PG 86Barsanuphius of Gaza
Doctrine concerning the Opinions of Origen, Evagrius, and Didymus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 891–892page 1 of 6
PG 86:891Γέρων τις διέτριβεν. ΤΟΥ ΑΓΙΟΥ ΒΑΡΣΑΝΟΥΦΙΟΥ ΕΠΙ ΑΥΡΕΛΙΑΝΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ ΔΙΔΑΣΚΑΛΙΑ ΠΕΡΙ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ, ΕΥΑΓΡΙΟΥ ΚΑΙ ΔΙΔΥΜΟΥ ΦΡΟΝΗΜΑΤΩΝ. Ερώτησις. με Αδελφὸς ἠρώτησε τὸν ἅγιον γέροντα τὴν ἀββᾶν Βαρσανούφιον λέγων· Οὐκ οἶδα, Πάτερ, πῶς ἐν έπεσα εἰς τὰ βιβλία τοῦ Ωριγένους καὶ Διδύμου, καὶ εἰς τὰ γνωστικὰ Εὐαγρίου, καὶ εἰς τὰ τῶν μαθημάτ των αὐτοῦ. Καὶ λέγουσιν ὅτι οὐκ ἐδημιουργήθησαν αἱ τῶν ἀνθρώπων ψυχαὶ μετὰ τῶν σωμάτων, ἀλλὰ προϋπῆρχον αὐτῶν νόες γυμνοὶ οὖσαι, τουτέστιν, ἀσώματοι· ὁμοίως καὶ οἱ ἄγγελοι νόες γυμνοὶ ἦσαν, καὶ οἱ δαίμονες νόες γυμνοὶ ἦσαν· καὶ οἱ μὲν ἄνθρωποι παραβάντες, κατεδικάσθησαν εἰς τὸ σῶμα τοῦτο οἱ δὲ ἄγγελοι γεγόνασιν ἄγγελοι, τηρήσαντες ἑαυ τούς· οἱ δὲ δαίμονες ἀπὸ πολλῆς κακίας, τοιοῦτοιγεγόνασιν. Καὶ ὅσῳ ἄλλα λέγουσι τοιαῦτα, καὶ πάλιν ὅτι δεῖ μέλλουσαν κόλασιν τέλος λαβεῖν· καὶ ἔχου σιν οἱ ἄνθρωποι καὶ οἱ ἄγγελοι καὶ οἱ δαίμονες ἐπαν ελθεῖν ἧς (Γ. ὡς ὑπῆρχαν νέες γυμνοί, 8 λέγουσιν ἀποκατάστασιν. Ἐπεὶ οὖν θλίβεται ἡ ψυχή μου εμπεσοῦσα εἰς διψυχίαν, εἰ ἀληθῆ ταῦτά εἰσιν, ἢ αὐ
col. 893–894page 2 of 6
PG 86:893δέομαί σου, δέσποτα, δεῖξόν μοι τὴν ἀλήθειαν, ἵνα οὕτως κρατήσω καὶ μὴ ἀπόλωμαι. Καὶ γὰρ οὐδὲν τούτων εἴρηται ἐν τῇ θείᾳ Γραφῇ, ὥσπερ καὶ αὐτὸς Ωριγένης διαβεβαιοῦται ἐν τῷ αὐτοῦ ἐξηγητικῷ τῆς πρὸς Τίτον Ἐπιστολῆς, μὴ εἶναι τῶν ἀποστόλων, μηδὲ τῆς Ἐκκλησίας παράδοσιν, τό· πρεσβυτέραν εἶναι τὴν ψυχὴν τῆς τοῦ σώματος κατασκευῆς, ὡς αἱρετικὸν χαρακτηρίζων τὸν ταῦτα λέγοντα. Αλλά καὶ Εὐάγριος μαρτυρεῖ ἐν τοῖς γνωστικοῖς αὐτοῦ κει φαλαίοις, ὅτι περὶ τούτων οὐδεὶς ἐμήνυσεν, οὐδὲ αὐτὸ τὸ Πνεῦμα ἐξηγήσατο. Έχει γὰρ ἐν τῷ ἐξω η κοστῷ τετάρτῳ κεφαλαίῳ τῆς δευτέρας Εκατοντάδος τῶν αὐτοῦ Γνωστικῶν·. Περὶ μὲν τῶν προτέρων ὁ μηνύσων οὐδεὶς, περὶ δὲ τῶν δευτέρων ὁ ἐν Χωρήβ ἐξηγήσατο.» Καὶ πάλιν ἐν τῷ ἑξηκοστῷ ἐννάτῳ κε φαλαίῳ τῆς αὐτῆς Ἑκατοντάδος τῆς δευτέρας οὕτως " φησίν, ὅτι ο Τὸ Πνεῦμα τὸ ἅγιον οὐ τὴν πρώτην τῶν λογικῶν διαίρεσιν, οὐδὲ τὴν πρώτην οὐσίαν τῶν σωμάτων ἐξηγήσατο.» Περὶ δὲ τοῦ μὴ εἶναι ἀπο κατάστασιν, μηδὲ τέλος κολάσεως, αὐτὸς ὁ Κύριος ἐφανέρωσεν ἐν τῷ Εὐαγγελίῳ εἰπών· Ἀπελεύσον. ται εἰς κόλασιν αἰώνιον· Καὶ πάλιν· Ο σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. Πό θεν οὖν, δέσποτα, μηδὲ τῶν ἀποστόλων παραδεδοκό των, μηδὲ τοῦ ἁγίου Πνεύματος ἐξηγησαμένου, καθώς αὐτοὶ ἐμαρτύρησαν, καὶ τῶν Εὐαγγελίων ἐναντίως ἐχόντων, ταῦτα ἐξέθεντο; Ποίησον οὖν ἔλεος εὐσπλαγχνίας, πάτερ, μετὰ τῆς ἀσθενείας μου, καὶ φανέρωσόν μοι τί εἰσι τὰ δόγματα ταῦτα. Απόκρισις. Αδελφέ, οὐαὶ καὶ ἀλαλαὶ τῷ γένει ἡμῶν. Τί ἀφ ἠκαμεν, καὶ τί ἐρευνῶμεν; Εἰς ποῖα ἀμελοῦμεν καὶ εἰς ποῖα σπουδάζομεν, εἰς ποῖα ἀμβλυνόμεθα; Τὰς εὐθείας ὁδοὺς ἀφήκαμεν καὶ εἰς τὰς σκολιάς θέλομεν βαδίσαι, ἵνα πληρωθῇ εἰς ἡμᾶς ὁ Γραφικός λόγος, τό· Οὐαὶ τοῖς καταλιποῦσι τὰς εὐθείας ὁδοὺς τοῦ πορευθῆναι εἰς ὁδοὺς σκολιάς. Μετά άλης θείας, ἀδελφέ, ἀφῆκά μου τὸ πένθος, καὶ πενθῶ σε. Ποῦ ἐνέπεσας; Καὶ τὸν κλαυθμὸν τὸν περὶ ἁμαρ τιῶν μου, καὶ κλαίω σε ὡς ἴδιον τέκνον. Οὐρανοὶ φρίττουσι, τί πολυπραγμονοῦσιν ἄνθρωπο:· ἡ γῆ σείεται, πῶς ἐξιχνιάσαι θέλουσι τὰ ἀκατάληπτα. Ταῦτα Ελλήνων εἰσὶ δόγματα, ταῦτα ματαιολογίαι εἰσὶν ἀνθρώπων οἰομένων τι εἶναι, ταῦτα τὰ ῥήματά εἰσιν ἀργῶν ἀνθρώπων, ταῦτα ἐγέννησεν ἡ πλάνη. Φησί γάρ· Φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν. Καὶ εἰ θέλῃς μαθεῖν, πρόσχες. Λέγει ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, τὸ φῶς ἡμῶν, ὁ βασιλεὺς ἡμῶν· Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Ποίους οὖν καρποὺς ἔχουσι; φυσίωσιν, ἐξουδένωσιν, χαύνωσιν, ἀμέλειαν, πρόσκομμα, άλλο τρίωσιν νόμου, μᾶλλον δὲ τοῦ νομοθέτου Θεοῦ, οίκη τήριον δαιμόνων καὶ τοῦ ἀρχηγοῦ αὐτῶν διαβόλου. Ταῦτα οὐκ ἄγουσιν εἰς φῶς τοὺς αὐτοῖς πιστεύοντας, ἀλλ' εἰς τὸ σκέτος· ταῦτα εἰς σκληροκαρδίαν· ταῦτα εἰς προκοπὴν κατὰ Θεὸν οὐκ ἄγουσιν, ἀλλ᾽ εἰς προς κοπὴν μᾶλλον τὴν κατὰ διάβολον· ταῦτα ἀπὸ τοῦ η
