Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 215–216page 1 of 6
PG 86:215μετὰ τοῦ πατρὸς ἔτη ἑπτὰ, μῆνας τρεῖς· λοιπὰ τὰ κατὰ μόνας ἔτη τῆς βασιλείας αὐτοῦ λδ', μῆνας ἔνα δεκα. Ἐπὶ τῆς αὐτοῦ βασιλείας ἀπετέθησαν τὰ λεί ψανα τῶν ἁγίων Στεφάνου καὶ Λαυρεντίου και Αγνῆς, ἐν τῷ μαρτυρίῳ τοῦ 'Αγίου Λαυρεντίου, τῇ εἰκοστῇ πρώτῃ τοῦ Σεπτεμβρίου μηνός. Καὶ τελεῖται μέχρι σήμερον ἐκεῖσε τῇ αὐτῇ ἡμέρᾳ ἡ μνήμη αὐτῶν. Ἔτι ἐπὶ τῆς αὐτοῦ βασιλείας, καὶ Πρόκλου πατριάρχου, ηνέχθη τὸ λείψανον τοῦ Χρυσοστόμου, καὶ κατετέθη ἐν τοῖς ῾Αγίοις Αποστόλοις πρὸ πέντε Καλανδῶν Φεβρουαρίων. ξε'. Ἐβασίλευσεν [ὁ Λέων Αύγουστος] Ινδικτιῶνος δεκάτης, μηνὶ Φεβρουαρίῳ στεφθεὶς ὑπὸ τοῦ αὐτοῦ πατριάρχου, καὶ ἐτελεύτησε μηνὶ Ιαννουαρίῳ, ἰνδικτιῶνος δωδεκάτης. Γίνονται ἔτη τῆς βασιλείας αὐτοῦ δεκαεπτά. Ἐπὶ τῆς αὐτοῦ βασιλείας, καὶ ἐπὶ Γενναδίου πατριάρχου, ηνέχθη ἀπὸ τοῦ Σερμίου τὸ λείψανον τῆς ἁγίας Αναστασίας, καὶ κατετέθη ἐν τῷ μαρτυρί αὐτῆς τῷ ὄντι ἐν τοῖς Δομνίου εμβόλοις. Δομνίνου, Ο Θεοδώρου Αναγνώστου ἐκ τῆς ἐκκλησιαστικῆς Ἱστορίας. Πέρσης τις Ξεναΐας ἐπικληθείς· ὃν ἐν τοῖς αὐτοῦ ἱερατικοῖς χρόνοις ὁ Καλενδίων εὑρηκὼς τὰ ἐκκλησιαστικὰ νοθεύοντα, καὶ τὰς κώμας ἀναστατοῦντα, ἀπελαύνει τῆς χώρας. Περὶ τούτου, ὰ πολλὰ παρὰ διαφόρων ἀκηκοὼς ἐκρίβωσα, ἀπὸ μέρους λέξω. ᾿Απὸ γὰρ τῆς τῶν Περσῶν χώρας οἰκεῖον δεσπότην πεφευγώς. Καὶ μετ' ὀλίγα· Τοῦτον ὁ Πέτρος ἀντὶ Κύρου τῇ Ἱεραπολιτῶν ἐκκλησίᾳ ἐπίσκοπον ἐκπέμπει. Ὃν μετ' οὐ πολὺ ἐπίσκοποι ἐκ τῆς Περσικῆς παραγενόμενοι οικότριβα ήλεγχον, καὶ τοῦ θείου βαπτίσματος ἀμέτοχον. "Οπερ μεμαθηκώς ὁ Πέτρος, τί δέοι γενέσθαι μὴ φροντίσας, ἔφησεν ἀρκεῖν αὐτῷ τὴν τοῦ ἐπισκόπου χειροτονίαν πρὸς ἀναπλήρωσιν Ο τῆς θείας μυήσεως Διόδωρος. Διόδωρος μονάζων, ἐν τοῖς χρόνοις Ἰουλιανοῦ καὶ Ουάλεντος, ἐπισκοπήσας Ταρσῶν τῆς Κιλικίας. Οδ τος ἔγραψεν, ὥς φησι Θεόδωρος Αναγνώστης ἐν τῇ έκκλησιαστικῇ Ἱστορία, διάφορα. Εἰσὶ δὲ τάδε Ερμηνείαι εἰς τὴν Παλαιὰν πᾶσαν· Γένεσιν, Εξω Τῆς θείας μυήσεως.
