col. 535–536page 1 of 14
PG 86:535χοροῦ τοῦ ὑπιστολικοῦ, καὶ τῆς δόξης τῆς δεσποτικῆς τῆς ἐπουρανίου, ἤρξατο ὁ Ἰησοῦς λυπεῖσθαι καὶ αδημονεῖν καὶ λέγει· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· τοῦτο δὲ ἔλεγεν, οὐχ ὅτι τὸν θάνατον ἐφοβεῖτο, ἀλλὰ περὶ τῆς ἀπωλείας τοῦ Ἰούδα ἐλυπεῖτο· περὶ τῆς ἐκείνου ψυχῆς τοῦ ἀθλίου ἐλυ πεῖτο καὶ ἡδημόνει, ὅτι ἀπόλλυται. Ὁ δὲ ἄθλιος διά βολος ἐνόμισεν, ὅτι τὸν θάνατον φοβούμενος λυπεῖται· καὶ ἔσπευδεν στῆσαι τὸν σταυρόν. Ω σπλάγχνα Δεσπότου! ὑπὲρ τοῦ προδότου ἐλυπεῖτο· θάνατον γὰρ οὐκ ἐφοβεῖτο ὁ ἀθάνατος· ὅτι οὐχ ὁ Χριστὸς ἐγένετο αἴτιος τῆς ἀπωλείας αὐτοῦ, ἀλλὰ ἰδία πλη στις γνώμη. Ἔδει δὲ ἡμᾶς καὶ περὶ τῆς συμβουλίας τοῦ δια βόλου τῆς πρὸς τὸν ᾅδην εἰπεῖν· ἀλλὰ διὰ τὸ τῆς ημέρας ὀλίγον παραλιμπάνομεν σήμερον, καὶ εἰ δ Θεὸς ἀξιώσει ἡμᾶς, αύριον ἀκούσωμεν καὶ περὶ ἐκείνης τῆς ὑποθέσεως· τῷ δὲ Χριστῷ δόξα καὶ τιμὴ καὶ κράτος· νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. ἐπουρανίου, ἤρξατο Ἰησοῦς λυπεῖσθαι καὶ ἀδημονεῖν, καὶ λέγειν Περίλυπός ἐστιν ἡ ψυχή μου έως θανάτου. Τοῦτο δὲ ἔλεγεν οὐχ ὅτι τὸν θάνατον ἐφοβεῖτο, ἀλλὰ περὶ ἀπωλείας τοῦ Ἰούδα ἐλυπεῖτο· περὶ τῆς ἐκείνου ψυχῆς ἐλυπεῖτο, ὅτι ἀπώλλυτο. Ὁ δὲ ἄλλιος διάβολος ενόμισεν ὅτι τὸν θάνατον φοβούμενος ἐλυ πεῖτο, καὶ ἔσπευδεν στῆσαι τὸν σταυρόν. "Ο σπλάγχνα Δεσπότου ὑπὲρ προδότου ἐλυπεῖτο· θάνατον γὰρ οὐκ ἐφοβεῖτο ἀθάνατος ων. Δόξα Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΝΟΤΑ. Τα πόση εὐπλαγχνία τοῦ Δεσπότου, ὁ προδοθεὶς ὑπὲρ τοῦ προδόντος αλγεί, Ἥρξατο ὁ Ἰησοῦς λυπεῖσθαι καὶ ἀδημονεῖν —ἰδία ἁπληστος γνώμη. Τίνος ἕνεκα φοβεῖται τὸν θάνατον μή τι πάθῃ ἀπὸ τοῦ θανάτου; Τί γὰρ ἦν αὐτῷ θάνατος; οὐχὶ τὸ ΝΟΤ.Ε. είτα
col. 537–538page 2 of 14
PG 86:537ἀναχωρῆσαι τὴν δύναμιν ἀπὸ τῆς σαρκός; Μὴ γὰρ ἦλον ἐδέξατο ἡ δύναμις, ἵνα φοβηθῇ; Εἰ γὰρ ἡ ψυχὴ ἡμῶν οὐ πάσχει τὰ τοῦ σώματος συνοῦσα, ἀλλὰ τυφλοῦται ὀφθαλμός, καὶ ἡ διάνοια ἔῤῥωται, καὶ κά καὶ μάλα γε θαυμαστούς ἀνεδέξατο ἡγοῦ κεχρῆσθαι τοῖς λόγοις, Ερανιστής Πολύμορφος. δέ γε μίαν φύσιν ἀποκαλεῖν τὴν θεότητα τοῦ Δεσπό του Χριστοῦ καὶ τὴν ἀνθρωπότητα, ἐκ τῶν ᾿Απολιναρίου φληνάφων ὑφείλοντο. Πάλιν δ' αὖ, τὸ τῇ θεότητα τοῦ Χριστοῦ προσάπτειν τὸ πάθος, ἐκ τῆς ᾿Αρείου καὶ Εὐνομίου βλασφημίας κεκλοφασιν. Μίαν φύσιν τοῦ Θεοῦ Λόγου σε σαρχω μένην, Θεὸς ἀπαθῶς ἔπαθε, Ασυγχύτως, ἀτρέπτως, ἀδιαίρετως, ἀχωρίς εὐτρέπισα ήλους 37: Ιδού, κατεσκεύασα ἦλον ἐδέξατο ἡ δύναμις πνεῦμα τοῦ Θεαν θρώπου);: Ηλον πῆξον εἰς ψυχήν: Οὐ δέχεται μοι· Διατί; λέγω σοι. Οὕτως γὰρ ἐκτίσθη, Θεὸς ἔπαθε, Θεὸς ἐσταυρώθη, εἷς ἐκ τῆς ἁγίας Τριάδος ἔπαθε, ἅγιος ἰσχυρὸς, ἅγιος ἀθάνατος, ὁ σταυρωθεὶς δι' ἡμᾶς, διαίρεσις μερισμός,
col. 539–540page 3 of 14
PG 86:539πτεται ποῖς, καὶ οὐ χωλεύει λογισμός· καὶ ἡ φύ σις μαρτυρεῖ, καὶ ὁ Κύριος ἐπισφραγίζει, ὁ λέγων Μὴ φοβεῖσθε τους δυναμένους ἀποκτεῖναι τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένους ἀποκτεί και Εἰ τὴν ψυχὴν οὐ δύνανται, οὐχ ᾗ οὐ βούλονται οἱ ποιοῦντες, ἀλλ᾽ ᾖ οὐ δύνανται, κἂν θε λήσωσι, παθεῖν τὰ τοῦ σώματος τοῦ συνεζευγμένου ὁ κτίσας τὴν ψυχὴν, καὶ πλάσας τὸ σῶμα, οὗτος πάσχει τὰ τοῦ σώματος, εἰ καὶ τὰ μάλιστα ἀναδέχεται τοῦ σώματος εἰς ἑαυτὸν τὰ παθήματα; Αλλ' ἔπαθε Χριστὸς ὑπὲρ ἡμῶν, καὶ οὐ ψευδόμεθα. Οι γὰρ ἄρτος, ὃν ἐγὼ δώσω, ή σάρξ μου ἐστιν, ἣν ἔδωκεν ὑπὲρ ἡμῶν Εκρατήθη τὸ κρατούμενον, ἐσταυρώθη τὸ σταυρούμενον. Ο δὲ ἔχων ἐξουσίαν. καὶ ἐνοικῆσαι καὶ ἀναχωρῆσαι, τόδε λέγει· Πάτερ.. εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου οὐκ εἰς χεῖρας βιαζομένων τὴν ἔξοδον. Οὐκ εἰμὶ φιλόνεικος, ἀλλὰ καὶ ἀπέχομαι φιλονεικίας· μετὰ πραότητος δὲ περὶ τῶν ἀμφιβαλλομένων βούλομαι πυθέσθαι ὡς ἀδελφῶν. Οὐκ ἀληθεύων λέγω, ὅτι ἡ δύναμις οὐκ ἠδύνατο δέξασθαι τῆς σαρκὸς τὰ παι θήματα; Ἐγὼ οὖν σιωπῶ. Ὁ βουλόμενος λεγέτω, τί ἔπαθεν ἡ δύναμις. Ἐξέλιπεν; ὅρα τὸν κίνδυνον. ᾿Απέσβη; ὅρα την βλασφημίαν. Οὐκ ἔτι ἦν; τοῦτο γάρ ἐστι δυνάμεως θάνατος. Εἰπὲ τί δύναται κρατῆσαι, ὅτι ἔπαθε, καὶ οὐ φιλονεικῶ. Εἰ δὲ οὐκ ἔχεις εἰπεῖν, τί μοι ἀγανακτεῖς, ὅτι οὐ λέγω; Ο οὐκ ἔχεις, οὐκ ἐδέξατο. Ηλον πήξον εἰς ψυχήν, καὶ δέ ξομαι εἰς δύναμιν. ᾿Αλλὰ συνέπαθεν. Ερμήνευσόν μοι τὸ συνέπαθε· τί ἐστι τὸ συνέπαθεν, οἷον εἰς τὴν σάρκα ἦλος, εἰς δὲ τὴν δύναμιν ὁ πόνος. Τοῦτο εἴπωμεν τὸ συνέπαθεν. Ηλγησεν ἡ δύναμις ἢ μὴ τυπτομένη. Πάντως γὰρ τὸ ἄλγημα ἀκολουθεῖ τῷ παθήματι. Εἰ δὲ καὶ σῶμα πολλάκις ἐῤῥωμένης τῆς διανοίας καταφρονεῖ τῶν ἀλγημάτων διὰ τὴν Ισχὼν τοῦ ἐνθυμήματος, ἐνταῦθα ἑρμηνευέτω τις ἀφιλονείκως, ἢ τί ἔπαθεν, ἢ τί συνέπαθεν Τι οὖν; οὐκ ἀπέθανεν ὁ Χριστὸς ὑπὲρ ἡμῶν; Πῶς ἀπέθανε; Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. 'Ανεχώρησε τὸ πνεῦμα ἔμεινε ΝΟΤΑ. 26, δύναμις, ἀναλογίζεται τῇ σαρκί. Οὐκοῦν ἀντίστρα ).: Καὶ μὴ φο- 1 ψον, & πάσχει ἡ σάρξ, ἀναλογίζεται τῇ δυνάμει. βηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυ χὴν μὴ δυναμένων ἀποκτεῖναι. κἂν θελήσωσι. Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ή σάρξ μου ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Πάτερ, εἰς χειράς σου παραθήσομαι τὸ πνεῦμά μου. παραθήσομαι συνέπαθεν Επειδὴ ἀναλαβοῦσα ἡ δύναμις ἀπ᾿ οὐρανῶν κατῆλθεν, ὃ ἔχει Πῶς ἔπαθε Χριστὸς ὑπὲρ ἡμῶν; ἐνεπτύσθη, ετύφθη ἐπὶ κόρρης, περιέθηκαν στέφανον περὶ μέτωπον, ὠρύχθησαν αὐτοῦ χεῖρες καὶ πόδες. Ταῦτα πάντα παθήματα περὶ σῶμα, ἀναφέρεται δὲ ἐπὶ τὸν ἐνοι Οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνηρημένης διὰ τὴν ἕνωσιν, σω ζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης, οὐκ εἰς δύο πρόσωπα μεριζομένων ἢ διαι ρουμένων, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν Υἱὸν καὶ μονογενῆ, Θεὸν Λόγον, Κύριον, Ἰησοῦν Χριστόν. περιχώρησις,
col. 541–542page 4 of 14
PG 86:541τὸ σῶμα, ἄπνουν ἔμεινε τὸ σῶμα. Οὐκ ἀπέθανεν οὖν; ἀπέθανεν ὑπὲρ ἡμῶν. Ὁ ποιμὴν προσήνεγκε τὸ πρόβατον, ὁ ἱερεὺς προσήνεγκε τὸ θύμα, ἔδω κεν ὑπὲρ ἡμῶν ἑαυτόν· καὶ "Ος τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων ἔδωκεν αὐτοῦ τὸν Υἱόν Οὐκ ἀθετῶ τὰ ῥητά, ζητῶ δὲ τῶν ῥητῶν τὴν διάνοιαν. Λέγει ὁ Κύριος, ὅτι ο ἄρτος τοῦ Θεοῦ κατῆλθεν ἐκ τοῦ οὐρανοῦ, καὶ ἑρμηνεύων, εἰ καὶ οὐ δύναμαι σαφέστερον εἰπεῖν διὰ τὰ μυστήρια, τοσοῦτον δὲ λέγει ὅτι Η σάρξ μου ἐστιν. Ἡ σάρξ τοῦ Υἱοῦ ἀπ᾿ οὐρανῶν κατῆλθεν; Οὐ κατῆλθεν ἀπ' οὐρανοῦ. Πῶς οὖν λέγει, Ὁ ἄρτος τοῦ Θεοῦ ζῇ, καὶ καταβέβηκεν ἐκ τῶν οὐρανῶν, καὶ ἑρμηνεύων; Ἐπειδὴ ἀναλαβοῦσα ἡ δύναμις ἀπ᾿ οὐρανῶν κατῆλθεν, ὃ ἔχει ἡ δύναμις, ἀναλογίζεται τῇ σαρκί. Οὐκοῦν ἀντίστρεψον, & πά σχει ἡ σάρξ, ἀναλογίζεται τῇ δυνάμει. Πῶς ἔπαθε Χριστὸς ὑπὲρ ἡμῶν; Ἐνεπτύσθη, ἐτύφθη ἐπὶ κόρης, περιέθηκαν στέφανον περὶ μέτωπον, ὠρύχθησαν αὐ τοῦ χεῖρες καὶ πόδες. Ταῦτα πάντα παθήματα περί σῶμα, ἀναφέρεται δὲ ἐπὶ τὸν ἐνοικοῦντα. Ρίψον λία θον εἰς εἰκόνα βασιλέως, τί τὸ λεγόμενον; Βασιλέα θέρισας. Περίσχισον ἱμάτιον βασιλέως, τί τὸ λεγό μενον; Βασιλεῖ ἐπανέστης. Σταύρωσον σῶμα Χρι στοῦ, τί τὸ λεγόμενον; Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν. Τίς δὲ χρεία ἐμοῦ καὶ σοῦ; προσέλθωμεν τοῖς εὐαγγελισταῖς. Πῶς παρελάβετε παρὰ Κυρίου, πῶς ἀπέθανεν ὁ Κύριος; Αναγινώσκουσιν, ὅτι Πά τερ, εἰς τὰς χεῖράς σου παρατίθημι τὸ πνεῦμάμου. Τὸ πνεῦμα ἄνω, καὶ τὸ σῶμα ἐπὶ σταυροῦ ὑπὲρ ἡμῶν· προσήνεγκε γὰρ τὸ πρόβατον, ὅσα εἰς τὸ σῶμα αὐτῷ λογίζεται. Τὴν ἡμετέραν φύσιν ἦλθε σῶσαι, οὐ τὴν ἑαυτοῦ ἀπολέσαι. Ἐὰν θελήσω εἰπεῖν, ὅτι κάμηλος πέτα ται, εὐθὺς ξενίζεσθε, ὅτι οὐχ ἁρμόττει τῇ φύσει καὶ καλῶς ποιεῖτε. Ἐὰν δὲ θελήσω εἰπεῖν, ὅτι ἄνε θρωποι θάλατταν οἰκοῦσιν, οὐκ ἀνέχεσθε· καλῶς γε ποιοῦντες· οὐ γὰρ δέχεται ἡ φύσις. Ὥσπερ οὖν ἐὰν εἴπω