PG 86Eustathius the Monk
Eustathius the Monk
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 901–902page 1 of 21
PG 86:901τέλθετε εἰς τὴν ἀγορὰν, ἕως ἔλθῃ ὁ οἰκοδεσπότης καὶ λάβῃ ὑμᾶς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Εἰ ἦν σχό λαψ περὶ τῆς ἀπαντήσεως εκείνης ἐν τῇ καρδίᾳ ὑμῶν, οὐκ εἴχετε μνησθῆναι τούτων. Ἐπελάθετο ὁ προφήτης φαγεῖν τὸν ἄρτον αὐτοῦ· καὶ εἰ μὴ ἐσπαταλῶμεν καὶ ἡδιαφοροῦμεν, οὐκ ἂν ἀπὸ τούτων ἐνεπίπτομεν εἰς ταῦτα. Οὐκ ἀπαιτεῖ ὑμᾶς ὁ Θεός ταῦτα, ἀλλ᾽ ἁγιασμόν, κάθαρσιν, σιωπήν, καὶ τα πείνωσιν. 'Αλλ᾽ ἐπειδὴ ἐάσαι ὑμᾶς ἐν λογισμοῖς οὐκ ἐβουλόμην καὶ τὸ δεηθῆναι τοῦ Θεοῦ πληροφορῆσαί με περὶ τοῦτου, ἐθλιβόμην συνεχόμενος ἐξ ἀμφοτέρων· ἐξελεξάμην μᾶλλον ἐμαυτῷ τὴν θλίψιν, ἵνα ὑμᾶς τῆς θλίψεως ἀναπαύσω, μνημονεύων· Ἀλλή λων τὰ βάρη βαστάζετε. Καὶ ἀκούσατε τὴν κατὰ Θεὸν πληροφορίαν, τὴν πρὸ τριῶν ἡμερῶν τοῦ γρά ψαι ὑμᾶς τὴν ἐρώτησιν γενομένην μοι. Πάντες οἱ Πατέρες οἱ τῷ Θεῷ εὐαρεστήσαντες, ἅγιοι καὶ δί καιοι καὶ δοῦλοι τοῦ Θεοῦ γνήσιοι εὐξάσθωσαν ὑπὲρ ἐμοῦ. Μὴ νομίσητε δὲ ὅτι, κἂν ἅγιοι, ὅλα τὰ βάθη τοῦ Θεοῦ γνησίως ηδυνήθησαν καταλαβεῖν. Ὁ γὰρ Απόστολος λέγει· Ἐκ μέρους γινώσκομεν,καὶ ἐκ μέρους προφητεύομεν· καὶ πάλιν· " δίδοται διὰ τοῦ Πνεύματος. Τὰ καὶ τάδε, καὶ οὐχ᾽ ὅλα ἐκεῖνος ἐν ἑνὶ ἀνθρώπῳ· ἀλλὰ τῷ μὲν οὕτως, τῷ δὲ οὕτως. Πάντα δὲ ἐνεργεῖ τὸ ἕν. Γινώσκων γὰρ ὁ ᾿Απόστολος τὰ τοῦ Θεοῦ ὅτι ἀκατάληπτά ἐστιν, ἔκραξε λέγων Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ; Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς... ΕΥΣΤΑΘΙΟΥ ΜΟΝΑΧΟΥ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΣΧΟΛΑΣΤΙΚΟΝ ΠΕΡΙ ΔΥΟ ΦΥΣΕΩΝ ΚΑΤΑ ΣΕΥΗΡΟΥ. Απερ πρώην ἐν ταῖς συντυχίαις συνεζητοῦμεν, ταῦτα καὶ διὰ γραμμάτων οὐκ ὤκνησα προσδιαλε Ἀθῆναί σοι, ἐπειδὴ τοῦτο ἐκέλευσας, φιλαληθέστατε Τιμόθεε. Οι Χριστὸν ἀσώματον ἐπιδεδημηκέναι τῷδε τῷ βίῳ μυθολογήσαντες, τῆς φαντασίας ὄντες έρα σταὶ, εἰκότως μίαν φύσιν εἶναι αὐτὸν ἐδογμάτισαν,
col. 903–904page 2 of 21
Epistola de Duabus Naturis Adversus Severum
PG 86:903οὐδὲ περὶ αὐτὴν μὲν τὴν θεότητα ὑγιαίνοντες, πλην Χριστὸν λέγοντες. Διελοιδορήσαντο δὲ τοὺς Θεὸν Λό γον ἐν σαρκὶ ἐληλυθέναι λέγοντας, ὡς δύο φύσεις ὁμολογοῦντας. Καὶ πειθέτω σε Μανιχαίος γράφων πρὸς 'Αδδᾶν· ι Τῶν Γαλιλαίων δύο ὀνομαζόντων φύσεις ἔχειν τὸν Χριστὸν, πλατὺν κατεχέαμεν γέ λῶτα, ὡς οὐκ εἰδότων ὅτι ἡ οὐσία τοῦ φωτὸς ἑτέρα οὐ μίγνυται ὕλῃ, ἀλλ᾽ ἔστιν ἀκραιφνής, ἑνωθῆναι ἑτέρα οὐσία μή δυναμένη, κάν δοκῇ ταύτῃ συνῆφθαι. Ἡ δὲ τοῦ Χριστοῦ προσηγορία ὄνομά ἐστι καταχρηστικόν, οὔτε εἴδους οὔτε οὐσίας ὑπάρ χον σημαντικόν. Τὸ δὲ ἀνώτατον φῶς τοῖς ἑαυτοῦ συνουσιωμένον, ἔδειξεν ἑαυτὸν ἐν τοῖς ὑλικοῖς σώ μασιν σῶμα, μία ἂν αὐτὸ φύσις τὸ πᾶν.» Καὶ πρὸς Σκυθιανὸν δὲ τὰ ὅμοια γράφει·· Ὁ δὲ τοῦ ἰδίου φωτὸς Υἱὸς τὴν ἰδίαν οὐσίαν ἐν τῷ ὄρει ἐφανέρωσεν οὐ δύο ἔχων φύσεις, ἀλλὰ μίαν, ἐν τῷ ὁρατῷ καὶ ἀοράτῳ.» Τοιαῦτα καὶ Μαρκίων καὶ Οὐαλεντίνος ἔγραψαν οἷα κατακολουθήσας Τιμόθεος, ὁ ἐπίκλην Αίλουρος, ἐν τῷ ὀγδόῳ κεφαλαίῳ λέγει· «Φύσις δὲ Χριστοῦ μία μόνη θεότης, εἰ καὶ σεσάρκωται ἀτρέπτως. ο Ἐν δὲ τοῖς κατὰ Λέοντος τοῦ Ῥώμης πατριάρχου φησίν· Οὐ γὰρ οὐσία τοῦ Χριστοῦ, οὐδὲ φύσις ἡ σάρξ αὐτοῦ, ἀλλὰ νόμος οἰκονομίας ὀρθῶς πεπραγμένος διὰ τὴν ἡμῶν σωτηρίαν. Καὶ πάλιν· «Εἰ δὲ Ο Λόγος κατεργάζεται ὅπερ ἐστὶν αὐτοῦ, ὡς τῷ νέῳ Νεστορίῳ δοκεῖ, ἀλλότριον τῆς θείας καὶ ἀκράτου φύσεως τὸ ὁραθῆναι καὶ ψηλαφηθῆναι, ἴδιον δὲ μᾶλ λον τῆς ἀνθρωπίνης ἐστὶ φύσεως.» Καὶ πάλιν Δείξουσιν ἡμῖν οἱ Διφυσῖται τῶν δύο φύσεων τὴν διαφορὰν, ὡς αὐτοὶ λέγουσιν.» Τούτῳ καὶ τοῖς ἀπ' αὐτοῦ μέχρι τῆς σήμερον οὐ κοινωνοῦσιν οἱ Σευήρου, ἀκεφάλους αὐτοὺς προσαγορεύοντες. Αὐτὸς μέντοι Σευῆρος ἀποδέχεται τὸν τοιαῦτα εἰρηκότα Τιμόθεον. Γράφει γὰρ πρὸς τὸν Νικιώτην ἐν τοῖς συνοδικοῖς αὐτοῦ· «Διοσκόρου δὲ καὶ Τιμο θέου, τῶν τῆς ἀληθείας ἀγωνιστῶν, τῶν ἀπεριτρέπτως τὸν πόδα ἐρεισάντων ἐπὶ τῆς πέτρας, καὶ τῷ σάλῳ τῶν ἀντιδιατιθεμένων περικλυσθέντων μὲν βιαιότερον, οὐ παραῤῥυέντων δὲ, τοὺς ἀγῶνας τιμῶ καὶ ἀσπάζομαι.» Ο λεγόμενος ὀρθόδοξος τίνας ἀποδέχεται πρόσεχε· ὁ διὰ τὴν ἀντιπάθειαν τῆς ἁγίας συνόδου παντὶ Φαντασιανιστῇ προσκλινόμενος, ὁ ταῖς ἐκείνων φωναῖς τὰς ἡμετέρας εννοίας περι τιθεὶς, ὡς τοῖς εἰδώλοις οἱ τὰς λαμπρὰς ἐσθῆτας καὶ τὰ ἀκαλλῆ πρόσωπα διὰ χρωμάτων καλλωπίζοντες ἔγνως ἀπὸ τίνων καὶ διὰ τί ἡ μία φύσις επενοήθη; Οτι δὲ οἱ ὀρθόδοξοι Πατέρες ειρήκασιν δύο φύσεις εἶναι τὸν Χριστὸν, αὐτὸς Σευήρος μαρτυρεῖ· λέγει γὰρ ἐν τῷ συντάγματι αὐτοῦ τῷ ἐπιγεγραμμένῳ Εκθεσις πίστεως, οὕτως· «Τὸ λέγειν δύο φύσεις ἐπὶ Χριστοῦ, πάσης κατηγορίας ἐπίμεστον, εἰ καὶ ὑπὸ πλειόνων ἁγίων Πατέρων εἴρηται.» Καὶ μετ' ὀλίγα· ι Καὶ μὴ πάλιν εἴπῃς ὡς τῇ λέξει τῇ τῶν
col. 905–906page 3 of 21
PG 86:905δύο φύσεών τινες τῶν Πατέρων ἐχρήσαντο ἐχρήσαν το γὰρ ἀδιαβλήτως, ὥσπερ εἴπομεν· κατὰ δὲ τὸν χρό νον τοῦ μακαρίου Κυρίλλου τῆς νόσου τῶν Νεστορίου καινοφωνιῶν τὰς Ἐκκλησίας επινεμομένης, ἐπὶ πλέον ἡ λέξις ἀπεδοκιμάσθη. Καὶ πάλιν Μὴ δύνασθαι τὰς τῶν Πατέρων φωνὰς τῶν ἀδιαβλήτως τῇ λέξει χρη σαμένων προφέρεσθαι, κἂν αὐτοῦ Κυρίλλου εἶεν αἱ φωναί.» Πᾶσα σχεδόν φωνὴ δογματική κακουργεῖσθαι δύναται παρὰ τῶν αἱρετικῶν, ἀλλ' οὐ διὰ τοῦτο πάντως ἢ πάντοτε ταύτας παραιτούμεθα· εἰς δὲ τὸν σκοπὸν τοῦ λαλοῦντος ἀποβλέποντες, κατὰ τὸ ση μαινόμενον ἢ παραδεχόμεθα ἢ ἀπωθούμεθα αὐτάς. Ἡμεῖς οὖν τοῖς ἀδιαβλήτως τῇ λέξει χρησαμένοις ἀκολουθοῦντες, δύο φύσεις Χριστοῦ λέγομεν, κἂν Σευήρῳ πάσης κατηγορίας Επίμεστον εἶναι δοκῇ καὶ μὴ δύνασθαι τὰς τῶν Πατέρων φωνὰς προφέρεσθαι νομοθετεῖ ὁ συνήγορος καὶ ἀντίδικος· ἀρκεῖ δ' ἡμῖν Σευήρον μαρτυρεῖν, ὅτι ἁγίων Πατέρων ἐστὶν ἡ τῶν δύο φύσεων λέξις, καὶ πλειόνων Πατέρων· οὐ γὰρ ἑνὸς ἢ δύο μόνον. Οὐκ ἀληθεύει οὖν ὁ συκο φαντῶν, αἱρετικοὺς ἐπινενοηκέναι τὴν λέξιν· ἀλη θεύει δὲ μᾶλλον ὁ λέγων, ἁγίους κατὰ αἱρετικῶν χρήσασθαι ταύτῃ. Αγίων δὲ καὶ πολλῶν φωνὰς ἐκβάλλειν, ἀλαζονικὸν ἅμα καὶ μανικόν. Κἂν προς φασίζηται Σευήρος διὰ Νεστόριον ἀποδοκιμασθῆναι τὴν λέξιν ταύτην· ἀπεδοκιμάσθη δὲ παρ᾽ αὐτοῦ καὶ τῶν κατ' αὐτόν. Ο γὰρ μακάριος Κύριλλος μετὰ Νεστόριον τὴν πρὸς Εὐλόγιον γράψας ἐπιστολὴν, ἀπελογήσατο ἐν αὐτῇ περὶ τῶν ᾿Ανατολικῶν λεγόν των δύο φύσεις. Φησὶν δὲ Σευήρος καὶ ἀλλαχοῦ· • Πολλαὶ φωναί παρὰ τοῖς Πατράσιν ἀδιαβλήτως λεγόμεναι, ὕστερον οὐκ ἀσφαλεῖς ὤφθησαν μετὰ Νεστόριον.» Ἐὰν οὖν καὶ ἡμεῖς φήσωμεν, πολλαὶ φωναὶ παρὰ τοῖς Πα τράσιν ἀδιαβλήτως λεγόμεναι, ὕστερον οὐκ ἀσφαλεῖς ὤφθησαν μετὰ Εὐτυχέα, τί τὸ συναγόμενον; Διὰ Νεστόριον μὲν ἡ τῶν δύο φύσεων ἐκβληθήσεται φωνή, δι' Εὐτυχέα δὲ ἡ τῆς μιᾶς φύσεως. Εἰ δὲ ἁγίων Πατέρων ἀναιροῦμεν φωνάς, διὰ τὸ κακῶς ταύταις χρήσασθαι αἱρετικούς, πολλὰς καὶ ἐκ τῶν ἁγίων Γραφῶν ἀθετήσομεν, διὰ τὸ ὁμοίως κακῶς χρήσασθαι ταύταις αἱρετικούς. Καὶ τῇ μὲν φωνῇ τῶν δύο φύσεων ἐχρήσαντο ἅγιοι πρὸ τῶν αἱρετικῶν, τῇ δὲ μιᾶς φύσεως πρὸ τῶν χρησαμένων αὐτῇ Πατέρων, εὑρεται γεγόνασιν αἱρετικοί, ὡς ἀνωτέρωγέγραπται. Κατεπλάτυνεν δὲ αὐτὴν μάλιστα Απο λινάριος ὁ διμοιρίτης. Εἰ δὲ διὰ τοὺς αἱρετικοὺς χρή φωνὰς ὀρθοδόξων ἀναιρεῖν, καὶ μὴ μᾶλλον κατά αἱρετικῶν ταύταις κατ᾽ ἀλλήλων χρᾶσθαι, ἀναιρεθήσεται διὰ Σαβέλλιον τὸν ὁμοούσιον, διὰ ᾿Απολινάριον δὲ καὶ Εὐνόμιον καὶ "Αρειον ή Θεοτόκος φωνή. Καὶ οὕτως λοιπὸν δι᾿ ἀνακολούθους ἀκολουθίας, εἰς Εφευρέσεις καινοφωνιῶν ἀπασχοληθήσονται οἱ Χρι στιανοί. Καλόν οὖν τοῖς ἁγίοις Πατράσιν ἀκολουθοῦντας ἡμᾶς, τοῖς ἀντινομοθετοῦσι μὴ πείθεσθαι. Καίτοι γε καὶ αὐτοὶ ἔστιν ὅτε τῷ δυνατῷ τῆς ἀλη θείας ἡττώμενοι ἐκεῖνα ὁμολογοῦσιν, ἅπερ ἀρνεῖ