col. 217–218page 2 of 6
PG 86:217εδον, καὶ ἐφεξῆς· καὶ εἰς Ψαλμούς, καὶ εἰς τὰς τέσ σαρας Βασιλείας· εἰς τὰ Ζητούμενα τῶν Παραλειπομένων· εἰς τὰς Παροιμίας· Τίς διαφορὰ θεωρίας καὶ ἀλληγορίας· εἰς τὸν Ἐκκλησιαστήν· εἰς τὸ Ασμα τῶν ᾀσμάτων· εἰς τοὺς Προφήτας Χρονικών, διορθούμενον τὸ σφάλμα Ευσεβίου του Παμφίλου περὶ τῶν χρόνων· εἰς τὰ τέσσαρα Εὐαγγέλια· εἰς τὰς Πράξεις τῶν ἀποστόλων· εἰς τὴν Ἐπιστολὴν Ἰωάννου τοῦ εὐαγγελιστοῦ· περὶ τοῦ εἶς Θεὸς ἐν Τριάδι· κατά Μελχισεδεκιτῶν· κατὰ Ἰουδαίων Περὶ νεκρῶν ἀναστάσεως· Περὶ ψυχῆς· καὶ κατὰ διαφόρων περὶ αὐτῆς αἱρέσεων· πρὸς Γρατιανὸν Κε φάλαια· κατὰ ἀστρονόμων καὶ ἀστρολόγων καὶ ειμαρμένης περὶ σφαίρας καὶ τῶν ἑπτὰ ζωνῶν, καὶ τῆς ἐναντίας τῶν ἀστέρων πορείας· περὶ τῆς Ιππάρχου σφαίρας· περὶ Προνοίας· κατὰ Πλάτωνος περὶ Θεοῦ καὶ θεῶν· Περὶ φύσεως καὶ ὕλης· ἐν ὦ, τί τὸ δίκαιόν ἐστι· περὶ Θεοῦ καὶ ὕλης Ἑλληνικῆς πεπλανημένης· ὅτι αἱ ἀόρατοι φύσεις οὐκ ἐκ τῶν στοιχείων, ἀλλ᾽ ἐκ μηδενός μετὰ τῶν στοιχείων ἐδημιουργήθησαν· πρὸς Εὐφρόνιον φιλόσοφον, κατὰ πεῦσιν καὶ ἀπόκρισιν· κατά Αριστοτέλους περὶ σώματος οὐρανίου, πῶς θερμὸς ὁ ἥλιος· κατὰ τῶν λεγόντων ζῶον τὸν οὐρανόν· περὶ τοῦ, Πῶς ἀεὶ μὲν ὁ Δημιουργός, οὐκ ἀεὶ δὲ τὰ δημιουργήματα· πῶς τὸ θέλειν καὶ τὸ μὴ θέλειν ἐπὶ Θεοῦ ἀϊδίου ὄντος κατὰ Πορφυρίου περὶ ζώων καὶ θυσιῶν. Τὸν Θεσσαλονίκης ἐπίσκοπον Θεόδωρος ἱστορικός πατριάρχην ονομάζει, αλόγως μὴ εἰδὼς τὸ διατί. Οὐ λέγει οὗτος ἐνταῦθά γε τρανῶς τὸν ᾿Ακάκιον ἀπὸ τοῦ Ῥώμης καθαιρεθῆναι. Θεόδωρος δὲ μέντοι καὶ ὁ Κίλιξ Βασίλειος τρανῶς αὐτό φασι. Ἐκ τῆς ἐκκλησιαστικῆς Ἱστορίας Θεοδώρου Αναγνώστου, βιβλίου πέμπτου. Διόσκορος γὰρ παρὰ τὸ τοῖς κανόσ: δοκοῦν, ἑαυτῷ τὴν χειροτονίαν ἐπιτρέψας τῆς κατὰ Κωνσταντινούπολιν ἐπισκοπῆς, προχειρίζεται εἰς τὴν αὐτῆς προεδρίαν ᾿Ανατόλιον τινα, τὸν τῆς Ἀλεξανδρέων Εκκλησίας τὰς ἀποκρίσεις ἐν Κωνσταντινουπόλει ποιούμενον, ἔχων παρευθὺς καὶ Εὐτυχῆ συλλειτουργοῦντα. Πρὸς ὅν Καὶ ἀστρολόγων καὶ εἱμαρμένης. Πατριάρχην ὀνομάζει, αλόγως. Εξαρ χοι, βιβλίου πρώτου.