col. 895–896page 3 of 6
PG 86:895; βορβόρου οὐκ ἀναππῶσιν, ἀλλ᾽ εἰς βόρβορον καταποντίζουσιν· ταῦτα εἰσι τὰ ζιζάνια ἃ ἔσπειρεν ὁ ἐχθρὸς ἐν τῷ ἀγρῷ τοῦ οἰκοδεσπότου· αὗταί εἰσιν αἱ ἀκανθαι αἱ ἀναφθεῖσαι ἐν τῇ γῇ κατηραμένῃ ὑπὸ Δεσπότου Θεοῦ· ὅλα σκότος, ὅλα πλάνη, ὅλα ἀλλότρια Θεοῦ. Φεῦγε αὐτὰ, ἀδελφέ, μή βεβαιωθῇ ὁ λόγος αὐτῶν ἐν τῇ καρδίᾳ σου. Ξηραίνουσι δάκρυα, τυ φλοῦσι τὴν καρδίαν, ἀπαξαπλῶς ἀπολλύουσι τοὺς προσέχοντας αὐτοῖς ἀνθρώπους. Μὴ στῇς ἐν αὐτοῖς, μὴ μελετήσῃς αὐτά. Πικρίας γέμουσι, καὶ τελεσφοροῦσι καρποὺς εἰς θάνατον. Περὶ δὲ τῆς γνώσεως τῶν μελλόντων μὴ πλανηθῇς. Ἐὰν σπείρῃς ἐνταῦθα, ἐκεῖ θερίζεις, οὐκ ἔνι μετὰ τὴν ἄφιξιν τῶν ὧδε προ κόψαι τινά. Οὐ κοπιᾷ ὁ Θεὸς συγκτίσαι ἀνθρώπῳ κατὰ (1. καὶ) τὴν αὐτοῦ ψυχήν. Περὶ δὲ τῶν οὐρα νίων ταγμάτων επιστομίζει ή θεία Γραφὴ πάντα ἄνθρωπον οὕτως λέγουσα· Εἶπε καὶ ἐγεννήθησαν, ἐνετείλατο, καὶ ἐκτίσθησαν· ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἁ ἔστησεν ὁ Θεὸς οὐκ ἀλλοιοῦνται. Οὐ γάρ ἐστιν ἐν αὐτῷ ἀλλοίωσις κατὰ τὴν Γραφήν. Ποῦ γὰρ εὗρες ὅτι ἡ σπουδὴ τοῦδε τοῦ ἀγγέλου ἤγαγεν αὐτὸν εἰς προκοπήν; 'Αδελφέ, ὧδε Εργασις, ἐκεῖ μισθός ὧδε ἄθλησις, ἐκεῖθεν στέφανοι. Αδελφέ, εἰ σωθῆναι θέλῃς, μὴ βάλλῃς ἑαυτὸν εἰς ταῦτα. Επιμαρτύρομαί σοι ἐνώπιον τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ὅτι εἰς βόθυνον ἐνέπεσας τοῦ διαβόλου, καὶ εἰς τὸν ἔσχατον θάνατον. Λοιπὸν ἀπόστα τούτων καὶ ἐχνηλάτησαν τους πατέρας. Κτῆσαι ἑαυτῷ τὴν ταπείνωσιν καὶ τὴν ὑπακοὴν, τὸν κλαυθμόν, τὴν ἄσκησιν, τὴν ἀκτημοσύνην, τὸ ἀψήφιστον, καὶ ὅσα του αῦτά εἰσι καὶ εὑρίσκεις εἰς τὰ ῥήματα αὐτῶν καὶ εἰς τοὺς βίους. Ποίησον δὲ καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ πρόσχες ἐμοὶ τῷ λέγοντι καὶ μὴ ποιοῦντι. Αλλ' εὗξαι ἵνα κἀγὼ ἔλθω ποτὲ εἰς ἐπίγνωσιν τῆς ἀληθείας, εἰς δόξαν τῆς ἁγίας ὁμοουσίου καὶ ζω ποιοῦ Τριάδος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ερώτησις. Ὁ αὐτὸς ἀδελφὸς ἠρώτησε ταύτα τὸν ἄλλον γέρον τα τὸν ᾿Αβᾶν Ιωάννην. Απόκρισις. Αὕτη ἡ σοφία ἄνωθεν οὐκ ἔστιν, ἀλλὰ ψυχική δαιμονιώδης· αὕτη ἡ διδαχὴ διαβόλου ἐστίν· αὕτη ἀπάγει τοὺς προσέχοντας αὐτῇ εἰς κόλασιν αἰώνιον, ὁ ἐνδελεχῶν αὐτῇ, αἱρετικός γίνεται. Ο πιστεύων αὐτῇ, οὗτος ἐξετράπη τῆς ἀληθείας· ὁ συντιθέμενος αὐτῇ, ἀλλότριός ἐστι τῆς ὁδοῦ τοῦ Θεοῦ. Οἱ ἐργάται τοῦ Χριστοῦ οὐκ ἔχουσιν οὕτως. Οἱ δὲ μαθηταὶ τοῦ Χριστοῦ ταῦτα οὐκ ἐδίδαξαν· οἱ δεχόμενοι τὸν λόγον τῆς ἀληθείας ταῦτα οὐ δέχονται. Διὰ τάχους ἀπόστα ἀπ' αὐτῶν, ἀδελφὲ, μὴ καύσῃς τὴν καρδίαν σου τῷ πυρὶ τοῦ διαβόλου, μὴ ἀντὶ σίτου σπείρῃς ἐν τῇ γῇ σου ἀκάνθας, μὴ ἀντὶ ζωῆς λάβῃς θάνατον· καὶ τί πολλὰ λέγω; μὴ ἀντὶ Χριστοῦ τὸν διάβολον. Μή χρονίσῃς ἐν αὐτοῖς, καὶ σώζῃ ὡς Λώθ ἀπὸ Σοδόμων εὐχαῖς ἁγίων. Αμήν.
col. 897–898page 4 of 6
PG 86:897Ερώτησις. Ο αὐτὸς ἀδελφὸς ἠρώτησε αὐτὸν γέροντα· οὐκ ὀφείλομεν οὖν ἀναγινώσκειν καὶ τὰ Εὐαγρίου. Απόκρισις. Τὰ μὲν δόγματα τὰ τοιαῦτα μὴ δέχου. Αναγίνω σχε δὲ αὐτοῦ εἰ θέλῃς τὰ πρὸς ὠφέλειαν ψυχῆς, κατὰ τὴν παραβολὴν τὴν ἐν τῷ Εὐαγγελίῳ περὶ τῆς σαγήνης ὡς γέγραπται, ὅτι τὰ μὲν καλὰ εἰς ἀγγεῖα ἔβαλον, τὰ δὲ σαπρὰ ἔξω έρριψαν. Οὕτως καὶ σὺ ποίησον. Ερώτησις. Ὁ αὐτὸς ἀδελφὸς ὁ ταῦτα ἐρωτήσας, διεκρίνε το ἐν ἑαυτῷ ἐνθυμούμενος, καὶ λέγων· καὶ πῶς τινες τῶν νῦν πατέρων δέχονται αὐτὰ, καὶ ἔχομεν αὐτοὺς, ὅτι καλοί μοναχοί εἰσι προσέχοντες ἑαυτοῖς; Καὶ μετὰ ἡμέρας, συνέβη τὸν αὐτὸν ἀδελφὸν αἰτῆσαι τὸν μέ γαν γέροντα εύξασθαι ὑπὲρ αὐτοῦ, καὶ τότε ἐδήλωσεν αὐτῷ ὁ γέρων ἀφ' ἑαυτοῦ περὶ τῆς ἐνθυμήσεως τῆς καρδίας αὐτοῦ, ὥστε θαυμάσαι καὶ ἐκπλαγῆναι τὸν ἀδελφόν. Απόκρισις Βαρσανουφίου. ἐπειδὴ εἶπας καὶ ἐνεθυμήθης· ὅτι, διὰ τί τινες των Πατέρων δέχονται τὰ γνωστικὰ Εὐαγρίου, [και] τινες ἀδελφοὶ ὡς γνωστικοὶ δέχονται αὐτὰ, καὶ οὐκ ἐδεήθησαν τοῦ Θεοῦ εἰ ἀληθῆ εἰσι, καὶ ἀφῆκεν ὁ Θεὸς αὐτοὺς περὶ τούτου ἐν τῇ ἰδίᾳ αὐτῶν γνώσει· ἀλλ᾽ ὅμως οὔτε ἐμόν ἐστιν, οὔτε σὸν ταῦτα ζητεῖν, ἀλλ' ὁ καιρὸς ἡμῶν ἐστιν ἐρευνᾶν τὰ πάθη ἡμῶν τοῦ κλαῦσαι καὶ πενθῆσαι. Ερώτησις τοῦ αὐτοῦ καὶ ἑτέρων ἀδελφῶν πρὸς τὸν αὐτὸν μέγαν γέροντα. Οὐκ ὀκνοῦσι, πάτερ, οἱ ταῦτα φρονοῦντες λέγειν περὶ τοῦ ἁγίου Γρηγορίου τοῦ Ναζιανζῶν, ὅτι καὶ αὐτὸς ἐκτίθεται περὶ τῆς προϋπάρξεως ἐν τοῖς αὐτοῦ συγγράμμασι τοῖς αὐτῷ ῥηθεῖσιν ἔν τε τοῖς τοῦ Κυρίου γενεθλίοις καὶ ἐν τῇ τοῦ Πάσχα ἡμέρᾳ, έρω μηνεύοντές τινα μητὰ κατὰ τὴν αὐτῶν καρδίαν, καὶ παρατρέχοντες τὰ ἐκεῖ σαφῶς εἰρημένα περὶ τῆς πρώτης τοῦ ἀνθρώπου δημιουργίας, τῆς τε αὐτοῦ ψυχῆς καὶ τοῦ σώματος κατὰ τὴν τῆς Ἐκκλησίας παράδοσιν. Λέγει γὰρ οὕτως· Τοῦτο δὲ βουληθεὶς ὁ τεχνίτης ἐπιδείξασθαι Λόγος, ζῶον ἓν ἐξ ἀμφοτέρων ἀοράτου λέγω καὶ ὁρατῆς φύσεως δημιουργεῖ τὸν ἄνθρωπον καὶ παρὰ μὲν τῆς ὕλης λαβὼν τὸ σῶμα ἤδη προϋποστάσης, παρ' ἑαυτοῦ δὲ ζωὴν εὐθὺς, δ» δὴ νοερὰν ψυχὴν καὶ εἰκόνα Θεοῦ οἶδεν ὁ λόγος. Καὶ ἐν τοῖς ἐφεξῆς δὲ πολλάκις εὑρήσῃ σαφῶς καὶ ἀναμε φιβόλως αὐτῷ εἰρημένα περὶ τοῦ ἀνθρώπου τοῦ ἐκ; τῆς προϋπαρχούσης ὕλης καὶ τῆς ὑπὸ τοῦ Θεοῦ δου θείσης ψυχῆς κατασκευασθέντος· ἐν οἷς καὶ πολλὰ ἐγκωμιάζει τὴν τοῦ ἀνθρώπου φύσιν, καὶ ἄξιον Θεοῦ δῶρον καλεῖ τὸ σωθῆναι τὸ σῶμα καὶ τὴν ψυχὴν ἐνδεθῆναι τῷ σώματι, ὑπὲρ τῶν αὐτῇ προημαρτημένων τιμωρουμένην. Καὶ ἐν ἄλλοις δὲ αὐτοῦ διαφόροις συγγράμμασιν, ὁ σκοπὸς αὐτοῦ φανεροῦται τούτου παντελῶς καθαριεύειν τοῦ δόγματος. Καὶ περὶ τοῦ
col. 899–900page 5 of 6
PG 86:899ἁγίου Γρηγορίου τοῦ ἀδελφοῦ τοῦ ἁγίου Βασιλείου ἐπιχαίρουσιν, ὅτι τὸ αὐτὸ εἶπε καὶ λέγει κἀκεῖος προϋπαρξιν, παρερμηνεύοντες καὶ αὐτοῦ ῥητά τινα. Αὐτὸς δὲ σαφῶς ἐν τῷ τριακοστῷ κεφαλαίῳ τῆς περὶ τῶν ἀνθρώπων αὐτοῦ πραγματείας, μάχεται ἰσχυρῶς τούτῳ τῆς προϋπάρξεως δόγματι καὶ ἀνατρέπει αὐτὸ, καθὸ καὶ ὁ μακάριος Δαυίδ καὶ οἱ περὶ τὸν ἅγιον Ἰωάννην καὶ ᾿Αθανάσιον καὶ οἱ λοιποὶ πάντες τῆς Ἐκκλησίας φωστῆρες καὶ διδάσκαλοι. Περὶ δὲ αποκαταστάσεως σαφῶς λέγει ὁ αὐτὸς Γρηγόριος ὁ Νύσσης· ἀλλ' οὐ περὶ ταύτης ἧς αὐτοὶ λέγουσιν, ὅτι παυομένης τῆς κολάσεως μέλλει ὁ ἄνθρωπος ἀποκαθή (σασθαι εἰς ὅπερ ἐξ ἀρχῆς ἦν, εἰς καθαροὺς νόας. ᾿Αλλ᾿ οὐ τοῦτο λέγει, ὅτι παύεται ἡ κόλασις καὶ τέλος λαμβάνει. Εἰπὲ οὖν, πάτερ, διὰ τί τοιοῦτος ἄνθρωπος οὐκ ὀρθῶς λέγει, καθὼς ἐνδέχεται ἄνδρα ἅγιον καὶ ἀξιωθέντα λαλεῖν ἐκ Πνεύματος ἁγίου, καὶ γὰρ καὶ περὶ τοῦ παραδείσου διαφωνοῦσί τινες τῶν Πατέρων καὶ διδασκάλων, μή λέγοντες αὐτὸν αἰσθητόν, ἀλλὰ νοητόν. Καὶ ἐν ἄλλοις κεφαλαίοις τῆς Γραφῆς ἔστιν εὑρεῖν τινων διαφωνίαν. Σαφήνισον οὖν ἡμῖν, δέσπο τα, τοῦτο, παρακαλοῦμεν, ἵνα παρ' ὑμῶν φωτισθέντες, δοξάσωμεν τὸν Θεὸν, καὶ μὴ διακρινώμεθα εἰς τοὺς ἁγίους ἡμῶν Πατέρας. Απόκρισις Βαρσανουφίου. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. Αμήν. 'Αδελφοί, εὔκαιρον εἰπεῖν μετά κάσατε. Καὶ γὰρ ἀναγκάζομαι δι' ὑμᾶς τὰ ὑπέρο μετρά μου ἐρευνᾶν, καὶ λαλεῖν τὰ μὴ ὠφελοῦντα πάνυ τὴν ψυχὴν, εἰ μὴ καὶ βλάπτοντα. Αφήκαμεν Παῦλον τὸν ἀπόστολον λέγοντα· Πᾶσα ὀργὴ καὶ θυμὸς καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ. Ἐγὼ δὲ λέγω, σὺν τῇ γα στριμαργίᾳ καὶ πορνείᾳ καὶ φιλαργυρίᾳ καὶ τοῖς λοιποῖς πάθεσι, περὶ ὧν ὀφείλομεν πενθεῖν νύκτα καὶ ἡμέραν καὶ κλαίειν ἀδιαλείπτως, ἵνα διὰ τοῦ τῶν δακρύων πλήθους, ὁ ῥύπος τούτων ὅλων ἐκπλυν θῇ, καὶ δυνηθῶμεν γενέσθαι ἐκ ρυπαρών καθαροί, ἐξ ἁμαρτωλῶν δίκαιοι, ἐκ νεκρῶν ζῶντες. ἀδολεσχοῦμεν δὲ εἰς ἕνα λόγον, οὗ μέλλομεν δοῦναι ἀπο λογίαν. Φησὶν γὰρ, ὅτι Σὺ ἀποδώσεις ἑκάστῳ κατά τὰ ἔργα αὐτοῦ· καὶ πάλιν· ὅτι Δεῖ ἡμᾶς φανε τοῦ ᾿Αποστόλου· Γέγονα ἄφρων, ὑμεῖς με ἠναγ ρωθῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα και μίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς δ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Περὶ τούτων ὀφείλομεν σπουδάσαι, περὶ ὧν καὶ οἱ πατέρες ἡμῶν οἱ περὶ τὴν ἀββᾶν Ποιμένα καὶ τοὺς καθεξῆς ἐσπούδασαν. Αὕτη ἡ σπουδὴ ἔχει τὸ ἀψήφιστον, τὸ μὴ μετρεῖν ἑαυτὸν, τὸ ἔχειν ἑαυτὸν γῆν καὶ σποδόν. Εκείνη δὲ ἡ σπουδὴ ἐχεῖ τὸ ἔχειν ἑαυτὸν γνωστικὸν, τὸ φέρειν εἰς φυσίωσιν, τὸ ψηφίζειν ἑαυτὸν, καὶ μετρεῖν ἐν παντὶ πράγματι, τὸ ἀποστῆναι τῆς τα πεινοφροσύνης. Συγχωρήσατέ μοι, μὴ ἀργοί έστε, καὶ διὰ τοῦτο ἔρχεσθε εἰς ταῦτα; Εἰ οὕτως ἔχει, και
