PG 86Gregentius of Taphar
Disputation with Herbanus the Jew
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 621–622page 1 of 81
PG 86:621ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΓΡΗΓΕΝΤΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΓΕΝΟΜΕΝΟΥ ΤΕΦΡΩΝ, ΔΙΑΛΕΞΙΣ ΜΕΤΑ ΙΟΥΔΑΙΟΥ ΕΡΒΑΝ ΤΟΥΝΟΜΑ Τελεσθείσης ήδη τῆς προθεσμίας τῶν τεσταρά κοντα ἡμερῶν, παρεγένοντο οἱ Ἰουδαῖοι τοῦ διαλεχθῆναι, ὡς ἐκελεύσθησαν. Καὶ τῆς δοκιμασίας ἐν τῷ Θρελλέτῳ γεγονυίας (αυλη δὲ τοῦτο μεγίστη καὶ πρώτη τῶν βασιλειῶν ἐστι), πάσης τε τῆς τά ξεως ἀθροισθείσης παρούσης, καὶ τῆς ἱερᾶς συγ κλήτου, παρεγένετο ὁ βασιλεὺς ἅμα τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ. Καὶ καθεσθέντων αὐτῶν ἐπέστη περί κύκλῳ αὐτῶν πᾶσα ἡ πόλις αθρόως. Εἰσελθόντες οὖν καὶ οἱ Ἰουδαῖοι ἔστησαν Ἐρβᾶν ὡς ἡγούμενον τοῦ λόγου αὐτῶν. "Ην γὰρ αὐτὸς ἄκρα πεπαιδευμένος τόν τε νόμον, καὶ τὰς τῶν προφητών θείας δέλτους, τήν τε ἐκτάτευχον, καὶ τὰ περίλοιπα. Ὡς δὲ παρ έστη κύκλῳ αὐτοῦ τὸ πλῆθος τῶν Γραμματέων καὶ Φαρισαίων, καὶ νομοδιδασκάλων· ἐκ γὰρ πασῶν τῶν πόλεων ἦσαν συνηθροισμένοι οἱ μεγάλοι αὐτῶν, καὶ ὅσοι δυνατοὶ ἐν λόγῳ κατὰ τὴν πρόσταξιν τοῦ βασι λέως· σιγῆς δὲ γεγονυίας οὐ μικρᾶς, ὁ ἀρχιεπίσκο. τός φησι πρὸς αὐτὸν, ἤτοι πρὸς πᾶσαν τὴν συνα αγωγὴν τῶν Ἰουδαίων οι Ο ΑΓΙΟΣ ΑΡΧΙΕΠΙΚΟΠΟΣ. Τῆς νυκτός διελθούσ σης, καὶ τοῦ Ἡλίου ἀνατείλαντος τῆς δικαιοσύνης, δι᾿ ἣν αἰτίαν φιλονεικεῖτε τῷ φωτὶ αὐτοῦ ἐναντιούμενοι, καὶ μὴ πιστεύοντες εἰς αὐτόν; ΝΟΤΑ. Ερβᾶν τούνομα. Ερβἂν τοῦ νομοδιδασκάλου Έρθαν τούνομα νομοδιδάσκαλος
col. 623–624page 2 of 81
Congressus primus
PG 86:623ΕΡΒΑΝ. Εἰ οὖν ὁ Ἥλιος ἐξανέτειλε, καὶ ἡμεῖς οἱ εἰς τὸν Θεὸν τοῦ νόμου πιστεύοντες, ὡς σὺ φής, ἐναντιούμεθα τῷ φωτὶ αὐτοῦ, πίσω γε μᾶλλον ὑμεῖς τὰ ἀλλότρια ἔθνη, ἅτινα ἀλλότρια χρηματίζετε τοῦ Θεοσδότου νόμου ἡμῶν καὶ θείου; Και Ο ΑΓΙΟΣ. Τίνες εσμὲν ἄρα ἡμεῖς οἱ ἐξ ἐθνῶν, κτίσμα καὶ ποίημα; ΕΡΒΑΝ. Τοῦ Θεοῦ δηλονότι. Αὐτὸς γὰρ ἐποίησεν ἀμφοτέρους ἡμᾶς. Και Ο ΑΓΙΟΣ. Ποίαν οὖν προτίμησιν ὑμεῖς ὑπὲρ ἡμᾶς κέκτησθε; ΕΡΒΑΝ. Οταν ἔχομεν ὑπὲρ τοὺς Αἰγυπτίους. Καὶ Ο ΑΓΙΟΣ. Δεῖξον οὖν τὴν προτίμησιν. ΕΡΒΑΝ. Οὐκ ἔγνως τὰ μεγάλα θαυμάσια ἅπερ 600 β ἐν γῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν ἐρήμῳ, ὁ Θεὸς διὰ Μωσέως, τῇ ἐξόδῳ τοῦ Ἰσραήλ, ἑτερατούργησεν, πνίξας τοὺς Αἰγυπτίους ὑπὸ τὸ ὕδωρ, καὶ αὐτὸν διασώσας; Και Ο ΑΓΙΟΣ. Οὐδεμία διαφορὰ ὑμῶν καὶ τῶν Αἰγυπτίων. Ἐκείνους γὰρ ἔπνιξεν ἐν τῇ θαλάσση, καὶ ὑμᾶς κατέστρωσεν ἐν τῇ ἐρήμῳ· καὶ οἱ διαβάντες τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς, ἐν τῷ λιμένι ἐναυαγήσατε, κακῶς ἐν ἐρήμῳ τελέσαντες ἀπὸ γὰρ τῶν ἐξακοσίων καὶ ἐπέκεινα χιλιάδων τοῦ λαοῦ, Χαλὲς καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, οὗτοι μόνοι κατηξιώθησαν κληρονομῆσαι τὴν γῆν τῆς ἐπαγγελίας. Ιδε οὖν πῶς ὑμᾶς προετιμήσατο τῶν Αἰγυ πτίων ὁ Θεός. Και Ο ΕΡΒΑΝ. Καὶ τίνι τὸ μάννα ἐκ τοῦ οὐρα νοῦ ἔβρεξεν ἐν τῇ ἐρήμῳ, τῷ Ἰσραήλ, ἢ τοῖς Αἰγυο πτίοις; Και Ο ΑΓΙΟΣ. Σὺ ποῖον οἴει πεφηνέναι τιμιώτερον, τὰ ἐδώδιμα ἅπερ ἤσθιες ἐν τῇ Αἰγύπτῳ, ἢ τὸ μάννα ἐν τῇ ἐρήμῳ; ΕΡΒΑΝ. Τὸ μάννα δηλονότι. Καὶ Ο ΑΓΙΟΣ. Καὶ πῶς ἐστράφητε ἐν τῇ ἐρήμῳ τῇ διανοίᾳ ὑμῶν εἰς τὰ ὀπίσω, ἐπιθυμήσαντες κρομα μύων καὶ σκορόδων, τῶν ἐν τοῖς λέβησί τε ὑείων κρεῶν, καὶ πάσης τῆς Αἰγυπτίων τροφῆς, μισήσαντες τὸ μάννα; ΕΡΒΑΝ. Κακώς κατέστρεψαν οἱ πατέρες ἡμῶν ἐκοντὶ τὰς βίβλους τοῦ Ἰσραὴλ εἰς τὴν Ἑλλάδαγλῶσσαν, ἵνα ταύταις εμφιλοχωροῦντες ὑμεῖς ἐπισ στομίζητε πάντας ἡμᾶς. Καὶ Ο ΑΓΙΟΣ. Εωρακώς ὁ Θεὸς ὅτι οὐκ εὐδοκιμεῖτε ἐν αὐταῖς, πολυτρόπως ἡμῖν ταύτας ἐταμιεύσατο. Και Ο ΕΡΒΑΝ. Εἴπερ οὐκ εὐδοκιμήσαμεν, ὡς σὺ φής, πόθεν κατάγονται οἱ προφῆται; Κα! Ο ΑΓΙΟΣ. Οἱ προφῆται παρὰ Κυρίου, ὡς ἄγγελοί τινες πρὸς ἡμᾶς ἀπεστάλησαν, σαφηνίζοντες ἡμῖν τοῦ παντοκράτορὸς τὸ θέλημά τε καὶ βού λημα, ἐπεὶ ἐξ ὑμῶν οὐκ ἐχρημάτισαν. ΝΟΤΑ. ΕΡΒΑΝ. Μωσῆς καὶ Ααρών, καὶ Ἰησοῦς, καὶ Τίνες. τίνος.
col. 625–626page 3 of 81
PG 86:625Σαμψών, και Σαμουήλ, καὶ Δαυίδ, καὶ οἱ μετ' αὐτοὺς, ἆρα οὐκ εἰσὶ σπέρμα Αβραάμ; Και Ο ΑΓΙΟΣ. ημὶ κἀγώ, σπέρμα τοῦ ᾽Αβραὰμ ἀληθῶς εἰσι. Καὶ γὰρ αὐτοὶ τὰ ἔργα τοῦ ᾿Αβραὰμ ἐπεδείξαντο, καὶ δικαίως υἱοὶ αὐτοῦ ὀνομάζονται ὑμεῖς δὲ πόρρω ἀπέχετε τῶν δικαιοπραγιῶν τοῦ Αβραάμ. Εντεῦθεν οὖν κατέπαυσεν ὁ Θεὸς τὰ ὑμῶν, καὶ ἡμᾶς ἐξανέστησε τοῦ εἶναι τέκνα τοῦ ᾿Αβραάμ. Εἰρήκει γὰρ πρὸς αὐτὸν ὁ Θεός· Καὶ εὐλογηθής σονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ἰδοὺ οὖν λελάληκε, καὶ ἐγένετο. Ἀπὸ γὰρ τῶν περάτων τῆς οἰκουμένης πιστεύσαντες λαοί, φυλαὶ καὶ γλῶσσαι, εἰς Πατέρα, καὶ Υἱὸν, καὶ Πνεῦμα ἅγιον, εὐλογοῦνται παρὰ τοῦ Παντοκράτορος, διὰ τὴν καλὴν πίστιν αὐτῶν, σὺν τῷ πιστῷ αὐτοῦ καὶ τιμίῳ θεράποντι Αβραάμ. ΕΡΒΑΝ. Πόθεν οὖν ἐξελάσεσθε Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα πιστεύειν, καὶ εἰσφέρετε εἰς τὸ μέσον τρεῖς θεοὺς ἀλλοκότους; Και Ο ΑΓΙΟΣ. Ὡς βλέποντες τοῖς διανοίας ὀφθαλμοὶ;, οὕτω φρονοῦμεν· τὸν Θεὸν ἕνα ἐν τρισὶ προσ ώποις, καὶ τρισὶν ὑποστάσεσι. Τρεῖς δὲ θεοὺς ὁ εἰσφέρων, ἐπικατάρατος. Τὸν γὰρ νοῦν τοῦ παντοκράτορος, ὡς αἴτιον πάντων, Πατέρα ὀνομάζομεν τὸν δὲ Λόγον, ὡς ἀπὸ τοῦ νοῦ γενόμενον, Υἱὸν ἀξίως προσαγορεύομεν· τὸ δὲ Πνεῦμα τὸ ἅγιον ὡς ἐκ τοῦ νοῦ ἐκπορευόμενον, ἐν δὲ τῷ λόγῳ ἀναπαυόμενον, καὶ ζωὴν τοῖς πᾶσι παρεχόμενον, Πνεῦμα ὀνομάζομεν. ΕΡΒΑΝ. Τῷ Μωϋσῃ καὶ τοῖς προφήταις πῶς οὐκ ἐξέθετο ὁ Θεὸς πιστεύειν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, ἀλλ᾽ ἢ μόνοις ὑμῖν νεωστὶ τοῦτο ἐξευρηκόσιν, ὡς ὑμεῖς φατε; ο Ο ΑΓΙΟΣ. Τῷ ᾽Αβραὰμ μὲν ἐν τύπῳ ὑπέδειξεν ὁ Θεὸς, ὅτι υἱὸν ἔχει, καὶ ὅτι μέλλει ἄνθρωπος γένε σθαι, καὶ ὅτι μέλλει σφαγιάζεσθαι, καὶ ὅτι μέλλει ἀποθνήσκειν, καὶ οὐκ ἀποθνήσκειν. Τὸν γὰρ Ἰσαάκ, δι' ἀγάπην Θεοῦ προσταχθεὶς σφαγιάσαι ᾿Αβραάμ, τῇ προαιρέσει ἔσφαξεν, καὶ οὐκ ἔσφαξεν, ἐτελείωσε, καὶ οὐκ ἐτελείωσε. Ζῶντα γὰρ αὐτὸν ἐκ τῶν ἀπροσδοκήτων ὑπέστρεψεν. Οὕτω καὶ Κύριος ὁ Θεὸς ἔσφα ξε τὸν Υἱὸν αὐτοῦ ὑπὲρ τῆς σωτηρίας τοῦ κόσμου ἀλλά γε τῇ τρίτῃ ἡμέρᾳ ἀναστὰς κἂν ἐσφάγη, οὐκ ἐσφάγη· κἂν ἀπέθανεν, οὐκ ἀπέθανεν· ἐνίκησε γὰρ τὴν σφαγὴν, καὶ ἡττήσας τῷ θανάτῳ τὸν θάνατον, ὡς Θεὸς ἀληθὴς καὶ τέλειος ἄνθρωπος, ἔδειξεν ἐν ἀληθείᾳ, ὅτι Υἱὸς ἦν Θεοῦ. Καὶ ὁ Μωσῆς δὲ λέγει ἐν τῇ Κοσμοποιίᾳ ἐμφαίνων τὸν Υἱὸν τοῦ Θεοῦ· Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεός. Κύριος ὁ Υἱός, Θεὸς ὁ Πατὴρ, καὶ ὅπερ λελάληκε, τὸ Πνεῦμα τὸ ἅγιον ἐστιν· ὁ γὰρ λόγος ἄνευ πνεύματος ξηρὸς οὐκ οἶδε προσέρχεσθαι. ΕΡΒΑΝ. Καὶ εἰ οὕτως ἐστί, δι' ἣν αἰτίαν λελάληκεν ὁ Θεὸς τῷ οἰκείῳ στόματι αὐτοῦ τῷ λαῷ ἐν τῇ ἐρήμῳ τὴν λεγομένην Δεκάλογον, ἐν οἷς τὸ πρῶτων ῥῆμα αὐτοῦ τοιοῦτον· “Ακουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἰς ἐστιν, καὶ πλὴν αὐτοῦ οὐκ ἔστι θεὸς ἕτερος.
col. 627–628page 4 of 81
PG 86:627ἡ Και Ο ΑΓΙΟΣ. Ὁμολογῶ καὶ αὐτὸς ὅτι οὕτως ἔχει· ὁπόταν γὰρ εἴπῃ, Κύριος, τὸν Λόγον αὐτοῦ, καὶ τὸν Υἱὸν ὀνομάζων παρεμφαίνει· καὶ ὁπόταν λέξη τὸν ὁ Θεὸς εἰς ἐστι, σὺν τῷ λόγῳ τούτω, Πατήρ Πνεῦμα ἅγιον οὐ δοκεί σοι ἔχειν νοῦν τὸν Θεὸν, καθά σοι προείρηκα; Οὐ δοκεῖ σοι ἔχειν αὐτὸν και Λόγον; Οὐκοῦν οὐκ ἔστι καὶ Πνεῦμα; Ταῦτα ἡμεῖς τα τρία πρόσωπα ἐκλαμβάνομεν, ἕκαστον πρόσωπον τὴν ἰδίαν ὑπόστασιν ἔχειν πιστεύοντες. Συντελοῦσι δὲ τὰ τρία πρόσωτα εἰς μίαν καὶ τὴν θεότητα. Τριά δα οὖν ὁμολογοῦμεν προσώπων, ἤτοι ὑποστάσεων ἐν μια τῇ αὐτῇ θεότητι, ἕνα Θεὸν τὰ ἑκάτερα πιστεύοντες. Μαρτυρεῖ γάρ μου τῷ ῥήματι καὶ ὁ θεοπάτωρ Δαβίδ, ἀληθεύων καθώσπερ κἀγὼ ἀποφθέγγομαι Τῷ λόγῳ Κυρίου, φάσκων, οἱ οὐρανοὶ ἐστερεώθησαν· οὗτος ὁ Λόγος ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύνα μις αὐτῶν. Τοῦτο τὸ πνεῦμα δ λέγει, ὅτι τοῦ στό ματος αὐτοῦ, τοῦτό ἐστι τὸ Πνεῦμα τὸ ἅγιον. ΕΡΒΑΝ. Καὶ τίς ἡ χρεία πολυπραγμονεῖν τὴν θεότητα, καὶ τριάζειν αὐτὴν μίαν χρηματίζουσαν; Και Ο ΑΓΙΟΣ. Δαβίδ τριάζει αὐτὴν, κἀγὼ μὴ τριάσω; "Ορα δὲ τὴν σύνθεσιν τοῦ λόγου. Ὑμεῖς μὲν οἱ Ἰουδαῖοι ὁμολογοῦντες τὴν θεότητα μονωτάτην, πενίαν ἐκφέροντες τῇ αὐτῆς ἁπλότητι, εὐτελῶς τὰ περὶ τῆς θεότητος διατιθέμενοι· οἵ τε Έλληνες τοῖς ματαίοις εἰδώλοις προσκυνοῦντες καὶ πληθύνοντες την θεότητα, πολλοῖς θεοῖς ἐξ ἀνάγκης προσκείμενοι ἐναντιουμένοις ἀλλήλοις, εἰς τὴν ἀπάτην τῆς εἰδω λολατρείας ἐκκυλίονται. Ἡμεῖς δὲ οἱ Χριστιανοὶ τριάζοντες τὴν θεότητα, υπέρογκον αὐτὴν ἐν πλού τῳ καὶ δυναστείᾳ κηρύσσομεν· ἕνα Θεὸν τὸ τριαδικὸν ὁμολογοῦντες κράτος, ὑμῶν τὴν πενηθείαν, κακείνων τὴν πολυθείαν, ἐξ ἴσης ἀποκρουόμενοι δια φεύγομεν. Βλέπεις οὖν σύνεσιν Χριστιανῶν. ΕΡΒΑΝ. Καλῶς μὲν φάσκεις, καὶ οὐκ ἔχομεν περὶ τοῦτο τοιονοῦν ἀντιφθέγξασθαι. Πλὴν ἄκουσον τοῦ Θεοῦ λέγοντος, ἐν τῷ διαμαρτύρασθαι τὸν Ἰσραήλ, ὅτι φιλεῖται ὑπ' αὐτοῦ· Πρωτότοκός μου, φησὶν, δ υἱὸς Ισραήλ· καὶ ἔπειτα· Εξ Αἰγύπτου εκάλεσα τὸν υἱόν μου. Εἰ τοίνυν πρωτότοκον αὐτὸν ἑαυτοῦ ὀνομάζει υἱὸν ὁ Θεὸς, πῶς ὑμεῖς τὰ πεπλανημένα ἔθνη τὰ μὴ νόμον ἔχοντα, ἡγεῖσθε αὐτὸν τὸν Ἰσραήλ, ὥσπερ κάθαρμα, καὶ μιαρόν τινα, καὶ ἀκάθαρτον, ὀφείλοντες τιμᾶν αὐτὸν μᾶλλον, ἢ ἀτιμάζειν; Και Ο ΑΓΙΟΣ. Οὐκ ἀρνούμεθα ὅτι πρωτότοκος Ἰσραὴλ ᾖ. Ἐν ἀληθείᾳ γὰρ πρωτότοκος, καὶ οὐκ ἔνι τοῦ διαψεύσασθαι. Καὶ ὅτι ἐξ Αἰγύπτου ἐπὶ τὴν Παλαιστίνην ἐκλήθητε δουλείας ἀπαλλαγέντες, οἶμαι τοῦτο κἀγὼ σφόδρα. Πλὴν ἑπτέρνισεν ὁ νεώτερος υἱὸς τὸν πρεσβύτερον. Ναί, ἢ οὐχί; Τά τε πρωτοτό Σύνθεσιν. σύνεσιν.
col. 629–630page 5 of 81
PG 86:629κια αὐτοῦ εἴληφεν· ἦρε καὶ τὴν εὐλογίαν αὐτοῦ, καὶ ἀπέδρα ἀπὸ προσώπου τῆς νομικής λατρείας εἰς ἄλλην χώραν. Εἰς τὴν θάρευτον φημί, ἔκθε σιν τῆς τιμίας πίστεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. ΕΡΒΑΝ. Ὁ Ἰακὼβ ἐπτέρνισε τὴν Ἡσαῦ μᾶλ λον. Καὶ ἵνα τῇ αὐτὸς ἀλλότριον πτερνισμὸν περι εποιήσω; Και Ο ΑΓΙΟΣ. Προοίμιον ἦν ὁ πτερισμὸς ἐκεῖνος τοῦ ἡμετέρου πτερνισμοῦ· ἐκεῖ γὰρ ὁ νεώτερος υἱὸς τὸν πρεσβύτερον ἐπτέρνισεν· ἐνταῦθα γὰρ ὁ νεώτερος ὄχλος τὸν πρεσβύτερον λαὸν ἐπτέρνισεν. ΕΡΒΑΝ. Εἰς τί οὖν ἐπτερνίσατε; Μὴ Ιουδαΐσατε, καὶ ἡμεῖς ἑλληνίζομεν; Οὐχὶ ῾Εβραίοι έσμεν, καὶ ὑμεῖς οὐχὶ ἔθνη ἐστὲ, ὥσπερ ἦτε; Καὶ Ο ΑΓΙΟΣ. Αλλ᾽ ἀπέστειλεν ὁ Θεὸς τὸν μονο γενῆ αὐτοῦ Υἱὸν ἐκ τοῦ οὐρανοῦ πρὸς ὑμᾶς, καὶ οὐχ ὑπεδέξασθε αὐτόν. Εἶασεν ὑμᾶς ὁ Θεὸς ὡς ἀσε θεῖς καὶ παρανόμους, καὶ ἦλθεν πρὸς ἡμᾶς, καὶ ὑπεδεξάμεθα αὐτόν· καὶ ἦρε τὰ ὑμῶν ἅπαντα, καὶ ἔδωκεν ἡμῖν. Ὑμᾶς δὲ ἐξέστησέ τε καὶ ἐσκόρπισεν εἰς τὰ πέρατα τῆς οἰκουμένης, καὶ ἀπηλλοτριώθη ἀπ' αὐτοῦ. ΕΡΒΑΝ. Καὶ τίνα ἀφείλετο ἐξ ἡμῶν, καὶ ἔδωκέν ὑμῖν; Και Ο ΑΓΙΟΣ. Ηρεν ἐξ ὑμῶν ἐν πρώτοις τὸ βα σίλειον, ἦρε τὸν νόμον, ἦρε τοὺς προφήτας, τὰς λατρείας, τὰς θυσίας· ἦρεν ὑμῶν τὴν πόλιν, τὸ ἱερὸν, τὸ Σινὰ ὄρος, τὴν βάτον· καὶ ἁπλῶς εἰπεῖν, πᾶν ὅ τι τίμιον ὑμῖν προσῆν, τοῦτο ἦρεν ἐξ ὑμῶν, ο καὶ παρέδωκεν ἡμῖν τοῖς Χριστιανοῖς. Ὑμᾶς δὲ, καθώς λελάληκεν ἐν τῷ Δευτερονομίῳ· Οτι δια σπερῶ αὐτοὺς, διέσπειρε, καί· "Ότι καταπαύσω ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν. Ορᾷς πάντα ὅτι κατέπαυσεν. ΕΡΒΑΝ. Τὸν Ναζωραίον λέγεις, ὅτι μονογενής Υἱὸς τοῦ Θεοῦ ἐστιν; Ἐκεῖνος ἄνθρωπος ἐχρημάτιζεν, ἐξ οὗ καὶ ἀπέκτειναν αὐτὸν ὡς κακοῦργον οι πατέρες ἡμῶν. Καὶ Ο ΑΓΙΟΣ. Οὐκ ἀπέκτειναν οὕτως ἁπλῶς ὡς σὺ ὑπαγορεύεις· ἀλλὰ μᾶλλον νεκροὺς ἤγειρεν, ὧν εἷς ἐστι καὶ ὁ τετραήμερος Λάζαρος ὁ μακάριος. ΕΡΒΑΝ. Ο τὸν Λάζαρον ἀναστήσας, ὡς σὺ φής, ποίῳ αὐτὸς τρόπῳ σταυρωθεὶς ἀπέθανεν; Καὶ Ο ΑΓΙΟΣ. 'Ανωτέρω ἐπληροφορήθης ὅτι ἐστὶν Υἱὸς τοῦ Θεοῦ, καὶ ἐνταῦθα λέγεις, ὅτι ὁ Ναζωραίος, ὅτι οὐκ ἔστιν Υἱός τοῦ Θεοῦ. ΕΡΒΑΝ. Είρηκας ὅτι Τρισσεύομεν την θεότητα, καὶ οὐκ ἔχων (β) περὶ τούτου ἀντίῤῥησιν. Ἐνταῦθα δὲ τὸν κατάκριτον λέγεις εἶναι τὸν Λόγον τοῦ Θεοῦ, ἐν ἐπίσταται τὰ πέρατα τῆς οἰκουμένης, ὅτι ἐσταυρώθη καὶ ἀπέθανεν. Και Ο ΑΓΙΟΣ. Καθά προεμαρτύρατο ὁ νόμος καὶ ΝΟΤΑ. Θάρευτον. Θεόῤῥητον, θεάρεστον. 'Απηλλοτριώθη. Απηλλοτριώθητε. 10 Εχων. έχεις.
col. 631–632page 6 of 81
PG 86:631οἱ προφῆται, ἐσαρκώθη, ἐσταυρώθη, ἀπέθανε τῇ σαρκί, οὐ τῇ θεότητι, καὶ ἀνέστη μετὰ τὴν τρίτην ἡμέραν. ΕΡΒΑΝ. Λέγε λοιπὸν τὰς ἀποδείξεις, που, καὶ οἷα, καὶ ὁπόσα ἐμαρτύραντο. Και Ο ΑΓΙΟΣ. Μωϋσῆς ὁ προφήτης λέγει· Προ φήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ. "Εσται οὖν, πᾶσα ψυχή, ἥτις οὐκ ἀκούσει τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς. Τίς οὖν ἐστιν ὁ προφήτης ἐκεῖνος, περὶ οὗ εἴρηκεν; ΕΡΒΑΝ. Πάντως περὶ τοῦ Δαβὶδ λέγει. Οὐδεὶς γὰρ ἀπὸ τοῦ Μωσέως εἰς τοῦτον ἐγήγερται· μὴ γέ νοιτο! Και Ο ΑΓΙΟΣ. 'Αρα οὖν ὡς Μωσῆς, ἐστὶ καὶ Δαβίδ; Οὐδαμῶς· ὅτι ὁ μὲν, προφήτης και νομο θέτης, οὐ βασιλεὺς δὲ, τὸν λαὸν ἐξήγαγεν ἐκ γῆς Αἰγύπτου, καὶ πλάκας ἐξ οὐρανοῦ ἐδέξατο, καὶ μάννα έθρεψε τοὺς υἱοὺς Ἰσραήλ· ὁ δὲ ἐκ πενίας ἀνήχθη εἰς βασιλείαν, καὶ πολέμοις σχολάσας, Ψαλ τήριόν τε συντεθεικώς, τέλει τοῦ βίου ἐχρήσατο. Πῶς οὖν Δαβὶδ κατὰ Μωσέα; Οὐδαμῶς. ΕΡΒΑΝ. "Αρχοντες λαοῦ ἀμφότεροι, καὶ προφῆται τοῦ αὐτοῦ καὶ ἑνὸς λαοῦ. Και Ο ΑΓΙΟΣ. Δαβὶδ ἐν φόνῳ καὶ μοιχείᾳ ὠλίσθησε, Μωσῆς δὲ ἐπὶ τούτοις οὐδαμῶς. ΕΡΒΑΝ. Και Μωσῆς φόνον εἰργάσατο, καὶ οὐ μοιχείαν. Καὶ Ο ΑΓΙΟΣ. Αλλόφυλον Μωσῆς ἀποκτείνας, ἀθῶος φόνου κεχρημάτικεν. ΕΡΒΑΝ. Περὶ Χριστοῦ μοι λέγε, καὶ παρέασον τοὺς προφήτας. Καὶ Ο ΑΓΙΟΣ. Μωσής λέγει· "Οψεσθε τὴν ζωήν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλῶν ἡμῶν ΕΡΒΑΝ. Τίς ἐστιν ἡ ζωή, καὶ ποῦ ἄρ᾽ ἐκρεμάσθη; Καὶ Ο ΑΓΙΟΣ. Ἰησοῦς ἐστιν ὁ Χριστὸς ἡ ζωὴ, ὃν ἐπὶ ξύλου ὑμεῖς ἐκρεμάσατε ἐν τῷ σταυρῷ, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. ΕΡΒΑΝ. Μαϋσῆς οὐ περὶ τούτου εἴρηκεν, ὅτι "Οψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀλλὰ περὶ τῆς συνεχούς αἰχμαλωσίας, καὶ τῆς ὑπαγωγῆς αὐτ τῶν, ἣν ἔμελλον ὑποφέρειν προϊόντος τοῦ χρόνου ὑπὸ τῶν ἐναντίων. Τὸ γὰρ, Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, τοῦτο δηλοί, ἢ, ἀπαγόμενοι ἐν αἰχμα Ημῶν. Ὑμῶν. λωσίᾳ, δυστυχῶς ἕξετε περὶ τῆς ζωῆς ὑμῶν, ἢν ἀποκτενοῦσιν ὑμᾶς οἱ ἀπάγοντες, ἢ περιποιήσονται. Και Ο ΑΓΙΟΣ. Ανώμαλον ῥῆμα συνεισάγεις τῷ βήματι. Κρεμαμένην γὰρ εἴρηκε τὴν ζωὴν ὅτι ὄψεσθε. Πᾶν δὲ τὸ κρεμάμενον, ἢ σῶμα, ἡ ὕλη τίς ἐστιν· ἅτινα ἄνευ τοῦ κατέχοντος βίᾳ, οὐ κρέμανται. Αφ' ἑαυτῶν γὰρ κρεμασθῆναι οὐ δύνανται. Αναμ φίβολον τοιγαροῦν ἐστιν, ὅτι περὶ τῆς ἀνθρωπότητος τοῦ μονογενοῦς Υἱοῦ τοῦτο εἴρηκεν, ὅτι μέλλει κρε μασθῆναι σαρκὶ ἐπὶ ξύλου τοῦ σταυροῦ. ΝΟΤΑ.
col. 633–634page 7 of 81
PG 86:633ΕΡΒΑΝ. "Ον τρόπον σὺ τοῖς ἐμοῖς οὐ πείθῃ, πα ραπλησίως οὐδὲ ἐγὼ τοῖς σοῖς πείθομαι. Και Ο ΑΓΙΟΣ. Ἰακὼβ ἐπευλογῶν τοὺς υἱοὺς αὐτ τοῦ εἶπεν· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ 8 ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν. Τί οὖν λέγεις περὶ τούτου; ἄρα γε οὐκ ἔστι ταῦτα; ΕΡΒΑΝ. Οίδαμεν ὅτι μέλλει παραγίνεσθαι, ἀλλ' οὔπω ἶπεν· ὁπόταν δὲ ἔλθῃ, πιστεύσομεν εἰς αὐτόν. Και Ο ΑΓΙΟΣ. Μεστὸς εἶ ἀνοίας· προσέχεις ότι λέγει, Προσδοκία ἐθνῶν ὁ ἐρχόμενος· καὶ λέγεις, Οὔπω ἦλθεν. Εἰ οὖν οὐκ ἐπίστευσαν τὰ ἔθνη εἰς αὐτὸν, καθὼς εἶπεν ὁ Ἰακώβ, εὐλόγως ἂν λέγει ὅτι οὐ παρεγένετο. Εἰ δὲ κατὰ τὴν προφητείαν τοῦ πατριάρχου, τὰ ἔθνη ἤλπισαν εἰς αὐτὸν, πρόδηλον ὅτι καὶ ἐλήλυθε, καὶ μάτην ληρεῖτε ὑμεῖς, ματαιο πονούμενοι. ΕΡΒΑΝ. Θαυμάζω ὅτι ἐπ' ἀτιμίᾳ τοῦ προσώπου αὐτοῦ Θεὸς ἐσαρκώθη, δι' οὐδὲν ἔτερον εἰσελθὼν εἰς τὸν κόσμον τι, μὴ ἵνα συλληφθῇ, καὶ αὐξηθῇ γεννηθεὶς, καὶ πραθείς, καὶ κρατηθεὶς, καὶ φυλακισθεὶς, καὶ σταυρωθείς, καὶ πιὼν ὄξος καὶ χολὴν, καὶ λόγχῃ νυγεὶς τὴν πλευρὰν, καὶ κεκραγὼς ἀποθανών. Θαυ μάζω ὅτι διὰ ταῦτα, ὦ ἀρχιεπίσκοπε, ὡς σὺ φάσκεις, παρεγένετο. "Αμεινον ὅτι οὐδ᾽ ὑμεῖς οἱ Χριστιανοὶ ἐπίστασθε τίνα εἰσὶν, ἅπερ νῦν διαγορεύετε. Και Ο ΑΓΙΟΣ. Ναὶ ἐπ' ἀτιμίᾳ τοῦ προσώπου αὐτοῦ Έκεν, ἵνα διὰ τῆς ἀτιμίας αὐτοῦ τιμηθῶσιν οἱ πιο στεύοντες εἰς αὐτὸν, ῥυσθέντες τῆς ἀτιμίας, τῆς ἐν Ἐδὲμ παραβάσεως· πλὴν Ἱερεμίας τί λέγων, προ φητεύει περὶ τῆς αὐτοῦ ἐνδόξου παρουσίας, Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτ τόν· ἐξεῖρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ; ΕΡΒΑΝ. Περὶ τοῦ Θεοῦ τοῦ νόμου πάντος τοῦτο ἔφησε· καὶ ἐμοὶ εἰς βοήθειαν άρμόττει αὕτη ἡ λέ ξις· πᾶσαν γὰρ ὁδὸν ἐπιστήμης ἡμῖν τοῖς υἱοῖς Ἰακὼβ ἐξευρὼν δέδωκεν ὁ Θεὸς ὡς ἀγαπητοῖς αὐτ τοῦ καὶ τέκνοις, καὶ κληρονόμοις. Και Ο ΑΓΙΟΣ. Ἰσραὴλ ὁ ἡγαπημένος, ὁ Κύριός μου πέφυκεν, ὦ ἀνοήτε, καὶ Ἰακὼβ τὸ παιδίον, Ἰη ο σοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ ἐστιν. Ὑμᾶς δὲ υἱούς ἀλλοτρίους διὰ Δαβὶδ κατωνόμασε, καὶ διὰ Ἰωάννου, γεννήματα εχιδνῶν. Καὶ εἰ ἀπιστεῖς, ὦ ἀσύνετε, τὸ ἑξῆς τοῦ στίχου σκόπησον· Μετὰ δὲ ταῦτα, φησὶν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Μετὰ ποια ταῦτα; Μετὰ τὸ τὸν νόμον δοῦναι, μετὰ τὸ προφήτας παρασχεῖν, μετὰ τὸ τελέ σαι πάντα ὅσα ἐν τῷ νόμῳ ἠθέλησεν. ΕΡΒΑΝ. Ὑποτοπάζεις ὅτι ἐκεῖνος ἐστιν ὁ Θεὸς ἡμῶν, περὶ οὗ εἶπεν ὁ προφήτης, ὅτι οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν; Και Ο ΑΓΙΟΣ. Προσέχεις ότι λέγει, Οὗτος ὁ Θεὸς ῾Ο ἀπόκειται. Τὰ ἀποκείμενα αὐτῇ. ο ΝΟΤΑ. λέγει. Ελεγες λέγεις.
col. 635–636page 8 of 81
PG 86:635ἡμῶν, καὶ ὅτι ἐκεῖνος αὐτὸς μετὰ ταῦτα, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη καὶ λέγεις, Ὑποτοπάζεις; Πῶς δὲ ὤφθη τοῖς ἀνθρώποις; Γυμνῇ τῇ θεότητι; Οὐδαμῶς. Τίς γὰρ δύνα ται γυμνὸν τῇ οὐσία, ὡς ἔστι, θεάσασθαι; Οὐδεὶς, οἶμαι, εἰ μὴ πάντως ἐθελουσίως ἐγένετο ἄνθρωπος. ΕΡΒΑΝ. Προλαβών εἴρηκα, ὅτι ἐπ' ἀτιμίᾳ καὶ θέρει αὐτοῦ εἰς τὸν κόσμον παρεγένετο.. Και Ο ΑΓΙΟΣ. Υβρις ἐστὶ τοῦτο, τυφλέ, ὅτι τοὺς λεπροὺς ὑμῶν, ἄθλιε, ἐκαθάρισε παραγενόμενος; ὅτι πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἀπὸ τῶν ἀσθενούντων ἐν ὑμῖν ἐφυγάδευσε, καὶ τὰ πλήθη τῶν δαιμόνων ἀπήλασεν; ὅτι ἐπὶ θαλάσσης ἐπέζευσε, καὶ ἐκ πέντε ἄρτων πεντακισχιλίους διέθρεψε καὶ ἐχόρτασε; Καὶ ἐπὶ τούτοις πᾶσιν οὐ προσεσχήκατε αὐτῷ· τοὐναντίον δὴ μᾶλλον θλίψαντες αὐτὸν, κατο εκρίνατε μάτην, καὶ ἐσταυρώσατε. Διὰ τοῦτο οὖν φάσκεις, ὅτι ἡτιμάσθη. Διὰ τοῦτο οὖν μᾶλλον ἢν έσχετο ἀτιμασθῆναι, ἵνα ἐκ τούτου φανῇ καὶ ἡ ὑμετέρα. κακία, ἣν ἐκτὸς αὐτοῦ ἐν τῇ καρδίᾳ περιφέρετε ἀεὶ, δι' ἧς καὶ πρὸ τοῦ γενέσθαι αὐτὸν εἰς ὑμᾶς, τὸν Ναβουθὲ ἐλιθοβολήσατε, τὸν Ἠλίαν τῷ φοβερῷ ἐμβρι θήματι ἐδιώξατε τεσσαράκοντα ἡμερῶν ὁδὸν, τὸν Ησαΐαν ἐπρίσατε, τὸν Ἱερεμίαν ἐν βορβόρι ηκοντίσατε, τὸ πλῆθος τῶν νηπίων κατεσφάξατε, τὸν Ζαχαρίαν ἀνείλετε, τὸν Ἰωάννην ἀπεκεφαλίσατε. Τί ὅτι καὶ τὸν Δεσπότην αὐτῶν ἐφονεύσατε; ΕΞ γὰρ λέγειν τὰ λοιπά. Πῶς οὖν λέγεις ὅτι ἐπ' ἀτιμία αὐτοῦ παρεγένετο; ΕΡΒΑΝ. Θεὸς ὢν, διὰ τί, ἐπεὶ ἠδύνατο, οὐκ ἀν εβάλλετο τὸν σταυρόν; Και Ο ΑΓΙΟΣ. Εἰ ἀνεβάλλετο, πῶς ἤμελλον πλη ροῦσθαι αἱ προφητείαι; ΕΡΒΑΝ. 'Ανάγγειλον δέ μοι περὶ τοῦ σταυροῦ τὰς προφητείας, καὶ ποῖοι προφῆται περὶ τούτου λελαλήκασιν. Και Ο ΑΓΙΟΣ. Προδηλοποιῶν τὸν σταυρὸν ὁ Θεὸς, ξύλῳ τῷ τῆς κιβωτοῦ ἔσωσεν, ἐπὶ τοῦ Νῶς, τὸ τῶν ἀνθρώπων κατάλειμμα. Ξύλον γὰρ ἡ κιβωτός, καὶ ξύλον ὁ σταυρός. Η κιβωτός τότε τοὺς πιστεύσαντας ὅτι ἔσται κατακλυσμός πανωλέθριος, καὶ εἰσελθόντας ἐν αὐτῷ παραδόξως διέσωσε. Καὶ ὁ σταυρὸς ὁ τίμιος δ τοὺς προσκυνοῦντας αὐτὸν, καὶ πιστεύοντας εἰς τὸν ἐν αὐτῷ παγέντα, λυτροῦται ἐκ τῆς τυραννίδος τοῦ Σατανᾶ, καὶ τῆς αἰωνίου κολάσεως. Καὶ τὸ φυτὸν δὲ τοῦ Σαβέκ, ἐν ᾧ ἦν προσδεθεὶς ἐπὶ τοῦ ᾽Αβραὰμ, σωτηρίαν τῷ Ἰσαὰκ πορησάμενος, τὸν σταυρὸν προ ετύπου τὸν τίμιον· ὁ μὲν γὰρ κριὸς τὴν τοῦ Θεοῦ Λόγου προσηλωθεῖσαν σάρκα τῷ σταυρῷ προετύπου, τὸ δὲ φυτὸν τοῦ Σαβὲκ ἐδήλου τον σταυρόν. ΕΡΒΑΝ. Πολλὰ σὺ μεμαθηκώς, εὐθέτως ἐτυμολο γεῖς τὰ συμφέροντα. ΝΟΤΑ. Εμβριθήματι. έμβριμήματι. Εν ᾧ ἦν. κριλ,
col. 637–638page 9 of 81
PG 86:637Κα. Ο ΑΓΙΟΣ. Ἐγὼ μὲν οὐκ ἐτυμολογῶ, ἀλλ᾽ οὖν ἀπὸ τῆς σῆς Γραφῆς πείθω σε τέως τῆς ἀληθείας ἀντεχομένης· πρόσεχε δὲ τοῖς λεγομένοις. Ἰακὼβ ὁ πατριάρχης μέλλων εὐλογεῖν τοὺς υἱοὺς αὐτοῦ, οὐχὶ ὀλίγον ἀνασχὼν ἀπὸ τῆς κλίνης ἐν ᾗ κατέκειτο, καὶ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ ἐπιστηριχθείς, ἥτις ἐδήλου τὸν τίμιον σταυρὸν, ἐν τῷ σταυροῦν τὰς χεῖ ρας αὐτοῦ, οὕτως εὐλόγει αὐτούς; Οὐχὶ τὸν πρῶτον καταλιπών, ὅστις ἦν εἰκὼν τοῦ ὑμετέρου λαοῦ, ἐπὶ τὸν δεύτερον τὸ πᾶν τῆς εὐλογίας παρέτεινεν, ὅστις ἦν εἰκὼν τοῦ τῶν Χριστιανῶν λαοῦ; Τὸ ἐπὶ τῷ Ἰω σὴφ πραχθέν σοι ὑπαγορεύω. Τοῦ Μωσέως ἡ ῥάβδος, δι' ἧς ἐτέλει σημεῖα καὶ τέρατα, οὐχὶ τὸν σταυρὸν ἐτύπου; Τὸ ξύλον ὃ ἔβαλεν Μωσῆς ἐν Μαρᾶς, καὶ ἐγλυκάνθη τὸ ὕδωρ, οὐχὶ τὸν σταυρὸν προετύπου τὸν τίμιον; Οτε τὰς χεῖρας Μωσής σταυροειδώς ἐκτείνων τὸν ᾿Αμαλέκ ἐτροποῦτο, οὐχὶ τὸν σταυρὸν προετύπου; ΕΡΒΑΝ. Σὺ ἔνθα ἂν εὔρῃς ξύλον χρησιμεῦον ἐν τῇ Παλαιᾶ, ὥρα άφομοιοῦν αὐτὸ τῷ σταυρῷ σου. Και Ο ΑΓΙΟΣ. Οὐ μόνον τὰ ξύλα προετύπωσαν τὸν σταυρὸν, ἀλλὰ καὶ ἐπάρσεις χειρῶν, καὶ πολέμων συμβολαὶ καὶ τὰ τούτοις παραπλήσια. ΕΡΒΑΝ. Προλαβών εἴρηκα, ὅτι σὺ πολλὰ μεμα θηκώς, ἐπ᾿ εὐθείας ἑτυμολογεῖς τὰ συμφέροντά σοι. Και Ο ΑΓΙΟΣ. Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὅτε τὸν φοβς μὸν πόλεμον ἐκεῖνον ἐκρότησε μετὰ τῶν ἐθνῶν, ἑσπέρας καταλαβούσης, οὐκ ἔστησε τὸν ἥλιον κατά Γαβαῶ, καὶ τὴν σελήνην ὁμοίως κατὰ φάραγγα, μέσ χρις ὅτου τὴν νίκην κατὰ τῶν ἐναντίων ήρατο; Τοῦτο δὲ τοῦ πάθους τοῦ ἐνδόξου Κυρίου μου Ἰησοῦ Χριστοῦ προτύπωσις ἦν. Ἰησοῦς γὰρ ἐκεῖνος, Ἰησ σοῦς καὶ ἐνταῦθα. Ἀρχιστρατηγὸς ἐκεῖνος τοῦ Ἰσραὴλ, βασιλεὺς οὗτος και Θεός, οὐ μόνον τοῦ Ἰσραήλ, ἀλλὰ καὶ πάσης τῆς οἰκουμένης. Ἐκεῖνος ἔθνη ἐτροποῦτο, καὶ οὗτος τῶν δαιμόνων στρατεύματα. Ἐκεῖνος τὸν ἥλιον ἔστησε καὶ τὴν σελήνην, μέχρις ὅτου ἐξῆρεν ἁπάσας τὰς φάλαγγας τῶν ὑπεναντίων ἐπὶ δὲ τῷ πάθει τοῦ Κυρίου μου ὁ ἥλιος ἔφριξέ τε καὶ ἐσκότατε, καὶ ἡ σελήνη οὐκ ἔδωκε τὸ φέγγος αὐτῆς, τῆς ἡμέρας τάχα ἀπὸ τοῦ φόβου εἰς σκότος μετελθούσης. Ἐκεῖνος δορὶ καὶ λόγχῃ ἀνεῖλε τὰ ἔθνη, οὗτος δυνάμει τῆς θεότητος αὐτοῦ συνέτριψε τοῦ ᾅδου τὰ κλεῖθρα, καὶ τῷ τιμίῳ αὐτοῦ σταυρῷ ἀπετέφρωσε δαίμονας. Ἐκεῖνος κατὰ πλῆθος στρα τευμάτων ταῦτα κατώρθου· ἄνθρωπος γὰρ ἦν, καὶ οὐδὲν πλέον ἡδύνατο· οὗτος δὲ μόνος μᾶλλον δὲ διπλούς κατά τε θεότητα καὶ ἀνθρωπότητα. Λέγει γὰρ ὁ προφήτης περὶ αὐτοῦ, Ληνὸν ἐπάτησα μονώ τατος, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμοῖ. Ἐπεὶ γὰρ τὸ πάθος αὐτοῦ σταφυλήν νοητῶς ὠνόμασε, Οὗτος δὲ μένος, Θεάνθρωπος
col. 639–640page 10 of 81
PG 86:639καὶ ὅτι τοῖς ἔθνεσι μέλλει εἶναι τὸ πάθος αὐτοῦ σω τηρία, καὶ ὅτι οὐδεὶς ἀπὸ τῶν ἐθνῶν συναγωνίζεται αὐτῷ, ἐπήγαγε, Καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ᾿ ἐμοῦ. Οὐχ ὅτι ἔχρηζεν αὐτὸς βοηθείας ἐθνῶν, ἀλλ᾽ ὅτι ἐδήλων σεσῶσθαι τὰ ἔθνη διὰ τῶν παθημά των αὐτοῦ. ΕΡΒΑΝ. Πῶς οὐκ εἶπεν ἂν εἷς τῶν προφητῶν παρρησίᾳ, ὅτι μέλλει ὁ Λόγος τοῦ Θεοῦ κατελθεῖν ἐκ τοῦ οὐρανοῦ, καὶ σαρκωθῆναι ἐκ γυναικὸς Μαρίας, καὶ ἐνανθρωπῆσαι, καὶ σταυρωθῆναι, καὶ ἀποθανεῖν, καὶ ἀναστῆναι τρίτῃ ἡμέρᾳ, καὶ τὰ λοιπά, Καὶ Ο ΑΓΙΟΣ. -Ὦ ἀνοήτε, οὐχὶ παρρησία βο Ἡσαΐας ὁ προφήτης πάντα τὰ περὶ αὐτοῦ; Οὐχε κράζει ὁ Δαβὶδ τοῖς ψαλμοῖς, καὶ οἱ λοιποὶ προφῆται ἐν δυνάμει; "Ακουσον τί λέγει Ἱερεμίας ὁ προφήτης περὶ τῶν πατέρων σου, προδηλοποιῶν ὁποίῳ τρέπω ἤμελλον συμβουλεύεσθαι κατὰ τοῦ Κυρίου αὐτῶν Δεῦτε, καὶ ἐμβάλλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων. Καὶ ἀνω τέρω· Ἐγὼ μὲν ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων. Δείξόν μοι σὺ τοιγαροῦν τοῦ ἐσφάγη Ἱερεμίας, ποῦ ἐνέβαλον ξύλον εἰς τὸν ἄρτον αὐτοῦ; Ἴσως αἰσθητῶς τοῦτο οὐκ ἂν ἔχῃ; εἰπεῖν. Ἐν βορβόρῳ γὰρ εὑρίσκομεν αὐτὸν ἐῤῥιφέναι, και μόνον. Περὶ δὲ Χριστοῦ, καὶ πάθους αὐτοῦ, εύδηλον ὅτι προφητεύων ἔλεγεν. ΕΡΒΑΝ. Ταῦτα αἰνιγματωδῶς εἶπεν Ιερεμίας, κἂν περὶ αὐτοῦ, κἂν περὶ ἑτέρου, οὐ μέλει μοι. Λέξον δέ μοι τοῦτο δ' επερωτῶ· ποῖος εἶπε παλι ῥησίᾳ, καὶ οὐχὶ παροιμία περὶ τοῦ Χριστοῦ σου ἀπὸ τῶν προφητῶν μου; Και Ο ΑΓΙΟΣ. Επ' ἀληθείας σαρκικὸς ὢν σαρκικά έπιζητεῖς καὶ τὰ νοήματα. Μὴ γὰρ τῆς ἀμαθείας σου ἐχρημάτιζον οἱ προφῆται, ἢ τῆς σῆς ἀσοφίας τε καὶ ἀνοίας, ἵνα προβάλλοιντο κοινά βήματα ἁπλῶς προφητεύοντες; Ακουσον οὖν τί λέγει ὁ Δα βίδ περὶ τῆς ἐξ οὐρανοῦ αὐτοῦ συγκαταβάσεως ἐπὶ τὴν Παρθένον, ἕνεκα τοῦ σαρκωθῆναι· καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στά ζουσα ἐπὶ τὴν γῆν. ΕΡΒΑΝ. Ταῦτα περὶ τοῦ Σολομῶντος εἴρηκεν ὁ Δαβίδ· καὶ ποῦ ταῦτα σὺ μεθαρμόζεις; Και Ο ΑΓΙΟΣ. Προϊὼν ὁ ψαλμὸς τί λέγει; 'Ανα τελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη. Καὶ τίς ἐξ ὑμῶν ἐλέγξει αὐτὸν περὶ ἁμαρτίας; Σολομὼν δὲ ποιήσας τὸ πονηρὸν ἔναντι Κυρίου, ἐτελεύτησε. ΕΡΒΑΝ. Διχοστασιῶν μυρίων αἴτιος ἐν ταῖς ἡμέ ραις αὐτοῦ τοῖς πατράσιν ἡμῶν ἐγένετο οὗτος. Κα! Ο ΑΓΙΟΣ. Αβάλε! ὅτι τὰς ἀσθενείας ὑμῶν ἐβάστασε, καὶ τὰς νόσους ἱᾶτο, καὶ τοὺς νεκροὺς ὑμῶν ἀνίστα, καὶ ὑμεῖς ὡς κύνες λυττῶντες, κατά εμαίνεσθε αὐτοῦ. Τίς οὖν λοιπὸν αἴτιος τῶν θορύβων, ὑμεῖς, ἢ αὐτός; Ακουσον δὲ καὶ τῶν ἑξῆς· Κατα ΝΟΤ.. Τοῦτο ὃ ἐπ. 5 σοι ἐπ.. ἀντὶ τοῦ σε. Προβάλλειre. προςβάλλοντο.
col. 641–642page 11 of 81
PG 86:641κυριεύσει γάρ, φησίν, ἀπὸ θαλάσσης ἕως θα λάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης. Οὐκοῦν οὐκ ἔστιν οὕτως; Οὐ κατα λάμπει ἡ πίστις, ἡ εἰς αὐτὸν, εἰς τὰ πέρατα τῆς σἰκουμένης; Ενώπιον αὐτοῦ προπεσοῦνται Αἰ θίοπες. Οὐχὶ πᾶσα ἡ Αἰθιοπία ἐπίστευσεν εἰς αὐτ τόν; Καὶ καθ᾽ ἑκάστην ἡμέραν προσκυνεῖ αὐ τὸν, ὡς Θεὸν ἀληθινόν; Καὶ οἱ ἐχθροὶ αὐτ τοῦ χοῦν λείξουσιν. Τίνες δὲ οἱ ἐχθροὶ αὐτοῦ; Οὐχ ὑμεῖς οἱ Ἰουδαῖοι, χοῦν λείχοντες, ἀπὸ πολλῆς πείνης; τοῦτ᾽ ἔστι τὰ νεκρὰ καὶ χοϊκά, σαρκικά τε καὶ ἐμπαθῆ νοήματα, ἀπὸ τῶν Χριστιανῶν πνευματ τικῶν νοημάτων φαγεῖν οὐ δυνάμενοι. ΕΡΒΑΝ. Υψηλὴν γλῶτταν κεκτημένος ταῦτα ἐπ ίστασαι ἀποφθέγγεσθαι. Τί δὲ ἐμφαίνει αὕτη ή περιοχὴ τοῦ στίχου· Καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀντ αναιρεθῆ ἡ σελήνη; Τί ἐστι τὸ πλῆθος τῆς εἰ μήνης; Και Ο ΑΓΙΟΣ. Τὸ πλῆθος τῆς εἰρήνης ἐμφαίνει τὴν πολλὴν ἀγάπην τῶν Θεοῦ Ἐκκλησιῶν, ἣν μεταξύ ἀλλήλων κέκτηνται. Σελήνην δὲ τὴν καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν ἐμφαίνων ὠνόμασεν. Εως ὅτου δὲ ἥξῃ Κύριος, καὶ παρέλθῃ ἡ Ἐκκλησία, ἕως τότε ἔσται καὶ εἰρήνη τοῦ Θεοῦ, ἐπιπολάζουσα ἐν μέσῳ τῶν Ἐκκλησιῶν. Οπόταν δὲ περιέλθῃ ἡ Ἐχε κλησία, τότε καὶ εἰρήνη ἐκ μέσου γενήσεται, τῆς συντελείας δηλονότι ἐγγισάσης. Ινα δὲ ἐκ τοῦ ψαλ μοῦ τούτου ἱκανῶς ὠφεληθῇς, πρόσεχε τοῖς λεγομένοις. Τί ἀνωτέρω λέγει οὗτος ὁ ψαλμός; Καὶ ταπεινώσει, φησί, συκοφάντην, καὶ συμπαραμενεῖ τῷ ηλίῳ Ορᾶς γὰρ ὅτι ἐτελεύτησε. Ποῦ δὲ ἦν αὐτὸς χρηματίζων πρὸ τῆς σελήνης; Τετάρτη» γὰρ ἡμέραν ἐν τῇ κοσμοποιία, σελήνην καὶ ἀστέρας ὁ Θεὸς εδημιούργησε. Σολομῶντα δὲ πού ποτε Δαβὶδ ἐκ τῆς τοῦ Οὐρίου γεγένηκε· πρὸ τοῦ ἡλίου δὲ, ποῦ ἦν τὸ ὄνομα αὐτοῦ; Οὐδ᾽ ἂν ταῦτα ὁ Δαβὶδ ἐχρημάτιζεν. ΕΡΒΑΝ. "Οτι μὲν ἐταπείνωσε συκοφάντην, ἔχω σοι δεῖξαι, ὅτι οὐχ ἕνα μόνον ἐταπείνωσεν· ἀλλ' ἀπεί ρους μὲν τυράννους πτοήσας ὑπέταξε· πάντων δὲ τῶν πονηρῶν δαιμόνων ἐκράτησε, καὶ δεσμίους αύ τοὺς ἡσφαλίσατο. Οτι δὲ συμπαραμενεῖ ἡλίῳ, τὴν λαμπρότητα τῆς βασιλείας ηνίξατο, διὰ τὸ στρατηγὸν εἶναι τὸν ἥλιον τῆς ἡμέρας, ἀφομοιώσας αὐτοῦ τὸ κράτος τῷ ἡλίῳ. Πρώτην δὲ σελήνην εἴρηκεν ἡμέραν, τὴν γέννησιν αὐτοῦ. Καὶ ἔκτοτέ φησι, Διαμενεῖ σῶος εἰς γενεάς γενεῶν. Καὶ ὡσαύτως, Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, τοῦτο δηλοῖ, πρὸ τῆς βασιλείας ἐν ὅλῳ τῷ κόσμῳ ἕξει τὸ γέρας καὶ τὴν τιμὴν τὸ ὄνομα αὐτοῦ. «Καὶ πρὸ τῆς σελήνης, γενεάς γενεῶν.» Σὺ οὖν λέγεις ὅτι περὶ Σολομῶντος ταῦτα ἐῤῥήθη. Δεῖξόν μοι οὖν ποῖον συκοφάντην ὁ Σολομῶν ἐταπείνωσεν. Ποῦ δὲ, «συμπαραμενεῖ τῷ ἡλίῳ;» Ορᾶς, κ. τ. λ.