col. 907–908page 4 of 21
PG 86:907σθαι καὶ ἐσπούδασαν καὶ ἐνομοθέτησαν· ὅταν γὰρ ἐν τῇ βίβλῳ τῇ κατὰ Γραμματικοῦ Σενῆρος λέγῃ Ἰδοὺ τὸ μὲν δύο σκοπεῖν, τῇ φαντασίᾳ τοῦ νοῦ μόνον εφίεται, διακρίνοντος τὴν διαφοράν, τὴν ὡς ἐν ποιότητι φυσικῇ.» Καὶ πάλιν ἐν τῷ αὐτῷ βιβλίῳ Πῶς οἱ πάσης ἀναιδείας ανάμεστοι, δύο λέγοντες φύσεις, φασὶ μὴ λέγειν δύο ὑποστάσεις καὶ πρόσο ωπα; ὅτι καὶ ἐν τῇ ἐπινοίᾳ διαιρουμέναις ταῖς φύσεσιν ήγουν ὑποστάσεσιν, συνεπινοεῖται τὰ πρόσω ωπα· θάτερον γὰρ θατέρου διαιρούμενον, εὐθὺς ἴδιον ἐπιγράφεται πρόσωπον· ἐν συνθέσει δὲ ὑφο ισταμέναις ταῖς φύσεσιν ἐξ ὧν ὁ εἷς Χριστὸς, καὶ μίαν αποτελούσαις ὑπόστασιν καὶ φύσιν τὴν τοῦ μονογενούς Λόγου σεσαρκωμένου καὶ ἐνανθρωπήσαντος συναπολήγει καὶ ἡ φαντασθεῖσα τῇ ἐπινοίᾳ τῶν ὑποστάσεων καὶ προσώπων δυὰς, εἰς ἔν τι συνδραμοῦσα τὴν ἐξ ἀμφοῖν μίαν ὑπόστασιν, καὶ ἀκολούθως ἐν ἐπιγραφομένη τὸ πρόσωπον. Τὰ γὰρ δύο μὴ ἐν δύο φαίνεσθαι προσώποις, τῶν ἀδυνάτων ἐστίν.» ο "Αρ' οὐ δοκεῖ σοι μετὰ τὴν σύνθεσιν, ήγουν ἔνω σιν, δύο καὶ εἰδέναι καὶ ὀνομάζειν φύσεις ἐπὶ Χρισ στοῦ, καὶ ταῦτα ἐνυποστάτους; ᾶς καὶ διαιρεῖ ὅτε βούλεται εἰς δύο, καὶ συνάγει εἰς μίαν, ὡς ἐπ' ἐξου σίας ἔχων καὶ λέγειν καὶ πράττειν. ῾Ο ἐν πᾶσιν ἑαυτῷ ἐναντιούμενος, ὁ διὰ τὴν κατασκευὴν ἀνα τρέπων. Ο δι' ὧν βούλεται μίαν φύσιν συνιστᾷν, δι' αὐτῶν δύο φύσεις παριστῶν· καὶ ἐν αὐταῖς μὲν στῆναι μὴ βουλόμενος, ὡς δ᾽ ἂν εἴποι τις δι' αὐτῶν τὴν πάροδον ποιούμενος. @ μόνῳ καὶ οὐκ ἄλλῳ τινὶ, διὰ τὴν προσοῦσαν αὐτῷ χαμόθεν οἰησίσοφον άρε τὴν, ἐδόθη ἡ χάρις αὕτη, ἵνα όταν βούληται, δια νοίγηται αὐτῷ ἡ μία φύσις, καὶ ἀναφαίνηται αὐτῷ δύο· καὶ μετὰ τὴν φαντασίαν τῶν δύο συγκλείητα πάλιν καὶ συνάγεται εἰς ἑαυτήν. Αὐτὸς οὖν ἄρα πρῶτος πάσης ἀναιδείας ἀνάμεστος, ἐπειδὴ καὶ δύο φύσεις ὁμολογεῖ. Οὐ γὰρ εἶπε, Επινοίᾳ διαιρουμένης τῆς φύσεως, ἀλλὰ, διαιρουμέναις ταῖς φύσεσιν· καὶ ἐν τῇ συνθέσει, ούχ, ὑφισταμένης τῆς φύσεως, ἀλλ', Υφισταμέναις ταῖς φύσεσιν καὶ μὴ μόνον σκοπῶν καὶ λέγων ταύτας, ἀλλὰ καὶ εγγράφως ἀποτυπούμενος· καὶ ταῦτα μετά Νεστόριον, μετὰ τ' καὶ πρὸς ἔτη. Ὁ ἄλλους μὲν ἀποτρέ των δύο φύσεις λέγειν, αὐτὸς δὲ μὴ δυνάμενος παν τελῶς ταύτας ἀρνεῖσθαι· ὁ διὰ μὲν τῶν παρατεθεισῶν αὐτοῦ λέξεων ἀμυδρότερον καὶ γριφωδέστερον ταύτας ὁμολογῶν· ἐν δὲ ἑτέρῳ τόπῳ τοῦ αὐτοῦ συγ γράμματος, φανερώτερον βοῶν· «Μήτις εγράψατο τὴν ἐν Χαλκηδόνι σύνοδον δύο φύσεις εἰποῦσαν τὸν Χριστόν; μὴ γένοιτο! ἀλλ' ὅτι τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν, καὶ τὴν ἐκ δύο φωνὴν εἰπεῖν παρητήσατο.» Ἐν δὲ τῷ πρὸς Σέργιον, ταῦτά φησιν· θι τοίνυν διὰ τῆς αὐτῆς διανοίας, καὶ εἰς ἐπίδοσιν ἄγου, τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, πρὸς δὲ τὰ ἔμπροσθεν έχε τεινόμενος, καὶ τῆς ἐσφαλμένης δόξης ἐκείνης τῆς εἰς μίαν ἀγούσης τὰ ἐξ ὧν ἀσυγχύτως ἔστιν ὁ Χριστός. Φήσαντος γὰρ οὐ συνομολογεῖν ἰδιότητα τῶν φύσεων, ἐξ ὧν ἀσυγχύτως ἔστιν ὁ Χριστὸς, καὶ πάλιν εἰς μίαν οὐσίαν καὶ ἰδίωμα τὸ πᾶν συναλείφοντος καὶ συγχέοντος, εὑρέθην κομιζόμενος ἀπὸ τῆς ὁμολογίας
col. 909–910page 5 of 21
PG 86:909δράγμα μὴ ἔχον ἰσχὺν ποιῆσαι ἄλευρον. Φύσις καὶ οὐσία καὶ παρὰ Σευήρῳ ταυτόν ἐστιν. Ὁ οὖν μεμφόμενος τὸν εἰς μίαν οὐσίαν ήτοι φύσιν συν ἄγοντα τὰ ἐξ ὧν ὁ Χριστὸς, οὐχὶ φανερῶς ἀποδέχεται τοὺς δύο καὶ μετὰ τὴν ἕνωσιν ὁμολογοῦντας; Καὶ ἐν τῷ δευτέρῳ δὲ λόγῳ τῷ πρὸς αὐτὸν Σέρ γιον (οὗτος δὲ ἦν γραμματικὸς Εὐτυχιανιστής) λέγει Πῶς οὐ καταγέλαστον καὶ τὸ λέγειν δύο ιδιότητας ἢ δύο ενεργείας; Πολλὰ γάρ ἐστι καὶ οὐ δύο μόνον ἑκάστης φύσεως· οἷον τῆς ἀνθρωπότητος τὸ ἀπτὸν, τὸ ὁρατόν, τὸ θνητὸν, τὸ ὑποκεῖσθαι πείνῃ καὶ δίψη καὶ τοῖς ἄλλοις ὁμοίως· καὶ τῆς θείας δὲ φύσεως πολλὰ τὰ ἴδια, τὸ ἀόρατον, τὸ ἀναφές, τὸ προαιών νιον, τὸ ἀπερίγραπτον. Ομοίως καὶ τὰ ἐνεργήματα πολλὰ καὶ διάφορα· καὶ τοιαῦτα ὅσα ἄν τις εἴποι πράξεις θείας τε καὶ ἀνθρωπίνας. ὁ Ἰδοὺ οἶδεν καὶ μετὰ τὴν ἕνωσιν λέγειν ἑκάστην φύσιν· ἐπὶ μιᾶς δὲ φύσεως ἑκάστη φύσις οὐ λέγεται, ἀλλ᾽ ἐπὶ δύο· καὶ ὁ λέγων ἐπὶ Χριστοῦ θείαν φύσιν, παρα δηλοῖ καὶ τὴν ἀντιδιαστελλομένην ἀνθρωπίνην φύσ σιν εἰδέναι. Καὶ τούτων ιδιότητας καὶ ἐνεργείας φη σὶν ὁ ἐν πολλοῖς αὐτοῦ συντάγμασιν ἀναθεματίζων τοὺς λέγοντας ἐπὶ Χριστοῦ ἰδιότητας καὶ ἐνεργείας. Ὁ διὰ πολλὴν σοφίαν πάσης δόξης μαθητὴς καὶ πά σαις μαχόμενος, ἑκάστῃ δὲ τῇ ἀντιθέτῳ. Τοῖς μὲν γὰρ Εὐτυχιανισταῖς ἤτοι Φαντασιανισταῖς τοῖς τῆς Ἐκκλησίας δόγμασιν ἀνθίστατο· φύσιν δὲ φύσιν λέγων, καὶ ἑκάστην καὶ θείαν καὶ ἀνθρωπίνην, καὶ τούτων ἰδιότητας καὶ ἐνεργείας. Οτε δὲ τῇ " Ἐκκλησίᾳ μάχεται, ἀναθεματίζει ταῦτα, ἅπερ κατὰ τῆς φαντασίας προεβάλετο· τοῖς δὲ ἐκείνης συστατικοῖς ἐπιχειρήμασι κέχρηται κατὰ τῆς ἀλη θείας, ἵνα ᾗ ὁ λεγόμενος δοξοκαθαιρέτης, ὁ καὶ ἑαυ τῷ καὶ πᾶσι τοῖς ἁγίοις Πατράσι μαχόμενος· πῶς γὰρ οὐ μάχεται τοῖ; Πατράσιν ὁ εἰπὼν ἐν τῇ Ἐκ θέσει τῆς πίστεως αὐτοῦ, ὅτι εἰρήκασιν οἱ ἅγιοι Πατέρες δύο φύσεις; Ἐν δὲ τῇ συνοδικῇ αὐτοῦ ἐπι στολῇ τῇ πρὸς τὸν Νικιώτην ἀναθεματίζω αὐτοὺς ἐν τῷ γράφειν· ο 'Αναθεματίζομεν οὖν τους δύο λέ γοντας ἢ εἰπόντας φύσεις μετὰ τὴν ἄφραστον ἔνω σιν τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.» Διὰ τοῦ εἰπόντας, τοὺς ἁγίους Πατέρας ἀναθεμάτισεν, τοὺς ἀδιαβλήτως τὴν φωνὴν εἰρηκότας κατὰ τὴν αὐ τοῦ μαρτυρίαν· οὐ γὰρ προσδιωρίσατο καὶ εἶπεν τοὺς κακῶς χρησαμένους τῇ λέξει, ἀλλ' ἀπολύτως ἔφη τοὺς εἰρηκότας δύο φύσεις. Διὰ δὲ τοῦ λέγοντας, ἑαυτὸν ἀναθεματίζει· εἶπεν γὰρ καὶ αὐτὸς, ὡς προαποδέδεικται. Αξιοθαύμαστος δὲ καὶ͵ ὅταν ἀποφαίνηται· Τὰ γὰρ δύο μὴ ἐν δύο προσώποις φαίνεσθαι, τῶν ἀδυνά των ἐστίν.» Ινα πάντα παρῶμεν, πανταχοῦ δύο φύσεις λέγων αὐτὸς σκοπεῖν ἐν τῷ Χριστῷ, δύο πάν τως καὶ πρόσωπα λέγει ἐν αὐτῷ, κατὰ τὴν ἀπόφασιν αὐτοῦ. Καὶ εἰ μὲν φαντασιώδεις θεωρεῖ τὰς φύσεις ἐν τῷ Χριστῷ ἀκολούθως φαντασιώδη θεωρεῖ καὶ τὰ πρόσωπα· εἰ δὲ οὐσιώδεις κατὰ ἀλήθειαν, ἀληθῶς ἐνυπόστατα καὶ τὰ πρόσωπα θεωρεῖ· δύο οὖν φύσεις
col. 911–912page 6 of 21
PG 86:911λέγων ἐν τῷ Χριστῷ, καὶ δύο πρόσωπα, πῶς οὐχὶ καὶ δύο Χριστοὺς λέγει; Ὥσπερ δὲ ἐκ δύο φύσεων, οὕτως καὶ ἐκ δύο προσώπων ῥητῶς λέγει τὸν Χρι στὸν ἐν τῷ κατὰ τοῦ γραμματικοῦ Ἰωάννου βιβλίψ ὡς δὲ νομίζει καὶ ἀποδεικτικῶς. Τοῦτο δὲ δηλοῖ, καὶ τὸ λέγειν αὐτὸν ἐν πολλοῖς, μὴ εἶναι φύσιν ἀπρόσωπον. Ἡμεῖς δὲ ταύτην αὐτοῦ τὴν ἀπόφασιν παρωσάμενοι, ἐκ δύο μὲν φύσεων λέγομεν τὸν Χριστὸν, ὥσπερ καὶ ἐκ πολλῶν μελῶν καὶ μερῶν τὸ ἐν σῶμα, οὐχὶ δὲ καὶ ἐκ δύο προσώπων. Μὴ γένοιτο! ἐπεὶ μὴ Ιδιοῦποστάτως ὑπάρξαν ποτέ, οὐκ ἂν ἴδιον ἐπιγράψεται πρόσωπον, ὡς αὐτῷ Σευήρῳ δοκεῖ· «ἔστινὅτε ἐκ δύο οὖν φύσεων λέγοντες τὸν Χριστὸν, καὶ δύο φύσεις, καὶ ἐν δυσὶ φύσεσι λέγομεν εἶναι αὐτὸν, τὸν τοῦ ἀσυγχύτου καὶ ἀμειώτου φυλάττοντες λόγον εἰ γὰρ ἀποτελεστικαί εἰσι τοῦ ἑνὸς προσώπου αἱ φύσ σεις, καθ' 8 καὶ ἐκ δύο λέγεται, πῶς οὐχὶ καὶ αὐτὸ καὶ τὸ ἀποτέλεσμα;» Ταῦτά ἐστι τὰ ἐξ ὧν συνέστη αὐτὸ τὸ ἀποτέλεσμα· εἰ δὲ μὴ ἔστι ταῦτα, ἄρα γε ὡς ἄλλα ἐν ἄλλῳ εἰσὶ, καὶ τοῦτο, Σκόπει σὺ τὰ ἀνακύπτοντα ἄτοπα καὶ μωρά. Ὁ δὲ ἀναθεματίζων τοὺς ἐν δυσὶ φύσεσι λέγοντας εἶναι τὸν Χριστὸν, ἆρ᾽ οὐχὶ ἑαυτὸν ἀναθεματίζει; δύο γὰρ φύσεις ἐν τῷ Χριστῷ καὶ σκοπῶν καὶ λέγων καὶ γράφων, ἐν δυσὶ φύσεσιν ἀναγκάζεται ὁμολογεῖν αὐτόν· καὶ οὐ μόνον ἐν δυσὶ φύσεσιν, ἀλλὰ καὶ ἐν δυσὶ προσώποις κατὰ τὴν και νοφωνίαν αὐτοῦ· ἀπεφήνατο γὰρ τὰ δύο μὴ ἐν δύο [προσώποις] φαίνεσθαι, ἀδύνατον εἶναι. Εἰ δὲ ἀληθεύει λέγων ἐν τῷ λόγῳ αὐτοῦ τῷ εἰς τὰ Γενέθλια ὁ ἐναντιωματάρης· «Τὸ γὰρ ἐκ δύο τινῶν συνενηνεγμένον, οὔτε τὰ ἐξ ὧν συνετέθη συνέχεεν, ο καὶ ἐμπαγίως μένειν τὴν δυάδα ηρνήσατο, πῶς πά λιν σκοπεῖ ἐν τῷ Χριστῷ δύο φύσεις, καὶ ταύτας ὑφισταμένας ἐν τῇ συνθέσει; Καὶ οὕτως δύο, ὡς καὶ διαιρεῖν αὐτὰς νῷ καὶ φαντασίᾳ καὶ ἐπινοίᾳ καὶ λόγῳ; Εἰπάτω ἡμῖν· τὴν μίαν φύσιν διαιρεῖ, ἢ τὰς δύο; τὰ ὄντα, ἢ τὰ μὴ ὄντα; τὰ ἐνυπόστατα, ἢ τὰ ἀνυπόστατα; Εν οὖν τῶν ὁποτέρων ἀληθές· Η ἐμπαγίως μένει ἡ δυὰς καὶ μετὰ τὴν ἕνωσιν, ἵνα καὶ σκοπῇ ταύτην· ἡ εἰ μὴ μένει, οὐδὲν σκοπεί, καὶ ψεύδεται λέγων σκοπεῖν τὰ μὴ ὄντα· ψεύδεται δὲ καὶ ὁ λέγων, μένει δὲ ἑκάτερον ὅπερ ἐστὶ τῇ φύσει. Αλλὰ καὶ αὐτὸς φάσκων ἐν τῷ κατὰ τοῦ Γραμ ματικοῦ· «Τῶν μὲν ἐξ ὧν ἐστιν ὁ Χριστὸς μενόν των ἀμειώτων καὶ ἀναλλοιώτων, ἐν συνθέσει δὲ ὑφο εστώτων.» Εἰ δὲ αἱ δύο φύσεις μία γεγόνασι, πῶς μετὰ τὴν ἕνωσιν δύο σκοπεῖ καὶ οὐχὶ μίαν; Καὶ ὡς περὶ μιᾶς διαλέγεται λοιπὸν ἀναιρῶν τὸ ἑκάστης φύσεως· καὶ αἱ φύσεις, καὶ ἡ τῆς σαρκὸς φύσις, καὶ ἡ τῆς θεότητος φύσις, καὶ ἡ ἀνθρωπότης, καὶ ἡ θεότης· τούτων γὰρ πλήρη τὰ συγγράμματα αὐτοῦ. Εἰ αἱ δύο φύσεις, τουτέστιν ἡ θεότης καὶ ἡ ἀνθρωπότης, μία φύσις γεγόνασιν, εἰπάτω τί τὸ ὄνομα ταύτης; Εν γὰρ ὀφείλει εἶναι, ὡς μιᾶς φύσεως σημαντικόν. Καὶ μὴ μίαν μὲν φύσιν λεγέτω, τῶν δὲ δύο φύσεων τὰ ὀνόματα ἐπιτιθέτω αὐτῇ, ἵνα μὴ
col. 913–914page 7 of 21
PG 86:913πάλιν ἀναλύῃ τὴν μίαν εἰς τὰ ἐξ ὧν, ὅπερ ἀπαγορεύει. Η τὰ μὲν ὀνόματα μόνα τῶν ἀποτελεσασῶν φύσεων μένει, αὐτὸ δὲ τὸ ἀποτέλεσμα ἀνώνυμον ἢ οἷον δ' ἂν ὄνομα ἐπινοήσῃ, τούτῳ καὶ ἡ τεκοῦσα Παρ θένος σεμνυθήσεται. Οἶδα δὲ τοὺς αὐτοῦ διὰ ταύτην τὴν αἰτίαν λέγοντας τὸν Χριστὸν, ᾗ Χριστός ἐστιν, μηδενὶ εἶναι ὁμοούσιον, καὶ μήτε Θεὸν εἶναι μήτε ἄνθρωπον. Εἰ δὲ τοῦτο ἀληθὲς, οὔτε Θεός ἐστιν ὁ Χριστὸς, οὔτε Θεοτόκος ἡ Παρθένος, ἀλλ' ὡς λέγουσι Χριστοτόκος κατὰ Νεστόριον, οὗ τὰ χείρονα φρονοῦσι πολύ. Ἀλλ᾿ οὐδὲ πάν τως τὸ ἐκ δύο τινῶν συνενηγμένον ἀσύγχυτα ἐφύ λαξεν τὰ ἐξ ὧν· καὶ γὰρ οἶνος καὶ ὕδωρ συνενεχθέντα συγχέονται· ὁμοίως καὶ χρυσὸς καὶ ἄργυρος ἐν τῇ χωνείᾳ· ἀλλ᾽ οὐδὲ τὸ ἐκ δύο γνωσθήσεταί ποτε ὅτι ἔστιν ἐκ δύο, εἰ μὴ κατὰ τὴν ἕνωσιν καὶ τὸ ἀπο τέλεσμα. Περὶ δὲ ἐνεργειῶν καὶ ἰδιοτήτων όπως δια φωνεῖ, ποτὲ μὲν ἀναθεματίζων τοὺς λέγοντας, ποτὲ δὲ ὁμολογῶν αὐτὰς ὁ αὐτὸς πολύμορφος Σευήρος, για νώσκουσιν οἱ φιλαληθῶς ἀναγινώσκοντες τὰ αὐτοῦ. Εἶδε γνῶς * πῶς λέγει τοὺς Πατέρας χρήσασθαι τῇ φωνῇ τῶν δύο φύσεων ἀδιαβλήτως τε καὶ ἀμέμ πτως, οὐκ οἶδα τίνος καταγελάσει πλέον, αὐτοῦ ἢ τῶν ἀπατωμένων ὑπ' αὐτοῦ· διεστραμμένως γὰρ ἐκλαβὼν αὐτὸς τὴν φωνὴν, ἐσυκοφάντησε τους Πα τέρας οὕτως νοῆσαι αὐτοὺς ταύτην, ὥσπερ καὶ αὐτός. Ἰωάννου τοῦ γραμματικοῦ παραθεμένου χρῆ σιν τοῦ μακαρίου Αμφιλοχίου κειμένην ἐν τῷ λόγῳ αὐτοῦ τῷ, Ὁ Πατὴρ ὁ πέμψας με, μείζων μου ἐστιν, ἔχουσαν οὕτως· ι Διάκρινον λοιπὸν τὰς φύ σεις τήν τε τοῦ Θεοῦ τήν τε τοῦ ἀνθρώπου· οὔτε γὰρ κατ' ἔκπτωσιν ἐκ Θεοῦ γέγονεν ἄνθρωπος, οὔτε κατὰ προκοπὴν ἐξ ἀνθρώπου Θεός· Θεὸν δὲ καὶ ἄν θρωπον λέγων, ὅταν τὰ παθήματα τῇ σαρκὶ, καὶ τὰ θαύματα τῷ Θεῷ δῷς, ἀνάγκῃ καὶ μὴ θέλων δίδως τοὺς μὲν ταπεινούς λόγους τῷ ἐκ Μαρίας ἀνθρώπῳ, τοὺς δὲ ἀνηγμένους καὶ θεοπρεπεῖς τῷ ἐν ἀρχῇ ὄντι Λόγῳ.» Αὐτὸς δοκεῖ ταύτην ερμηνεύειν καταγινώσκων τοῦ Γραμματικοῦ ὡς κακῶς νενοηκότος τὴν χρῆσιν, καί φησιν Ταῦτα καὶ ἐν τοῖς ἤδη προγε γυμνασμένοις ἀπεδείξαμεν, ὡς ἅπαντες οἱ τῆς εὐ σεβείας διδάσκαλοι πρὸς τοὺς ἀθέους Αρειανοὺς τοὺς λόγους ποιούμενοι, βιαζομένους παρὰ τὴν ἀλήθειαν τοὺς τῇ ἐνανθρωπήσει καὶ τῇ ἑκουσίῳ πτωχείᾳ πρέ ποντας ταπεινοὺς λόγους καὶ πάθη πρὸς τὴν προαιώνιον ύπαρξιν ἄγειν τοῦ Μονογενούς, καὶ γυμνήν καὶ ἄσαρκον τὴν θεότητα, διήλεγχον αὐτῶν τὴν ἀσέ Γειαν διαιροῦντες τοὺς χρόνους εὐσεβῶς, τούς τε πρὸ τῆς ἐνανθρωπήσεως καὶ τοὺς μετὰ τὴν ἐνανθρώπησιν, δεικνύντες μηδαμῶς ἁρμόττειν τῷ Θεῷ λόγῳ τά τε πάθη καὶ τὰ ταπεινὰ ῥήματα δίχα σαρκὸς σκο πουμένῳ· τὰ μέντοι γε θαύματα προσήκειν αὐτ τῷ κατὰ φύσιν ὄντι Θεῷ καὶ σεσαρκωμένῳ· δια κρίνειν γὰρ ἐδίδασκον τὰς φύσεις τῇ τοῦ χρό νου διαστολῇ, τίς τε φύσις ἀσάρκου Θεοῦ, τίς τε μένου.» φύσις κατ' οἰκονομίαν ἀτρέπτως ἀνθρώπου γενο Εἰ δὲ γνῷ τις καταγελάσει. Επιτ.
col. 915–916page 8 of 21
PG 86:915Εἶγε τῆς ἀσυνεσίας καὶ τῆς ἀπάτης τοῦ σου φοῦ! Η γὰρ αὐτὸς οὐ συνῆκεν ἅπερ εἶπεν, ἢ ἀπα τῆσαι ἐβουλήθη τοὺς ἀκροατάς, καὶ πεποίηκεν όμοιόν τι τοῖς λαγωοῖς· οἱ ὅταν φεύγοντες αίσθωνται ὅτι καταλαμβάνονται ὑπὸ τῶν διωκόντων, συγκινήσαντες τὸν ὑποκείμενον χοῦν καὶ κονιορτοῦ πληρώσαντες τὸν περικεχυμένον ἀέρα, εἰς τοὺπίσω ἀνα στρέφουσι, τῇ μηχανῇ ταύτῃ τοὺς μὲν ἰχνηλατοῦντας ἐπισκοτίσαι βουλόμενοι, αὐτοὶ δὲ διαδρᾶσαι ἐπινοήσαντες. Αλλ' οἱ ἔμπειροι τῶν διωκόντων οὔτε τὸν δόλον ἀγνοήσουσιν, καὶ τὰ ἴχνη ἀναζητήσαντες, τὸν φεύγοντα συλλήψονται. Απλοῦς ὁ λόγος τῆς ἀλη θείας. Τί μακρὰν πρὸς γρίφους καὶ ὕθλους ἀποτρέχεις, ἄνθρωπε, πάντα συγχέων καὶ συνταράσσων, ἵνα τοὺς ἀκροατὰς εἰς σκοτοδινίαν ἐμβαλών, ταῖς ἀλλοκότοις σου ἑρμηνείαις διαλάθῃς, διὰ τῶν ῥημάτ των τῆς ἀληθείας τὴν ἀλήθειαν ἀποφεύγων; ῾Ο ἅγιος διδοὺς τὰ παθήματα τῇ σαρκὶ, καὶ τὰ θαύ ματα τῷ Θεῷ, χωρὶς πάσης περιεργολογίας, τὰς φύσ σεις τὴν σάρκα καὶ τὴν θεότητα ἐνόησεν, καὶ ταύτας εἶπεν διακρίνειν δηλονότι τῇ ἐπινοίᾳ· οὐ γὰρ χρό νους καὶ τῇ τοῦ χρόνου διαστολῇ συνδιαστέλλειν τὴν μίαν σου φύσιν εἰς δύο φύσεις, καὶ φύσεις οὐκ οὐ σιώδεις. Τὴν μὲν γὰρ μίαν φύσιν ουσιώδη καὶ ἐν υπόστατον λέγεις. Ὅταν δὲ ταύτην τὴν μίαν δύο ἀριθμῇς, οὐ τῇ μια τῇ τῆς θεότητος προστιθεῖς τὴν φύσιν τῆς σαρκὸς ἦν ἀνέλαβεν ὁ Θεὸς Λόγος, δι' ήν καὶ τὸ ἐκ δύο φύσεων λέγεται δύο φύσεις, ἀλλ' αὐτὴν τὴν μίαν θεϊκὴν οὐσίαν, ἤτοι φύσιν, εἰς δύο διαιρουμένην χρονικῶς. Εἰ δὲ κατὰ τοῦτο μία φύσις ἐστὶν ὁ Χριστὸς παρὰ σοὶ (μὴ γὰρ εἶπαι ἡ ἀλήθεια παρά τοῖς Πατράσιν) ἀκολούθως καὶ τὸ ἐκ δύο φύσεων, Ο οὐκ ἐκ θεότητος καὶ ἀνθρωπότητος ἔσται, τουτέστιν ἐξ ἀσάρκου φύσεως, καὶ πάλιν ἐξ αὐτῆς σεσαρχω μένης, τῆς σαρκὸς μηδὲν συντελούσης εἰς ὄνομα φύσεως, ἀλλὰ τῆς διαστολῆς τοῦ χρόνου τοῦτο χαρι ζομένης τῇ μια φύσει τῇ θεϊκῇ, τὸ καὶ γενέσθαι καὶ λέγεσθαι δύο φύσεις. Εἶτα, ὦ πάντα σοφέ, εἰ γυμνὴν σαρκὸς οὖσαν τὴν θεότητα μίαν φύσιν ονομάζεις, προσλαβοῦσαν τὴν φύσιν τῆς σαρκός, πώς πάλιν μίαν ἀποκαλεῖς; Εἰ σώζεται, ὥσπερ καὶ σὺ ποιεῖς, ἔστιν ὅτε σαρκὸς φύσ σιν, καὶ ἀνθρωπότητος φύσιν λέγων προτειλήφθαι, καὶ ἐν τῇ συνθέσει υφισταμένας φύσεις ὁρᾷν, οὐχὶ μίαν μόνον φύσιν· εἰ δὲ προσληφθεῖσα ἡ ἀνθρωπίνη φύσις πάντα μὲν τὰ ἄλλα ἔσωσεν ὀνόματα, τὸ λέγε σθαι ἀνθρωπότης, ψυχή, σῶμα, σὰρξ, τοῦτο δὲ μόν νον ἀπώλεσεν τὸ λέγεσθαι φύσις, φεῦ τῆς ἀτόπου ἀποκληρώσεως, τῆς ἐπινενοημένης τοῖς φιλοδοκήταις! Ἡμεῖς δὲ τοῦτό φαμεν, ὥσπερ τὰ ἄλλα πάντα σώ ζεται καὶ λέγεται τῆς προσλήψεως, μὴ ἀποβεβληκότα τὰ ἰδικὰ ὀνόματα διὰ τὴν ἕνωσιν, οὕτως καὶ ἡ φύσις λέγεται μὴ συναλειφομένη καὶ ἀφανιζομένη διὰ τὴν σύνθεσιν. Μένει γὰρ ἑκατέρα φύσις, οὐ μέσ νον ὅπερ ἐστὶ τῇ φύσει, ἀλλὰ καὶ ἔχουσα ὅπερ ἔχει ὄνομα τῇ φύσει, ὥσπερ καὶ σοὶ Σευήρῳ δοκεῖ, ὅταν περὶ ἑκάστης ἰδίως διαλέγῃ· ἅμα γὰρ τὰς δύο φύσεις ὀνομάσαι, τὰ πολλὰ παραιτῇ, ἵνα μὴ λυπήσῃς τοὺς Δοκήτας ἐν πᾶσιν. Αρα οὖν ἡ μία τοῦ Θεοῦ Λόγου φύσις, καὶ ἡ προσ
