Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 86:885ΙΣΑΑΚ ΤΟΥ ΣΥΡΟΥ ΠΕΡΙ ΛΟΓΙΣΜΩΝ. Η κίνησις τῶν λογισμῶν ὑπὸ τεσσάρων αἰτῶν για νεται τῷ ἀνθρώπῳ. Πρῶτον μὲν ἐκ τοῦ φυτικοῦ θελήματος τῆς σαρκός. Δεύτερον, ἐκ τῆς φαντασίας τῶν αἰσθήσεων τῶν τοῦ κόσμου πραγμάτων ἅπερ ἀκούει καὶ βλέπει. Τρίτον, ἐκ τῶν προλήψεων καὶ τῆς κλήσεως τῆς ψυχῆς ὧν ἔχει κατὰ νοῦν· τέτ ταρτον, ἐκ τῶν προσβολῶν τῶν δαιμόνων πολεμούν των ἡμᾶς εἰς πάντα τὰ πάθη διὰ τῶν τεσσάρων αἱ τιῶν ὧν προείπομεν· ἐπὶ τοῦτο, ἕως τοῦ θανάτου οὐ δύναται ἄνθρωπος μὴ ἔχειν λογισμοὺς καὶ πό λίμον· ὅσον ἐστὶν ἐν τῇ ζωῇ τῆς σαρκὸς ταύτης. Εἰ γὰρ πρὸ ἀπαλλαγῆς τοῦ κόσμου καὶ θανάτου. ἐνδέχεται ἀπαλλαγῆναι μίαν τῶν τεσσάρων αἰτιῶν τού των, κρίνον σύ. Εἰ δὲ ἄτοπόν ἐστιν ἐννοῆσαί τι τῶν τοιούτων· ἐπειδὴ ἐπιδεής ἐστι τούτων ἡ φύσις ἡμῶν λοιπὸν τὰ πάθη κινοῦνται ἐν παντὶ σωμαφοροῦντι, θέλοντι, καὶ ἡγουμένῳ· καὶ διὰ τοῦτο ἀναγκαῖον παραφυλάττεσθαι πάντα ἄνθρωπον οὐχ ἓν λέγω πά θος, οὐδὲ δύο· ἀλλὰ πλείονα, ὡς σωμαφοροῦντα. Οἱ γὰρ νικήσαντες τὰ πάθη διὰ τῶν ἀρετῶν, εἰ καὶ ἐνοχλοῦνται ὑπὸ τῶν λογισμῶν, καὶ προσβολῶν τῶν τεσσάρων αἰτιῶν, ἀλλ᾽ οὐχ ἡττῶνται· ἀλλ' ἔχουσι δυνάμεις, καὶ ἁρπάζεται ὁ νοῦς αὐτῶν εἰς δυνάμεις ἀγαθὰς καὶ θείας τοῦ ἐπισκεπτομένου τὴν ψυχὴν αὐτοῦ ἐν πάσῃ ὥρᾳ, εὐφραίνεται ἡ ψυχὴ καὶ καρδία ἐν ταῖς ἀποκαλύψεσι, καὶ ὁ συνάγων την θεωρίαν αὐτοῦ ἔσωθεν ἐν ἑαυτῷ θεωρεῖ τὴν αὐγὴν τοῦ Πνεύ ματος ἥτις ἐβδελύξατο μετεωρισμὸν, θεωρεῖ τὸν Δεσπότην αὐτοῦ ἔσωθεν τῆς αὐτοῦ καρδίας. Ὁ 0 λων ἰδεῖν τὸν Κύριον μηχανᾶται καθαρίσαι αὐτοῦ τὴν καρδίαν ἐν ἀδιαλείπτῳ μνήμῃ Θεοῦ· καὶ οὕτως ἐν τῇ λαμπρότητι τῆς διανοίας αὐτοῦ ἐν πάσῃ ὥρα
Continue reading PG 86: S. Barsanuphius →≣ entire volume