ξένα περὶ τούτων τῶν φύσεων, ξενίζεσθε· οὔ τως ἐὰν εἴπω, ὅτι ἐκείνη ἡ δύναμις, ἡ πρὸ αἰώνων, ἡ ἀσώματος τὴν φύσιν, ἡ ἀπαθὴς τὴν ἀξίαν, ἡ οὖσα πρὸς τὸν Πατέρα, ἡ παρὰ τῷ Πατρὶ, ἡ ἐκ δεξιῶν, ἡ ἐν δόξῃ, ἐὰν εἴπω, ὅτι ἐκείνη ἡ φύσις ἡ ἀσώμα ΧΧΙΙΙ, ΝΟΤΑ. αναχώρησιν 'Ανεχώρησε τὸ πνεῦμα ή δύναμις ἔμεινε τὸ σῶμα· οὐκ ἀπέθανεν οὖν; ἀπέθανεν ὑπὲρ ἡμῶν ὁ ποιμὴν προσήνεγκε τὸ θύμα. Τὸ πνεῦμα ἄνω, καὶ τὸ σῶ μα ἐπὶ σταυροῦ ὑπὲρ ἡμῶν· προσήνεγκε γὰρ τὸ πρόβατον, ὅσα εἰς τὸ σῶμα αὐτῷ λογίζεται. προβάτου καὶ ἀμνοῦ, ποιμὴν καὶ ἐπίσκοπος τῶν ψυχῶν, Αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον. αναχωρήσει ἀλύτοις δεσμοῖς παρέ δωκεν τοσοῦτον δὲ λέγει,
col. 543–544page 5 of 14
PG 86:543τος πάσχει, οὐχὶ τὰ ὦτα ὑμῶν κρατεῖτε; Ἐὰν μὴ κρατήσητε ὑμῶν τὰ ὦτα, ταῦτα ἀκούοντες, κρα τήσω μου τὴν καρδίαν. Αρα ἀγγέλῳ δυνάμεθα τι ποιῆσαι οἷον ξίφει κροῦσαι, ἢ ὅλως σχίσαι; Τί λέγω ἀγγέλω; ψυχῇ δυνάμεθα; Οὐ δέχεται ἦλον ψυχή, οὐ τέμνεται ἡ ψυχή, οὐ καίεται. Κἂν εἴπῃς μας, Διατί; λέγω σοι, Οὕτως γὰρ ἐκτίσθη. Τὰ ἔργα αὐτ τοῦ ἀπαθῆ, καὶ αὐτὸς ἐμπαθής; οὐκ ἀθετῶ τὴν οἰ κονομίαν, ἀσπάζομαι δὲ τὰς κακουργίας. Απέθανε Χριστὸς ὑπὲρ ἡμῶν, καὶ ἐσταυρώθη. Οὕτως γέγραπται, οὕτως ἐδέχετο ἡ φύσις, οὔτε τὰ ῥήματα απο αλείφω, οὔτε φύσιν βλασφημῶν. Ἀλλ᾿ οὐκ ἀληθῆ ταῦτα. Λεγέσθω τ' ἀληθέστερα. Εὐεργέτης οὐ χαλεπαίνων ὁ διδάσκων, οὐκ ἐχθρὸς, ἐὰν μὴ ἀγνώμων ᾖ ὁ διδασκόμενος. Εχεις τι καλὸν εἰπεῖν; ἤνοικται τὰ ὦτα μετὰ χάριτος. Φιλονεικεῖ τις, σχολάζων ἀκο λουθῇ φιλονεικίᾳ. Ισχυσαν Ἰουδαῖοι τὸν Υἱὸν τοῦ Θεοῦ σταυρῶσαι; αὐτὴν τὴν δύναμιν νεκρῶσαι; δύο ναται ζῶν ἀποθανεῖν; Ὁ θάνατος τῆς τοιαύτης δυ νάμεως ἔκλειψις αὐτῆς ἐστι. Τὸ σῶμα ἡμῶν, ὅταν ἀποθάνωμεν, μένει. Ἐὰν ἐκείνην τὴν δύναμιν νεκρώσωμεν, εἰς ἀνυπαρξίαν αὐτὴν καταφέρομεν. Οὐκ οἶδα, εἰ οὐκ ἠδυνήθητε ἀκοῦσαι· τὸ σῶμα ἐὰν ἀπο θάνῃ, ή ψυχή χωρίζεται καὶ μένει· ἐὰν δὲ ψυχὴ ἀποθάνῃ, ἐπειδὴ ἀσώματός ἐστιν, ὅλως οὐκ ἔστιν. Ψυχὴ ἀποθνήσκουσα, ὅλως οὐκ ἔστιν. Εἰς ἀνυπαρξίαν γάρ ἐστι τῶν ἀθανάτων ὁ θάνατος. Νόησον τὸ ἕτερον. Οὐ γὰρ τολμῶ οὐδὲ εἰπεῖν. Ταῦτα λέγομεν, ὡς νοοῦμεν. Οὐ νομοθετοῦμεν δὲ, εἴ τις φιλονεικεῖ. "Εν δὲ οἶδα, ὅτι ἕκαστος ἀφ᾽ ὧν φρονεῖ, ἀπὸ τούτων ἔχει ἀπολαῦσαι. Καὶ ἀπέρχεται ἕκαστος πρὸς ΝΟΤΑ. Καὶ ἀπέρχεται ἕκαστος πρὸς τὸν Θεὸν — τὰ φρονήματα περὶ πίστεως, του καρδιογνώστου μικρολογία, φανε ρὰ πάντα.. αναλογίαν τῆς πίστεως 6) κατὰ μέτρον πίστεως Μὴ γὰρ νομίζετε, ὅτι βίβλους ἀναγινώσκει ὁ Θεὸς, ἢ μνήμαις οχλεῖται, τί εἶπες, καὶ τίς ἤκουσε; (κάθη ται ὁ κριτής), (φέρεται, προσέρχεται, προσῆλθεν, φέρεται Παῦλος ὁ ἐνταῦθα. ἐνταῦθα ἄνθρωπόν με είπες, ψιλον ἄν θρωπον μ. 420. Εβιωναῖος δὲ, καὶ Θεοδοτιανοί, καὶ Αρτεμω γιανοί, καὶ Φωτεινιανού, ψιλὸν ἄνθρωπον εἰρήκασιν ἐκ τῆς Παρθένου τὸν Χριστὸν γεγεννῆσθαι. Προσέρχεται ἄλλος· εἶπές με ἓν τῶν ὄντων. κτίσιν κτίσμα (τὴν ἀξίαν) ὅτι οὐκ ἀνέλαβεν σῶμα. Οι μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί. ιν, 2, 5. Προσῆλθε ἄλλος· Εἶπες, ὅτι οὐκ ἐγεννήθην ἐκ Παρ θένου, ἵνα σώσω τὸ σῶμα τῆς Παρθένου, οὐ σω
col. 545–546page 6 of 14
PG 86:545τὸν Θεὸν, καὶ προβάλλεται δ εἶπε περὶ αὐτοῦ καὶ ἐφρόνησε. Μὴ γὰρ νομίζετε, ὅτι βίβλους ἀναγινώσκει ὁ Θεὸς, ἢ μνήμαις ὀχλεῖται. Τί εἶπες; καὶ, Τίς ἤκουσε; Φανερὰ πάντα. Κάθηται ὁ Κριτής, φέρετα: Παῦλος ὁ ἐνταῦθα· ᾿Ανθρωπόν με εἶπες, οὐκ ἔχεις ζωὴν μετ᾿ ἐμοῦ· ἐπειδὴ οὐκ ἔγνως με, οὐ γιγνώσκω σε. Προσέρχεται ἄλλος· Εἶπές με ἂν τῶν ἔντων, οὐκ ἔγνως μου τὴν ἀξίαν, οὐ γιγνώσκω σε. Προσέρχεται ἄλλος· Εἶπες, ὅτι οὐκ ἀνέλαβον σῶμα, ἠθέτησάς μου τὴν χάριν, οὐ μεταλήψῃ μου τῆς ἀθα νασίας. Προσῆλθεν ἄλλος· Εἶπες ὅτι οὐκ ἐγεννήθην ἐκ Παρθένου, ἵνα σώσω τὸ σῶμα τῆς Παρθένου, οὐ σωθήσῃ. Εκαστος ἀποφέρεται τὰ φρονήματα περὶ πίστεως. Περὶ τῆς τοῦ Σωτῆρος οἰκονομίας. τί εἶπεν, ὅτι οὐκ ἐγεννήθης.