col. 917–918page 9 of 21
PG 86:917ληφθεῖσα τῆς σαρκὸς φύσις, δύο φύσεις καὶ εἰσὶν καὶ λέγονται· σὺ δὲ τὴν μίαν μὲν παρασιωπᾷς τὴν τῆς σαρκός, μή συναριθμῶν ταύτην τῇ θεότητι, ἀλλ' ἐφελ κόμενος μὲν καὶ παρασύρων αὐτὴν, εἰ μή που ίδια ζόντως, ὥσπερ δ ἔφην. Τὴν δὲ τῆς θεότητος μόνον ὀνομάζων φύσιν, καὶ ταύτην, ὡς σὺ φής, τῷ χρόνῳ συνδιαστέλλων, καινὴν ἡμῖν φυσιολογίαν, μᾶλλον δὲ μωρολογίαν τερατεύῃ, τὴν μίαν φύσιν δύο φύσεις ἀποκαλῶν· ὡς εἰ σαφέστερον ἔφης ὅπερ ἐνόησας, πρώτην καὶ δευτέραν, καὶ ὁ μὴ βουλόμενος τὰς δύο φύσεις τοῦ Χριστοῦ, δύο ομολογήσαι, την μίαν δύο λέγων οὐκ αἰσχύνῃ; Πλὴν πολλὰ περιελθών, παντελῶς φυγεῖν τὴν ἀλήθειαν οὐκ ἠδυνήθης. Εἰπὼν γὰρ τοὺς τῇ ἐνανθρωπήσει πρέποντας ταπεινούς λόγους ἐπὶ τὴν θεότητα ἄγειν τοὺς Ἀρειανούς, ἔδειξας καὶ ἄκων μὴ τῇ μια φύσει, τουτέστιν τῇ θεϊκῇ, ἦν καὶ μόνην φύσιν ὀνομάζειν ἐνταῦθα βιάζῃ, ἐκ τοῦ Αἰλου που παραλαβών· ἀλλ᾽ ἑτέρᾳ τινὶ δηλονότι τῇ τῆς ἀνθρωπότητος τῆς οὐσιωδῶς ἡνωμένης τῷ Θεῷ λόγῳ ἁρμόζειν τούτους. Τί γὰρ ἕτερόν ἐστιν τὸ ἐνανθρωπῆσαι τὸν Θεὸν Λόγον, ἢ τὸ ἐν ἀνθρωπότητι γενέσθαι αὐτόν; Εἰ δὲ κατὰ φύσιν οὐχ ἁρμόζει τῷ Θεῷ λόγῳ τά τε πάθη καὶ τὰ ταπεινὰ ῥήματα, ἄρα με κατὰ φύσιν ἁρμόζει τῇ ἀνθρωπότητι αὐτοῦ, κατὰ δὲ οἶκο νομικὴν οἰκείωσιν καὶ αὐτῷ τῷ Θεῷ λόγῳ, τῷ κατ' οὐσίαν ἑνώσαντι ἑαυτῷ τὴν ἀνθρωπότητα, ἣν καὶ σάρκα ἐψυχωμένην ψυχῇ λογική φαμεν, καὶ ἐνωθέντι αὐτῇ κατ' οὐσίαν. Οὕτω γὰρ καὶ ἀπαθὴς ἐστιν ὁ Χριστὸς τῇ θεότητι, καὶ παθητὸς τῇ οὐσιωδῶς ἡνω μένῃ αὐτῷ σαρκί. Τί δὲ καὶ συκοφαντεῖς Ἀρειανούς; Οὐδὲ γὰρ αὐ τοὶ τὰ τῆς σαρκὸς πάθη, τουτέστι σταυρὸν καὶ μά στιγας καὶ διατρήσεις ἥλων καὶ θάνατον ἔλεγον τὴν θεότητα ἐπιδέχεσθαι πρὸ τῆς ἐνανθρωπήσεως, ἀλλ οὐδὲ μετὰ τὴν ἐνανθρώπησιν· ἀλλ᾽ ἐὰν ἄρα τὰ τῇ ψυχῇ ἁρμόζοντα κατὰ φύσιν, λύπην καὶ ἀγωνίαν καὶ τὰ τούτοις ὅμοια. Πρὸς οὓς ἀποτεινόμενος Ἀμφιλόχιος, τὰ πάθη καὶ τὰ ταπεινὰ ῥήματα τῇ φύσει τῆς σαρκὸς, ήγουν τῆς ἀνθρωπότητος ἀπένειμεν, τὰ δὲ θαύματα τῇ φύσει τῆς θεότητος· καὶ ταύτας διακρίνειν ἔφη τὰς φύσεις· οὐκ ἄρα οὖν φύσεις τὴν μίαν φύσιν ἐνόησεν Αμφιλόχιος, ἢ ἄλλος τις τῶν ὀρθοδόξων Πατέρων. Ὁ δὲ χρόνον εἶπεν διακρίνειν, καὶ τούτῳ συνδιακρίνειν καὶ συνδιαστέλλειν τὴν μίαν φύσιν εἰς δύο φύσεις. ᾿Αλλὰ μόνος σὺ Σευήρος, ὁ τὰ ὀρθὰ διαστρέφων διὰ τὸν ἴδιον σκοπὸν, καὶ οἱ πειθόμενοι σοι, ὁ τὴν ψηφοπαικτικήν σου φυσιολογίαν, μᾶλλον δὲ τερατολογίαν, διδάξας τοὺς ἀποσχίζεσθαι βουλομένους τῆς ἀληθείας. Ἐπαναλαβόντες δὲ πάλιν φαμέν· Εἰ διὰ τὴν δια στολὴν τοῦ χρόνου ή μία φύσις δύο λέγεται, καὶ οὐχὶ διὰ τὴν ἔνωσιν τῆς θεϊκῆς φύσεως καὶ τῆς ἀνθρωπίνης, δύο φύσεις ἐστὶν ὁ Χριστὸς, οὐδὲ ἐκ δύο φύσεών ἐστιν ὁ Χριστός· ἀλλ᾽ εἰ ἄρα ἐκ μιᾶς μέν ἐστιν, ἐκ δύο δὲ λέγεται μὲν, οὐκ ἔστιν δὲ, τῆς διαστολῆς τοῦ χρόνου τὴν μίαν φύσιν δύο λέγεσθαι ποιούσης, κατά τὴν πολυποίκιλον σοφίαν Σευήρου. Εἰ δὲ ἡ διαστολή τοῦ χρόνου τὴν μίαν φύσιν δύο λέγεσθαι πεποίηκεν, ἡ δὲ διαστολὴ γέγονεν διὰ τὴν ἐξ οὐρανοῦ κάθοδον,
col. 919–920page 10 of 21
PG 86:919καὶ πρὸς ἡμᾶς ἐπιδημίαν τῆς μιᾶς φύσεως, ἄρα γε ἐπιδημησάσης αὐτῆς τοῖς ἐν φυλακῇ πνεύμασι, τρεῖς φύσεις λεχθήσεται ή μία φύσις. Καὶ πάλιν ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ, τέσσαρες φύσεις ἔσται. Καὶ διὰ τοῦτο οὐ μόνον ἐρωτήσομεν τίς φύσις ἀσάρκου Θεοῦ, καὶ τίς σεσαρκωμένου, ἀλλὰ καὶ τίς φύσις ἐμψύχου μόνον Θεοῦ· ἄσαρκος γὰρ ἐπεδήμησεν τοῖς ἐν ᾅδου καὶ τίς φύσις Θεοῦ, σεσαρκωμένου μὲν, σαρκὶ δὲ ἀφθάρτῳ καὶ ἀθανάτῳ· εἰς ταύτην γὰρ τὴν φλυαρίαν ποδηγεῖ ἡμᾶς τὰ τερατόμορφα δόγματα Σευήρου. Καὶ τοῦτο δὲ ἱστέον, ὅτι ἐν τῷ Φιλαλήθει εἰρη χώς· ο Μάταιον τὸ ἐπερωτᾷν ἐπὶ Χριστοῦ· ποία φύσις· τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἢ κυρίως λύ- | σαι τὴν ἔνωσιν· ἡ ἐνταῦθα ἐδίδαξεν ἡμᾶς καὶ αὐτὸς, ὡς ὁ πάπας Λέων, διὰ τοῦ εἰπεῖν τίς καὶ τίς, ἐπ ερωταν ποία φύσις ἐν τοῦ σταυροῦ ξύλῳ κεκρέμαστο. Ερωτήσουσιν δὲ οἱ βουλόμενοι καὶ τὶς ὁ ἀποθανών, ὁ ἄσαρκος Θεὸς, ἢ ὁ σεσαρκωμένος; καὶ τίς ὁ πορευθεὶς κηρύξαι τοῖς ἐν ᾅδου, ὁ σεσαρκωμένος Θεός, ἢ ὁ ἔμψυχος; καὶ τὶς ὁ ὀφθεὶς τοῖς ἐγγέλοις; διὰ πάνω των τῶν εἰρημένων εὑρίσκεται Σευήρος οὐ μόνον τοῖς Πατράσιν ἐναντιούμενος, ἀλλὰ καὶ ἑαυτῷ ἀσύμφωνος. Οτε μὲν γὰρ βούλεται, τὴν μίαν διαστέλλων φύσιν, δύο φύσεις καὶ ποιεῖ καὶ λέγει· ὅταν δὲ δοκῇ αὐτῷ, διὰ τὴν ἕνωσιν, τὰς δύο μίαν ἀποτελεῖ καὶ ἐνο μάζει· καὶ ταῦτα ὁ μετὰ ἑξακόσια σχεδὸν ἔτη τῆς ἑνώσεως, δύο φύσεις ὁμολογῶν σκοπεῖν ἐν τῷ Χριστῷ, καὶ ταύτας ὑφισταμένας. Καὶ πάλιν ἀναθεματίζων τοὺς δύο λέγοντας μετὰ τὴν ἕνωσιν. Εἰ διὰ τὴν ἕνω σιν αἱ δύο μία γεγόνασιν, πῶς αὐτὸς μετὰ τοσαῦτα ἔτη τῆς ἑνώσεως, δύο φύσεις σκοπεῖ ἐν τῷ Χριστῷ; "Α δὲ σκοπεῖ καὶ λέγει καὶ γράφει, πῶς ἀρνεῖται; Καὶ καθάπερ οἱ ψηφοπαίκται ἅμα μὲν δεικνύουσι τὰς ψήφους, ἅμα δὲ ἀφανίζουσι ταύτας· παραπλησίως καὶ αὐτὸς ἅμα μὲν ὁμολογεῖ δύο σκοπεῖν, ἅμα δὲ ἀρνεῖται, τὰς δύο εἰς μίαν συναλείφων. Απαγε τῆς ἀστάτου γνώμης! Δέον ἢ μὴ ὁμολογεῖν ἅπερ ἀρνεῖται, ἢ μὴ ἀρνεῖσθαι ἅπερ ὁμολογεῖ. Παραθήσομαι δὲ καὶ ἑτέρας χρήσεις ἐκ διαφόρων αὐτοῦ συνταγμάτων, δι' ὧν ἀκριβέστερον τὸ ἀλλόκο τον καὶ ἐθελοκακοῦργον ἐπιγνωσθήσεται τοῦ ἀνδρὸς, ἐν γνώσει μαχομένου τῇ ἀληθείᾳ. Γράφει ἐν τῷ κατὰ τοῦ Γραμματικοῦ βιβλίῳ· ι Τῇ διαφορᾷ συνέζευκται καὶ ἡ κατὰ πάντα διαίρεσις.» Εἶτα ἐναντιούμενος ἑαυτῷ ἐν ἑτέρῳ τόπῳ τοῦ αὐτοῦ βιβλίου λέγει· «Ο γὰρ ἐπειδὴ σῶμα οὐκ ἦν ὁ Λόγος, οὔτε μὴν τὸ ἐκ Μαρίας σῶμα μετεφοίτησεν τοῦ εἶναι Λόγος· διὰ τοῦτο δὴ τῇ διαφορὰ τῆς οὐσίας, ἀκολουθήσει πάντως καὶ ἡ διαίρεσις.» Καὶ πάλιν ἐν τῷ αὐτῷ βιβλίῳ φησίν· «Ἡμεῖς ἐκ δύο φύσεων λέγοντες τὸν Ἐμμα νουήλ, οὐκ οὐσίας νοοῦμεν τὰς φύσεις, τὰς τῆς κοι νότητος δηλωτικὰς, καὶ πολλῶν ὑποστάσεων περιεκτικάς, ἀλλὰ τὴν μίαν ὑπόστασιν τοῦ Λόγου, καὶ τὴν μίαν σάρκα τὴν ἐψυχωμένην νοερῶς, ἐξ ὧν ἀτρέπτως συνενήνεκται εἰς ἕν καὶ συντέθειται. Καὶ
col. 921–922page 11 of 21