col. 643–644page 12 of 81
PG 86:643Κα! Ο ΑΓΙΟΣ. Σολομῶν ἐταπείνωσε δαίμονας; Οὐκ οἶδας τί διαγορεύεις. Πρός καιρὸν μὲν ἠσφαλίσατε τούτους ἐν τοῖς ἀγγείοις, καὶ σφραγίσας κατέχωσεν. Αλλά γε τὸ τηνικαῦτά μοι σκόπει, ὅτι νοητῶν καταπολεμηθεὶς ὑπ' αὐτῶν τῶν δαιμόνων, καὶ ἡττι θεὶς περὶ σωτηρίαν αὐτοῦ ἐκινδύνευσεν, ὡς ἡ Γραφή μαρτυρεί. Συναθροίσας γὰρ, ὡς ἱππος θηλυμανὴς, ἀγέλην γυναικών, κτίζει τοῖς εἰδώλοις, καὶ θυμι ἀτας τὰ βδελύγματα της πλάνης, καὶ τῇ ἀλλοφύλω αἰσχρῶς συμμιγείς, καταλαβὼν τὰ βασίλεια, αίφνης καταλύει τὸν βίον, έναντι Κυρίου τὸ πονηρὸν ἐργα σάμενος, μήτε ίχνος μετανοίας ἐπιδείξασθαι δυνη θείς. Τὸ δὲ, Συμπαραμενεῖ τῷ ἡλίῳ, οὐ λαμπρότητα διαγορεύει βασιλείας, ἀλλὰ περὶ τοῦ ἐμοῦ Χριστοῦ καὶ Θεοῦ παρεδήλωσεν, ὅτι συμπαραμενεῖ τῷ ἡλίο ἐν τῇ ἀποῤῥήτῳ λαμπρότητι τῆς θεότητος αὐτοῦ ἡ ἄχραντος αὐτοῦ ἀνθρωπότης, ἐφ᾽ ᾧ διπλούς ἦν, καὶ Θεὸς, καὶ ἄνθρωπος, εἴτε καὶ τῷ ἰδίῳ Πατρὶ καὶ Θεῷ ἀναληφθεὶς εἰς οὐρανοὺς, καὶ καθίσας ἐν δεξι τῆς αὐτοῦ δυνάμεως. Τὸ δὲ, πρὸ τῆς σελήνης, οὐκ ἐμφαίνει πρώτην σελήνης ἡμέραν, καὶ δευτέραν, καὶ τρίτην, ἀλλά γε τὴν καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν ὀνομάζει σελήνην. Πρὸ γὰρ τοῦ ταύτην. φησί, γεγονέναι, συμπαρῆν τῷ ἡλίῳ Πατρὶ καὶ Θεῷ, οὐ μόνον ἐν ταῖς ἀπ' ἀρχῆς γενεαῖς, ἀλλὰ καὶ πρὸ πάντων αἰώνων. Τὸ δὲ, Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, ἀδήλως καὶ τοῦτο ἐδήλωσας. Οὐ γὰρ ἐμφαίνει βασιλείαν ὁ ἥλιος, ἀλλὰ καθαρῶς καὶ ἀπε ριέργως φάσκει, ὅτι πρὸ τοῦ γενέσθαι τὸν ἥλιον τοῦτον, ἦν τὸ ὄνομα αὐτοῦ θαυμαστόν. Πως είρ. πῶς δὲ εἰρ. ΕΡΒΑΝ. Σὺ περὶ σεαυτοῦ σπεύδεις τὸ πᾶν, καὶ καθέλκεις τὴν ἐμὴν ἑρμηνείαν. Κἀγὼ δὲ περὶ ἐμαυ τοῦ ἀγωνιζόμενος, οὐ δέχομαί σου την σαφήνειαν, Και Ο ΑΓΙΟΣ. Η αλήθειά σε ἕλκει, καὶ μὴ βουλόμενον τοῦ κατανεῦσαι καὶ συνομολογήσαι. Πρὸς σὲ δὲ τὸ κατωτέρω λέγω· Καὶ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν. Καὶ ἀνωτέρω· Εσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας. Λέξον μοι σὺ τοιγαροῦν ἀρτίως, που ποτε ευλογήθησαν ἐν τῷ Σολομῶντι πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἡ ποίῳ χρόνῳ ἐμακάρισαν αὐτὸν, ἢ ἐν ποίοις αἰῶσι πέφυκεν εύλο γημένον τὸ ὄνομα αὐτοῦ; Τίς δέ ἐστιν ὁ εὐλογῶν Σολομῶντα; Απαντες γὰρ κατάκριτον ἔχουσιν αύτ τὸν, ὡς τὸ πονηρὸν πεποιηκότα έναντι Κυρίου. ΕΡΒΑΝ. Οὐκ ἐξέθετο Σολομῶν τὸν Ἐκκλησιαστὴν ἐγγράφως; ἀλλὰ καὶ ἅπασαν τὴν Παροιμίαν; πρός δῆλον ὅτι οὗτος. Οὐκ ἀναγινώσκονται αὐτοῦ τὰ συγκ γράμματα; Ιδε οὖν ὅτι ἐν οἷοις τόποις περιηγεῖται τῆς σοφίας αὐτοῦ τὸ χάρισμα, αἰνεῖται ὑπὸ τῶν ἀκουόντων, καὶ δοξάζεται παρὰ τῶν ἀναγινωσκόν των, καὶ εὐλογεῖται παρὰ συνιέντων τὰ ἐκείνου σου φίσματα· πῶς εἴρηκας ὅτι οὐδείς ἐστιν, ὃς τοῦτον εὐλογεῖ; ΝΟΤΑ.
col. 645–646page 13 of 81
PG 86:645Και Ο ΑΓΙΟΣ. Τὸ ὄνομα αὐτοῦ εὐλογημένον ὁ ψάλλων ἐν πνεύματι λέγει· καὶ οὐ μόνον εὐλογημένον, ἀλλὰ καὶ εἰς τοὺς αἰῶνας. Πῶς οὖν ἔσται εὐλο-. γημένον τὸ ὄνομα τοῦ Σολομῶντος, ἐν ἁμαρτίαις τὸν βίου αὐτοῦ καταλύσαντος; Μὴ γὰρ Θεὸς ἦν, ἢ Υἱὸς Θεοῦ, δν τρόπον ο Κύριός μου Ἰησοῦς Χριστός. Καὶ γὰρ οὐδ᾽ ἑνός ἐστιν ἑτέρου τὸ ὄνομα εύλογης μένον εἰς τοὺς αἰῶνας, ἀλλ' ἢ μόνον τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ καὶ Σωτῆρος. Σολομῶν δὲ διεφθάρη πρὸς τὰ τέλη, καὶ ὅλωλε, τῆς ἀγάπης τοῦ Θεοῦ χω ρισθεὶς, καὶ ταῖς ἀσελγείαις τῶν δαιμόνων κωλυθείς. Καὶ εἰ μὴ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὅτε σταυ ρωθεὶς καὶ θανὼν κατέβη εἰς τὸν ᾅδην, χεῖρα αὐτῷ σωτηρίας δέδωκεν, οὐκ ἔσχεν οὐδέν. Οὐ μόνον γὰρ εὐλογημένον ἔσται τὸ ὄνομα αὐτοῦ, ὡς λέγεις, εἰς τὸ διηνεκές, ἀλλά γε καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶ νας τιμωρηθήσεται μετὰ τῶν ἁμαρτωλῶν, ὡς παραβάτης καὶ ἔκπτωτος τοῦ παντός. ΕΡΒΑΝ. Ο Χριστός σου καὶ ἀποθανών, εἰπἔ μοι, δύναμιν ἔσχεν εἰς τὸ σώζειν; Θέασαι πῶς ἑαυ τὸν ἐῤῥύσατο ἀρτίως, καὶ Σολομῶντα ἔσχεν ἐξερ δύσασθαι; Καὶ Ο ΑΓΙΟΣ. Τί οὖν, εἰπέ μοι, φάσκει ὁ προ φήτης, καὶ περὶ τίνος· “Οτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μοι ἰδεῖν διαφθοράν; ΕΡΒΑΝ. Περὶ ἑαυτοῦ πάντως φάσκει, ἐκετικῶς παρακαλῶν τὸν Θεόν. Καὶ Ο ΑΓΙΟΣ. Ορθῶς ἐψεύσω κατὰ τῆς ἀληθείας. Οὐκοῦν οὐκ ἔστι τὸ μνῆμα Δαβίδ ἐν τῇ Παλαιστίνη, καὶ τὸ σῶμα αὐτοῦ ἐν τῷ μνήματι; Πῶς οὖν δι αγορεύει, Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν δια φθοράν, οὐδαμῶς ἀναστὰς, ἀλλ' ἐν τῷ τάφῳ ἔτι κατακείμενος, καὶ διαφθαρεὶς ἄρδην; ᾿Αλλὰ ἡ ἀλή θεια δείκνυσιν ὅτι περὶ τοῦ ἐμοῦ Χριστοῦ ταῦτα ᾐνίξατο, εἰδὼς ὅτι μετὰ τρίτην ἡμέραν ἀναστήσεται, μὴ ὑπομείνας φθοράν, ὡς δυνατός - ιδιοποιήσατο δὲ τὸ ῥητὸν, λέξας ὡς περὶ αὐτοῦ, ἐπιστάμενος ὅτι ἐκ τοῦ μηροῦ αὐτοῦ ἔσται τὸ κατὰ σάρκα Χριστὸς, ἀνιστάμενος ἄφθαρτος. ΕΡΒΑΝ. Τέως εἰ καὶ οὕτως ἔχει καθώς λέγεις, οὐ δεσποτικὴ φωνὴ, τὸ, Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, ἀλλ' οἰκέτου τινὸς, ἢ καταδεεστέρου πρὸς μείζονα παράκλησιν ἄγοντος. Εἰδέ και τοιγαρούν σε δεῖ, ὅτι οὐκ ἦν Υἱὸς Θεοῦ, ἀλλ᾽ οἶ κέτης. Και Ο ΑΓΙΟΣ. Ο Δεσπότης ὁ ἐμὸς, καὶ ἄνθρωπος κεχρημάτικε, δύο φύσεις κεκτημένος, καὶ δύο οὐσίας, καὶ δύο θελήματα, μίαν δὲ τὴν αὐτ τὴν ὑπόστασιν. Διὰ οὖν τὴν φύσιν τῆς ἀνθρωπότητος, ὡς κτιστὴν πεφυκυίαν, καὶ ἡνωμένην τῇ θεότητι, ταύτην τὴν ὑποτακτικήν φωνήν, οἷα παράκλησιν Ἐμές, καὶ ἄνθ. ἐμὸς καὶ Θεὸς καὶ ἄνθ. Μίαν δὲ τ. μίαν δὲ καὶ τ.
col. 647–648page 14 of 81
PG 86:647τέθεικε. Καὶ οὐκ ἔστι τοῦτο σκάνδαλον· ἡ γὰρ ανα στασις τοῦ σώματος αὐτοῦ, καὶ μὴ φθαρῆναι τὴν σάρκα αὐτοῦ ἐν τῷ μνήματι, ὑπὸ τῆς θείας δυνά μεως τῆς θεότητος αὐτοῦ ἐνηργήθη εἰς τὴν ἀνθρωπότητα αὐτοῦ. Ὅταν οὖν ἡ ἀνθρωπότης αὐτοῦ παρα καλεῖ τὴν θεότητα αὐτοῦ, ἐγὼ λοιπὸν οὐκ αἰσχύνομαι. ΕΡΒΑΝ. Εἰ οὕτως ἐστίν, λοιπὸν ὁ αὐτός ἐστι καὶ δοῦλος καὶ Δεσπότης· καὶ ἐπάναγκες αὐτῷ, ἵνα προσπταίῃ ὡς δοῦλος αὐτὸς ἑαυτῷ ὡς Δεσπότῃ. Και Ο ΑΓΙΟΣ. Ματαιολογεῖς ἀποφθεγγόμενος. "Οτι γάρ ἐστι δοῦλος καὶ Δεσπότης, οὐδ' αὐτὸς ἀπαναίνομαι· εἷς δέ ἐστιν ὁ αὐτὸς καὶ Υἱὸς τοῦ Θεοῦ, διὰ τὸ εἶναι ἐν τῇ θεότητι αὐτοῦ καὶ τῇ ἀνθρωπότητι, ἐν μιᾷ τῇ ὑποστάσει, καθ᾽ ὁ ὁ Λόγος τοῦ Θεοῦ σὰρξ ἐχρημάτισε, καθώς φησιν ἡ Γραφή, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. ΕΡΒΑΝ. Δεσπότης ὁ σὸς, καλῶς· δοῦλος δέ, διὰ τί; Και Ο ΑΓΙΟΣ. Δεσπότης μὲν ὡς προϋπάρχων, δοῦλος δὲ, διὰ τοῦτο βουλόμενος ἐγένετο, ἵνα ἐν τῇ τοῦ δούλου μορφῇ, παλαίσας τὸν ἀντίπαλον, καὶ ἡτε τήσας αὐτὸν, ἐλευθερώσῃ τῆς δουλείας καὶ τῆς και τάρας, τὸν ἐν τῷ παραδείσῳ κακῶς δουλωθέντα τῇ ἁμαρτίᾳ διὰ τῆς παραβάσεως. ΕΡΒΑΝ. Ἰλιγγιῶ καὶ ἐξίσταμαι, εἰ τοῦ Ἰωσὴφ ὁ υἱὸς τοῦ τέκτονος καὶ Μαρίας τῆς αὐτοῦ γυναικός, ἔστιν Υἱὸς τοῦ Θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος. Και Ο ΑΓΙΟΣ. Οὕτως οἶμαι. Περὶ αὐτοῦ ὁ Θεὸς διὰ στόματος τοῦ προφήτου εἴρηκε· Κύριος εἶπε πρός με· Υιός μου σύ, ἐγὼ σήμερον γεγέννηκά σε. ΕΡΒΑΝ. Οσα εἴρηκεν ὁ Δαβὶδ περὶ αὐτοῦ, ὑμεῖς σφετερίζεσθε ταῦτα εἰς τὸν Χριστὸν ὑμῶν. Και Ο ΑΓΙΟΣ. Ληρεῖς, μὴ κατὰ πεῖραν συνιών την Γραφήν. Πρόσεχε δὲ τί λέγει μετὰ ταῦτα Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κλη ρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέ ρατα τῆς γῆς. ΕΡΒΑΝ. Καὶ μὴ ὀλίγων ἐθνῶν ἦρξεν ὁ Δαβὶδ νικήσας καὶ πατάξας. Και Ο ΑΓΙΟΣ. Καὶ ἡ κατάσχεσις αὐτοῦ εἰς τὰ πέρατα τῆς οἰκουμένης ἐγεγόνει πάντως; Παλαιστίνης μόνον ἐκράτησε, καὶ Ἰουδαίων ἐβασίλευσε περάτων δὲ γῆς, οὐδαμῶς. Εἰ δὲ καὶ ἔθνη πρὸς τὸ παρὸν ὑπέταξεν, ἀλλ' οὐ διὰ παντός· ἕτερον οὖν τὸ πέρας, καὶ ἄλλο τὸ δορυάλωτον ἐλέσθαι· ἴσως ἔθνος ὁλόκληρον. Ματαιολογεῖς τοιγαροῦν πρὸς ταῦτα. Εἰς γὰρ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὰ τῇδε ἀνα φέρεται. Ἐὰν γὰρ ἀπέλθῃς εἰς τὰ πέρατα τῆς οἰκουμένης, εὑρήσεις τὸν Χριστὸν πνευματικῶς βασι λεύοντα. Περὶ τούτου οὖν ὁ Δαβὶδ ηνίξατο. Πρόσεχε γὰρ ὅτι ὁ Χριστιανισμός πανταχοῦ κεκράτηκε, καὶ εἰς πάντα τὰ ἔθνη ἐκκλησίαι τῷ ἐσταυρωμένῳ ἀνεστη λώθησαν. "Οτι δὲ οὐ περὶ τοῦ Δαβὶδ ὁ λόγος, ἀλλὰ περὶ τοῦ Κυρίου καὶ Θεοῦ μου, ἄκουσον τί τὸ τέλος τοῦ ψαλμοῦ ὑποφαίνει· Ποιμανεῖς αὐτοὺς ἐν
col. 649–650page 15 of 81
PG 86:649ῥάβδω σιδηρᾷ. Ράβδος σιδηρᾶ, ὁ τίμιος σταυρός. Τίνας ποιμανεῖ; Περὶ ὧν εἶπε, Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν. Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιάσθε αὐτῷ ἐν τρόμῳ. Επειτα λέγει· Δράξασθε παι δείας, μή ποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. Τίνα οὖν ἐμφαίνει ὁ Δαβὶδ Κύριον, ἑαυτὸν ἄρα; Περιττὸς ὁ λόγος. Οὐδεὶς γὰρ τῶν εὖ φρονούντων, ἑαυτὸν κύριον προσαγορεύσειε· καὶ μᾶλλον ἐγγράφως. Αλλ' οὖν καὶ ἡλίκος ὁ Προφήτης ἔμελλεν εἶναι, εἰ τὸ τοῦ Κυρίου καὶ Θεοῦ αὐτοῦ ὄνομα εἰς ἑαυτὸν ἐσφετερίζετο, ἢ πάλιν περὶ ἑαυτοῦ προεφήτευσεν; Ενώτισον τοιγαροῦν καὶ ἐπὶ τέλους, τίνα διαγορεύει, "Οταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες επ' αὐτῷ. Δι' ἣν αἰτίαν; Μὴ γὰρ Θεός ἐστιν; ἄνθρωπο; γὰρ ἦν, ὥσπερ εἷς τῶν ἀνθρώπων, καὶ προφήτης ἐχρημάτιζε. Ορᾷς όπως οὐδέν εἰσιν ἃ διαγορεύεις. ΕΡΒΑΝ. Μωϋσῆς ὁ προφήτης, εἰ τὴν Πεντάτευχον ἀνέγνω;, μεγέθη καταρῶν τέθεικεν ἡμῖν τοῖς υἱοῖς Ἰσραὴλ, ἀπὸ Θεοῦ καὶ τῶν ἀγγέλων, καὶ τῶν ἁγίων, (εὶς καὶ πάντα τὰ στοιχεῖα τὰ ὑπ' οὐρανὸν ὑπὸ κατάραν, εἴ ποτε ἕτερον θεὸν ὑποδεξόμεθα πάρεξ τοῦ Θεοῦ τῶν πατέρων. Τί οὖν λοιπὸν πολυπραγμονεῖς; Καὶ γὰρ καὶ αὐτὸς ὁ Θεὸς διὰ τοῦ προφήτου παρεγγυᾷ ἡμῖν λέγων· Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ. Εγώ γάρ εἰμι Κύριος ο Θεός σου, ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου. Τί οὖν δοκεῖ σοι πρὸς ταῦτα; Και Ο ΑΓΙΟΣ. Περὶ τῶν γλυπτῶν Χαναάν σοι τὰ τῇδε διεντέλλεται, "Οτι οὐ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ, οὐχὶ δὲ περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Τίνα οὖν παρεισάγων υποσημαίνει, λέγων Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ποῖος Κύριος; καὶ πρὸς τίνα Κύριον ταῦτα λελαληκέναι ὑπολαμβάνετε; ἀρτίως ἀναδίδαξον, καὶ εἰπέ. ΕΡΒΑΝ. Κύριος ὁ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, ὁ Θεὸς ἐν τῷ οὐρανῷ· Κύριος ἦν καὶ Δαβὶδ ἐν ταῖς ἡμέραις αὐτοῦ τῆς βασιλείας ἁπάση; τῆς γῆς, ἧς ἐβασίλευσεν· εἴρηκεν οὖν αὐτῷ ὁ Θεὸς λέγων, 'Εν τοῖς δεξιοῖς καθέζου, τοῦτ' ἔστι, Μή ἐκκλίνῃς δεξιᾷ ἡ ἀριστερᾷ ἀπὸ τῶν δεξιῶν παραγγελμάτων τοῦ νόμου, ἀλλὰ τήρει τὸν νόμον· κἀγὼ ὑποτάξω πάντα τὰ ἔθνη, καὶ τοὺς ἐχθρούς σου ὑπο πόδιον τῶν ποδῶν σου ποιήσω. Λέγεται γὰρ ὅπλα πολέμων δικαιοσύνης, καὶ φυλακὴ ἐν τῷ λαῷ. Τούτων πασῶν ῥηθεισῶν μεταξὺ τοῦ ἁγιωτά του ἀρχιεπισκόπου, καὶ Ἐρβᾶν τοῦ νομοδιδα σκάλου, παρόντος καὶ τοῦ εὐσεβεστάτου βασιλέως, καί τινων ἐπισκόπων, καὶ τοῦ πλήθους τῶν Ἰου δαίων, καὶ πάσης τῆς πόλεως, ἡ ἀμφιβολία λύσιν ΝΟΤΑ. Πασῶν ῥηθεισῶν. πάντων ῥηθέντων.
col. 651–652page 16 of 81
Congressus secundi diei
PG 86:651οὐκ ἔσχεν. Εσπέρα γὰρ καταλαβοῦσα ἔκοψεν αὐτῶν τὴν δίκην. Εχαιρον δὲ οἱ Ἰουδαῖοι ἐπὶ τῷ Ἐρβᾶν, ὅτι ὅλως ηὐτάρκησε στῆναι μετὰ τοῦ ἀρχιεπισκόπου ἐν λέξεσιν, καὶ κατεφίλουν αὐτὸν ἅπαντες εὐμε νῶς. Ὁ δὲ Ἐρβᾶν εἶπεν αὐτοῖς· Εὐξώμεθα μᾶλλον, ἀδελφοί, ὅπως βοηθήσῃ ἡμῖν ὁ Θεὸς τοῦ νόμου, ὅτι, ὡς ὁρᾶτε, ὁ ἀρχιεπίσκοπος πολυμήχανος άνθρωπός ἐστιν ἐν ταῖς Γραφαῖς, καὶ βία τίς ἐστιν οὐ μικρά, ἵνα πείσωμεν αὐτόν. Ὑμεῖς οἴδατε ὅτι ὑπὲρ ἡμᾶς ἐπίσταται τὰ ἡμῶν· οἱ δὲ ἐθαρσοποίουν αὐτὸν μὴ φοβεῖσθαι. Τῇ ἐπαύριον πάλιν ἐκέλευσεν ὁ βασιλεὺς κροτηθῆς και συνέδριον· καὶ ἑτοιμασίας λοιπὸν γενομένης, καὶ προκαθίσαντος τοῦ βασιλέως καὶ τοῦ ἀρχιεπισκόπου, ἦλθον οἱ Ἰουδαῖοι, εἶθ' οὕτως παρέστησαν Ερβαν. Καὶ προστάξας ὁ ἅγιος, ἔφη Ο ΑΓΙΟΣ. Χθες εἶπας ὅτι Μωϋσῆς ὁ προφήτης κατάραν τέθεικε τοῖς Ἰουδαίοις ἀπὸ τοῦ Θεοῦ, καὶ τῶν ἀγγέλων, καὶ τῶν στοιχείων· καὶ οὐδ᾽ αὐτὸς ἀμφιβάλλω. Καὶ καλῶς πεποίηκεν ὁ προφήτης, εἰδὼς ὑμῶν τὸ ὀλισθηρὸν τῆς γνώμης, καὶ τὸ τῆς προαιρέσεως άστατον. Εἰ γὰρ καὶ τούτου γενομένου τους υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ἐθύσατε τοῖς δαιμο γίοις, τί οὐκ ἂν ἐνεδείξασθε, εἰ ταύτην τὴν ἀρὰν οὐ τεθησαύρικεν ὑμῖν; Καὶ ἡμεῖς οὖν οἱ Χριστιανοί, μὴ εἴδωλα πιστεύομεν; μὴ ἀλλότριον θεὸν εἰς τὸ μέσον εἰσφέρομεν; τὸν Λόγον τοῦ μεγάλου Θεοῦ, τοῦ τὸν Ἀβραὰμ ἀγαπήσαντος καὶ τοὺς ἀπ' ἐκεί νου, σαρκωθέντος ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ πανάγνου Θεοτόκου ἐγνωκότες διὰ τὴν ἡμετέραν σωτηρίαν, σὺν αὐτῷ τῷ καὶ Πατρὶ καὶ ἁγίῳ Πνεύματι αὐτοῦ, ἕνα Θεὸν ἀληθινὸν προσο κυνοῦμεν καὶ λατρεύομεν, οὔτε ἀφελόντες τι, ἀλλ᾽ οὔτε προστιθέντες, πλὴν τρανότερον καὶ καθαρώτερον ὑμῶν ἐπεγνωκότες τὴν θεότητα, πιστεύομεν. Μωϋσέα δὲ καὶ τὰ ὑπ' ἐκείνου καλῶς νομοθετηθέντα, καὶ καλῶς πληρωθέντα, καὶ καταπαύσαντα ἀποδεχόμεθα. Τὸ δὲ, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Δαβὶδ λελάληκεν. Ενταῦθα γὰρ χθὲς τὸν λόγου καταντήσαντες ἡσυχάσαμεν, καὶ δέον ἐντεῦθεν πάλιν ἀπάρξασθαι. Εἰ οὖν Δαβὶδ κύριος ἦν τῆς γῆς ἧς ἐβασίλευσεν, ὁμολογῶ, κύριος δὲ σκιᾶς ἀνάπλεος και ἐνυπνίου, καθὰ καὶ πάντες ἡμεῖς οἱ ἄνθρωποι. "Οτι δὲ καὶ ἑαυτὸν κύριον προσηγόρευσεν, ἀβέβαιον καὶ ἀνίσχυρον, καὶ ἀσύγκριτον. Οὐ γὰρ τοιαύτην συν ήθειαν εὕρομεν πώποτε, ἵνα τις κύριον ἑαυτὸν ἑαυτοῦ προσαγορεύσῃ. Εἶπε δὲ ὁ Κύριος τῷ λόγῳ αὐτοῦ καὶ Γιῷ, τῷ καὶ ἐνανθρωπήσαντι καὶ ἀποθανόντι, καὶ ἀναστάντι τῇ τρίτῃ ἡμέρᾳ, καὶ μετὰ τεσσαράκοντα ἡμέρας ἀπὸ τοῦ ὄρους τῶν Ἐλαιῶν εἰς οὐρανοὺς ἀνα ληφθέντι, ἐνώπιον τῶν ἁγίων αὐτοῦ μαθητῶν καὶ ἀποστόλων, καὶ παρελθόντι πᾶσαν τὴν τῶν ἄνω ΝΟΤΕ. Προστάξας. σιγήν προστ.,
col. 653–654page 17 of 81
PG 86:653δυνάμεων σύνταξιν, καὶ ἐν δεξιᾷ τῆς μεγαλοσύνης αὐτοῦ καθίσαντι. Τοῦτο γὰρ εἶπεν ἡ δύναμις τῆς αὐτοῦ θεότητος, τῇ ἀχράντῳ αὐτοῦ ἀνθρωπότητι λέγουσα, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν ἤξῃ τὸ τέλος τοῦ κόσμου, καὶ ἀποστελῶ σε κριτὴν ζώντων καὶ νεκρῶν. Καὶ τότε κάμψει πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, τῇ ἐξουσίᾳ τῇ σῇ, καὶ οἱ ἐχθροί σου τεθήσονται ὡς καταπάτημα, υπο πόδιον τῶν ποδῶν σου, καὶ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ταῦτα ἡ ἀλήθεια ερμηνεύει, εἴπερ καὶ βούλει καταδέξασθαι. ΕΡΒΑΝ. Μεγάλην βλασφημίαν εἰσφέρεις σὺ εἰς τὸν κόσμον, τὸν ἐσταυρωμένον λέγων εἶναι ἐν δεξιᾷ τῆς δυνάμεως ἐν τοῖς ὑψίστοις. Και Ο ΑΓΙΟΣ. Εἰ ἐσταύρωται, τούτου σος ἕνε κεν ὁ σταυρὸς αὐτοῦ πέφυκε σκάνδαλον; Ινα δὲ βεβαιωθῇς, ὅτι καλῶς ἡρμήνευσα τὸ, Εἶπεν ὁ Κύ ριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, πρόσο εχε καὶ τῷ ἑξῆς στίχῳ, ὅπως χάριν τοῦ σταυροῦ ὑποφαίνει, περὶ οὗ σὺ προαιρῇ σκανδαλίζεσθαι Ράβδον δυνάμεως, φησίν, ἐξαποστελεῖ σοι Κύ ριος ἐκ Σιών, καὶ κατακυρίους ἐν μέσῳ τῶν ἐχθρῶν σου, ΕΡΒΑΝ. Τὴν ῥάβδον, ἣν προαγορεύει, σταυρὸν σὺ ὑπολαμβάνεις; Εἰ οὖν οὕτως ἦν, ἔδει αὐτὸν σταυρὸν εἰρηκέναι, καὶ οὐ ῥάβδον. Οτι δὲ ἐκ Σιὼν ἀποσταλῆναι τὴν ῥάβδον ὑπαγορεύει, μὴ ἀπὸ τοῦ ὄρους Σινᾶ ἐτμήθη τὸ ξύλον ἐκεῖνο, ἀφ' οὗ ὁ σταυρός; Αλλ' οὐκ ἂν ἔχεις δεῖξαι περὶ τούτου. Και Ο ΑΓΙΟΣ. 'Αναγωγικῶς ὁ προφήτης, ἀνόητε, τὴν ῥάβδον ᾐνίξατο. Ον τρόπον ἡ ῥάβδος ἀφ' ἑαυτῆς κινηθῆναι οὐ δύναται, ἢ τυπτῆσαί τινα, μὴ οὔσης χειρὸς, τῆς ἐνδυναμούσης αὐτὴν τῇ ἑαυτῆς ἀφῇ· παραπλησίως καὶ ὁ τίμιος σταυρός· αὐτὸς μὲν γὰρ ἦν ἀπὸ τῆς γῆς, ἐδέετο δὲ δυνάμεως ἐκ Σιών, ἵνα ἀρθῇ κατὰ τῶν ἐχθρῶν τοῦ βασιλέως Χριστοῦ, μᾶλλον δὲ κατὰ τῶν ἐναντίων τοῦ πλάσματος τοῦ βασιλέως Κυρίου. Ἐκ Σιὼν δὲ ἀκούων, μὴ κάτω περιβλέπου. Το Σινά ὄρος κατὰ νοῦν λογιζόμενος· καὶ τοῦτο γὰρ ἀναγωγικώς είρηται. Σιὼν γάρ ἐστιν ἡ ἄνω μητρόπολις Κυρίου, ἐν ᾗπερ αὐτὸς κατοικεῖ, καὶ πάντες οἱ ἄγγελοι αὐτοῦ. Παρ εγένετο τοίνυν ή θεία δύναμις ἐκ τῆς ἄνω Σιών, τοῦτ' ἔστιν ἐκ τοῦ οὐρανοῦ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἦρα τὴν ράβδον ἀπὸ τῆς γῆς· τὸν τίμιον λέγω καὶ ζωοποιὸν σταυρόν. Καὶ ἐκτείνας τὴν δεξιάν χεῖρα καὶ τὸν ὑψηλὸν βραχίονα, επάταξε πάντας τοὺς ὑπεναντίους, καὶ νενίκηκε· τοῦτ' ἔστι τὸν ᾅδην, τὸν θάνατον, τὴν ἁμαρτίαν, τὸ κατάκριμα, καὶ αὐτὸν ἐκεῖνον τὸν κακότροπον ὄφιν, τὸν τὴν Εὔαν σὺν τῷ Ἀδὰμ ἐν τῇ Ἐδὲμ ἐξαπατήσαντα· καὶ εὐθέως κατεκυρίευσεν ἐν μέσῳ τῶν ἐχθρῶν αὐτοῦ. Τούτῳ τῷ βασιλεῖ δέδωκεν ὁ Θεὸς καὶ Πατήρ, τοῦ κρῖναι Προαιρῇ. προείρηκας. Το Σινά. Σιών Σινά. Τοῦ κρ. τό.
col. 655–656page 18 of 81
PG 86:655τὸν κόσμον αὐτοῦ ἅπαντα, ὁπόταν ἕξῃ τὸ τέλος, καὶ ἀνάστασις γένηται. Καὶ πάντες οἱ ἅγιοι περιχύ κλῳ αὐτοῦ λάμψουσιν ὡς φωστῆρες. Καὶ ὅρα πως ἐπάγει λέγων· Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. ΕΡΒΑΝ. Τὸν ἐκ τοῦ Ἰωσὴφ γεννηθέντα λέγεις, ὅτι ήξει κρῖναι τὸν κόσμον; Βαβαὶ τῆς περιπλανήσεως! Και Ο ΑΓΙΟΣ. Ἐπ᾿ ἀληθείας τυφλώττων τις, ἥλιον βλέπειν οὐ δύναται. Ἰωσὴφ τὸν ἐμὸν Θεὸν Δεσπότην οὐκ ἔσπειρε, μὴ γένοιτο! καθάπερ σὺ μυωπάζων φής, φρεναπατώμενος. Αλλ' ὅμως ἐρῶ σοι, Πόθεν ὁ ἀγαπητός μου Κύριος Ἰησοῦς Χριστός εβλάστησε; Λέγει τοίνυν ὁ Θεὸς περὶ αὐτοῦ· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Καὶ ἵνα μὴ εἴπῃς σὺ ὁ ἀσύνετος, ὅτι λόγῳ ψιλῷ ἐῤῥέθη, ἐπήγαγεν· Ωμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Ινα δὲ μὴ μετὰ ταῦτα εἴπῃς, ὅτι οὐκ ἔστιν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, ἀντεπήγαγεν, ὅτι Ἐκ γαστρὶς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ωμοσε, φησὶν, ὁ Θεὸς ἡμῶν, ὅτι ἐκ τῆς οὐσίας μου εἰ σύ. Επειτα ἵνα μὴ εἴπῃς, Οὐδὲ ἱερωσύνη τοῦ Ααρών μετατίθεται, εἴρηκεν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. "Οπως δὲ ἡ ἀνθρωπότης αὐτοῦ προέβη εἰς τὸν κόσμον, ὁ Ἠσαΐας λέγει· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέ σουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Ἐκεῖσε οὖν λέγει Δαβίδ, πῶς γυμνῇ τῇ θεότητι, Εκ γαστρὸς πρὸ εωσφόρου ἐγέννησά σε. Ενταῦθα δὲ Ἡσαΐας περὶ τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ, πῶς ἐγεννήθη ἐκ τῆς ᾿Αειπαρθένου καὶ Θεοτόκου. Εἰ δὲ & προλέγει Δαβίδ, εἰς αὐτὸν ταῦτα μετάγεις, Δαβὶδ ή τις ἕτερος πρὸ ἑωσφόρου γεγέννηται; ἢ μόνος ὁ Δεσπότης μου, καὶ Θεός μου, καὶ Κύριος; ΕΡΒΑΝ. Οἶδα ὅτι ὁ Χριστός σου ἐγεννήθη, ἀλλ' ὅτι πάντως ἐκ σπέρματος Ἰωσήφ, παντί που δῆλον, ὥσπερ προείρηται. Και Ο ΑΓΙΟΣ. Μὴ σολοίκιζε. Οὐ γὰρ ἐκ σπέρματος Ιωσήφ, ὡς σὺ νομίζεις, ἀλλ᾽ ἐκ Πνεύματος ἁγίου γεγέννηται. Λελάληκε γὰρ περὶ αὐτοῦ ὁ προ φήτης, καὶ ὑποδεικνύων ὅτι οὐκ ἐφθάρη παρὰ τοῦ Ἰωσὴφ ἡ Παρθένος, τάδε φησι· Αοθήσεται τὸ έσφραγισμένον βιβλίον ἀνδρὶ εἰδότι γράμματα καὶ ἐρεῖ ὁ ἀνὴρ, Οὐ δύναμαι ἀναγνῶναι· τὸ γὰρ βιβλίον ἐσφράγισται. Τί τὸ βιβλίον τὸ ἐσφραγισμένον, ἀλλ᾽ ἢ ἡ Παρθένος καὶ Θεοτόκος; Τίς ὁ ἀνήρ; Ἰωσὴφ ὁ τέκτων. Τί δὲ ὅτι καὶ γράμματα εἰδότι, τοῦτ' ἔστι γάμῳ ἐν ἄλλῃ γυναικὶ προσομιλήσαντι, ἐφ' ᾗ γυναικὶ καὶ τέκνα ἐκέκτητο; Τί δὲ ὅτι οὐκ ἠδύνατο ἀναγνῶναι τὴν θείαν δέλτον, τὸ βιβλίον; τοῦτ' ἔστιν, οὐκ ἠδύνατο συγγενέσθαι μετ' αὐτῆς, θεόθεν κατανοήσας, ὅτι τῷ Κυρίῳ Ἰησοῦ ἐστιν ΧΧΙΧ, Γάμῳ ἐν ἄλλη γυν.
col. 657–658page 19 of 81
PG 86:657εγκεκλεισμένη τε καὶ τηρουμένη ἐν ἀφθαρσίᾳ, ὅπως ἐκ Πνεύματος ἁγίου σαρκοφόρος ὁ Θεὸς, καὶ βροτός τὸ κατ' οὐσίαν γεννηθεὶς ἐξ αὐτῆς. ΕΡΒΑΝ. "Οτι πλεῖστα κατεμελέτησας πάντως, ἵνα ταῦτα ἐξεύρῃς· ἄνθρωπον δὲ ἅπαξ ἡ Μαρία γεγέννηκε, καὶ οὐ Θεόν. Ποίῳ τρόπῳ σὺ Θεὸν ἐπονομάζεις, τὸν ἐκ Μαρίας γεννηθέντα; Και Ο ΑΓΙΟΣ, Θεὸν καὶ ἄνθρωπον τὸν αὐτὸν ἀξίως γεγέννηκεν. ΕΡΒΑΝ. Καὶ πῶς ἐχώρησεν ἡ μήτρα τῆς γυναικὸς τὸ φοβερὸν μέγεθος τῆς θεότητος; Και Ο ΑΓΙΟΣ. Ως οὐ κατέφλεξεν τὴν βάτου ἐν τῇ ἐρήμῳ τὸ πῦρ καὶ πρὸς τούτοις Παρθένος ἐγένε νησε, καὶ μετὰ τόκον, πάλιν Παρθένος διέμεινεν. ΕΡΒΑΝ. Λοιπὸν ἐν φαντασίᾳ καὶ δοκήσει ἐξ αὐτῆς ἐγεννήθη, καὶ οὐκ ἀληθείᾳ· ἀδύνατον γὰρ τοῦτο, καὶ παντάπασιν ἄπιστον. Και Ο ΑΓΙΟΣ. Ἐν ταῖς ἡμέραις ἐκείναις πῶς εἰσῆλθεν ᾿Αββακούμ πρὸς Δανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων, τῆς θύρας του λάκκου δεσμοῖς καὶ σφραγίσιν περιεσφιγμένης; Απάγγειλον δή μοι πῶς εἰσῆλθεν ἐκεῖνος, καὶ ἐξῆλθε, καὶ οὔτε τὴν θύραν ἀνέωξεν, οὔτε τὰς σφραγῖδας ἐλυμήνατο. ΕΡΒΑΝ. Ἐξ ἑτοίμου τὰς ἀντιῤῥήσεις ἐξεῦρες ὡς οὐδεὶς ἕτερος· πλὴν, τὸ βιοθάνατον γεγονέναι τὸν Χριστόν σου, σκανδαλίζει τὸ πνεῦμά μου. Και Ο ΑΓΙΟΣ. Αγνοῶν τὸ τοῦ πάθους τοῦ θανά του αὐτοῦ θεῖον μυστήριον, εἰκότος σκανδαλίζῃ. Ακουσον δὲ τίνα ὁ Προφήτης λέγει ἐν πρώτοις περὶ τοῦ προδότου Ιούδα· ῾Ο ἐσθίων ἄρτους μου, έμε γάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Καὶ μετέπειτα λέγει περὶ αὐτοῦ, καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ, καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ· καθότι οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐ τοῦ. Καὶ περὶ τῶν Γραμματέων καὶ ἀρχιερέων, καὶ τῆς κατὰ τοῦ Κυρίου βουλῆς αὐτῶν, λέγει· Κατ' ἐμοῦ ἐψιθύρισαν πάντες οἱ ἐχθροί μοι, κατ' ἐμοῦ ἐλογίζοντο κακά μοι· λόγον παράνομον κατέθεν το κατ' ἐμοῦ· καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Καὶ ἐν ἑτέρῳ λέγει ὁ Ἡσαΐας, ἐκ πρόσωπου ὑμῶν τῶν ἀσεβῶν· Ενεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσ χρηστος ἡμῖν. Καὶ περὶ τοῦ τιμήματος αὐτοῦ φάσκει Ἱερεμίας, ὅπερ τίμημα ἐδώκατε Ἰούδᾳ τῷ προδότῃ, μισθοῦ ἕνεκα μιαιφονίας· Καὶ ἔλαβον τὰ τριάκοντα αργύρια τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραὴλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος. Καὶ περὶ τῆς προδοσίας αὐτοῦ λέγει· Ἵνα τὶ ἐφρύαξαν ἔθνη, καὶ λαοὶ, ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. 'Ως οὐδ. ἂς ούδ. ΝΟΤΑ.
col. 659–660page 20 of 81
PG 86:659ΕΡΒΑΝ. Ἔθνος ἡμεῖς, οἷον λαοὶ ἴσως ὠνομάσθη μεν. Βασιλεῖς δὲ δι᾿ ἣν αἰτίαν κεκλήμεθα; Καὶ Ο ΑΓΙΟΣ. Οὐ λελάληκεν ὁ Θεὸς τῷ ᾿Αβραάμ, λέγων, Ποιήσω σε εἰς ἔθνος μέγα καὶ πολύ; Έκ τούτου ἔθνος καὶ ὑμεῖς προσαγορεύεσθε. Καὶ Μωσης δὲ οὐκ εἶπεν πρὸς τὸν Θεὸν, "Οτι ἐνδοξασθήσομαι εγώ τε, καὶ ὁ λαὸς οὗτος παρὰ πάντα τὰ ἔθνη; Και μετέπειτα, Καὶ γνώσομαι, φησίν, ὅτι λαός σου τὸ ἔθνος τοῦτο, καὶ λαὸς, καὶ ἔθνος. Τὸ δὲ, Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρ χοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυ ρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Ὡς μὲν βασίλειον ιεράτευμα προσαγορευθέντες παρά Μω σέως, βασιλεῖς· ὡς δὲ πρῶτον ἐκλεχθέντες παρὰ πάντα τὰ ἔθνη, ἄρχοντες. Συνήχθητε μὲν κατά τοῦ Κυρίου μὲν, ὡς Θεοῦ καὶ Σωτῆρος· κατὰ δὲ τοῦ Χριστοῦ, ὡς ἀνθρώπου ἀληθοῦς· ἐπειδὴ Θεὸς ἦν, καὶ ἄνθρωπος ἐγεγόνει. Εἰ δὲ βούλει τρανότερον συνιέναι: Ἡρώδης καὶ Πιλάτος παρέστησαν, καὶ ᾿Αννας καὶ Καϊάφας σὺν τοῖς λοιποῖς, και τὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Ινα καὶ βεβαιωθῇς, ὅτι κατὰ τοῦ Θεοῦ ἐφρυάξαντο τοιοῦτοι, τὸ ἀνταπόδομα αὐτῶν τὸ παρά τοῦ Θεοῦ ἕνεκα τῆς φρυάξεως αὐτῶν ἀντινεμηθὲν αὐτοῖς, ἐπάγων μετέπειτα ὁ Προφήτης λέγει· Ο κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Ορᾷς τὴν κατὰ τῶν σταυρωτάν των αὐτὸν τοῦ Θεοῦ καὶ Πατρὸς ἀγανάκτησιν; "Οτι δὲ καὶ ἐψευδομαρτύρουν κατ' αὐτοῦ, λέγει,"Οτι ἐπαν έστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. Ὅτι ἐμαστίγωσαν αὐτὸν, καὶ ἐῤῥά πισαν, καὶ ἐνέπτυσαν, προφητεύει ὁ Ἡσαΐας· Τὸν νωτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα· τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Καὶ ἐὰν εἴπῃς, ὅτι ἐξ ἀφροσύνης ταῦτα ὑπομεμένηκεν, ούχ εὑρήσεις. Οτι δὲ ἤγετο εἰς τὸ σταυρωθῆναι μηδὲν ἀντιλέγων, εἶπε καὶ πάλιν ῾Ησαΐας • Ως πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος "Οτι δὲ ἐνέπαιξαν αὐτὸν οἱ στρατιῶται, καὶ ἐσταύρωσαν· καὶ συνο εσκότασε τὸ φῶς καὶ ὁ ἥλιος, καὶ ἡ σελήνη ζόρ περιεβάλετο· όξος τε καὶ χολὴν ἐποτίσατε αὐτὸν, καὶ τὰ ἱμάτια αὐτοῦ διεμερίσασθε, προεἶπεν ὁ Δαβίδ· "Οτι έξεμυκτήρισαν με μυκτηρισμῷ, Εύρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν. Κύριε, πότε ἐπόψει; Καὶ ὁ Ἱερεμίας περὶ τοῦ σταυροῦ, Δεῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνο μα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι. Καὶ περὶ τῶν ὀνειδιζόντων αὐτὸν, ὅτε ἐκρέματο ἐπὶ ξύλου, Δαβίδ λέγει, οι Σιπ, ΝΟΤΑ. Συνήχ. μέν. συνήχ. γάρ, μένο Άφωνος. οὕτως οὐκ ἀγα γεῖ τὸ στόμα.
col. 661–662page 21 of 81
PG 86:661Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισαν με ο ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλὴ Ἥλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτὸν, ὅτι θέλει αὐτὸν. Καὶ περὶ τῶν ἤλων, ὧν ἥλωσαν εἰς τοὺς πόδας καὶ τὰς χεῖρας αὐτοῦ, ὅτε ἐκρέμασαν, τοῦ λαοῦ κύκλῳ τῆς Ἱερουσαλὴμ ἑστῶ της καὶ θεωροῦντος, φησί, Περιεκύκλωσαν με κύνες πολλοί. Ὅτι καὶ ἐκ τῆς συναγωγῆς ἦσαν τῆς κεκρατημένης τῆς ἐξ ὑμῶν, ἄκουσον, Συν αγωγή πονηρευομένων περιέσχον με. περὶ τῶν ἤλων, "Ωρυξαν χειράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Καὶ περὶ τοῦ μερισμοῦ τῶν ἱματίων αὐτοῦ, Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ περὶ τοῦ ὄξους, οὗ ἐποτίσθη, καὶ τῆς χολῆς, Εδοσαν εἰς τὸ βρῶμά μου χου λὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισαν με όξεις. Καὶ περὶ τοῦ σκοτασμοῦ τῆς ἡμέρας, Ἀμμώς δ προφήτης ηνίξατο. Δύσεται ὁ ἥλιος μεσημβρίας, εἰπὼν, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς. Ὅτι τελευτήσει ἐπὶ σταυροῦ, Ησαΐας λέγει Ον τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί· σημεῖα σε πρὸ τοῦ πάθους ὁρῶντες τελοῦντα· οὕτως ἀδοξήσει ἐξ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἔθνη πολλὰ θαυμάσονται ἐπὶ σε· είδομεν γὰρ αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, οὔτε δόξαν, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον τὸ εἶδος αὐτοῦ ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Ότι δὲ ἐκεντήθη τὴν πλευρὰν τῇ λόγχῃ, λέγει· "Ανθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν. "Οτι ἀπέστρεπτο τὸ πρόσωπον αὐτοῦ, Ἡτιμάσθη καὶ οὐκ ελογίσθη. Ἵνα δείξῃ ὁ προφήτης, ὅτι ἔκειτο αὐτὸν παθεῖν, οὐ δι' ἑαυτὸν (οὐδὲ γὰρ ἐκέκτητο αυτ τὰς ἁμαρτίαν), ἀλλὰ διὰ τὰ ἡμέτερα ἁμαρτήματα, ἐπάγει λέγων· Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν ἐν πόνῳ καὶ πληγῇ καὶ ἐν κακώσει ὑπὸ Θεοῦ. Αὐτὸς δὲ διὰ τὰς ἁμαρτίας ἡμῶν πάσχει, ἐτραυματίσθη, καὶ μεμαλάκισται. Προσέχεις οὖν, ὦ Ἐρβᾶν Ἰουδαῖς, τί λέγει Ησαΐας ὁ προφήτης περὶ τῶν παθῶν τοῦ Χριστοῦ, καὶ δι᾿ ἣν αἰτίαν πέ πουθε. Καὶ αὐτὸς λέγεις, ὅτι Ἐφ᾽ ᾧ ἔπαθε Σκανδαλίζομαι μᾶλλον τῷ πνεύματι. Ορᾷς ὅτι [διὰ] τὰς ἁμαρ τίας ἡμῶν, ἤτοι τοῦ κόσμου, παρεδόθη εἰς θάνατον. Ἐνωτίσθητι καὶ τὸ ἑξῆς· Παιδεία γάρ, φησίν, εἰο ρήνη ἡμῶν ἐπ' αὐτῷ· τοῦτ' ἔστι, Πταισάντων ἡμῶν ἐπαιδεύθη ἐκεῖνος, ἵνα ἡμᾶς καταλλάξῃ τὴν ἔχθραν τῷ Πατρὶ, τὴν ἔχθραν τῆς παραβάσεως ἀπο κτείνας ἐν τοῖς ἑαυτοῦ παθήμασιν, ὅπως τὸ λοιπὸν εἰρήνην ἔχωμεν πρὸς Θεόν. Ακουσον τοίνυν τοῦ προφήτου, ὦ Ἐρβᾶν, καὶ πείσθητι, Τῷ μώλωπι αὐτοῦ, λέγοντος, ἡμεῖς πάντες ιάθημεν. Ο γὰρ Κύριος ἡμῶν παρέδωκεν ἑαυτὸν εἰς θάνατον ταῖς ἁμαρτίαις ἡμῶν. Ἀπὸ τῶν ἀνομιῶν μου φη σε σε σε το πιν, Κεκρατημένης. κατηραμένης. Απέστρ. οὐκ ἀπέστρ. 10. 'Απὸ τῶν ἀνομιῶν μου.