col. 219–220page 3 of 6
PG 86:219Ανατόλιος χαριέντως ἔφη (τὸ γὰρ μέλλον ήγνόει) Όπου περιπεπάτηκας, ἡγίακας. Ἐπράττετο δὲ ταῦτα κατὰ τὴν ὑπατείαν Πρωτογένους καὶ 'Αστερίου. Ἐκ τῆς ἐκκλησιαστικῆς Ιστορίας Θεοδώρου Αναγνώστου Κωνσταντινουπόλεως, περί τινος αἱρετικοῦ Παλλαδίου. Ὁ δὲ τῆς Ἀντιοχείας ἐπίσ σκοπος Παλλάδιος, πρὸς χάριν βασιλέως διαπρατο τόμενος, τοὺς τοῖς ἐν Χαλκηδόνι ἁγίοις δόγμασιν ἑπομένους ἐμυσάττετο, καὶ τὰς τῶν ἁγίων Πατέρων εἰκόνας καθεῖλεν. Τῆς αὐτῆς Ἱστορίας ἐκκλησιαστικῆς, περὶ τῶν τὰ Διοσκόρου φρονούντων. Εἰς τοσοῦτον γὰρ β ἐληλύθει τῆς τόλμης, ὥστε καὶ τὰ τῶν ἐκεῖ γεγον νότων μακαρίων ποιμένων ὀνόματα, τῶν ἱερῶν δια πτύχων ἀνεῖλε, καὶ τὰς αὐτῶν εἰκόνας καθεῖλε, και τακαύσας τυραννικώς. Τῆς αὐτῆς Ἱστορίας, περὶ τοῦ διαδεξαμένου τὸν θρόνον Κωνσταντινουπόλεως μετὰ Μακεδόνιον αἱρετικοῦ. Οὗτος ὁ ἀνόσιος, ἐν ταῖς συνάξεσιν ἀπερχόμενος, τοὺς σεπτοὺς οἴκους ἀναθεωρεῖσθαι κελεύων, εἴπου μὴ γεγραμμένον ἐν εἰκόνι εὕρισκε Μακεδόνιον, ταύτην εἰ μὴ καθεῖλεν, οὐκ ἂν ἐλει τουργει. 503. Τῆς αὐτης Ιστορίας, περὶ Ἰουλιανοῦ καὶ Τι μοθέου, τοῦ καὶ Αἰλούρου. Τοῦτον τὸν Ἰουλιανὸν γνωρίζουσί τινες τῶν ταῖς ταραχαίς χαιρόντων, Τι μοθέῳ τῷ ἐπισκόπῳ ὑπὸ τοῦ προλεχθέντος Μακεδο νέου συγκροτηθέντα, καὶ δι᾿ ἣν αἰτίαν συνεκροτείτο, Διὰ τῶν ὑπηρετουμένων αὐτῷ θάττον παρενέγκας, παρόντων καὶ πολιτικῶν ἀρχόντων ἐν τῷ ἐπισκοπεία ἠνάγκας: τὰ τῆς ἐν Χαλκηδόνι συνόδου ἀναθέματι ὑποβαλεῖν. Δεόμενος δὲ ὁ γέρων ταῖς εἰκόσι τῶν κατοιχομένων ἱερέων, Φλαβιανοῦ καὶ ᾿Ανατολίου τῶν αρχιεπισκόπων, ἐν Κωνσταντινουπόλει κεχρωματισμένων, δι' ὧν ἡ ἐν Χαλκηδόνι σύνοδος τὸ κύρος ἐκτήσατο, ἐκραύγαζεν· Εἰ μὴ θέλετε ἀφήσειν τὰ τῆς λελεγμένης ἁγίας συνόδου, ἀναθεματίσαι τὰς τῶν ἐπισκόπων εἰκόνας, καὶ τῶν ἱερῶν διπτύχων ἀπα λείψαι. Θεοδώρου Ιστοριογράφου Κωνσταντινουπόλεως, ἐκ τῆς ἐκκλησιαστικῆς Ιστορίας, περὶ Γενναδίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. "Ἕτερα δὲ αὐτοῦ παραθήσομαι, καταπλήξεως μεστά. Τῆς ᾿Αλεξανδρέων Εκκλησίας τὰς ἀποκρίσεις.