PG 86:921ἔστι μία φύσις τε καὶ ὑπόστασις ἡ τοῦ Λόγου σε σαρ κωμένη· καὶ οὐκ ἐκ τούτου περικλειόμεθα, πρὸς τὸ καὶ ἐκ δύο προσώπων λέγειν τὴν ἔνωσιν.» Πρῶτον ἐκεῖνο ἐροῦμεν, Μία καὶ μία, μίαν οὐ ποιεῖ, ἀλλὰ δύο· ἕως γὰρ μίαν καὶ μίαν θεωρῇς καὶ λέγης, δύο καὶ θεωρεῖς καὶ λέγεις. Εἰ δὲ κατὰ τὸν σὸν ὅρον οὐκ ἔστι φύσις ἀπρόσωπος, πῶς ἐκ δύο φύσεων ὢν ὁ Χριστὸς, οὐχὶ καὶ ἐκ δύο προσώπων ἐστὶ παρὰ σοί; Καὶ ἐν αὐτῷ δὲ πάλιν τῷ συντάγματι ἔφης 'Αλλ' εἴ τις τὰ ἐξ ὧν ἔστι σκοπῆσαι ζητήσειεν, νοῦ μόνῃ φαντασίᾳ καὶ λεπτῇ θεωρίᾳ καὶ ἐπινοίᾳ διαιρῶν, θεωρεί δύο φύσεων, ήγουν ὑποστάσεων, σύνοδον καὶ τὸ ἑκάστης τρόπον τινά φαντάζεται πρόσωπον ἐν ἐπινοίᾳ λαβεῖν. Συνεισιοῦτα δὲ τῇ διανοίᾳ καὶ ἡ τῆς ἑνώσεως δύναμις, καὶ τὴν ἐξ ἀμφοῖν δείξασα μίαν ὑπόστασιν, τὰ ἐπινοίᾳ σκοπηθέντα δύο τῇ ὑποστάσει, δύο μένειν οὐ συγχωρεῖ· μετὰ γὰρ τὴν τῆς ἑνώσεως ἔννοιαν, ἀναφαινομένης μιας φύσεως τῆς τοῦ Λόγου, σεσαρκωμένης, ἡ ἐπίνοια τῶν φαντασθεισῶν δύο προσώπων ἢ φύσεων ἢ ὑποστάσεων ὑπεξίσταται. Τούτοις ἐπιφέρει μαρτυρίαν τινὸς πολύστιχον ἔχου σαν ἐν τῷ τέλει οὕτως· «Συγκατωρθῶσθαί φαμεν ἀναγκαίως τῇ τῶν ὑποστάσεων πρὸς ἑνότητα συνδρομὴ, καὶ αὐτῶν τῶν προσώπων τὴν ἕνωσιν. Ἐχρῆν μὲν μὴ λέγειν σε προσώπων ένωσιν, λέγων δὲ, τί ἀρνῇ; Εἰ προσώπων ἔνωσις γέγονεν, πρῶτον ὑπέστη ὁ ἄνθρωπος, καὶ τότε ἡνώθη τῷ προϋφισταμένῳ Θεῷ λόγῳ. Προσώπων δὲ ἕνωσιν, οὐδὲ Νεστόριος εἰ πεῖν ἐτόλμησεν, πρόσωπον δὲ μόνον. Θαυμάζω δέ σε, τῆς ἑνώσεως γενομένης καὶ ἀνα φανείσης τῆς μιᾶς φύσεως πῶς αὐτὸς ταύτην διαιρεῖν δύνασαι πάλιν, καὶ ἀναλύειν εἰς τὰ ἐξ ὧν, καὶ τὴν μίαν δύο θεωρεῖν οὐ μόνον φύσεις, ἀλλὰ καὶ πρόσ ωπα. Η τάχα ἐν τοί ἐστι καὶ λύειν τὴν ἕνωσιν καὶ συνάγειν αὐτὴν, καὶ ὅταν μὲν βούλῃ, θεωρεῖς τὰς φύσεις, ὅτε δὲ θέλεις, ὑπεξίστανται. Εἰ δὲ ὑπεξ έστησαν, ἀφανεῖς γενόμεναι, οὔτε δύο οὔτε μία ή εἰ σιν ἢ θεωροῦνται, τοῖς ἀποτελεστικοῖς συναφανι σθέντος τοῦ ἀποτελέσματος· εἰ δὲ τῆς μιᾶς ἀναφανείσης, ἡ ἐπίνοια μόνη ὑπεξίσταται, οὐκ ἔξεστί σοι ἐπινοεῖν ἔτι. Γίνωσκε δὲ ὅτι τὸ κατ' ἐπίνοιαν ἔστινὅτε πρὸς ἀντιδιαστολὴν τοῦ κατ' ἐνέργειαν εἴρηται. Τῇ μὲν οὖν ἐνεργείᾳ, καὶ ὡς ἄν τις εἴποι πραγματικῶς, οὐδ' ἡμεῖς διαιροῦμεν τὰς φύσεις· τῇ δ' ἐπι νοίᾳ διίστανται. Εἰ δὲ ἐπίνοια καὶ ἐνέργεια ταυτόν ἐστιν, ἄρα καὶ τὴν μίαν φύσιν ἐπινοίᾳ λέγεις γεγε νῆσθαι, ἢ καὶ τὰς δύο φύσεις ενεργείᾳ καὶ οὐσιωδῶς εἶναι φήσεις μὲν τὴν ἔνωσιν. Εἰ δὲ ἐπινοίᾳ μόνῃ γνωρίζεις τὰς φύσεις, τὸ ἀνύπαρκτον αὐτῶν καὶ ἀνούσιον, ἢ τὸ συγκεχυμένον καὶ ἡφανισμένον κατασκευάζεις· ὅπερ καὶ μᾶλλον ὠδίνεις μὲν, οὐκ ἐκφαίνεις δέ. Ἐπινοίᾳ γὰρ οὐ μόνον ἔφης διαιρεῖν, ἀλλὰ καὶ σκοπεῖν τὰς φύσεις, ἂς οὐδὲ μένειν καθ' ύπαρ ξιν συγχωρεῖς νῦν, ὁ ἐν πολλοῖς λέγων μένειν αὐτὰς ἐν τῇ συνθέσει, διὰ τὴν προσοῦσαν σοι ἀστασίαν. Ὅτι δὲ ἐκ διῃρημένων τῶν φύσεων ἀναγκάζῃ λέ
col. 923–924page 12 of 21
PG 86:923γειν τὴν ἔνωσιν, ἐκ τῶν σῶν λόγων ἐλέγξωμέν σε τὸν διδάσκαλον τῶν διπροσωπιτῶν. Ἔφης· ο υπου διαίρεσις, ἐκεῖ καὶ δυάς· καὶ ὅπου δυὰς, ἐκεῖ καὶ διαίρεσις ἀκολουθεῖ.» Εἰ τῇ δύο φωνῇ πάντως καὶ διαίρεσις ἀκολουθεῖ, καὶ τῇ ἐκ δύο πάντως έψεται τὸ ἐκ διῃρημένων καὶ προϋφεστώτων τὴν ἕνωσιν γεγενῆσθαι· διὸ καὶ τὸ ἐκ δύο προσώπων οὐ παραιτῇ λέγειν. Πλὴν τρανώτερον καὶ σαφέστερον ἀποδειχθήσεται τὸ λεγόμενον. Ἐν αὐτῷ τῷ κατὰ τοῦ Γραμ ματικοῦ βιβλίῳ φησίν· ο Νοοἶτ᾽ ἂν οὖν εἰκότως, ὡς τέλειαι αἱ ὑποστάσεις, διῃρημένως μὲν ὑφεστῶσαι, διῄρηνται καὶ εἰς πρόσωπα δύο, ίδιον ἑκάστης πρόσο ωπον ἐπιγραφομένης, ὡς ἰδιοσυστάτως ὑφεστώσης.» Καὶ πάλιν· «Οὐ δύο Κύριοι, οὐ δύο γιοι, οὐ δύο Χριστοί, διὰ τὸ μηδὲ τὰς οὐσίας ἤγουν ὑποστάσεις ἢ φύσεις Ιδιοσυστάτως υφεστηκέναι καὶ κεχω ρισμένως καὶ ἀνὰ μέρος.» Καὶ πάλιν· «Ἐν τῇ ἐπινοίᾳ διαιρουμέναις ταῖς φύσεσιν, ήγουν ὑποστάσεσι, συνεπινοεῖται καὶ τὰ πρόσωπα· θάτερον γὰρ θατέρου διαιρούμενον, εὐθὺς ἴδιον ἐπιγράφεται πρότε ωπον.» Εἰ τὰ ἰδιοῦποστάτως ὑφεστῶτα, ἴδια ἐπι γράφεται πρόσωπα, καὶ τὰ διῃρημένως καὶ κεχω ρισμένως καὶ ἀνὰ μέρος ὑφεστῶτα διῄρηται εἰς πρόσ ωπα· ὁ δὲ Χριστὸς οὐ μόνον ἐκ δύο φύσεών ἐστιν, ἀλλὰ καὶ ἐκ δύο προσώπων κατὰ Σευήρον· ἄρα γε πρῶτον διῃρημένως καὶ κεχωρισμένως καὶ ἀνὰ μέρος καὶ ἰδιοσυστάτως ὑπέστησαν αἱ φύσεις, ἵνα καὶ ἴδιον ἑκάστη ἐπιγράψηται πρόσωπον· καὶ τότε ἡνώθησαν καὶ οὕτως ἀπετελέσθη ὁ Σενήρου Χριστὸς ἐκ δύο φύσεων καὶ ἐκ δύο προσώπων· ὅπερ εἰ οὕτως ἔχει, οὐ μόνον ἐστὶ Νεστορίου Νεστοριανώτερον, ἀλε λὰ καὶ αὐτοῦ Σευήρου ανοητότερον. Φύγωμεν οὖν τὸν διπρόσωπον όφιν. Ἐν τῷ λόγῳ αὐτοῦ τῷ εἰς τὰ Γενέθλια, οὗ ἡ ἀρχή, Ὥσπερ τὸ τῆς ἡμέρας φῶς ἀνατέλλον, λέγει· «Ποίας οὖν φύσεως ἰδίαν ἐνέργειαν εἴπωμεν τὸ βαδίζειν ἐπὶ τοῦ ὕδατος, ἀποκρινάσθωσαν οι μετὰ τὴν ἔνωσιν ἡμῖν τὰς δύο φύσεις εἰσάγοντες. Τῆς θείας; Καὶ πῶς θεότητος ἴδιον, τὸ σωματικοῖς ἰέναι ποσίν; ᾿Αλλὰ τῆς ἀνθρωπίνης; Καὶ πῶς οὐκ ἀλλό τριον ἀνθρώπου τὸ ἐπὶ τῆς ὑγρᾶς οὐσίας περιπατεῖν; Ορᾷς ὁ τὰς δύο φύσεις ἐπιζητῶν, εἰ τοιαύτην ἐπι γράψεις ενέργειαν· τὰς γὰρ σὰ, φύσεις, ὡς ὁρᾷς, διαπέφευγεν. ᾿Αλλὰ πρόδηλον καὶ οὐδαμῶς ἀμφίβολον, εἰ μὴ ἑκόντες μεθύομεν, ὡς τοῦ Θεοῦ Λόγου τοῦ δι' ἡμᾶς σαρκωθέντος, ἑνὸς καὶ ἀμερίστου τυγ χάνοντος, ἀμέριστος ὑπάρχει καὶ ἡ ἐνέργεια· καὶ ἴδιον ἦν αὐτοῦ τὸ πεζεύειν ἐπὶ τοῦ ὕδατος, ἐν ταυτῷ τὸ θεοπρεπές ἔχων καὶ τὸ ἀνθρώπινον.» Οτε ταῦτα διελέγετο Σευήρος, οἶμαι αὐτὸν φαντασιοκοποῦντα παίζειν τοὺς ἀκροατάς. Εἰ μήτε τῆς θείας μήτε τῆς ἀνθρωπίνης φύσεως ἦν τὸ περιπατεῖν ἐπὶ τοῦ ὕδατος. Η φαντασία ἦν, ἢ φύσεως, οὔτε θεϊκῆς, οὔτε ἀνθρωπίνης καθαρῶς, ἀλλ' ἐκ τούτων μίγμα οὔσης, καὶ διὰ συγχύσεως ἀποτελεσθείσης. Ως μηδ' ὁποτέραν ἀκραιφνῶς σώζεσθαι, δεδόσθαι δὲ τῆς μιᾶς φύσεως, τῆς οἰασδηποτοῦν εἶναι τὸν ἐπὶ τοῦ ὕδατος περίπα τον, ἵνα καὶ ἡ ἐνέργεια μία καὶ ἀμέριστος ἦ. Τὸ ἐπὶ τῆς ξηράς περιπατείν, θείας φύσεως ἦν, ἢ ἀνθρω
col. 925–926page 13 of 21
PG 86:925πίνης Οὐδὲν γὰρ θεοπρεπὲς ὁρᾶται, νόμοις ἀνθρωπίνης φύσεως ποδῶν περιπατούντων ἐπὶ τῆς γῆς· ἡ τότε ἐμερίσθη ἡ μία φύσις, καὶ τὴν οἰκείαν ἐνέργειαν καθ᾿ ἑαυτὴν ἐπεδείκνυτο ἡ ἀνθρωπότης ἀπο μερισθεῖσα τῆς θεϊκῆς. ᾿Αλλὰ πρόδηλον, καὶ οὐδαμῶς ἀμφίβολον, εἰ μὴ εκόντες μεθύομεν, καὶ παίζομεν τὰ ἄπαικτα, ὅσαι ταπειναὶ λέξεις καὶ ἔργα εἰς τὸ σῶμα τοῦ Κυρίου γεγραμμένα νοεῖν χρή" καὶ ὅσα ἔνδοξα πράγματα εἰς τὴν τοῦ Λόγου θεότητα. Όταν πεινᾷ μετὰ τὸ νηστεῦσαι, τοῦ σώματος ἐλάττωμα ἦν· ἡνίκα δὲ ἐκ πέντε ἄρτων πεντακισχιλίους ἄνδρας χωρίς γυναικῶν τρέφῃ, καὶ δώδεκα κοφίνους κλασμάτων περισσεύῃ, τῆς θεότητος τοῦ Λόγου ἔργον. Ὅταν ἐπὶ τὸ προσκεφάλαιον ἐν τῷ πλοίῳ καθεύδῃ, ἀναπαύσεως σωματικής Εργον· ὅταν δὲ περιπατῶν ἐπὶ τῆς θαλάσσης ἀπειλῇ τοῖς κύμασι καὶ τοῖς ἀνέμους, εὐθὺς ἀκούει παρὰ τῶν ἐν τῷ πλοίῳ μεθ᾽ ὅρκου ὁμολογούντων, Ἀληθῶς Θεοῦ Υἱός ἐστιν. ᾿Ακόλου θον γὰρ ἦν, ἀναλαβόντα αὐτὸν σῶμα, δεικνύναι τὰ ἴδια τοῦ σώματος, ἵνα μὴ ἡ φαντασία τοῦ ἀθέου Μανιχαίου κρατήσῃ. ᾿Ακόλουθον δὲ πάλιν ἦν, σωματ τικῶς αὐτὸν ἐλθόντα, μὴ κρύψαι τὰ τῆς θεότητος ἀλλ' οὐχ ἅμα πάντα ἐπεδείκνυτο, ἑκάστῳ δὲ καιρῷ καὶ πράγματι ἁρμοζόντως καὶ καταλλήλως. Ὁ μὲν οὖν περίπατος, τῶν τοῦ σώματος ἦν ποδῶν· τὸ δὲ ἐπὶ τῶν ὑδάτων, τῆς θεϊκῆς δυνάμεως ἔργον. ὡς γὰρ οὐκέτι τὰ τῆς σαρκὸς ἰδιώματα, τῷ ἐν ἀρχῇ ὄντι ἐπιθεωρηθῆναι Λόγῳ, οὕτως πάλιν οὐδὲ τὰ τῆς θεό τητος ἴδια, ἐν τῇ τῆς σαρκὸς φύσει κατανοῆσαι. Ἀλλ᾽ ἑκάστου τὸ ἴδιον γινώσκοντες, καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες, ὀρθῶς