col. 547–548page 7 of 14
casu regulam: e silentio parrantis ad negandam rem non valet consequentia, non sequeremur. Magister
duorum celeberrimorum Patrum, quos nominavimus, et discipulus Eusebii Cæsareensis et Patrophili
Scythopolitani (ob versionem V. T. Græcam clari), omnino Veteris Testamenti interpres præsumendus
est. Etsi fortasse linguæ Hebraicæ minime gnarus haberetur (quamvis in homine Syro scholæque
Edessene atque Antiochenæ alumno etiam hoc supponi posse videatur), tamen, more Patrum, Alexan
drinæ versionis commentator haberi potest.
Jam vero in Catenis Patrum in Vetus Testamentum Eusebii nomen est frequentissimum; neque id
solum, sed sæpius quoque Scholiis præmissum legimus nomen Evgɛbiou Karoapɛias: quo facto aliquam
saltem paulo certiorem habemus notitiam, licet nondum sufficientem, ad verum Eusebium Eniesenum
demonstrandum.
In Catena in Genesim ex auctoribus ecclesiasticis plus minus sexaginta, etc. auctore Aloisio Lippomano,
Metonensi episcopo Coadjutoreque Veronensi, Paris. 1546, f. p. 30, 118, et 424, ante Excerptum
legitur: Eusebius Emesenus et p. 59: Eusebius episcopus Emesenus, qui etiam in Elencho scriptorum
ab Eusebio Cæsareensi, cujus Scholia etiam sunt excitata (præter novem locos, ubi simpliciter Eusebius
exprimitur) distinguitur, justoque collocatur ordine chronologico. Suspectus tamen erat primo visu
iste Emesenus Latinus eumque nullum alium esse putabain, quam illum, cujus Homiliæ, ementito
Eusebii nomine, a Gagnéo aliisque sunt editæ, et de quibus Oudini Commentar. t. I, p. 392-426, pro
lixius egit. Sed cum locos nostros ibi non reperirem, confidentius factus sum iis, quæ editor in Præ
fatione asserit Ubicunque in Græcos doctores legendo incideris, Basilio, Origene et Chrysostoino
duntaxat exceptis-parcito æquoque feras animo, si non locuin ubi quæ dicuntur excerpsimus, anno
taverimus. Eorum namque dicta ex antiquissimo apostolica Bibliotheca Græco extracta sunt codice, in
quo litteræ caducæ erant adeo, ut vix legi possent, ubi nulla etiam reperiebatur loci assignatio.
È codice Græco (catenæ Græcæ, ut videtur) igitur et noster Eusebius translatus est; id quod fidem
auget. Cum præterea vidissem, citatum esse ab auctore versionem Syriacam (procul dubio ecclesiasticam
illam, quæ Peschito dicitur, quamque etiam Ephrem Syrus commentatus est), textumque Hebraicum,
non diutius cunctatus sum, hos locos pro genuinis Eusebii Emeseni fragmentis habere et tanquam talia
cum lectoribus communicare.
In opere amplo, quod titulum gerit: Expositio Patrum Græcorum in Psalmos, Græce et Latine edita
a Balthas. Corderio. Antverpiæ, 1646, t. I-III, f. tot Excerpta Eusebiana exhibentur, ut plus quam de
cimam totius operis expleant partem. Sed quinam sunt illi ubivis paginarum occurrentes Eusebii?
Interdum quidem Essébios Katoapaias declaratur, de reliquis tamen multum ambigitur. Inter eos esse
Nostrum, quis non crediderit? Sed difficillimum sane, ne dicam impossibile, negotium, quid ei com
petat, et quid non, evincere. Locos speciminis atque exempli causa subjunctos inter multos alios
eligendos putavi, quod in eis cognationem quamdam et similitudinem cum orationibus Eusebianis de
prehenderem. In quo judicio dextre sinistreve versatus sim, judicent peritiores, quibus id, quod sentio,
Jubenter submitto.
Habes igitur, lector benevole, fragmenta nonnulla exegetica e Catenis Patrum collecta, quæ ex meo
quidem judicio Eusebio Emeseno probabiliter possunt ascribi. Eusebiani certe sunt; nec multum fortasse
intererit, utrum magistri Cæsareensis, an discipuli Emeseni habeamus Scholia. Utcumque sit, te frag
mentulis his exiguum, quod implent, spatium facile esse concessurum, confido rogoque.
FRAGMENTA EXEGETICA EX CATENIS V. T.
EXCERPTA EX CATENA LIPPOMANI IN GENESIN.
1. Cat. pag. 30, super Gen. 1, 6: Eusebius Emesenus. Quæritur, utrum luminaria ac stellæ infra
coelum distantia cursum peragant, an cœlo fixa sint, an veluti viatores in cœlo iter faciant? Ac
si quidem (quidam] dixerint, infra cœlum currere, audiant Homerun, apud quem sol e fluentis Oceani
ad medium cœlum ascendit, deinde cursu confecto, occidit. Neque item cœlo lixa dici possunt; ea enim
ratione alterum altero nunquam velocius esset, quod tamen adeo perspicuum est, ut negari non possit.
Sacra ergo ac divina Scriptura testatur, cœlum firmum atque immobile esse, solem vero ac lunam
in cœlo moveri, ac cursum suum peragere. Nam in Josue dictum est: Sol et luna stet; non ait
calum movens lunam aut solem, stet. Item ab Ezechia dictum est: Sol retrocedat; non ait: cœlum
movens solem retrocedat.
II. Cat. p. 59, super Gen. II, 4: Eusebius episcopus Emesenus. Alii quidem tradunt, Eden appellari
locnm, in quo paradisus plantatus sit. Atii vero Eden nomine, paradisum ipsum intelligi volunt, inter
pretem vero interpretationem ipsam pro nomine posuisse. Quæritur vero, utrum paradisus post factum
hominem plantatus sit? Verba eaim Moysis id significare videntur, tertia die una cum aliis arboribus
plantatum fuisse. Syrus autem interpres transtulit: et plantavit Deus paradisum in Eden, non ut alii
an apre id est à principio. Complures vero_tradunt, paradisum post alia a Deo conditum atque
plantatum fuisse. Cum enim Moyses dixisset: Et plantavit Deus paradisum et posuit in eo hominem,
quem formavit, continuo subjunxit: et produit Deus adhuc de terra omne lignum pulchrum visu, et
cetera. Athuc eniur, sive præterea, significat plantas paradisi consitas post ca, quæ simul a principio
creationis facta fuerant.
