, οὐκ ἔτι ἐστὶ κοινὸς ἄρτος, ἀλλ᾽ εὐχαριστία ἐκ δύο συνισταμένη πραγμάτων, γηίνου τε καὶ ἐπουρανίου, οὕτω καὶ τὰ ἡμέτερα σώματα τὴν εὐχαριστίαν λαμβάνοντα, οὐκέτι εἰσὶ φθαρτά, τὴν ἐλ πίδα τῆς ἀναστάσεως ἔχοντα. Εἰγοῦν τὰ ἡμέτερα σώματα τῇ τῆς Εὐχαριστίας μεταλήψει απαθανατί ζονται, οὐκ ἄρα μόνη τῇ ψυχῇ τὸ τοῦ Χριστοῦ σῶμα τὸ ἐν τῷ οὐρανῷ διὰ τῆς πίστεως μετέχεται, ἀλλὰ καὶ τοῖς σώμασι, τοῖς διὰ τῆς Εὐχαριστίας ἀφθαρτιζομένοις τὸ αὐτὸ ὅλως ὄν, ἐν τῇ Εὐχαριστίᾳ, τῷ καὶ ἐν τοῖς οὐρανοῖς ὑπάρχοντι τοῦ τρόπου μόνον ἐναλλατ τομένου. Εἰ δὲ καὶ μετὰ τὴν ἁγιασμόν, οὐκέτι ψιλός ἐστιν ἄρτος, ἀλλ' Εὐχαριστία, σύνθετος ἐκ γήϊνου καὶ οὐρανίου· ἔχει ἄρα ἐν ἑαυτῷ τὸ οὐράνιον ἐκεῖνο σώμα, μεθ' οὗ καὶ συντίθεται. Καὶ εἰ ἀληθές ἐστιν δ φησιν, ὅτι καθὼς ὁ κοινὸς ἄρτος διὰ τῆς θείας ἐπι κλήσεως, εἰς Εὐχαριστίαν μεταβαίνει, οὕτω καὶ τὰ ἡμέτερα ταύτης μεταλαβόντα εἰς ἀφθαρσίαν μετα ποιεῖται, ἡμῶν δὲ τὰ σώματα κυρίως καὶ ἀληθῶς ἀπα θανατίζονται· κυρίως ἄρα καὶ ἀληθῶς, καὶ ὁ κοινὸς ἄρτος διὰ τῆς εὐλογίας εἰς σῶμα Χριστοῦ μεταβάλλεται.
col. 431–432page 7 of 7
AUCTORE, UT VIDETUR, FLORO LUGDUNENSI DIACONO.
(Spicilegium Solesmense, complectens sanctorum Patrum scriptorumque ecclesiasticorum anecdota hactenus opera,
publici juris facta curante Domno J. B. PITRA, O. S. B. monacho e congregatione Gallica. Parisiis, ap. Firmin Didot
ratres, MDCCCLII. Tom. I, p. 8. - Præfatiuncula hæc, inquit doctissimus editor Spicilegii Solesmensis (Proleg.
p. 1x), in codice Arundeliano (Mus. Britan., n. 87, plut. CLXIV, F, fol. 1) nullo auctoris nomine inscribitur: quomi
nus autem Floro Lugdunensi restituenda sit, vix dubitare sinit exigua notula Sirmondi ad Aviti fragmentum, quam
⚫rescribere non piget: In alio, inquit, codice ejusdem bibliothecæ (Carthusiæ Majoris) operibus Irenai præfixa est
Flori Præfatio cum epistola Agobardi. Sane Prologus noster Flori dictionem sapit nec illius ævo abludit; satis
aperte sub finem intuetur acerrimas Flori cum Joanne Scoto disceptationes. ›)
Inquiri ur primum quis sit Irenæus, aut qua mente scripserit: 11. deinde quæ contineantur quinque
ejus libris; III. tum ex quintuplici deducitur causa cur denuɔ hi libri edantur.