πιστεύομεν. Πάλιν ἐν τῷ λόγῳ αὐτοῦ, τῷ ἐπιγεγραμμένῳ Φιλ αλήθει, γράφει· «Εἰ ὁ Λόγος κατεργάζεται τὰ τοῦ Λόγου, τὸ δὲ σῶμα ἐκτελεῖ τὰ τοῦ σώματος, καὶ τὸ μὲν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς πάθεσιν ὑποπέπτωκεν, ἡ κοινωνία τῶν μορφών σχετική τις ἐστι, καὶ ὑπογνωμικής διαθέσεως, καθὼς ὁ παρα πληξ ἔφη Νεστόριος. Εἰ δὲ, ὅπερ ἐστὶν ἀληθὲς, ὁ Λόγος τὴν σάρκα μετεστοιχείωσεν εἰς τὴν ἑαυτοῦ δόξαν τε καὶ ἐνέργειαν, πῶς πάλιν κατὰ τὸν τόμον Λέοντος εἴπωμεν· Φυλάττει γὰρ ἑκατέρα φύσις ἀνελλειπῶς τὴν ἑαυτῆς ἰδιότητα; Φαίνεται γὰρ ἐν πολλοῖς ὁ Λόγος μὴ συγχωρῶν τῇ ἰδίᾳ σαρκὶ, διὰ τῶν τῆς σαρκὸς ἔρχεσθαι νόμων. Ποῦ γὰρ ἴδιον σώματος, βαδίζειν ἐφ᾽ ὕδατος, ἢ μετὰ τὴν ἔκπνευσιν τῇ τρώσει τοῦ δόρατος, αἵματος καὶ ὕδατος ἀνα βλύζειν πηγήν; ο Βαβαὶ τῆς κακονείας τοῦ συκοφάντου καὶ φιλο σκώπτου 1 Μηδὲν βουλομένου τῶν τοῦ πάπα Λέοντος κατὰ τὸν σκοπὸν αὐτοῦ καὶ ὡς ἔχει ἀληθείας ἐξηγήσασθαι, πάντα δὲ τὰ αὐτοῦ πρὸς διαβολὴν αὐτοῦ καὶ νοοῦντος καὶ λέγοντος. Τοῦ μακαρίου ᾿Αθανασίου ἐν τῇ πρὸς Ἐπίκτητον λέγοντος· «Μάλλον γὰρ αὐτῷ τῷ ἀνθρωπίνῳ προσθήκη μεγάλη γέγονεν ἐκ τῆς τοῦ Λόγου πρὸς αὐτὸ κοινωνίας τε καὶ ἑνώσεως. ο Μα ταία ἡ ἐπίληψις τοῦ μεμψιμοίρου, ἡ περὶ τῆς κοι xιν,
col. 927–928page 14 of 21
PG 86:927νωνίας τῶν μορφῶν. Ὡς δὲ ὁ μακάριος Κύριλλος ἐν τῇ πρὸς Σούκενσον γράφει·. Ἐν ιδιότητι τῇ κατὰ φύσιν ἑκατέρου μένοντος καὶ νοουμένου.» Οὕτως καὶ ὁ πάπας Λέων ἔφη· «Φυλάττει γὰρ ἑκατέρα φύσις ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα.» Ιδιότητα δὲ σώματος ἀνθρωπίνου εἶπεν, ὡς καὶ Σευήρῳ δο κεῖ ἐν τοῖς πρὸς Σέργιον, τὸ παχυμερές, τὸ ἀπτὸν, τὸ ὁρατὸν, τὸ περιγραπτόν. Τοῦτο γὰρ καὶ δι᾿ ὅλου τοῦ τόμου παρίστησιν, ὡς πρὸς Εὐτυχέα ἀποτεινόμενος, νοσοῦντα τὴν φαντασίαν, καὶ διὰ τοῦτο ἀρ νούμενον, σῶμα ἀληθινὸν ἀνειληφέναι τὸν Κύριον. Διὸ καὶ τὸ ἐκ δύο φύσεων παρῃτεῖτο, βεβιασμένως δὲ ἐδέξατο τὴν φωνὴν, ὡς ἡ ἐπὶ Φλαβιανοῦ ἐν Κωνσταντινοπόλει σύνοδος δηλοί. Ὁ οὖν πάπας Λέων θέλων δεῖξαι ὅτι οὐ μορφὴν σώματος μόνον, ἀλλὰ σῶμα ἀληθὲς ἀνείληφεν ὁ Θεὸς Λόγος, καὶ οὕτως ἀληθὲς, ὡς καὶ σώζειν τὴν ἰδιότητα ἵνα καὶ πάσχειν δύνηται, εἶπεν·· Ἐν ἀκεραία τῇ τοιγαροῦν καὶ ἀληθῶς ἀνθρώπου καὶ τελεία φύσει, Θεὸς ἀληθὴς ἐτέχθη, ὅλος ἐν τοῖς αὐτοῦ, καὶ ὅλος ἐν τοῖς ἡμῶν. Εἶτα ἐπάγει· ι Φυλάττει γὰρ ἑκατέρα φύσις ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα.» Καὶ ἵνα νοήσωμεν τί ἐστι τὸ, ἀνελλιπῶς, ἐπισυνάπτει· Καὶ ὥσπερ οὐκ ἀναιρεῖ τὴν τοῦ δούλου μορ φὴν ἡ μορφὴ τοῦ Θεοῦ, οὕτως τὴν τοῦ Θεοῦ μορφὴν ἡ τοῦ δούλου μορφὴ οὐκ ἐμείωσεν.» Τὸ οὖν, ὅλος ἐν τοῖς ἡμῶν, καὶ τὸ, ἀνελλιπῶς, μετὰ τῆς μειώ σεως κεῖται καὶ τοῦ ἀτελοῦς. Οὐ μόνον γάρ, φησίν, οὐσιῶν ἤτοι φύσεων γέγονεν ἔνωσις, ἀλλὰ καὶ ἀσύγκ χυτοι ἔμειναν καὶ ἀμείωτοι, αὗταί τε καὶ αἱ ἰδιότητες αὐτῶν αἱ ἐπιθεωρούμεναι αὐταῖς. Εἶχεν οὖν ἑκά στη φύσις ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα καὶ μετὰ τὴν ἕνωσιν. Καὶ κατὰ τὸν μακάριον 'Αμβρόσιον, Ὡς οὐδὲν ἔλιπεν τῷ Θεῷ, οὕτως οὐδὲ τῷ καταρτισμῷ τῷ κατὰ τὸν ἄνθρωπον, ἵνα τέλειος ἐν ἑκα τέρα φύσει τυγχάνῃ.» Εἰ δὲ καὶ τὰ τῆς σαρκὸς ἴδια κατὰ φύσιν, τοῦ Θεοῦ Λόγου γέγονεν ἴδια, ἀλλ᾽ οὐ κατὰ φύσιν, κατὰ δὲ τὸν τῆς οἰκονομίας λόγον. Εἰ δὲ διὰ τὸ περιπατεῖν ἐπάνω τοῦ ὕδατος τὸν Κύριον, ἔλλειψιν λέγει Σευήρος φυσικής ιδιότητος τοῦ σώματος, παλιλλογοῦντες ἐροῦμεν· Οτε ἐπὶ τῆς ξηρᾶς περιεπάτει, ἄρα ἔλλειψις ἦν τῆς φυσικῆς ιδιότητος τοῦ Θεοῦ Λόγου; Οὐδὲν γὰρ θεοπρεπές, πόδας βαδίζειν ἐπὶ γῆς· ὁμοίως καὶ ὅτε ἐπείνασεν μετὰ τὸ νηστεῦσαι, νόμῳ φύσεως σώματος, ἐπεὶ μὴ ἐποίησεν τοὺς λίθους ἄρτους· καὶ κεκοπίακεν δὲ ἐκ τῆς ὁδοιπορίας τῶν μυῶν καὶ τῶν νεύρων ὑπερταθέντων· ἀδημονῶν δὲ, καὶ ἐκθαμβούμενος, καὶ ἀγωνιῶν, ἐπεὶ μὴ κατὰ ταυτὸν τὰ ὑπὲρ φύσιν τῆς θεότητος ἐπεδείκνυτο· καὶ κρατούμενος δὲ ὑπὸ τῶν Ἰουδαίων, ἐπεὶ μὴ ἄφαντος ἐκ μέσου αὐτῶν ἐγένετο, ἆρα οὐκ ἐφύλαττεν ἀνελλιπῶς ἡ θεϊκὴ φύσις τὴν ἑαυτῆς ιδιότητα; Εῤῥέτω ἡ ἀνθρωπο άρεσκος σοφία Σευήρου. Πλὴν οὐδὲ ἐπὶ τῶν ὑδάτων ἐκώλυσεν τὴν ἰδίαν σάρκα ὁ Θεὸς Λόγος διὰ τῶν τῆς σαρκὸς ἰέναι νόμων, ὡς ὁ περίπατος τῶν ποδῶν
col. 929–930page 15 of 21
PG 86:929δηλοῖ· τὸ δὲ ἐπὶ τῶν ὑδάτων περιπατεῖν, οὐκ ἀφαί ρεσις ιδιότητος τοῦ σώματος ἦν, ἀλλὰ προσθήκη δυνάμεως ἐξ ἐνεργείας θεϊκῆς. Τὸ οὖν σῶμα ἐξετέλει τὰ τοῦ σώματος, ὁ δὲ Λόγος κατειργάζετο τὰ τοῦ Λόγου, ὡς τὸ θαῦμα βοᾷ. πεφυκυίαν ταῦτα παθεῖν λέγεται. Ἡ οὐχὶ καὶ αὐτὸς τὰ αὐτὰ λέγει ἐν τῷ λόγῳ αὐτοῦ τῷ εἰς τὰ Γενέθλια ὁ μυριόμορφος· «Θαρσείτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε; τὸ δὲ, ἐγώ είμι, τῆς ἀληθείας ἐστὶ παραστατικὸν, καὶ πᾶσαν φαντασίαν ἀποσκευάζεται. Εγώ γάρ εἰμι ὁ μὴ τρέψας ἢ ἀλλοιώσας ἑαυτὸν, ἀλλὰ μείνας Θεός, ὡς τὸ θαῦμα βοᾷ· καὶ ὁ αὐτὸς κατὰ ἀλήθειαν καὶ γενόμενος καὶ φαινόμενος ἄνθρωπος, ὡς ὁ περίπατος τῶν ποδῶν δηλοί.» Καὶ ἐν τῇ πρὸς Ἰουλιανὸν δὲ ἐπιστολῇ, ἧς ἡ ἀρχή, Έδε ξάμην τὴν ὡς παρὰ σοῦ μοι γεγραμμένην ἐπι στολὴν, λέγει· ι Ὥσπερ ὁ θάνατος αὐτοῦ βουλομένου συνέβαινε φυσικῶς, ἐπηκολούθει δὲ ὑπὲρ φύσιν τὸ θεοπρεπὲ; θαῦμα τῆς ἀναστάσεω;, οὕτω καὶ μετὰ τὴν ἔκπνευσιν, ὡς ὁ εὐαγγελιστής Ιωάννης φησί, φυσικώς τρωθείσης τῇ λόγχῃ τῆς πλευρᾶς· ἴδιον γὰρ σώματος, εἰ καὶ ἀψύχου, τέμνεσθαι, θεϊκὸν δὲ ἐνέργημα καὶ τῶν θεοσημείων τὸ μέγιστον συνήπτετο ῥύσις παράδοξος τοῦ θείου αἵματος, ὕδατι ζωοποιῷ συμμιγής.» Καὶ πάλιν·. Ἰδοὺ πανταχοῦ περὶ τὴν σάρκα τὴν αἰσθανομένην καὶ ἀλγοῦσαν, ὡς πέφυκεν σῶμα ἔμψυχον αἰσθάνεσθαι, καὶ ἀλγεῖν τῶν παθῶν, ἡ ἐνέργεια κατὰ ἀλήθειαν.» Καὶ μετ' ὀλίγα· «Καθ' ὁ Θεὸς ἦν ἀπαθὴς, μηδενὸς τὸ παράπαν συναισθανόμενος τῇ σαρκί, ὥστε εἰ καὶ τῆς σαρκὸς ἦν τὰ πάθη, καὶ τῆς ψυχῆς κατὰ φύσιν, ἀλλ᾽ ἴδια τοῦ Λόγου τοῦ» σαρκωθέντος τὴν ἐψυχωμένην νοερῶς σάρκα τὴν καὶ Εἰ μία φύσις τοῦ Λόγου καὶ τῆς σαρκὸς, μὴ διά στελλε· ἀλλ' ὡς λέγεις κατὰ φύσιν εἶναι τῆς σαρκὸς καὶ τῆς ψυχῆς τὰ πάθη, δηλονότι ἴδια εἰπὲ καὶ τοῦ Λόγου· εἰ δὲ οὐ τολμᾷς ὁ πάντα τολμῶν, ἄρα ἑτέρῳ τρόπῳ ἴδια τοῦ Λόγου τὰ πάθη, καὶ οὐ κατὰ φύσιν εἰσίν. Πῶς οὖν οὐ δύο φύσεις ὁ Χριστός; Τῇ γὰρ μιᾷ φύσει εἴ τι συμβαίνει φυσικῶς, τοῦτο ἴδιον αὐτῆς κατὰ φύσιν λέγεται· εἴ τι δὲ ὑπὲρ φύσιν, ἐξ ἐνερ γείας ἐστὶν ἑτέρας φύσεως. Ο δὲ ἀμέριστον εἰπὼν τὴν ἐνέργειαν, ἵνα μίαν φύσιν παραστήσῃ, τὴν μὲν τρῶσιν τῇ πλευρᾷ ἀφώρισεν, φυσικῶς αὐτὴν λέγων τρωθῆναι, καὶ ἴδιον εἶναι τοῦτο σώματος, οὐ θεότητος θεϊκὸν δὲ ἐνέργημα, οὐ σωματικὸν, τὴν τοῦ αἵματος καὶ ὕδατος ῥύσιν. Τὸ οὖν τρωθέν σῶμα, καὶ πεφυκός ἀλγεῖν, καὶ παθῶν δεκτικόν, καλῶς εἶπεν ὁ πάπας Λέων υποπεπτωκέναι τοῖς πάθεσι καὶ ταῖς ὕβρεσι, διαλάμπειν δὲ τοῖς θαύμασι τὴν θεότητα, τὴν ἀνα στήσασαν ὑπὲρ φύσιν τὸ ἴδιον σῶμα. Εἰ δὲ ἡ σὰρξ ἔχει φύσιν δεκτικὴν παθῶν, ἡ δὲ θεότης ἐνεργοῦσαν τὰ ὑπὲρ τὴν φύσιν τοῦ σώματος, όντως φυλάττει ἑκατέρα φύσις τὴν ἑαυτῆς ἰδιότητα, καὶ καλῶς ὁμολογοῦνται δύο φύσεις εἶναι τοῦ Χριστοῦ, καὶ τούτων σώζεσθαι ιδιότητας, ἃς καὶ εἰδέναι ὁμολογεῖ Σευῆρος ἐν τοῖς κατὰ τοῦ Γραμματικοῦ λέγων οὕτως· ε Ισμεν γὰρ καὶ ὁμολοῦμεν, ὡς ἤδη προείρηται, τῶν φύ σεων, ἐξ ὧν ἀποῤῥήτως εἰς Χριστὸς συνενήνεκται, καὶ ἰδιότητα καὶ διαφορὰν καὶ ἑτερότητα ὡς ἐν ποιό τητι φυσικῇ, καὶ διιστῶσαν ἀπ' ἀλλήλων τὰς φύσ
col. 931–932page 16 of 21
PG 86:931σεις καὶ πάλιν τῆς φυσικῆς ἑτερότητος καὶ δια φορᾶς μὴ σβεσθείσης, διὰ τὸ ἀσύγχυτον τῆς ενώσεως.» Πρόσσχες ὅτι διίστασθαι λέγει, καὶ οὐ τὴν φύσιν, ἀλλὰ τὰς φύσεις. Ὁ δὲ ὁμολογῶν ἐνταῦθα καὶ ἰδιότητα καὶ ἑτερί τητα τῶν φύσεων, ἐν πολλοῖς αὐτοῦ λόγοις ἀναθεματίζει τοὺς ὁμολογοῦντας ταῦτα. Καὶ ὁ λέγων τῆς σαρ κὸς εἶναι καὶ τῆς ψυχῆς κατὰ φύσιν τὰ πάθη, καὶ φυσικῶς συμβῆναι τῷ σώματι τὸν θάνατον, ἀπαθῆ δὲ τὴν θεότητα, καὶ θεοπρεπῆ τὴν ἀνάστασιν, ἐν τῷ Λόγῳ αὐτοῦ τῷ εἰς τὸ Τρισάγιον, οὗ ἡ ἀρχὴ, Υμεῖς ίσως οἴεσθέ με γεγηθέναι, φησίν.. Εἰ δὲ μετὰ τὴν ἕνωσιν ἐν δυσὶ φύσεσι γνωρισθήσεται, λύεται μὲν ἡ ἕνωσις, τῇ δυάδι διαιρεθεῖσα· μερισθήσεται δὲ τὸ μυστήριον· καὶ τῇ μὲν θείᾳ φύσει τὴν ἀθανασίαν, τῇ δὲ ἀνθρωπίνῃ τὸν θάνατον ἀποκληρώσομεν.» Ὁ πάντα παίζων καὶ ἐπὶ μηδενὸς ἱστάμενος, ἔφυρεν πάντα τά τε τῆς θεότητος ἴδια κατὰ φύσιν, καὶ τὰ τῆς ἀνθρωπότητος ἴδια κατὰ φύσιν, παρασκευάζων τὰ κατὰ φύσιν ἴδια, ὡς τὰ κατ' οἰκονομίαν ίδια θεω ρεῖν· ὡς μηκέτι σώζεσθαι ἑκάστῃ φύσει τῶν οἰκείων αὐτῆς ἰδιωμάτων· ἡμεῖς δὲ ὑπομνήσωμεν αὐτὸν τὸ γεγραμμένον τῷ Νυσσαεῖ ἐν τῷ κατ' Ευνομίου τετάρτῳ πέμπτῳ λόγῳ· Εἰ γὰρ αἰτιᾶται τοὺς τὸ πάθος τῇ ἀνθρωπίνῃ φύσει ἀνατιθέντας, βού λεται πάντως αὐτὴν τῷ πάθει ὑπαγαγεῖν τὴν θεότητα.» Ἴσως ἐντραπέντες οἱ αὐτοῦ βεβαιώσουσι μᾶλλον τὸ λεχθὲν αὐτῷ κατὰ Ἰουλιανοῦ· ' Οὐκ ἐροῦμεν αὐτὸν πάθη περιάπτειν τῇ ουσίᾳ τῇ ἀπαθεῖ τῆς θεό τητος.» Οὕτως ὁ φύρτης πάντα συγχέει, τοῖς Δοκή ταις δῆθεν ἀντιλέγων, τὰ ἴδια τῶν φύσεων προβάλλεται τοῖς τὰ ἴδια τῶν φύσεων πρεσβεύουσιν, μαχό μενος τὰ ὡς ἐφ᾽ ἑνὸς καὶ ἀπὸ ἑνὸς προσώπου λεγόμενα, ὡς ἐπὶ μιᾶς καὶ ἀπὸ μιᾶς φύσεως ἀντικαθίστα. Εστιν γὰρ ὅτε φύσεως καὶ προσώπου οὐκ οἶδεν διαφοράν, ἵνα ἔχῃ ἄδειαν πάντοτε πᾶσι μάχε σθαι, ὡς φιλοτάραχος καὶ καὶ φιλοσκώπτης· εἰ δὲ οὐκέτι φύστως καὶ προσώπου διαφορά, οσάκις ἐὰν λέγῃ φύσεις πληθυντικώς, ἢ φύσιν καὶ φύσιν, *] καὶ πρόσωπα λέγει. Ἐν τῷ λόγῳ τῷ εἰς τὴν χειροτονίαν αὐτοῦ, οὗ ἡ ἀρχή, Απαίροντι ποτε πρὸς τὴν μέσην τῶν ποταμῶν, λέγει Ηνίκα δ' ἂν ἐπιλάμψη τοῖς ἐπὶ γῆς καὶ τὴν ἑκούσιον κένωσιν δι᾿ ἡμᾶς κατα δέξηται, αὐτὸς ἡμῖν κλίμαξ γενήσεται, τοὺς χαμαί κειμένους ὑπὸ τῆς ἁμαρτίας καὶ τῆς τοῦ Ἀδὰμ παρα βάσεως ἀνάγων εἰς οὐρανὸν, καὶ πύλη περιφανής οὐράνιος, ἀποκαλύπτων ἡμῖν τὸν Πατέρα καὶ ἑαυτὸν, καὶ τὸ ἅγιον Πνεῦμα, καὶ τὴν ἐν τῇ ἁγίᾳ Τριάδι Κυριότητα. ο Ταῦτα ἔφη ὁ τῆς ἁγίας συνόδου ἐπιλαβόμενος εἰ πούσης· περί τε γὰρ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἐκδιδάσκει τὸ τέλειον, καὶ τοῦ Κυρίου τὴν ἐνανθρώπησιν τοῖς πιστῶς δεχομένοις παρίστησιν. Εἰ οὖν ἡ σύνοδος τετράδα εἶπεν, Σευήρος ἐξάδα λέγει ἐν τῷ λόγῳ αὐτοῦ τῷ εἰς τὸ, Θεέ μου, οὗ ἡ ἀρχή, Ισως τινὲς τῶν διατεμνόντων, ἔφη·. Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ· ὅτι γὰρ διδασκαλίας εν ταῦτα, καὶ οὐ δειλίας, μαρτυρήσει σαφῶς ἡ τῶν Εὐαγ
col. 933–934page 17 of 21
PG 86:933γελίων Γραφή πῶς γὰρ ἔμελλεν δεδιέναι τὸν θάνα τον ὁ μετὰ ἐπιθυμίας ἄκρας ἐπὶ τοῦτον ἐρχόμενος καὶ λέγων, Επιθυμίᾳ ἐπεθύμησα φαγεῖν τὸ Πάσχα τοῦτο;» Εἶτα συνήθως ἀντιφθεγγόμενος ἑαυτῷ ἐν τῷ πρὸς Σέργιον δευτέρῳ λόγῳ, γράφει· «Ο γὰρ Εμμανουήλ καθ᾿ ὃ μὲν Θεός, δοκήσει πέπονθεν· καθ' ὁ δὲ ἄνθρωπος, ἀληθείᾳ.» Καὶ ἐν τῷ δευτέρῳ δὲ τῷ κατὰ Ἰωάννου τοῦ γραμματικοῦ, λέγει· «Τὸν αὐτὸν μὲν καθ' ὁ Θεὸς ἦν, μὴ δεδιέναι τὸν θάνατον· καθ᾽ ὅ δὲ ἄνθρωπος ἦν, οἰκειωσάμενον καὶ τὸ μὴ θέλειν ἀποθανεῖν, καὶ ἑκουσίω; ἐφέντα τῇ σαρκὶ τὸ φυσικὸν καταδέξασθαι πάθος.» Ολίγα ἀπὸ πολλῶν παρεθέμην, παραστῆσαι βουλόμενος τὸ καὶ πρὸς ἑαυτὸν ἀσύμφωνον τοῦ ἀνδρός· καὶ ὅτι τὰ φυσ σικὰ τῆς σαρκὸς, ἄλλα λέγων παρὰ τὰ φυσικὰ τῆς θεότητος ἀναθεματίζει τὰς δύο φύσεις λέγοντας, μᾶλλον δὲ ἑαυτόν. Καὶ αὐτὸς γὰρ δύο φύσεις οἶδεν ἐν τῷ Χριστῷ, καὶ ταύτας ὑφισταμένας καὶ μενούσας καὶ πάλιν οὐκ οἶδα ὅπως εἰς μίαν συναλείφει αὐτὰς, καὶ καταγινώσκει πάλιν τῶν εἰς μίαν συναγόντων καὶ συναλειφόντων αὐτὰς, ὡς προαποδέδεικται. Ει δὲ μία φύσις ὁ Χριστὸς, περιττὸν τὸ λέγειν, καθ' δ καὶ καθ' δ, καὶ σαρκὸς φύσιν καὶ θεότητος φύσιν, καὶ τῷ πεφυκότι πάσχειν, καὶ τῷ μὴ πεφυκότι πάσχειν· ταῦτα γὰρ ἐπὶ δύο φύσεων λέγεται. Ἐπεὶ λεγέτω ὁ σοφιζόμενος περιττά, εἰ φυσικὸν, ἢ πεφυκός τί ἐστιν ἄνευ φύσεως, ὁ λέγων μίαν φύ σίν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην καὶ ἐψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ, καὶ μὴ ὁμολογῶν δύο φύσεις, ὅμοιός ἐστι τῷ λέγοντι ἐν ἥμισυ, τρίτον ἕκτον· ταῦτα δὲ ἐν ὁμάδι μὴ θέλοντι εἰπεῖν δύο. Οταν λέγῃ Σευῆρος ἐν τοῖς κατὰ Ἰουλιανοῦ·. Τὰ πάθη τὰ ἑκούσια καὶ ἀδιάβλητα, κατὰ τοὺς τῆς φύσεως νόμους ἐνδι δόντος τοῦ Θεοῦ Λόγου, τὸ σῶμα ἔπασχεν· τὰ θαύ ματα δὲ πάλιν δι' αὐτοῦ τοῦ σώματος ὑπὲρ τοὺς τῆς φύσεως νόμους ἀπετέλει τότε καὶ ἐπράττετο.» Τὰ γὰρ σημεῖα καὶ παράδοξα τὰ ὑπὲρ τὴν μίαν φύσιν ταύτην τὴν τῶν παθῶν δεκτικὴν, τὰ πέρα τῆς φύ σεως ταύτης, πῶς ἢ πόθεν ἐγίνετο; Καὶ ἀναγκασθήσεται, ὡς οἶμαι, ἢ κατὰ φαντασίαν εἰπεῖν, ἢ ἐξ ἑτέρας φύσεως. Σευήρος, ὡς τὰ συγγράμματα αὐτοῦ δηλοί, δύο φύσεις λέγει καὶ μίαν, ταῖς μὲν τὴν ἀλή θειαν δυσωπῶν, τῇ δὲ τοὺς διδασκάλους αὐτοῦ ἀφ οσιούμενος τοὺς φαντασιανιστας, Τιμόθεον τὸν αἴλουρον καὶ Διόσκορον· καὶ Τιμοθέου μὲν ἡ δόξα προ δεδήλωται, τὴν δὲ Διοσκόρου γνώσονται οἱ ἀγνοοῦντες ἐκ τῆς ἐπιστολῆς αὐτοῦ τῆς γραφείσης ἀπὸ Γαγγρῶν, ἐν ᾗ γράφει ταῦτα·. Ο μονογενής τοῦ Θεοῦ Υἱὸς Λόγος, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, γενόμενος ἄνθρωπος χωρὶς ἁμαρτίας καὶ τροπῆς, τοῖς ἀνθρωπίνοις κεκοινώνηκε πάθεσιν, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ χάριν.» Καὶ πάλιν· «Εἰ μὴ τὸ αἷμα τοῦ Χρι στοῦ κατὰ φύσιν Θεοῦ ἐστιν, καὶ οὐκ ἀνθρώπου, τί διαφέρει τοῦ αἵματος τῶν τράγων καὶ μόσχων καὶ τῆς σποδοῦ τῆς δαμάλεως; Καὶ τοῦτο γὰρ γήϊνον καὶ φθαρτόν, καὶ τὸ αἷμα τῶν κατὰ φύσιν ἀνθρώπων γήϊνον καὶ φθαρτόν. ᾿Αλλὰ μὴ γένοιτο ἑνὸς τῶν κατὰ φύσιν λέγειν ἡμᾶς ὁμοούσιον τὸ αἷμα Χριστοῦ! ο
col. 935–936page 18 of 21
