PG 86Theodore of Scythopolis
Treatise on Origenist Errors
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 231–232page 1 of 2
PG 86:231Λίβελλος Θεοδώρου ἐπισκόπου Σκυθοπόλεως. Τῷ εὐσεβεστάτῳ καὶ θεοφυλάκτῳ μετὰ θείν δεσπότῃ Ἰουστινιανῷ, καὶ τοῖς μακαριωτάτοις πατριάρχαις Εὐτυχίῳ, Απολιναρίῳ, Δομνίνῳ, καὶ Εὐστοχίῳ, Θεόδωρος ἐλέει Θεοῦ ἐπίσκοπος τῶν Σκυθοπολιτών. Ἐπειδὴ πρώην, ὡς ἄνθρωπος, τινὰ τῶν εἰρημέν νων τῷ ἀθέῳ καὶ ἀσεβεῖ Ωριγένει ἐφρόνουν περὶ προϋπάρξεως καὶ ἀποκαταστάσεως· νυνὶ δὲ, καὶ ἀκριβέστερον ἐντυχών ταῖς θείαις Γραφαῖς καὶ τοῖς ἁγίοις καὶ θεοφόροις Πατράσι, καὶ σαφῶς διδαχθείς ὡς τὰ τοιαῦτα δυσσεβή δόγματα ταῖς Ἑλληνικαῖς συμβαίνει μανίας καὶ Μανιχαϊκαῖς μυθολογίαις, καὶ πρός γε Αρειανικαίς βλασφημίαις, καὶ ταῖς Ἰουδαϊκαῖς ταῖς ὑπὸ Νεστορίου ήτοι Θεοδώρου τοῦ δυσσεβοῦς ἐπινοηθείσαις· εὑρηκὼς δὲ καὶ ὑμᾶς τοὺς πανευσεβεῖς καὶ ἁγιωτάτους καὶ μακαριωτάτους ἀρχιεπισκόπους καὶ πατριάρχας, Εὐτύχιον τὸν τῆσδε τῆς βασιλευούσης πόλεως, καὶ ᾿Απολινάριον τὸν τῆς Αλεξανδρέων, καὶ Δομνίνον τὸν τῆς Θεουπολιτών, καὶ Εὐστόχιον τὸν τῆς Ἱεροσολυμιτών, δικαίως τὰ τοιαῦτα δόγματα ὡς μυσαρά βδελυσσομένους καὶ παντοίως ἐκβάλλοντας· ἔθος δέ ἐστι τοὺς μετανοοῦντας καὶ τὴν ἰδίαν ἐξομολογουμένους πλάνην, ὑπὸ τῆς ἁγίας τοῦ Θεοῦ καθολικῆς καὶ ἀποστολικῆς Ἐλ κλησίας δέχεσθαι· διὰ τοῦτο κἀγὼ χάριν μεγίστην ὁμολογῷ τῷ Θεῷ καὶ τῇ ὑμετέρα πανευσεβεί γαλη νότητι, καὶ τοῖς εἰρημένοις μακαριωτάτοις πατριάρχαις προξένοις μοι γενομένοις τοῦ καὶ τῆς τοιαύ της ψυχοφθόρου βλάβης ἐλευθερωθῆναι, καὶ τελείως
col. 233–234page 2 of 2
PG 86:233αὐτῆς ἀπαλλαγῆναι. Ἐπειδὴ δὲ δίκαιόν ἐστι καὶ ἐγγράφως τὴν τοιαύτην δυσσέβειαν ἀποκηρύξαι, ὁμολογῶ διὰ τῶν παρόντων μου ο λιβέλλων ἐπ ομνύμενος κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, καὶ τῆς νίκης καὶ διαμονῆς τῆς ὑμετέρας πανευσε σους γαληνότητος, ὡς ἐξ ὅλης ψυχῆς καὶ διανοίας ἀπέστην τῆς ἀνοσίου ταύτης καὶ πανωλέθρου πλά νης· καὶ ἀλλοτρίαν ταύτην ἡγοῦμαι πάσης Χριστιανικῆς ἀκοῆς, ἀναθεματίζων οὐ μόνον στόματι, ἀλλὰ καὶ διανοίᾳ. ἰδικῶς μὲν αὐτὸν τὸν δυσσεβῆ Ωριγένην τὸν καὶ ᾿Αδαμάντιον, καὶ τὰ αὐτοῦ μυσαρὰ καὶ ἄθεα δόγματα· γενικῶς