col. 663–664page 22 of 81
PG 86:663σὶν, ἥκει εἰς θάνατον, καὶ δώσω τους πονηρούς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς ἐν πλεονασμό ἀδικιῶν ἀντὶ τοῦ θανάτου αὐτοῦ. Καί ὁ Δαβίδ φάσκει· Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, ”. καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν. Καὶ οὗτοι μὲν οἱ βλέποντες τὴν περὶ αὐτοῦ ἀλήθειαν ἐμαρτύρησαν· ὑμεῖς δὲ οἱ τυφλοί, οἱ ἄφρονες, οἱ ". ἀνόητοι, οἱ κακότροποι, οι μωροι, οἱ ἄπιστοι, οἱ λω οι, οἱ πεφυρμένοι καὶ ἐσκοτισμένοι, ἐλέγετε πρὸς αὐτὸν, Δαιμόνιον ἔχεις· καὶ ἄραντες λίθους, κατα εδιώκετε ὀπίσω αὐτοῦ, φάσκοντες, Περὶ καλοῦ ἔρω γου οὐ λιθάζομέν σε, ἀλλ' ὅτι σὺ ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν Θεόν. Ὢ τῆς ὑμῶν ἀθλιότητος, ἐλεεινότεροι πάντων ἀνθρώπων Όμως πρόσεχε τοῖς λεγομένοις· Οὐχ ευρέθη, φησί, δόλος ἐν τῷ στόματι αὐτοῦ. Τοῦτο λέγει ὁ Πατὴρ καὶ Θεὸς διὰ στόματος τοῦ προφήτου, περὶ τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, ἀνθ᾽ ὅσων ἔπαθεν ἀναμάρτητος ὢν Δώσω αὐτῷ τοὺς ἐν πλούτῳ ἀδικιῶν, εἰς σωτηρίαν οἴτινές εἰσι τελῶναι, καὶ πόρνοι, καὶ ἁμαρτωλοί, καὶ πεπιστεύκασι τῷ ὀνόματι αὐτοῦ. Καὶ ἀνθ᾽ ὅτου κατεδέξατο ταφῆναι ὡς υἱοὶ τῶν ἀνθρώπων, ὁ Υἱός μου ὁ ἀγαπητός τε καὶ φίλτατος, διὰ τὴν σω τηρίαν τοῦ γένους τῶν ἀνθρώπων. Δώσω οὖν αὐτῷ πάντα τὰ ἔθνη, ἅτινά εἰσιν ἐν πονηρίᾳ εἰδώλων ματαιούμενα καὶ πιστεύουσι εἰς αὐτὸν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν καταξιωθήσονται. Μισθόν, φησί, τούτοις παρέξω αὐτὸν, ἀνθ' ὅσων ἔπαθεν ἀναμάρτητος ὧν ὁ Υἱός μου, καὶ ἀντ᾿ αὐτῶν νενίκηκε τὸν παλαιὸν πτερνιστὴν καὶ τὴν δύναμιν αὐτοῦ. Ταῦτα ἅπαντα, ὦ Ἑρβᾶν, οὕτως ἔχει, καὶ αὐτὸς κάλλιον ἐπίστασαι, ὅτι οὕτως ἔχει· ἀλλ' ἐθελοντὶ ἀρνῇ τὴν ἀλήθειαν, καὶ οὐ βούλει ἐλθεῖν ἐπὶ τὸ συμφέρον. Ἐξέστη οὖν Ἐρβᾶν τούτων πάντων ἀκούσας, καὶ ἐπὶ πολλὴν ὥραν ἐννεὸς ἵστατο, μὴ δυνάμενός τι ἀπολογήσασθαι. Τὸ δὲ πλῆθος τῶν Ἰουδαίων τὸ ἑστὼς καὶ ἀκοῦον κατεπλήττοντο, γινώσκοντες ὅτι ἀπὸ τῶν φωνῶν Ἡσαΐου ἑαυτοὺς κατεδίκασεν. Οἱ δὲ Χριστιανοὶ ἐπαίνοις ἔστεφον τὸν ἀρχιερέα, καὶ ὁ βασιλεὺς σὺν τοῖς μεγιστᾶσιν έχαιρε σφόδρα, ἀκούων & μηδέποτε καθαρῶς οὕτως ἀκήκος παρά τινος. ΕΡΒΑΝ. Ιλιγγιῶ τί διαπράξασθαι, καὶ μερίζεται μου ἡ διάνοια ἐν τοῖς τοιούτοις πράγμασιν. Οταν γὰρ ἀκούω Μωϋσέως λέγοντος, μᾶλλον δὲ αὐτοῦ τοῦ Θεοῦ, "Ακουε Ισραήλ, Κύριος ὁ Θεός σου, Κύ ριος εἰς ἐστι, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν ἄλλος Θεός· καὶ ἔπειτα, Κύριον τον Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις· ἐνταῦθα πάλιν τὸν Δαβίδ, καὶ τὴν Ἡσαΐαν φάσκοντας ἐν ἀληθείᾳ περὶ τοῦδε τοῦ νομιζομένου Χριστοῦ· τί διαπράξασθαι οὐκ ἐπίσταμαι. Καὶ Ο ΑΓΙΟΣ. Διὰ τοῦτο τοιγαροῦν ὁ Ἡσαΐας πά λιν λελάληκεν, εἰδὼς ὑμῶν τὸ εὐάλισθόν τε καὶ ἄπι στον, κατὰ πάντα, φησί, Κύριε, τίς ἐπίστευσε τῇ μῶν τοῦ λαοῦ μου. Αλλ' ὅτι. ἀλλὰ περὶ βλασφημίας, καί.
col. 665–666page 23 of 81
PG 86:665ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Οὐχ ἑτέροις, οἶμαι, ἀλλ᾽ ἢ πᾶσι τοῖς ἔθνεσ σιν. "Ηδει γὰρ Ησαΐας τὴν ὑμῶν ἀπιστίαν. Καὶ διὰ τοῦτο καὶ ἑτέρωθι λέγει πρὸς τὴν ὑμῶν ἀναί δειαν· 'Ακοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε· ἐπα χύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ήκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μὴ ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ νοήσωσι, καὶ ἀκούσωσι τοῖς ὠσὶ, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Οὐκοῦν οὐκ ἔστι ταῦτα οὕτως; Εἰ γὰρ οἱ πατέρες ὑμῶν, νεκροὺς αὐτῶν ἐγείραντα, παραλύτους σφίγξαντα ἐθεάσαντο, καὶ ἕτερα τ' ἀπόῤῥητα ἐργαζόμενον· εἰ ταῦτα αὐτὸν τελοῦντα θεασάμενοι. οὐκ ἐπίσ στευσαν, ὑμεῖς τὰ τῶν ἐχιδνῶν γεννήματα μηδὲν τοιοῦτον θεασάμενοι, ἐξ ἀκοῆς μόνης ἕξετε εἰς αὐτὸν πιστεῦσαι; Οὐδαμῶς. ΕΡΒΑΝ. "Ακουσον, ὦ ἀρχιεπίσκοπε, τὰ μὲν ῥήμα τά σου ἀληθῆ τυγχάνουσιν ἤδη καὶ βέβαια· ἀπε ριέργως γὰρ λέγεις, καὶ κατ᾽ ἔπος τὰ ἐνδεχόμενα, καὶ οὐκ ἔστι δόλος ἐν τῷ στόματί σου. Οὐ γὰρ ἀπὸ τῶν σαυτοῦ διαλεγόμενος πεποίηκας ἡμᾶς, ἀλλά γε ἀπὸ τῶν θείων Γραφῶν τοῦ νόμου. Διὰ τοῦτο ἄξιος εἶ πειθοῦς καὶ εἰσακούσεως. Πλὴν, διὰ τὸ ἐν πρώτοις τὸν ἡμέτερον νόμον δοθῆναι ἡμᾶς καὶ ἔπειτα τὸν ὑμέτερον, δοκῶ τὸν ἐν πρώτοις δοθέντα, ἐπικρατέστερον εἶναι. 'Αναγκαῖον τοίνυν ἐστὶν, ἡμᾶς μὲν τηρεῖν τὸν ἡμέτερον, ὑμᾶς δὲ τὸν ὑμέτερον. Και Ο ΑΓΙΟΣ. Τοῦ Μωσέως λέγοντος, ὅτι Προ φήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν, ὡς ἐμὲ, τουτέστι, νομοθέτην Εσται οὖν πᾶσα ψυχὴ, ἥτις οὐκ ἀκούσῃ τοῦ προφήτον εκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς. Τούτου οὖν οὔ τως λέγοντος, πρόδηλόν ἐστιν ὅτι μέχρι τοῦ ἐρχομένου προφήτου ἦν εὐαπόδεκτος ὁ νόμος. Παραγεγονό της δὲ τοῦ ζητουμένου, καὶ ἕτερον νόμον εἰσφέροντος, ἔδει λοιπὸν τὸν πρῶτον σιγῆσαι. Οὐκοῦν οὐκ ἔτι εὐ δοκεῖ Κύριος ἐπὶ τῷ νόμῳ ὑμῶν, κἂν ὅλην τὴν ἡμέ ραν ἐργάζησθε αὐτόν. ΕΡΒΑΝ. Καὶ λίαν εὐδοκεῖ ἐν αὐτῷ Κύριος, ἐπειδὴ λέγει διὰ τοῦ Προφήτου περὶ αὐτοῦ· Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχὰς τοῦ συνιέναι τὸν Κύριον. Πῶς οὐκ εὐδοκεῖ ἐν αὐτῷ Κύριος; εἰ Καὶ Ο ΑΓΙΟΣ. Πρῶτον νόησον περὶ τοῦ ποίου νό μου ὁ Προφήτης λελάληκεν· εἶθ' οὕτως τὸ κῦρος ἐπίστελλε, καὶ μὴ ἀπεντεῦθεν ἤδη τὰ γεγραμμένα περίστρεφε. Καὶ γὰρ οἱ προφῆται οὐ περὶ τῶν ἔμ προσθεν αὐτῶν ὑπαρξάντων πραγμάτων προεφήτευον, ἀλλὰ περὶ τῶν μελλόντων. Τοῦτο γὰρ εἰρηκώς ὁ Προφήτης, περὶ τοῦ βραβευθέντος νόμου τοῖς Εύνεσιν εἴρηκεν. ῾Ο νόμος γάρ, φησί, Κυρίου αμω 'Ακούσετε. ἀκούσητε, βλέ ψητε. ΝΟΤΑ. Πεποίηκας. πέπεικας. Ημᾶς. ἡμῖν.
col. 667–668page 24 of 81
PG 86:667μας ἐπιστρέφων ψυχάς. Ποίας ψυχὰς ἐπιστρέφων. καὶ ὅθεν, καὶ ποῦ ἄρα ὁδηγῶν αὐτάς; ΕΡΒΑΝ. Τὰς πλανωμένας ἀπὸ τοῦ νόμου, ὁ αὐτὸς νόμος ἐν τῷ ἀναπτύσσεσθαι, θάττον επιστρέφει προς ἑαυτὸν, καὶ δι' ἑαυτοῦ πρὸς τὸν Θεὸν ὁδηγεῖ πάντας. Και Ο ΑΓΙΟΣ. Ατάκτως ἀπατᾷ πάντες γὰρ ὑμεῖς πλανάσθε ἀπὸ τοῦ νόμου μοιχείαις καὶ ἀνδρομανίαις· εἶτα καθ᾽ ἕκαστον Σάββατον ὑμῶν ἀναγινώσκοντες τὸν νόμον, ἀλλ᾽ εἰκῆ καὶ μάτην· οὐδεμία γὰρ ψυχὴ ἀφ' ὑμῶν ἐπιστρέφεται πρὸς Κύριον ἐν ἀληθείᾳ. Τίς γὰρ ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Ως οἷ μαι, οὐδείς. Διὰ τοῦτο καὶ ὁ Θεὸς ἀπεστράφη ὑμῶν, καὶ ἐξεδίωξεν ὑμᾶς, καὶ διεσκόρπισεν ὑμᾶς εἰς τὰ πέρατα τῆς οἰκουμένης· δι' ἦν γὰρ αἰτίαν, εἰπέ μοι, διεσκορπίσθητε εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐ ρανοῦ, καὶ ἐστὲ ὡσεὶ κατάρα ἐν πᾶσι τοῖς ἔθνεσιν; ΕΡΒΑΝ. Διὰ τὰς ἁμαρτίας ἡμῶν πρόδηλον. Και Ο ΑΓΙΟΣ. Καὶ ἐγὼ προεἶπον ὑμῖν, ὅτι διὰ ἁμαρτίας ὑμῶν ἐσκορπίσθητε, διωχθέντες ἀπὸ τῆς γῆς τῆς ἐπαγγελίας. Πῶς δὲ εἴρηκας, ὅτι ὁ νόμος ἐπιστρέφει πρὸς ἀρέσκειαν τοῦ Δεσπότου τὰς ψυχὰς ὑμῶν; Τοὺς ἀρέσκοντας οὖν αὐτῷ ὁ Θεὸς ἀπωθεῖται, καὶ διασκορπίζει; Ορα, πῶς & λέγεις, διαβολὴν ἄπειρον κέκτηνται. ΕΡΒΑΝ. Καὶ λέγε αὐτὸς σύ, τί δηλοῖ τὸ κεφάλαιον. Και Ο ΑΓΙΟΣ. Νόμος Κυρίου πέφυκεν ὁ ἐμὸς Ἰησοῦς Χριστός, ὅστις καταβὰς ἐκ τοῦ οὐρανοῦ, καὶ ἐνανθρωπήσας, πλῆθος υἱῶν Ἰσραὴλ ἐπέστρεψε πρὸς τὴν τοῦ Πατρὸς ἀγαθότητα, Χριστιανίζειν παι δεύσας, ὧν πρῶτος Πέτρος καὶ οἱ λοιποί. Οὐ μὴν ἀλλὰ καὶ ἀπὸ πάντων τῶν ἐθνῶν χιλιάδας καὶ μυ ριάδας επέστρεψε τῷ Πνεύματι τῷ ἁγίῳ αὐτοῦ, διὰ τῶν μαθητῶν αὐτοῦ, πρὸς τὴν τῆς ἁγίας Τριάδας ἐπίγνωσιν. Τηλικοῦτος δὲ ἦν ἄμωμος, ὅτι κέκραγεν Ησαΐας περὶ αὐτοῦ· Καὶ αὐτὸς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. ΕΡΒΑΝ. Ὁ μὲν Προφήτης ἀρετὰς ἐνταῦθα ἐπ αριθμήσας, τάδε λελάληκεν· ἐπειδὴ προσέθηκε τούτοις τὸ, Η μαρτυρία Κυρίου πιστή, σοφίζουσα νήπια· τὰ δικαιώματα Κυρίου εὐθέα, εὐφραίνον τα καρδίαν, καὶ ἡ ἐντολὴ Κυρίου καὶ ὁ φόβος καὶ τὰ ἑξῆς. Σὺ δὲ πάντα μαγγανείαις τισὶ καὶ παν Επαριθ. Απαριθ. ουργίαις, τέχνη τε οξυδερκεστάτῃ, πρὸς ἑαυτὸν ἐπισύρεις· εὐθείᾳ γὰρ γλώττῃ ἐπισυνάγων τρεπτι χῶς ἅπαν νόημα εἰς τὴν σεαυτοῦ βοήθειαν. Και Ο ΑΓΙΟΣ. Οὐκ ἀκούεις τί λέγει ὁ ᾿Αββακούμ περὶ ὧν εἴρηκας, ὅτι ἀρετὰς ἐπαριθμήσας λε λάληκεν. Αἱ γὰρ ἀρεταὶ τοῦ Θεοῦ καὶ Χριστοῦ μου ἦσαν, ἃς ἐπηρίθμησε καὶ ὁ ᾿Αββακούμ, ὅτι 'Εκά λυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς συν έσεως αὐτοῦ πλήρης ἡ γῆ.
col. 669–670page 25 of 81
PG 86:669ΕΡΒΑΝ. Περὶ τοῦ Θεοῦ τοῦ νόμου τοῦτο εἴρηκεν πάντως. Τίς γὰρ καὶ ἴσος τούτου ἐν ἀρεταῖς; Και Ο ΑΓΙΟΣ. Μή τίς σε πεπλάνηκεν, ὅτι ὁ λό γος τοῦ Θεοῦ, ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, οὐκ ἐχρη μάτιζε Θεὸς τοῦ νόμου; μηθέν σοι πρὸς ταῦτα, μαύζηρα Ο γὰρ ἐμὸς Κύριος, καὶ τοῦ καθ' ὑμᾶς νόμου Κύριός ἐστι, καὶ τῆς νέας χάριτος Θεός καὶ βασιλεύς. Λέγει γὰρ ὁ ᾿Αββακούμ, 'Ο Θεὸς ἀπὸ Θαιμάν ἥξει, καὶ ὁ ῞Αγιος ἐξ ὅρους κατασκίου δασέος. ΕΡΒΑΝ. Τὸ Θαιμάν, τί δηλοῖ; τό τε ὄρος τ κατάσκιον, τί διαγορεύει; Και Ο ΑΓΙΟΣ. Τὸ μὲν Θαιμάν, ἐκ τῶν ἄνω δηλοί. αὐτὸν ἥκειν, ἤτοι ἐκ τοῦ οὐρανοῦ, τοῦτ' ἔστι, τῆς ἀνατολῆς. Ἡ δὲ ἀλήθεια: δείκνυσιν, ὅτι ἐκ τοῦ παρο θενικοῦ σώματος φάσκει αὐτὸν ἕξειν τὴν ἐνανθρώπησιν, καθὼς καὶ παρεγένετο, καὶ ἐκ τῆς ἁγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. "Ορος δὲ κατάσκιον, αὕτη ἡ Παρθένος ἐστὶν, ἐξ ἧς καὶ προῆλθεν ἀφράστως σαρκωθείς. Ορος δὲ αὐτὴν λέγει, διὰ τὸ, ὡς ἐν τῷ Σινῷ ὄρει, παραπλησίως και ταβεβηκέναι ἐν αὐτῇ τὸν Θεὸν, καὶ κατασκηνῶσαι, εἴτε καὶ διὰ τὸ ἀδιόδευτον τῆς παρθενίας· ἐπειδὴ τὸ δάσος τῶν ὀρέων δύσβατόν ἐστιν, ἢ καὶ παντελῶς ἀδιόδευτον. Κατάσκιον δὲ αὐτὴν ἐμφαίνει, διὰ τὸ συσκιάζειν ἐν αὐτῇ τῷ πλήθει τῶν ἀρετῶν τὸ μυ στήριον τῆς αὐτῆς παρθενίας· πρὸς τὸ μὴ διαγινώσκεσθαι ποίῳ τρόπῳ γεγέννηκεν αὕτη. Παρθένος γὰρ ἔτεκε, καὶ μετὰ τόκον παρθένος σώς πάλιν διέμεινεν. ΕΡΒΑΝ. Οὐ περὶ Χριστοῦ τοῦτό φησιν, ἀλλ᾽ οὔτε περὶ ἧς αὐτὸς ἀπηριθμήσω Παρθένου, ἀλλά γε περί τοῦ Θεοῦ τοῦ νόμου, τοῦ ἐν τῷ ὄρει Σινῇ τῷ Μωϋσῇ κατεμφανισθέντος. Εἰ γὰρ οὕτως ἦν, ἔδει αὐτὸν εἰ πεῖν Ὁ Χριστὸς ἀπὸ Θαιμάν ἥξει, καὶ οὐχὶ ὁ Θεός. Θαιμὰν δὲ ἡμεῖς τὸν τόπον, ὅθεν ἀναπνεῖ ὁ νότος, προσαγορεύομεν. Καὶ Ο ΑΓΙΟΣ. Θαιμὰν δὲ ἡμεῖς, ὅθεν προσκυνοῦ μεν, τοῦτο προσαγορεύομεν. Κατὰ ἀνατολὰς γὰρ ἐδιδάχθημεν προσεύχεσθαι, διότι ἐκεῖ εὑρίσκομεν τὸν Θεὸν πλάσαντα τὸν ἄνθρωπον, καὶ τὸν παράδεισον ποιήσαντα. Πρόδηλον οὖν ὅτι κἀκεῖνος ὁ τὰ πάντα πληρῶν, τοῖς ἐκεῖσε ἐναυλίζεται. Καὶ ὑμεῖς ὅθεν προσκυνεῖτε, Θαιμὰν τοῦτο προσαγορεύετε. Ἐπὶ τὴν δύσιν γὰρ ὑμεῖς προσκυνεῖτε· καὶ οὐδὲν ἀμφί βολον περὶ τούτου. Ανοίας γὰρ τὰ ῥήματα πέπλη στο, ἃ σὺ παρεισάγεις, μὴ καλῶς γινώσκων τὰς προ φητείας. Ὁ Θεὸς, εἴρηκεν, ἀπὸ Θαιμὲν ἥξει, καὶ ὁ ῞Αγιος ἐξ ὅρους. Τίς ἐστιν ὁ Θεὸς, καὶ τίς ἐστιν ἅγιος, διήγησαί μοι. ΕΡΒΑΝ. Θεὸς αὐτός ἐστι καὶ ἅγιος, δύο προσηγοριῶν κειμένων ἐν ἑνὶ πράγματι. Και Ο ΑΓΙΟΣ. Ποῖόν ἐστι μεῖζον, τὸ Θεός, ἢ τὸ Άγιος; ΕΡΒΑΝ. Τὸ Θεός μείζον ἢ τὸ Ἅγιος. ΝΟΤΑ. Μαύζηρε. μαῦρε. Τὸ Θεός, κ. τ. λ. τὸ Θεὸς μεῖζον ἢ τὸ ἅγιος.
col. 671–672page 26 of 81
PG 86:671Και Ο ΑΓΙΟΣ. Βλέπε πῶς ἐμπίπτεις, καὶ οὐ δια γινώσκεις. Ανωτέρω γὰρ είρηκας, ὅτι τὸ Θεὸς τοῦ ῞Αγιος ἐπικρατέστερον πέφυκεν. Εστιν οὖν ἐν τῷ Θεῷ ὄνομα μικρὸν ἢ μέγα. ΕΡΒΑΝ.Καὶ διήγησαί μοι αὐτὸς, τί δηλοῖ τὸ κε φάλαιον. Και Ο ΑΓΙΟΣ. "Οτι ἥξει; ἀλλὰ διὰ σώματος. Τὸ γὰρ θεῖον οὐ μεταβαίνει τόπον ἐκ τόπου, ὡς τὰ σώ ματα. Τὸ δὲ, Καὶ ὁ ῞Αγιος ἐξ ὅρους, τοῦτ' ἔστιν ἡ ἀνθρωπότης, ἥξει μετὰ τῆς θεότητος, ἐκ τῆς ἀμιάν του κοιλίας, τῆς ἀείπαιδος ἀειπαρθένου; καὶ Θεοτόκου Μαρίας. Λέγομεν οὖν τὸ, ὁ Θεὸς, διὰ τὴν οὐσίαν τῆς θεότητος· τὸ δὲ καὶ, ο Αγιος, διὰ τὴν οὐσίαν τῆς ἀνθρωπότητος· ἐπειδὴ καθὼς ἀνωτέρω λελάληκα, διπλοῦς ἦν ὁ Κύριός μου Ἰησοῦς, Θεός τε καὶ ἄνθρωπος. Λέγει γὰρ ὁ αὐτὸς προφήτης ἀνωτέρω περὶ αὐτοῦ· Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ τοῦτ' ἔστιν ἀναμεταξὺ τῶν δύο οὐσιῶν, καὶ τῶν ἐν εκατέρων φύσεων, εἷς καὶ αὐτὸς τοῦ Θεοῦ Λόγος ὁ ἐνυπόστατος ἐπιγνωσθήσῃ. Καὶ ὅτι ἥξει, καὶ οὐ χρονιεῖ, φησὶν, Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. ΕΡΒΑΝ. Συνετῶς μὲν ἀποκρίνῃ. Πλὴν ἀνιώμεθα διὰ παντὸς ἡμεῖς οἱ Ἰουδαῖοι τοῦ καταλιπεῖν τὴν πατρώαν πίστιν, καὶ προσελθεῖν τὴν νεαράν. Οἶνος γὰρ παλαιὸς κρείττων ὑπὲρ τὸν νέον. Και Ο ΑΓΙΟΣ. Οἶνος παλαιὸς ὁ νόμος ὑμῶν ἐστιν, ἀλλ᾽ ὀξώσας λοιπὸν κατηχρείωται. Πλήν οἶδα ὅτι κάλυμμα διὰ παντὸς κεῖται ἐν ταῖς καρδίαις ὑμῶν, καὶ οὐκ ἐφ' ὑμᾶς ἀνανεῦσαι πρὸς τὴν δέουσαν ἀλή θειαν, καὶ ἀκούειν τοὺς λόγους τῆς ζωῆς καὶ τῆς πίστεως τῆς ὄντως καὶ ἀξίως πιστεύειν. Όμως μέντοι δικαίως ἀπειπὼν τὰ πρὸς ὑμᾶς ὁ Προφήτης λελάληκεν· Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐ τοὺς ἐν τῇ ζωῇ αὐτῶν. Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτοὺς, γνώτωσαν ἔθνη ὅτι ἄν θρωποί εἰσιν. ΕΡΒΑΝ. Περὶ άλλης τινὸς ὑποθέσεως εἴρηκεν ὁ Προφήτης, ἐπεὶ περὶ ἡμῶν ὁ αὐτὸς λέγει, λύτρωσαι, ὁ Θεὸς, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. Καὶ ἔπειτα, Επαίνει, Ἱερουσαλήμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών, ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς Ο υἱούς σου ἐν σοί. Καὶ ὁ Ησαΐας, Ο Ἰσραὴλ, φησί, σωθήσεται ὑπὸ Κυρίου. Και Ο ΑΓΙΟΣ. Τό, Ἀπὸ ὀλίγων ἀπὸ γῆς δια μέρισον αὐτοὺς, τοῦτο δηλοῖ τὸν διασκορπισμὸν ὑμῶν, τὸν ἀπὸ τῆς γῆς τῆς ἐπαγγελίας εἰς πάντα τὰ ἔθνη κατ' ὀλίγον γεγονότα. Τὸ δὲ, Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτοὺς, καὶ ἑξῆς, περὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦτο ὁ Προφήτης ἡνίξατο. Αὐτὸν γὰρ κατέστησεν ὁ Πατὴρ ἐν τῷ Δύο ζώων. Ένεκατ. ἐν ἑκατ.
col. 673–674page 27 of 81
PG 86:673στο ἀπειθεῖν ὑμᾶς μὴ καλῶς πολιτεύεσθαι, νομοθέ δ την ἐπὶ τὰ ἔθνη. "Οτι δὲ εἴρηκεν ὁ Προφήτης, Λύ τρωσαι ὁ Θεὸς τὸν Ἰσραὴλ, καὶ τὰ ἑξῆς, οὐδὲν παράδοξον. Ὑπὲρ γὰρ τοῦ ἰδίου ἔθνους παρεκάλει τὸν Κύριον. Ἡμεῖς δὲ οἱ Χριστιανοί, ὡς εἰκὸς, τὸν Θεόν φοβούμενοι, καθ᾿ ἑκάστην ὑπὲρ ὑμῶν προσευχόμεθα, ἵνα ἐπιγνῶτε τὸ συμφέρον. Τό, Επαίνει, Ἱερουσαλήμ, τὸν Κύριον, καὶ τὰ ἑξῆς, καὶ τοῦτο ἀληθές ἐστι. Πρὸ γὰρ τοῦ γενέσθαι τὸν χριστιανισμὸν, ἤρμοζε τὸ ῥῆμα, καὶ οὐδ᾽ αὐτὸς ἀντιλέγω. Καὶ γὰρ πρὸ τοῦ παραγενέσθαι ἐκ τοῦ οὐρανοῦ εἰς τὸν κόσμον τὸν Κύριον, κἀγὼ εἶπερ ήμην, Ἰουδαῖος ἂν ἐγενόμην. Καὶ γὰρ τοῖς καιροῖς ἐκείνοις ἐν τῷ νόμῳ τοῦ Ἰσραὴλ μόνον ἐχρημάτιζεν ἡ σωτηρία. Ὅτι δὲ εἴρηκας, Κρείσσων ὁ παλαιὸς οἶνος παρὰ τὸν νέον, πεπλήρωται ὁ παλαιὸς οἶνος ἐκεῖνος, καὶ οὐδὲν κατ ελείφθη ἐν τοῖς πίθοις ὑμῶν, πλὴν ὁ τρυγίας, κατὰ τὸν Προφήτην. Λέγει γάρ, Ποτήριον ἐν χειρὶ Κυ ρίου, οίνου ἀκράτου πλήρες κεράσματος· καὶ Εκλινεν ἐκ τούτου εἰς τοῦτο. Ἐκ παλαιοῦ νόμου ἔκλινεν ὁ Θεὸς ἐπὶ τὸν νέον τῇ ἀποπληρώσει τῶν μελιῤῥύτων ῥήσεων τῶν θείων προφητῶν καὶ τῶν νοημάτων. Καὶ οὐδὲν πλέον ἐν τῇ Παλαιᾷ, κενωθείσης αὐτῆς εἰς τὴν Νέαν, ἀπέμεινεν ἡμῖν, πλὴν ὁ τρυγίας, τοῦτ' ἔστιν, αἱ πληρωθεῖσαι Γραφαι, τὸ λοιπὸν διακενῆς. ΕΡΒΑΝ. Σὺ παντελῶς ἐκμυεῖς τὰ τοῦ Ἰσραὴλ, καὶ τὰ σὰ προσοικειοῖς διὰ τοῦ ἐσταυρωμένου τῷ παντοκράτορι, καὶ μὴ ἐπιστάμενος τὸ ῥῆμα τοῦ Κυρίου τὸ κραυγάζον,"Οτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ εγκαταλείψει. Καὶ Ο ΑΓΙΟΣ. Καὶ τὸ ἑξῆς τοῦ στίχου τῆς πε ριοχῆς, πῶς οὐκ ἀνέγνως; Ὅτι μὲν γὰρ οὐκ ἀπο ώσεται Κύριος τὸν λαὸν αὐτοῦ, εὖ οἶδα ἢ σύ· καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει, σαφῶς ἐπίσταμαι· πλὴν, ἕως πότε, λέξον. Ο γὰρ ἔμπροσθεν τῆς λέξεως ταύτης στίχος, διορισμὸν προθεσμίας επικέκτηται, ἕως πότε, φάσκων. Εως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν πνευματικήν· τὸν Χριστιανισμόν φημι. Ελθὼν ὁ Χριστός μου καὶ Κύριος, οὗτός ἐστιν ἡ ἀληθὴς δικαιοσύνη. ἐπιστρέψει δὲ τοὺς ὑπηκόους· οὗτοι γάρ εἰσιν οἱ ἐχόμενοι αὐτῆς τῆς νέας χάριτος, οἱ εὐθεῖς τῇ καρδίᾳ, οἵ τε ἀπὸ τῶν Ἰουδαίων, καὶ οἱ ἀπὸ τῶν ἐθνῶν πεπι στευκότες εἰς αὐτόν. Περὶ δὲ ὑμῶν τῶν ἁπίστων Ἰουδαίων, λέγει ὁ αὐτὸς Προφήτης· Τίς ἀναστήσεται ἐπὶ πονηρευομένοις, ἢ τίς συμπαραστήσεταί ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν; Αν έστη δὲ πάντως πρόδηλον ἐπ' ἐσχάτων Ουεσπασιανός καὶ Τίτος, κατὰ τὴν προφητείαν, καὶ ἠφάνισεν αὐτούς· καὶ τὸ τηνικαῦτα ὀδυνώμενοι, ἐλέγετε, καθώς Ησαΐας προεφήτευσε, Νῦν τὴν κρίσιν μου, εἰπὼν, ἦρε Κύριος, καὶ ἀπέστη ἀπ' ἐμοῦ, καὶ τοῖς ὁδοῦσιν ἀλλότριοι κατεσθίουσιν ἡμᾶς· καὶ μάλα εἰκότως. Μὴ καλ. καὶ μὴ καλ. ΝΟΤΑ.
col. 675–676page 28 of 81
PG 86:675ο ΕΡΒΑΝ. Πάλιν ἀναστησόμεθα ἡμεῖς οἱ Ἰσραηλῖται, καὶ ἡ πόλις ἡμῶν οἰκοδομηθήσεται, καὶ ὑμεῖς οἱ Χριστὸν κηρύττοντες αἰσχυνθήσεσθε. Γέγραπται γὰρ ἡμῖν παρὰ Κυρίου, Οτι οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος, τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπι συνάξει· ὁ Κώμενος τοὺς συντετριμένους τῇ καρδίᾳ, καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν. Κἂν οὖν ἐν πρώτοις, κἂν ἐπὶ τέλει, τὸ ρῆμα τοῦτο πληρωθήσεται· καὶ τί ἐμοὶ καὶ σοὶ τὸ λοιπὸν, άρ χιεπίσκοπε; Καὶ Ο ΑΓΙΟΣ. Ἐὰν μίαν ᾠκοδομήσατε, καὶ εἰς μίαν συνήχθητε, τί σοὶ μᾶλλον ἤπερ ἐμοί; Οὐ Να βουχοδονόσωρ ήχμαλώτευσε τὴν Ἱερουσαλήμ. καὶ ἀπῆρε τὸν λαὸν αὐτῆς, καὶ ταύτην κατέστρεψεν; Οὐ μετὰ ταῦτα σπλαγχνισθεὶς ὁ Κύριος αὐτὴν ᾠκοδόμησεν, καὶ ὑμᾶς διασπαρέντας ἐπισυνήγαγεν; Οὐ παρεδόθη ἡ πόλις ἐπὶ Ἱερεμίου καὶ Βαρούχ τῶν προφητῶν τοῖς ὑπεναντίοις, καὶ κατεσκάφη, καὶ πά λιν φιλανθρωπίας ἀξιωθεῖσα ᾠκοδομήθη; καὶ τὸ τελευταῖον, ἵνα μὴ τοὺς πολλὰ λέγω κινδύνους αυτ τῆς, ὑπὸ τῶν Ρωμαίων όλωλε διὰ παντός. Τί οὖν τὸ λοιπὸν παρακαθήμενος αναμένεις προφητείαν πληρωθεῖσαν καὶ δὶς καὶ τρὶς, καὶ μηδὲν τὸ λοιπὸν βέβαιον ἔχουσαν; Οὐκοῦν ἄκουσον τὴν ἀπόφασιν, ἣν εἶπεν ὁ Θεὸς καθολικῶς περὶ ὑμῶν, ἵνα ἐπιγνώσῃ ἀκριβῶς, ὅτι ἀπὸ καρδίας αὐτοῦ ἀπώσατο ὑμᾶς ὁ Θεός. Ιδών γὰρ ὅτι οὐκ ὠφελήσεται τὸ λοιπὸν τὰ πρὸς αὐτὸν, συνελών εἴρηκεν. Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδ᾽ αὖ μή μνησθώ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. Περὶ δὲ τῆς ἑπομένης αὐτῷ κληρονομίας, εἶπεν αὐτῷ τῷ Θεῷ ὁ μονογενὴς Υἱὸς αὐτοῦ, Σὺ εἶ ὁ ἀποκαθιστών τὴν κληρονομίαν μου ἐμοί. Βλέπεις οὖν, ὦ Ερ δᾶν, πῶς ἀπ' αὐτῆς τῆς καρδίας μεμίσηκεν ὑμᾶς ὁ Θεός· καὶ ἀπεφήνατο καὶ κατὰ πασῶν τῶν συν αγωγῶν ὑμῶν, οὐ μὴ συναγάγω τὰς συναγωγάς αὐτῶν ἐξ αἱμάτων, οὐδ' οὐ μὴ μνησθῶ τῶν όνο μάτων αὐτῶν διὰ χειλέων μου. Ἐπεὶ οὖν οὐδὲ διὰ χειλέων βούλεται μεμνήσθαι ὑμᾶς ὁ Θεὸς, τίνος ἐστὲ τοῦ λοιποῦ ἄξιοι, σκοτεινοί, καὶ τυφλοὶ, καὶ συμπεφυρμένοι ὑπάρχοντες, καὶ ἀμνημόνευτοι; ΕΡΒΑΝ. Οὐκ ἐδου λέγει ὁ Προφήτης, Μακά ριος οὗ ὁ Θεὸς Ιακώβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεόν; Οὐκ ἰδοὺ λέγει και Μωσής, Απολεῖσθε εἰ μὴ νόμον εἰς βοήθειαν ἔχοντες; Καὶ περὶ ὑμῶν τῶν ἐθνῶν ἐπήγαγε Δα βίδ, ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ. Καὶ πάλιν Μωσής, Οτι ἔθνος ἀπολωλεκός βουλήν ἐστι, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη. Οὐκ Ιδού Ησαΐας λέγει, Μὴ εὐφρανθείητε πάντες οἱ ἀλλό φυλοι συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ἡμᾶς. Ἐπεὶ οὖν ἀπηγορεύθητε παρὰ τῶν προφητῶν, μά την καυχάσθε, κενὰ προσδοκῶντες. Σιν, 29. Κύριος. Κύριος Κύρος. Καὶ ἀπεφήνατο. Εκλείπει, καθ' ὑμῶν· καὶ τὸ μόριον, και, παρέλκει. 'Ιδού. ιδών. λέγει.
col. 677–678page 29 of 81
PG 86:677Και Ο ΑΓΙΟΣ. Πρῶτον διανάγνωθι τὰ εἰρημένα τίνα δηλοῦσιν, εἶθ' οὕτως ἡμῶν καταγίνωσκε. Καὶ γὰρ τὸ, Μακάριος οὗ ὁ Θεὸς Ἰακώβ, περὶ τοῦ πα τριάρχου Ἰακώβ εἴρηται· καὶ σὺ ἐρεῖς ὅτι ἡ ἐλπὶς ἡμῶν ἐπὶ Κύριον πέφυκε, καθὰ σημαίνει. Ἐγὼ δὲ λέγω, ἦν τὸ παλαιὸν, οὐκ ἔτι δὲ ἀρτίως. Ἐλπὶς γὰρ ἤδη τὸ λοιπὸν ἀπόλωλεν ἐξ ὑμῶν, ἐπειδὴ ἠρνήσασθε τὴν ἐλπίδα καλήν τε καὶ θείαν, ἣν ἀπέστειλεν ὑμῖν ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ. Περὶ δὲ οὗ φάσκει, ὅτι Απολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ, οὐ περὶ ἡμῶν λέγει τοῦτο ἁπλῶς, ἀλλὰ περὶ ὑμῶν μᾶλλον τῶν Ἰουδαίων. Ἐπειδὴ γὰρ κακῶς ἐχρήσασθε τῷ δεδομένῳ ὑμῖν νόμῳ, καὶ ἐμίγητε τοῖς ἔθνεσι, καὶ ἐμάθετε τὰ ἔργα αὐτῶν, ἔθνη, ἀσύνετε, καὶ ὑμᾶς ἐκάλεσε. Καὶ ἀπάγγειλον δή μοι τίς ἀπώλετο ἐκ τῆς γῆς αὐτοῦ, ἡμεῖς, ἢ ὑμεῖς, οἱ παραβάται καὶ ἀρνησίθεοι, καθὼς ὑπαγορεύεις; Οὐκ ἰδοὺ ἐν τῇ γῇ τῶν πατέρων ὑμῶν τοῦ δεῦρο ἀναστρεφόμεθα, ὑμᾶς δὲ τοὺς παρανόμους διώχων· ἐξεδίωξεν Κύριος ὁ Θεὸς τῆς γῆς τῶν ἐθνῶν, ἅτινα εἶπεν ὑμῖν παρα δώσειν τοῦ ἐξολοθρεῦσαι, καὶ οἰκῆσαι ἐν τῇ γῇ αὐτ τῶν, καὶ οὐκ ἐξωλοθρεύσατε αὐτὰ, ἀλλ' ἐμίγητε αύτ τοῖς, καὶ ἐμάθετε τὰ ἔργα αὐτῶν; Τοσοῦτον γὰρ ἦτε ταλαίπωροι, ὅτι οὐδὲ ἰδίαν γῆν ἐκτήσασθε πώ ποτε. Ἰδοὺ οὖν κατὰ τὸ εἰρημένον παρὰ Κυρίου, ὅτι εἶπε, Διασπερῶ αὐτοὺς, διεσπάρητε ἐν πᾶσι τοῖς ἔθνεσι, καὶ ἐστὲ εἰς ὀνειδισμὸν ἑαυτοῖς καὶ ἀπὸ ώλειαν. Περὶ δὲ ὧν λελάληκεν Ησαΐας, Μὴ εὐφρανθείητε, πάντες οἱ ἀλλόφυλοι, περὶ τῆς ἀπωλείας τῶν ᾿Ασσυρίων προφητεύων, τάδε ηνίξατο. Κατω τέρω γὰρ ἐμφαίνει περὶ αὐτοῦ· Ον τρόπον γάρ, φησί, βεβούλευμαι, οὕτω μενεῖ, τοῦ ἀπολέσαι με τοὺς ᾿Ασσυρίους ἀπὸ τῆς γῆς ἐμῆς, καὶ ἀπὸ τῶν ὀρέων μου, καὶ ἔσονται εἰς καταπάτημα. Τί οὖν σοι δοκεῖ πρὸς ταῦτα; ΕΡΒΑΝ. Πρὸς σπερμολόγον ἄνδρα τίς ἱκανὸς χρή σασθαι ρήμασιν; Οσα γὰρ ἂν ἐροῦμεν πρὸς σὲ, πάντα διαβάλλεις. Τί οὖν ὁ προφήτης Ζαχαρίας λέ γει ὡς ἐκ προσώπου Κυρίου; Ἰδοὺ ἐγὼ σώζω τιν λαόν μου ἀπὸ γῆς ᾿Ανατολῶν καὶ εἰσάξω αυτ τὸν [εἰς τὴν γῆν αὐτῶν,] καὶ κατασκηνώσουσιν ἐν μέσῳ Ἱερουσαλήμ, καὶ ἔσονταί μοι εὶς λαόν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ. Καὶ μετά τινα· Καὶ ἔσται, δν τρό που ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν, οἶκος Ἰούδα καὶ οἶκος Ἰσραὴλ, οὕτω διασώσω ὑμᾶς, καὶ ἔσεσθε εἰς εὐλογίαν Θαρσεῖτε καὶ κατ ισχύετε ἐν ταῖς χερσὶν ὑμῶν, διότι τάδε λέγει Κύριος Οντρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, καὶ οὐ ᾿Απὸ γῆς ἀνατολῶν. καὶ ἀπὸ γῆς δυσμῶν. Αὐτόν. αὐτούς. Κατασκηνώσουσιν. και τασκηνώσω. 'Εν κατάρα. κατάρα. Εἰς εὐλογίαν. ἐν εὐλο για. εὐλογίᾳ, εν.
col. 679–680page 30 of 81
PG 86:679ή μετενόησαν οὕτω παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις, τοῦ καλῶς ποιῆ σαι τὸν Ἰσραὴλ ἐν τῷ οἴκῳ Ἰούδα. Θαρσείτε, οὗτοι οἱ λόγοι τοῦ Θεοῦ Τί οὖν ἐρεῖς πρὸς ταῦτα, ὦ ἀρχιεπίσκοπε; Καὶ Ο ΑΓΙΟΣ. Ἐν ἀληθείᾳ ταῦτα ὁ προφήτης ᾐνία ξατο, καὶ δὶς καὶ τρὶς ἀνεκλήθητε ἀπὸ τῶν ἐθνῶν, καὶ τὴν Ἱερουσαλὴμ ἀπελάβετε, καὶ μέχρι τινός ἐν εὐλογίαις διαρκέσαντες ἔπειτα εἰς διαρ παγὴν παρεδόθητε καὶ εἰς προνομήν, εἰς κατάραν τοῖς ἔθνεσιν ἐξαμαρτήσαντες. Οὐκοῦν ἀνωτέρω οὐκ ἀπηρίθμησά σοι ποσάκις ᾐχμαλώτευται Ἰσραὴλ, καὶ ποσάκις ἀνεκλήθητε; Οὐκέτι εἰς τὸν αἰῶνα, οὔκουν· εἰ μὴ ὁπόταν παραγένηται ὁ Σατανᾶς καὶ Αντίχριστος εἰς τὸν κόσμον. Απεδοκιμάσθητε γάρ, καὶ εὑρέθητε τελείως ἀνωφελεῖς, ὅτι ἐκάλεσεν ὁ Θεὸς τὰ ἔθνη ἀντὶ ὑμῶν. Καὶ ἄκουσον τοῦ Ἡσαΐου λέγοντος· Τάδε λέγει Κύριος παντοκράτωρ "Οτι ἥξουσι λαοὶ πολλοὶ, κατοικοῦντες πόλεις πολλάς καὶ συνελεύσονται εἰς μίαν πόλιν, λέγοντες, Πορευθώμεν πορευόμενοι, δεηθῆναι πρόσωπον Κυρίου παντοκράτορος. Βλέπεις ὅπως πρὸς τὸν Θεὸν τὴν ὁρμὴν τῶν ἐθνῶν προείπεν Ησαΐας, μᾶλ λον δὲ ὁ Θεό;· Ηξουσι, φησί, λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ, ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος. Τί οὖν δοκεί σοι πρὸς ταῦτα; ΕΡΒΑΝ. Μιχαίας ὁ προφήτης εἶπεν· Ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος· Συνάξω τὴν συν τετριμμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι. Καὶ καλέσω οὓς ἀπωσάμην, καὶ θήσομαι τὴν ο συντετριμμένην εἰς ὑπόλειμμα, καὶ ἀπωσμένην εἰς ἔθνος ἰσχυρόν· καὶ βασιλεύσει Κύριος ἐπ' αὐτοὺς ἐν Σιών, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Οὐκοῦν οὐ δοκεῖ σοι, ὅτι ἔρχεται ποτε τοῦ ἀνακλῆσαι Κύριος ὁ Θεὸς τὸν Ἰσραὴλ πάλιν ἐν ἀπώσατο, καὶ δεῖ καὶ αὐτὸν εἰς ἔθνος ἰσχυρὸν καὶ βασίλειον φο βερώτατον; Και Ο ΑΓΙΟΣ. Σφάλλεις, ὦ Έρβιν, ἀσφαλῶς, ἐπὶ τὸ ἴδιον ἔθνος τὴν προφητείαν σφετεριζόμενος. Συντετριμμένην γὰρ εἰπὼν, τὴν τῶν ἐθνῶν παρ οικίαν ἀπείκασε· καὶ ἀπωσμένην εἰρηκώς, τὴν εἰδωλολατρείαν ἀπωσθεῖσαν, φησί, τῶν αὐτῶν ἐθνῶν ηνίξατο. Καὶ νῦν οὐκ ἔστιν ἡ τῶν Ῥωμαίων βασιλεία εἰς ἔθνος μέγα καὶ ἰσχυρόν; Οὐ πέπληστοι Ἱερουσαλὴμ ἐκκλησιῶν καὶ θείων τεμενῶν τοῦ Εσταυρωμένου Χριστοῦ; Οὐχὶ ἐκ Βηθλεὲμ προέβη Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, ὃν ὑμεῖς ἡρνή σασθε; οὐ βασιλεύει περάτων σχεδὸν καὶ πάσης τῆς οἰκουμένης, ἀπὸ τοῦ ὄρους Σιών, τουτέστι, τοῦ ὕψους τοῦ ἐπουρανίου; Πρόσεχε γὰρ τί λέγει Μιχαίας μετὰ ταῦτα· Καὶ σύ, Βηθλεὲμ οἶκος τοῦ Εὐ Μετενόησαν. μετενόησα. Τοῦ Θεοῦ. οὓς ποιή σετε. Διαρκέσαντες. διαρκεῖσθε σαυταῖς. Τοῦ Ἡσαΐου. διὰ εἰδωλ. Συνελεύ. συνελεύσονται κατο κοῦντες πέντε πόλεις εἰς μίαν πόλιν. ΑΑ. κατ οικοῦντες μίαν εἰς μίαν πόλιν. Ειδωλ. διὰ εἰδωλ.
col. 681–682page 31 of 81
PG 86:681φραθᾶ μὴ ὀλιγοστὺς εἶ ἐν χιλιάσιν Ἰούδα·: φα ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα Ισραήλ. Αἱ ἔξοδοι αὐτοῦ, ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Καὶ γὰρ, φησίν, ὡς ἄνθρωπος ἀρτίως ἐγεννήθη· ἀλλ' αἱ ἔξοδοι αὐτοῦ, ἐξ ἡμερῶν αἰῶνος· ὅτι καὶ Θεὸς προαιώνιος πέφυκε· διὰ τοῦτο δώσει αὐτοῖς ἕως καιροῦ τικτούσης· τουτέστι, δώσει ὑμῖν τοῖς Ἰουδαίοις κρατύνειν τὸν νόμον Μωσέως, ἕως καιροῦ τικτούσης τὸν θεῖον νόμον, καὶ ἡγού μενον, τὸν ἐκ Βηθλεὲμ προερχόμενον· τουτέστιν, ἐκ τῆς ᾿Αειπαρθένου καὶ Θεοτόκου Μαρίας· Τέξεται γὰρ ἡ κόρη, φησὶ, τὸν ἄρχοντα τοῦ Ἰσραήλ. Γέ γραπται γάρ, ὅτι οὔτε οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἐξ Ἰωσὴφ αὐτῷ εἶναι νομιζόμενοι, ἐπίστευον εἰς αὐτόν. Καὶ αὐτὸς δὲ, φησὶ, στήσεται καὶ ὄψεται, ποῖον ἄρ᾽ ἔσε ται τὸ ποίμνιον αὐτοῦ. Καὶ ἴδῃ, ὅτι τὰ ἔθνη ἐπεδόθη αὐτῷ, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος. Καὶ ἐν τῇ δόξῃ ὀνόματος Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ὑπάρξουσι τὰ ἔθνη. Διότι νῦν μεγα λυνθήσεται ὁ ποιμὴν καλὸς, ἕως ἄκρων τῆς γῆς τουτέστιν, ἐκ τῆς Παρθένου καὶ Θεοτόκου Μαρίας μέχρι τῆς συντελείας. Καὶ εἰ βούλει ἀντειπεῖν ὅτι οὐκ ἐμεγαλύνθη ὁ ποιμαίνων τὰ ἔθνη Κύριος Ἰησοῦς Χριστὸς ὁ Υἱός τοῦ Θεοῦ, ἀνάβλεψον καὶ ἴδε τοῖς ὀρ θαλμοῖς σου εἰς τὰ πέρατα τῆς οἰκουμένης, όπως μεγαλύνεται ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα, μέχρι τῆς συντελείας. Τοῦτο γὰρ δηλοῖ τὸ, ὅτι μεγαλυνθήσεται ἕως ἄκρου τῆς γῆς. ΕΡΒΑΝ. Καὶ εἰ οὕτως ἐστὶ, δι' ἣν αἰτίαν οὐκ εἶ πεν ὁ προφήτης, ὅτι ἐκ σοῦ μοι Ἐξελεύσεται, τοῦ εξ ναι εἰς ἄρχοντα ἐν τοῖς ἔθνεσιν, ἀλλ᾽ ἐν τῷ Ἰσραὴλ ἐπήγαγεν; Και Ο ΑΓΙΟΣ. Νοῦς ὁρῶν τὸν Θεόν, Ἰσραὴλ ἑρμηνεύεται. Ἐπεὶ οὖν ὑμεῖς, οἱ Ἰουδαῖοι, οἱ ποτὲ νοῦς ὁρῶν τὸν Θεὸν πεφυκότες, παραγενομένου πρὸς ὑμᾶς τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἑκουσίᾳ τῇ γνώμῃ ἐκαμμύσατε τοὺς ὀφθαλμοὺς ὑμῶν τοῦ μὴ ἰδεῖν τὸ ἀνέσπερον φῶς, ἀπετυφλώθητε εὐθέως καὶ ἀπωλέσατε τὸ εἶναι νοῦς ὁρῶν τὸν Θεὸν, ἀνθ' ὧν τὰ ἔθνη τα ποτε τυφλα χρηματίζοντα ανένευσαν πρὸς τὸν Θεὸν, καὶ ἐπίστευσαν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ, παραχρῆμα ἀναβλέψαντες, τὸ ἅγιον βάπτισμα ἐδέξαντο. Καὶ εὐθέως ἐπετέθη αὐτοῖς, καὶ τὸ Ἰσραὴλ ὄνομα, χειρὶ Θεοῦ ἀρθὲν ἀφ᾽ ὑμῶν. Ἀρτίως γοῦν οἱ Θεὸν ὁρῶντες ἐπ' ἀληθείας Ἰσραὴλ ἀξίως προσ αγορεύονται· οἱ δὲ τῇ ἀπιστίᾳ ἀποτυφλωθέντες, ἀπώλεσαν τὸ εἶναι καὶ ἀκούειν Ἰσραήλ. Ἐπεὶ οὖν μετετέθη τὸ ὄνομα ἐξ ὑμῶν αὐτὸ τὸν Ἰσραὴλ, ἐτέ θη ἐν τοῖς ἔθνεσι· περὶ τῶν ἐθνῶν εἴδηλον εἶπεν ὁ προφήτης τοῦ νέου Ἰσραὴλ, ὅτι Ἐξελεύσεται ὁ Κύ ριος τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ. ΕΡΒΑΝ. Πλείστα λέγεις εἰς ἀπόγνωσιν ἐμπηρῶν τὸ γένος τῶν Ἰουδαίων, τοῦ μηκέτι προσδοκᾷν ἀνα ΝΟΤΑ. Εὐφρ. Εὐφραθα όλιγοστός εἶ τοῦ εἶναι ἐν χιλ. Ιο.
col. 683–684page 32 of 81
PG 86:683κλήσεως. Αλλ' ἐγὼ οὐκ ἀνέξομαί σου τῶν ῥημάτων, β ἐπειδὴ ἀκούω τοῦ προφήτου Ἠσαΐου λέγοντος· Επι λάμψει ὁ Θεὸς τῇ ἡμέρᾳ ἐκείνῃ ἐν βουλῇ μετὰ δύο ξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐν Σιών, καὶ τὸ κατα λειφθὲν ἐν Ἱερουσαλήμ. "Αγιοι κληθήσονται πάν τες οι γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Καὶ μετέπειτα, "Οτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἷμα 'Ἱερουσαλὴμ ἐκκαθαρεῖ ἐκ μέσου αὐτῶν, πνεύματι κρί σεως καὶ πνεύματι καύσεως. Οὐκοῦν δεῖ ἡμᾶς ἀνακληθῆναι, καθὼς ἀκούεις τὰς προφητείας, καὶ γενέσθαι πάλιν εἰς τὴν ἀρχαίαν τιμὴν, μᾶλλον δὲ καὶ περισσοτέραν. Τὸ λοιπὸν μηκέτι μοι πολυλογία χρώμενος ἀντίπιπτε, ἀλλὰ πίστευσον ὅτι οὕτως ἔσται, κἂν πρῶτον, κἂν ὕστερον. Και Ο ΑΓΙΟΣ. Μὴ συνιεῖς τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, λόγοις κιβδήλοις καὶ ἀνωφελέσιν ἐννοίαις, χαροποιείς σεαυτόν. Τὸ γάρ, Ἐπιλάμψει, φησὶν, ὁ Θεὸς τῇ ἡμέρᾳ ἐκείνῃ ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ κατα λειφθὲν τοῦ Ἰσραήλ, ήδη γεγένηται. Λάμψας γὰρ ὁ μονογενής Υἱὸς τοῦ Θεοῦ ἐκ τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου ἐν Ἱερουσαλήμ, ἐδόξασε καὶ ὕψωσε τὸ κατάλειμμα τοῦ Ἰσραήλ. Πνευματικῶς δὲ ἐδό ξασε τοῦτο, καὶ οὐχὶ σωματικῶς, ὡς σὺ σαρκικός Ἰουδαῖος φαντάζῃ. Τί δὲ τὸ καταλειφθέν, καὶ διὰ τί νος γραφέν, πρόσεχε ἀκριβῶς, ἵνα γνῷς τί ἀγαθόν, καὶ εἰς σωτηρίαν σου, είπερ βούλει, ἐπιτήειον· τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, τὸ ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ πιστεῦσαν πλῆθος τῶν Ἑβραίων ἐστί. Κατ ελείφθη δὲ ὑπὸ Κυρίου, ήγουν ἐκλεχθέν· ἐτηρήθη ἀπὸ τῶν τυραννούντων νοητῶς προλήψει παθῶν δαιμόνων, τὸ γένος τῶν ἀνθρώπων, ἵνα πιστεύσῃ τῷ Υἱῷ τοῦ Θεοῦ, καὶ σωθῇ, ὅπως μὴ παντελῶς ἀπόληται ἀπιστῆσαν τὸ γένος τῶν Εβραίων. Λέγει γὰρ περὶ τοῦ κεφαλαίου τούτου προφήτης· Εἰ μὴ Κύριος εγκατέλιπεν ὑμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθητε, καὶ ὡς Γόμορρα ἂν ὁμοιώθητε σημαίνων τοὺς ἐξ ὑμῶν πιστεύσαντας καὶ σωθέντας. Τὸ δὲ γραφὲν, εἰς ζωὴν, εἰς τὴν ἐπουράνιον γραφὲν ζωὴν, παρὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, σημαίνει. Οτι δὴ ἔπλυνε τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυ Ο γατέρων Σιών, τῶν πιστευσάντων φησί· καὶ τὸ αἷ. μα ῾Ιερουσαλὴμ ἐκάθηρεν ἐκ μέσου αὐτῶν τῷ τιμίῳ καὶ ἁγίῳ βαπτίσματι, οὐδεὶς ὁ ἀντερῶν. Λέγει γάρ Ησαΐας περὶ τούτου, Λούσασθε καὶ καθαροί για νεσθε, καὶ τὰ ἑξῆς. "Οτι πνεύματι κρίσεως, φιλανθρωπίᾳ διακρίνας, Πνεύματι ἁγίῳ, καὶ ἐξευρών τὸ τηλικοῦτον ἀγαθόν. "Οτι πνεύματι καύσεως, τῷ πυρὶ τοῦ ἰδίου πνεύματος καταφλέξας τῶν διὰ πίσ στεως προσερχομένων τῇ κολυμβήθρᾳ τὰ ὀφλήματα. Καυστικὸν γὰρ μολυσμάτων τὸ Πνεῦμα τὸ ἅγιον τὸ δὲ, Ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθέν, τὸ πλῆθος τοῦ Ἰσραήλ ἐστιν, ὅπερ ἐσθὲν Εσθέν. λουσθέν, ΝΟΤ.Ε.