Idem: Aliter Eden locum esse aiunt, in quo paradisus consitus sit atque plantatus, eumque in medio
mundi positum esse.
III. Cat. p. 118, super Gen. VI, 26: Eusebius Emesenus. In Hebræo legitur: Hic speravit invocari
nomine Domini, hoc est, Deus dici, et Filius Dei. Justi enim, qui erant a semine Seth, filii Dei vo
cabantur.
¡V. Cat. p. 424. col. b., super Gen. XLIX, 16: Eusebius Emesenus. Dan judicabit, etc. Iloc ergo ad
Sampsonem refertur, qui ita facile duodecim tribubus, sicut uni præfuit. Fiat ipsi Dan serpens, c¹c.,
id est, quemadmodum calcaneo equi a serpente in via morso, necesse est, ut adscensor retro cadat,
col. 549–550page 8 of 14
PG 86:549ι. Εἰ ὁ Ματθαῖός φησιν, Οψέ Σαββάτων ὁ δὲ Ιωάννης πρωΐ, σκοτίας ἔτι οὔσης, μή σε ταραττέτω· τὸν γὰρ αὐτόν φασιν ἀμφότεροι καιρὸν πλα τικωτέροις διαφόροις ρήμασι. Τὸ ὀψὲ γὰρ ὁ Ματ θατός φησιν, ἀντὶ τοῦ βράδιον, καὶ ὀψὲ τῆς νυκτός· ὁ δὲ Ἰωάννης ἔμπαλιν τὸ ὀψισμένον καὶ ταχὺ τῆς αὐτῆς νυκτὸς ὠνόμασε πρωΐ, δ δὴ διερμηνεύων, ἐπήγαγε τὸ σκοτίας ὅτι οὔσης, ἵνα μή τις τὸν ὄρθρον αὐτὸν λέγειν ὑπολαβοι, ὡς καὶ ὁ Ματ θαῖος τὸ ὀψὲ Σαββάτων, ἵνα μὴ τὴν ἑσπερινὴν ὥραν νομίσῃ τις λέγεσθαι, προσέθεικε· Τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων. Ἐκεῖ καὶ ἀκριβῶς οὐ τοῦ Σαββάτου εἶπε τὸ ὀψὲ, ἵνα μή τις τὴν ἑσπέραν υπολάβοι λέγεσθαι τὴν μετὰ ἡλίου δυσμάς· ἀλλὰ Σαββάτων, φησιν, ὀψέ. Εθος δὲ τὴν ὅλην ἑβδομάδα Σαββάτων καλεῖν, καὶ πάσας τὰς ἡμέρας οὕτως ὀνομάζειν. Λέγεται γοῦν παρὰ μὲν τοῖς εὐαγγεάσο σταῖς τῇ μιᾷ τῶν Σαββάτων, καὶ τρίτῃ τὰ ἑξῆς. Οὕτως οὖν ὁ Ματθαῖος τὸν καιρὸν τὸν ἐπιφαύσκοντα εἰς τὴν ἕω τῆς Κυριακῆς ἡμέρας Σαββάτων ὀψὲ, ὠνόμασεν, οὐκ εἶπεν· Ἑσπέραν τοῦ Σαββάτου, οὐδὲ ὀψὲ Σαββάτου· ἐπεὶ ἐχρῆν ἡμᾶς τῇ ἡμέρᾳ τοῦ Σαββάτου μετὰ ἡλίου δυσμὰς ἑσπέρας γινομένης ἑορτάζειν, καὶ οὐκέτι τὴν Κυριακὴν ἡμέραν ἀγαλ λιᾷν, ἀλλὰ τὴν ἑσπέραν τοῦ Σαββάτου, εἴπερ τοῦτ' ἐδήλου ὁ εὐαγγελιστής. Νῦν δὲ οὐ τοῦτο εἶπεν, ἀλλὰ νυκτὸς ἐπιλαβούσης, ἢ αὐτῷ μεσονυκτίῳ, ἢ περὶ αλεκτόρων βοάς, ἢ ἀμφὶ τὸν ὄρθρον, ὥστε καὶ ἐξ αὐτοῦ τοῦ πράγματος, καὶ ἐκ τῆς κεκρατηκυίας ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ συνηθείας, τὸν δι' αὐτοῦ ὀψὲ Σαββάτων δηλούμενον καιρὸν, μὴ τὴν ἑσπερινὴν & ὥραν εἶναι, ἀλλὰ ταύτην, ἦν αὐτὸς ὁ Ματθαῖος παρο έστησεν, εἰπών· Τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαβ Εάτων. Οὐδὲ γὰρ λόγον εἶχε κατὰ τὴν ἑσπέραν τοῦ Σαββάτου. Τοιούτων θαυμαστῶν ἀμφὶ τὸ μνημεῖον τοῦ Σωτῆρος ἐπιτελουμένων, μὴ οὐχὶ πάντας τοὺς τὴν πόλιν οἰκοῦντας μαθεῖν τὰ γινόμενα; Εἰ γὰρ σεισμὸς ἐγένετο μέγας ἐν ἑσπερινῇ ὥρᾳ, πάντων ἐγρηγορότων ἔτι, πῶς οὐκ ἂν ᾔσθοντο οἱ πάντες; τῶς δὲ οὐκ ἂν συνδρομή γέγονεν ἐπὶ τὸ μνῆμα, ἀγ
col. 551–552page 9 of 14
PG 86:551γέλου αὐτόθι ἐφθέντος, καὶ τὸν λίθον ἀποκυλίσαντος τῆς θύρας τοῦ μνημείου; Οἱ δὲ φρουροὶ τοῦ τόπου, καὶ τὸ τάγμα τὸ στρατιωτικόν, Ἰουδαίων τε οἱ σὺν τῇ κουστωδία φυλάττοντες τὸν τάφον, πῶς οὐ παρα χρῆμα τοῖς ἀρχιερεῦσι καὶ τοῖς ἄρχουσι τῶν Ἰου δαίων ἀπήγγειλον τὰ πεπραγμένα; ᾿Ακόλουθον γὰρ ἦν, ανατραπέντος τοῦ λίθου παραδόξως, παραχρήμα σπεῦσαι τοὺς φρουρούς, καὶ τὰ πραχθέντα δηλῶσαι, τῆς ὥρας αὐτοῖς ἐπιτρεπούσης. Οἱ δὲ καὶ διδάσκοντες διαφημίσαι εἰς πάντας, ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων δ δὴ χώραν οὐκ εἶχε πλάττεσθαι αὐτοὺς, εἰ τῇ ἑσπέρᾳ ἐγήγερτο. Ἀλλὰ γὰρ ἡγοῦμαι διὰ τούτων ἀποδείκνυσθαι τὸ παρὰ Ματθαίῳ λεγόμενον αψέ Σαββάτων, μὴ τὴν ὀψινὴν ὥραν τοῦ Σαββάτου ση μαίνειν, μηδὲ τὸν ἑσπερινὸν, ἀλλ' ὡς αὐτὸς ὁ Ματ θαῖος ἐπήγαγε, τὴν ἐπιφαύσκουσαν ὥραν εἰς μίαν Σαββάτων, ἥτις ἦν πρωΐας, ἔτι σκοτίας οὔσης, κατὰ τὸν Ἰωάννην Ἴσως ἐροῦσί τινες· Πῶς τῆς κουστωδίας φυλαττούσης δρομαῖοι ήρχοντο Πέτρος τε καὶ Ἰωάννης, καὶ εἰσῄεσαν εἰς τὸ μνημεῖον; Ἐροῦμεν, ὅτι τοῦ σεισμοῦ γενομένης τῆς ἀναστάσεως, ἀνεχώρησαν οἱ στρατιῶται ἀπαγγεῖλαι τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα, καὶ οὕτω τῆς στρατιωτικής φρουράς ἐλευθερωθέντες, τοῦ μνήματος ἐδυνήθησαν απαν τῆσαι καὶ εἰσελθεῖν, ἀκούσαντες παρά Μαρίας τῆς Μαγδαληνῆς, ὡς οὐδείς ἐστιν ἐκεῖ τῶν ἐναντίων, σχολάζειν δὲ τὸν τόπον τοῖς ἐπὶ τὴν θέαν ἀφικνουμένοις τῆς σωτηρίου ἀναστάσεως. Αὕτη γὰρ ἦν μάλιστα ἡ αἰτία τῆς ἐπιφανείας τοῦ ἀγγέλου· οὐ γὰρ δὴ τῆς ἀναστάσεως χάριν ἀπεκρίνει τὸν λίθον, ἀλλ᾽ ἵνα τοὺς μὲν ἀπελάσῃ, τὰς δὲ ἐρχομένας ἐπὶ τὴν θέαν δεξιωσάμενος, τὴν ἀνάστασιν αὐτοῖς καταγγείλῃ· καὶ τούτου μάρτυς Ματθαῖος λέγων ᾿Απὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηρούν. τες καὶ ἐγενήθησαν [ἐγένοντο] ὡς [ὡσεί] νεκροί. φθάνει μὲν γὰρ καὶ τὸν ἄγγελον ἀναστὰς ὁ Σωτὴρ, οὐδὲ ἀναμένει τὴν ἀποκίνησιν τοῦ λίθου, ἀλλὰ καὶ τούτου πρὸς τῇ θύρᾳ κειμένου, καὶ τοῖς τῶν ἀρχιερέων σημάντροις κατεσφραγισμένου, τῶν τε φρουρῶν κυ κλούντων τὸν τάφον, ἀφανὴς ἐξῄει τοῦ μνήματος, τὴν ἐκ νεκρῶν ἀνάστασιν πεποιημένος θεϊκῇ δυνά μει, καθ᾽ ἣν ὥραν οὐδεὶς ἔγνω, καὶ καθ' δν ἐπετη μήνατο τῶν εὐαγγελιστῶν καιρὸν, καὶ ἐγήγερται τοῦ λίθου μεμενηκότος ἐπὶ σχήματος. ᾿Αγαθῶν δὲ ἄγγελος ἀνθρώποις παρήν ἄγγελος· οὐδὲν μὲν τῇ ἀναστάσει διὰ τῆς αὐτοῦ παρουσίας συμβαλλόμενος, τὰ πολλὰ δὲ τῇ τῶν ἀνθρώπων διακονούμενος σωτη ρία, διὸ καὶ ἐξέστραπτε τὴν μορφὴν, καὶ σημεῖον παρεῖχεν ἀγαθῶν λευχείμονα δειχνὺς ἑαυτὸν, καὶ πρῶτος τῆς σωτηρίου ἑορτῆς ἀπαρχόμενος. ΝΟΤΑ. ΧΧΙΙ, ἀποκρινεῖν ἀποκίνησιν απεκύλισε (ἀποκεκυλισμένον, 2 ), ηρμένον.
col. 553–554page 10 of 14
PG 86:553Πῶς κατὰ τὸν Λουκᾶν καὶ Ἰωάννην τοσαυτάκις ὀφθέντος τοῦ Ἰησοῦ τοῖς μαθηταῖς, ἐν αὐτῇ τῇ Ιε ρουσαλήμ, κατὰ τὸν Μάρκον καὶ τὸν Ματθαῖον κελεύονται οἱ αὐτοὶ διὰ τῶν γυναικῶν εἰς τὴν Γαλι λαίαν ἀπελθεῖν, ὡς ἐκεῖ αὐτὸν ὀψόμενοι, ἀλλ᾽ οὐ μέλλοντες αὐτὸν θεωρεῖν ἐν τῇ Ἱερουσαλήμ; Εἰ μὲν τοὺς ἕνδεκα μόνον μαθητὰς τοῦ Σωτῆρος ἡ τῶν Εὐαγγελίων ἡ πίστατο γραφὴ, καὶ οὕτως εἶπεν ἄν τις μηδὲν τὸν λόγον λυπεῖν, εἰ τέω; μὲν ἀπιστοῦντας ταῖς τῶν γυναικῶν ἐπαγγελίαις τοὺς αὐτοῦ μαθητάς θεραπεύων, ἅπαξ καὶ δεύτερον αὐτοῖς λαθραίως κρυπταζομένοις ἐν Ἱερουσαλὴμ ἐφάνη. Εν γε μὲν τῇ Γαλιλαίᾳ οὐ κεκρυμμένως, οὐδ᾽ ἅπαξ, οὐδὲ δεύ τερον, ἀλλ' οὐδὲ κεκλεισμένοις διὰ τὸν φόβον τῶν Ἰουδαίων, σὺν πολλῇ τῇ παρρησίᾳ την θεοφάνειαν αὐτοῦ, καὶ τῆς θεότητος τὴν ἔνδειξιν ἐποιεῖτο, παριστῶν αὐτοῖς ἑαυτὴν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι' ἡμερῶν τεσσαράκοντα όπτανόμενός τε καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ, συναλιζόμενος, ὥς φησιν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι. Καὶ αὕτη μὲν πρώτη λύσις. Ἐπεὶ δὲ τῶν μαθητῶν οἱ μὲν ἔγκριτοι και πρῶτοι τὸν τῶν δώδεκα συνεπλήρουν χορόν, δεύτερον δὲ παρὰ τούτοις ἐτύγχανε τάγμα τὸ τῶν ἑβδομή. κοντα, περὶ ὧν φησιν Λουκᾶς ἐν τῷ εὐαγγελίῳ. Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέροις ἑβδομήκοντα· καὶ ἕτεροι δὲ πλείους γνώριμοι του Σωτήρος, καὶ αὐτοὶ τοῦ τῶν μαθητῶν ὀνόματος ἠξιωμένοι, οἷς οὐχ οἷόν τε ἦν ὁμοῦ πᾶσι κατ' αὐτὸ συνηθροισμένοις ἐν τῇ Ἱερουσαλὴμ ὀφθῆναι αὐτὴν μετὰ τὴν ἀνάστασιν, εἰκότως δύο μὲν τῶν εὐαγγελιστῶν, ὅ τε Λουκᾶς καὶ ὁ Ἰωάν νης μόνοις τοῖς ἔνδεκα ὦφθαι αὐτὸν ἀναγράφουσιν ἐν τῇ Ἱερουσαλήμ, δύο δὲ ἐν τῇ Γαλιλαίᾳ, οὐ τοῖς ἕνδεκα, ἀλλ᾽ ἁπλῶς τοῖς μαθηταῖς ἅπασι. Πλείους τοίνυν αἱ ὀπτασίμι καὶ διάφοροι γεγένηνται τοῖς μαθηταῖς μετὰ τὴν ἀνάστασιν. Καὶ οἱ μὲν τάσδε, οἱ δὲ τάσδε ἀναγράφουσι· καὶ οἱ μὲν τάσδε εἰρηκέναι αὐτόν φησιν, οἱ δὲ τάσδε καὶ πεπραχέναι. Εστι δὲ ὅτε καὶ περὶ τοῦ κεφαλαίου λέγοντες ἀναπληροῖ τὰ ὑπὸ τοῦ προτέρου ἐλλειφθέντα ὁ δεύτερος.