δὲ πάντας τοὺς λέγοντας, ἢ ἔχοντας, ἢ φρονοῦντας, ἢ διδάσκοντας τὴν λεγομέ την προϋπαρξιν καὶ ἀποκατάστασιν. Διὸ ἑπόμενος τῷ ὑμετέρῳ κράτει καὶ τοῖς προειρημένοις μακα ριωτάτοις πατριάρχαις, πληροφορῶ τὰ ὑποτεταγμένα. Κεφ. Α'. Εἴ τις λέγει, ἢ φρονεῖ, ἢ διδάσκει, ἢ κηρύσσει, ἢ φανερῶς ἡ κρυπτώ;, προϋπάρχειν τῶν σωμάτων τὰς τῶν ἀνθρώπων ψυχάς, στα πρώην νέας οὖσας καὶ ἁγίας δυνάμεις· κόρον τε λαβούσας τῆς θείας θεωρίας καὶ πρὸς τὸ χεῖρον τραπείσας, καὶ διὰ τοῦτο ὑποψυγείσας μὲν τῆς τοῦ Θεοῦ ἀγάπης, ἐντεῦθεν δὲ ψυχὰς ἀνομασθείσας, καὶ τιμωρίας χά ριν διὰ ἁμαρτίας εἰς σώματα καταπεμφθείσας ἀνάθεμα έστω. Κεφ. Β'. Εἴ τις λέγει, ἢ φρονεῖ, ἢ διδάσκει πρώ τον πεπλάσθαι τὸ σῶμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ μήτρᾳ τῆς ἁγίας Παρθένου, καὶ μετά ταῦτα ἐνωθῆναι αὐτῷ τὸν Θεὸν Λόγον, καὶ τὴν ψυχὴν προϋπάρξασαν· ἀνάθεμα ἔστω. Κεφ. Γ'. Εἴ τις λέγει, ἢ ἔχει, ή φρονεῖ, ἢ διδάσκει πᾶσι τοῖς οὐρανίοις τάγμασιν ἐξομοιωθῆναι τὸν τοῦ Θεοῦ Λόγου, γενόμενον τοῖς Χερουβίμ Χερουβὶμ καὶ τοῖς Σεραφίμ Σεραφίμ, καὶ πᾶσιν ἁπλῶς ταῖς ἄνω δυνάμεσιν ἐξομοιωθῆναι· ἀνάθεμα ἔστω. Κεφ. Δ'. Εἴ τις λέγει, ἢ ἔχει, ἢ φρονεῖ, ἢ διδάσκει πέρας ἢ τέλος ἕξειν ποτὲ τὴν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ βασιλείαν· ἀνάθεμα Έστω. Κεφ. Ε'. Εἴ τις λέγει, ἢ ἔχει, ἢ φρονεῖ, ή διδά σκει ἐν τῇ ἀναστάσει σφαιροειδῆ τὰ τῶν ἀνθρώπων ἐγείρεσθαι σώματα, καὶ οὐχ ὁμολογεῖ ὀρθίους ἡμᾶς ἐγείρεσθαι· ἀνάθεμα ἔστω. Κεφ. Γ'. Εἴ τις λέγει, ἢ ἔχει, ἢ φρονεῖ, ἢ διδά σκει οὐρανοὺς καὶ ἥλιον καὶ σελήνην καὶ ἀστέρας καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν ἔμψυχα, καὶ λογικάς τινας εἶναι δυνάμεις· ἀνάθεμα ἔστω. Κεφ. Ζ'. Ε' τις λέγει, ἢ ἔχει, ή φρονεῖ, ἢ διδά σκει, ὅτι ὁ Δεσπότης Χριστὸς ἔχει ἐν τῷ μέλλοντι αἰῶνι σταυρωθῆναι ὑπὲρ τῶν δαιμόνων, ὡς ὑπὲρ τῶν ἀνθρώπων· ἀνάθεμα ἔστω. Κεφ. Η'. Εἴ τις λέγει, ἢ φρονεῖ, ἢ διδάσκει πε ρασμένην εἶναι τὴν τοῦ Θεοῦ δύναμιν, καὶ τοῦ σαῦτα αὐτὸν δημιουργῆσαι ὅσων περιδράξασθαι καὶ προνοεῖν ἡδύνατο ἢ τὰ κτίσματα συναΐδια εἶναι τῷ Θεῷ· ἀνάθεμα έστω. Κεφ. Θ'. Ε' τις λέγει, ἢ φρονεῖ, ἢ διδάσκει πρόσ
Page scan enlarged

Notebook

Full View