col. 685–686page 33 of 81
PG 86:685απὸ τῆς ἀπιστίας παρὰ τοῦ Σατανᾶ (καθὼς αὐτῷ ἀνεβριμήσατο ὁ Θεὸς, δι' ἀπιστίας βάλλοντι πᾶν τὸ γένος τῶν Ἰουδαίων) τοσοῦτον ὑψώθη καὶ ἐδοξάσθη, ὥστε πάντα τὰ ἔθνη τὰ πιστεύοντα εἰς τὸν Κύ ριόν μου καὶ Θεὸν Ἰησοῦν Χριστὸν, ἔκτοτε καὶ μέσ χρι τῆς δεῦρο τιμῶσιν καὶ δοξάζουσιν αὐτοὺς, καὶ εὐκτηρίους οίκους ἀνεγείρουσιν, καὶ ἁγίους καὶ δικα! ους ὀνομάζουσι αὐτοὺς, καὶ τὰς ἁγίας αὐτῶν μνή μας κατ' ἔτος ἐπιτελοῦσι, καθώς γέγραπται, ὅτι ἅγιοι πάντες κληθήσονται, παρὰ τῶν ἐθνῶν δηλονότι, οἱ ἀπογραψάμενοι τῷ νόμῳ, καὶ γραφέντες εἰς ζωήν, ἥτις ἐστὶν ὁ Χριστὸς, τῇ πίστει καὶ τῷ βαπτίσματι. Καὶ ἔχεις τοὺς ίβ' ἀποστόλους, ἔχεις τοὺς ο', ἔχεις τοὺς β, ἔχεις τοὺς με τους φαγόντας τοὺς ἄρ τους, ἔχεις τοὺς δ οὓς πάντας ἀπεκτείνατε, μάρ τυρας αὐτοὺς τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ ἀπερ γασάμενοι. Εἰσὶ καὶ ἄλλαι ψυχαὶ πολλαὶ, οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες, αἵτινες ἐξ Ἰουδαίων ἐπεστράφησαν, καὶ προσῆλθον τῷ ἁγίῳ βαπτίσματι. Περὶ ὧν πάντων καὶ πασῶν ἔγραψεν ὁ προφήτης, ὅτι τὸ ἐγκατάλειμμα τοῦ Ἰσραὴλ σωθήσεται. ΕΡΒΑΝ. Εξ εὐθείας μετέστρεψας τὰ ῥήματα τῆς προφητείας εἰς τὴν σαυτοῦ ἀντίληψιν. Πλὴν, εἰ καὶ οὕτως ἔχει, πότε ὁ ἐσταυρωμένος περιπατῶν ἐν Ἱερουσαλήμ, καθὼς μετὰ ταῦτα ἐπάγει ὁ προφήτης, Τὰ περὶ κύκλῳ Σιὼν ἐπεσκίασε νεφέλῃ ἡμέρας, καὶ ὡς καπνοῦ, καὶ ὡς φωτός πυρός καιομένου νυκτός; Πότε δὲ ἐγένετο αὐτὸς πάσῃ δόξῃ σκέ των καὶ εἰς σκιὰν ἀνατέλλων ἑαυτὸν ἡμέρας τοῖς ὑπηκόοις ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύψῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ; Ἀπὸ γὰρ τοῦ, τὸ, Αἷμα Ἱερουσαλήμ εκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύματι κρίσεως, καὶ πνεύματι καύσεως, ταῦτα ἐπάγει ὁ προφήτης. Και Ο ΑΓΙΟΣ. Σὺ τοίνυν ἐν ταῖς ἡμέραις τῆς παρουσίας αὐτοῦ ἧς, καὶ ἔβλεπες, κάν τε νεφέλη ἐπεσκίαζε, καν πυρὸς φωτὶ καιομένῳ ἐφώτιζε, ἢ ἕτερόν τι διέπραττεν, ὅτι φληναφᾷς περὶ αὐτοῦ; Μὴ εἰδὼς γὰρ τὸν ἀληθῆ νοῦν τῆς θείας Γραφῆς, ἅπαντα σωματικοῖς νοήμασιν ἐπιτηδεύεις διακρίνειν, καὶ σπεύδεις. ᾿Αλλὰ πρόσεχε τίνα δηλοῦσι τὰ εἰρημένα. Ἐπεὶ σύκα, ὦ Ἰουδαῖς τυφλέ, σὺ δοκῶν συνάγειν, τριβόλους καρπίζῃ. Λέγει γὰρ ὁ προφή της, ὅτι ἤξει Κύριος· καὶ ἐπιστάμεθα ἡμεῖς ὅτι ἐλήλυθε. Καὶ ἔσται, φησί, πᾶς τόπος τοῦ ὄρους Σιών, καὶ πάντα τὰ περικύκλῳ αὐτῆς. Ἡ Σιών ἐκείνη, δρος πέφυκε, καὶ ὄρος υψηλόν. Σιὼν δὲ καὶ δρος μοι νόει, τὴν ἐν τῷ οὐρανῷ μητρόπολιν Σιών, καὶ τὴν ἐξ ἐκείνης Ἐκκλησίαν τῶν ἐθνῶν. Ὅτι δέ ἐστι πᾶς τόπος τοῦ ὄρους Σιών, καὶ τὰ περὶ κύκλῳ αὐτῆς ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ τὴν Σιών, μπρο τυρεῖ ἡ ἀλήθεια. Τοῦ Κυρίου γὰρ σαρκωθέντος, ἀπετάξατο τῷ διαβόλῳ, καὶ εἶξε τῇ ὑποταγῇ ὑπου η ο ΝΟΤΑ. Σκέπων. σκεπασθήσεται. Ιο.
col. 687–688page 34 of 81
PG 86:687κάτω τῆς ἄνω Σιων, τῷ Κυρίῳ μου Ἰησοῦ Χριστῷ ο Σκιάσει. επεσκίασε. πιστεύσας. 'Ανάγγειλον δέ μοι αὐτὸς, ἔστι τύπος ὑποκάτω τῆς ὑπ᾽ οὐρανὸν, ἐν ᾧ ἐκκλησίαι οὐ πεφύκασι τῷ ἑσταυρωμένῳ Θεῷ; Πνευματικῶς γὰρ νοοῦνται τὰ πράγματα, καὶ οὐ σωματικῶς. Ὅτι δὲ εἴρηται Σκιάσει νεφέλη, γέγραπται, ὅτι ἡνίκα μετεμορφώθη ἐπὶ τοῦ ὄρους Θαβώρ κατὰ πρόσωπον τῶν μαθητῶν αὐτοῦ, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς. Καὶ ἐν τῷ ἀναληφθῆναι αὐτὸν πάλιν εἰς τὸν οὐρανὸν, γέγραπται, ὅτι νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν τῶν μαθητῶν αὐτοῦ. Τὸ δὲ, Καὶ ὡς και πνοῦ καὶ ὡς φωτὸς πυρὸς νυκτὸς καιομένου, ἐφώ νησεν ὁ προφήτης, καὶ ὅτι Πάσῃ τῇ δόξῃ σκεπασθήσεται, τοῦτο δὲ δηλοῖ· τὸ μὲν, καπνοῦ, διὰ τὸν γνόμον λέγει τὸν νοητὸν ἤτοι σῶμα, ο φορῶν ἐκάλυπτε τὴν θεότητα ἀπὸ ὑμῶν τῶν ἀπίστων Ἰουδαίων, σημεῖα τελῶν τοῦ μὴ γνωσθῆναι, ἵνα πληρωθῇ καὶ ἃ εἶπεν Ησαΐας, ὅτι Πεπώρωκεν αὐτῶν τὴν καρ δίαν, καὶ τὰ ἑξῆς. Καὶ ὁ Δαβίδ, Καὶ ἔθετο σκότος, ἤγουν τὸ σῶμα, ἀποκρυφὴν αὐτοῦ, τοῦτ' ἔστι τῆς θεότητος αὐτοῦ, ἀπὸ τῶν ἀπίστων. Καπνὸς δὲ σκό τος, οὐδὲν εἴασεν ἐνεργεῖν, ἢ τοὺς ὀφθαλμοὺς δρι μύττειν καὶ τυφλεῖν· πρὸς τὸν μὴ καλῶς ὁρᾷν τὸν καπνιζόμενον, ἢ τὸν σκότον βαλλόμενον αὐτοῦ ἔμε προσθεν. 'Αεὶ γὰρ ὁ Θεὸς τῶν ἀπίστων τυφλοί τὰ νοήματα. Ὡς δὲ φωτός πυρὸς καιομένου νυκτός, φῶς αὐτὸς ἦν· ὅτι δὲ καὶ ἔλεγεν, Εγώ φῶς εἰς τὸν κόσμον ἐλήλυθα. Ἐκαίετο δὲ, ἤγουν ἐξέλαμπε τῇ ἀπροσίτῳ θεότητι, διὰ τῶν σημείων καὶ τῶν θαυμάτων τοῖς ἐν νυκτὶ τοῦ βίου τότε χρηματίζουσιν Ἰουδαίοις. Τὸ δὲ, Πάσῃ δόξῃ σκεπασθήσεται, τοῦτο δηλοί. Σταυρωθεὶς γὰρ τοσοῦτον ἐδοξάσθη παρὰ τοῦ Πατρὸς, καὶ ἐτιμήθη ἐπὶ γῆς ὑπὸ τῶν ἀληθῶς ἀνθρώπων, ὅτι πᾶσαι αἱ βασιλεῖαι τῆς ὑπ' οὐρανὸν, Θεὸν αὐτὸν ἀληθῆ καὶ Κύριον καὶ Δεσπό την, καὶ βασιλέα καὶ λυτρωτὴν ὁμολογοῦσαι, τιμῶσι καὶ προσκυνοῦσι καὶ λατρεύουσιν. Οτι δὲ λέγει, "Οτι ἐστὶν ὡς σκιάν ἡμέρας ἀπὸ καύματος, ἡμέραν λέγει, τὴν πνευματικὴν ἐργασίαν· καῦμα δὲ, τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα. Ο Κύριος μὲν οὖν ἐν πάσαις ταῖς ἡμέραις τοῦ αἰῶνος τούτου, αὐτὸς σκιάζει καὶ φρουρεῖ καὶ φυλάττει πάντας τοὺς ἀγαπῶντας αὐτόν· οὐ μόνον ἀπὸ καύσωνος τοῦ που νηροῦ τοῦ καίοντος τὰς ψυχὰς τῶν ἀνθρώπων, εἰς τὸ ἐργάζεσθαι τὴν ἀνομίαν τοῦ διαβόλου, ἀλλὰ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ, καὶ τῆς λοιπῆς τυραννίδος τοῦ Σατανᾶ, ὅπερ ἐστὶ σκληρότης καὶ ὑετὸς πονηρός. Διαστροφα! δὲ ταῦτα καὶ ἔννοιαι ἄλογοι τε καὶ ἀκάθαρτοι; Ταῦτα, ὦ Ερβᾶν, οὕτως ἑρμηνεύονται, καὶ οὕτως συγκρίνονται. Περὶ δὲ τῆς Συναγωγῆς τῶν Ἰουδαίων ὑμῶν, πρόσχες τίνα προ βαίνων ὁ αὐτὸς προφήτης λέγει ἐν τῇ αὐτοῦ προφητεία· Τάδε λέγει Κύριος· Εφύτευσα άμπελον Σωρήχ· Σωρήχ δὲ ἑρμηνεύεται κληματὶς δεξιά διὰ τὸν 'Αβραὰμ τοῦτο ἦν πρόδηλον. Καὶ φραγμὴν Ὡς σκιά». καὶ ἔσται εἰς σκιάν. ὡς σκιά.
col. 689–690page 35 of 81
PG 86:689αὐτῷ περιέθηκα, καὶ ἐχαράκωσα, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ ὑπολήνιον ώρυξα ἐν αὐτῷ, καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησε δὲ ακάνθας. Καὶ νῦν, ἄνθρωποι τοῦ Ἰούδα, καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ, κρίνατε ἐν ἐμοὶ καὶ τῷ ἀμπελῶνί μου. Τι ποίησω ἔτι τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. Επάγων δὲ τὴν ἀπώλειαν ὑμῶν, καὶ τ', τί δέοι γενέσθαι περὶ ὑμῶν, λέγει· Νῦν οὖν ἀναγγελῶ ὑμῖν, φησί, τί ποιήσω ἀμπελῶνί μου. Ἐνταῦθα πρόσεχε, ὦ Ἐρβᾶν, τῇ ἀκριβεῖ τῆς Συν αγωγῆς ὑμῶν καταλύσει. Αφελῶ γὰρ τὸν φρα γμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν. Τίς ὁ φρα γμός; Πάντως ὁ νόμος, ὁ περιορίζων κύκλῳ τῶν προσταγμάτων τοῖς φραγμοῖς τὸν ἐξ Αἰγύπτου μετ αρθέντα ἀμπελῶνα, πρὸς τὴν γῆν τῆς ἐπαγγελίας. Τίνες οι διαρπάσαντες; Αἰσθητῶς μὲν Ασσύριοι, Πέρσαι, Ῥωμαῖοι· νοητῶς δὲ, οἱ νοητοὶ δαίμονες, οἱ εἰς τὰς αἱρέσεις ἁρπάσαντες. Καὶ γὰρ ὑμεῖς ἐν ποικίλαις αἱρέσεσι κατὰ καιρὸν τὸν νόμον τοῦ Μω σέως παρετρώσατε. Καὶ καθελῶ, φησί, τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Τίς ἡ τοῖχος; Ἡ τοῦ Ὑψίστου δεξιά, ἡ προπύργιος ἀσφάλεια τῶν ἀγαπώντων αὐτόν. Τίνες οι καταπατοῦντες; Οἱ αἱ χμαλωτεύσαντες ἐχθροί, οἱ νοητῶς τε καὶ αἰσθητῶς ἄρξαντες τῆς συναγωγῆς ὑμῶν, ὧν ἐπὶ τέλους ὁρῶ Πιλάτον καὶ τοὺς πρὸ αὐτοῦ. Καὶ ἀνήσω, φησί, τὸν ἀμπελῶνα μου, τοῦτ' ἔστι, καταλείψω ἔρημον καὶ οὐ μὴ τμηθῇ, οὐδ' οὐ μὴ σκαφῇ, τοῦτ' ἔστιν, οὐκ ἐπάξω ἐπιμέλειαν εἰς αὐτόν. Καὶ ἀναβήσεται εἰς αὐτὸν, ὡσεὶ χέρσον, ἄκανθα· ἤγουν ἀρθῇ εἰς αὐτὸν ἁμαρτία πολλή, ὡς εἰς ἔθνος ἄνομον καὶ ἀπε ριόδευτον, ἐν πολλῇ ἀνομίᾳ καὶ ἁγνωσία χρηματίζον. Καὶ ταῖς νεφέλαις ἐκτελοῦμαι, τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετίν. Τί εἰσιν αἱ νεφέλαι; Αἱ προφητεῖαι καὶ τὰ βιβλία του νόμου· βραχαὶ δὲ οἱ λόγοι, καὶ ὑετοὶ τὰ νοήματα. Παντελῶς γὰρ ἀπετυφλώθητε, καὶ οὐ δύνασθε ἀναγνῶναι τὸν ἀληθῆ νοῦν τῆς θείας Γραφῆς ὑμῶν. "Ινα δὲ μὴ εἴπῃς ὅτι περὶ ἑτέρου χει φαλαίου ὁ προφήτης ταῦτα ηνίξατο, καὶ οὐχὶ περὶ τῆς Συναγωγῆς ὑμῶν, τρανώσας τὴν προφητείαν, μᾶλλον δὲ καθαροποιήσας, ἐπήγαγεν· Ο γὰρ ἀμπε Των Κυρίου Σαβαώθ, φησίν, οἶκος τοῦ Ἰσραήλἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον· τοῦτ' ἔστιν, ἡ ἐξ Ιούδα βασιλική γενεαλογία τοῦ Δαβίδ. Ταῦτα οὖν οὐχ οὕτως ἔχει περὶ ὑμῶν, ὦ ἀνόητε καὶ ἄπιστε Ἰουδαῖε; καὶ σὺ καθέζῃ, καὶ ἐκ δέχῃ ἀνακληθῆναι. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σω τηρία. Εἰ γὰρ ἅ κατέλυσεν ὁ Θεὸς, μᾶλλον δὲ πεπλήρωκε, μέλλει ἔπειτα καὶ νῦν οἰκοδομεῖν, τολμηρὸν εἰπεῖν, ὅτι παραβάτην ἑαυτὸν συνίστησι. Θεὸς δὲ παραβάτης οὐκ ἂν γένηταί ποτε. Οὐ γὰρ πέφυκενὑπὸ λήθην ὡς ὑμεῖς. Ποιήσῃ. ποιήσαι. ΝΟΤΑ.
col. 691–692page 36 of 81
PG 86:691μόν σου ἀπ' ἐμοῦ, καὶ ἠλέησάς με. Εἰ τοίνυν οὐκ κληθήσεται, φησίν, ἀλλὰ καὶ οἱ ἐχθροὶ Ἰούδα, οι οὕτως ἔχει, ἢ ψευδεῖς οἱ προφῆται. ΕΡΒΑΝ. Πλείστα μεμάθηκας πολυλογεῖν, Εξω βάλλων τὴν τοῦ Ἰσραὴλ ἐλπίδα. 'Αλλ' ἐμὲ οὔπω καθ όλου πτοήσεις· ἐπειδὴ λέγει Ησαΐας περὶ τῆς τοῦ Ἰσραὴλ ἀνακλήσεως, καθαροποιῶν τὴν ἀλήθειαν Καὶ ἔσται, φησί, τῇ ἡμέρᾳ ἐκείνῃ, προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶ σαι, καὶ ζητῆσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ Ισραήλ ὃ ἐὰν καταλειφθῇ ἀπὸ τῶν Αστ συρίων, καὶ ἀπὸ Αἰθιοπίας, καὶ ἀπὸ Ἐλαμιτών, καὶ ἀπὸ Αἰγύπτου καὶ Βαβυλῶνος, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἐξ Αραβίας, καὶ ἀπὸ τῶν νήσων τῆς θαλάσσης· καὶ ἀρεῖ σημεῖα, εἰς τὰ ἔθνη, καὶ συνάξει τοὺς ἀπολλυμένους Ισραήλ, καὶ τοὺς διεσπαρμένους Ιούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. Καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Εφραιμ, καὶ οἱ ἐχθροὶ Ἰούδα απο λοῦνται. Καὶ ἔσται τῷ Ἰσραὴλ ὡς τῇ ἡμέρᾳ τ ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου. Καὶ ἐρεῖς, φησίν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι. Καὶ ἔπειτα, Ἀπέστρεψας τὸν θυ ἔστιν οὕτως; δεῖξον. Οὐ μόνον γὰρ ὁ Ἰσραὴλ ἀνα τινές ἐστε ὑμεῖς οἱ Χριστιανοί, ἀπολοῦνται. Ταῦτα Καὶ Ο ΑΓΙΟΣ. Σὺ μὲν τὸ συμφέρον σοι μόνον λελάληκας, τὸ δὲ συμφέρον ἐμοὶ, παρεσιώπησας. Τις δὲ φάσκει ἐν κεφαλαίῳ τῶν ῥηθέντων παρὰ σοῦ; ΕΡΒΑΝ. Τίνα λέγει; ἀποκρίθητι ταῦτα σύ. Καὶ Ο ΑΓΙΟΣ. Οὕτω λέγει, φησί, Κύριος· Εσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ανιστάμενος ἄρχειν τῶν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι. Καὶ ἵνα μὴ εἴπῃς, ὅτι ἐναντίος τίς ἐστι τῷ Θεῷ ὁ ἀνιστάμενος ἄρχειν τῶν ἐθνῶν, Εκ τῆς ρίζης ἔσται τοῦ Ἰεσσαὶ, ἐπήγαγε· Καὶ ἔσται, φησὶν, ἡ ἀνάπαυσις αὐτοῦ, τιμή. Προσέχεις, ἀπαί δευτε καὶ ἀδίδακτε, ὅτι τιμὴν ἔνθεον τὴν ἀνάπαυσιν αὐτοῦ ὁ προφήτης είρηκεν; Οὐκοῦν τέως πληροφορήθητι, ὅτι παρὰ Θεοῦ ὁ ἀνιστάμενος ἄρχειν τῶν ἐθνῶν, ἐπειδὴ καὶ τιμὴ ἡ ἀνάπαυσις αὐτοῦ ὠνομάσθη. "Οτι δὲ ἐπάγει μετὰ ταῦτα, ὅτι 'Αρεῖ σημεῖον εἰς τὰ ἔθνη, φησὶ, καὶ συνάξει τοὺς ἀπωσμένους Ισραήλ, καὶ τοὺς διεσπαρμένους Ἰούδα συν άξει, προλαβὼν εἴρηκα, ὅτι οὔτε ἅπαξ, οὔτε δις συνήγαγεν, ἀλλὰ καὶ πολλάκις. Ἀλλ᾽ ὑμεῖς ἐν τῇ αὐτῇ ἀπειθείᾳ ἐστέ· ἔπειτα διαμείναντες ἐν καιρῷ, πάλιν διεσκορπίσθητε, καὶ ἐν τῷ αὐτῷ διασκορπισμῷ μέχρι τῆς δεῦρο διαμένετε. Καὶ τοῦτο μὲν ἐδόθη σοι πρὸς ἀπολογίαν τοῦ σοῦ ῥήματος παρ' ἐμοῦ. Εἰ δὲ βούλει μαθεῖν τὸ ἀληθὲς τῆς προφητείας ταύτης, καὶ τὸ σαφὲς, πρόσεχε ὧδε. Οὕτω λέγει, φησί, Κύριος· "Εσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν τῶν ἐθνῶν. Τίς ἡ ῥίζα τοῦ Ἰεσσαὶ, ἀλλ᾽ ἢ ἡ ἐμὴ Δέσποινα καὶ Θεοτόκος Μαρία, ἡ ἐκ φυλῆς τοῦ Ἰεσσαὶ χρηματ ΝΟΤΑ. Τοῦ Ἰσρ. Τοῦ λαοῦ Ἰσρ. Απολλυμ. Απολομένους, απωσμένους.
col. 693–694page 37 of 81
PG 86:693τίζουσα; Τίς ὁ ἀνιστάμενος ἄρχειν τῶν ἐθνῶν; Ίησε σοῦς ὁ Χριστὸς ὁ ἐξ αὐτῆς γεννηθείς. "Οτι δὲ ἄρχειν τῶν ἐθνῶν, ὁρᾷς πάντως. Οτι δὲ καὶ ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι, βλέπεις. Ότι δὲ πέφυκεν ἡ ἀνά παυσις αὐτοῦ, τιμή, κόρος οὐκ ἔστιν. Ανάπαυσιν δὲ αὐτοῦ, τὴν κοίμησιν λέγει, τοῦτ' ἔστι τὸν θάνα τον, ὃν ἐπὶ τοῦ σταυροῦ κρεμάμενος δέδωκε. Καὶ δν ἐπάγει εὐθέως ὁ προφήτης λέγων, Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ποία ἡμέρα πρόδηλον ἐν ᾗ ἵστατο ὁ ἀνιστάμενος ἄρχειν. Εἰ δὲ ἐρεῖς ὅτι οὐκ ἐν ταύτῃ τῇ ἡμέρᾳ λέγει, δεῖξον σὺ περὶ ποίας λέγει. Εἰ γὰρ ἐπὶ συντέλειαν εἴπῃς, ἔδει καὶ τὸν προφήτην συντέλειαν όνομάσαι. 'Αλλ' οὐκ ἂν ἔχοις τοῦτο παραστῆσαι. Διὰ τοῦτο, Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, φησί, προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ. Τί ἐστι, προσθήσει Κύριος; "Ηγουν, ὁ δε ξάμενος τὰ ἔθνη ἐπιστραφέντα, προσθήσει δὲ καὶ ἀπὸ τοῦ Ἰσραὴλ, τοὺς ἀληθινούς Ἰσραηλίτας, τοὺς καὶ τὸν νόμον καλῶς τηρήσαντας, καὶ εἰς τὸν χρι στιανισμὸν προθύμως ἐκνεύσαντας, διὰ τῆς εἰς αὐτ τὸν πίστεως ἀνακαλέσασθαι, καὶ μεταστῆσαι εἰς τὸν χριστιανισμὸν, οὐ μόνον ἀπὸ Ἱεροσολύμων, ἀλλὰ καὶ ἐκ πάντων τῶν περάτων τῆς οἰκουμένης. Δια σπαρέντων γὰρ τῶν μαθητῶν αὐτοῦ εἰς τοὺς δώδεκα ἀνέμους τῆς ὑπ᾽ οὐρανὸν, πολὺ πλῆθος καὶ ἀπὸ τῶν ἐν ὅλῳ κόσμῳ διασκορπισθέντων Ἰουδαίων ἐπίστευσαν πανοικὶ, καὶ συνήχθησαν μετὰ τῶν πιστευσάν των ἐθνῶν ἐν τῇ Ἐκκλησίᾳ. Οὐκοῦν λέγει, ὅτι Ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη. Τί τὸ σημεῖον, ἄλλ᾽ ἢ ὁ τίμιος καὶ ζωοποιός σταυρό;. Δι' αὐτοῦ γὰρ συνάξει τοὺς ἀπολλυμένους τοῦ Ἰσραὴλ εἰς σωτηρίαν, καὶ τοὺς απωσμένους Ιούδα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἰ δὲ καὶ ἐρεῖς, Καὶ ποὺ ὁ σταυρὸς ἐν τῇ Παλαιᾷ ση μεῖον ὠνομάσθη; λέγει γὰρ ὁ Δαβὶδ πρὸς Κύριον, σημεῖον εἰς ἀγαθὸν, καὶ τὰ ἑξῆς. Ταῦτα οὕτως ἔχει Καὶ Ο ΕΡΒΑΝ. Ο προφήτης λέγει καθολικώς ζητῆσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ. Καὶ αὐτὸς λέγεις τοὺς ἀποσπασθέντας τοῦ νόμου, καὶ τῷ Χριστῷ πεπιστευκότας, τούτους νόμους ἀσφαλῶς ηνίξατο· καὶ πῶς τοῦτο; Και Ο ΑΓΙΟΣ. Τίνα γέγραπται περὶ τοῦ νόμου; Ἐπικατάρατος, φησί, πᾶς ὃς οὐκ ἐμμένει ἐν τῷ βιβλῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά. Οὐκοῦν οἱ μὴ φυλάττοντες τὸν νόμον, οὐκ εἰσὶν ἄξιοι μετὰ τοῦ φυλάσσοντος λαοῦ συναριθμηθῆναι, ὃν τρόπον καὶ οἱ Χριστιανοί· πάντες μὲν Χριστιανοὶ ὀνομάζονται ἀλλ᾽ οἱ φυλάσσοντες τὰ τῶν Χριστιανῶν παραγγέλματα, οὗτοι μόνοι Χριστιανοί εἰσιν· οἱ δὲ μὴ φυ λάσσοντες, ἀχριστιανοί. Οὕτω κατὰ τὰς ἡμέρας ἐκεῖ νας ἐν ἀληθείᾳ ὅσοι ἐφύλαττον τὸν νόμον Μωσέως ἀκριβῶς, παραγενομένου τοῦ Χριστοῦ μου μόνον ἀκούσαντες, εὐθέως κατενύγησαν παρὰ τοῦ Θεοῦ τοῦ νόμου, καὶ πεπιστεύκασιν εἰς τὸν μονογενῆ αὐτοῦ καὶ φίλτατον Υιόν. Οσοι δὲ καὶ πρὸ τοῦ Χριστοῦ οὐκ ἐφύλασσον τὸν νόμον τοῦ Θεοῦ, ἀλλ' με προφητεύων περὶ τοῦ σταυροῦ, Ποίησον μετ᾿ ἐμοῦ βεβαίως κατὰ τὴν τοῦ Πνεύματος θείαν διάκρισιν. ει 63) Ποια ἡμέρα. Ποια ημέρα.
col. 695–696page 38 of 81
PG 86:695ὑπούργουν τῷ διαβόλῳ διὰ τῶν πονηρῶν ἔργων απο τῶν, εἰδὼς ὁ Θεὸς τοῦ νόμου, ὅτι οὐκ ὠφέλησεν ἐν τῷ νόμῳ Μωσέως, οὕτως οὐδ᾽ οὐ μὴ πιστεύσαντες εἰς τὸν Χριστὸν, ὠφελήσουσιν· ἀλλ' ἀπερ ἔπραττον παράνομα, ὑπὸ τοῦ νόμου χρηματίζοντες, ταῦτα καὶ Χριστιανοὶ γεγονότες ἐπιτελέσουσιν. Απο ετύφλωσεν γὰρ αὐτῶν τὴν καρδίαν, καὶ σκληρύνας, πεπώρωκεν· οἱ τινες καὶ ἀπιστήσαντες ἀπώλοντο. Διὰ ταύτην οὖν τὴν αἰτίαν τοὺς τελείους ὁ προφήτης καὶ αὐτὸς ἔγωγε μόνους, καὶ Ἰσραὴλ, καὶ λαὸν Θεοῦ, καὶ Ἰούδαν εὐλόγως ἂν κατωνόμασεν. Καὶ αὐτὸς σὺ τί ἐρεῖς πρὸς ταῦτα; Και Ο ΕΡΒΑΝ. Καὶ εἰ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, δι' ἣν αἰτίαν λελάληκεν ὁ προφήτης, ὅτι Καὶ ἀφαιρεθήσεται, φησὶν, ὁ ζῆλος Εφραίμ, καὶ τίνες οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται; Τί ἐστιν ὁ Ἐφραίμ, καὶ τίνες οἱ ἐχθρο! Ἰούδα, ἀνάγγειλόν μοι ἀρτίως. Και Ο ΑΓΙΟΣ. Οἱ τῆς φυλῆς Ἐφραίμ, ἀνόητε, Ἑβραῖοι· ἐτύγχανον ἐν ταῖς ἡμέραις Ἡσαΐου τοῦ προφήτου, καὶ μονοτρόπως τῶν ἄλλων φυλῶν ἀπο σχισθέντων τῆς Ἰούδα φυλῆς, ἐβασίλευον· οἱ δὲ ἐκ τῆς Ἰούδα φυλῆς, τῆς Παλαιστίνης πάσης κατα κρατοῦντες, ἐβασίλευον. Ζῆλον τοιγαροῦν οὐ τὸν τυ χόντα ἡ βασιλεία Ἐφραὶμ πρὸς τὴν Ἰούδα, ήγουν τοῦ Δαβὶδ βασιλείαν ἐκέκτητο, καὶ τηλικοῦτον, ὥστε καὶ ἐμφυλίους πολέμους μεταξὺ αὐτῶν κρατηθῆναι. Ἐπεὶ οὖν ἑώρα ὁ Ησαΐας οἷα προφήτης Θεοῦ, ὅτι ἐν ἀληθείᾳ μέλλει ὁ Χριστὸς τὸ κατὰ σάρκα ἐκ τῆς Ἰούδα φυλῆς ἀνίστασθαι, καὶ τὴν Ἐφραίμ βασιλείαν καταλύεσθαι, τοῦτον τὸν λόγον ἐπήγαγεν, ὅτι τοῦ Κυρίου Ἰησοῦ ἐκ τῆς Ἰούδα φυλῆς ἀνατείλαντος, ἀφαιρεθήσεται ὁ ζῆλος Ἐφραίμ, ήγουν ἡ ἔχθρα καταλυομένης αὐτοῦ τῆς βασιλείας· καὶ οἱ αὐτοὶ ὡς ἐχθροὶ Ἰούδα, τοῦτ' ἔστι τοῦ ἐκ τῆς φυλῆς Ἰούδα ἀναβαίνοντος Κυρίου καὶ βασιλέως, εὐθέως ἀπολοῦνται. Προφητεύων γὰρ ὁ προφήτης περὶ τῆς συντελείας Εφραίμ, τόνδε τὸν λόγον ᾐνίξατο. Οπόταν ἐν ταῖς ἡμέραις ᾿Αχας, τοῦ Ἰωαθαμ, τοῦ Ὀξίου βασι λέως Ἰούδα, ἀνέβη Ῥαασὴμ βασιλεὺς ᾿Αραμ, καὶ Φακεὲς ὁ υἱὸς τοῦ Ρομελίου βασιλέως Ισραήλ, ἤγουν ἐκ φυλῆς Ἐφραίμ, τοῦ πολιορκῆσαι τὴν Ἱερουσαλὴμ, Τάδε, φησί, λέγει Κύριος σαβαώθ, Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, καὶ μετ' ὀλίγα, καὶ ἔτη ο εξήκοντα καὶ πέντε, φησὶ, καὶ ἐκλείψει ἡ βασι λεία Εφραίμ ἀπὸ τοῦ λαοῦ. Διὰ ταύτην οὖν τὴν αἰτίαν εἴρηκεν, ὅτι 'Αφαιρεθήσεται ὁ ζῆλος Ἐφραίμ, καὶ τὰ ἑξῆς. Καὶ Ο ΕΡΒΑΝ, Καὶ δι᾿ ἣν αἰτίαν επάγει ὁ προφή της λέγων, ὅτι Εσται, φησί, τῷ Ἰσραὴλ ὡς τῇ ἡμέρᾳ ᾗ ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου; παραπλησίως γὰρ τὴν ἔξοδον ταύτην τῆς πάλαι ἐξόδου τῆς Αἰγύπτου ἐνέφηνεν. Και Ο ΑΓΙΟΣ. Σωματικῶς μὲν ἐξ Αἰγύπτου ὁ Ἰσε ραὴλ ἐξῆλθε, καὶ ἐλευθερωθεὶς ἐκ τῆς σωματικῆς δουλείας, τὴν γῆν τῆς ἐπαγγελίας κατεκληρονόμησε, ΝΟΤ.Ε. Πιστεύσαντες. Πιστεύσαντας. ὠφέ λησεν. "Εγωγε. επήγαγε. Οι εχθροί. καὶ οἱ ἐχθροί.
col. 697–698page 39 of 81
PG 86:697Νυνὶ δὲ νοητῶς ἐξελθὼν ἐκ τῆς ἁμαρτίας, πρῶτον μὲν τῆς κατάρας τοῦ νόμου λελύτρωται· ἔπειτα δὲ καὶ τὸν παλαιὸν χιτῶνα τῆς ἁμαρτίας ἀπεκδυσάμε γος, ἐνεδύσατο τὸν νέον τὸν ἀνακαινούμενον δι' ὕδατος καὶ πνεύματος· καὶ ἐξελθὼν τελείως ἐκ πάσης ἁμαρτίας, ὡς ἐκ γῆς Αἰγύπτου, κατώκησεν ἐν τῇ νέα Ἱερουσαλήμ, τῇ Ἐκκλησίᾳ, ὡς ἐν ἄλλῃ γῇ τῆς ἐπαγγελίας. Καὶ τοιαύτη ἐγένετο εὐφροσύνη καὶ τέρψις μεγίστη, ὥστε καὶ κρείττονα τῆς ἐκ γῆς Αἰγύπτου ἀναχωρήσεως, τὴν ἐξαισίαν ἐκείνην χώραν κατακληρώσασθαι. Διὰ ταῦτα γοῦν λελάληκεν ὁ προ φήτης, ὅτι καὶ ἔσται τῷ Ἰσραὴλ ὡς τῇ ἡμέρᾳ ᾗ ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου. ΕΡΒΑΝ. Προλαβὼν εἴρηκα, ὅτι πρὸς ἑτυμολογον κεκτημένοι τὴν διάλεξιν, οὐκ ἄν ποτε περικρατεῖς τοῦ ζητουμένου γενόμεθα ὅσας κἂν τάχα μαρ τυρίας ἀπό τε τοῦ νόμου, ἀπό τε τῶν προφητῶν παρ ἄγωμεν. Αλλ' οὖν ἔτι ἔχω τοῦ λέγειν, οὐκ ἀνα παύσω μου τὸν λογισμόν, οὐδὲ τὴν λαλιάν. Ἰεζεκιήλ ὁ προφήτης διαγορεύει· Τάδε λέγει Κύριος Λή ψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γενεῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν, καὶ ῥανῶ ἐφ' ὑμᾶς ὕδωρ καθαρὸν, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιών ὑμῶν, καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν καθα ριῶ ὑμᾶς. Καὶ δώσω ὑμῖν καρδίαν καινὴν, καὶ πνεῦμα καινὸν δώσω ὑμῖν, καὶ ἀφελῶ τὴν καρ δίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ἐν ὑμῖν καρδίαν σαρκικὴν, καὶ πνεῦμα δώσω ἐν ὑμῖν, καὶ ποιήσω ἐν τοῖς δικαιώμασί μου πορεύεσθαι, καὶ τὰ κρίματά μου φυλάξεσθαι καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα τοῖς πα τράσιν ὑμῶν, καὶ ἔσεσθέ μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν. Εἰ τοίνυν οὐ λέγει ὁ προφή τῆς οὕτως, ἀπόδος λόγον. Ἰδοὺ γὰρ καθαρά μαρ τυρία μηδεμίαν ἐν μηδενὶ κεκτημένη αντίρρησιν. Καὶ Ο ΑΓΙΟΣ. Ἐγὼ οὐ πολυλογίαν εἰσάξω περὶ τῆς προφητείας ταύτης τοῦ πεῖσαί σε. Οὐ γὰρ περὶ Ἰουδαίων λελάληκεν ὁ προφήτης, ἀλλὰ περὶ τῆς Ἐκκλησίας τῶν ἐθνῶν· ἐπειδὴ εἴρηκεν, ὅτι Καθα ριῶ ὑμᾶς ἐκ πάντων τῶν εἰδώλων ὑμῶν. Καὶ ἀνάγγειλόν μοι, τὸν Ἰσραὴλ ἐκάθηρεν ὁ Θεὸς ἀπὸ τῶν εἰδώλων, ἢ τὰ εἰδώλοις λατρεύοντα ἔθνη; Λιθίνην καρδίαν τὰ ἔθνη ἐκέκτηντο τὰ πλανώμενα, ἢ οἱ Ἰσραηλῖται, οἱ τὸν Θεὸν τὸν ἅγιον δια νόμου Μω σέως λατρεύοντες; Ἐν τοῖς νομίμοις δικαιώμασιν οἱ Ἰσραηλῖται ἐπορεύθησαν πρῶτον, ἢ τὰ ἔθνη τα μὴ νόμον ἔχοντα; Μηδέπω λαὸς τοῦ Θεοῦ προϋπῆρξεν ὁ Ἰσραήλ, ή, ὡς ἐπαγγέλλεται ὁ προφήτης, μετὰ ταῦτα κληθῆναι αὐτὸν λαὸν Θεοῦ, ὡς μηδέποτε ὑπάρξαντα; 'Αρα οὐδέποτε ἐδέξατο Πνεῦμα Θεοῦ, ἀλλὰ μετὰ τοῦτο χρεωστείται τοῦτο δέξασθαι; Μάτην οὖν προσδοκᾷς, ὦ Ἑρδᾶν ἀλογώτατε. Ο γὰρ προφήτης περὶ τῶν προσδοκωμένων λελάληκεν, Κρείττονα. κρείττον εἶναι. Γενόμεθα. γενοίμεθα. ο Τὸν Θεὸν τὸν ἅγιον. τῷ Θεῷ τῷ ἁγίῳ.Ι. Χρεωστείται. χρεωστεί.
col. 699–700page 40 of 81
PG 86:699καὶ οὐχὶ τῶν ἔκπαλαι παρεχηκότων, μὴ γένοιτο ΕΡΒΑΝ. Λήψομαι ὑμᾶς, φησὶ, ἐκ τῶν ἐθνῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν· καὶ αὐτὸς διαγγέλλεις ἀλλόκοτα. Καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ῆς ἔδωκα τοῖς πατράσιν ὑμῶν. Καὶ αὐτὸς Σαφηνίζεις ἀλλότρια. Λέξον μοι οὖν αὐτός, ἔθνη ἐξ ἐθνῶν ἀθροίσειεν ἄρα Κύριος, καθώς λέγεις; Εἰπε, ἔθνη κατοικοιεῖ ἐν τῇ γῇ τῶν πατέρων αὐτῶν; Τίς γὰρ κοινωνία ἔθνεσι πρὸς Εβραίους; Δίκαια φάσκεις, ὦ ἀρχιεπίσκοπε. Οὐκ ἔστιν οὕτω, οὐκ ἔστιν. Και Ο ΑΓΙΟΣ. Εἴρηκας ὅτι ἔθνη ἐξ ἐθνῶν ἐκλέ ξεται ὁ Θεός. Ναί, ἔθνη ἐξ ἐθνῶν ἐξελέξατο. Ποια τρόπῳ; τὰ πιστεύσαντα ἔθνη ἀπὸ τῶν ἀπιστευσάντων. “Οτι δὲ εἴρηκας, ὅτι ἄρα ἔθνη κατοικιεῖ Κύριος ἐν πόλει Ἱερουσαλήμ, ὡς τῇ γῇ τῶν πατέρων αὐτῶν εἰ οὐκ εἶχες ὀφθαλμοὺς ἐμέλετό μοι ἀνάβλεψον γὰρ καὶ ἴδε, ὅπως πᾶσα Ἱερουσαλήμ Χριστιανῶν πεπλήρωται, καὶ Ἰουδαίων οὐδαμῶς. Τὸ γὰρ λόγιον τοῦτο, ὁ πρὸς 'Αβραὰμ εἰρημένον ἐστὶ παρὰ Κυρίου, ὅτι Ευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη, κρίνας ὁ Θεὸς ἐκπεπλήρωκεν. Οτι δὲ εἰρη κας, Τίς κοινωνία ἔθνεσι πρὸς Εβραίους, ενώτισαι τίνα ὁ Ἡσαΐας λελάληκε· Τάδε λέγει Κύριος, φησί, Ἰδοὺ συναγαγεῖν ἔρχομαι πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας· καὶ ἥξουσι, καὶ ὄψονται τὴν δόξαν μου, καὶ καταλείψω ἐπ' αὐτῶν σημεῖον, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη. Καὶ τίνες οἱ ἐξ ἐθνῶν σεσωσμένοι, οὓς ἀποστελεῖ Κύριος, ἀλλ᾽ ἢ οἱ κήρυκες Χριστοῦ, οἱ ἱεράρχαι παρὰ τῶν δώδεκα ἀποστόλων χειροτονηθέντες ποιμαίνειν τὰς ἀπανταχοῦ ἐκκλησίας τοῦ Χριστοῦ; Ἐξ αὐτῶν, φησὶ, ἐξαποστελῶ σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Τάρσους, καὶ Φούδ, καὶ Σομόχ καὶ εἰς Θοβέλ, καὶ εἰς τὴν Ἑλλάδα, καὶ εἰς τὰς νήσους τὰς πόῤῥω, αἳ οὐκ ἀκηκόασί μου τὴν δόξαν καὶ ἀναγγελοῦσι τὴν δόξαν μου ἐν τοῖς ἔθνεσι, καὶ ἄξουσι τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν, δῶρον τῷ Κυρίῳ, μεθ᾿ ἵππων καὶ ἁρμάτων. Προσέχεις τοιγαροῦν, ὦ Ἑρβᾶν, τῆς παρουσίας τοῦ Χριστοῦ, ἀγαπητοῖς Θεῷ Ἰουδαίοις διαλεγόμενος ὁ Ησαΐας ἔφασκεν· "Αξουσι τοὺς ἀδελφοὺς τοὺς ἐξ ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν, δῶρον τῷ Κυρίῳ. Ὥστε οἱ πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ πιστοὶ Ἰουδαῖοι, καὶ οἱ μετὰ Επ ρ ο ταῦτα, ἐλθόντος τοῦ Χριστοῦ, πιστεύσαντες εἰς αὐτ ΠΟΛ τὸν, καὶ ὅσοι ἀπὸ τῶν ἐθνῶν ἐπίστευσαν τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, ἀδελφοὶ πεφύκασι, καθὰ καὶ Ησαΐας μεμαρτύρηκεν. Σὺ δὲ ποίῳ τρόπῳ είρηκας, Τίς κοινωνία ἔθνεσι πρὸς Εβραίους; Ἑβραῖοι δὲ πιστεύσαντες τῷ Χριστῷ, τιμιώτεροι καθορῶνται τῶν ἀπὸ τῶν ἐθνῶν πιστευόντων τῷ Χριστῷ. Ἐὰν οὖν μὴ φθέγγωμα: κατὰ πεῖραν, ἔλεγξον, ὦ ἀνόητε. Η ΝΟΤΑ. 'Εμέλετό μοι. Εμελέ μοι. Καὶ Φούδ καὶ Σομόχ. και Φούδι και Λούδ, καὶ Μοσάχ. Αἳ οὐκ ἀκ. μου τὴν δόξ. οἳ οὐκ ἀκ. μου τὸ ὄνομα, οὐδὲ ἑωράκατί μου τὴν δόξαν. ΕΡΒΑΝ. Επαινώ σου, ζεῖ Κύριος ὁ Θεὸς, τὰ Καὶ ἁρμάτων. Πρόσ. καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαλίων εἰς τὴν ἁγίαν πόλιν Ἱερουσαλήμ. Προσ. Ιο. Τῆς παρ. Ὅτι περὶ τῆς παρ.
col. 701–702page 41 of 81
PG 86:701βήματα ἐν συνέσει ἐξηγούμενα, καὶ κατὰ πεῖραν μεγίστην. Πλὴν, πάλιν λέγει Ησαΐας· Εἶπε Κύ ριος, φησίν, Εξάξω τὸ ἐξ ᾿Ιακώβ σπέρμα, καὶ τὸ ἐξ Ιούδα, καὶ κληρονομήσει τὸ ὄρος μου τὸ ἅγιον. Ἐπεὶ οὖν κληρονομίαν δέδωκεν ἡμῖν ὁ Θεὸς τὴν Ἱερουσαλήμ, τίς ὁ ἀντιλέγων; Πρὸς βραχὺ καὶ ἐπ' ὀλίγον ἐξεδιώχθημεν· ἀλλ' οὖν πάλιν, οἶμαι, τὰ ἡμῶν ἀποληψόμεθα ἄν, καὶ κληρονομήσομεν πάντα, ὡς τὸ ἀπ' ἀρχῆς. ς Καὶ Ο ΑΓΙΟΣ. Ὁ αὐτὸς Ησαΐας σαφῶς προκατ ήγγειλα. Φησὶ γὰρ, ᾿Ανενέγκωσι μοι ἐν υἱοῖς Ισραὴλ οἱ ἐξ ἐθνῶν τὰς θυσίας αὐτῶν μετὰ ψαλμῶν εἰς τὸν οἶκόν μου, καὶ ἀπ' αὐτῶν λής ψομαι ἐμοὶ ἱερεῖς καὶ Λευίτας. Ορα πῶς ὁ πληρώσας τὸν νόμον Κύριος, καὶ τὴν ἐναλλαγὴν τῆς ἱερω σύνης προδεδήλωκε διὰ τῶν προφητῶν αὐτοῦ. Καὶ ἀπ' αὐτῶν, φησί, λήψομαι ἐμοὶ ἱερεῖς καὶ Λευίτας, λέγει Κύριος. Ἐπεὶ οὖν λέγει, τί οὖν λοιπὸν κε λεύεις αὐτός; “Ον τρόπον, φησὶν, ἔσται ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινὴ, ἃ ἐγὼ ποιῶ μένειν ένα ώπιόν μου, λέγει Κύριος, οὕτως στήσεται τὸ σπέρ μα ὑμῶν, καὶ τὸ ὄνομα ὑμῶν· τοῦτ' ἔστι διὰ πίστεως Χριστοῦ· οἱ τινές εἰσιν οἱ ἐξ ἡμῶν πεπι στευκότες τῷ Χριστῷ. Καὶ ἔσται, φησί, μῆνα ἐκ μηνός, τὰς ποικίλας ἑορτὰς τῶν Χριστιανῶν ἐμφαίνων. Καὶ Σάββατον ἐκ Σαββάτου, αἱ ἀναστά ειμαι ἡμέρας. Καὶ ἥξει, φησί, πᾶσα σὰρξ προστ κυνῆσαι ἐνώπιόν μου ἐν Ἱερουσαλήμ, εἶπε Κύριος. Προσέχεις, ανόητε Πᾶσα σὰρξ, φησὶν, ἥξει. Ο λέξας ὑμῖν τοῖς Ἰουδαίοις, ὅτι οὐ συναλλάξεις ἐν οὐδενὶ μετὰ ἐθνικοῦ, οὐ πραγματεύσῃ μετ' αὐτοῦ, οὐ φάγῃς, οὐ πίῃς, καὶ τὰ ἑξῆς· ὁ αὐτὸς λέγει, Ηξει, φησί, πᾶσα σὰρξ προσκυνῆσαι ἐνώπιόν μου ἐν Ἱερουσαλὴμ, λέγει Κύριος, καὶ ἐξελεύσονται, καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων, ήγουν τὰ ὀστᾶ τῶν προτελευτησάντων καὶ προκατοικησάντων ἐν τῷ τόπῳ ἐκείνῳ παρανόμων Ἰουδαίων. Ἵνα δὲ συνιῇς ὁ μὴ συνιών, ὅτι διὰ τὰς ἁμαρτίας αὐτοῦ ἀπώσθη Ισραήλ, διὰ δὲ καὶ τὸ ἄχρησ στον αὐτοῦ ἐμισήθη, καὶ παρεδόθη εἰς παντελῆ ἀπώλειαν, οὐ μόνον ἐν τῷ νῦν αἰῶνι, ἀλλ᾽ ἢ ἐν τῷ μέλλοντι, ἐπήγαγεν, ὅτι, Τῶν παραβεβηκότων τὰς ἐντολὰς τοῦ νόμου· ὄψονται γὰρ οἱ ἐκ πάσης σαρ κὸς ἐρχόμενοι προσκυνῆσαι τῷ Θεῷ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, τὰ ὀστᾶ αὐτῶν εἰς αἰσχύνην περισσοτέραν γεγυμνωμένα προκείμενα. Ἐν δὲ τῷ μέλο λοντι αἰῶνι ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται· ἔσονται γὰρ εἰς δρασιν πάσης σαρκός. Οταν ἀκούῃς τοῦ Κυρίου λέγοντος διὰ τοῦ Προφήτου, ὅτι, Ἰδοὺ συναγαγεῖν ἔρχομαι πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας· καὶ ὅτι, *Ηξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου εἰς Ἱερουσαλήμ, μηκέτι λέγε τι, ἀλλὰ θέασαι, ὅτι Μήνα. Μήν. μήνα. Προσκ. Του προσκ. τοῦ 'Ανόητε. ασύνετε.
col. 703–704page 42 of 81
PG 86:703καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συν εχῶς ἀναβαίνουσαι εἰς Ἱερουσαλήμ, προσκυνοῦσε, τοὺς ἀπιστήσαντας Ἰουδαίους ταλανίζοντες Καὶ ταῦτα πάντα ὁρῶν, σιώπα, πεφίμωση, καὶ μὴ θεομάχει, ἀλλὰ εἶξον τῇ ἀληθείᾳ. Οτι δὲ εἴρηκας, Εἶπε Κύριος, Ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρ μα, καὶ τὸ ἐξ ᾿Ιούδα, καὶ κληρονομήσει τὸ ὄρος μου τὸ ἅγιον, πρόσεχε· οὐ γὰρ οὕτως ἑρμηνεύεται ὡς σὺ ὑπέλαβες, ἀλλ' ὡς ὑπεμφαίνω ἐγώ. Τὸ ἐξ Ἰακώβ σπέρμα δωδεκάφυλον πέφυκε, καὶ οὐδενὸς τῶν σπερ μάτων αὐτοῦ ἐμνημόνευσεν, ἀλλὰ τὸ ἓξ Ιούδα. Ο γὰρ Ἰούδας ἐστὶ σπέρμα τοῦ Ἰακώβ· ὁ δὲ Κύριός μου Ἰησοῦς Χριστὸς ἐκ σπέρματος Ἰούδα. Πᾶς δὲ Χριστιανός, νοητῶς σπέρμα Χριστοῦ. Περὶ αἱ ἑβδομήκοντα γλῶσσαι τὸν Θεὸν τοῦ νόμου τούτου οὖν τοῦ σπέρματος εἴρηκεν ὁ προφήτης, τοῦ Α' έβδ. καὶ αἱ ἑβδ. Ταλανίζοντες. ταλανίζοντας. Ιο. 'Αλλά τό. 'Αλλ' ἢ τοῦ. Ῥήμασιν. ἅμμασιν. εγκεντρισθέντος διὰ Ἰησοῦ Χριστοῦ ἐν σπέρματι Ἰούδα. Ἐξάξει δὲ αὐτὸ μετὰ τὴν πνευματικὴν ἐρω γασίαν τοῦ τῇδε βίου, καὶ κληρονομήσει την βασι λείαν τῶν οὐρανῶν. Τὸ δὲ ὄρος τὸ ἅγιον ἐκεῖνο, ή ἄνω μητρόπολις Ἱερουσαλήμ. Τὸ γὰρ ὄρος τὸ αἰ σθητόν, Σιών, οὐκ ὀνομασθήσεται, ὡς οἶμαι, ἅγιον, χους τῆς γῆς ὂν καὶ τέφρα· ἀλλ' οὐδέ τις ἐν αὐτῷ πάλαι κατοικησάντων τοῦτο κεκληρονόμηκε· πάντες γὰρ οἱ ἐκεῖσε κατοικήσαντες παρῆλθον, καὶ οἱ νῦν τελευτώσιν. ΕΡΒΑΝ. Μέγα Εργαστήριον πεπλησμένον πολλής ὁλκῆς ῥημάτων, οἱ Χριστιανοὶ εὑράμενοι, πρόμαχον ἐπὶ τοῦ θρόνου αὐτῶν κεκαθίκασι· φοβερὸς γὰρ εἶ διὰ στροφές ῥημάτων. Τάχα ἂν καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ καταχθόνια, εἰ δόξει σοι, διαστρέψεις τοῖς ῥήμασιν ἀλλ' οὐδ᾽ ἡμᾶς ἁπλῶς αἱρήσεις, ὡς μὴ δυναμένους σοι ἀνταποκριθῆναι. "Ινα σαφέστερον νοήσῃς, ὅτι ἀγαπᾷ Κύριος καὶ λίαν τὸν Ἰσραὴλ, ἄκου σου τίνα λέγει ὁ προφήτης Ησαΐας, μᾶλλον δὲ ὁ Θεὸς, περὶ ἡμῶν. Ἐγώ, φησί, Θεός πρῶτος, καὶ εἰς τὰ επερχόμενα ἐγώ εἰμι. Εἶδον ἔθνη, καὶ ἐρος βήθησαν. Τὰ ἄκρα τῆς γῆς ἐξέστησαν· ἔγγισαν, καὶ ἦλθον ἅμα, κρίνων ἕκαστος τὸν πλησίον, βοηθῆσαι τῷ ἀδελφῷ. Οὐκοῦν καὶ σὺ, ἀρχιεπίσκο πε, κατὰ τὸν σκοπὸν τοῦτον ἐκ τῶν φοβηθέντων ἐθνῶν εἷς, τὸν πλησίον σου, βοηθῆσαι ἡμῖν, καὶ τῷ ἀδελφῷ, τοῖς ὁμοφύλοις σου ἔθνεσιν· αὐτοῖς γὰρ καὶ προσποιῇ τὴν σωτηρίαν. Τὸ δὲ βασίλειον ἱερά τευμα, τὸ ἔθνος τοῦ Ἰσραὴλ ἀπωθεῖς, ἐξουθενισμέ γον εἶναι κελεύων, καὶ ἐν ἀπογνώσει. Τί οὖν ὁ αὐτὸς προφήτης λέγει περὶ τῶν καινουργούντων τὰ εἴδω λα; "Ισχυσε, φησίν, ἀνὴρ τέκτων, καὶ χαλκεύς τύπτων σφύραν ἅμα ἐλαύνων. Τότε μὲν ἐρεῖ, Σύμβλημα καλόν ἐστιν. Ισχυσεν αὐτὰ ἐν ἥλοις, τοῦτ' ἔστι τὰ εἴδωλα. Θήσουσιν αὐτὰ καμέντες ἐν τῇ γῇ, καὶ οὐ κινηθήσονται. Ἐπὶ τούτοις αὐχῶνται τὰ ἔθνη τὰ κατὰ σέ. ᾿Αλλὰ πρόσ Τον πλ. κρῖνον τὸν πλ. Τύπτων, σφύραν ἅμα. τύπτων. Ισχυσεν. ἰσχύρωσαν Μος καμόντες Είδον. Ι.ΧΧ είδοσαν.