col. 901–902page 6 of 6
PG 86:901τέλθετε εἰς τὴν ἀγορὰν, ἕως ἔλθῃ ὁ οἰκοδεσπότης καὶ λάβῃ ὑμᾶς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Εἰ ἦν σχό λαψ περὶ τῆς ἀπαντήσεως εκείνης ἐν τῇ καρδίᾳ ὑμῶν, οὐκ εἴχετε μνησθῆναι τούτων. Ἐπελάθετο ὁ προφήτης φαγεῖν τὸν ἄρτον αὐτοῦ· καὶ εἰ μὴ ἐσπαταλῶμεν καὶ ἡδιαφοροῦμεν, οὐκ ἂν ἀπὸ τούτων ἐνεπίπτομεν εἰς ταῦτα. Οὐκ ἀπαιτεῖ ὑμᾶς ὁ Θεός ταῦτα, ἀλλ᾽ ἁγιασμόν, κάθαρσιν, σιωπήν, καὶ τα πείνωσιν. 'Αλλ᾽ ἐπειδὴ ἐάσαι ὑμᾶς ἐν λογισμοῖς οὐκ ἐβουλόμην καὶ τὸ δεηθῆναι τοῦ Θεοῦ πληροφορῆσαί με περὶ τοῦτου, ἐθλιβόμην συνεχόμενος ἐξ ἀμφοτέρων· ἐξελεξάμην μᾶλλον ἐμαυτῷ τὴν θλίψιν, ἵνα ὑμᾶς τῆς θλίψεως ἀναπαύσω, μνημονεύων· Ἀλλή λων τὰ βάρη βαστάζετε. Καὶ ἀκούσατε τὴν κατὰ Θεὸν πληροφορίαν, τὴν πρὸ τριῶν ἡμερῶν τοῦ γρά ψαι ὑμᾶς τὴν ἐρώτησιν γενομένην μοι. Πάντες οἱ Πατέρες οἱ τῷ Θεῷ εὐαρεστήσαντες, ἅγιοι καὶ δί καιοι καὶ δοῦλοι τοῦ Θεοῦ γνήσιοι εὐξάσθωσαν ὑπὲρ ἐμοῦ. Μὴ νομίσητε δὲ ὅτι, κἂν ἅγιοι, ὅλα τὰ βάθη τοῦ Θεοῦ γνησίως ηδυνήθησαν καταλαβεῖν. Ὁ γὰρ Απόστολος λέγει· Ἐκ μέρους γινώσκομεν,καὶ ἐκ μέρους προφητεύομεν· καὶ πάλιν· " δίδοται διὰ τοῦ Πνεύματος. Τὰ καὶ τάδε, καὶ οὐχ᾽ ὅλα ἐκεῖνος ἐν ἑνὶ ἀνθρώπῳ· ἀλλὰ τῷ μὲν οὕτως, τῷ δὲ οὕτως. Πάντα δὲ ἐνεργεῖ τὸ ἕν. Γινώσκων γὰρ ὁ ᾿Απόστολος τὰ τοῦ Θεοῦ ὅτι ἀκατάληπτά ἐστιν, ἔκραξε λέγων Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ; Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς... ΕΥΣΤΑΘΙΟΥ ΜΟΝΑΧΟΥ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΣΧΟΛΑΣΤΙΚΟΝ ΠΕΡΙ ΔΥΟ ΦΥΣΕΩΝ ΚΑΤΑ ΣΕΥΗΡΟΥ. Απερ πρώην ἐν ταῖς συντυχίαις συνεζητοῦμεν, ταῦτα καὶ διὰ γραμμάτων οὐκ ὤκνησα προσδιαλε Ἀθῆναί σοι, ἐπειδὴ τοῦτο ἐκέλευσας, φιλαληθέστατε Τιμόθεε. Οι Χριστὸν ἀσώματον ἐπιδεδημηκέναι τῷδε τῷ βίῳ μυθολογήσαντες, τῆς φαντασίας ὄντες έρα σταὶ, εἰκότως μίαν φύσιν εἶναι αὐτὸν ἐδογμάτισαν,
Page scan enlarged

Notebook

Full View