col. 221–222page 4 of 6
PG 86:221Ζωγράφος τις, τὴν εἰκόνα τοῦ Δεσπότου Χριστοῦ γράφων, τώ χεῖρε ἀπέψυκτο. Καὶ ἐλέγετο ὡς ὑπὸ Ελληνός τινος τὸ ἔργον ἐπιταγὲν τῆς εἰκόνος, ἐν τῷ προσχήματι τοῦ ὀνόματος τοῦ Σωτῆρος γεγράφηκεν ἐξ ἑκατέρου τάς τρίχα; ἐπὶ κεφαλῆς διεστώσας, ὡς μὴ τὰς ὄψεις καλύπτεσθαι. Τοιούτῳ γὰρ σχήματα Ἑλλήνων παῖδες τὸν Δία γράφουσι, πρὸς τὸ τοὺς ὁρῶντας νομίζειν, τῷ Σωτῆρι τὴν προσκύνησιν ἀπο νέμεσθαι. 554. Τῆς ἐκκλησιαστικῆς ᾿Ιστορίας Θεοδώρου τε τάρτου τόμου Ὑπὸ δὲ ταύτην τὴν ὑπατείαν κατὰ τὸν μῆνα τὸν Δεκέμβριον, ἔχοντα αὐτὸν εἰκάδα καὶ πέμπτην ἡμέραν, θαῦμα φοβερὸν καὶ ἐξαίσιον, πᾶσάν τε ἀκοὴν ἀνθρώπων καταπλήττον γεγένηται. Ολύμπιος γάρ τις τούνομα, Ευθυμίου τοῦ τῆς Αρείου θρησκείας ἐξάρχοντος, τὸν βαδιστὴν παρα χορεύοντα ἐν τῷ λουτρῷ τοῦ παλατίου Ἑλενιανῶν γενόμενος κατὰ τὴν προμαλάττοντα καὶ θεασάμενός τινας τῶν λουομένων, τὴν τοῦ ὁμοουσίου δόξαν σεμνύνοντας, ἔφη αὐταῖς λέξεσιν οὕτως Τί γάρ ἐστιν ἡ Τριάς; ποίῳ δὲ τοίχῳ οὐκ ἐπιγέγραπται: Καὶ κρατήσας τῶν ἑαυτοῦ ἀναγκαίων ἔφη Ιδε, κἀγὼ Τριάδα ἔχω. Ωστε κινηθέντας τοὺς ἐκεῖ εὑρεθέντας, μέλλειν αὐτὸν διαχειρίζεσθαι· ἀλλ' εις χθησαν ὑπό τινος Μάγνου πρεσβυτέρου των Αγίων ᾿Αποστόλων ἐν τῷ περιτειχίσματι, ἀνθρώπου θαυ μαστοῦ, καὶ τὸν Θεὸν θεραπεύοντος, φήσαντος πρὸς αὐτούς, ὡς οὐκ ἂν διαλάθῃ τὸν τῆς παντοφόρου δια κῆς ὀφθαλμόν, ἀκριβεῖ λόγῳ γράφοντα. Αἰδοῖ δὲ τοῦ ἀνδρὸς τῆς ταραχῆς παυσαμένων, ἐξανέστη ὁ Ολύμπιος, καὶ τῇ ἐμβάσει τῶν θερμῶν (α), ὡς