col. 705–706page 43 of 81
PG 86:705εχε περὶ τοῦ Ἰσραὴλ τί κελεύει. Τὰ μὲν ἔθνη, φησὶν, ἐν τούτοις. Σὺ δὲ, Ἰσραὴλ, παῖς μου Ἰακώβ, δι ἐξελεξάμην, σπέρμα 'Αβραάμ, ὃν ἠγάπησα, οὗ ἀντελαβόμην ἐπ' ἄκρου τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε. Μὴ φοβοῦ μετά σοῦ γὰρ εἰμι. Μὴ πλανῶ· ἐγὼ γὰρ εἰμι ὁ Θεός σου, ὁ ἐνισχύσας σε· καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ μου τῇ δικαίᾳ. Πρόσω εχε, Κύριος ὁ μέγας, ἵνα θαυμάσης, ὁπότην ἀγάπην κέκτηται ὁ Θεὸς πρὸς τὴν Ἰσραήλ. "Ακουσον λέξεις φίλτρου καὶ ζέσεως ἀπείρου μεστάς. Ασφαλισά. μην σε, φησί, τῇ δεξιᾷ μου τῇ δικαίᾳ. Καὶ ἰδοὺ, αἰσχυνθήσονται καὶ ἐντραπήσονται. πάντες οἱ ἀντίδικοί σου. Ζητήσεις αὐτοὺς, καὶ οὐ μὴ εὐ ρήσεις, τοὺς ἀνθρώπους, οἱ παρονήκασι σε. Εσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε· ὅτι ἐγὼ ὁ Θεός σου ὁ κρατ τῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι, Μὴ φοβοῦ ἐγὼ ἐβοήθησά σοι, μὴ φοβοῦ, σκώληξ Ιακώβ, ὀλιγοστοί Ισραήλ. Ἐγὼ ἐβοήθησά σοι, λέγει ο Θεὸς, ὁ λυτρούμενος ὁ ἅγιος Ἰσραήλ. Οὐκοῦν οὐκ ἔστιν οὕτως; Οὐ λέγει ταῦτα ὁ Θεὸς διὰ τοῦ προφήτου περὶ τῶν Ἑβραίων; Τὸ λοιπὸν καὶ αὐτὸς παῦσαι, καὶ μὴ κόπους πάρεχε πλέον. Και Ο ΑΓΙΟΣ. Τὴν μὲν προφητείαν εἴρηκας τὸ δὲ περὶ τίνος διαγορεύει, οὐδαμοῦ ἐπίστασαι. ΕΡΒΑΝ. Περὶ Ἰσραὴλ πάντως φάσκει, καὶ περὶ Ἰακώβ, καὶ περὶ σπέρματος Αβραάμ. Καὶ ἄρα οὐκ ἐπίσταμαι ἐγὼ τίνα φθέγγομαι; Απ' ἄκρου γῆς, ἤγουν ἐξ Αἰγύπτου, διαγγέλλει αὐτὸν προσκεκληκέ ναι πρὸς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ αὐτὸς φάσκεις τάδε κἀκεῖνα; Καὶ Ο ΑΓΙΟΣ. Τό, Σὺ Ἰσραὴλ παῖς μου Ιακώβ, ὃν ἐξελεξάμην, σπέρμα Αβραάμ, δν ἠγάπησα, ἐνωτιζόμενος, ὦ Ἑρβᾶν ἐρημοβάτευτε, μὴ περιφ ρεμβάζου, ὅτι περὶ παντὸς δήμου τῶν Ἰουδαίων τοῦτο εἴρηκεν, ἀλλὰ περὶ τοῦ ἐμοῦ Χριστοῦ, ὃς ἦν Θεὸς ἐκ Θεοῦ, καὶ διὰ τὴν σωτηρίαν τῶν ἀνθρώπων ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐγένετο ἄνθρωπος, ἐκ σπέρματος Αβραὰμ καὶ Ἰσαὰκ, καὶ Ἰακώβ· ἐπει δὴ Ἰσμαὴλ ἐξ ᾿Αβραὰμ ὁ Ἰσαὰκ ἔφυ. Ινα σὺ μὴ εὕρης ὅτι ἴσως ἐκ φυλῆς ἦν Ισμαήλ, διὰ τοῦτο ὁ προφήτης εἴρηκεν, Παῖς μου Ιακώβ, δν ἠγάπησα. Εἰ δὲ εὕρῃς ὅτι οὐχ οὕτως ἐστὶ, δεῖξόν μοι αὐτὸς, ποίῳ χρόνῳ οὐκ ἐγκατέλιπέ σε ὁ Θεός. Οὐκ εἴ διεσκορπισμένος εἰς τὰ πέρατα τῆς οἰκουμένης; Οὐκ εἴ ὄνειδος; Οὐκ εἶ ἐγκαταλελειμμένος Θεῷ καὶ παρὰ ἀνθρώποις; Λέγει ὁ προφήτης, Μετὰ σοῦ γάρ είμι, καὶ ἐγώ εἰμι Θεὸς ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ μου τῇ δικαίᾳ. Οὐκοῦν ποῦ ἐστι μεθ᾽ ὑμῶν τῶν σε Επ' άκρ. ἀπ᾿ ἄκρου, Μὴ φοβοῦ. Καὶ εἶπά σοι· Παῖς μου εἶ, ἐξελεξάμην σε, καὶ οὐκ ἐγκατέλιπον σε. Μή φοβοῦ, κ. τ. λ. Παρῳνήκασι. παρανομήσασι. Ι.ΧΧ παροικήσουσι. Ο Θεός, ὁ λυτρ. ο Θεός σου, ὁ λυτρ. ὁ Θεὸς, ὁ λυτρ. Οὐδαμοῦ. οὐδαμῶς. 'Ισαάκ. ὡς Ἰσαάκ. Εύρης. ἐμεῖς.
col. 707–708page 44 of 81
PG 86:707Εβραίων ἀρτίως ὁ Θεός; ὅτι καὶ αὐτὰ τὰ μικρά, καὶ μὴ πιστεύσαντα ἔθνη εἰς τὸν Χριστὸν, τύπτουσιν ὑμᾶς, καὶ ὡς παίγνιον κέκτηνται; Κατὰ ποῖον τρό που λαμβάνετε ὑμεῖς ἀρτίως ἰσχὺν παρὰ Κυρίου. τοσοῦτον ὑπάρχοντες ἀνίσχυροι, ὅτι οὐδ᾽ ἂν ἴσην κώνωπος πρὸς τὸ δάκνειν τοὺς ἐχθροὺς ὑμῶν κέκτησθε δύναμιν; ποῦ δὲ καθορᾶται ἀρτίως βοηθῶν ὑμῖν Κύριος; Ἐπὶ τίνι πράγματι; ἐπὶ τίνι ἀπεί θεια ἐπὶ ποίῳ δόξα, ἡ τιμὴ, ἢ δυναστεία; Οὐκ εἴ ὡσεὶ σποδὸς καὶ ὡς ὁμίχλη τὸ πρόσωπον τεταγμένος; Ἰδοὺ οἱ Εβραίοι, ἰδοὺ καὶ σὺ αὐτός. Ἰδέτωσαν οὖν τὰ πρόσωπα ὑμῶν οἱ βουλόμενοι. Οὐκ εἰσὶ κόνις; οὐ πεφύκασι τέφρα; πόθεν; Ἐκ τοῦ μὴ εἶναι χάριν ἐκ Θεοῦ ἐν ὑμῖν, ἐν τῷ μὴ ἔχοιν ὑμᾶς Πνεῦμα ἅγιον. Διὰ τὴν ἀπιστίαν ὑμῶν καὶ κακοπραγίαν, οὐκ ἐστὲ διεσχισμένοι ἀπ' ἀλλήλων εἰς τὰ πέρατα τῆς οἰκουμένης, ὡσεὶ διεῤῥωγώς χιτωνίσκος, καὶ ὡσεὶ ἱμάτιον πεπαλαιωμένον; Πότε δὲ ἐσχύνθησαν καὶ ἐνετράπησαν πάντες ὅσοι προς ὑμᾶς ἠναντιώθησαν; Ποῦ εἰσὶν ὡς οὐκ ὄντες οἱ ὑμῶν ἀντίδικοι; Πότε δὲ ἐζητήσατε αὐτοὺς, καὶ οὐχ εὑρέ θησαν; Ποῦ δὲ ὁ Θεὸς κρατῶν τῆς δεξιᾶς ὑμῶν, καὶ ὁδηγῶν ὑμᾶς ἐπί τινι εὐτυχήματι; Ποῦ δὲ χρηματίζεται καὶ ὡσεὶ σκώληξ τεταπεινωμένος, ὁ τῶν Ἰουδαίων σοβαρός τε καὶ λιθοκάρδιος; Ποῦ δὲ καὶ ὀλιγοστοί χρηματίζετε, καὶ τὴν λύτρωσιν παρά Κυρίου κεκτημένοι, οἱ ἐν πάσῃ τῇ γῇ ὡσεὶ ἀκρεῖς καθήμενοι, καὶ παρὰ πάντων ἐμπτυόμενοι, καὶ μη δεμίαν λύτρωσιν παρὰ Κυρίου δεχόμενοι; Απατᾷ, ὦ Ερβαν. Ταῦτα γὰρ περὶ τοῦ ἐμοῦ Χριστοῦ καὶ Θεοῦ ὁ προφήτης ηνίξατο. Καὶ ἐξελέξατο αὐτὸν ὁ Θεὸς, καὶ ἐκάλεσε, καὶ ἡγίασε, καὶ ἠγάπησε, καὶ οὐκ ἐγκατέλιπε, καὶ ἐνίσχυσε, καὶ ἐβοήθησε, καὶ Ασφα λίσατο τῇ δεξιᾷ αὐτοῦ τῇ μεγίστη. Αποκρίθητι τις αρτίως δοξάζεται, τίς βασιλεύει, τίς ἐστιν ἰσχυρὸς καὶ μεγαλοδύναμος, ἀλλ᾽ ἡ Ἰησοῦς Χριστὸς ὁ Κύριός μου καὶ Θεός; Οὐκ ἔστε ὑμεῖς, οἱ Ἑβραῖοι, ἐν αἰ. σχύνῃ καὶ ἐν τροπῇ μεγίστῃ, ὡς ἀντιπεσόντες αὐτῷ, καὶ ἀκμὴν ἀντικείμενοι; Οὐ πεφύκατε ὡς οὐκ ὄντες; Ποῦ γὰρ καὶ καθορᾶσθε; Ζητεῖτε οἱ ἐχθροὶ τοῦ ἑσταυρωμένου, καὶ οὐχ εὑρίσκετε, διότι παρ ωνήσατε σταυρώσαντες τὸν δίκαιον καὶ ἅγιον καὶ ἀναμάρτητον. Γίνωσκε οὖν ὅτι περὶ ὑμῶν λελάληκεν ὁ προφήτης, ὅτι Ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι. Οὐδεὶς γὰρ τοσοῦτον ἀντίκειται τῷ Κυρίῳ μου Ἰησοῦ Χριστῷ, ὡς ὑμεῖς, οἱ ἐπικατάρατοι, οἱ ἄπιστοι. Οἱ γὰρ ἐκ τῶν ἄλλων αἱρέσεων ἀντιπίπτοντες, μερικῶς ὡς πρὸς ὑμᾶς ἐναντιοῦνται αὐτῷ. Καὶ μηκέτι λογοτριβῶν πε ριάγου μοι, ὦ Ἰουδαῖς. Οφθαλμοὺς γάρ μοι δέδω κεν ὁ Θεὸς νοερούς, καὶ κατοπτεύω τὴν ἐν τῷ βάθει τῆς ἁγίας Γραφῆς κειμένην ἀλήθειαν. Σὺ δὲ τυφλώτ των, δελεάσαι με οὐ δυνήσῃ. ἀπειθείᾳ. εὐπειθείᾳ. 198) Χρηματίζεται. χρηματίζει. ΝΟΤ.Ε. 'Ακρεΐς. ἀκρίδες.
col. 709–710page 45 of 81
PG 86:709Και Ο ΕΡΒΑΝ. Καὶ εἰ οὕτως ἔχει, ποίῳ δὲ τρό πῳ τὸν Χριστόν σου Θεὸν προσαγορεύεις, ἐφ᾽ ᾧ Θεὸς ὁ ἐμὸς ἐξελέξατο, καὶ ἠγάπησε, καὶ τὰ ἑξῆς; Οὐκοῦν οὐκ ἔστι Θεός, ὡς λέγεις, ὅτι φάσκει περὶ αὐτοῦ διὰ τοῦ προφήτου, ὅτι, Ἐγὼ γάρ εἰμι ὁ ένα ισχύσας σε. Πῶς δὲ καὶ ἀποκαλεῖς αὐτὸν Θεὸν καὶ Σωτηρά σου, ὅστις καθὼς ἡ προφητεία μαρτυρεί, ἄνευ τοῦ ἐμοῦ Θεοῦ πράττειν τι οὐ δύναται; Και Ο ΑΓΙΟΣ. Τοσαύτας ἀποδείξεις, άθλιε, περὶ αὐτοῦ δειξάμενος, οὐδέπω συνῆκας, ἐν τίσι φύσεσιν ὁ ἐμὸς Δεσπότης ἐχρημάτισεν; οὐ τῇ προτέρᾳ λελά ληκα, ὅτι ἐμὸς Ἰησοῦς Χριστὸς Θεὸς ἦν καὶ ἄνθρωπος; Θεὸς δὲ ποῖος; Οὗτος ὁ λέγων, ὅτι 'Εγώ, φησί, Θεὺς πρῶτος· τὸ δὲ, εἰς τὰ ἐπερχόμενα ἐγώ είμαι, ποῖα ἐπερχόμενα λέγει, ἀλλ᾽ ἢ τῆς ἐνσάρκου οἰκονομίας μυστήριον; ἐπεὶ οὖν ὁ Θεὸς καὶ ἄνθρωπος ἐχρημάτισεν, ἐβοηθήθη πάντως τῇ ἀνθρωπότητι. Ἐγὼ ἐξελεξάμην σε, τοῦ γενέσθαι ἐμοὶ καθ' ὑπόστασιν, καὶ Ἐγὼ ἐβοήθησά σοι, ήγουν διὰ σοῦ πάσῃ τῇ ἀνθρωπότητι, τῇ βαπτιζομένῃ εἰς Πατέρα, καὶ Υἱὸν, καὶ Πνεῦμα ἅγιον. Και Ο ΕΡΒΑΝ. Καὶ ποῦ ᾐνίξατό τις τῶν προφη τῶν, ὅτι Θεὸς ἄνθρωπο; ἔσται ὁ Χριστὸς, δν τρόπον λελάληκας; Καὶ Ο ΑΓΙΟΣ. Εἴρηκά σοι, ὅτι ἡ θεότης ἔπλασεν ἑαυτῇ ἀνθρωπότητα, ἥτις καὶ πέπονθεν. Ἰησοῦς Χριστὸς ἐξ ἁγνῶν αἱμάτων τῆς Παρθένου καὶ θεοτόκου, ἥτις ἦν ἐκ σπέρματος Δαβίδ, ἄνευ ἀνδρὸς συνουσίας προῆλθεν, εἷς ἐκ δύο καὶ μετὰ τὴν ἐναν θρώπησιν. Καὶ ἡ μὲν ἀνθρωπότης αὐτοῦ πάντα ὅτα κέκτημαι κἀγὼν ἐκέκτητο, πλὴν τῆς ἁμαρτίας· ἡ δὲ θεότης αὐτοῦ, πάντα ὁ Πατὴρ ἐκέκτητο, πλὴν τῆς ἀγεννησίας. "Αγέννητος γὰρ ὁ Θεός, γεννητὸς δὲ ὁ Λόγος αὐτοῦ· ἐν μιᾷ δὲ τῇ ὑποστάσει, ἦτε θεό. της αὐτοῦ καὶ ἡ ἀνθρωπότης στοιχεῖται· ἐπειδὴ ἡ σὰρξ αὐτοῦ οὐκ ἐσπάρη, ἀλλ' ὁ Λόγος τοῦ Θεοῦ ἀντὶ σπέρματος ἐν τῇ μήτρᾳ τῆς Παρθένου, επάγει εἰς σάρκα, μηδὲν τὸ καθόλου τραπεὶς ἢ ἀλλοιωθεὶς τῆς αὐτοῦ θεότητος. "Ατρεπτος γὰρ ἡ θεότης καὶ ἀναλ λοίωτος. Ἐπεὶ οὖν εἰρήκαμεν ὅτι ἡ θεότης Επλασεν ἑαυτῇ ἀνθρωπότητα, γυμνῇ τῇ οὐσίᾳ τοῖς ἀνθρώποις συναναστρέφεσθαι οὐκ ἐβούλετο. Λέγει γὰρ ὁ Ησαΐας περὶ τούτου· Οὕτως φησὶ Κύριος ὁ Θεὸς ὁ πλάσας αὐτὸν, ὁ ποιήσας τὰ ἐπερχόμενα, ἤγουν τὰ τῆς νέας χάριτος μυστήρια. Εγώ, φησίν, ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι, τοῦτ᾽ ἔστι, τοῦ Χρι στοῦ. Οὗτος οἰκοδομήσει τὴν πόλιν μου· οἶμαι δὲ τὴν καθολικὴν. Ἐκκλησίαν· καὶ τὴν αἰχμαλωτ σίαν τοῦ λαοῦ μου ἐπιστρέψει ἀπὸ τῆς πλάνης καὶ τῆς αἰχμαλωσίας τοῦ διαβόλου. Οὐ μετὰ λύ τρων, φησίν, οὐδὲ μετὰ δώρων, εἶπε Κύριος δ Θεός, ἀλλὰ ἰσχύϊ θεότητος. Καὶ ἄκουσον τὴν ὑπο ταγὴν τῶν ἐθνῶν. Οὕτω φησὶ Κύριος ὁ Θεὸς σας βαώθ, Εκοπίασεν Αἴγυπτος, τοῦτ' ἔστι τῇ πλάνη δουλεύσασα· καὶ ἐμπορία Αιθιόπων. Καὶ οἱ Σαββα νῦν ἄνδρες ὑψηλοὶ, ἐπὶ σὲ ἀναβήσονται, ἤγουν πιστεύσαντες, καὶ σοὶ ἔσονται δοῦλοι· καὶ ὀπίσω
col. 711–712page 46 of 81
PG 86:711σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, δηλοι ὅτι τῇ ἀσφαλεία τῆς ὑποταγῆς αὐτῶν. Καὶ διαβήσονται πρὸς σέ, καὶ προσκυνήσουσί σε διά τῆς πίστεως, καὶ ἐν σοὶ προσεύξονται. Καὶ ὅτι ἐν σοὶ Θεός ἐστιν, ήγουν ἐν τῇ ἀνθρωπότητι αὐτοῦ, σὺ εἶ Θεός. Πρόσεχε, Καὶ οὐκ ἔστι Θεὸς πλὴν σου, διὰ τὸ εἶναι αὐτὸν τὸν Λόγον τὸν ἀληθινὸν, ἀψευδῶς λέγει ὁ προφήτης· Σὺ γὰρ εἶ, φησὶν, ὁ Θεὸς, καὶ οὐκ εἴδομεν, διότι τῇ πλάνῃ τῶν εἰδώ λων προκατειλήμμεθα, Θεὸς τοῦ Ἰσραὴλ, κἂν σαρκωθέντος σου, οὐ προσδέχονταί σε. ᾿Αλλὰ σὺ εἶ ὁ Σωτήρ. Ἐπάγων δὲ περὶ τῶν ἀπιστούντων αὐτῷ, λέγει, Αἰσχυνθήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, οἵ τε ἐξ ἡμῶν τῶν ἐθνῶν, καὶ ἐξ ὑμῶν τῶν Εβραίων. Καὶ πορεύσονται, φησὶν, οὗτοι ἐν ο αἰσχύνῃ, ὡς ἀπηλλοτριωμένοι τῆς ἀληθείας και ἄπιστοι. Προσέχεις, Ἐρβᾶν, τίνα λέγει ὁ προφήτης; Τί οὖν ἐρεῖς πρὸς ταῦτα; Μὴ ἄρα ψεύδεται ὁ ἐκ στόματος Θεοῦ λαλήσας ταῦτα; Κα: Ο ΕΡΒΑΝ. Μή γένοιτο. Οὕτως γὰρ λέγει ὁ προφήτης καθ᾿ ὃν τρόπον λελάληκας. ᾿Αλλὰ δοκώ, μήπω ἐκεῖνον ἐληλυθέναι, πάντως δὲ ἐλεύσεται ἰδίῳ καιρῷ. Και Ο ΑΓΙΟΣ. Εοικας ὄφει τινί, καταδιωκομένῳ ὑπό τινος, καὶ τυπτομένῳ, ὅς πᾶν τὸ σῶμα προσ θεὶς τῷ τύπτοντι, τὴν πονηρὰν κεφαλὴν οὐ δύναται προδοῦναι εἰς θάνατον· τοῦτ' ἔστι, την κακοπιστίαν καὶ τὴν τοῦ μονογενούς Υἱοῦ Θεοῦ ἄρνησιν. Μὴ γὰρ οὐκ ἐπίσταμαι, ὅτι πείθουσι σε αἱ ἀποδείξεις τῶν προφητῶν· ἀλλ᾽ οὐ βούλει ἐλθεῖν ἐπὶ τὴν ἀλήθειαν. Χρόνῳ γὰρ κακή συνήθεια βεβαιωθεῖσα ἐν σοὶ, δυσίατός ἐγεγόνει, ἢ καὶ παντάπασιν ἀνίατος· καὶ απόσα μεταμεληθήσῃ, διανοιγέντων τῶν ὀφθαλμῶν τῆς ψυχῆς σου, οπόταν ἐκλείψῃ τοῦ τῇδε βίου, καὶ βλέψῃ, πῶς οἱ μὴ τῷ Χριστῷ πιστεύσαντες παρα λαμβάνονται καὶ καταδικάζονται. ΕΡΒΑΝ. Μωϋσῆς ἡμῖν ἐν τῇ Πεντατεύχω παραγγέλλει λέγων· Επίσταμαι ἐγώ, φησίν, ὅτι ἐπ' ἐσχάτων τῶν χρόνων διασκορπισθήσεσθε ἐν πᾶσι τοῖς ἔθνεσι. Διαμαρτύρομαι οὖν ὑμῖν, τὸν οὐρανὸν, ὅς ἐστι σήμερον, καὶ αὐτὴν τὴν γῆν. μὴ πεισθῆναι θεῷ ἑτέρῳ ὑποκληθῆναι, παρὲξ Κυρίου τοῦ Θεοῦ ἡμῶν. Οὐκοῦν βαρύ μοι ἐστὶ καταλιπεῖν τὸν Θεὸν τοῦ νόμου, ἂν καὶ σὺ μαρτυρεῖς, ὅτι ἐστὶ Θεὸς ἀληθείας· καὶ προσκυνῆσαι Θεῷ νεω χιν, Προσκ. σε. Προσκ. σοι. τέρῳ πόθεν έπεισαχθέντι οὐκ εἰδώς. Τίς γάρ ἐστιν ὁ πληροφορῶν μοι, ὅτι ἐν ἀληθείᾳ αὐτός ἐστιν ὁ Χριστὸς, περὶ οὗ καὶ αἱ προφητεῖαι δικαίως λέγουσιν, ἢ μᾶλλον ἕτερός τίς ἐστι, ἀκμὴν οὐκ ἐληλυθώς; Καὶ Ο ΑΓΙΟΣ. Οταν τοῖς σοῖς προφήταις οὐ πιο στεύεις, πῶς ἑτέρῳ τινὶ πιστεύσεις; Ο γὰρ τοῖς ἑαυτοῦ ὀφθαλμοῖς ἐναντιούμενος, πῶς ἑτέρου διηγουμένου παραδέξεται; Εἴρηκας δὲ περὶ τοῦ ἐμοῦ Χρι στοῦ καὶ Θεοῦ, ὅτι νεωτέρῳ Θεῷ ἀδυνατῷ τοῦ πιστεῦσαι, καὶ, οἶμαι, ὅλος σκότους επλήσθης ταῦτα φθεγ ξάμενος. Τὸν γὰρ Λόγον τοῦ Θεοῦ καὶ Πατρὸς σὺ ΝΟΤΑ.
col. 713–714page 47 of 81
PG 86:713νεώτερον Θεὸν ἀποκαλεῖς, τὸν ἐκ Πατρὸς πρὸ αἰώνων γεννηθέντα, δι᾿ οὗ ὁ οὐρανὸς καὶ ἡ γῆ δεδημιούργηται, καὶ πάντα τὰ ἐν αὐτοῖς; Δείξω σοι δὲ ὅτι χω ρὶς τοῦ νεωτέρου τοῦδε Θεοῦ, ὡς σὺ φής, τί ποτ' οὖν οὐ κατεργάζεται ὁ Θεὸς καὶ Πατήρ. Πρόσεχε δὲ ἀκριβῶς Εάν τις ἄνθρωπος βασιλεύς, ἢ ἄλλος, μὴ τὸ καθ όλου φθέγξασθαι δυνάμενος, ποίῳ τρόπῳ ἔξει τὰ δια τάγματα αὐτοῦ τῷ κοινῷ καὶ τῇ συγκλήτῳ διηγήσασθαι, ὅπως αὐτὸν θεραπεύσωσιν; ΕΡΒΑΝ. Οντως οὐδενὶ, εἰ μὴ ἐπίσταται πολλάκις γράμματα, καὶ σιωπῶντος τοῦ στόματος, χαράττει ἐν τῷ τόμῳ τὰ ῥήματα αὐτοῦ, καὶ παρέχει, καὶ για νονται, Και Ο ΑΓΙΟΣ. Ἐὰν δὲ μὴ ἐπίσταται γράμματα, τι γίνεται; ΕΡΒΑΝ. Ἐὰν μὴ ἐπίσταται, μένει παντελῶς ἀνενέργητος. Και Ο ΑΓΙΟΣ. Ὁ Θεὸς οὖν τῷ λόγῳ αὐτοῦ φαίνεται ποιῶν πάντα, ἡ σιωπῇ τινι καὶ ἐπιστήμῃ ΕΡΒΑΝ. Τῷ λόγῳ αὐτοῦ, καὶ τῷ προστάγματι. Καὶ Ο ΑΓΙΟΣ. Γέγραπται, ὅτι Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτοῦ καὶ τὰ ἑξῆς. Τοῦτον δὲ τὸν Λόγον εὑρίσκομεν ἡμεῖς, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν ἐκ σπέρματος Δαβὶδ ἐνανθρωπήσαντα, διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν, καὶ γνω ρίζομεν αὐτὸν ἕνα Θεὸν σὺν τῷ Πατρὶ καὶ Πνεύματι, καὶ πιστεύωμεν εἰς αὐτόν. Σὺ οὖν πως εἴρηκας αὐτὸν Θεὸν εἶναι νεώτερον, οὗ χωρὶς ὁ Θεὸς καὶ Πατὴρ τ ποτ᾽ οὖν ἐργάζεσθαι οὐ πέφυκε; Σιώπα τοίνυν, καὶ μὴ βλασφήμει, κἂν ἐπεὶ οὐ πιστεύεις εἰς αὐτόν. ΕΡΒΑΝ. Καὶ ποῖος προφήτης επιτρέπεται μοι πιστεύειν εἰς αὐτόν; Και Ο ΑΓΙΟΣ. Αὐτὸς ὁ Θεὸς τοῦ νόμου προτρέπεται σοι λέγων διὰ Ἡσαΐου τοῦ προφήτου· Ἰδοὺ ἐγώ, φησὶν, ἐμβαλῶ εἰς τὰ θεμέλια Σιών λίθον πολυτελῆ, καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται. Τοῦ Θεοῦ σου τοιγαροῦν προστάσε σοντος, ἵνα πιστεύσῃς εἰς αὐτὸν, δι᾿ ἣν αἰτίαν ἀπωθεῖς καὶ καμμύεις, καὶ βύεις τὰ ὦτα, καὶ ἀνα βάλλῃ τοῦ προσελθεῖν αὐτῷ; Εἰ τῷ Θεῷ σου παρ ορᾷς καὶ παροργίζῃ, κελεύοντός σου προσκυνεῖν τῷ Υἱῷ αὐτοῦ· ἐμοῦ ἢ ἑτέρου πώποτε εισακούσῃ εἰς τοῦτο; Οὐκ οἶμαι, οὐκ ἂν χρονοτριβήσῃ ἐπὶ τῆς γῆς τὰ ἔτη τοῦ Μαθουσάλα. ΕΡΒΑΝ. Ὡς ὁρῶ, καὶ οἱ προφῆται εἰς τὰ πλεῖστα αὐτῶν ἐναντιούμενοι εὑρίσκονται. Εν τισι γάρ κεφαλαίοις ἡμῖν τοῖς Ἰουδαίοις βοηθοῦντες εὑρίσκονται, ἔν τισι δὲ καὶ ὑμῖν τοῖς ἀπὸ τῶν ἐθνῶν. Και Ο ΑΓΙΟΣ. Οὐδαμοῦ εὑρίσκονται ἀντεχόμενοι, ἢ βοηθεῖν τοῖς Ἰουδαίοις, ὡς λέγεις, καταδικάζοντες δὲ μᾶλλον· ἐπειδὴ ἐξ ἀρχῆς σκληροτράχηλοι τῇ καρ δίᾳ ἐγένεσθε, καὶ ἀπερίτμητοι τοῖς ὠσίν· ἀπειθοῦν Αὐτοῦ. αὐτῶν. Επεί. Ετι. Τῷ Θεῷ παροργίζῃ, κελεύοντός σου. Τον Θεόν --παροργίζει, κελεύοντί σε κελεύοντα.
col. 715–716page 48 of 81
PG 86:715635 τες δὲ τὰ πρὸς Θεὸν, καὶ τῷ ἁγίῳ Πνεύματι ἀντιπίπτοντες, ἐλυπήσατε μεγάλως τὸ πανάγιον ὄνομα αὐτοῦ. ΕΡΒΑΝ. Τις αθροίσει κομψά βήματα ὑπὲρ τὴν ἄμμον τὴν παρὰ τὸ χείλος τῆς θαλάσσης, καὶ συν αντήσει σοι ἐν διαστροφαῖς τε καὶ λέξεσιν; Οὐκ εἶπεν ὁ Θεὸς τῷ Μωϋσῇ ἐπὶ τῆς βάτου, Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτούς; Μωσῆς δὲ οὐκ εἶπε πρὸς τὸν Θεὸν, Εἰ εὗρον χάριν ἐνώπιον σου, καὶ ὅτι λαός σου τὸ ἔθνος τοῦτο, δεῖξόν μοι τήν σεαυτοῦ δόξαν· καὶ ἀγαπῶν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, οἵτινές ἐσμεν ἡμεῖς, ἔδειξεν αὐτῷ τὴν δόξαν αὐτοῦ; Καὶ Βαλαὰμ δὲ ὁ μετακληθεὶς παρά τοῦ Βαλάκ τοῦ βασιλέως ἀράσασθαι τοὺς προπάτορας ἡμῶν, παρεμβεβληκότας ἐν τῇ γῇ αὐτοῦ, θεα σάμενος ὅτι τοῦ Θεοῦ λαὸς ἦν, ηυλόγησεν αὐτοὺς μᾶλλον, καὶ οὐκ ἐκατηράσατο. Καὶ Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ ὑπὲρ τῆς σωτηρίας τοῦ λαοῦ πολέμῳ κραταιῷ συναντήσας, οὐχὶ τοῖς μεγίστοις στοιχείοις είρη κε, τοῖς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ φωτοβολοῦσι, Στήτω ὁ ἥλιος κατὰ Γαβαῶ, καὶ ἡ σελήνη κατὰ φάραγγα, ἕως ἐκτρίψω τοὺς ἐχθροὺς Κυρίου καὶ ὑπήκουσε, φειδῶ τοῦ λαοῦ Κυρίου; Καὶ τῷ Σαμουὴλ δὲ προσωμίλησεν ὁ Θεὸς διὰ τὴν σωτηρίαν τοῦ Ἰσραὴλ, ἀγαπῶν τὸν λαὸν αὐτοῦ. Καὶ Δαβὶδ ὁ βασιλεὺς οὐχὶ ὑπὲρ τοῦ Ἰσραὴλ πάσχων ἔλεγε, Μνή σθητι, Κύριε, τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς; Έλυτρώσω ῥάβδον κληρονομίας σου. Καὶ Ἠλιοὺ ὁ προφήτης οὐκ εἴρηκε πρὸς Ἀχαὰς λέγων, Φειδοῖ τοῦ λαοῦ· σὺ εἶ ὁ διαστρέφων τὸν Ἰσραὴλ, καὶ ὁ οἶκος τοῦ πατρός σου; Και Ελισσαις ὑπεραπολογούμενος τοῦ λαοῦ, εἶτε καθ' ἑαυτὸν, Κύριε, φεῖσαι τοῦ λαοῦ σου, καὶ οὐκ ἀπεκάλυψέ μοι, καὶ οὐκ ἐδυνώμενος είμαι όλην τὴν ἡμέραν. Καὶ ὁ Ἱερεμίας δὲ οὐκ εἴρηκεν ἐδυο μενος ὑπὲρ τοῦ λαοῦ, Οίμοι, Κύριε, ἀπολέσεις στ τὸ λοιπὸν τοῦ Ἰσραήλ; Καὶ Ἡσαΐας δὲ, Ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου, Κύριε, ὅτι ἀπ' ἔσχον ἡμῖν; Σὺ γὰρ εἶ πατὴρ ἡμῶν, ῥῦσα, ἡμᾶς. ᾿Απ' ἀρχῆς, Κύριε, τὸ ὄνομά σου ἐφ' ἡμᾶς ἐστι. Τί ἐπλάνησας ἡμᾶς ἀπὸ τῆς ὁδοῦ σου; Εσκλήρυνας τὴν καρδίαν ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε, καὶ τὰ ἑξῆς. Τούτων ἁπάντων ὑπερπασχόντων ὑπὲρ τοῦ λαοῦ Ἰσραὴλ, καὶ ἀπολογουμένων, πῶς αὐτὸς εἴρηκας, ὅτι καταδικάζουσιν ἡμᾶς οἱ προφῆται, καὶ οὐχὶ μᾶλλον βοηθοῦσι; Καὶ Ο ΑΓΙΟΣ. Οὐ κατὰ τοιαύτην ἔμφασιν είρηκε ἐγὼ τους προφήτας καταδικάζειν ὑμᾶς. Τὰ γὰρ ἔμ προσθεν παρῆλθον· τὰ δὲ ἐπὶ τέλους ὅρα. ΕΡΒΑΝ. Καὶ τίνα εἰσὶ τὰ ἐπὶ τέλους, ἀνάγγειλόν μοι. ΧΑΚΙ, Φειδῶ. Φειδόμενος. Φειδοῖ, Φείδου. Κύριε, φεῖσ. "Οτι άπεσχ. "Οτι ἀνέσχου ἡμῶν; Ιο.
col. 717–718page 49 of 81
PG 86:717ΤΗ Καὶ Ο ΑΓΙΟΣ. Εν ῥῆμά σοι ἢ μιᾶς προφητείας σαφήνισον ἔξω τοῦ διηγήσασθαι, καὶ ἐλιγγιάσαι σφόδρα ἔχεις. ΕΡΒΑΝ. Διήγησαι μᾶλλον μηδὲν ἀναβαλλόμενος. Καὶ Ο ΑΓΙΟΣ. Εἶπεν Ησαΐας περὶ ὑμῶν, τὸν ἐξαίσιον ὄγκον τῶν πλημμελημάτων ὑμῶν θεασάμενος πόρρωθεν όμμασι προφητείας, καὶ ὅτι οὐχ ἔξεται στῆναι ἐπὶ τῶν προτέρων ὑμῶν ποδῶν, Ἰουδαϊκοῖς χαρακτῆρσιν, εἰ μὴ ἐν τῷ νέῳ νόμῳ τοῦ Χρι στοῦ, λέγων· Ακουε, οὐρανέ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν· υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Πρόσεχε ἵνα συνιεῖς καὶ ιλιγγιάσεις. Εγνω, φησί, βοῦς τὸν κτησάμενον αὐτὸν, ἄνθρωπον πριάμενον καὶ ὄνος τὴν φάτνην τοῦ Κυρίου αὐτοῦ συνῆκε Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συν ῆκεν. Ορᾷς μυστήριον, πῶς καὶ τῶν κτηνῶν εἶπεν, εἰς ἣν καθ' ἑκάστην χορτάζεται. Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν. Ορᾷς μυστήριον, πῶς καὶ τῶν κτηνῶν εἶπεν ἀναισθητοτέρους ὑμᾶς; Εἶτα ἐπάγει, Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἀνομιῶν οὐκ ἐν μέρει, ἀλλὰ πλήρης σπέρμα, οὐκέτι ᾽Αβραὰμ, ἀλλὰ πονηρόν· υἱοὶ, οὐκ ἔτι τοῦ Θεοῦ, καθὼς εἶπεν ἐν ἀρχῇ, υἱοὺς ἐγέννησα, ἀλλ' υἱοὶ ἄνομοι, φησί. Καὶ προστίθησι τὴν ἄρνησιν, Εγκατελίπετε, λέγων, τὸν Κύριον, καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραὴλ σταυρώσαντες. "Ορα προφητείας μετὰ ἀσφαλείας. Οὐ μόνον ἐγκατελίπε τε, φησίν, ἀρνησάμενοι τὸν ἐν μέσῳ ὑμῶν ἐλθόντα ὡς ἄνθρωπον, τοῦτ' ἔστι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἀλλὰ καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ισραὴλ, σταυρώσαντες μάτην Τί επλήγητε τῇ καρδίᾳ ὑπὸ τοῦ διαβόλου προστιθέντες ἀνομίας; Οὐκ ἤρκεσε, φησὶν, ὁ πρότερος ὄγκος τῶν πλημμελημά των, ἀλλὰ καὶ ἔτι βλασφημοῦντες, καὶ ποινὰς ἐπὶ τῷ μονογενεῖ Υἱῷ τοῦ Θεοῦ προσάγοντες, πλεονάζετε ἐπὶ ταῖς κορυφαῖς ὑμῶν τὴν ἀνομίαν. Πᾶσα κεφαλὴ εἰς τόνον· ἵνα μὴ εἴπῃς, καί τινες ἐξ ὑμῶν ἦσαν εὐσε Γεὶς, καί τινες ἀσεβεῖς, καὶ ὅτι οὐχ ἁπλῶς ἔλαττόν τι ἡμάρτανον, ἀλλ' ἐν πόνῳ καὶ ἐν πονηρίᾳ, φησί· Καὶ πᾶσα καρδία εἰς λύπην. Εκαστος κατὰ τοῦ πλησίον αὐτοῦ ἐλυπεῖτο ἐκ φθόνου καὶ μήνιδος καὶ κακίας, διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, καὶ φυγῆναι ἐν ὑμῖν τὴν ἀγάπην τῶν πολλῶν. Ἀπὸ ποδῶν ἕως κεφαλῆς, φησίν· ἵνα μὴ εἴπῃς, ὅτι τὸ κοινὸν τοῦ λαοῦ ἁπλῶς ἡνόμησεν, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεὺς καὶ ἡ σύγκλητος αὐτοῦ. Τοῦτο γὰρ δηλοῖ τὸν Ἀπό ποδῶν ἕως κεφαλῆς αὐτῶν οὐκ ἔστιν ἐπ' αὐτ τοῖς ολοκληρία, οὐδὲ τραῦμα ἐν μέρει, οὔτε μώλωψ, οὔτε πληγή φλεγμαίνουσα ἐν πέρατι τοῦ το Σαφήνισον. Σαφηνίσω. Ἄνθρωπον πριάμενον. Κτηνῶν. Κτηνῶν φάτνην. Ανομιών. Αμαρτιῶν. Επ' αὐτοῖς. ἐν αὐτῷ. Ι. αὐτῶν ἐν μέρει,
col. 719–720page 50 of 81
PG 86:719ρωστία καὶ ὀδύνη ἀκυρίευτος. Οὐκ ἔστι τέχνη πεῖρα ὠφελοῦσα πρὸς ἰατρείαν. Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, διὰ τὸ ἐπίμονον τῆς ἁμαρ τίας. Οὐκ ἔστι κατὰ δεσμοῦ ποιῆσαι, διὰ τὸ ἀμετανόητον. Η γῇ ὑμῶν ἔρημος, τοῦτ' ἔστι, τὰ γήινα σκηνώματα, ὡς ἀλλότρια τοῦ ἁγίου, διὰ τὸ εἶναι ἐφάμαρτα. Ναὸς γὰρ τοῦ Θεοῦ, ὁ εὐσεβὴς ἄνθρωπος. Αἱ πόλεις ὑμῶν πυρίκαυστοι, ήγουν αἱ πονηρας συναγωγαί, ὡς ἀνειμέναι φλογὶ ἁμαρτίας, διὰ τὸ μὴ εἶναι βουλὴν θεοπραγίας ἐκεῖσε, ἀλλὰ λοιμοῦ καὶ πονηρίας πυρκαϊὰν ἐν τοῖς συνδυάσμασιν ἀναπτομένην. Τὴν χώραν ὑμῶν ἐνώπιον ἡμῶν ἀλλότριοι κατεσθίουσιν ἤγουν τὸ ἐν τοῖς ἀνθρώποις βίον, καὶ τὴν διάνοιαν οἱ πονηροί δαίμονες κατ εσθίουσι· καὶ ἠρήμωται κατεσκαμμένη ὑπὸ λαῶν ἀλλοτρίων, ὁ νοῦς καὶ ἡ καρδία ὑπὸ ἀλλοτρίων κακοπραγιών. Προσέχεις, ὦ Ερβᾶν, πῶς Ησαΐας λέγει, τὴν παντελῆ ἐγκατάλειψιν τοῦ Θεοῦ, καὶ τὴν ἀφ᾽ ὑμῶν ἀναχώρησιν; σώματος, ἀλλὰ ἀπὸ ἄνωθεν ἕως κάτω βαθεῖα ἀρ τ. Κατά δεσμοῦ. Καταδέσμους. Κατ. Κατ. αὐτήν. Ιν. ΕΡΒΑΝ. Δίελθε ἔτι κατωτέρω, καὶ εὑρήσεις. Καὶ Ο ΑΓΙΟΣ, Τίνα, ἔφη, εὑρήσομαι; "Η οὐδὲν ἕτερον, ἢ πάντως τὴν σὴν ἀκριβεστάτην κατά λυσιν. ΕΡΒΑΝ. Καὶ οἴσομαι τίς ἡ ἡμετέρα κατά λυσίς. Καὶ Ο ΑΓΙΟΣ. Εἰ θέλεις, πρόσεχε. Ἐγκαταλειφθήσεται, φησὶν, ἡ θυγάτηρ Σιών, ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, καὶ ὡς πόλις πολιορκουμένη. Οὐκοῦν σύ τί ἔχεις πρὸς ταῦτα ἀποφθέγξασθαι; Ωσπερ γάρ, φησίν, οἱ ἐν ταῖς καλύβαις οἰκοῦντες, καὶ τοὺς ἀμπελῶνας αὐτῶν φυλάσσοντες, καὶ τὰ σικυήλατα, δι' οὐδὲν ἔτε ρον ἢ πάντως διὰ τοὺς καρποὺς αὐτῶν, τοῦ καρποῦ τρυγηθέντος, ἐρήμους τὸ λοιπὸν καταλιμπάνοντες τὰς καλύβας, ἐπὶ τὰ οἰκεῖα ἀναχωροῦσιν, καὶ οὐκέτι γυ μνὴν τὴν ἄμπελον παραφυλάττουσιν, ἢ τὸ σικνήλα τον· οὕτω πέφυκε καὶ ὁ Θεὸς τῇ συναγωγῇ ὑμῶν. Μέχρις ὅτου γὰρ πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ ὀπωσοῦν καρπὸν νομίμως ἐφέρετε, ὡς ἀγαθὸς φύσ λαξ τοῦ ναοῦ, ὡς ἄλλης σκηνῆς αὐτῷ ἀπηρτισμένης, ἐν αὐτῷ κατοικῶν ὁ τὰ πάντα πληρῶν, ἐφύλαττε τὰς φυλὰς ὑμῶν. Οπόταν δὲ παντάπασιν ἐμείνατε ἄκαρποι, καὶ ἐβλαστήσατε μεγάλην ἀνομίαν, ἰδὼν ὁ Θεὸς τὸ ἀνιάτρευτον ὑμῶν ἀπὸ τοῦ νόμου, ἕτερον ἐπινοήσας τρόπον ὑμῖν σωτηρίας, τὸν μονογενή Υἱὸν αὐτοῦ καὶ Σωτῆρα ἐξαποστείλας. Ἐπειδὴ δὲ ἐν τῷ νόμῳ μὴ ὠφεληθέντες, οὔτε ἐν τῇ χάριτι εὐδοκι μήσατε, ἀπάρας ὁ Θεὸς ἀνεχώρησεν εἰς τὰ ἔθνη, καὶ ἐδέξαντο αὐτὸν, καὶ ἐκάλεσεν αὐτὰ Ἰσραὴλ νέον, καὶ κατεκληρονόμησεν αὐτοῖς πάντα ὑμῶν, καὶ τὴν βα σιλείαν τῶν οὐρανῶν. Οὐκοῦν ἐγκατελείφθη ὡς Οἴσομαι. εἴσομαι. Ι. Επινοήσας. ἐπενόησε. Ιω.
col. 721–722page 51 of 81
PG 86:721σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ἐπωροφυλάκιον ἐν σικυηλάτῳ, καὶ ὡς πόλις πολιορκουμένη; Καὶ τὸ λοιπὸν ὡς κύνες ἀναισχυντεῖτε φλυαροῦντες, καὶ θεομαχοῦντες, ἐπεὶ λόγον τὸν οἱονοῦν εἰς ἀπολογίαν οὐκ ἔχετε. ΕΡΒΑΝ. Λέγε μοι τὴν προφητείαν, καὶ οἴσῃ κατωτέρω. Και Ο ΑΓΙΟΣ. Τίνα λέγει μετὰ ταῦτα; πάντως τάδε· Καὶ εἰ μὴ Κύριος ἐγκατέλιπεν ὑμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθητε, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθητε. ΕΡΒΑΝ. Τοῦτο ἱκανὸν ἡμῖν, ὅτι οὐ παντελῶς ἡμᾶς ἐξωλόθρευσε Κύριος, ἀλλὰ σπέρμα ἡμῖν ἐγκατο έλιπε. Τὸ γὰρ σπέρμα, ο λέγει, ὅτι παρὰ Κυρίου ἐγκατελείφθη, πάντως ἡμεῖς ἐσμεν, οἱ ἀρτίως δι εσκορπισμένοι ἐν ὅλῳ τῷ κόσμῳ, καὶ φυλασσόμενοι, ἶν' ἐκ τοῦ μικροῦ σπέρματος, ἐπ' ἐσχάτων τῶν ἡμε ρῶν, ἡ γῆ τῆς ἐπαγγελίας ἀνασπαρθῇ, καὶ πληθυν βήσονται αἱ ἄρουραι τῆς καλλίστης φυλῆς τοῦ Ἰσραήλ, ήγουν αἱ πόλεις τῆς Ἰουδαίας, τῆς ζωῆς καρύλου κληματίδος τοῦ λαοῦ. Και Ο ΑΓΙΟΣ. Τοσαῦτα ἀναστομωθεὶς τῆς ἐλπί δος ταύτης οὐδέπω τὴν ἀναίδειαν ἀνέστειλας; Ὅμως τί σοι τὰς μέμψεις προσάγομεν; κυνὸς γὰρ τόπον ἐπέχεις. Εθος γὰρ ἀεὶ τοῖς κυσὶ ῥαβδίζεσθαι, καὶ τῆς οἰκίας ἐλαύνεσθαι, καὶ τῇ ἀναιδείᾳ πάλιν χρωσ μένοις ἐπιλελῆσθαι τὸν ῥαβδισμὸν, καὶ τῆς οἰκίας ἔνδον εἰσβάλλειν, εἶτα τύπτεσθαι, καὶ ἐξωθεῖσθαι. Τοιγαροῦν καὶ μετὰ ταῦτα, τύψω σου τὴν ἀναίδειαν, καὶ διώξω σφοδρῶς, ὅτι εἰκῆ καὶ μάτην λοιδορείς. Δείξω σοι δὲ ὅτι ἐὰν μὴ εἰς τὴν ἁγίαν Τριάδα βαπτίσθητε, οὐχ ἕξετε ζωὴν ἐν ἑαυτοῖς. Τὸ μὲν, ὅτι Εἰ μὴ ἐγκατέλιπεν ὑμῖν σπέρμα, ἀνωτέρω σοι ἀπήγγειλα, ὅτι δηλοῖ ἡ ἔμφασις αὐτοῦ, περὶ τὸν Ισραήλ οίτινες πιστεύσαντες εἰς Χριστὸν Ἰη σοῦν, καὶ σωθέντες. Περὶ δὲ τοῦ μέρους ὑμῶν τῶν ἀπίστων, εἴρηται παρὰ Ησαίου· Ἀκούσατε γὰρ, φησί, λόγον ἄρχοντες Σοδόμων· ἐπίστασαι, καὶ προστίθησι. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος· ἵνα μὴ καυχήσῃ αὐτὸς, ὅτι δέεται Κύριος ἁπλῶς τῶν θυσιῶν ὑμῶν, καὶ ἕνεκεν τούτων ἀναστήσει πάλιν τὰς συναγωγὰς ὑμῶν. Πλήρης εἰμὶ, φησίν, ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδ' ἂν ἔρχησθε τοῦ ὀφθῆναι μοι. Βαβαὶ τοῦ μίσους. Πόσα κακὰ ποιεῖ ἡ ψυχρὰ ἁμαρτία! Τοὺς ἀγαπητούς τοῦ Θεοῦ ὑμᾶς βδελυκτοὺς ἀπειργά σατο. Οὐ βούλομαι, φησίν, οὐδ' ἂν ἔρχησθε τοῦ ὀρθῆναι μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα, ήγουν τάς θυσίας, ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε· Οὐκοῦν, τίνος ἀκροασώμεθα, τοῦ Οίσῃ. εἴσῃ τά. ΝΟΤΑ. Περὶ τὸν Ἰσρ. περὶ τῶν τοῦ Ἰσρ. Λόγον. λόγον Κυρίου. Σιδό μων, προσέχετε νόμου Θεοῦ, ὁ λαὸς Γομόρρας. Τίς γὰρ - οὐ προσθήσεσθε.