col. 555–556page 11 of 14
PG 86:555καὶ ἐπιφλυγμός) Εβραῖος δέ τίς φησιν, ὅτι οὐ λέγει· Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς· ἀλλά τι εἶδος αχλύος ἢ αιθέρος συνεστῶτος παχυτάτου· οὗ τὴν ἀνάδοσιν ἀπὸ τῆς γῆς γίνεσθαι ἔφη, καὶ καλύπτειν τὸ πρόσ ωπον εἴτε δὲ ἀπὸ τῆς νοτίδος φησὶν, εἴτε Θεοῦ οἰκονομοῦντος ἐγίνετο, οὐκ ἔχω λέγειν. Ἐν τῷ Ἑβραϊκῷ οὐχ οὕτως λέγει· ἀλλ', Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ· τοῦτ' ἔστιν Υἱὸς Θεοῦ λέγεσθαι καὶ Θεός· οἱ γὰρ ἀπὸ τοῦ Σὴθ δίκαιοι γεγόνασιν· ὅθεν ἡ Γραφὴ ἑαυτῇ ἀκολουθοῦσα μετὰ ταῦτά φησι· Καὶ ἶδον οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων· τοῦτ᾽ ἔστιν οἱ δίκαιοι· οὐ γὰρ ἦν ἐπιμιξία τῶν υἱῶν Σὴν πρὸς τοὺς ἀπὸ Κάϊν. Οτι ὁ Ἑβραῖος καὶ ὁ Σύρος καὶ ὁ Σύμμαχο; παρὰ ρ' ἔτη ἀεὶ γενεαλογεί, καὶ ὑποδείγματος ἕνεκεν, ἐπ' αὐτοῦ τοῦ Ἀδὰμ γέγραπται σε γεν νὰν τὸν Σήθ· ὁ Ἑβραῖος ολ'· προστίθησι δὲ αὐτὰ εἰς ὑπόλοιπον ζωῆς τοῦ ᾿Αδάμ. ἐπιμελῶς τὸ πλάσμα τῆς καρδίας] Ο δὲ Ἑβραῖος ἀντὶ τοῦ ἐπιμελῶς, φυσικὸν τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ· νοεῖται δὲ παρ᾽ αὐτοῖς καὶ οὕτως, τὸ πλάσμα τῆς καρδίας ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ. ΧΙΧ, Ταῦτα ἀκούσας, ὅτι Διὰ σὲ οὐ καταστραφήσεται· διό φασί τινες, ὅτι οὐ κατεστράφησαν οἱ εἰς Σηγώρ, ἀλλὰ κατεπόθησαν· διὸ καὶ Βαλὰ ἐκλήθη· ὅ έρμηνεύεται, Καταποθεῖσα. ᾿Αλλαχοῦ δὲ ἡ Γραφὴ Ζώγορα καλεῖ· ὁ δὲ Σύρος Ζααρὶ καὶ Βαλά· καὶ τούτῳ συναγωνίζεται τὸ τολμῆσαι τοιοῦτο τὰς θυ γατέρας τοῦ Λώτ, ὡς μηδενὸς μηδὲ ἐκ Σηγωρ περι λειφθέντος· οὐ γὰρ ἂν τὰ ἐκεῖσε ἔφυγεν ὁ Λώτ.
col. 557–558page 12 of 14
PG 86:557ΧΙ. ᾿Απαγορεύει τὰ μὲν ἐσθίειν͵ τὰ δὲ μὴ ἐσθίειν οὐχ ὅτι κοινόν τι, ἀλλὰ διὰ δύο αἰτίας. Μίαν μὲν, ὅσα ἐν Αἰγύπτῳ προσεκύνουν, ἐσθίεσθαι προστάττει, ἵνα διὰ τούτων καταφρονῶσιν αὐτῶν· καὶ ὅσα ἐν Αἰγύπτῳ ἤσθιον λαιμάργως, ἀπαγορεύει, ὡς τὸν ὖν. Δι' ἑτέραν δὲ πρόφασιν τοιαύτην· ἡ κοινὴ φύσις πολλάκις προλαβοῦσα ἐβδελύξατο, τὰ μὲν διὰ τὸ μέσ γεθος, τὰ δὲ διὰ τὸ δυσειδές, τὰ δὲ διὰ τὸ νεκρῶν ἀπογεύσασθαι, τὰ δὲ κατὰ πρόληψιν. μίσους. "Οσα οὖν προέλαβεν ἡ συνήθεια, οὐκ ἀνέτρεψεν ὁ νόμος. δ Ευσεβίου τῆς ᾿Εμίσσης. Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς. Ἐγέννησαν εἰ γονεῖς· εἶδον ὅτι καλὸς ἐφείδοντο, φοβούμενοι δὲ τὸ πρόσταγμα έκρυψαν. Κρύψαντες δὲ ἐκινήθησαν καὶ ὥρμησαν ρίψαι διὰ τὸν φόβον, σοφίζονται δὲ τὸ πρᾶγμα διὰ τὰ σπλάγχνα, καὶ κιβωτὴν ποιησάμεναι πρὸς μίμησιν τῆς γενομένης ἐπὶ Νῶς, καὶ τὸν Θεὸν τοῦ Νῶς, ἐπικαλεσάμενοι ῥίπτουσι τὸν παῖδα ἐν τῷ ποταμῷ διὰ τῆς κιβωτοῦ, ἵνα καὶ δοκῶσι πεί Θεσθαι τῷ προστάγματι, καὶ ἀσφαλίσωνται τὸν παῖδα. Καὶ οἱ μὲν ῥίπτουσιν, ὁ δὲ παρακελεύεται ἀγνοούσῃ τῇ θυγατρὶ Φαραὼ ἐξελθεῖν ἐπὶ τὸν ποτα μὸν, ἐξῆλθεν ἀγνοοῦσα, εὗρεν, ὃν οὐκ ἐζήτει. Καὶ μετ' ὀλίγα· Καὶ ἐσώθη Μωϋσῆς διὰ συμβόλων τῆς κοινῆς σωτηρίας τῆς Ἐκκλησίας. Ἡ γὰρ κιβωτὸς ἀπὸ ξύλου ἦν, καὶ ξύλον ἀπὸ ὕδατος, καὶ σωτηρία τῷ ἀπαγορευθέντι, καὶ ἡ ἀναλαβοῦσα οὐκ Ἰουδαία, ἀλλ' ἐξ ἐθνῶν καὶ Αἰγυπτία. Καὶ πάλιν. Εγένετο δὲ πάντα, ἵνα μηδὲν τῶν κατὰ Μωϋσέα νομισθῇ ἀνθρώπινον. Τίνος γὰρ ἦν εἰπεῖν, ὅτι αὐτῶν ἦν Μωϋσῆς; οἱ γονεῖς; ἀλλ᾽ ἔρριψαν. Οἱ Αἰγύπτιοι; ἀλλ᾽ οὐκ ἐγέννησαν· ἡ μήτηρ, ὅτι ἔθρεψεν; ἀλλ᾽ ἄλλη ἔδωκε μισθούς. Οὐκοῦν ἐπει δὴ οὐχ εὑρίσκεται ἀνθρώπων, ἄνθρωπος Θεοῦ. Ού τος γεννηθεὶς καὶ σωθεὶς παιδεύεται τὰ Αἰγυπτίων. Σοφὸς γὰρ ἦν ὁ παιδεύων. Καὶ γὰρ ἐν τοῖς πολέμοις πέμπονται οἱ κατασχο ποῦντες, ἵνα πρῶτον γνωσθῇ τῶν ἀντικειμένων τὰ ἐνθυμήματα, καὶ οὕτω καταρχὴ γένηται τῆς μάχης. Ἐπεὶ οὖν ἡμελλε κατ' Αἰγυπτίους καθοπλίζεσθαι Μωϋσῆς, εὐσεβῶς ὑπεβλήθη τοῖς Αἰγυπτίοις, ἵνα τὰ Αἰγυπτίων κατασκοπήσῃ, καὶ Θεὸν ἀνθρώπων προ τιμήσῃ. Τοῦ αὐτοῦ. (ν 21). Ωφθη αὐτοῖς μαχομένοις. Εὗρε δὲ 8 οὐκ ἐζήτει· ἀλλ᾽ ἀδελφὸν πρὸς ἀδελφόν