ἔθος, χρησάμενος, Εξεισιν ἐπὶ τὴν τῶν ψυχρῶν ὑδάτων δε ξαμενήν, ἥτις λαμβάνει τὰ ὕδατα ἐκ πηγῆς τικτου μένης μέσον τοῦ σεπτοῦ θυσιαστηρίου τοῦ εὐαγούς οἴκου τοῦ πρωτομάρτυρος Στεγάνου, ἐν ἐν παλαιοῖς Τῆς ἐκκλησιαστικῆς Ιστορίας Θεοδωρίτου, Θεοδώρου. Ὑπὸ δὲ ταύτην τὴν ὑπατείαν. Των βαδιστὴν παραχορεύοντα. παραχορεύων. Ολύμπιος. βαδιστής βάδην καλπής, ἵππος βαδιστής. Κατὰ τὴν προμαλάττοντα. τὸν βαδιστήν, ἵππον, τὸν προ μαλάττοντα, οἶκον. (α) Τῇ ἐμβάσει τῶν θερμῶν.
col. 223–224page 5 of 6
PG 86:223589 ἔκτισεν ἀξιώμασιν ἀρχοντικοῖς διαλάμψας Αὐρηλιανὸς. Ἐνθένδε ἡγοῦμαι θείας ἐποψίας τὸ ὕδωρ ἀξιοῦ. σθαι. Ἐν ᾗ καταβὰς, θᾶττον ἐπαναβαίνει, κραυγάζων, Ελεήσατέ με, ἐλεήσατε. Καὶ κνήθων αὐτοῦ τὰς σάρκας, τῶν ὀστῶν ἀπεμέριζε. Πάντες δὲ περὶ αὐτ τὸν γενόμενοι, καὶ κρατήσαντες, σινδόνι περιτυλίξαντες, ἀνέκλιναν ψυχορραγοῦντα. Επηρώτων δὲ, τί ἂν εἴη τὸ συμβάν. Καί φησινό Ολύμπιος· "Ανδρα κατείδον λευχειμονοῦντα, ἐπιβάντα μοι κατὰ τῆς νεροφόρου, καὶ τρεῖς σίκλας θερμοῦ περιχέαντά μαι, καὶ λέγοντά μοι· Μή δυσφήμει. Λαβόντες δὲ αὐτὸν φορείῳ οἱ αὐτῷ διαφέροντες, μετεκόμισαν ἐν ἑτέρῳ λουτρῷ προσκειμένῳ τῇ τῶν ᾿Αρειανῶν ἐκκλησίᾳ. Θελόντων δὲ αὐτῶν ἀποτυλίξαι τὴν σινδόνα ἀπ' αὐτοῦ, συνεξέπαιρον πάσας τὰς σάρκας αὐτοῦ. Καὶ οὕτως νεκρωθεὶς, ἀπέδωκε τὸ πνεῦμα. Γνωστὸν δὲ ἐγένετο τοῦτο σχεδόν καθ' ὅλης τῆς βασιλίδος. Εφή μιζον δέ τινες περὶ τοῦ πεπονθότος, ὡς χρόνοις του σὶν, ἀπὸ τῆς τὸ Ομοούσιον δοξαζούσης θρησκείας, εἰς τὴν ᾿Αρείου μετεβαπτίσατο