col. 723–724page 52 of 81
PG 86:723Η Δαβίδ, ἢ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν; ἐνταῦθα πρότ εχε; Σὺ γὰρ λέγεις, ὅτι Οικοδομῶν ὁ Κύριος, τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει, ἐνταῦθα δὲ ἐκεῖνος ὁ Δεσπότης καὶ Θεὸς πρὸς ὑμᾶς λέγει, Πα τεῖν τὴν αὐλὴν μου οὐ προσθήσεσθε. Λοιπὸν, καὶ τῶν ἑκατέρων ὀφείλομεν ἀκούειν· τὰ γὰρ κεφάλαια ταῦτα ἁρμοζόντως εἰς τὸν ἴδιον τόπον ὠμιλήθησαν. Ὑμεῖς δὲ οἱ βραδείς τῇ καρδίᾳ, μηδὲν ἐπιστάμενοι, ἀλλόκοτα νοεῖτε νοήματα. Οταν ἀκούσῃς ὅτι λέγει ὁ Θεὸς, Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε, σύ τί ἀναισχυντεῖς; Καὶ γὰρ ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον, φησί, θυμίαμα, βδέλυγμά μοι ἐστι. Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα, καὶ τὰς ἑορτὲς ὑμῶν μισεῖ ἡ ψυχή μου, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. Ταῦτα οὖν ἀκούων, δι᾿ ἣν αἰτίαν ποιεῖς κυνὸς πρόσωπον, καὶ προσάγεις αὐτῷ τὰς θυσίας σου, καὶ τὰς ἑορτάς σου τελεῖς αὐτῷ ἀναιδῶς; Πόλεμος, οἶμαι, μετὰ τοῦ Θεοῦ ἐγενήθησαν αἱ ἑορταί σου. Λέγει γὰρ ὁ Θεός· Νηστείαν, καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου ἐγενήθητέ μοι εἰς πλησμονήν. Ὁ Θεὸς λέγει τοίνυν, ὅτι Οσα ποιεῖς Ἰουδαϊκοῖς χαρακτῆρσι ταῦτα πάντα μισεῖ ἡ ψυχή μου· σὺ δὲ ἀναισχυντεῖς, καὶ προσ ἀγεις αὐτῷ τὰς θυσίας σου. Παῦσαι· μόνον γὰρ τὸν κόπον ὑπομένεις, τῷ Θεῷ ἐναντιοῖς, καὶ μισθὸν οὐ κέκτησαι εἰς τὸν αἰῶνα. Καὶ γὰρ λέγει, Εγενήθητε μοι εἰς πλησμονὴν, οὐκέτι ἀνοίσω τὰς ἁμαρτίας ὑμῶν. Θέασαι ἀγανάκτησιν Θεοῦ καὶ βάρος. Ως ὅταν πάθῃ τις ἀπειροπλάσια κακὰ ὑπό τινος, καὶ οὐκέτι δυνάμενος βαστάζειν, εἴπῃς μίσος πολὺ φέρων, Οὐκέτι ἀνέχομαι σου, ἀλλὰ δείξω εἰς σὲ τὴν ἐκδίκησιν· οὕτω λέγει ὁ Θεὸς, Εγενήθητέ μοι, φάσκων, εἰς πλησμονὴν χολῆς καὶ παροργισμοῦ· διὰ τοῦτο οὐκέτι ἀνοίσω, ἤγουν, βαστάζω τὰς ἁμαρτίας ὑμῶν ἀλλ᾽ ἀνταποδώσω, μᾶλλον δὲ ἐξωθήσω ὑμᾶς ἀπὸ τοῦ προσώπου μου. Καὶ γὰρ ἐπιφέρει τὰ ἀκόλουθα τῆς προφητείας, ὅταν λέγῃ, Τὰς χεῖρας ὑμῶν ἐκτενεῖτε πρός με, καὶ ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν. Φεῖσαι, Κύριε, τῶν εἰς σὲ ἠλπικότων 1 Φρικτὸν γὰρ τὸ ῥῆμα, καὶ ἀπόρρητον τὸ μίσος τοῦ Θεοῦ πρὸς Ἰουδαίους, διὰ τὰς μιαρὰς αὐτῶν παρα βάσεις, καὶ τὸ Ιδιοπισμόν καὶ γογγυστικόν τε καὶ ἄτακτον. Ακουε τοίνυν, Ἑρβᾶν, καὶ ἐλιγγίασον. Καὶ γὰρ οὐκ ἐγὼ ταῦτα ἔπλασα, μή ποτε εἴπῃς, ὅτι Εναντιούμενος τῇ θρησκείᾳ μου, ταῦτα ἐν μέσῳ εἰσ ο ήγαγες. Αλλ' ὁ Θεός σοι ἐπιτιμᾷ αὐτὸς ἐκεῖνος, καὶ λέγει, Τὰς χεῖράς σου, Ἰουδαῖε, μὴ ἐκτείνῃς πρός με, ἀφ' ἧς ἡμέρας ἀποστελῶ τὸν μονογενῆ μου Υϊόν πρὸς ὑμᾶς. Εἰ δὲ μή γε, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν. Καὶ ἐὰν πληθύνητε τὴν δέησιν ὑμῶν, οὐκ εἰσακούσομαι. Πάντα τὰ Έτη τῆς ζωῆς σου, ἐφ᾽ ἧς ἤκουσας ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἧκε, καὶ οὐκ ἐπίστευσας, ἐὰν πληθύνῃς τὴν δέησιν πρός με, οὐκ εἰσακούσομαι ὑμῶν Δι' ἣν αἰτίαν; Οτι αἱ Είπη;. εἴπῃ. Τὸ ἰδιοτ. τὸ ἴδιον ὄπισμα, τὸν ὀπισμόν. Ιν. Εἰσ. ὑμῶν. Εἰσ. σου. Ι.
col. 725–726page 53 of 81
PG 86:725χεῖρες ὑμῶν, φησὶν, αἵματος πλήρεις· τοῦτ' ἔστιν, ἀπὸ τοῦ φόνου τοῦ Υἱοῦ μου, καὶ τῶν λοιπῶν ἁγίων αὐτοῦ· διότι ἐπίστευσαν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἀπεκτείνατε αὐτούς. Οὐκοῦν ἐὰν πληθύνητε τὴν δέησιν ὑμῶν, οὐκ εἰσακούσομαι ὑμῶν. Τί λοιπὸν λατρεύεις ἐν τῷ νόμῳ τοῦ Θεοῦ σου, αὐτοῦ μὴ προσδεχομένου τὰς ἐντεύξεις σου; καὶ τί τὸ αἴτιον; Ὅτι αἱ χεῖρες ὑμῶν αἵματ τος πλήρεις. Ποίου αίματος; Μαρτύρομαι ὑμῖν τὸν οὐρανὸν, ὅστις ἐστὶ σήμερον, καὶ τὴν θάλασσαν, τόν τε ἐν Τριάδι ἕνα Θεὸν ἀπαύστως δοξαζόμενον, ὅτι δι' οὐδὲν ἔτερον λέγει, ἢ διὰ τὸ τίμιον ἐκεῖνο αἷμα ἐγκαλεῖ, τοῦ Κυρίου Ἰησοῦ, ὁ ἐξεχέατε, ἅτε παράνομοι. Ἐὰν μὴ βαπτισθῆτε εἰς ἁγίαν Τριάδα, οὐ καθαρισθήσεσθε ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ εἰς τοὺς αἰῶνας. Διὰ τοῦτο γὰρ καὶ ὁ προφήτης, μᾶλλον δὲ ὁ Θεὸς μετὰ ταῦτα ἐπάγει λέγων, Λούσασθε, καὶ καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν, τοῦτ᾽ ἔστι, Βαπτισθῆτε ἕκαστος εἰς Πατέρα, καὶ Υἱόν, καὶ ἅγιον Πνεῦμα, μεταπεσόντες τοῦ νόμου, ἐξαίροντες καὶ τὰς πονη ρίας ἀπέναντι τῶν ὀφθαλμῶν μου, ήγουν, ἔμπροσθεν τῆς ἐμῆς θεότητος, καὶ τὰ ἑξῆς. Ταῦτα πάντα εί πείθουσι τὴν ἀναίσθητόν σου καρδίαν, χάρις, καὶ εἰσ ρήνη· εἰ δ᾽ οὐ πείθουσι σε, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. ΕΡΒΑΝ. Οὐ περὶ τοῦ ὑμετέρου βαπτίσματος εξ-G ρηκεν ὁ προφήτης, ὅτι δι' αὐτοῦ λούσασθε, ἀλλά γε πρὸ τῆς ἐξωτέρας ναοῦ Σολομῶντος λουτήρες ἄφεται ἐχρημάτιζον πάντοτε. Νόμος δὲ ἔκειτο, ἵνα ὁ ἁμαρτάνων ἐπί τινι πράγματι, καὶ βουληθεὶς μεταμεληθῆναι, λέγῃ τοῖς ἱερεῦσι, καὶ πρὸς τὸ πταί σμα ἀφορίζεται, τοῦ εἰς τὸν ναὸν εἰσιέναι. Καὶ πλη ρωθέντος τοῦ ὄρου ἀπολυόμενος κατὰ ψυχήν ιατρευθεὶς, οὕτω λοιπὸν εἰς τὸν ναὸν ἀδεῶς εἰς ελαύνων, ἐπιτελεῖ τὰς λατρείας αὐτοῦ. Περὶ τούτου οὖν τοῦ λουτροῦ ὁ προφήτης ηνίξατο, καὶ οὐχὶ περὶ τοῦ ὑμετέρου βαπτίσματος. Τούτων οὕτως ῥηθέντων τῇ δευτέρᾳ ἡμέρᾳ μετ ταξὺ Ἐρβᾶν καὶ τοῦ ἀρχιεπισκόπου, τοῦ βασιλέως ἀναστάντος, πάλιν ἀσύντακτοι ἀνεχώρησαν. Τῶν δὲ Ἰουδαίων ὡς εὐφραινομένων ἐπὶ τῷ Ἐρβᾶν, ὅτι ἱκανὸς εὑρίσκετο τοῦ διαλέγεσθαι μετὰ τοῦ ἐπισκόπου, καὶ τῶν Χριστιανῶν ἐκπληττομένων ἐπὶ τῷ μακαρίῳ Γρηγεντίῳ, ὅτι ἡ χάρις τοῦ Πνεύματος ἦν μετ' αὐτοῦ. Τῇ τρίτῃ ἡμέρᾳ πάλιν προκαθίσαντος τοῦ βασιλέως καὶ τοῦ ἀρχιεπισκόπου, καὶ πάντων ἀθροί των ἐπὶ τὸ αὐτὸ, παρεγένετο καὶ ὁ Ἐρβᾶν μετὰ τῆς κουστωδίας αὐτοῦ. Καὶ ὡς παρέστη, ὁ ἅγιος Γρηγέντιος ἔφη πρὸς αὐτόν. ΝΟΤΑ. Απολυόμενος. ἀπολουόμενο;? 'Αθροίτων. Αθροισθέντων.
col. 727–728page 54 of 81
Transitus ad disputationem tertii diei
PG 86:727Ο ΑΓΙΟΣ. Είρηκας χθές, ὅτι τὸ, Λούσασθε, καὶ καθαροὶ γίνεσθε, περὶ τῶν νομικῶν λουτηρίων λελάληται, καὶ οὐχὶ περὶ τοῦ τῶν Χριστιανῶν βασ πτίσματος. Οὐκοῦν ὁ Θεὸς ὁ εἰπὼν ὑμῖν, ὅτι Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιών, ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ἐπωροφυλάκιον ἐν σικυηλάτῳ, παρὰ τῆς αὐτοῦ ἀντιλήψεως δηλονότι, καὶ ὅτι οὐ βούλομαι, οὐδ' ἂν ἔρχησθε τοῦ ὀφθῆναί μοι, καὶ ὅτι Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε· καὶ ἐὰν φέρητέ μοι σεμίδαλιν, θυμίαμα βδέλυγμα μοι ἐστι· καὶ ὅτι, Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι ήγουν οὐ χρείαν ἔχω ἀπὸ τῆς δεῦρο καὶ ὅτι Νη στείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· καὶ ὅτι Εγενήθητέ μοι εἰς πλησμονὴν καὶ, ¨Οταν τὰς χεῖρας ὑμῶν ἐκτενεῖτε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ, Ἐὰν πληθύνητε τὴν δέησιν ὑμῶν, οὐκ εισακούσομαι ὑμῶν; Ἐπεὶ ταῦτα πάντα ἀπο ώσατε καὶ ἐμίσησε κατὰ κράτος, καὶ τὰς θυσίας ὑμῶν κελεύει μὴ προσφέρεσθαι κατά νόμον, καὶ τὰς δεήσεις τῶν ψυχῶν καὶ τὰς ἐντεύξεις καὶ τὰς ἐπάρσεις τῶν χειρῶν ὄμνυσιν ἀποστρέφεσθαι, περὶ τῶν λουτηρίων τοῦ λαοῦ ἔμελεν αὐτῷ; περιττὸς ὁ λόγος. Τῶν γὰρ Χριστιανῶν βάπτισμα ἄνευ πάσης ἀμφιβολίας κρυφιομύστως ὁ Θεὸς διὰ τοῦ προφήτου ηνίξατο. ΕΡΒΑΝ. Τί σοι ποιήσω, ἀρχιεπίσκοπε, ὅτι οὐκ ἔνι ῥῆμα ὃ οὐ διαστρέφεις, καὶ οὐκ ἔστι προφητεία ἣν οὐ μεταφέρεις; Οὐκοῦν τί ἐπάγει μετὰ ταῦτα τὰ ῥήματα ὁ προφήτης; "Οτι μὲν γὰρ διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ διότι τὸ ἅγιον ἐπαρωργίσαμεν, ταῦτα οὕτως ἔχει, τοῖς εὖ φρονοῦσιν οὐκ ἔστιν ἀν τίῤῥησις. Πλὴν, ὅτι παντελῶς ἡμᾶς ἐκβάλλεις τῆς ἐλπίδος, καὶ πληροφορεῖς, ὅτι οὐδεμία ὄνησις ἀπὸ τοῦ νῦν ἐν τῷ νόμῳ χρηματίζει, προστίθησιν ὁ προ φήτης, λέγων· Επάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ πυρώσω σε εἰς καθαρόν· τοὺς δὲ ἀπειθοῦντας ἀπὸ σοῦ ἀπολέσω, καὶ ἀφελῶ πάντας τοὺς ἀνόμους ἀπὸ σοῦ. Καὶ, Ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότ τερον, καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ' ἀρχῆς. Καὶ μετὰ ταῦτα κληθήση πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών. Προσέχοις τοῖς λεγομένοις διὰ τοῦ προφήτου, συνίεις διὰ τὴν ἀνάκλησιν ἡμῶν προμαρτύρεται. Μετὰ γὰρ τὸ εἰρηκέναι αὐτὸν τὰ δεῖνα ἐκεῖνα, ἐπήγαγεν, Επιστήσω τοὺς κριτάς σου ὡς τὸ ἀπ' ἀρχῆς, καὶ τοὺς συμβούλους σου ὡς τὸ πρότερον. Εἰ οὖν ἔμελλεν ἐγείρειν ἄλλον νόμον, ἢ ἄλλην πίστιν ἐξανιστῶν οὐκ ἂν εἴρηκε τὰ τοιαῦτα. Καὶ ὅτι κληθήσῃ, φησί, πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών. Τί οὖν σοι δοκεῖ πρὸς ταῦτα; Και Ο ΑΓΙΟΣ. "Οτε Ἱερουσαλὴμ ᾐχμαλώτευται, τότε ταῦτα ἐπράχθη. Επανῆκε γὰρ λαὸς ἀπὸ τῆς αἰχμαλωσίας, καὶ τῶν ἐν αὐτῇ ἀνόμων ἀναιρεθέν ΝΟΤΑ. Πατεῖν κ. τ. λ. Θυμίαμα. Μάταιον θ. Πλησμονήν.: Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Συν/εις. συνιεὶς ὅτι.
col. 729–730page 55 of 81
PG 86:729των, οἱ διασωθέντες συνειδήσεως ὄντες ἀγαθῆς, ἐφο βήθησαν τὸν Κύριον, καὶ δικαίως ἔκριναν ὡς τὸ ἀπ' ἀρχῆς, καὶ συνεβούλευον ὑγιῶς ὡς τὸ πρότερον, που ρευόμενοι κατὰ τὸν νόμον τοῦ Θεοῦ. Καὶ οὐδ᾽ ἐγὼ ἀντιλέγω. Αὐτὸς γὰρ δηλοῖ ὁ προφήτης λέγων Μετὰ γὰρ κρίματος, φησί, σωθήσεται ἡ αἰχμαλωσίᾳ αὐτῆς, ήγουν τῆς Ἱερουσαλήμ. ΕΡΒΑΝ. Ἐὰν ἔνδοθεν εἰσέλθωμεν, ἐξωθεῖς ἡμᾶς, καὶ ἐὰν ἐξέλθωμεν, ἔνδοθεν εἰσβάλλεις. ᾿Αγαθόν ἐστι μᾶλλον τὸ σιγῆσαι, καὶ ἀναχωρεῖν. Καὶ Ο ΑΓΙΟΣ. Καὶ ἄρα κελεύεις μοι συγκαταβῆναι σοι, καὶ Ἰουδαῖσαι; Αδυνατήσεις πρὸς τοῦτο, Ἐρβᾶν. Ακουσον δὲ τίνα ὁ προφήτης λέγει περὶ ὑμῶν, ἵνα καὶ τοῦτο συνήσῃς Ο λόγος, φη σὶν, ὁ γενόμενος πρὸς Ησαΐαν υἱὸν Ἀμμώς, περὶ τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλήμ. Πόθεν γενόμενος; Παρὰ Θεοῦ δηλονότι. Περὶ τίνος; Περί τῆς Ἰουδαίας καὶ τῆς ῾Ιερουσαλήμ, φησί. Δι' ἂν τρόπον; Ότι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἀρθήσεται ἀπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ἐπάνω τῶν βουνῶν. Τί οὖν μέχρι τῶν ἡμερῶν τῶν ἐσχάτων ἀφανὲς ἦν τὸ ὄρος ἐκεῖνο, καὶ ἀθέα τον; ἢ ὁ οἶκος, ὃν ἐδείματο ὁ Σολομῶν, ἐν κατωτάτω τῆς γῆς ᾠκοδόμητο, καὶ ἐδέοντο ἑκάτερα, τὸ μὲν, τοῦ ὁρᾶσθαι, τὸ δὲ ὑψώσεώς τε καὶ ἀναβάσεως; Ούτ δαμῶς. Καὶ ἔσται φησί, περιφανέστερον καὶ περίβλεπτον, καὶ καταθύμιον εἰς τὸ ὁρᾶσθαι, οὐ παρ ρὰ τῶν Ἰουδαίων, οι τινες αὐτὸ ἐβεβήλωσαν, ἀλλὰ παρὰ τῶν ἀρχομένων πιστεῦσαι ἐθνῶν τῷ Χριστῷ. Καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπαρθήσεται ἐπ' ἄκρων τῶν ὀρέων. Ποῖος ὁ οἶκος; 'Αρα ὁ ναὸς τοῦ Σολο μῶντος; Μὴ γένοιτο. Πορεύθητι καὶ θέασαι, ὅτι κατέσκαπται. Αλλὰ ποῖος οἶκος; Οπου ἐτάφη καὶ κατώκησεν ὁ Ναζωραίος τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας· καὶ ἀνέστη ἐκεῖθεν, καὶ εὐθέως ᾠκοδομήθη ἐπάνω τοῦ τάφου ναὸς, καὶ προσαγορεύεται ἡ ἁγία ᾿Ανάστασις. Τὸ δὲ, Επαρθήσεται ἐπ' ἄκρων των ὀρέων, τῇ δόξῃ, φησὶ, καὶ τῇ τιμῇ ἐπαρθήσεται. Ποίων ορέων; Τοῦ κόσμου δηλονότι, ἐν οἷς δρεσιν ἀνερχόμενοι ἐχθίστως, τοῖς εἰδώλοις εθυσίαζον. Καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν. Ποίων βουνῶν; Τῶν τῆς κτίσεως ἐν οἷς οἱ ναοὶ τῶν ο εἰδώλων καθίδρυνται. Καὶ καταλείψουσι τὰ ὄρη καὶ τοὺς βουνοὺς τὰ ἔθνη, καὶ πᾶσαν τὴν πλάνην αὐτῶν, ἐν οἷς τοῖς δαιμονίοις ἐλάτρευον. Καὶ ἥξουσιν ἐπὶ τὸ δρος τὸ περιφανέστατον, καὶ ἐπὶ τὸν νέον ναὸν τῆς ἁγίας Αναστάσεως, ήγουν ἐν Ἱερουσαλήμ. Καὶ ἐλεύσονται πολλοὶ λαοὶ, καὶ ἐροῦσι, Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ᾿Ιακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσώμεθα ἐν αὐτῇ. Βλέπεις προς φητείαν ἐν καθαρῷ συντεθειμένην, ἐν ᾗ παροιμία εὐδεμία, ἀλλὰ παρρησία ἀληθής; Συνήσης. συνείης. Καὶ ἔστ. ἀλλ' ἔστ. Ι. ΝΟΤΑ. Κτίσεως κτήσεως.
col. 731–732page 56 of 81
PG 86:731τοῦ ᾿Ιακώβ, οὐκέτι πεποιθότες ἔσονται ἐπὶ τοὺς ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ ᾿Ισραήλ. 41 151. Χ, 17-20. Οὕτως. ὁ οὗτος, όντως ΕΡΒΑΝ. Εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐμφαίνει ελεύ. σεσθαι τὰ ἔθνη. Πῶς δὲ αὐτὸς ἐπ᾿ ἐκεῖνον τὸν ναὸν, ὃν ἐδείματο ἡ βασιλὶς Ελένη, μετοικίζεις τὴν λέξιν; Κα! Ο ΑΓΙΟΣ. Καὶ μὴν, τίς σοι ἀνήγγειλεν, ὅτι ὁ μονογενής Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, οὐκ ἔστι Θεὸς Ἰακώβ; ἂν μὴ χολᾶς, καὶ ᾿Αβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰωσήφ, καὶ Μωϋσέως, οὕτως ἐστὶ Θεὸς καὶ Κύριος. Μὴ γάρ τις ἐπλάνησεν, ὅτι τῶν πρὸ τῆς παρουσίας Χριστοῦ Ἰουδαίων πιστῶν ἀποκοπή τις πέφυκεν ὑμῖν τῶν Χριστιανῶν; Μὴ γένοιτο. Πάνω γὰρ ἡμεῖς ἐκείνους σε βαζόμεθα, ὡς τὸν νόμον τοῦ Θεοῦ εὐσεβῶς τηρήσαντας· ὑμᾶς δὲ τοὺς ἀπὸ τῆς παρουσίας Χριστοῦ ἀπίστους καὶ ἀγνώμονας ἀνα φανέντας βδελυσσόμεθα. ΕΡΒΑΝ. Δι' ήν αἰτίαν; Και Ο ΑΓΙΟΣ. Ἐπειδὴ ἐν ἐμαρτύρησεν ὁ νόμος καὶ οἱ προφῆται ἥξειν, ἐλθόντα ηρνήσασθε, καὶ οὐ προσεδέξασθε. ΕΡΒΑΝ. Κεφαλὴν τίς οὐκ ἀλγήσει, μετὰ σοῦ ὁμι λῶν; Ον οἱ προφῆται ἐμαρτύρησαν, ἴσως ἀκμὴν οὐ παρεγένετο. Οταν δὲ παραγένηται, ἀδύνατον πέφυ κεν, ἵνα μὴ ζητήσῃ τὸν λαὸν αὐτοῦ, ὃν ἀνῆκε δου λείας Αἰγυπτίων, σημείοις φοβεροῖς καὶ τέρασι. Και Ο ΑΓΙΟΣ. Πάντως, ἄθλιε, κατὰ τοῦ ᾿Αντιχρίσ στον κατεφλυάρησας· ἐκεῖνον δὲ ὑμεῖς προσδοκᾶτε ἥξειν. Καὶ οὐαὶ ὑμῖν, ὅτι ἐν τῇ ἁμαρτίς ὑμῶν ἀπο θανεῖσθε, ἀντὶ ποιμένος θηρίον πονηρὸν καὶ λύκου ἀπηγριωμένον δεξάμενοι. ΕΡΒΑΝ. Ησαΐας περὶ τῆς ἐσχάτης ἡμῶν τῶν Ισραηλιτῶν σωτηρίας λέγει· "Εσται, φησὶν, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τὸ φῶς τοῦ Ἰσραὴλ ὡς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν φλογὶ καιομένῃ Θεὸς, καὶ φλέξει, καὶ φάγεται τὴν ὕλην ὡς χόρτον. Τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρχῶν. Καὶ ἔσται ὁ φεύγων, ὡς ἀπὸ φλογός καιομένης. Καὶ οἱ καταφλεχθέντες ἀπ' αὐτῶν, ἔσονται ἀριθ μὸς, καὶ παιδίον μικρὸν γράψει αὐτούς. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκέτι προστεθήσεται τὸ και ταλειφθὲν τοῦ ῾Ισραήλ. Καὶ οἱ καταλειφθέντες ἀδικήσαντας αὐτοὺς, ἀλλ' ἔσονται πεποιθότες Και Ο ΑΓΙΟΣ. Ερμήνευσόν μοι τὴν προφητείαν Ἐγὼ γὰρ ἐπίσταμαι, ὅτι παντελῶς ἀγνοεῖς αὐτῆς τὴν δύναμιν. ΕΡΒΑΝ. Εἰ ἠγνόουν, οὐκ ἄν σοι αὐτὴν παρήγαγον. Καὶ Ο ΑΓΙΟΣ. Λέγε οὖν, ἐπεὶ ταύτην ἐπίστασαι. Και Ο ΕΡΒΑΝ. Ἐν τῇ συντελείᾳ τοῦδε τοῦ βίου, καταβήσεται πῦρ ἀπὸ τοῦ Θεοῦ διπλῆν τὴν ἐνέρ γειαν κεκτημένον· καὶ τῷ μὲν Ἰσραὴλ φῶς ἔσται καθορώμενον, καὶ φωτίζον αὐτοῦ τὴν παροικίαν· τὰ δὲ ὑπόλοιπα πάντα ἔθνη, ὡς ἀστραπή, μεταποιηθὲν καὶ διαδεῦσαν ἐν ὅλῳ τῷ κόσμῳ, καταφάγεται, ὡς
col. 733–734page 57 of 81
PG 86:733ἀλλοφύλους καὶ ἀλλοτρίους τοῦ νόμου τοῦ Θεοῦ. Οὐ μόνον δὲ ἐκείνους, ἀλλ᾽ ὅσους εὕρῃ κοινωνήσαντας ἔν τισι τοῖς ἔθνεσιν, ἢ καὶ τὰ τοῦ νόμου δόκιμα παρ τήσαντας. Μόνοι δὲ ἐκεῖνοι ἐν ὅλῳ τῷ κόσμῳ εύρε θήσονται, ὅσοι καταλειφθῶσιν ἀπὸ τῆς φοβερᾶς ἀπει λῆς ἐκείνης τῆς συντελείας, ήγουν, τῆς τοῦ πυρὸς καύσεως. Καὶ οὔτε λείψουσιν οὔτε προσθήσουσιν ἔτι, ἀλλ᾽ ἔσονται ἐν τῷ κόσμῳ ὥσπερ ἄγγελοι Θεοῦ· μὴ πεποιθότες ἐπί τινα ἕτερον, ἢ Χριστὸν, ἢ Υἱὸν Θεοῦ, ἡ Ἰησοῦν, ἀλλ᾽ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραήλ. Αὕτη ἡ λύσις τῆς προφητείας. Και Ο ΑΓΙΟΣ. Κακίστη ερμηνεία, ὦ Ἑρβᾶν, καὶ πλήρη ἀλογίας καὶ ἀμαθείας τὰ παρὰ σοῦ νῦν εἰρη μένα. Οἶδα ὅτι διενοήθης, καὶ ταύτην διαστρέψαι τὴν ἑρμηνείαν εἰς τὸ βοηθῆσαί σοι, ὥσπερ καὶ τὰς ἀνωτέρω. ΕΡΒΑΝ. Αλλά φράσον καὶ αὐτὸς ἃ βούλει. Καὶ Ο ΑΓΙΟΣ. Ἐν κεφαλαίῳ τῆς προφητείας ταύτης οὕτως πως ἔγκειται. Εσται, φησίν, ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιών, καὶ ἐν Ἱερουσαλήμ. Ποῖα πάντα; Πρόδηλον ὅτι ὅσα αὐτὸς ὁ προφήτης προλαβὼν ἐπροφήτευσεν, ὅπως ἐκλείψει ἡ βασιλεία τῶν Ἰουδαίων, ὅπως ἐν ἀπαγωγὴ ἔσονται οἱ Ἑβραῖοι, καὶ δεινῇ στενοχωρία, ἤτοι ἐν αἰχμαλωσίᾳ· ὅπως οἱ ἄρχοντες τοῦ Ἰσραὴλ ἀπο ολοῦνται, οὔσπερ τοῖς Σοδόμοις ἀπείκασεν· ὅπως ὁ λαὸς ἐξολοθρευθῇ, οὓς τῇ Γομόρρα παρεπλησίασε ὅπως ὁ νόμος παυθήσεται· ὅπως Ἰσραὴλ Χαλδαίοις παραδοθήσεται καὶ Ῥωμαίοις ἔσται εἰς προνομήν ὅπως ἥξει ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ ποιήσει σημεῖα καὶ τέρατα, καὶ κρατηθῇ μὴ δεχθεὶς παρὰ τῶν παρανόμων Ἰουδαίων, καὶ πάθῃ ἱκανὰ, καὶ ἀναληφθήσεται εἰς τὸν οὐρανὸν, καὶ ἀπο στελεῖ τοὺς μαθητὰς αὐτοῦ εἰς τὰ πέρατα τῆς οἰ κουμένης, καὶ ἐπιστρέψει πάντα τὰ ἔθνη εἰς τὴν ἐπίγνωσιν αὐτοῦ. Ὅταν τοίνυν συντελέσῃ, ταῦτα ποιῶν πάντα ἐν τῷ ὄρει Σιών, ὁ ἐν τοῖς ὑψίστοις καθήμενος, καὶ ἐν τῇ ἄνω Ἱερουσαλήμ τῆς βασι λείας αὑτοῦ αὐλιζόμενος· ἐπισκέψεται ὡς ἂν εἴπῃ τις εὐκαιρήσας, ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν ᾿Ασσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης, των ὀφθαλμῶν αὐτοῦ. Εἶπε γὰρ, Τῇ ισχύϊ τῆς χειρός μου ποιήσω, καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεώς μου ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην όλην καταλείψομαι τῇ χειρί μου ὡς νοσσιάν, καὶ ὡς καταλελειμμένα ὡὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὅς διαφεύξηταί με, ἢ ἀντείπῃ μοι, ἀνοίγων στόμα καὶ στρουθίζων. Τί οὖν; Περὶ τίνος λέγει ὁ προφήτης, ὅτι βλέψει ὁ Θεὸς ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ταῦτα πάντα ἅπερ εἶπον καυχησάμενον; Τίς ἐστιν ὁ νοῦς ἐκεῖνος, ὁ τὰ ὑπέρογκα φυσήσας; Αὐτὸς ἑρμηνεύσει ὁ προφήτης, ὅτι ὁ ἄρ χων τῶν ᾿Ασσυρίων, φησί, τοῦτ' ἔστιν ἡ βασιλεία τῶν ᾿Ασσυρίων, ἤγουν τῶν Περσῶν. Ταύτῃ γὰρ τῇ λείψουσιν. ελλείψουσι. ΝΟΤ.Ε.
col. 735–736page 58 of 81
PG 86:735βασιλείᾳ συνεχώρησεν ὁ Θεὸς, καὶ τὰ πάνδεινα τῇ ο Ἱερουσαλὴμ ἐνδείξατο, ὅτε καὶ ὁ ἀρχιμάγειρος Να βουζαρδᾶν τὸν οἶκον τοῦ Θεοῦ ἐνέπρησεν, ἀπάρας καὶ τὸν λαὸν εἰς ἀπαγωγὴν δι' αἰχμαλωσίας. Ποιή σασα τοιγαροῦν ἡ βασιλεία ἐκείνη τὰ τοιαῦτα, του Θεοῦ τοῦτο συγχωρήσαντος, οὐκ ἤνεγκε πράως τῇ ταπεινώσει τῆς καρδίας αὐτοῦ, οὔτε συνῆκεν ὅτι κρίμασι Θεοῦ διοικοῦνται τῆς οἰκουμένης τὰ πέρατα ἀλλ' ἔδοξεν ὅτι ἐξ ιδίας συνέσεως ταῦτα αὐτῷ τὰ εὐτυχήματα συνηντήκασι. Καὶ εὐθέως ὑψώθη τῇ καρ δίᾳ καὶ ἐπηρώθη τῷ φρονήματι, καὶ τὰ προγεγραμμένα ἐφρυάξατο, πᾶσαν τὴν οἰκουμένην λέγων ὑπο ταγῆναι αὐτῷ. Οὐκοῦν ἐλέγχων τὴν ἄνοιαν αὐτοῦ ὁ Θεὸς διὰ τοῦ προφήτου, καὶ βουλόμενος ἀπολέσαι. τοῖς προειρημένοις ἐπήγαγεν, "Ακουσον, εἰπὼν, σὺ ὁ ταῦτα, οὐ τοῖς κρίμασι τοῦ Θεοῦ, ἀλλὰ σεαυτῷ τὸ πᾶν λογιζόμενος· Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος δι' αὐτῆς, ὥστε κόπτειν ἑαυτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτὸν διὰ τὸ πρίσαι τὸ οἱονοῦν; ἢ ἀρθήσεται ῥάβδος ἐφ' ἑαυτῆς, καὶ τύψηται, ὅπερ καὶ βούλεται; Πα ραβολὴν εἰσάγων πρὸς τὴν ὑπερήφανον ἐκείνην βα σιλείαν ὁ προφήτης, λέγει, ὅτι "Εδει σε καν τούτοις τοῖς χαρακτῆρσι ποδηγηθέντα νοῆσαι καὶ συνιέναι, ὅτι οὔτε τοῦ τρέχοντος, οὔτε τοῦ διώκοντος, ἀλλὰ τοῦ συγχωροῦντος Θεοῦ, τὰ τῇδε χρηματίζουσι, πότ λεμοί τε καὶ νἶκαι, καὶ ἧτται; καὶ ἕτερά τινα προ τερήματα. Επειδή, φησὶν, οὐκ ἐβουλήθης τοιούτῳ σκοπῷ τὸ πᾶν τοῦ Θεοῦ λογίσασθαι, ἀλλ' ἐπαρθεὶς τῇ καρδίᾳ ἐφύσησας υπέρογκα μεγάλα, φαντασθεὶς τῷ πνεύματι περὶ σεαυτοῦ καὶ οὐκ ἐμοῦ, Ζῶ ἐγώ, λέγει Κύριος, ὃς βεβούλευσαι, οὐχοὕτως ἔσται· ἀλλ' ἀπο στελῶ, φησὶν, εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν δόξαν πῦρ. Φημὶ τὸ τὸν πειρασμὸν καιόμενον, δ καὶ καυθήσεται μεγάλως. Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσ ραήλ, ὡς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν φλογί καιομένη, καὶ φλέξει, καὶ καταφάγεται ὡς χόρτον τὴν ὕλην. Ενταῦθά ἐστιν, Ἐρβᾶν, το ζητούμενον. Σὺ μὲν γὰρ ἀνοήτως πως ήρμήνευσας τοῦτο τὸ ῥῆμα. Ἐγὼ δὲ διὰ τοῦτο ἄνωθεν ἠναγκάσθην διηγήσασθαί σοι τῆς προφητείας τὸ κεφάλαιον, ἵνα κατ' ἔπος ἀκούσας, συνήσης πάντα. Εἰπὼν γὰρ ὁ προφήτης, ὅτι Εσται τὸ φῶς τοῦ Ἰσραὴλ ὡς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν φλογί καιομένῃ, καὶ φλέξει, καὶ καταφάγεται ὡς χόρτον τὴν ὕλην, τὸ ἐν τῇ αἰχμαλωσία στενοχωροῦν, καὶ τὸ ἐν γῇ ἀλλοτρίᾳ βιαιότατον παροίκημα,και τὸν ὀνειδισμὸν τῶν ἐθνῶν, καὶ τὴν λύπην, καὶ θλίψιν, καὶ τὸν φόβον τοῦ θανάτου, τοῦ βασιλέως τῶν ᾿Ασσυρίων, καὶ τὴν ἁλωσίαν αὐτῶν τε καὶ ξενητείαν, ἣν αἰχμαλωτισθέντες, καὶ ἐν γῇ ἀλλοτρίᾳ ὄντες, ὑπε έμενόν τε δεόμενοι, φῶς σωφρονισμοῦ τὸ ἐξ ἀνάγκης ἐσθίον τὰ ἐνδόσθια τροπικῶς ηνίξατο. Ἐπειδὴ γὰρ ἐν τῇ γῇ ἰδίᾳ ἐν ἀναπαύσει χρηματίζοντες ἐσκοτίζοντο, καὶ ἀδεῶς ἐξημάρτανον· διὰ τοῦτο ἐξήγειρεν ὁ Θεὸς τὴν βασιλέα τῶν ᾿Ασσυρίων, καὶ στρατοπεδεύσας Διά τό. διά του. Συνήσης. συνής. ΝΟΤ.Ε. 'Αλωσίαν. ἅλωσιν αἰχμαλωσίαν.
col. 737–738page 59 of 81
PG 86:737παρέλαβε τὴν Ἱερουσαλήμ, μετὰ τὴν τελευτὴν βα σιλέως Μανασσῆ, καὶ ἀπῆρε τὸν λαὸν ἐν γῇ Χαλ δαίων, καὶ κατῴκησεν αὐτὸν ἐκεῖσε, ἵνα οὓς ἡ ἄνεσις καὶ ἡ μέθη καὶ ἡ σπατάλη ἐσκότιζε, καὶ τῶν τοῦ Θεοῦ προσταγμάτων ἀμελεῖν καὶ ἐκπίπτειν ἐποίει, τούτοις ἡ λύπη καὶ ἡ ταλαιπωρία, καὶ ἡ ἐν γῇ ἀλ λοτρία διατριβή, κατεσθίουσα ὡς πῦρ καιόμενον, φωτίσῃ τὸν νοῦν. Καὶ ὅρα τὸν Μανασσὴν, ὅπως ἐφώτισεν αὐτὸν ἡ ἀπαγωγὴ τῆς αἰχμαλωσίας. Ἐκεῖ θεν γὰρ διασωθείς, καὶ μεταγνούς εὗρεν ἔλεος παρὰ Κυρίου. Περὶ τούτου τοῦ σκοποῦ τοίνυν, ὦ Ἐρβᾶν, τὸν λόγον ὁ προφήτης ηνίξατο, ὅτι ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ ὡς πῦρ, καὶ ἁγιάσει αὐτὸν, δ καὶ γέγονεν· καὶ τὰ ἑξῆς. Περὶ δὲ τοῦ αἰχμαλωτεύσαντος αὐτὸν βασιλέως, ἀνθ' ὅσον ἐπήρθη, καὶ οὐκ ἐλογίσατο τὸ πᾶν τῷ Θεῷ, ἀλλ᾽ ὑψώθη τῇ καρδίᾳ, ἀποφαίνων κατ' αὐτοῦ ὁ Θεὸς, φησὶ διὰ τοῦ προφήτου Τῇ ἡμέ γιὰ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη, καὶ οἱ βουνοί, καὶ οἱ δρυμοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν. Καὶ ἔσται ὁ φεύγων, ὡς ἀπὸ φλογὸς καιομένης· καὶ οἱ καταλειφθέντες ἀπ' αὐτῶν ἔσονται ἀριθμὸς, καὶ παιδίον μικρὴν γράψει αυτ τούς. Τίνα οὖν εἰσι τὰ ὄρη, ἃ λέγει ἀποσβεσθῆναι, καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί, οὓς καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρχῶν; Πρόσεχε ἀκριβῶς. Τὰ ὄρη, ἐμφαίνων τοὺς μεγάλους τοὺς σατράπας τῶν Ασσυρίων, καὶ βουνοὺς εἰσάγων, περὶ τῶν καταδεεστέρων ἀρχόντων λέγει. Δρυμούς δὲ, παραδηλῶν τὸ ἄγριον τῆς φύσ σεως αὐτῶν ἐμφαίνει, καὶ τὸ ἀλλότριον τοῦ πνευ ματικοῦ καρποῦ. Βάλανος γὰρ χοίρων τροφή, καὶ τὰ τῶν ἁμαρτωλῶν ἔργα, τροφὴ δαιμόνων. Τὸ πᾶν γὰρ ἔθνος τῶν ᾿Ασσυρίων ηνίξατο, εἰπών, "Ορη καὶ βουνοὺς καὶ δρυμούς· ὡς μηδ' ἑνὶ καρπῷ ἀγαθῷ ἐπιτηδείους ὄντας, ἀλλ᾽ ἢ ἁμαρτίας, καὶ μόνον, καθὰ εἴρηκα, καρποφοροῦντας, εἰς βάλανον, ἐξ ἧς ἐσθίουσιν οἱ χοῖροι, ὡς δαίμονες Οὐ μόνον δὲ φάσκει, ὅτι οἱ μεγάλοι καὶ οἱ ἔντιμοι καταφθαρήσονται, ἀλλὰ καὶ πᾶσα ἡ φυλὴ αὐτῶν. Μόλις δέ που ὀλίγοι δια σωθήσονται, καὶ τοσοῦτον ὀλίγοι, ὅτι παιδίον μια κρὸν, φησί, γράψει αὐτοὺς, τοῦτ' ἔστιν, ἐν εὐτελεῖ τόπῳ τινὶ πεδινῷ εὐπερίγραπτοι ἔσονται. Οἱ δὲ λοι παὶ ἀπὸ ψυχῆς ἕως σαρκῶν, ἤγουν ἀπὸ ἑνὸς ἕως πολλῶν, εἰς ἀπώλειαν χωρήσουσι, τὸν ψυχικὸν ὁμοῦ καὶ σωματικὸν θνήξαντες θάνατον. Οἱ δὲ διασωθέντες εὐτελεῖς ἐκεῖνοι, ὡς ἀπὸ φλογός καιομένης, φη σὶν, ἔσονται διαφεύγοντες. Καὶ ὅτι ταῦτα τοὺς Ασσυρίους, ἐφ᾽ ᾧ ἐπεχάρησαν τῇ πτώσει τῶν Ἰου δαίων, καὶ ἐπήρθησαν, κατέλαβε μετὰ ταῦτα, οὐκ ἀμάρτυρος ὁ λόγος. Πολέμων γὰρ αὐτοῖς συνεχεστέ ρων παρὰ τῆς βασιλείας τῶν Μήδων ἐπιγεγονότων, ἅπασα ἡ εὐπρέπεια αὐτῶν ὅλωλε, καὶ ἡ μεγάλη αὐτ τῷ τιμὴ εἰς φοβερωτάτην ἀτιμίαν κατήντησε, κατὰ τὸ ῥῆμα τοῦ προφήτου. Τὸ δὲ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐν ταῖς ἡμέραις ἐκείναις, τὸ ὂν ἐν τῇ γῇ τῶν Ἀσσυρίων, ἀπὸ τῆς φρικωδεστάτης ἐκείνης ἀπειλῆς τοῦ Παντοκράτορος, ἧς ἐπήγαγε τῇ βασι ο ΝΟΤΑ. Ὡς δαίμονες. ἐκ τῶν ἁμαρτιῶν.
col. 739–740page 60 of 81
PG 86:739τὴν χεῖρα αὐτῶν εἰσάπαξ ὀλιγωθέντων. Καὶ οἱ δια σωθέντες τοῦ Ἰακὼς ἀπὸ γῆς Ασσυρίων, καὶ πρὸς τὴν Ἰουδαίαν ἀναστρέψαντες, λυτρωθέντες τῆς δει νῆς ἐκείνης αἰχμαλωσίας, οὐκέτι πεποιθότες ἔσονται ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, καὶ αἰχμαλώτους ἀπάραντας πρὸς τὴν ἰδίαν γῆν, ἀλλ' ἔσονται πεποιθότες ἐπὶ Κύριον τὸν "Αγιον τοῦ Ἰσραήλ, τὸν ἐκ τῆς αἰχμαλωσίας ἀνακαλεσάμενον, καὶ πρὸς τὴν ἰδίαν πατρίδα ἀνασώσαντα. Ταῦτα, ὦ Ἐρβᾶν, ἡ ἀληθῆς ἑρμηνεία τῆς προφητείας, ἐπεὶ ἅπερ αὐτὸς ἡρμή νευσας, μᾶλλον δὲ ἑρμηνεύσεις, γραώδεις μῦθοι πεφύκασι, μηδὲν ὠφελοῦντα. λείᾳ αὐτῶν, οὐκέτι προστεθήσεται τοῦ εἶναι ὑπὸ ΕΡΒΑΝ. Καθὼς ὁρῶ, ἑτέρα γνῶσις ἐν ὑμῖν ἔγκειται, καὶ ἑτέρα ἐν ἡμῖν· οὐκοῦν δέον ἐστὶν πείθεσθαι ἕκαστον τῇ ἑαυτοῦ γνώσει, καὶ ἡσυχάζειν. Καὶ Ο ΑΓΙΟΣ. Καὶ ἐὰν οὐκ ἀσφαλῆς ἐστιν ἡ γνώ σίς σου, τί σοι τὸ διάφορον παρακαθημένῳ ματαιότητι, καὶ παρεδρεύοντι ἀπατηλοῖς δελεάσμασιν; Και Ο ΕΡΒΑΝ. Καὶ τίς ὁ πληροφορῶν με, ὅτι ματαιότης πέφυκεν ἡ γνωσίς μου; Καὶ Ο ΑΓΙΟΣ. Ἐγὼ κατὰ πεῦσιν τὰς λέξεις ἀπήλ λαξα καὶ ὑπαλλάττω, καὶ λέγεις, ὅτι Τίς ἐστιν ὁ πλη ροφορῶν καὶ πείθων με; ΕΡΒΑΝ. 'Αλλ' οὐκ ἀνέχομαι πείθεσθαι τοῖς σοῖς ἁπλῶς καὶ ὡς ἔτυχεν· ἐχθρὸς γάρ μου εἶ, καὶ τῶν κατὰ σὲ ὑπερασπιζόμενος προΐστασαι· τὰ δὲ παρ' ἐμὲ παραβλέπων, εἰκῆ παρορᾷ. Και Ο ΑΓΙΟΣ. Ἐὰν μὴ φροντίζω τῆς ἀληθείαςἐπὶ τε ἐμοῦ, ἐπί τε σοῦ, ἀλλότριος ἔσομαι τοῦ μου νογενοῦς Υἱοῦ Θεοῦ μου κοινωνίας καὶ λατρείας. ΕΡΒΑΝ. Ἰδοὺ λέγεις, οὐκέτι χρείαν ἔχει ὁ Θεὸς τοῦ νόμου, ὃν πάλαι διὰ Μωϋσέως ἡμῖν τοῖς Ἰσρατ λίταις τεθησαύρικε. Ποίοις οὖν ὠσὶν, ἢ ποίᾳ καρδίᾳ ἀκούσομαί σου, τοιαῦτά μοι εἰσφέροντος καὶ λα λοῦντος; Καὶ Ο ΑΓΙΟΣ. Μήτοι γε ἀπὸ τῶν ἐμῶν γραφῶν ὠθῶ σε; Τὰ χείλη τὰ σὰ κατηγοροῦσί σου. Υπαγε, άφρον· μέμψῃ τοῖς πατράσι σου; Πορεύθητι καὶ δικάσθητι μετὰ τῶν προφητῶν σου· πρόλαβε καὶ ἀντιπαράταξαι ταῖς αὐτῶν προββήσεσιν. Διὰ τῶν νοημάτων γὰρ αὐτῶν ἐγὼ πληροφορῶ σε, ὅτι ἀπὸ τοῦ νῦν οὐ χρείαν ἔχει τοῦ νόμου ὑμῶν ὁ Θεός. ΕΡΒΑΝ. Ησαΐας ἔφησεν, ὅτι Εἶπε Σιών· Κύριος ὁ Θεὸς ἐγκατέλιπέ με, καὶ ὁ Θεὸς ὁ ἅγιος ἐπελάθετο μου. Καὶ ἀπεκρίθη Κύριος λέγων· Μὴ ἐπι λήσεται γυνὴ τοῦ παιδίου αὐτῆς; ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔγγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαι σου, λέγει Κύριος. Ο Θεός φάσκει, ὅτι οὐκ ἐπιλήσομαί σου· καὶ σὺ λέγεις, ὅτι χρείαν ἡμῶν οὐκ ἔχει, ἀλλ᾽ οὐδὲ τοῦ νόμου ἡμῶν.
col. 741–742page 61 of 81
PG 86:741Και Ο ΑΓΙΟΣ. Ἐμοὶ χολᾷς, λέγων, ὅτι τὰ συμφέροντα σοι λέγεις, καὶ τὰ ἐμὰ ἐπιτήδεια ἀποκρύπτει, καὶ, ὡς ὁρῶ, σὺ τὸ δραμα τοῦτο ἐργάζῃ, ἀλλ' οὐκ ἀνέξομαί σου τοῦ λοιποῦ. Εἰπὲ γάρ μοι, τί λέγει ὁ προφήτης ἀνωτέρω τῶν ῥηθέντων παρὰ σοῦ; Τάδε λέγει Κύριος, φησί, καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπια. σά σε, καὶ ἔδωκά σοι, καὶ ἔθηκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κατακληρονομῆσαι κληρονομίαν ἐρήμου λέγοντα τοῖς ἐν δεσμοῖς, 'Εξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε Περὶ τίνος λέγει ταῦτα, δια δαξον. ΕΡΒΑΝ. Εἰ καὶ περὶ Μωϋσέως τῶν ἐν δεσμοῖς τῆς ἁμαρτίας χρηματιζόντων, καὶ ἐν τῷ σκότει τῆς πλάνης πεπεδημένων τοῦτο εἴρηται, ἀλλ᾽ οὖν ὁ Θεὸς τοῦ νόμου φαίνεται μᾶλλον τὸν Χριστὸν ποιή σας καὶ πλάσας ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι, καθὰ αὐτόθι λελάληκεν ὁ προφήτης; Πῶς οὖν σύ τολμᾷς ἴσον τῷ πλάστῃ αὐτῷ, Θεὸν ὀνομάζων; Και Ο ΑΓΙΟΣ. "Οτι ἔπλασε τὴν ἀνθρωπότητα ὁ Θεός, οὐχὶ ἀνωτέρω λελάληκά σοι, ἀνόητε; Οὐ προ λαβὼν εἴρηκα, ὅτι διπλοῦς ἐστι, Θεὸς ἀληθῆς, καὶ τέλειος άνθρωπος, ἐκτὸς ἁμαρτίας; Οταν οὖν ἀκού σῃς πλάσιν καὶ θέσιν καὶ δόσιν, τῆς ἀνθρωπότητος αὐτοῦ, τρισάθλιε, νόει ταῦτα εἶναι. Πρόσεχε δὲ τοῖς εἰρημένοις τὰ ὑπόλοιπα, ὅπως ὁ προφήτης διαμαρτύρεται περὶ τῆς ἐθνῶν ἀποκαταστάσεως. Μετά γὰρ τὸ εἰρηκέναι αὐτὸν φάσκοντα τοῖς ἐν δεσμοῖς, Εξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, 'ἀνακαλύπτεσθε, ἐπήγαγεν, Εν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται. Ορᾷς; Εἰς πᾶσαν ὁδὸν πνευματικήν μελετή σουσι, μᾶλλον δὲ περιπατήσουσι, τὰ ἀρεστὰ Κυρίου εργαζόμενοι. Εν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτ τῶν. Προσέχεις μαρτυρίαν; Οὐχ ὑπολειφθήσεται, φησί, μία καὶ μόνη τρίβος ἀπὸ τῶν ἐξευρημένων Κυρίῳ, ἐν ᾗ μετὰ χαρᾶς οὐ περιπατήσουσι, τὰ ἀρε στὰ Κυρίῳ ἐργαζόμενοι. Οὐ πεινάσουσι τοῦ ἀκοῦ σαι λόγον, Κυρίου δηλονότι, οὔτε διψήσουσι πνευματικών νοημάτων ἀποτυγχάνοντες, οὔτε πατάξει αὐτοὺς ὁ καύσων, ὁ τῆς ἁμαρτίας, οὔτε μὴν ὁ τῆς δικαιοσύνης "Ηλιος Χριστός, ὅτι παρανο μήσουσιν, ἀλλ᾽ ἐλαιῶν αὐτοὺς, τῷ λουτῆρι τῆς παλιγγενεσίας, παρακαλέσει αὐτοὺς, τῷ Παρακλήτῳ καὶ ἁγίῳ Πνεύματι, καὶ διὰ πηγῶν ὑδάτων ἕξει αὐτοὺς καθαρῶς διὰ μέσης γνώσεως τῶν νοημάτων τῆς Γραφῆς καὶ τῶν προφητειῶν καὶ δω ρεῶν τοῦ ἁγίου Πνεύματος. Καὶ θήσω, φησί, πᾶν ὄρος εἰς ὁδὸν, ἤγουν τὰ δύσβατα τῶν ὀρέων εὔ κολα αὐτοῖς ποιήσω. Καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς, τοῦτ' ἔστι, περὶ πασῶν τῶν ἐντολῶν μου πρότερον μελετήσουσιν. Οὐκ ἀπ᾿ Αἰγύπτου, ὅθεν Ἑβραῖο:, οὐδὲ ἐκ φυλῆς Ἰακώβ, ὅθεν οἱ Ἰου η Κληρονομίαν ἐρήμου. κληρονομίας ἐρήμους. Ανακαλύπτεσθε. ανακαλυφθῆναι. Μος καὶ περὶ τῶν ἐν δεσμοῖς. 'Ελαιῶν. ἐλεῶν. "Εξει. ἄξει.
col. 743–744page 62 of 81
PG 86:743Ἰουδαίων λέγει 'Αλλ' ἤξουσι, φησίν, ἀπὸ Βορᾶν καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Ἐν τούτοις τοῖς κλίμασι τὰ δοκοῦντα ἔθνη εἶναι, παροικοῦσιν. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, τοῦτ' ἔστιν οἱ ἄγγελοι, καὶ ἀγαλλιάσθω ἡ γῆ, ὁ σωτηρίας το χὼν λαός. Ρηξάτω τὰ ὄρη εὐφροσύνην, τὰ ἄκαρπα ἔθνη, εἰς εὐκαρπίαν διὰ τῆς πίστεως χωρή σαντα. Καὶ οἱ βουνοὶ σταλάξονται δικαιοσύνην, οἱ τῶν ἐθνῶν βασιλεῖς τε καὶ ἄρχοντες Χριστὸν ἐπεγνωκότες, τὴν ἀλήθειαν καὶ δικαιοσύνην κρίνα τε, "Οτι ηλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ· ἵνα μὴ εἴπῃς, Ερβᾶν, ὅτι τοὺς ἐξ Ἰακὼβ μόνους λαών αὐτοῦ ἐκάλεσε, Καὶ τοὺς ταπεινούς, φησί, τοῦ λαοῦ παρεκάλεσεν· ήγουν τους καταπεπονημένους εἰς ἄγαν τῇ ἁμαρτίᾳ, μεγάλως καὶ ἀντι λήψεται. Καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ, ἀποσταλάξει τὰ ὄρη τῆς βασιλείας γλυκασμόν, ὕμνους καὶ μελωδίας εἰς χαρὰν τῶν ἁγίων, ἅτινά εἰσι πλήθη τῶν ἀγγέλων τοῦ Θεοῦ. Καὶ οἱ βουνοὶ ῥυήσονται γάλα, ἔναρξιν θείας ἐστιάσεως, αἴ τινές εἰσιν αἱ κορυφαί τῶν ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶσαι αἱ ἀφέσεις Ιούδα ῥνήσονται ὕδατα· τὰς νοητὰς φλέγας ἀφέσεις λέγει, τὰς ἀφιείσας τὸ ζῶν ὕδωρ, καὶ τὰς βλυζούσα; πηγὰς, τὸ ζωοποιόν νάμα τῆς βασιλείας τῶν οὐρα νῶν. Ωσπερ γὰρ ἐπὶ τῆς γῆς ὕδατα φλεβών βλύζουσι, καὶ πίνει ὅλος ὁ κόσμος, οὕτω καὶ ἐν τῷ οὐ ρανῷ ὕδατα ἀπὸ Θεοῦ νοητά, καὶ πίνουσιν οἱ ἄγγελοι καὶ πάντες οἱ ἅγιοι τοῦ Θεοῦ. Ἰούδαν δὲ ἐμφαίνει, Λ δαῖοι, μήποτε εἴπῃς ὅτι περὶ τὸν Κύριον Ἰησοῦν, ὡς ἐκ φυλῆς τοῦ Ἰούδα σωμα τικῶς ἀναβλαστήσαντα. Καὶ πηγὴ, φησίν, ἐξ οἴκου Κυρίου ἐξελεύσεται, καὶ ποτιεῖ τὴν χειμάῤῥουν τῶν σχοίνων. Πηγὴν λέγει, τὴν ἀνεκδιήγητον έκεί νὴν χαρὰν καὶ εὐφροσύνην καὶ ἀπόλαυσιν, καὶ εὐτ ωδίαν τοῦ ἁγίου Πνεύματος, ἥτις ἐξ αὐτοῦ τοῦ Παν τοκράτορος ἀνερμηνεύτως καὶ ἀεννάως ἐκπορεύεται, καὶ ποτιεῖ τὰ τῶν ἁγίων συστήματα, καὶ τὴν καρδίαν αὐτῶν ἐμπλήσει φρικτῆς ἐκείνης καὶ ἀσυγκρίτου ἡδύτητος. Αίγυπτος εἰς ἀφανισμὸν ἔσται· τοῦτ' ἔστι πᾶσα πλάνη, καὶ ἡ τῆς πλινθοποιίας δουλεία, ήγουν τῆς ἁμαρτίας. Καὶ Ἰδουμαία εἰς πεδίον ἀφανισμοῦ γενήσεται. Πάσα, φημί, τῶν ἀλλοφύλων, τῶν μὴ χρη ματισάντων εκγόνων τῆς τιμίας κολυμβήθρας διὰ τοῦ ἁγίου βαπτίσματος. Δι' δν τρόπον; Ανθ' ὅσον, φησίν, εξέχεαν αἷμα δικαίων ἐν τῇ γῇ αὐτῶν, προφητῶν, ἀποστόλων, μαρτύρων. Οὗτοι γὰρ υἱοὶ καὶ φίλοι καὶ γνήσιοι, καὶ ἀδελφοὶ τοῦ ἐμοῦ Σωτῆρος Χριστοῦ τοῦ ἐκ τῆς φυλῆς Ἰούδα παραδόξως ἀναβλαστήσαντος, οἵτινες μεγάλως ἠδικήθησαν ἀποκτανθέντες παρ' αὐτῶν. Ἡ δὲ Ἰουδαία εἰς τὸν αἰῶνα κατει κισθήσεται, ἡ ἄνω Ἰουδαία, ἥτις χώρα τοῦ ἐξ Ἰούδα σαρκωθέντος Λόγου Θεοῦ, καὶ ἡ τῶν πρωτο. τόκων Ιερουσαλὴμι, εἰς γενεάς γενεῶν· οὐχ ἡ κάτω, ἀλλ' ἡ ἐπουράνιος· τοῦτ' ἔστι κατὰ τὸ ἀνῆκον Βορᾶν. βορέα. Εὐφρ. εὐφραίνεσθε. Ρηξάτω. ληξάτωσαν. Φολέγας. φλέβας. 10.
