PG 86Timothy of Jerusalem
Timothy, Presbyter of Jerusalem
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 235–236page 1 of 2
Notitia
PG 86:235πων κόλασιν καὶ τέλος κατά τινα χρόνον αὐτὴν ἔχειν ἢ ἀποκατάστασιν γενέσθαι δαιμόνων ἢ ἀσεβῶν ἀν θρώπων· ἀνάθεμα ἔστω. καιρον εἶναι τὴν τῶν δαιμόνων καὶ ἀσεβῶν ἀνθρω Κεφ. Ι'. Εἴ τις λέγει, ἢ ἔχει, ἢ φρονεῖ, ἢ διδάσκει τὴν τοῦ Κυρίου ψυχὴν προϋπάρχειν, καὶ ἡνωμένην γεγενῆσθαι τῷ τοῦ Θεοῦ Λόγῳ πρὸ τῆς ἐκ παρθένου σαρκώσεως· ἀνάθεμα ἔστω. Κεφ. ΙΑ'. Εἴ τις λέγει, ή φρονεῖ, ἢ διδάσκει ἐξ ισοῦσθαι ἡμᾶς τῷ Σωτῆρι ἡμῶν Χριστῷ τῷ Θεῷ ἡμῶν τῷ τεχθέντι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας, καὶ μέλλειν καὶ ἡμῖν ἐνοῦσθαι τὸν Θεὸν Λόγον, ὡς τῇ ἐκ Μαρίας προσληφθείσῃ ἐμψυχωμένῃ σαρκὶ κατ' ουσίαν καὶ καθ᾽ ὑπόστασιν· ἀνάθεμα ἔστω. Κεφ. Β'. Εἴ τις λέγει, ἢ φρονεῖ, ἢ διδάσκει τὰ ἐξ ἀναστάσεως σώματα ἀφθαρσίαν καὶ ἀθανασίαν ἐνδυόμενα, ἔτι γε μὴν καὶ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπόλλυσθαι καὶ εἰς τὸ μὴ ὂν ἀναλύειν, καὶ μὴ διαμένειν εἰς ἀεὶ καὶ ἐπ' ἄπειρον· ἀνάθεμα έστω. Ανάθεμα Ωριγένει τῷ καὶ ᾿Αδαμαντίᾳ τῷ ταῦτα ἐκθεμένῳ, μετὰ τῶν μυσαρῶν αὐτοῦ καὶ ἐπικαταράτων δογμάτων· καὶ παντὶ προσώπῳ φρονοῦντι ταῦτα, ἢ ἐκδιδάσκοντι, ἢ κηρύσσοντι, ἢ κατά τι παντελῶς ἐν οἱῳδήποτε χρόνῳ τούτων ἀντιποιεῖσθαι τολμῶντι, ἢ μὴ βδελυσσομένῳ ἀπὸ τοῦ νῦν. Θεόδωρος ἐλέει Θεοῦ ἐπίσκοπος τῆς Σκυθοπολιτῶν πεποίημαι τὸν προσκείμενον λίβελλον ὁλόγραφον ἐν χειρι ἐμῇ. Μόνος ἐν ἀνθρώποις τέλειος ὁ τῆς δικαιοσύνης
col. 237–238page 2 of 2
PG 86:237ΤΙΜΟΘΕΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ, ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΣΥΜΕΩΝΑ, ΚΑΙ ΕΙΣ ΤΗΝ ΠΕΡΙΟΧΗΝ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ, ΝΥΝ ΑΠΟΛΥΕΙΣ 'ΤΟΝ ΔΟΥΛΟΝ ΣΟΥ, ΚΑΙ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΑΡΙΑΝ ΤΗΝ ΘΕΟΤΟΚΟΝ 72 Μόνος ἐν ἀνθρώποις τέλειος άνθρων πος, ὁ τῆς δικαιοσύνης περὶ πολλοὺς τιθέμενος κτῆ μα· ἀεὶ φῶς ἦν τοῖς δικαιοπραγοῦσιν, τὸ τῆς δικαιοσύνης κτῆμα· κατὰ τὸ φάσκον θεῖον ῥητὸν, Φῶς δι καίοις διὰ παντός. Ποῖον φῶς· οὐ τὸ νυκτὶ διαδεχόμενον, καὶ ἡλιακαῖς ἀκτῖσιν διπλάσιον εὑρισκόμενον καὶ τῷ παρόντι αἰῶνι ὡς πρόσκαιρον εὑρισκό. μενον. Φῶς δικαίοις διὰ παντός. Ποῖον ἄρα φῶς; τὸ ἐπέκεινα τῶν οὐρανῶν αὐλιζόμενον, καὶ τῷ δεσποτικῷ θρόνῳ παριστάμενον, ὅπερ ὁ δίκαιος ᾿Αβραὰμ ἐννοήσας, τοὺς ἑαυτοῦ προσδέχεται· τοὺς δὲ μὴ τοιούτους τῷ ἀφεγγεῖ τῆς καταδίκης παραπέμπει χωρίῳ. Διὰ τοῦτο κέκραγεν ὁ κράζων· Φῶς δικαίοις διὰ παντὸς, ὄνομα δὲ ἀσεβῶν σβέννυται· οὐδὲν τοῦ δικαίου ἀεὶ ζωότερον, ἐν λογικοῖς ἔμψυχον ἄγαλ μα κατὰ τὸ φάσκον θεῖον ῥητὸν, Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσιν, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ ἐλπὶς αὐτῶν παρὰ τῷ Ὑψίστῳ· οὐδὲν τοῦ δικαίου γλυκύτερον, φοίνικι παραβαλλομένου, κατὰ τὴν λέγουσαν Γραφὴν Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, διὰ τὸ ἀεὶ γλυκὺ τῆς πίστεως· καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πλη θυνθήσεται, διὰ τὸ ἀεὶ σεπτὸν τῆς θεογνωσίας. Οὐ δὲν τοῦ δικαίου ἐν πειρασμοῖς θεοπροστάτευτον, κατὰ τὸ φάσκον θεῖον ῥητόν· Πολλαὶ αἱ θλίψεις τῶν δι καίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Δίκαιο; ἐν ἀσεβεῖ γενεᾷ κρατούμενος, σὺν αὐτῷ τῷ σώματι μετάρσιος γίνεται, ἐν ἀξιαγάστῳ διαίτῃ κατ οικιζόμενος. Καὶ μαρτυρεῖ μου τῷ λόγῳ ὁ δίκαιος Ενώχ· δίκαιος ἐν παντεξαλείπτῳ κόσμῳ κατακλυσμοῦ, ναυαγίου ξένω; θεοκατόχῳ πηδαλίῳ διακυβερνώμενος, καὶ μαρτυρεῖ μου τῷ λόγῳ ὁ δίκαιος Νῶς· δίκαιος θεοβρόχῳ κατακλυσμῷ πυριφλόγιστος ἐν ἀνειμένῃ πόλει ὑπὸ ἀγγέλων ὁδηγῶν διασώζεται, καὶ μαρτυρεῖ μου τῷ λόγῳ ὁ δίκαιος Λώτο δίκαιος ἐν σκάμματι διαβολικῆς μανίας αήττητος ἀθλητὴς, καὶ μαρ τυρεῖ μου τῷ λόγῳ ὁ δίκαιος Ἰωσήφ· δίκαιος ἐν ΝΟΤΑ.
Page scan enlarged

Notebook

Full View