λατρείαν. Ἐπειδὴ τε τὸ συμβεβηκὸς καὶ ἀκοαῖς βασιλέων ἐπλησίασεν (Αναστάσιος δὲ ἦν), ἐπέτρεψεν εἰκόνι χρωματισθέν τὸ τεράστιον, υπερθεν τῆς νεροφόρου καταπαγῆναι. Ιωάννης δέ τις διάκονος, καὶ ἔκδικος τοῦ προλα χθέντος εὐαγοῦς οἴκου Στεφάνου τοῦ τῶν μαρτύρων πρώτου, ἀνήρ, εἰ καί τις ἄλλος, ζῆλον ὑπὲρ τοῦ Ομοουσίου δόγματος ἑκάστοτε ἐνδεικνύμενος, καὶ αὐτ τὸς εἰκόνι κατέγραψεν, ἀλλ' οὐχ ἁπλῶς· τῶν γὰρ ἐκεῖσε λουομένων καὶ θεασαμένων τὰ ὀνόματα κατο έγραψε, καὶ ἔνθα εἴη ἕκαστος οἰκῶν, ἔτι τε καὶ τῶν τοῖς ὕδασιν ὑπηρετούντων. Μαρτυρεῖ δὲ ἡ εἰκὼν, ἄχρι τοῦ παρόντος πεπηγυῖα ἐν τῷ ἐμβόλῳ τοῦ τε τρακτέου, τοῦ πολλάκις εἰρημένου εὐκτηρίου. Ἐπειδὴ δὲ τῷ θαύματι θαῦμα ἐπηκολούθησεν, οὐχ ὅσιον παρ ιδεῖν, τῆς αὐτῆς ὑποθέσεως τυγχάνον. Ὅπερ, εἰ καὶ τὸν παρόντα καιρὸν ὑπερῆλθε, λέγειν οὐκ ὀκνήσω. Θεασάμενοι γὰρ οἱ τῆς ᾿Αρείου συμμορίας ἐπικρατοῦντα θρίαμβον, ἐλιπάρησαν τὸν τοῦ παλατίου Ελενιανῶν τὴν φροντίδα πεπιστευμένον, ὡς ἐξάρ χοντα καὶ τῆς τοῦ λουτροῦ διοικήσεως, καθελόντα κατακρύψαι τὴν εἰκόνα. Ος πρόφασιν εὐμήχανου εὑράμενος, τὴν ἐκ τῶν ὑδάτων προσγινομένην νο τίδα, ὡς σκυλθεῖσαν τὴν εἰκόνα ἀφελόμενος, φησίν, ἐπὶ διορθώσει, κατέκρυψεν. "Ην ὁ βασιλεὺς, ἐγχυ κλίους ἐπιδημίας τελῶν εἰς ἕκαστον τόπον βασιλικόν, παραγενόμενος κἀκεῖσε, τὴν εἰκόνα ἐπεζήτει· καὶ οὕτως αὖθις τῷ τοίχῳ κατεπάγη. Παρὰ πόδας δὲ τὸν Ευτυχιανὸν (τοῦτο γὰρ ἦν ὄνομα τῷ Διαιταρίῳ) Καὶ τρεῖς σίκλας θερμοῦ περιχέαντα. σίτλας. μετά ξυλίνης σίκλας. σίτλας Τὸν Εὐτυχιανόν.