col. 559–560page 13 of 14
PG 86:559παρῄει μέσος, οὐκ ἔτι τὸν ζῆλον κινῶν ἀλλὰ νουθεσίαν προσεβάλλετο. Μὴ ἀδίκει, φησὶν, ἀδελφός ἐστιν, ὃν ἀδικεῖς. Προσεβάλλετο την προσηγορίαν, ἵνα δυσωπήσῃ τὴν πλεονεξίαν. ΙΙ. Τοῦ αὐτοῦ. ᾿Ανειλε Μωϋσῆς, οὐ θυμῷ εἴξας, οὐ δὲ ὀργῇ νικηθεὶς, ζήλῳ δέ· πᾶν δὲ, ὅ ἂν γένηται εἰς λόγον Θεοῦ εὐσέβεια. Κἂν φόνος ᾗ διὰ Θεὸν, οὐκ ἔστι φόνος. Ο γοῦν Φινεές δύο ἐν μιᾷ χειρὶ φονεύσας, ἤκουσεν· Ανέστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραύσις. Διάφορος γὰρ ἡ προαίρεσις φονέως, καὶ εὐσεβοῦντος, καὶ τὸ πρᾶγμα τὸ γενόμενον διὰ τοῦ Φινεές ἱερωσύνη μᾶλλον, ἢ φόνος. Τοσο οῦτον γὰρ ἴσχυσεν ὁ διπλοῦς οὗτος φόνος τοῦ θα νάτου ἐπινεμομένου τὸν Ἰσραὴλ δι' ἀσέβειαν, ὅπερ ἴσχυσε τὸ θυμιατήριον τοῦ πατρὸς Ααρών τοσοῦτον ἴσχυσε, φόνος, μᾶλλον δὲ ἡ εὐσέβεια. Καὶ μετ' ὀλίγα. "Α δὲ ἐποίει αίνιγμα ἦν ἀγνοου μέσων πραγμάτων. Τὸ γὰρ γινόμενον τοῦτο σημεῖον ἦν, ὅτι μέλλει ὁ Θεὸς διὰ Μωϋσέως Αἰγυπτίους ἀποκτενεῖν, τοὺς δὲ λεγομένους Ισραηλίτας σώζειν. Τοῦ αὐτοῦ (ν. 51). — Προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι. Ἐκ βασιλείων ἐξελθὼν ποιμὴν ἐν ἐργ μῳ ἐγένετο, καὶ οὐκ ἤχθετο. Εἴ τις γὰρ θέλει σῶσαι τὴν ἀγάπην καὶ τὸ φίλτρον τὸ περὶ Θεὸν, εἴτε ἐν πενίᾳ σώζεται, εἴτε ἐν πόλεσι διαφυλάττεται, εἴτε ἐν δεσμωτηρίῳ, οὐκ ἀγανακτεῖ. Ἔχεις τούτου ἐν τῇ Γραφῇ τὰ παραδείγματα. Ευσεβίου τῆς Ἐμίσσης. Ὑπεζύγιον ἄφωνον. Εἶτα σὺ μὲν ἀπαιτεῖς με φυλάξαι σοι ὑπακοὴν, αὐτὸς δὲ παρακοῦσαι τοῦ Θεοῦ οὐ φοβῇ. Καὶ σὺ μὲν ἀγανακτεῖς ὡς ὑπερορώμενος παρ' ἐμοῦ· αὐτὸς δὲ παρελθὼν τὴν κέλευσιν τοῦ Θεοῦ οὐκ εὐλαβήθης, διόπερ ὁ Ἀπόστολός φησιν ἐν τῇ Καθολικῇ, ὑποζύγιον ἄφωνο. ιν, Περὶ τῆς τῶν Εὐαγγελίων δια γωνίας,
col. 561–562page 14 of 14
PG 86:561Διόπερ ὁ ἀπόστολός φησιν ἐν τῇ Καθολικῇ, Κεφ. Γ'. «Έφυγε δὲ Μωσῆς ἐν τῷ λόγῳ τούτῳ.» Μηδεὶς ἡμῶν ἔστω φίλος τῶν τοῦ Θεοῦ ἐχθρῶν ὅσον γάρ τις ἀγαπᾷ τὸν Θεὸν, τοσοῦτον μισεῖ τοὺς ἀντικειμένους Θεῷ. Κεφ. Θ'. «Ηγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε.» Παρεδόθη τῇ τυφλότητι ὥσπερ στρατιώτη φυλάτε τεσθαι, μήπως ἐκ πολλῆς τῆς προλήψεως ἄρξηται λέγειν, ὅτι φαντασία τις γέγονε· καὶ τάχα παρ ἤκουσα τὴν φωνήν· καὶ πῶς ἄνωθεν ἔκραξεν, ὃν κάτω ἐγὼ ᾔδειν; Ἵν' οὖν μὴ τὰ τοιαῦτα μερίζηται ή διά νοια, παρεδόθη τῇ τυφλότητι. Κερ. Α'. «Διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Δοκεῖ μὲν οὖν ἁπλούστερον τὸν πρὸς Ἕλληνας ἐνίστασθαι λόγον· ὡς καθ' ἓν μόνον εἶδος ἀσεβείας τὴν εἰδωλολατρείαν ποιούμενος τὸν ἔλεγχον. Οὐ μὴν καὶ τοῖς ἀκριβέστερον θεωροῦσιν ἃ λέγει τοῦτο φα! νεται ποιῶν, ἀλλὰ πολὺ μᾶλλον πλατύνων τὴν κατ' αὐτῶν ἐπιτίμησιν ὡς ἐλλειπόντων ἀσε βείας εἶδος. Ι. Κεφ. Δ'. «Ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστιν.» Παραινεῖ μὴ σπουδαῖον ἡγεῖσθα: τὸ ἑαυτοὺς ἐκδι κεῖν· μηδὲ τὸ κρίνειν τοὺς ἡμαρτηκέναι δοκοῦντας μηδὲ ταράσσεσθαι τοῖς ἐπὶ τοῦ παρόντος τὰς τῶν θνητῶν ὄψεις διαλανθανόντων· ἐπείπερ αὐτὸς ὁ Κύ ριος ἐπιστὰς, τῶν μὲν ἀσεβῶν φωτίσει τὰ κρυπτὰ τοῦ σκότους· τῶν δὲ κοσμίων καὶ θεοσεβῶν δι' ἐπιείκειαν καὶ ἰδιοπραγμοσύνην, καὶ λανθανόντων τοὺς πολλούς φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· οἷς καὶ τὸν ἔπαινον γενήσεσθαί φησιν ἀπὸ τοῦ Θεοῦ..