Hyrenæus, episcopus civitatis Lugdunensis, instructus a Polycarpo discipulo Johannis apostoli, scripsit quinque li
bros cuidam episcopo (a), rogatus ab eo, Contra hæreticos, valde necessarios; in quibus, ut sapiens architectus el pro
vidus medicus, perfecte nos instruit de bæresibus et hæresiarchis; primum detegeus eorum prava dogmata et per
versa opera, ne quis incidat in idipsum incredulitatis exemplum. Nam, sicul medicus ægrum curare non potest, nisi
causam morbi prius agnoscat, sic necesse fuit eum hærcticas pestes, cum suis causis, prius agnoscere, ut postmodu.n
competenti medicina posset eis efficacius contraire.
In primis ergo, ipsas hæreses explicat, singulis assignans suas originales causas, scilicet a quibus acceperunt ma
teriam existendi. Inter quod agendum, ponit et ignota nomina fictarum rerum, quas ipsi Virtutes appellabant, et
quasi deos venerati sunt. De quorum scilicet nominum multitudine illatum tibi, o lector, tædium patienter sustine,
tandem philosophicarum rationum et divinarum auctoritatum copiosa dulcedine compensandum. Postea ipsos bære si
archas nominatim commemorat, et quid vel quantum, unde cujusque discipuli suorum magistrorum adinventionibus
addiderint, consequenter annectit. Dein, singulas hæreses singillatim aggrediens, et, probatissimi more philosophi,
assumptis de rerum naturis peremptoriis rationibus, verum a falso discernit; sanctitatis amictum, pravitati superdu
ctum, violenter abstrahit; ubi in melle venenum, ubi in columbæ specie vulpes lateat, curiosa discussione perquirit.
Hoc modo sordidissimis phantasiis hæreticæ dolositatis solertissime deprehensis, et fidelium oculis patenter expositis,
ad ultimum venenosos surculos, adulterina plantatione insertos, multiplici [alce di]vinarum auctoritatum exstirpat,
abjicit et conculcat. Ejusdem quoque intentionis occasione, non solum quæ ab hæreticis corrupta sunt corrigit, sed
insuper multa de novo Testamento, ad munimentum veræ fidei, fideliter et luculenter exponit.
Sunt autem quinque causæ, quæ sumtum et laborem hujus libri (b) transcribendi non sinunt, ut putamus, æstimari
superfluum. Prima, quod perrarus est, hæresium silentio, quod nunc solito vehementius interruptum est (c), neminem
impellente. Secunda, quod auctor ejus antiquus, et apostolicis temporibus vicinus exstitit, et ideo fide dignus. Tertia,
quod quæ de hæreticis scribit, non omnia per famam didicit, sed plurima de his præsenter ab eis audivit doceri, et
vidit exerceri, utpote eorum; (d), id est, contemporaneus et comprovincialis. Quarta, quod de hæresibus illius
temporis nemo plenius, sive planius noscitur disputasse. Quinta, quod arma militantis Ecclesiæ, aliquantæ pacis oc
casione neglecta, resarciri plus solito necesse est, quia, defensore tam raro, tyrannis hæretica in eam tanto crudelius
quanto imponius incipit efferari.
(a) Constanter id asseritor, quod vix conjecerat D. Massuetus, nec nisi subdubitans innuerat: Quis fuerit amicus
ille, lucente Irenao, dici non potest... Episcopum fuisse suspicor, aut aliquem in clero conspicuum qui plebem curæ suæ
concreditam haberet. Diss. præv. p. xcv.
(b) Tibi cod.
(c) Hinc Flori, ni fallor, indoles et ætas maxime innotescit.
(d) Codex habet syncronon. Abs re non sit advertere, scriptoribus ævi Carolini id moris fuisse vocabula
graca suis passim fuspergere commentariis, nec Florum abstinuisse se omnino ab hujuscemodi græcanica consue
tudine.