col. 225–226page 6 of 6
PG 86:225ὀργή τις θεοδέκαστος παραλαβούσα, τὸν μὲν δεξιὸν ἐφθαλμὸν διαῤῥεῦσαι πεποίηκε· κακίστως δὲ καὶ τὰ λοιπά περισείουσα μέλη, προσελάσαι παρεσκεύασε τῷ εὐαγεῖ εὐκτηρίῳ, ἔνθα πεπίστευται ἀναπαύεσθαι μέρος ἱερῶν λειψάνων τῶν θεσπεσίων Πανταλέοντος καὶ Μαρίνου, ἐπικαλουμένου τοῦ τόπου Ομόνοια, ἐκ τοῦ, ἐκεῖ συνελθόντας τοὺς ἑκατὸν πεντήκοντα ἐπισ σκόπους ἐπὶ Θεοδοσίου τοῦ Μεγάλου βασιλέως, κοινήν τινα καὶ συμπεφωνημένην διδασκαλίαν τοῦ τε ὁμοουσίου τῆς θείας Τριάδος ποιήσασθαι, καὶ τῆς ἐναν θρωπήσεως δὲ τοῦ Κυρίου τρανώσαι τὴν ἐκ παρθένου πρόσληψιν, ταύτην τὴν ἐπωνυμίαν τεκτήνασθαι. Ημέρας τε περίπου ἑπτὰ προσκαρτερούντος, καὶ ἐνοῦντος οὐδὲν, ἀλλὰ καὶ διαβρωθέντων αὐτῷ καὶ τῶν διδύμων, μεσούσης μιας ικῶν νυκτῶν, ὁ λαχών ὑποδιάκονος τὴν παννύχιον εὐχὴν, ὁρᾷ κατ' όναρ κα σιλέα τινὰ ἐπιστάντα, καὶ τῇ χειρὶ ὑποδεικνύντα τὸν ἀσθενῆ, λέγειν· Πῶς ὑπεδέξω τοῦτον; Τίς δὲ ὁ ἐνταῦθα ἀγαγών; Οὗτος ὁ μετὰ τῶν εἰς ἐμὲ δυσφημούντων συμφραξάμενος. Οὗτος ὁ κατακρύψας τὴν εἰκόνα τοῦ θαύματος. Διαναστάς δὲ ὁ κληρικὸς, τὸ ὀφθὲν διηγήσατο, φήσας, τῶν ἀδυνάτων τυγχάνειν, καθῆναι τοῦτον τῆς μάστιγος. Τῇ δὲ αὐτῇ νυκτὶ ὁ Ευτυχιανός, ὥσπερ εἰς ὕπνον ἐκ τῶν ὀδυνῶν ὑπὸ αχθείς, ὁρᾷ τινα νεανίαν εὐνοῦχον παράσει λαμπρῷ ἠμφιεσμένου λέγοντα αὐτῷ, Τί ἔχεις; Ως δὲ, Αποθνήσκω, ἔφη, κατατηκόμενος καὶ θεραπείας μὴ τυγχάνων, ήκουε λέγοντος, ὡς Οὐδείς σοι δύναται βοηθῆσαι· ἡ γὰρ βασιλεὺς δεινῶς ὀργίζεται κατὰ σου. Πντιβόλει οὗτος, καί φησι· Τίνα κινήσω; ἢ τί ποιήσω; Ο δέ φησιν, Εἰ θέλεις ἀνεθῆναι, ἄπ:θι συν τόμως ἐν τῷ λουτρο Ελενιανῶν, καὶ ἐγγύθεν τῆς εἰκόνος τοῦ καυθέντος Αρειανοῦ ἀναπαύθητι. Παρ αυτὰ δὲ διυπνίσας, ἕνα τῶν ὑπηρετούντων ἐφώνει. Ἐξεπλάγησαν δέ· τριῶν γὰρ ἡμερῶν ἤδη παρελθουσῶν, ἀφωνία συνείχετο. Καί φησι πρὸς αὐτοὺς ἀπάγειν αὐτὸν κατὰ τὸ προσταχθὲν διεκελεύσατο. Φθάσας δὲ τὸν τόπον, καὶ πρὸς τὴν εἰκόνα τεθείς, ἐξέπνει. Τὴν γὰρ ἀπὸ τοῦ σώματος διάστασιν τῆς ψυχῆς ἐλευθερίαν ἀνέσεως ὁ ὀφθεὶς ἀγορεύων, ἠλή θευσεν. Ἐκ τῆς ἐκκλησιαστικῆς Ιστορίας Θεοδώρου Αναγνώστου Κωνσταντινουπόλεως. Πόσαι αἱ τῆς πίστεως ἐκθέσεις. Δὗται μὲν ἐν Κωνσταντινουπόλει τότε ἀνεγνώσθη Παρίσσι λαμπρῷ ἡμφιεσμένον. παραγαύδει παραγαδις
Continue reading PG 86: Procopius, Presbyter Tyrorum →≣ entire volume