col. 745–746page 63 of 81
PG 86:745τῆς διακρίσεως, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Καὶ ἐκζητήσω τὸ αἷμα αὐτῶν, ἤγουν τῶν ἐν τῷ νόμῳ, καὶ μετὰ τὸν νόμον ἐν τῇ νέα χάριτι, διὰ τὴν καλλίστην αὐτῶν μαρτυρίαν, ἐκχυσάντων διὰ τὸν Θεὸν τὸ αἷμα τὸ οἰκεῖον, καὶ διὰ τὴν τοῦ Λόγου αὐτοῦ παν άχραντον σάρκωσιν. Καὶ οὐ μὴ ἀθωώσω αὐτοὺς, ἀλλ' ἐν πυρὶ ἀτελευτήτῳ καταναλώσω. Καὶ Κύριος κατασκηνώσει ἐν τῇ ἄνω Σιών. Ταύτη ἀληθής έρμη νεία, Ἐρβᾶν. Εἰ δὲ ἔτι διέστρεψα, ώς προείρηκας, Έλεγξον. ΕΡΒΑΝ. Μή μοι γένοιτο οὕτως ἔχειν. Ἀλλ᾿ οὖν Ἰουδαῖος ἦν ὁ προφήτης, Ιουδαίοις ταῦτα καὶ προς εφθέγξατο. Βασιλεύει γὰρ ὁ Θεὸς πάσης τῆς γῆς, ὥσπερ αὐτὴν καὶ δεδημιούργηκεν. Οὐκοῦν, Ψάλλετε αὐτῷ, φησὶν ὁ Δαβίδ, ὡς βασιλεῖ καὶ Θεῷ. Καὶ Ο ΑΓΙΟΣ. Τίνα οὖν μετὰ ταῦτα ἐπάγει ὁ προφή της; Εβασίλευσε, φησὶν, ὁ Θεὸς ἐπὶ τὰ ἔθνη ὁ καὶ ἐνανθρωπήσας, ὁ καὶ ἀναληφθεὶς εἰς τὸν οὐ ρανὸν, μετὰ τὸ τελέσαι τὴν οἰκονομίαν, καὶ καθίσας ἐκ δεξιῶν τοῦ γεννήσαντος αὐτὸν ἐπὶ θρόνου ἁγίου αὐτοῦ. Ἐὰν γὰρ καὶ βουληθῇς εἰπεῖν ὅτι περὶ τοῦ ἀσωμάτως ὀφθέντος Θεοῦ Μωϋσῇ καὶ Ἡλίᾳ ἐν τοῖς ὄρεσι τοῖς περιφανέσι τοῦτο λέλεκται, ἔχω σε ἐπι στομίσαι, ὅτι ἐπὶ τὸν τὸ σῶμα κεκτημένον λέγεται, τὸ, κάθηται· καὶ, Κάθου ἐκ δεξιῶν μου· και, ἀναπεσὼν κεκοίμηκε· καὶ τὰ τούτων παραπλήσια· καὶ οὐχὶ περὶ τῆς ἀσωμάτου θεότητος, ήνπερ οὐχ ἑώ ρακέ τις ὁποία ἐστὶν, εἴτε κάθηται, εἴτε ἵσταται, εἴτε οὐ κάθηται, εἴτε ἀσπάζεται, καὶ ἐπανακέκλιται δι' ὅλου. ΕΡΒΑΝ. Πράγματά μοι ὁμιλεῖς πάνυ ἐξαίσια. Δι' ἦν δὲ αἰτίαν μετέπειτα λέγει ὁ προφήτης, Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν; ῾Ο ἐκλεξάμενος τοίνυν τὰ ἔθνη, καὶ βασιλεύσας ἐν αὐτοῖς, δι' ἣν αἰτίαν ταῦτα ὑπέταξε τὴν καλλονήν Ἰακώβ, ἤγουν ἡμῖν τοῖς ἐξ Ἰακὼβ ἀναβλαστήσασιν Ἰσραηλί ταις; Και Ο ΑΓΙΟΣ. Ο ψαλμὸς οὗτος περὶ τῆς ἀναλήψεως τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ Πνεύματι ἁγίῳ, μυστηριωδῶς ὑπὸ τοῦ προφήτου διεξηχεῖται, ἐπειδὴ λέγει περὶ τῆς θεωθείσης σαρκὸς δι' ἀφθαρσίας μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. τὸν ᾿Ανέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Σαρκὶ γὰρ ἀνέβη Κύριος, καὶ πάλιν κατέβη. Τὸ πρῶτον μὲν, ὁπόταν ἀνελή , φθη εἰς τοὺς οὐρανούς· καὶ μετέπειτα, οπόταν καταβήσεται ἐκ τοῦ οὐρανοῦ κρῖναι πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς. Περὶ γὰρ τῆς θεότητος, τὸ, ἀνέβη, καὶ κατέβη, οὐκ εἴρηται. Μάρτυρες δὲ τῆς ἀναστάσεως αὐτοῦ, καὶ τῆς ἀνάδου, οἱ ἀπόστολοι. Οὐκοῦν ἐπειδὴ ἀπέστειλεν αὐτοὺς μαθητεῦσαι πάντα τὰ ἔθνη, καὶ ἐπειδὴ ἐξ Ἰσραὴλ ἦσαν, καὶ σπέρμα Ἰακώβ τὸ κατὰ σάρκα εχρημάτιζον, ἀνθ' ὅσου αὐτοὺς πάντας τοὺς ἐξ Ἰσραὴλ ἐξελέξατο Ἰησοῦς Χριστὸς ὁ Θεὸς ἡμῶν εἰς κληρονομίαν ἑαυτῷ· ἰδὼν Έβασ. ἐπὶ τὰ ἔθνη. ὁ Θεὸς κάθε ηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ, τουτέστιν, ἐκεῖνος ὁ βασιλεύσας ἐπὶ τὰ ἔθνη,ὁ καὶ ἐνανθρ. Μετέπειτα. πρότερον ἄνωθεν,
col. 747–748page 64 of 81
PG 86:747ὁ εἰπὼν πρὸς τὸν Θεὸν, "Οτι τὰ ἄδηλα καὶ τὰ κρύσ Για τῆς σοφίας σου ἐδήλωσάς μοι, λέγει περὶ τῶν ἀδήλων, ὡσανεὶ ἐκ προσώπου τῶν ἀποστόλων· μᾶλ λον δὲ καὶ ὡς ἀπὸ τοῦ Ἰσραὴλ παντός. Βλέπων γὰρ τὴν ἐκβολὴν τοῦ Ἰσραὴλ, ὅτι ἀπώτατο Κύριος ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, μόνους δὲ κρατήσει, οὓς ἐλθὼν ἐξ ελέξατο διὰ τὴν ἀμώμητον αὐτῶν πίστιν· Ἐξελέξατο ἡμῖν, φησί, τὴν κληρονομίαν ἑαυτοῦ, τὴν δω δεκάδα τῶν ἀποστόλων, καὶ τὴν καλλονὴν ᾿Ιακώβ ἣν ἠγάπησεν. Τὸ γὰρ ἄνθος, ὡς ἂν εἴπῃ τις, εἶ ρεν ὃ τεθέαται, ὅτι ἐνεργήσειεν, πρὸς ὁ βού λεται, καὶ τὸν ὑπόλοιπον ἄπιστον λαόν, ὡς ἀνωφελή, καταλιπών διεσκόρπισεν. "Οτι δὲ ὑπέταξε λαούς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν, ἐκ ἄνωθεν νοεροί; ὀφθαλμοῖς ὁ Δαβὶδ τὸ γενόμενον, προσώπου τῶν ἀποστόλων φάσκει. Μετὰ γὰρ ο τὸ ἀναληφθῆναι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀπ' αὐτῶν εἰς τὸν οὐρανὸν, εὐθέως ἐκεῖνοι, ἐξελθόντες εἰς τὸν κόσμον ἅπαντα, εκήρυξαν τὸ Εὐαγγέλιον. Καὶ ὑπέταξεν αὐτοῖς Κύριος ὁ Θεὸς ὁ ὕψιστος οὐ μόνον λαοὺς καὶ φυλὰς καὶ γλώσσας, καθὼς ὁ προφήτης λελάληκεν, ἀλλὰ βασιλεῖς καὶ σατράπας καὶ ἡγουμέν νους. Καὶ εἰ σφάλλομαι ψευδόμενος, βλέψον καὶ ἴδε ποίου λαοῦ ὑμεῖς ἐξουσιάζετε, ποῖα δέ εἰσι τὰ ἔθνη, ἅπερ ὑμῖν ὁ Θεὸς ἀρτίως ὑπέταξεν; Ἀλλ᾿ οὐκ ἂν ἔχῃς ἀποδείξαι. Βλέψον δὲ τοῖς ἀποστόλοις Χριστοῦ, ὅπως σχεδόν ἅπασα ἡ οἰκουμένη χριστιανί σατα, πνευματικῶς αὐτοῖς ὑποτέτακται. ΕΡΒΑΝ. Ἐθνῶν τινων ὑποταγέντων τῷ Δαβὶδ ἐν ταῖς ἡμέραις αὐτοῦ τῆς βασιλείας, ὡς οἶμαι, περὶ τῆς ὑποθέσεως ταύτης καὶ ὁ Ψαλμῳδὸς ἔγραψε. Σὺ δὲ τὸ πᾶν εἰς τὴν σοῦ ἀπεσπάσω βοήθειαν. Καὶ Ο ΑΓΙΟΣ. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖ ρας, λέγων, ἅπαντα τὰ ἔθνη ἄρα Δαβὶδ καθυπέταξεν; Ἐπάγει δὲ, Αλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Σολοικίζεις, ὦ Ἐρβᾶν, σφαλλόμενος. Καθώς σοι ὑπαγορεύω, οὕτως ἐστὶ τὰ τοῦ Δαβὶδ λεγόμενα, καὶ οὐχ ἑτέρως. ΕΡΒΑΝ. Ο βουλόμενος ὁμιλεῖν μετὰ σοῦ, ἀπ' ἐκείν νων ὀφείλει εἶναι, περὶ ὧν εἴρηκε Δαβίδ, ότι Εθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα 643 αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. Ἐπιτίμιον γάρ σε μέτ γιστον ἔσχηκε δι' ἐμὲ τὸ γένος τῶν Ἰουδαίων. Δί δαξον δὲ ἐνταῦθα τίνα λέγει ὁ προφήτης· Ο Θεός, δ ἐν τῷ ἁγίῳ ἡ ὁδός σου. Τις Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς, ὁ ποιῶν θαυμάσια. ", Τοῦ Ἰσραὴλ πρόδηλον ὁ Θεὸς μέγας, καὶ οὐχ ἕτερος. Εγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου, καὶ τὰ ἑξῆς. Ητοι τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ καὶ οὐκ εἶπε τοὺς υἱοὺς τῶν ἐθνῶν τῶν ἀλλοτρίων. Οὐκοῦν περὶ Θεοῦ εἰσφέρων, καὶ περὶ γνωρίσματος δυνάμεως, καὶ περὶ λύτρου, πῶς οὐκ ἠνόμησεν, εἰπὼν, Τίς Θεός μέγας ὡς Ἰησοῦς υἱὸς Ἰωσὴφ καὶ Μαρίας; Οὗτος ὁ μόνος ὁ ποιῶν θαυμάσια. Η πά λιν, πῶς οὐκ εἴρηκεν, ὅτι Ἐγνώρισαι ἐν τοῖς Είρει. εἷλεν ἄνθος εἶρεν Ευρ.
col. 749–750page 65 of 81
PG 86:749λαοῖς τῶν ἐθνῶν τὴν δύναμίν σου, καὶ ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς τῶν ἐθνῶν τῶν εἰδωλολατρῶν· ἀλλ', Ἐλυτρώσω, φησί, τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ; Ἐνταῦθά μοι λέξον τὰ δοκοῦντά σου. Καὶ Ο ΑΓΙΟΣ. Οὐκ ἔστι καιρὸς τοῦ ἀποκριθῆναι σε, ἀναιδέστατε, τῆς ὥρας παρῳχηκυίας. Εξανέστη οὖν ὁ βασιλεὺς, καὶ διελύθη τὸ σελέντιον Τῶν δὲ Ἰουδαίων ἐπὶ τὸ αὐτὸ γεγονότων, καὶ καραδοκούντων πρὸς τὴν ἕωθεν συνέλευσιν, ἔχαιρον, ὅτι ἐξήρκει Ἐρβᾶν πρὸς τὰς ἀποκρίσεις τοῦ ἀρχιεπισκόπου, καὶ παρεθάῤῥυνον αὐτόν, φάσ σκοντες· Λάλει τοιγαροῦν, καὶ μὴ φοβοῦ· ὁ Θεὸς γάρ ἐστι μετὰ σοῦ. Ὁ δὲ Ἑρβᾶν ἔλεγεν πρὸς αὐτούς Τὸν ἄνδρα ὅνπερ βλέπω ἐγώ, καὶ τὴν σύνεσιν τὴν διὰ τῶν ῥημάτων αὐτοῦ ἐξηχημένην πρός με κατα ναῶν, μέχρι τῆς συντελείας οὐ δυνήσομαι πεῖσαι τὸν τοιοῦτον. Μαρτύρομαι οὖν ὑμῖν τέως ἐγὼ ἀψευδώς, ἀδελφοί, ὅτι ἡττηθησόμεθα ὑπ' αὐτοῦ. Ἐγὼ γὰρ εἶδον ἐν τῇ νυκτὶ ταύτῃ Μωϋσῆν τὸν προφήτην, καὶ Ἰησοῦν τὴν ἑσταυρωμένον, περὶ οὗ ἀνὰ μέσον ἡμῶν ἐστιν ἡ φιλονεικία. Εἶδον οὖν ἑκατέρους ἐπὶ πτερύγιον ἱεροῦ τινος ἑστῶτας, καὶ διαλεγομένους. Τὸν δὲ Μωϋ σέα ἑώρων ὅτι προσεκύνει τῷ Ἰησοῦ, καὶ τὰς χεῖ ρας αὐτοῦ, ὡς ἐπὶ Κυρίῳ τῷ Θεῷ, ἐδέσμει τῷ Ἰησοῦ, καὶ μετὰ δέους παρίστατο αὐτῷ. Ξενιζομένου δέ μου ἐπὶ τῷ πράγματι, ἄρνω διανοιχθέντος μου τοῦ στό ματος, εἶπον· Κύριε Μωσή, καλὰ ταῦτα & ποιεῖς! Ο δὲ ἐπιστραφεὶς ἐπέπληξέ μοι εἰπὼν, Παῦται ἀναιδέστατε, ὅτι οὐ σφάλλομαι· οὐ γάρ εἰμι ἐκ τῶν κατὰ σέ. Γνωρίζω δέ μου τὸν Ποιητὴν καὶ Κύριον. Ἀλλ᾿ οὖν τί σοὶ καὶ τῷ δικαίῳ ἀρχιεπισκόπῳ, περ κόπους παρέχεις εἰκῆ; Όμως τῇ ἐπιούσῃ καὶ τῇ μετ' αὐτὴν ὄψει, ὅτι ἡττηθήσῃ ὑπ' αὐτοῦ κραταιῶς, καὶ προσκυνήσεις αὐτῷ ὡς κἀγὼν τὸν Ἰησοῦν μου καὶ Κύριον. Ταῦτα ἐγὼ τεθέαμαι, ἀδελφοί, καὶ τίνα εἰσὶν οὐκ ἐπίσταμαι. Όμως οὐκ ἀμελήσω ἐν τῷ τέως περὶ τῶν ἐμῶν. Τούτων οὕτως ῥηθέν των μεταξὺ αὐτῶν καὶ ἄλλων πολλῶν, τῇ ἔωθεν τοῦ συνεδρίου ἑτοιμασθέντος, παρεγένετο καὶ ὁ βασιλεὺς μετὰ ἀρχιεπισκόπου. Ἔστη δὲ καὶ ὁ Ἐρβᾶν μετὰ τῶν συνεπομένων αὐτῷ ἱερέων καὶ νομοδιδασκάλων. Και φησιν Ο ΑΓΙΟΣ· Χθες είρηκας, ὅτι ὁ βουλόμενος συνομιλεῖν ἐμοὶ, ἀπ' ἐκείνων ὀφείλει εἶναι, περὶ ὧν γέγραπται, ὅτι ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ τὰ ἑξῆς. Ἐγὼ δέ σοι λέγω, ὅτι ὁ βουλόμενος ὁμιλεῖν μετ᾿ ἐμοῦ, ὀφείλει εἶναι Χριστοῦ, ἵνα δι' αὐτοῦ ἔξῃ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἀνοίγον ὦτα κωφῶν, καὶ τρανοῦν γλῶσσαν παραδόξους μογιλάλων. Οὐκ ὀφείλει δὲ εἶναι Ἰουδαῖος, ὥστ περ αὐτὸς ἐν περιτομῇ καὶ ἀκροβυστία διάγων, καὶ ἀπιστίᾳ, καὶ ἀνομίᾳ, καὶ κακίᾳ, καὶ πονηρίᾳ, θεο Ει Τὸ σελέντιον. Η σιγή. ν. Σιλέντιον. σελέντιον Αὐτῷ. αὐτόν.
col. 751–752page 66 of 81
Disputatio quarti diei
PG 86:751μαχίας κεκτημένος, καὶ τὸ κάλυμμα χαλεπῶς ἐν τῇ καρδίᾳ. Μᾶλλον δὲ ἐξ ἐκείνων εἶ σὺ μετὰ ἀληθείας τῶν βεβήλων καὶ ματαίων, περὶ ὧν αὐτὸς εἶ ρηκεν ὅτι Εθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, τῇ βλασφημίᾳ, καὶ ἡ γλῶσσα αὐτῶν, τῇ διὰ τὸν Κύριον Ἰησοῦν Χριστὸν λοιδοριᾳ και καταλαλιὰ, διῆλθεν ἐπὶ τῆς γῆς. Τὸν γὰρ ζῶντα θεὸν Ἰησοῦν Χριστὸν, τὸ ἀπόῤῥητον γέννημα τοῦ Θεοῦ καὶ Πατρὸς, οὐκ ἐπαύσω βλασφημῶν ἐν πάσαις ταῖς ἡμέραις σου δεινῶς καὶ ἐλεεινῶς μέχρι τῆς δεύρο. ῞Οτι δὲ εἴρηκας, σαφήνισαν τί δηλοῖ τὸ ῾Ο Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· σύ μοι μᾶλλον γνώρισαν, τίς ὁ ἅγιος, ἐν ᾧ ἡ ὁδὸς τοῦ Θεοῦ κεχρημάτικεν; ΕΡΒΑΝ. Τοῦτ' ἔστιν ἐν τῷ ἁγίῳ λαῷ σου Ισραήλ. Εἴρηται γὰρ ἡμῖν ἐν τῷ νόμῳ ἡμῶν, καὶ ὑψηλότερον τοῦτο παρὰ Κυρίου, ὅτι Εγὼ εἶπα, φησί· Θεοί ἐστε, καὶ τὰ ἑξῆς. Και Ο ΑΓΙΟΣ. Κακῶς ἐψεύσω, δυσμενέστατε. "Αγιοι γάρ έστε, οἱ τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς σωματικῶς ἀποκτείναντες; περὶ ὧν εἴρηται, Σπέρμα Χαναάν, καὶ οὐχὶ Ἰούδα. "Αγιος εἶ αὐτὸς ἄρα καὶ πλῆθος τὸ περιεστὸς κύκλῳ σου; εἰ ἐκλεκτὸς εἶ σὺ, ὡς φὴς, καὶ ἅγιος, αἴτησαι παρὰ Κυρίου, καὶ ἀνοιξάτω ἡ γῆ τὸ στόμα αὐτῆς, καὶ καταβησόμεθα ἅπαντες οἱ πολεμοῦντες ὑμᾶς ἐν κεναιῶσιν αὐ τῆς, ὡς ἐν τῇ συναγωγῇ ποτε Δαθὰν καὶ ᾿Αβειρών. Αλλ' οὐκ ἂν ἔχῃς τοῦτο, μὴ γένοιτο. Οτι δὲ εἴρηται ὑμῖν τὸ, Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ τὰ ἑξῆς, κἀγὼ ἐπίσταμαι. ᾿Αλλὰ τὸ ἑξῆς τοῦ στίχου, που γε καλύ ψεις; ἐπάγει γὰρ, Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνής σκετε, καὶ ὡς εἰς τῶν ἀρχόντων πίπτετε· τοῦτ' ἔστιν, Ὃν τρόπον ὁ ἄρχων τῶν ἄνω δυνάμεων, φησίν, ἀπὸ μεγίστης δόξης ἐκπεπτωκότες, ἀπὸ τῆς τοῦ Μονογενοῦς δόξης Ἰησοῦ Χριστοῦ οὐκέτι ὡς υἱοὶ Θεοῦ, ἀλλ' ὡς ἄνθρωποι εφάμαρτοι καὶ νωθρώδεις καὶ στυγεροί, λυγρῶς ἀποθνήσκετε, τὸν ψυχικὸν ὄντως καὶ σωματικὸν θάνατον. Τὸ δὲ, Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου, τὴν ὁδὸν τοῦ Θεοῦ καὶ Πατρὸς ἐμφαίνει, τὴν ἐν τῷ ἁγίῳ αὐτοῦ Κυρίῳ Ἰησοῦ Χριστῷ ἐνεργοῦσαν καὶ προτερίζουσαν. Τις δὲ Θεὸς ἡμῶν Μέγας ἐκεῖνος ἐστι Θεὸς, οὗτι νος ἡ ὁδὸς ἐν τῷ ἁγίῳ αὐτοῦ Υἱῷ Ἰησοῦ Χριστῷ, οἱ τινες ἕν εἰσιν, περὶ ὧν τῆς ἑνότητος φάσκει, σὺ εἶ δ Θεὸς ὁ ποιῶν θαυμάσια· ὁ Θεὸς, ὁ Πατὴρ, καὶ ὁ Αγιος, ὁ Υἱὸς, ἐν ᾧ ἡ ὁδὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἡ τῆς ἐνανθρωπήσεως, σέσωκε τοὺς ἐξ Ἰουδαίων πιο στεύσαντας αὐτῷ, καὶ πάντα τὰ ἔθνη εἰσήγαγεν εἰς τὴν βασιλείαν αὐτοῦ. Τοιούτῳ πνεύματι τὰ πνευματικὰ, ὦ Ἑρβᾶν, συγκρίνονται, καὶ οὐ καθὼς αὐτὸς διαγινώσκεις, σαρκικῷ φρονήματι περιαντλούμενος. Τὸ δὲ, Εγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν Είρηκεν. είρηκας, Ει Ἐν κεναιώσιν. εἰς κένωσιν. Θεὸς ἡμῶν. Θεός μέγας ὡς Θεὸς ἡμῶν μέγας ἐκ,
col. 753–754page 67 of 81
PG 86:753σου, τὸν Θεὸν ἐμφαίνει ἐγνωρικέναι ἐν ἡμῖν τοῖς λαοῖς, Ἰησοῦν Χριστὸν, ὅστις ἐστὶν ἡ μεγάλη δύναμις τοῦ Θεοῦ καὶ Πατρός. Πολλὰς γὰρ δυνάμεις καὶ πολλὰ σημεῖα καὶ τέρατα αὐτὸς, ὡς Θεὸς ἐκ Θεοῦ, ταῖς συναγωγαῖς ὑμῶν σωματικῶς ἀναστρεφόμενος τετέλεκε, κἂν ὑμεῖς οὐ προσεσχήκατε· ἀλλ' οὖν, ἱκανοὶ τότε ἐκ τοῦ ὄχλου ὑμῶν ἰδόντες αὐτοῦ τὰ σημεῖα καὶ τὰ τέρατα, ἐπίστευσαν τῷ ὀνόματι αὐτοῦ, καὶ οὐκ ἀπώλοντο. Καὶ, ὡς οἶμαι, τούτοις ἁρμόσει καὶ τὸ εἰρημένον ὑπὸ τοῦ προφήτου, Εγνώρισας, φάσκοντος, τοῖς λαοῖς τὴν δύναμίν σοι· ἐλυτρώσω ἐν τῷ βραχίονί σου τοὺς υἱοὺς Κανὼν καὶ Ἰωσήφ. Ὑμεῖς δὲ ἐν ἀπιστία διαμείναντες οὐδὲν ἕτερον, ἢ καθὼς ἐκάλεσεν Ἰωάννης ὁ υἱὸς Ζαχαρίου, γεννήματα εχιδνῶν, καὶ τὰ ἑξῆς. ᾿Αλλὰ ταῦτα μὲν οὕτως· πρόσεχε δέ, τίνα ὁ προφήτης τῆς κ' ήσεως τῶν ἐθνῶν ἐπάγει· 'Ενέγκατε τῷ Κερίῳ, φησίν· οὐχὶ αἱ πατριαὶ τῶν ἐθνῶν; Καὶ τίνα ἐνέγκατε; δόξαν καὶ τιμήν. Πάντως ὁρᾷς, ὅπως δοξάζομεν ἡμεῖς αἱ πατριαὶ τῶν ἐθνῶν τὸν Θεὸν τὸν ἅγιον τοῦ νόμου, καὶ προσάγομεν ἀρτίως τιμὴν τῷ ὀνόματι αὐτοῦ, καὶ τῷ Υἱῷ αὐτοῦ τῷ μου νογενεῖ. "Αρατε, φησί, θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ. Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Σαλευθήτω ἀπὸ προσώπου αυ τοῦ πᾶσα ἡ γῆ. Σαλευθήτω δὲ, ἀλλὰ τῇ φρίκη εκπληττομένη, καὶ λογιζομένη την συγκατάβασιν τοῦ Θεοῦ Λόγου, καὶ τὴν ἐνανθρώπησιν αὐτοῦ, καὶ τὰ σημεῖα καὶ τὰ τέρατα αὐτοῦ· Εἴπατε ἐν τοῖς ἔθνεσι, ὅτι Κύριος ἐβασίλευσε. Πηλίκῳ τρόπῳ; Τὸ μὲν, Κύριος, θεότητα δηλοί, τὸ δὲ βασιλεύς (57'), ἀν θρωπότητα· περὶ τῆς ἐνανθρωπήσεως οὖν αὐτοῦ τοῦτο εἴρηται. Εὐαγγελίζεται ἐνταῦθα ὁ προφήτης τοῖς ἔθνεσι, προτρεπόμενος ἅπασι τοῖς προφήταις τοῖς μετ αὐτὸν μέλλουσι εἰς τὸν βίον ἐγείρεσθαι. Εἴπατε ἐν τοῖς ἔθνεσι καὶ ὑμεῖς, ἐπειδὴ κἀγὼ λελάληκα, ὅτι γινώσκεται Κύριος· ἐν ὑμῖν βασιλεύσει ἐνανθρωπήσας, καὶ κατορθώσει τὴν οἰκουμένην ἐν θεογνωσία διάγειν καὶ ἔργοις θεαρέστοις, ἥτις οὐ σαλευθήσεται ἀπ' αὐτοῦ. Ταῦτα οὕτως ἔχει, ὦ Ἐρβᾶν, ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ, καὶ οὐκ ἄλλως πως. Τοίνυν διὰ τοῦτο πρόσχες μοι, καὶ εἰσάκουσόν μου, καὶ κατάλιπε τὸν Ἰουδαϊσμὸν, καὶ πρόσελθε τῷ Χριστῷ, ἵνα εὖ σοι γένοιτο, καὶ ἐν τῷ νῦν, καὶ ἐν τῷ μέλλοντι αἰῶνι. ΕΡΒΑΝ. Ποίῳ τρόπῳ ἔφη ὁ προφήτης, "Οτι οι θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ Κύριος τοὺς οὐ ρανοὺς ἐποίησεν; Ἐπεὶ οὖν πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ἔχεις διᾶραι αὐτὸς στόμα περὶ τῶν τοιούτων; Καὶ Ο ΑΓΙΟΣ. Ὅτι μὲν πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, μετὰ πάσης ἀληθείας. Ὁ δὲ Κύριος Ἰησοῦς Χριστὸς μετὰ πολλῆς συνέσεως τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν ἐποίησεν· ἔτι δὲ καὶ τὴν τῶν οὐρανῶν βασιλείαν δεδημιούργηκε, καὶ αὐτὸς ἐπίστα. μαι. Οὐκοῦν περὶ τοῦ ἐμοῦ Δεσπότου καὶ ποιητοῦ ΝΟΤΑ. Ταϊς συν. ἐν ταῖς συν. τοῖς λαούς, Τῆς κλ. περί. (57') Βασιλεύς. ἐβασίλευσε,
col. 755–756page 68 of 81
PG 86:755μᾶλλον καὶ εἰδώλων, καὶ ἀπὸ τοῦ βεβήλου δρά κοντος τοῦ ἐκ τοῦ οὐρανοῦ κρημνισθέντος, αὐθεντικῶς κεχρημάτικε, καὶ ὀλοθρευτής ἁπάντων τῶν ἐπιο τηδευμάτων αὐτοῦ. Καὶ θέασαι ὅπως ἀφ᾿ ἧς ἡμέρας σταυρῷ προσηλώθη αὐτὸς, ἐκλείποντες ὡσεὶ καπνός ἐξέλιπον πάντες οἱ θεοὶ καὶ τὰ δαιμόνια. Χριστοῦ γὰρ ὀνομαζομένου, φρίττουσι δαίμονες. Καὶ ἀπιστεῖς τοῦτο; Φέρε μοι ὅσους ἂν βούλῃ δαιμονῶντας, καὶ μόνον ἐπικαλέσομαι Κύριον Ἰησοῦν Χριστὸν, καὶ τρόμῳ ληφθήσονται τὰ δαιμόνια, καὶ ἅπαντα γενή σονται ἀπ' αὐτῶν. καὶ Κυρίου οὐχ ἕξεις τοῦτο ἐρεῖν. Φιμωτής δαιμόνων Καὶ ΕΡΒΑΝ. Ο προφήτης περὶ τῶν θεῶν ἐθνῶν εἴρηκεν, ὅτι πεφύκασι δαιμόνια. Ἐπεὶ τοίνυν καὶ Ἰησοῦς, δν λέγεις, Θεὸς τῶν ἐθνῶν κεχρημάτικεν, ἀπ' ἐκείνων ἐστὶ, περὶ ὧν λελάληκεν ὁ προ φήτης. Καὶ Ο ΑΓΙΟΣ. Παῦσαι, καὶ μή φλυάρει, βλασφη. μίας εἰσφέρων εἰς μέσον, ἀναιδέστατε. Αν γὰρ ἔλο θωμεν εἰς τὸ δεικνύναι τῆς ἰδίας πίστεως τὴν δύνα μιν ἕκαστος, μέλλεις εἰς πειρασμὸν καὶ θλίψιν ἐμε πείρεσθαι, καὶ ἀνώμαλον ἕξεις τὸν ὑπόλοιπον βίον τῆς ζωῆς σου. Καὶ γὰρ οὐκ ἐν λόγῳ ξηρῷ κηρύσσεται ἡ ἀλήθεια, ἀλλὰ δυνάμει πίστεως. ΕΡΒΑΝ. Ακήκοα ὅτι πολλὰ καὶ μεγάλα σημεία ποιοῦσιν οἱ τῶν Χριστιανῶν προφῆται ἐν ταῖς ἡμέ ραις ταύταις, ἀποταξάμενοι τῷ κόσμῳ, καὶ ἐν ταῖς ἐρήμοις διατρίβοντες. Τί παράδοξον; καὶ αὐτὸς εἰς ὢν ἀπ' ἐκείνων, οὐκ ἀδυνατήσεις πρὸς τοῦτο, εἴπερ βουληθῇς ἀδικῆσαί με. Πλὴν πεῖσόν με πρῶτον ἀπὸ λόγων, καὶ μετὰ ταῦτα, εἴπερ ἔξεστί σοι, πρᾶττε. Και Ο ΑΓΙΟΣ. Αθλιε, ὀλίγα ἀκήκοας; Οὐ μὴ φωραθείη λόγος ἔν τινι κατὰ τὸ δέον αδόμενος. Πλην ἐπείπερ ἐπιποθεῖς ἀκούειν ἔτι, πρόσεχε μετὰ ἀκρι Γείας. ῾Ο Κύριος ἐβασίλευσε, φησίν, εὐφρανθήτωσαν νῆσοι πολλοί. Λέξον τοίνυν, τίνες αἱ νῆσοι; Καὶ ἐν ἑτέρῳ λέγει, "Ασατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος. Εσω σεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. "Αρα ἑαυτὸν σώζει ὁ Θεὸς, καὶ τῷ βραχίονι ῃ αὐτοῦ συντηρεῖ ἑαυτόν; ᾿Απὸ τίνος δέ; Τίς γὰρ ὁ πρὸς αὐτὸν εἰσφέρων πόλεμον; Λέξον τί δηλοί, Εγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ· ἐναντίον ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Καὶ ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ ᾿Ιακώβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ισραήλ. Είδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ Θὲς τοίνυν ἐνταῦθα τὸ συνειδὸς, καὶ σκέ πησον δι᾿ ἣν αἰτίαν ὁ προφήτης ταῦτα λελάληκε και διήγηται ἡμῖν. Καὶ ἀπό. καὶ τῶν ἀπ'. (?) Εύφρ. ἀγαλλιάσθω ἡ γῆ, εὐφρ. Ι. 'Εθ'. τῶν ἐθν. Του Θ. τοῦ Θ. ἡμῶν.
col. 757–758page 69 of 81
PG 86:757ΕΡΒΑΝ. Ταϊς νήσοις πάντως παρακελεύεται εὐφρανθῆναι, οπόταν ἐν αὐταῖς διεσπαρμένοι ο του Ἰσραήλ· ἐν τῷ βασιλεῦσαι Κύριον ἐν Ί ρουσαλήμ, ἀπ' αὐτῶν ἀνακληθήσονται. Ὅτι δὲ ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ τὸ ἑξῆς, περί τοῦ λαοῦ οἶμαι λέγειν, ἂν ἔσωσε δουλείας Αἰγυπτίων. Οτι δὲ ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, πάντως τῷ οἴκῳ Ἰσραήλ. Εναντίον τε τῶν ἐθ νῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Οὐκοῦν καὶ εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτή γιον τοῦ Θεοῦ ἡμῶν· ὃ μεθ᾿ ἡμῶν τῶν Ἰσραηλι τῶν πεποίηκεν, ἐξάξας ἡμᾶς ἐκ γῆς Αἰγύπτου. Καὶ ταῦτα οὕτως ἔχει, περὶ ὧν ἐρωτᾷς. Και Ο ΑΓΙΟΣ. Εὐφρανθήσονται, φησί, νῆσοι, ὁπόταν ἀπ' αὐτῶν ἀνακληθῆτε, ὡς τῆς τυραννίδος ὑμῶν λυτρωθεῖσαι, συνευφραινόμενοι τῇ κλήσει ἡμῶν ὡς ὁμόπιστοι. ΕΡΒΑΝ. Μη γένοιτο, ὅτι ἡμεῖς τινας ἑτυραννήσα μεν· καὶ μὴ γένοιτο, εὐφρανθῆναι αὐτὰς τῇ ἀνακλήσει ἡμῶν Οὐ γὰρ ὑμῶν τῶν Χριστιανών χρηματίζομεν ὁμόπιστοι. Δι' ἡμᾶς δὲ τοὺς Ἰουδαίους τὸ πᾶν λέγει, τοὺς ἐν ταῖς νήσοις τῆς διασπορᾶς καθεζομένους. Περὶ γὰρ ὑμῶν τῶν ἐθνῶν οὐκ ἔμελεν αὐτῷ. ς Και Ο ΑΓΙΟΣ. Εἰρηκώς, ὅτι οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου ἐκεῖνος ἄρα ἀνακαλέσεται; Καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων αὐτοῦ ἀθετήσει; καὶ δείξει ἑαυτὸν ψεύστην, ὁ παραδιδοὺς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος εἰς ἀπώλειαν; Μή σοι ἐπ' ἀγαθῷ, ὅτι οὕτως ἔσται, δν τρόπον λελάληκας. Τὸ δὲ, Ασατε τῷ Κυρίῳ άσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος, περὶ τοῦ ἐμοῦ Χριστοῦ καὶ Θεοῦ τοῦτο ἔφησεν. Ασμα γὰρ καινὸν εἴρηκεν, οὐχὶ παλαιόν. Τὸ δὲ καινὸν τί ἐστιν, ἢ τὸ νέον, τοῦτ᾽ ἔστι τῆς νέας χάριτος; ήγουν τῶν Χριστιανῶν τὰ τίμια άσματα, θαυμαστά πράγματα ἐποίησεν ὁ Κύριος ἐν μέσῳ τῶν συναγωγῶν ὑμῶν, νεκροὺς ἐγείρας, το φλοὺς ἐμματώσας, καὶ τὰ λοιπά. Διὰ τοῦτο λέγει ὁ προφήτης Ασατε τῷ Κυρίῳ ᾆσμα καινόν· ᾆσμα Χριστεπώνυμον, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος. Εσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων δ ἅγιος αὐτοῦ. "Ηγουν, σέσωκεν ἡ θεότης τὴν ἀνθρωπότητα. Οὐχ ἑτέρωθέν ποθεν, ἀλλ᾽ ἀφ᾽ ὑμῶν τῶν [ παρανόμων Ἰουδαίων καὶ θεομάχων, καὶ ἀπὸ τῆς κακουργίας τῶν προσφιλεστάτων ὑμῖν δαιμόνων. Ἐπειδὴ Θεὸς ἦν καὶ ἄνθρωπος, εἷς Υἱὸς Θεοῦ, ἐν ἑνὶ προσώπῳ, ἤτοι ὑποστάσει μιᾷ, δυσὶ ταῖς φύσεσι καὶ δυσὶ ταῖς οὐσίαις χρηματίζων ὁ ὑπεράπειρος. Εγνώρισε δὲ Κύριος τὸ σωτήριον αὐτοῦ, οὐχ ὑμῖν τοῖς Ἰουδαίοις τοῖς ἔκπαλαι γνωρίσασί τε καὶ γνωρίμοις οὖσιν, ἀλλ' ἔμπροσθεν τῶν ἐθνῶν τῶν ἀγνοούντων. Τοῦτο γὰρ δηλοῖ τὸν Ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Δ Οίκου. οἱ τοῦ οἴκου, οίκοι. Συνευ. συνευφραινόμεναι. Ημῶν. ὑμῶν.
col. 759–760page 70 of 81
PG 86:759καιοσύνη δὲ τοῦ Θεοῦ οὐκ ἔστιν ἕτερον, ἀλλ᾽ ἢ δ Λόγος τῆς θεότητος αὐτοῦ, ὁ σαρκωθεὶς ἐκ Πνεύμα της ἁγίου καὶ Μαρίας τῆς ἀειπαρθένου. Τὸ δὲ, ΕΙ δοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν, ὀφθαλμοὺς κέκτησαι καὶ βλέ πεις ὅπως ἐπλήσθη ἡ σύμπασα γῆ, του γνῶναι αὐτῆς τὸν Κύριον. Ἀπὸ γὰρ περάτων ἕως περάτων τῆς γῆς, ὡς πολλαχώς λελάληκα, τὸ Εὐαγ γέλιον τῆς Ἰησοῦ Χριστοῦ βασιλείας κεκήρυκται, καὶ ἀποδοχῆς ἀξίας καὶ τιμίας ἀξιωθὲν πεπίστευτα καὶ ἀποδέδεκται. ΕΡΒΑΝ. "Ον τρόπον οὐ στέργεις αὐτὸς τοῖς ἐμοῖς ῥήμασιν, οὐδὲ πείθῃ ταῖς ἐμοῖς ἑρμηνείαι, παραπλησίως κἀγὼ ἀπειθῶ τοῖς ὑπὸ σοῦ μοι ἀγγελλομένοις. Και Ο ΑΓΙΟΣ. Δίκαιόν ἐστιν, ἵνα λέγων ἐξαίρετα, καὶ εἰσακούηται· εἰ γὰρ κατὰ μῆνιν ἐξακολουθεῖς (Βιέτ. μὴ βλέπ. τοῖς βήμασιν, εἰκῇ καὶ μάτην τὸν καιρὸν ἀναλίσκο μεν διαλεγόμενοι. ΕΡΒΑΝ. Κέκτημαι ἐν τῷ συνειδότι μου, ὅτε κρείττονά σου διαλέγομαι· τὸ αὐτὸ οἶδα καὶ σὲ περὶ ἐμοῦ ὑποπτεύειν. Καὶ λοιπὸν, τί μεταξὺ ἡμῶν γενήσετα Και Ο ΑΓΙΟΣ. Οὐκ ὀφείλομεν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει διαλέγεσθαι πρὸς ἑαυτοὺς, ἀλλὰ κατά Θεοῦ φόβον ἐν ἀληθείᾳ τε καὶ δικαιοσύνῃ. Γέγραπται γὰρ, ῾Ο ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. ΕΡΒΑΝ. Τὴν ἀδικίαν αὐτὸς οὐκ ἀγαπῶ, μὴ γένοι το. Ἐν τῷ νόμῳ γέγραπται, ὅτι πᾶς ἄδικος καὶ ὑπερήφανος έμπεσεῖται ἐν τετραπλασίᾳ κολάσει παρὰ Κυρίου. Ο γὰρ κλέπτων βοῦν, τέσσαρας ἀποτίσει, καὶ ἐπὶ παντὸς πράγματος τὰ παρα πλήσια· ἐὰν δὲ, φησὶν ὁ νόμος, μὴ φανερωθέντος τοῦ κλέμματος οὐκ ἀποτίσει ὁ Ὕψιστος δι' ἑτέρας ὑποθέσεως, ἄνευ πάσης ἀπολογίας εἰς τὸ τετραπλοῦν ἀποτίσει αὐτό, οὐκ ἀθωωθήσεται. Ἐὰν δὲ, φησί, ῥαπίσης πένητα, ἥξει σοι τὸ αὐτὸ τετράκις, ὅθεν οὐχ ὑψώρακας. Οὐκοῦν ἐπεὶ καὶ λόγος καὶ πρᾶξις εὐθύνεται, οὐδ᾽ αὐτὸς ἐγὼ ἐν ὑπερηφανίᾳ καὶ ἐξου δενώσει πρὸς σὲ διαλεχθήσομαι, ἀλλ' ὅσον πληροφορεῖται ὁ νοῦς, ὅτι ἐστὶν ἀψευδὲς τὸ λεγόμενον. Και Ο ΑΓΙΟΣ. Καγώ ταῦτα οὕτως ἔχειν ἐπίσταμαι· ἀλλ' οὐ περὶ τούτων ἡμῖν ἡ διάλεξις, ἀλλὰ περὶ πίστεως καὶ ἀληθείας. Καὶ ἵνα συνιῇς καὶ ἐπιγνώσῃ τὴν ἀλήθειαν τὴν ἐν Χριστῷ Ἰησοῦ, καὶ κληρονομήσῃς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀμὴν γὰρ εὐαγγελίζομαί σοι, ὅτι Χριστοῦ δοῦλος ὀφθήσῃ, κἂν ἐν ἀρχῇ, κἂν ἐν τῷ τέλει· καὶ αὐτῷ σοι πρόσ κειται δουλεῦσαι, καὶ ὄπισθεν τοῦδε ὀφείλεις κολληθῆναι, γνούς αὐτὸν εἶναι τὸν ἐρχόμενον, ὁπόταν ἐπιβλέψῃ αὐτὸς ἐκ τῶν οὐρανῶν, καὶ διανοίξῃ τοὺς τῆς καρδίας σου ὀφθαλμούς, καὶ φωτίσει, καὶ ἁγιά σει, καὶ ὑποδείξει σοι τὴν πᾶσαν ἀλήθειαν, καὶ ὅτι μετὰ πάσης ἀληθείας αὐτός ἐστιν ὁ Μεσσίας Χρι στὸς, περὶ οὗ οἱ προφῆται πολλὰ προεκελάδη σαν. ΝΟΤ.Ε.
col. 761–762page 71 of 81
PG 86:761ΕΡΒΑΝ. Μέγα μοι τὸ πληροφορηθῆναι ἐν Χριστῷ σου, ὅτι αὐτός ἐστιν ὁ ἐρχόμενος. Τὸ γὰρ κατελθεῖν, καὶ γενέσθαι ἄνθρωπον Θεὸν ὄντα, καὶ ἑκουσίᾳ γνώμῃ δοῦναι τὸν κακοῦργον θάνατον, ξένον καὶ ἀποῤῥητόν ἐστι. Καὶ εἰ ἀληθὲς τοῦτό ἐστι, τίνα βίαν ἐκέκτητο, ὅτι, μηδενὸς ἀναγκάζοντος, ἔσπευσε τοῦ παραγενέσθαι, καὶ παραδοῦναι ἑαυτὸν ἵνα ἀποθάνηται; Εξίσταμαι ταῦτα λογιζόμενος. Η γὰρ φοβερά ἐκείνη φύσις, τὸ φοβερὸν ἐκεῖνο κράτος, ἡ ἀπόρρητος ἐκείνη δύναμις, ὁ φοβερὴν δόξαν κεκτημένος, τοσοῦτον ἔδραμεν, ἵνα ἀτιμάσῃ ἁπλῶς τὴν ἑαυτοῦ μεγαλοπρέπειαν ἀδύνατον τοῦτο, καὶ παντάπασιν ἀπαραμύθητον. Κα! Ο ΑΓΙΟΣ. Αγνοεῖς τοῦ μυστηρίου τὴν δύνα μιν, καὶ διὰ τοῦτο θαυμάζεις. Αδύνατον γὰρ ἐν τῷ ζόφῳ τῆς νυκτὸς κρατούμενον καὶ καθήμενον, ὁρᾷν τὰ ἐπὶ τοῦ αἰθέρος πετόμενα. Καὶ τοὺς ὀφθαλμοὺς δὲ πηρωθέντας φέρων, πῶς δυνήσεται καθαρῶς ὁρᾶν τὴν ἀκτῖνα τοῦ ἡλίου; Παραπλησίως καὶ αὐτός. Πνεῦμα γὰρ ἅγιον, ἐν οἷς οὐ κατασκηνώσει, δυσκόλως ἐκεῖ πνευματικὰ κατοπτεύεται. Πίστευσον τοίνυν εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ βαπτίσθητι ἐπὶ τῷ ὀνόματι τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, καὶ τηνικαῦτα συνήσεις, περὶ ὧν ἀρτίως ἀπορῶν καταπλήττη. ΕΡΒΑΝ. Οὕτως ἁπλῶς, καὶ ὡς ἔτυχε, πεισθῆναι με ἀδύνατον, ἐὰν μή, ὡς ἐπιποθῶ, καὶ τὴν πληροφορίαν εἰσδέξωμαι. Διήγησαι τοιγαροῦν ἐμοὶ καὶ πάλιν περὶ ὧν ἐρωτῶ σε. Διὰ ποίαν αἰτίαν πέπονθε τὰ δεινὰ ἐκεῖνα ὁ Χριστός σου, καὶ πρὸς τούτοις καὶ τετελεύτηκε; Και Ο ΑΓΙΟΣ. Οὐ πλειστάκις σοι εἴρηκα, καὶ πάλιν ἐρωτᾷς; ΕΡΒΑΝ. "Αγνοιά τις περιέχει μου τοὺς λογισμούς, καὶ εὐθέως τὰ ὑπὸ σοῦ μοι λεγόμενα παραγινομένη εἰς λήθην ἀποκαθίστησι. Καὶ Ο ΑΓΙΟΣ. Οὕτως οἶμαι. Οἱ γὰρ μὴ πεφωτισμένοι εἰς τὸ ζωοποιὸν ὄνομα τῆς ἁγίας Τριάδος, καὶ χείρονα τούτων καθυπομένουσι. Τί δὲ ἔπα θεν ὁ Χριστὸς, καὶ διὰ τί, καὶ πῶς μετὰ τὸ πολλὰ παθεῖν ἐτελεύτησε, πρόσεχε… Πάντες οἱ ἄν θρωποι ἀπὸ Ἀδὰμ μέχρι τῆς Χριστοῦ παρουσίας ἐν μεγάλῃ πλάνῃ καὶ ἐπιφρικωδεστάτοις παραπτώμασιν ἐλεεινῶς περιπεπτώκασι. Καὶ οὐ λέγω περὶ τῶν εἰς τὰ μάταια εἴδωλα ἁπλῶς ἀποπλανηθέντων ἐθνῶν, ἀλλὰ καὶ περὶ ὑμῶν τῶν Ἰουδαίων, οἵτινες ἐλάβετε τὸν νόμον, καὶ οὐκ ἐφυλάξατε. Οὐκοῦν η φραίνετο ὁ πονηρὸς ἐκεῖνος δαίμων, ὁ τὸν ᾿Αδὰμ ἀποπλανήσας, βλέπων ἅπασαν τὴν κτίσιν ἐπίσω αὐτοῦ κεχηνυῖαν, καὶ τὰ μεγάλα ἐφρυάττετο. Τί οὖν ἐγένετο; Θεὸς ἐλυπεῖτο ἡ τὴν ἀνθρωπότητα δημιουργήσας, καὶ κατὰ τυραννίδα ἐκσπᾶσαι τὸν ἄνθρωπον ἀπὸ τῶν χειρῶν τοῦ θηρίου οὐκ ἐβούλετο. βουλεύεται δὲ δικαίαν πρόφασιν, καὶ ἀποστέλλει ἐκ τῶν οὐρανῶν τὸν Λόγον αὐτοῦ ἐπὶ τὴν ἁγίαν Παρθένον. Καὶ εἴσω αὐτῆς ἐκεῖνος γενόμενος, πλάττει μὲν
col. 763–764page 72 of 81
PG 86:763ἑαυτῷ ἄνθρωπον ἐξ ἀχράντων αἱμάτων τῆς ἁγίας ο Παρθένου καὶ Θεοτόκου. Ενονται δὲ αὐτὸς τῷ ἀνα θρώπῳ ἀναλλοιώτως καθ᾽ ὑπόστασιν, καὶ γεννᾶται ἐκεῖθεν· καὶ αὔξετα: Θεὸς ὢν, τῇ ἀνθρωπότητι, Ενδον κεκτημένος τὸν νοῦν τῆς θεότητος. Ηττᾷ καὶ καταισχύνει τους δαίμονας. Θαυμάζουσι τοῦτον οἱ πονηροί δαίμονες. Μετὰ τοῦτο, φθονοῦσι τῷ ἀναμαρτήτῳ· συσκευάζουσιν, ὡς καὶ ἀνωτέρω σοι λελάληκα, δι' ὑμῶν τῶν Ἑβραίων, τὸν θάνατον αὐτοῦ, ὅνπερ κἀκεῖνος ἐβούλετο. Πιπράσκεται εἰς τριάκοντα ἀργύρια, προδίδοται, δεσμεῖται, ραπίζεται ὡς ἄνθρωπος· κατοικεῖ δεσμωτήρια, διὰ τὸν κατάκρι τον 'Αδάμ κατέρχεται ἐν τῷ ᾅδῃ· παλαίει μετὰ τοῦ ᾅδου καὶ τῆς φθορᾶς, ἀντὶ τῶν ἐκεῖσε ἐν σκοτεινοῖς καὶ σκιᾷ θανάτου κατεχομένων· νικᾷ, καὶ ἐκσπᾷ τοὺς ἐκεῖ κατεχομένους· ἀνιστῷ ἑαυτὸν, καὶ τοὺς μετ' αὐτοῦ· ποιεῖ μάρτυρας τῆς ἀναστάσεως αὐτοῦ, τοὺς ιβ΄ μαθητὰς αὐτοῦ, εἶτα τοὺς ο', εἶτα τοὺς φ', αναβαίνει τῇ ἀνθρωπότητι εἰς τοὺς οὐρανοὺς, ἀπο στείλας πρὸς ὑμᾶς τοὺς σταυρώσαντας αὐτὸν, τοὺς μαθητὰς αὐτοῦ. Εἶτα μενόντων ὑμῶν ἐν τῇ ἀπιστία καὶ ἀπειθείᾳ, δοὺς αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ἀπο στέλλει εἰς πάντα τὰ ἔθνη, εἰπών· Εἴπατε τοῖς ἔθνεσι, καταλίπετε τὰ εἴδωλα, καὶ πιστεύσατε εἰς Θεὸν παντοκράτορα, καὶ εἰς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν ῥαπισθέντα, καὶ σταυρωθέντα, καὶ ἀποθανόντα, καὶ ἀναστάντα παραδόξως, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. Ὁ πιστεύσας οὖν βαπτισθεὶς σωθήσεται· ὁ δὲ ἀπιστήσας κατακριθήσεται. Διὰ τοῦτο ἔπαθεν, ὦ Ἐρβᾶν, ὁ Κύριος ἡμῶν Ἰη σοῦς Χριστός. ΕΡΒΑΝ. Καὶ εἰ ἐβούλετο πάντας σωθῆναι, δι' ἣν αἰτίαν τὸ σκάνδαλον τῶν παθῶν αὐτοῦ, πρὸ προσ ώπου πάντων προσέθεικε σκανδαλίζεσθαι; Οὐκ ἦν θεοπρεπέστερον, ἵνα μηδὲν ἐν μηδενὶ μηδεὶς προ έκοπτε τῷ σκανδάλῳ τῶν παθημάτων αὐτοῦ, ἀλλὰ πάντες ἐπ᾿ εὐθείας προσερχόμενοι, ἐπίστευον και ἐσώζοντο; Καὶ Ο ΑΓΙΟΣ. Οὐ βούλεται ὁ Θεὸς ὁ ἅγιος οὐδὲ εἰς αὐτὸν τὸν διάβολον ἀδικίαν ἐργάσασθαι, τοσαύτην ἀκρίβειαν ἔχων περὶ δικαιοσύνης. Καὶ ἕνεκεν τούτου μακαρίζει καὶ ἁγιάζει τοὺς ἐν δικαιοσύνῃ καὶ ἁγια σμῷ προστρέχοντας. Ἀπ᾿ ἀρχῆς γὰρ αὐτεξούσιον ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ ἀγαπᾷ κατά προαίρεσιν ἀγαθὴν μᾶλλον ὑπείκειν ἡμᾶς αὐτῷ πάντοτε εἰς πάντα τὰ θελήματα αὐτοῦ, καὶ οὐ κατά τυραννίδα. Οὐκοῦν ἐπειδὴ πάντες ημάρτομεν, καὶ προέκειτο ἡμῖν ἡ προερχομένη κρίσις, καὶ τῆς αἰων νίου κολάσεως ἀνταπόδοσις, βουλόμενος ὁ ὑπεράγαθος καὶ πολυέλεος Δεσπότης ἐλεῆσαι, καὶ σῶσαι τὸ πλάσμα τὸ ἴδιον, δικαίας προφάσεως ἑτέρας μὴ ὑπαρχούσης, ἐξ ἀνάγκης ταύτην εὐσυμπαθήτως ἐπενοήσατο. Καὶ ὥσπερ ἔλαβεν τὸν διάβολον, καὶ προσέβαλεν αὐτῷ ὡς ἀνθρώπῳ, καὶ προσέκρουσε τῇ θεότητι, καὶ κατησχύνθη, οὕτως ἐστὶ τὰ πάθη αὐτοῦ
col. 765–766page 73 of 81
PG 86:765δοκίμιον πίστεως σωζομένων. Καὶ λέγει· Μεγάλη ἡ πίστις αὐτῶν· ὁ δὲ, Δι᾿ ἣν αἰτίαν μεγάλη; φησὶν ὁ Κύριος. Προδοθέντα με ἀκούουσι, καὶ συλληφθέντα, βαπισθέντα, ἐμπαιχθέντα, δεσμωτήρια οἰκήσαντα, μαστιγωθέντα, καὶ ἀποθανόντα θάνατον ἐπονείδιστον, ἂν καὶ αὐτοὶ οἱ κακοῦργοι διδόασι, καὶ ταφέντα, καὶ ἀναστάντα· καὶ ταῦτα πάντα ἐνωτιζόμενοι, οὐ σκανδαλίζονται, ἀλλ' ὁμολογοῦσι Θεὸν ἐκ Θεοῦ, καὶ βασιλέα, καὶ πλάστην καὶ δημιουργὸν ἑαυτῶν· πῶς οὖν οὐ προσδέξομαι αὐτοὺς, καὶ ἐλεήσω, καὶ τῆς ἀκηράτου μου βασιλείας καταξιώσω; Εἰ γὰρ γυμνή τῇ θεότητι παρίμην καὶ βλέποντες ἐπίστευον, εἶχες ἂν καὶ αὐτὸς εὔλογον ἀπολογίας πρόφασιν τοῦ ἐγκαλεῖν μοι, ὡς μετὰ σοῦ πράττοντα ἄδικα. Έπει δὴ δὲ ταῦτα παρηκολούθησεν, ἐῤῥάγη το δικαίωμα σου πρὸ προσώπου σου. Ταῦτα οὕτως ἔχει, Ἑρβᾶν, καὶ δόλος ἐν τῷ στόματί μου οὐχ εὑρεθήσεται. Σκάνδαλον δὲ φαίνεται τὰ παθήματα αὐτοῦ τοῖς ἀπίστοις, τισὶ δὲ καὶ μωρία, ἕως οὗ χρηματίζουσιν ἄπιστοι· μετὰ δὲ τὸ βαπτισθῆναι αὐτοὺς, Θεοῦ σύνεσις καὶ Θεοῦ σοφία ταῦτα κατοπτεύεται αὐτοῖς. ο ΕΡΒΑΝ. Φοβερὸν τὸ μυστήριον. Πλὴν, δι᾿ ἣν αἰτίαν ἐν τοῖς Σάββασι περιιὼν ἰατρείας ἐπετέλει, ὅπερ ὁ νό μος κωλύειν πέφυκε, καὶ εἴ τις οὐκ ἐπιμένει ἐν τούτῳ, ὡς παράνομον κολάζει αὐτόν; διὰ γὰρ τοῦτο, ὡς οἶμαι, καὶ οἱ πατέρες ἡμῶν ὀξυχολήσαντες ἐσταύρωσαν αὐτὸν, ἐπεὶ οὐκ ἐτήρει τὸ Σάββατον κατὰ τὸν νόμον, ἀλλ' ἐπετέλει τὰ μὴ δέοντα. Και Ο ΑΓΙΟΣ. "Οτι μὲν ἰάτρευεν, ἀληθῶς τοῦτο εἴρηκας. Πάτρευε δὲ, εὐχ ὡς ἰατρὸς τοῦ κόσμου τού του, ἀλλ' ὡς Θεός, λόγῳ μόνῳ ἐφθέγγετο, καὶ εὐθέως ὁ ἀσθενῶν οἱῳδήποτε κατείχετο νοσήματι, ὑγιὴς εὑρίσκετο· φθόνῳ τηκόμενοι οἱ ἀρχισυνάγωγοι καὶ οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι περὶ αὐτοῦ ταῦτα κατ ειργάσαντο, ἐπειδὴ θαυματουργοῦντα αὐτὸν ὑπὲρ ἐκείνους ἐμεγάλυνεν ὁ λαός. Ποία παράβασις τοῦ νόμου, τὸ ἐγεῖραι νεκρούς, τὸ ἀνοίξαι ὀφθαλμούς τυφλῶν, καὶ τὸ εἰρηκέναι τῷ παραλύτῳ, Εγειραι, ἁρόν σου τὸν κράβατον, καὶ περιπάτει, καὶ τὰ τούτοις παραπλήσια; ΕΡΒΑΝ. Εἰ Υἱὸς ἦν τοῦ Θεοῦ ἀληθὴς, δι᾿ ἣν αἰτίαν ἐμήνυε τοῖς μαθηταῖς αὐτοῦ, λέγων, ὅτι Πορεύομαι πρὸς τὸν Πατέρα μου και Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν; Ἐνταῦθα δείκνυσιν ἑαυτὸν διὰ τοῦ ἰδίου στόματος ἄνθρωπον, παρόμοιον τῶν ἀποστόλων αὐτοῦ, καὶ οὐ Θεόν. Εμὲ γὰρ κἂν Ἰουδαῖον κατοπτεύεις, ἀλλὰ πολλάκις ἀνέγνων ὑμῶν τὰ Εὐαγγέλια, εἰπών τινι φίλῳ μου Χριστιανῷ, Πάρεχέ μοι ἀπὸ τῶν βιβλίων τῶν ὑμετέρων, ὅπως γνούς ὠφεληθῶ, καὶ γένωμαι καγώ Χρι στιανός. Καὶ Ο ΑΓΙΟΣ. Οὐ μεμπτέον, εἰ τὰς Γραφὰς τῶν Χριστιανῶν ἀναγινώσκεις. Καὶ γὰρ ἡμεῖς τοῦτο ΝΟΤΕ. Παρίμην. παρήν, παρῄειν.
col. 767–768page 74 of 81
PG 86:767ἀποδεχόμεθα, εἴπερ τις τῶν ἀπίστων ἀναγινώσκων καὶ συνεὶς, ἴσως παραχρῆμα ὠφεληθήσονται(67). "Οτι ἐκ μόνης τῆς ῥήσεως ταύτης ἄνθρωπον μόνον, καὶ οὐ Θεὸν κατοπτεύεις τὸν Κύριόν μου Ἰησοῦν Χριστὸν, ὅτι εἴρηκε τοῖς μαθηταῖς αὐτοῦ· Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ τὰ ἑξῆς, πρόσεχε. Κατὰ μὲν τὴν θεότητα, ὅτι Θεὸς ἦν, καὶ Υἱὸς Θεοῦ· κατά φύσιν εἴρηκε τὸν Θεὸν ἑαυτοῦ Πατέρα· κατὰ δὲ τὸ μέτρον τῆς ἀνθρωπότητος αὐτοῦ, δεικνὺς ὅτι ἐπ' ἀληθείας ἄνθρωπος ἦν, χειρὶ τοῦ Πατρὸς ἀποτελεσθεὶς, ἐνέφηνεν ἑαυτοῦ τὸν Πατέρα, Κύριόν τε καὶ Δεσπότην ἀποκαλῶν. Περὶ δὲ τῶν μαθητῶν αὐτοῦ ὅτι εἴρηκε τοῦτο, οὐδὲν παρεψεύσατο, ὅτι μὲν γὰρ Πατέρα λελάληκεν τῶν μαθητῶν αὐτοῦ τὸν Θεόν, φησὶν ὁ προφήτης, Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα. "Οτι δὲ καὶ Θεὸν, πᾶς γηγενής ποίημα καὶ κτίσμα αὐτοῦ τοῦ Θεοῦ. Μᾶλλον δὲ τῶν ἁγίων ἐστὶ Θεὸς ὁ Κύριος. Τῶν δὲ ἀσεβῶν καὶ ἁμαρτωλῶν οὐκ ἔστι Θεὸς ὁ Κύριος, ἀλλ' ἡ ἁμαρτία ἐστὶ Θεὸς αὐτῶν, ήνπερ ἀγαπῶσι καὶ ἐργάζονται. Πατὴρ μὲν γὰρ τῶν δικαίων, ὁ Θεὸς οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ χάριν Θεὸς δὲ, ὡς ἀπὸ τοῦ μὴ ὄντος, εἰς τὸ εἶναι, δημιουργήσας αὐτούς. ΕΡΒΑΝ. Ταῦτα τὰ ῥήματα καὶ ἑτέροις δηλωθήσονται. (Τώρα γὰρ Παλλάδιον τὸν σχολαστικὸν τοῦ ἀρχιεπισκόπου, ἂν ἀπὸ Ἀλεξανδρείας ήγαγε, τὰ ῥήματα ἑκατέρων σημειούμενον.) Καὶ Ο ΑΓΙΟΣ. Διὰ ταῦτα εἴρηκεν ὁ προφήτης 'Η δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ Ο νηπίους. ΕΡΒΑΝ. Τίνα εἰσὶ τὰ νήπια, περὶ ὧν εἴρηκε, Και Ο ΑΓΙΟΣ. Νήπια εἴρηκεν ὑμᾶς τοὺς Εβραίους, τοὺς ὡς νήπια, ὡς ἄλλῳ γάλακτι, διὰ τοῦ ἀτελοῦς νόμου, τρεφομένους καὶ παιδευομένους, ἵνα καιρῷ τῷ προβαίνοντι Χριστοῦ παραγεγονότος, καὶ τῶν τελείων διὰ τῆς αὐτοῦ χάριτος εφάψησθε, καν ιστο χήσατε τῆς προθέσεως. ΕΡΒΑΝ. Μωϋσῆς καὶ Ἡλίας οὐκ ἄρα διὰ τοῦδε ἀτελοῦς νόμου ἡμῶν, τέλειοι καθωράθησαν, τῷ Θεῷ τοῦ νόμου καλῶς εὐαρεστήσαντες; Κατὰ ποίαν οὖν πρόφασιν τὸν νόμον ἀτελῆ εἴρηκας; Καὶ γὰρ ὁ μὲν φαί νεται στόμα πρὸς στόμα προσομιλήσας Θεῷ, καθάπερ τις φίλος πρὸς φίλον ἀγαπητὸν αὐτοῦ. Αἴγυπτόν τε ἐμάστιξεν ὡς Θεός Φαραώ ἐν ἑπτὰ πληγαῖς· καὶ τ' ἄλλα ἴσως αὐτὸς ἐπίστασαι. Ἠλίας δὲ οὐ κατο ήνεγκεν πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ ἀπέκλεισεν ὑετοῦ νομὰς ἔτη τρία σὺν μησὶν ἕξ; Οὐ τεσσαράκοντα ἡμέρας ὤδευσε νῆστις; Οὐκ ἄρα ἐν Χωρὴς τῇ λεπτοτάτη αύρα παραπορευόμενος ἑώρακε τὸν Θεὸν τοῦ νόμου; καὶ ἐν ζῶσι ζήσεται μέχρι τῆς δεῦρο; Πῶς οὖν αὐτὸς ἀποφαίνει τὸν νόμον νήπιον, ἀτελῆ τε καὶ ἀνενέργητον; ΝΟΤΑ. Ωφελ. ὠφεληθήσεται. Ὡς Θεός Φαραώ. Και Ο ΑΓΙΟΣ. Ατελῆ εἴρηκα τὸν νόμον, οὐδα Ἰδού δέδωκά σε Θεό, Φαραώ.
col. 769–770page 75 of 81
PG 86:769μῶς δὲ ἀνενέργητον. Διὰ πλειόνων γὰρ τεκμηρίων, ἱκανοὺς τῆς βασιλείας τῶν οὐρανῶν ἠξίωσε. Περὶ δὲ Ηλίου καὶ Μωσέως, μηδείς σοι λόγος. Ὅτι μὲν γὰρ ταῦτα πάντα ἐπράχθη αὐτοῖς παρὰ Κυρίου, καὶ αὐτὸς ἐπίσταμαι σὺν ἀκριβείᾳ πολλῇ· πλὴν, οὐκ ἐν τοῖς θαύμασι τούτοις ἡ τελείωσις τῆς ἐναρέτου που λιτείας καταφαίνεται, ἀλλ' ἐν τῷ σταυρῷ τοῦ Κυ ρίου Ἰησοῦ, δι' οὗ πᾶσα ἁμαρτία ἀνήρητο. Ο νόμος γὰρ οὐκ ἐβουλήθη καταλῦσαι τὴν πλάνην τῆς εἰδω λολατρείας, καὶ ἀνελεῖν τὴν ἁμαρτίαν, ἀλλὰ μᾶλλον ἡ χάρις Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀλήθεια. Μωσῆς δὲ οὐκ ἐδυνήθη ἀντισχεῖν πρὸς τὸ ἀκρατὲς τοῦ λαοῦ ὅρμημα, εἰς τὸ μὴ ἁμαρτάνειν αὐτοὺς, ἀλλ᾽ εὐσε εῖν καὶ φοβεῖσθαι τὸν Κύριον. Καὶ αὐτὸς φαίνεται ἡμαρτηκὼς ἐνώπιον Κυρίου, ὅταν ἦλθε μετά τοῦ λαοῦ εἰς Μερᾶν, καὶ οὐκ ἐδύνατο πιεῖν ὕδωρ ἐκ Μερᾶς· πικρὸν γὰρ ἦν· καὶ ἐγόγγυζεν ὁ λαὸς κατὰ τοῦ Κυρίου λέγοντες· Πονηρόν μεθ' ἡμῶν ὁ Κύ ριος πεποίηκεν, ἐξάξας ἡμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ οὐκ ἂν ὕδωρ εὑρεῖν δυνάμεθα τοῦ κορεσθῆναι. Τηνικαῦτα δὴ φαίνεται καὶ Μωσης συγγογγύζων τῷ λαῷ κατὰ τοῦ Κυρίου· ὅθεν οὐδὲ τὴν γῆν τῆς ἐπαγγελίας εἴασεν αὐτὸν βηματῆσαι, ἀλλ' ἀναγαγὼν αὐτὸν ἐπ᾿ ὅρους ὑψηλοῦ, ἐκεῖθεν αὐτῷ ἔδειξε ταύ την. Εθ' οὕτως εἴρηκεν αὐτῷ, Ἀνάβαινε εἰς τὸ ὄρος, καὶ τελεύτα. Οὐ γὰρ μὴ κληρονομήσεις τὴν γῆν τῆς ἐπαγγελίας, καθ᾽ ὅτι καὶ αὐτὸς μετὰ τοῦ λαοῦ με παρώργισας. Καὶ ἐν αὐτῷ τῷ ὄρει φαίνεται τελευ τῶν, καὶ τὴν γῆν τῆς ἐπαγγελίας οὐκ ἐβημάτηκεν ὁ στόμα πρὸς στόμα τῷ Θεῷ λαλήσας, καὶ Αἴγυπτον ὡς Θεός Φαραώ ἑπτὰ πληγαῖς μαστίξας· καὶ τὰ ἑξῆς. Ἠλίας δὲ οὐδ᾽ αὐτὸς ἐδυνήθη ἀντισχεῖν πρὸς τὴν ἁμαρτίαν, τοῦ ἀνελεῖν αὐτὴν, καὶ τὸν λαὸν Κυρίου ἐκ τῆς βλάβης αὐτῆς ἐξαιρήσασθαι ἀλλ᾿ ἰδὼν πάντα τὸν λαὸν τῷ Βαάλ τὸ γόνυ κάμ πτοντα, ὀργισθεὶς ἐν τῷ μηδὲν δύνασθαι ποιῆσαι, ἐπ' ἀρὰν τρέπεται, καὶ ἀσπλαγχνίαν ἐνδύεται, καὶ κατὰ τῆς κτίσεως χωρεῖ. Καὶ πρῶτα μὲν πῦρ αἰτεῖ ἐκ τοῦ οὐρανοῦ γενέσθαι, καὶ καταφαγεῖν τὸν πεν τηκόνταρχον, καὶ τοὺς σὺν αὐτῷ πεντήκοντα στρα τιώτας· ὃ καὶ γέγονεν. Εἶθ' ἑτέρου πεντηκοντάρχου παραγεγονότος πρὸς αὐτὸν μεθ᾿ ἑτέρων πεντήκοντα στρατιωτῶν, καὶ αὐτοῖς μηδὲν ἠδικηκόσιν ἐν ὀργῇ ἐπιφέρει τὸν ὅμοιον τοῖς πρώτοις όλεθρον. Μετά ταῦτα, σφάττει τοὺς ἱερεῖς τῆς αἰσχύνης, ἤτοι τοῦ Βαάλ, πεντήκοντα καὶ τετρακοσίους. Εἶτα δεσμεί τὸν οὐρανὸν, ἀσπλαγχνίᾳ φερόμενος, πρὸς τὸ ἀφα νίσαι πάντως τὴν οἰκουμένην πᾶσαν τῷ λιμῷ καὶ τῇ αὐχμηρίᾳ. Ζῇ γὰρ, φησί, Κύριος, εἰ ἔσται ὑετὸς ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου. Καὶ ὁ λόγος αὐτοῦ ἔργον ἐγεγόνει· καὶ ἐπὶ τρισὶν ἔτεσι σὺν μησὶν ἐξ, ἅπασα ἡ οἰκουμένη φρικωδεστάτη αὐχμηρία, καύσωνί τε πικροτάτῳ ἐλεεινῶς συνείχετο. Καὶ τούτων γινομένων ὁ Ἠλίας ἔτι ἐμαίνετο. Πῶς οἱ τηλικούτοις ἁμαρτήμασιν ὀλισθήσαντες, τέ Καὶ αὐτ. ἀλλὰ καὶ αὐτ. Ὡς θεός Φαραώ.
col. 771–772page 76 of 81
PG 86:771λειοι ἐν τῷ νόμῳ ἐγένοντο, ὡς σὺ φής; Οὐδαμῶς. Ανθρώπους γὰρ ψιλοὺς ὄντας, ἀνάγκη ἦν καὶ ὑπὸ ἁμαρτίας αὐτοὺς εὑρεθῆναι. Τέλειος δὲ εἷς ἐστι. Τίς ἐκεῖνος; Ἰησοῦς Χριστός, ὁ μὴ δουλωθεὶς ζυγῷ ἁμαρτίας, ὁ μὴ ποιήσας ποτὲ ἀνομίαν, ὁ ἀθῶος χερσί, καὶ καθαρὸς τῇ καρδίᾳ· ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, ἔμεινε δὲ μᾶλλον τῇ τελείᾳ αὐτοῦ ἀνθρωπότητι, ἄσπιλος, ἡγιασμένος. Ανέλαβε δὲ αὐτ τὸς καὶ τὴν τοῦ παντὸς κόσμου ἁμαρτίαν, καὶ διὰ τῶν αὐτοῦ παθημάτων ἀνεῖλεν αὐτὴν ἐν δικαιοσύνῃ, καὶ τὰ πλανώμενα ἔθνη ἐκσπάσας τοῦ διαβόλου, ὡδήγησε πρὸς τὸν Πατέρα καὶ Θεόν. Καὶ τὴν κάτω φύσιν θεώσας κειμένην, ἐν τοῖς οὐρανοῖς συναγαγὼν, συνεδριάζειν τῷ Θεῷ καὶ Πατρὶ πεποίηκε. Τοῦτο, Ἐρβᾶν, ἡ τελείωσις· ἐπεὶ Μωσῆς καὶ Ηλίας ἐπὶ σωτηρίᾳ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων κατο εργάσασθαι έδυνήθησαν οὐδὲν, εἰ μὴ εἰς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. ᾿Αμήν. Εἰ δὲ καὶ τὰ θαύματα, ἅπερ εἴρηκας ὅτι πε ποίηκεν ὁ Θεὸς διὰ Μωσέως καὶ Ηλίου, τελειότητα ἀρετῆς ταῦτα ἡγῇ, λοιπὸν καὶ ἑξακόσιαι ἐκεῖναι χιλιάδες, αἱ τὴν Ἐρυθρὰν θάλασσαν ἀβρόχοις ποσί διαπεράσασαι, ἃς καὶ ἡ νεφέλη τοῦ φωτὸς ἐπεσκίαζεν ἡμέρας, καὶ ὁ στύλος τοῦ πυρὸς ἐφώτιζε τῇ νυκτί, νομισθήτωσάν σοι ἐν ἁγιασμῷ τετελειωμέναι, ἀνθ' ὅσου ὁ Θεὸς ἑτερατούργησε τὰ εἰρημένα εξαί στα θαύματα. Αλλ' οὐκ ἂν ἔχῃς τοῦτο. Ἐκεῖναι γὰρ αἱ χιλιάδες πᾶσαι ἐν τῇ ἐρήμῳ ἐν τεσσαράκον τα έτεσι διὰ τὴν πολλὴν ἀνομίαν, ἄρδην ἐκεῖσε κατο εστρώθησαν. Καὶ ὡς ἐκ τούτων δείκνυται, ὅτι οὐκ ἐν τῷ θαυματουργεῖν ἐπί τισι τὸν Ὕψιστον, τοῦτο ἐν αὐτοῖς ἡ τελειότης, ἀλλ᾽ ἐν τῷ τιμωρεῖσθαι μᾶλλον ἕνεκα Κυρίου, καὶ πειράζεσθαι, καὶ κακο παθεῖν, καὶ ἀδοξεῖν, καὶ καρτερεῖν ἐν ταπεινότητι καὶ εὐχαριστίᾳ, καὶ μηδὲν σημεῖον ποιεῖν, πάρεξ τινὸς ἀνάγκης. Τοῦτο ἡ τελειότης τοῖς ἁγίοις, ὁπόταν καὶ μετὰ Θεοῦ ὦσιν ἐνδιακείμενοι, καὶ ἡρο νημένοι τὴν κτίσιν. Ταῦτα δὲ εἴρηκα, οὐ κατηγορῶν Μωσέως καὶ Ἠλίου, μὴ γένοιτο· ἀλλ᾽ ἐν τίσι χαρακτῆρσι δηλῶν προφανέστατα ἡ τελειότης πέ φυκε τῆς ἀρετῆς. Μωσέα δὲ καὶ Ἠλίαν τότε τελείους αποκατέστησεν ὁ Θεὸς, δοὺς αὐτοῖς ἐκ τῆς αὐτοῦ τελειότητος, ήγουν χάριτος, ὁπόταν σαρκωθείς μετα εμορφώθη ἐν τῷ Θαβωρίῳ Ἰησοῦς Χριστὸς ὁ Δε σπότης ὁ ἐμὸς, μεταξύ Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου, Καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος· τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκὰ ὡς τὸ φῶς. Τηνικαῦτα γὰρ ἐκέλευσε· καὶ ἰδοὺ Μωσῆς καὶ Ηλίας πνεύματι δυνάμεως αὐτῷ ἤχθησαν, καὶ παρ έστησαν αὐτῷ συναστράπτοντες, ἡνίκα καὶ ὁ Πα τὴρ αὐτοῦ ἐκ τοῦ οὐρανοῦ μεμαρτύρηκε, λέγων, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὲς, αὐτοῦ ἀκούετε. Και Ο ΕΡΒΑΝ. Τὸν Ηλίαν ἴσως ὡς ζῶντα παρ έστησε, Μωσέα δὲ τετελευτηκότα, κατὰ ποίαν απ τίαν; ἄνθρωπος γὰρ ἀποθανών, οὐκέτι λοιπὸν πα ραγίνεται.
col. 773–774page 77 of 81
PG 86:773Καὶ Ο ΑΓΙΟΣ. Τοῦ ἀνθρώπου τὸ πᾶν ἡ ψυχὴ αὐ τοῦ ἐστιν, ἐπεὶ τὸ σῶμα αὐτοῦ οὐδέν ἐστιν. Ιμάτιον γάρ ἐστι συμφυὲς τῆς ψυχῆς· καὶ ὁπόταν κελεύῃ ὁ Θεὸς, ἀποστέλλει τοὺς ἀγγέλους αὐτοῦ, καὶ ἐκδύουσι τὴν ψυχὴν τὸ φθαρτόν ἱμάτιον, ἤγουν αὐτὸ τὸ σῶ μα, καθ' ὅ τι πρὸς τὸν Θεὸν ὀφείλει ἀπελθεῖν, ὅπου τοιοῦτον ἱμάτιον σαρκικὸν οὐκ ἔστι τις 5 φορῶν πάντα γὰρ πνεύματα. Καὶ λοιπὸν ὡς πνεῦμα καὶ αὐτὴν ἐκεῖ ἀποφέρουσι, καὶ ἐν οἷς κελεύει ὁ Θεὸς ἐγκατοικίζεται, ὡς τὰ τῶν ἀγγέλων ἄμφια φοροῦσα οὕτως οὖν καὶ Μωσέως ἡ ψυχή. Καὶ ὁπόταν αὐτῆς χρείαν ἔσχεν ὁ Θεὸς, ἐσχημάτισεν αὐτὴν το σῶμα ἰδίας δυνάμεως, καὶ παρέστησεν αὐτὴν τῷ βραχίονι αὐτοῦ ἐπὶ τοῦ ὄρους Θαβώρ, θεάσασθαι τὴν μόρφωσιν αὐτοῦ, καὶ πάλιν τῇ δεξιᾷ αὐτοῦ ἀποκατέστησεν, ὅθεν ἀπῆρεν αὐτήν. ΕΡΒΑΝ. Ἵνα τί τὸν καιρὸν δαπανώμεν ἐν λέξεσιν; ἐγὼ παραλύσω τὴν δίκην. Καὶ εἰ βούλει ἵνα ἀπεριέργως πιστεύσω τῷ Ἰησοῦ, δεῖξόν μοι αὐτὸν ζῶντα, καὶ προσομιλήσας αὐτῷ, θεάσομαι αὐτὸν, καὶ λαλήσω μετ' αὐτοῦ· καὶ εὐθέως τὴν ἧτταν όμο λογῶ, καὶ γίνομαι Χριστιανός. Ὡς δὲ Ἑρβᾶν ἐφθέγξατο οὕτως, τὸ παρεστώς πλῆθος τῶν Ἰουδαίων ἐκραύγασαν ἰσχυρᾷ βοῇ· Πα ρακαλοῦμέν σε, διδάσκαλε, μὴ ἀπατηθεὶς καὶ γένῃ Χριστιανός, ἀλλὰ μᾶλλον ἀνδρίζου, καὶ ἴσχυε. Επίστασαι γὰρ ὅτι οὐδὲν ἀληθέστερον τοῦ Θεοῦ τῶν πατέρων ἡμῶν. Καὶ ὁ Ἐρβᾶν πρὸς αὐτοὺς, Φλυαρίας εἰσφέρετε ὑμεῖς εἰς τὸ μέσον. Είπερ πληροφορήσει με, ὅτι αὐτός ἐστιν ἀληθῶς, περὶ οὗ προεκελάδησαν πολλὰ οἱ προφῆται, ἀλλότριος ἔσομαι τοῦ Θεοῦ τῶν πατέρων ἡμῶν, εἰ μὴ πιστεύσω εἰς αὐτὸν ἀδιστάκτως. Θεασάμενος ὁ ἀρχιεπίσκοπος ὅτι κατὰ ἀλή θειαν φθέγγεται, καὶ οὐ κατὰ χλεύην, ἔφη πρὸς αὐτ τόν Ο ΑΓΙΟΣ. Καὶ πῶς βούλει πληροφορῆσαί σε; ΕΡΒΑΝ. Καθικέτευσον τὸν Δεσπότην σου, εἰ ἐν τῷ οὐρανῷ ἐστιν, ὡς λέγεις, καταβῆναι πρός με, ὅπως θεάσωμαι αὐτὸν, καὶ λαλήσω μετ᾿ αὐτοῦ· καὶ, ζῇ Κύριος, ὃν λέγεις ὅτι Πατήρ ἐστι τοῦ Χριστοῦ σου, παραχρῆμα βαπτίζομαι, καὶ πιστεύω εἰς αὐτόν. Ὡς δὲ ταῦτα εἶπεν ὁ Ἐρβᾶν, ἐκραύγασε τὸ πλῆς θος τῶν Γραμματέων καὶ Φαρισαίων, λέγοντες· Ναί, Κύριε ὁ μέγας, ποίησον ἀρτίως, καὶ ἴδωμεν εἰ τὸ φρύαγμα τῶν λόγων σου δι' ἔργων βεβαιοῦται. Δεῖ ξον ἡμῖν τὸν Χριστόν σου, καὶ μετὰ φόβου καὶ τρό μου πιστεύσομεν εἰς αὐτὸν, οὐκ ἔχοντες ἔτι τοῦ ἀπολογήσασθαί τι. Ὡς δὲ ἐφθέγγοντο, ἠρέμα πρὸς ἀλλήλους ἔλεγον, Θέλεις καὶ δείκνυσιν ἡμῖν αὐτόν; καὶ, Φεῦ, ὅτι γενησόμεθα Χριστιανοί. "Αλλοι ἔλεγον, Εάν περ δείξῃ ἡμῖν αὐτὸν, διὰ τί μὴ πιστεύσωμεν; Έτεροι ἔλεγον· Ναί, δείξει ἡμῖν αὐτὸς ἄνθρωπον, ἔστις κέκτηται σήμερον μήκει χρόνον τοσοῦτ τον τετελευτηκώς. Ποῦ δὲ καὶ φανήσεται, διαλυθέν Αὐτήν. αὐτῇ. Απατηθείς. απατηθῇς. ΝΟΤΑ. Μήκει. μήκος,
col. 775–776page 78 of 81
PG 86:775των, ὡς εἰπεῖν, καὶ αὐτῶν τῶν ὀστέων ἐν τῇ σορῷ τοῦ μνήματος αὐτοῦ; Ὁ δὲ ἅγιος, εἰδὼς ὅτι, ἐὰν μὴ ποιήσῃ τὸ αἴτημα αὐτῶν, εἰς μέγιστον νίκος ἔξουσι τὴν αὐτοῦ παρασιώπησιν, ἀποκριθεὶς ἔφη πρὸς αὐτ τούς· Γινώσκετε ὅτι πάντως δείκνυμι αὐτὸν ὑμῖν κἂν μὴ θελήσητε, πιστεύσετε· εἰ μή γε, μάχαιρα ὑμᾶς κατέδεται. Εἰ δὲ μὴ δείξω, ἀπελεύσεσθε τῷ θελήματι ὑμῶν. Ηρεσε τοῦτο τῷ Ἐρβᾶν καὶ τοῖς σὺν αὐτῷ. Ελε γον γὰρ ἐν ἑαυτοῖς, ὅτι οὐ δυνήσεται δεῖξαι ἡμῖν αὐτὸν οὐδαμῶς, διότι απεκτάνθη παρὰ τῶν πατέ ρων ἡμῶν, καὶ ἀπέθανε, καὶ ἡσφαλίσατο αὐτὸν ἐν τῷ μνημείῳ, καὶ ἐκλάπη παρὰ τῶν μαθητῶν αὐτ τοῦ. Ὁ δὲ ἐν ἁγίοις Γρηγέντιος, εἰδὼς ἀκριβῶς ὅτι εἶπεν ὁ Κύριος, Εἰ ἔχητε πίστιν ὡς κόκκον σινάπεως, καὶ τὰ ἑξῆς, ἀναστὰς ὑπεξῆλθε μόνος τῶν ἐκεῖσε, ἐντειλάμενος τῷ βασιλεῖ ἐν ταυτῷ μένειν, πρὸς τὸ μὴ λυθῆναι τὸ παμπληθὲς ἐκεῖνο συνέδριον. Καὶ ὁ μακάριος μηχόθεν τοῦ συνεδρίου ἀπιών, ἔστη εἰς προσευχήν· καὶ κλίνας τὸ γόνυ ἕως ἐδάφων τρις, καὶ ἀναστὰς, καὶ ἐκτείνας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν πάντων ὁρώντων εἶπεν ἐκ καρδίας Ο Αὐτόν. αὐτός. Ο φοβερός Λόγος τοῦ φοβεροῦ καὶ μεγάλου καὶ ἀοράτου Πατρός· ὁ πρὸ αἰώνων ἀπαθῶς καὶ ἀρεύστως ἐξ αὐτοῦ γεννηθείς, οὐ ποιηθεὶς, ἐκ μόνου τοῦ ἀγεννήτου φωτός μόνος Μονογενῆς ἀπαστράψας· ὁ δι' αὐτοῦ τὸ κατ' ἀρχὰς στερεώσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τῷ Πνεύματί σου τῷ ἁγίῳ θεμελιώσας καὶ στεγάσας ἐπὶ τῶν ὑδάτων ἑκάτερα· ὁ κλίνας οὐ ρανούς, καὶ καταβὰς ὡς ὑετὸς ἐπὶ πόκον, ἐπὶ τὴν ἁγίαν Παρθένον Μαρίαν· ὁ μαθητὰς ἑαυτῷ ἐκ τῆς σῆς γῆς τῶν Ἑβραίων ἐκλεξάμενος, καὶ μεταμορφωθεὶς ἔμπροσθεν τῶν κορυφαίων ἐπὶ τοῦ ὄρους Θαβώρ· ὁ φρικτὰ σημεῖα καὶ τέρατα ἐν μέσῳ τῶν παρανόμων Ἰουδαίων εργασάμενος Ἰησοῦ Χριστέ, παρακαλοῦμέν σε τὸν πανταχού παρόντα, καὶ τὰ πάντα πληροῦντα· ἐλέησον τὰ ἐσκοτισμένα ταῦτα πλήθη, καὶ ἐπισκίαζε αὐτὰ δυνάμει σου, καὶ ἄνοι ξον τοὺς ζοφεροὺς ὀφθαλμοὺς αὐτῶν, οὓς ὁ διάβολος εξετύφλωσε, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου εμφάνισον σεαυτὸν τούτοις, ὅπως θεάσωνται σε προ δήλως, καὶ πιστεύσωσιν εἰς σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ εἰς τὸν ἀποστείλαντά σε ἀληθινὸν Πατέρα, καὶ εἰς τὸ Πνεῦμά σου τὸ ἅγιον. Αμήν.» Καὶ ὡς εἴρηκεν ὁ πιστὸς ὄχλος καὶ ὁ βασιλεὺς σὺν τοῖς ὑπ' αὐτοῦ μεγιστᾶσι, τὸ, Αμὴν (ἦσαν γὰρ πάντων οἱ ὀφθαλμοὶ εἰς αὐτὸν ἐναποσκοποῦντες), σεισμὸς μέγας γέγονε, καὶ ἑβρόντησε μετὰ ἰσχύος μεγάλης κατὰ ἀνατολάς, ὥστε φρίκη συσχεθῆναι ἅπαντας, καὶ πεσεῖν ἐπὶ τὴν γῆν. Καὶ μετὰ μικρὸν ἀναστάντων πάντων, καὶ κατὰ ἀνατολὰς προσεχόν των, ἰδοὺ ἀνεῴχθησαν αἱ πύλαι τοῦ οὐρανοῦ, καὶ εὐθέως νεφέλη φωτεινὴ ἤπλωται ἀπὸ τῆς πύλης του οὐρανοῦ, ὡσεὶ πεδιὰς φθάνουσα μέχρις αὐτῶν. Ἔτε δὲ ἀτενὲς ὁρῶσι, καὶ ἰδοὺ Κύριος Ἰησοῦς ἀπὸ τῶν ΝΟΤΑ.
col. 777–778page 79 of 81
PG 86:777πυλῶν τῆς ἐξόδου ἐκείνης ἐλήλυθε· καὶ ἦν ἐρχόμενος πρὸς αὐτοὺς, περιπατῶν ἐπάνω τῆς νεφέλης. ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. "Ην δὲ ὡραῖος τῷ κάλλει σφόδρα. Ἐλήλυθεν οὖν, καὶ ἔστη ἐπ' ἄκρων τῆς νεφέλης, πλησίον τοῦ ἀρχιεπισκόπου καὶ τοῦ συνεδρίου, ὑπεράνω δὲ αὐτῶν, ὡσεὶ πήχεις διακοσίους, ὥστε ὁρᾶσθαι αὐτὸν ὑπὸ πάντων, πορφυρᾶν νεφέλην περιβεβλημένον ὡραιοτάτην, ἐξ ἧς βολίδες θεότητος ἐξεπορεύοντο. Ἐπὶ τῇ κεφαλῇ δὲ αὐτοῦ, φέγγος ἀστραπῆς, καὶ διάδημα κάλλους ἀμηχάνου, καὶ ταῖς ἀκτῖσιν ὡς ἀκάνθινος στέφανος, τομόν τε κατεῖχεν εὐωνύμῳ χειρὶ, καὶ τῇ δεξιᾷ αὐτοῦ εἴχετο ἑαυτῷ. Ὡς οὖν ἔστη κατέναντι αὐτοῦ ὁ Κύριος, τρόμος ἀνεκδιήγητος μετὰ χαρᾶς ἐπέπεσεν ἐπὶ τὸν βασιλέα καὶ τοὺς μεγιστάνας, καὶ ἐπὶ πᾶν τὸ πλῆ ρος τῶν Χριστιανῶν· ὥστε ἀπὸ τοῦ φοβεροῦ ἐκείνου θεάματος, μηδὲ δύνασθαι αὐτοὺς φθέγξασθαι. Μόνον δὲ ἡδέως πρὸς τὰ ἄνω βλέποντες, ἑώρων αὐτὸν, καὶ ἀπὸ τῆς ἀπείρου εὐφροσύνης κατεπλήττοντο. Οἱ δὲ Ἰουδαῖοι, ἅμα Ἐρβᾶν, ὁρῶντες τὸ φοβερὸν ἐκεῖνο μυστήριον, κατεπλήττοντο σφόδρα, τύπτοντες ἑαυ τῶν τὰ στήθη, καὶ ἀπὸ τοῦ τρόμου περιέβλεπον ὧδε κἀκεῖσε, ἐζήτουν ἀποδράσαι. Ο δὲ ἀρχιεπίσκοπος πρὸς τὸν Ἐρβᾶν μεγάλῃ τῇ φωνῇ ἐξεβόησε· Θέασαι, ὦ Ἐρβᾶν, τὸ φοβερὸν τοῦτο μυστήριον, περὶ οὗ ἡ πολλή σοι έρευνα καὶ ἡ συζήτησις, καὶ πληροφορήθητι ἀναμφιβόλως, ὅτι εἰς ἅγιος, εἷς Κύριος, την σοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Αμήν. Ὁ δὲ ἔτι ἐσιώπα. Ηλθεν οὖν φωνὴ παρὰ Κυρίου πρὸς τοὺς Ἰουδαίους· Διὰ τὴν μεγάλην παράκλησιν ο τοῦ ἀρχιεπισκόπου, φαίνομαι ὑμῖν ἐνώπιον ὑμῶν, ἐγὼ ὁ σταυρωθεὶς παρὰ τῶν πατέρων ὑμῶν. Τῆς δὲ φωνῆς γεγονυίας, ἐπτοήθησαν πάντες, καὶ ἔπεσον πρηνεῖς ἐπὶ τῆς γῆς· καὶ ὅπερ ποτὲ ὁ μακάριος Παῦ λος ἐν τῷ ὀφθῆναι αὐτῷ τὸν Κύριον, ἐπεπόνθει τυφλωθεὶς, τὸ αὐτὸ δὴ τοῦτο καὶ αὐτοὶ τότε πεπόνθασιν· ἀνεῳγμένων γὰρ τῶν ὀφθαλμῶν αὐτῶν, οὐδένα έβλεπον. Τούτων οὕτως γεγονότων, κατὰ πρόσωπον τοῦ Κυρίου ῥίζωθεῖσα εἰς ὕψος ἡ ὑποκάτω αὐτοῦ νε φέλη φωτεινὴ ἀπέκρυψεν αὐτὸν ἀπὸ προσώπου αυτ τῶν· καὶ οὕτως τοῦ Σωτῆρως ἐπὶ τὰ ἔνδον ἀναπα τοῦντος, κατὰ μικρὸν συνεδιπλοῦτο ὄπισθεν αὐτοῦ καὶ ἡ νεφέλη, μέχρις οὗ ἔνδον εχώρησε τῶν οὐρα νίων. Ο δὲ βασιλεὺς καὶ τὰ πλήθη τῶν Χριστιανῶν τηνικαῦτα θαρσοποιηθέντες, ἰσχυρὰ τῇ φωνῇ ὅπι σθεν αὐτοῦ ἔκραζον, τό, Κύριε, ἐλέησον. Καὶ ὁ τίμιος ἀρχιεπίσκοπος πρηνής κατὰ γῆς ἔκειτο, καὶ δέησιν προσῆγεν Κυρίῳ τῷ Θεῷ ἡμῶν. Τούτων οὕτως παρ ακολουθησάντων, καὶ πάντων ἐν τῷ συνεδρίῳ ἀθροισθέντων, μεγάλως τὸν ἀρχιεπίσκοπον ὅ τε βασιλεὺς καὶ ἡ σὺν αὐτῷ σύγκλητος, εὐλαβούμενοι ἐφοβοῦντο καὶ ὑπερετίμων σφόδρα γεραίροντες ὁμοῦ καὶ θαυ μάζοντες. Οἱ δὲ Ἰουδαῖοι εἰς τὸν ἕτερον επερώτα, Βλέπεις κἂν σὺ, ἀδελφέ; Ὁ δὲ ἔφασκεν· Οὐδαμῶς. Εἶπον δὲ πρὸς Ἐρβᾶν, Οὐαὶ ἡμῖν, διδάσκαλε, τί ποιοῦμεν ἄρτι; Ὁ δὲ πρὸς αὐτοὺς, ἡμεῖς μόνοι ἀπετυφλώθημεν θεασάμενοι τὸν Θεὸν τῶν Χριστιανῶν, ἢ κἀκεῖνοι τοῦτο πεπόνθασι; Καί τινες τῶν ἐκεῖσε Χριστιανῶν ταῦτα ἀκηκοότες, εἶπον μεγάλῃ τῇ φωνῇ
col. 779–780page 80 of 81
PG 86:779Μη γένοιτο. Ἡμεῖς γὰρ οἱ Χριστιανοί, τῇ χάριτι αυτ τοῦ τῇ ἀνεκδιηγήτῳ θεασάμενοι αὐτὸν, ὑπὲρ ὁ ἐβλέπομεν, κρείσσον βλέπομεν νῦν. Μόνοι δὲ ὑμεῖς ἐστε τυφλώττοντες διὰ τὴν ἀπιστίαν ὑμῶν. Ὑπαρχόντων οὖν ἀπάντων τυφλῶν, καὶ μηδ' ὅλως δρώντων, χειραγωγηθεὶς ὁ Ἐρβᾶν ἦλθε πρὸς τὸν ἀρχιεπίσκοπον, καί φησι πρὸς αὐτόν ΕΡΒΑΝ. Πᾶς ἄνθρωπος ἰδὼν τὸν Θεὸν αὐτοῦ εὐεργετείται παρ' αὐτοῦ. Ἡμεῖς δὲ ἴδωμεν τὸν Θεόν σου, καὶ πεπόνθαμεν πονηρά. Εἰ τοιαύτας εὐεργεσίας παρέχει τοῖς προσερχομένοις αὐτῷ, ὄντως οὐκ ἔστι κεκτημένος τὴν τοῦ Πατρὸς αὐτοῦ ἀγαθότητα. Και Ο ΑΡΧ. Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκε δικήσεων, καὶ νῦν ἐπαρρησιάσατο. Κατὰ γὰρ τὰς βλασφημίας ὑμῶν γέγονεν ὑμῖν. ΕΡΒΑΝ. Καὶ εἰ κακὸν ἀντὶ κακοῦ ἀποδίδωσι, τίνε λοιπὸν οἰκονομεῖ τὰ καθ᾿ ἡμᾶς; Καὶ Ο ΑΓΙΟΣ. Ο Ιατρὸς τέμνων ἓν μέρος τυχόν σεσηπός, οὐκέτι ὡς τῆς τομῆς αἴτιος ευθύνεται. ᾿Αναξίοις γὰρ ὀφθαλμοῖς ἑωρακότες τὸν Κύριον, ἀπετυφλώθητε. ΕΡΒΑΝ. Εκ πάντων ὧν ἀκηκόαμεν, καὶ ἐθεασάμεθα παρὰ σοῦ, ἔν σοι μόνον λείπεται, ἀνεῳχθῆναι ἡμῶν τοὺς ὀφθαλμούς, καὶ γενέσθαι πάντας Χριστιανοὺς. Εἰ δὲ οὐκ ἐπιτελέσεις τοῦτο μεθ᾿ ἡμῶν, δώσεις λόγον ἐν ἡμέρᾳ κρίσεως ὑπὲρ ἡμῶν. Καὶ Ο ΑΓΙΟΣ. Εἰ θέλετε, βαπτίσω ὑμᾶς, καὶ ἀνα βλέψετε. ΕΡΒΑΝ. Ἐὰν δὲ βαπτίσῃς ἡμᾶς, καὶ οὐκ ἀνεῳχθη σονται ἡμῶν οἱ ὀφθαλμοί, τί μέλλει γίνεσθαι; Καὶ Ο ΑΓΙΟΣ. Ένα, φησί, βαπτίσω ἐξ ὑμῶν· κἂν μὴ ἀναβλέψῃ, τηνικαῦτα μὴ τοῦτο καταδέξησθε. Ηρεσε τοῦτο τῷ Ἐρβᾶν καὶ πᾶσι. Καὶ βαπτισθέντος ἑνὸς ἀπ' αὐτῶν, εὐθέως ἀνεῴχθησαν αὐτοῦ οἱ ὀφθαλμοί, καὶ κέκραγε λέγων, Ἰησοῦς Χριστὸς Θεός ἐστιν ἀληθὴς, καὶ πιστεύω εἰς αὐτόν. Τοῦτο ἀκηκού τες καὶ οἱ λοιποί, σὺν προθυμία πολλῇ προσήλθον τῷ ἁγίῳ βαπτίσματι, καὶ λαβόντες τὴν ἐν Χριστῷ σφραγίδα, κατελογίσθησαν μετὰ τῶν Χριστιανών. Καὶ ἐγένετο χαρὰ μεγάλη καὶ εὐφροσύνη τῇ Ἐκκλησ σίᾳ τοῦ Θεοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πολλαὶ ζημία. τῷ διαβόλῳ. Βαπτισθεὶς δὲ ὁ Ἐρβᾶν, καὶ πάντες οἱ μετ' αὐτοῦ, παραχρῆμα ἀνοιγέντων τῶν ὀφθαλμῶν αὐτῶν, ἐδόξαζον τὸν Θεόν. Εἶτα ἐκπληττόμενος ὁ Ἐρβᾶν ἐπὶ τῇ φανείσῃ δράσει αὐτῷ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔλεγεν, Εν τοῖς οὐρανοῖς ἦν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἂν οἱ μωροί πατέρες ἡμῶν ἐσταύρωσαν καὶ ἀπέκτειναν, καὶ ἡμεῖς οἱ ἀναίσθητοι μετὰ τῶν ἐν τάφοις κειμένων εἶναι ὑπετοπάζομεν. Καὶ τύπτων τὸ στῆθος μετὰ δακρύων ἔλεγεν· Δέσποτα Κύριε Ἰησοῦ Χρι στέ, Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος ἐν ἀληθείᾳ συγχώρησον μοι ὅσα σοι ἥμαρτον ἐν ἀγνοίᾳ τὰ πρὸς σὲ δια κείμενος. Ἐσέβετο δὲ καὶ τὸν μακάριον Γρηγέντιον, καὶ ὑπερετίμα μεγάλως, καὶ ὡς Θεοῦ ἄγγελον τοῦτον
col. 781–782page 81 of 81
PG 86:781ώρα, καὶ οὐχ εἵλετο χωρίζεσθαι αὐτοῦ. Ὁ δὲ βασι λεὺς ὡς εὐπρεπέστατον καὶ λογιώτατον θεασάμενος τὸν Ἐρβᾶν, ἀνάδοχος αὐτοῦ γενόμενος ἐν τῷ ἁγίῳ βαπτίσματι, καὶ Λέοντα μετονομάσας, ἕνα τῆς συγ κλήτου αὐτοῦ τοῦτον ἀπέφηνε, ὑπεκκλησίονα αὐτοῦ ποιήσας, ὃν οἱ Ρωμαῖοι πατρίκιον καὶ κανι κλείονα προσαγορεύουσιν. Τούτων οὕτως προχωρησάντων, καὶ τοῖς μετά τοῦ Ἐρβᾶν βαπτισθεῖσιν, ὡσεὶ πεντακισχιλίων πεντακοσίων χιλιάδων, φιλοτιμίας οὐκ ὀλίγας ειληφό των, καὶ μετὰ θυμηδίας εἰς τὰς οἰκίας αὐτῶν ἀνα χωρησάντων, κελεύσει τοῦ βασιλέως καὶ τοῦ ἀρχι επισκόπου βαπτίζεται πᾶσα ἡ συναγωγὴ τῶν Ἰουδαίων, ἡ ἐν πάσαις ταῖς πόλεσι τῆς ὑπ' αὐτοῦ βασιλείας κατοικοῦσα. Καὶ εὐθὺς ὑποθέσει τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου, ὁ εὐσεβέστατος βασιλεὺς, διεσκόρπισεν τὰς πατριὰς αὐτῶν ἀπ' ἀλλήλων, καὶ προστέταχεν ἀναμιγνύναι αὐτοὺς ταῖς κατοικίαις τῶν Χρι στιανῶν. Ἐνετείλατο δὲ ὁ μακαριώτατος Γρηγέντιος τῷ βασιλεῖ γραφῆναι νόμον, πρὸς τὸ μηδ' ὅλως τολ μαν τινα τῶν νεοφωτίστων Εβραίων, λήψεσθαι γαμβρὸν τῇ θυγατρὶ αὐτοῦ, ἄνδρα ἀπὸ τῶν ὁμοφύλων Ἑβραίων, ἀλλὰ λαμβάνειν γαμβρὸν τῇ θυγατρὶ αὐτ τοῦ ἀπὸ τῶν ἐξ ἐθνῶν Χριστιανῶν· καὶ τῷ υἱῷ ὡσαύτως. Ο δὲ παραχαράττων τὸν νόμον, τῇ τοῦ ξίφους τιμωρία ὑποπιπτέτω. Καὶ τοῦ νόμου γραφέντος, ἀναμιγεῖσα τοιουτομόπως πᾶσα ἡ γενεὰ τῶν Ἰουδαίων τῇ γενεᾷ τῶν Χριστιανῶν, καὶ φυρθεῖσα τῷ χρόνῳ, εἰς παντελῆ λήθην ἦλθε τῶν προτέρων. Φωτισθείσης πάσης βασιλείας τῶν Ομηριτῶν, καὶ ο εὐσεβῶς χριστιανιζούσης, ἦν χαρὰ μεγίστη ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, πάντων μετὰ πόθου ἑορταζόν των, εἰρήνης πανταχοῦ βαθείας διαθεούσης, ἐν ἀμεριμνίᾳ διάγων ὁ βασιλεὺς, ἅμα τῷ ἁγιωτάτῳ ἀρχι ερεῖ τοῦ Θεοῦ, ἀύκνως επετέλει τὰς δοξολογίας, τὰς παννύχους στάσεις τῷ φιλανθρώπῳ Δεσπότῃ. Ὡς δὲ προείρητο, είχετο ζήλου καὶ πόθου θεϊκοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς ἀδυνάτοις καὶ ὀρφανοῖς τε καὶ χήραις. Καὶ ἦν πᾶσαν ἄδικον συγγραφὴν κατασπών, καὶ πᾶσαν πονηρὰν ψῆφον ἀναιρῶν, καὶ ἰδιόχειρα ἀσφαλείας παρὰ τῶν μεγιστάνων ἀπαιτῶν, πρὸς τὸ μὴ ἀδικεῖν πένητας, μήτε μὴν αἴρειν τὸ δίκαιον ἀπὸ τοῦ κεκτημένου αὐτὸ; καὶ διδόναι αὐτὸ τὸ μὴ κεκτημένῳ, καὶ καταδικάζειν τὸν ἀνεύθυνον. Τοὺς δὲ καταπατοῦντας τὸν νόμον τοῦ Θεοῦ, καὶ τὰ προστάγματα τῆς βασιλείας αὐτοῦ πυρὶ καὶ ξίφει καὶ βύθῳ θα λάσσης ἀνήρει, μηδενὸς ἐλεουμένου ἕνεκα τῆς ἐκδι κήσεως τοῦ νόμου τοῦ Θεοῦ, οὔτε ἄρχοντος, οὔτε πένητος. Τὰ δὲ βουλεύματα αὐτοῦ, τά τε περὶ εἰρή νῆς καὶ πολέμου, καὶ ἑτέρας ἡστινοσοῦν ὑποθέσεως, πρῶτον ἐπερωτῶν διὰ τοῦ ἁγίου Γρηγεντίου τὸν Κύ ριον, τὰ ἐντελλόμενα αὐτῷ προθύμως ἐπλήρει, καὶ οὐδέποτε ἡστόχει τοῦ πρέποντος, ὡς θεοκελεύστοις τούτοις ἐπιχειρῶν. Τριακοστόν τοίνυν ἔτος κρατήσας τῆς βασιλείας, ἐν εἰρήνῃ ὑπεξῆλθε τὸν βίον, τοῦ ὑπεκκλησίονα κανικλείονα Υπεκκλ. ν. Κανίκλειον, 1657. ν. Υπεκκλησίων. Τοῖς. — βαππ. τῶν βαπτισθέντων.
Page scan enlarged

Notebook

Full View