PG 86:935Οὗτος Διόσκορος καὶ Τιμόθεος, οἱ τοιοῦτοι διδά σκαλοί εἰσιν Σευήρου, ἐξ ὧν τὴν μίαν φύσιν παρα λαβὼν, τισὶ δὲ τῶν νοημάτων αὐτῶν ἀπαρεσκόμενος, τὰ ἡμέτερα νοήματα περιέπλασεν αὐτῇ, τὸ πορνικὸν σῶμα τῷ σωφρονικῷ ἐνδύματι καλλωπίζων. Καὶ τὴν λέξιν μὲν [τὴν μίαν] ὡς πατρῷον κλῆρον φυλάτ των, τὰς δηλωτικὰς δὲ ἐννοίας τῶν δύο φύσεων περιτιθεὶς αὐτῇ· καὶ ἐπὶ μὲν τῶν πραγμάτων δύο φύσ σεις παριστῶν, αὐτὴν δὲ τὴν λέξιν τὴν δύο παραιτούμενος τὰ πολλά. Οθεν καὶ τὸ ἄστατον αὐτῷ πρόσεστιν ἐν ταῖς ἐξηγήσεσι· τῇ γὰρ βασιλικῇ ὁδῷ μὴ βουληθείς πορευθῆναι, ἄνω καὶ κάτω περιπλανᾶται καὶ περικρούεται, συμπεριάγων τοὺς ἀκολουθοῦντας αὐτῷ· ὡς μηδὲν ἀκόλουθον πράττων, Ευτυ χέα μὲν ἀναθεματίζει, Διόσκορον δὲ ἀποδέχεται, καὶ τούτου τοὺς ἀγῶνας τιμᾷ καὶ ἀσπάζεται, οὓς ἡγω νίζετο ὑπὲρ Εὐτυχοῦς μέχρι καθαιρέσεως καὶ ἀναθεματισμοῦ καὶ ἐξορίας. Εἰ δέ τις εἴποι ὅτι μεταμελητικούς λιβέλλους ἐδέξατο Διόσκορος παρὰ Εὐτυχοῦς, καὶ διὰ τοῦτο ὑπερήσπισεν αὐτοῦ, ψεύδεται. Ο γὰρ λίβελλος ὁ ἐπιδοθεὶς αὐτῷ παρ' ἐκείνου, οὐ μεταμέλειαν ἔχει, ἀλλὰ μέμψιν κατὰ τοῦ μακαρίου Φλαβιανοῦ ὅτι καθεῖλεν ἀναθεματίσας αὐτὸν ἐξ ἀπαλῶν ὀνύχων ὀρθόδοξον ὄντα αὐτόν. Δεδόσθω δὲ μεταμέλειαν ἔχειν τὸν λίβελλον Εὐτυχοῦς. Εἰ μετάμελος ἐπὶ πταί σματι γέγονεν, τίνος οὖν χάριν Φλαβιανὸν ἐφόνευσεν τὸν ἀναθεματίσαντα Εὐτυχέα ἔτι πταίοντα; "Ον δὲ Διόσκορος ἐδέξατο μεταμεληθέντα, Σενῆρος διὰ τί ἀναθεματίζει; Καὶ Διόσκορος μὲν ὡς μὴ ὁμολογῶν ὁμοούσιον τῶν κατὰ φύσιν ἀνθρώπων τὸ αἷμα Χριστοῦ, δῆλον ὅτι οὐδὲ τὸ σῶμα εἰκότως μίαν φύσιν λέγει Χριστοῦ. Ομοίως καὶ Τιμόθεος τὴν θεϊκὴν μόνον οἶδεν φύσιν Χριστοῦ, τὴν δὲ σάρκα οὔτε φύσιν οὔτε οὐσίαν· ὡς εἶναι παρ' αὐτοῖς ὄνομα μόνον σαρ κός· ἀμφότεροι οὖν ἀκολουθοῦντες ἑαυτοῖς, μίαν φύσιν ἐδογμάτισαν, καὶ ἡγωνίσαντο κατὰ τῶν ἀναθεματιζόντων Εὐτυχέα. Σευήρος δὲ ὁμοούσιον ἡμῖν ὁμολογῶν τὸ σῶμα Χριστοῦ ἐξεναντίας τῶν διδασκάλων αὐτοῦ, καὶ φύσ σεις ὀνομάζων ἐπὶ Χριστοῦ, καὶ σκοπῶν ταύτας μετὰ τὴν ἕνωσιν, καὶ διαφορὰν, καὶ ἑτερότητα, καὶ τὸ ἀσύγχυτον, καὶ χωρισμὸν τῆς ψυχῆς ἐν τῷ καιρῷ (τοῦ θανάτου, ὅ ἐστι τοῦ ὅλου μερισμός (ἐχωρίσθη γὰρ ἡ ψυχὴ ἐκ τοῦ σώματος μόνον· ἡ γὰρ θεότης ἑκατέρῳ κατ' ουσίαν ἤνωτο), εἰ εὐλόγως μίαν φύσιν πρεσβεύει, ἀναθεματίζει δὲ τοὺς λέγοντας δύο φύσ σεις, κρινάτω ὁ ἀπροσπαθῶς δικάζων. Καίτοι γε ἐν τοῖς κατὰ τοῦ Γραμματικοῦ πρὸς πλείονα αὐτοῦ ἔλεγχον καὶ κατάκρισιν ἔφη·. Ωστε τὰ δύο τὰ ἐξ ὧν ἡ ἕνωσις, ἐν τῷ συντεθεῖσθαι τῷ νῷ μόνον ἀπ' ἀλλήλων συνθέτως διακρινόμενα μεταβέβληται γὰρ οὐδαμῶς μὴ εἶναι δύο καὶ ταῖς ὑποστάσεσιν.» Ακουέ των ὁ νήφων τοῦ μεθύοντος, ἅπερ ὁ νοῦς διέκρινεν, διὰ τοῦ στόματος ἐφανέρωσεν, ὅτι αἱ δύο ὑποστάσεις οὐ μετεβλήθησαν καὶ κατὰ τὴν ἕνωσιν, ἀλλ᾽ εἰσὶ δύο. Εἶτα ἐπασφαλιζόμενος ταῦτα οὕτως ἔχειν, ἐν αὐτῇ τῇ βίβλῳ λέγει· «Τὴν τῇ θεωρία μόνον δια
col. 937–938page 19 of 21
PG 86:937κρινομένην μίαν ὑπόστασιν τοῦ Θεοῦ Λόγου, καὶ τὴν μίαν ὑπόστασιν τῆς ἐψυχωμένης νοερῶς, καὶ ἐκ τῆς Θεοτόκου ληφθείσης σαρκὸς ἐν τῇ συνθέσει σκοπου μένας ἀναλλοιώτους, καὶ μεινάσας τοῦτο ὅπερ εἰσίν.» Εἰ μὲν τὰ διακρινόμενα τῇ θεωρίᾳ, τῇ θεωρία μό νον καὶ ὑφίστασθαι λέγει, πάντα φαντασίαν οἶδεν εἰ δὲ αἱ ὑποστάσεις ουσιώδεις εἰσὶ, δύο οὐσίας λέ γων τοῦ Χριστοῦ, τί φλυαρεί λογομαχῶν, καὶ μηδὲν ἄλλο οὕτω καλῶς εἰδὼς, ὡς τὸ κακῶς λέγειν τοὺς λέγοντας δύο φύσεις ὡς καὶ αὐτὸς, καὶ μὴ διαιροῦντας πραγματικῶς, ἀλλὰ κατ᾽ ἐπίνοιαν μόνον; Εὑρίσκω δὲ Σευῆρον δύο μὲν φύσεις εἰδότα τὸν Χριστὸν καθ' ὕπαρξιν μίαν, μίαν δὲ λέγοντα ταύτας φαντασία καὶ μόνον ἐπὶ καταστροφῇ τῶν πειθομένων αὐτῷ. Εἰ γὰρ ἐν τῇ συνθέσει ἔμειναν αἱ ὑπο στάσεις ὅπερ εἰσὶν, εἰσὶ δὲ δύο, καὶ οὐδαμῶς μετά βέβληνται μὴ εἶναι δύο, καὶ ταῖς ὑποστάσεσι καὶ τῷ νῷ θεωροῦνται δύο, πρόδηλον ότι κατὰ τὴν ἕνωσιν. Οὕτω γάρ ἐστιν ἐν τῇ συνθέσει, καὶ εἰσὶ καθ' ὕπαρ ξιν, καὶ σκοποῦνται ὅπερ εἰσὶ, καὶ ὀνομάζονται κατ' αὐτὸν Σευῆρον· ἡ δὲ λεγομένη μία φύσις, ἐπινοίᾳ μόνον, ἀληθέστερον δ' εἰπεῖν ὑπονοίᾳ ἀνθρώπων καὶ ἀναπλασμῷ λέγεται μὲν, ἔστι δὲ οὐδέν. Δύο γὰρ λόγους περὶ τοῦ αὐτοῦ πράγματος ἐναντίους αλλή λοις, ἀληθεῖς εἶναι, φύσιν οὐκ ἔχει. Εἰ δέ τις εἴποι ὅτι καὶ δύο εἰσὶ καὶ μία, ὡς μὲν μέρη ὅλου, καὶ ὡς συστατικαὶ ἀποτελέσματος δύο εἰσίν· οὐδὲ γὰρ ἐνδέχεται τὸ ἀποτέλεσμα εἶναί τιο εἰ μὴ αἱ συστατικαὶ αὐτοῦ μένουσιν· οὐδὲ τὸ ὅλον εἶναι ὅλον, εἰ μὴ τὰ μέρη μένουσιν· ὡς δὲ ὅλον καὶ ὡς ἀποτέλεσμα, μία φύσις ἐστίν. ᾿Ακουέτω ὁ τοιοῦτος, ὅτι οὐ τοῦτο βούλονται οι δίγλωσσοι ὄφεις· ή γὰρ ἂν φορητὸν ἦν. Αλλ' ἐπ' ἀναιρέσει τῶν δύο τὴν μίαν καὶ ἐπενόησαν καὶ προβάλλονται. Διὸ καὶ ἀναθεματίζουσι τοὺς λέγοντας δύο φύσεις μετὰ τὴν ἔνωσιν· καίτοι γε τῇ ἀκολουθία τῶν πραγμάτων συν ελαυνόμενοι λέγειν καὶ αὐτοὶ πολλάκις δύο φύσεις, ὡς ἀποδέδεικται. Πλὴν ὡς ἔφη ὁ μακάριος Γρηγόριος ὁ Νιτσαεὺς πρὸς Απολινάριον «Πῶς μία αἱ δύο φύσεις εἰσί;» Καθώς γὰρ ἔφη αὐτός Απολινάριος ἐν τῷ κατὰ Κεφαλαίων βιβλίῳ, ὁ μάλιστα κρατύνων τὴν λέξιν ταύτην·. Τὸ ἁπλοῦν ἔν ἐστι, τὸ δὲ σύν θετον οὐ δύναται ἓν εἶναι. ο Εἰ οὖν τὸ σύνθετον οὐ δύναται ἓν εἶναι, ἐπεὶ ἀληθῶς] οὐκέτι σύν θετον, τὸ ἐκ δύο συγκείμενον, καὶ ἔχον τὰ δύο ἐν ἑαυτῷ, καὶ ταῦτα ἐν ἅπερ συνέθηκεν αὐτὸ, πῶς δύο ναται ἓν εἶναι καὶ λέγεσθαι, εἰ μή τί γε προσώπῳ; Διὸ καλῶς εἰρήκασιν οἱ Πατέρες, δύο μὲν φύσεις εἶναι τὸν Χριστὸν, διὰ τὸ ἐξ αὐτῶν συνεστάναι καὶ συγκεῖσθαι, καὶ ταῦτα εἶναι. Αὐτὸ δὲ τὸ σύνθετον, οὐ καθ᾿ ὃ σύνθετόν ἐστιν, ἀλλὰ καθ᾽ ὅ ἀποτέλεσμα, Εν πρόσωπον. "Ινα μήτε τὰ ἐξ ὧν ἀνέλωσιν, ἀλλ' ὡς καθ᾽ ὕπαρξιν μένοντα καὶ ἐξονομάσωσι, καὶ τὴν τούτων εἰς ἑνότητα ἤτοι εἰς ἐν πρόσωπον συνδρομήν ὁμολογήσωσι. Δεῖ γὰρ καὶ τὰ μέρη τοῦ ὅλου μέρη ὀνομάζεσθαι, καὶ τὸ ὅλον μὴ μέρος λέγεσθαι, ἀλλὰ Εἰ δὲ αἱ δύο φύσεις μία γεγόνασιν, ετεροφυῆς ἄρα ἐστὶν αὕτη, ὡς ὁ μακάριος Κύριλλος ἔφη ἐν τῷ κατὰ
col. 939–940page 20 of 21
PG 86:939Συνουσιαστών. Έτεροφυής δὲ οὔτα παρὰ τὰ ἐξ ὧν συνέστη, τουτέστι παρὰ τὴν θεότητα καὶ τὴν ἀνο θρωπότητα, ἀναντιῤῥήτως κατ' αὐτοὺς, ὡς καὶ ἀνω τέρω εἴρηται, ούτε Θεός ἐστιν ὁ Χριστὸς, οὔτε ἄ θρωπος, οὔτε εἰς τῆς Τριάδος, οὔτε Θεοτόκος ή Περ θένος, οὔτε Τριὰς ἡ Τριάς, ἀλλὰ μᾶλλον δυάς. Ο γὰρ Υἱὸς σαρκωθείς, καὶ διὰ τοῦτο μία φύσις ἑτεροφυὴς γενόμενος, παρὰ τὴν τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, πώς συναριθμηθήσεται τούτοις οἷς οὐκ ἔστιν ὁμοούσιος; Εἰς τὸ τῆς λήθης χάσμα τα τοιαῦτα ληρήματα τῶν οὕτως ᾿Ακεφάλων. Επόμενοι οὖν ἁγίοις Πατράσιν ἀλήθειαν λαλοῦσι, δύο μὲν φύσεις ἐροῦμεν εἶναι τὸν Χριστὸν, ἐν δὲ πρόσωπον. Οὐδὲν γὰρ ἄλλο ἐστὶ τὸ λέγειν δύο φύσεις ἐπὶ Χριστοῦ, ἢ ὅπερ λέγει καὶ Σευήρος ὁ δίγλωσσος ἔφις, ὅτι μεταβέβληται οὐδαμῶς μὴ εἶναι δύο καὶ ταῖς ὑποστάσεσι· καὶ ὅτι μετὰ τὴν ἕνωσιν καὶ μέσ νουσι καὶ σκοποῦνται ὅπερ εἰσὶ, δηλονότι αἱ φύσεις. Τί δὲ ἕτερόν ἐστι τὸ λέγειν ἐν δυσὶ φύσεσιν εἶναι τὸν Χριστὸν, ἢ ὅπερ καὶ Σευῆρος λέγει, ἡ δικέφαλος ἀλώπηξ, κατὰ τὸν μακάριον Κύριλλον, τέλειον ἐν θεό τητι καὶ τέλειον ἐν ἀνθρωπότητι; καὶ τὰ δύο μὴ ἐν δύο φαίνεσθαι, ἀδύνατον εἶναι, ἀλλ' οὐκ ἐν προσ ώποις· οὐδὲ γὰρ δύο πρόσωπα ὁ Χριστός. Αλλ' ὁ μακάριος, φησί, Κύριλλος εἶπεν· Ὥστε τὰ δύο μηκέτι μὲν εἶναι δύο· δι' ἀμφοῖν δὲ τὸ ἓν ἀποτελεῖσθαι ζῶον.» Ακουέτωσαν οἱ τὰ ὀρθὰ διαστρέφοντες· οὐκ εἶπεν ὁ διδάσκαλος δι' ἀμφοῖν την μίαν ἀποτελεῖσθαι φύσιν, ἀλλὰ τὸ ἐν ἀποτελεῖσθαι ζῶον· ὅπερ ἴσον ἐστὶ τῷ λέγειν τὸ ἓν ἀποτελεῖσθαι πρόσωπον. Ἐπεὶ πῶς ἀληθεύει λέγων· Μένει δὲ ἑκάτερον ὅπερ ἐστὶ τῇ φύσει; Πῶς δὲ καὶ ὁ Σευήρου στήσεται λόγος, ὅτι Ἐν τῇ συνθέσει ἔμειναν τοῦτο ὅπερ εἰσὶ, τουτέστιν αἱ φύσεις, καὶ οὐχὶ ἡ μία φύσις; Τὰ οὖν δύο μὴ εἶναι δύο ζῶα ενόησεν ὁ ἅγιος, διὸ καὶ ἐπήγαγεν, τὸ Ἓν ἀποτελεῖται ζῶ ον. Παυσάσθωσαν οὖν οἱ ψευδολόγοι καλαμίνην βά στον ὑποστηρίζοντες ἑαυτοῖς· ὥσπερ δὲ αὐτοὶ λέγουσι, τῆς μιᾶς φύσεως ἀποτελεσθείσης, οὐκέτι δύνανται δύο φύσεις ἢ εἶναι ἢ λέγεσθαι· ἀντίθετος γὰρ ἡ λέξις. Οὕτως καὶ ἡμεῖς ἀντιπεριτρέψαντες τὸν λόγον, ἐροῦμεν· Εἰ δύο φύσεις εἰσὶν αἱ οὖσαι δύο, μία λέ γεσθαι οὐ δύνανται. "Οτι δέ εἰσι δύο φύσεις του Χριστοῦ, οὐ μόνον εἶπεν Σευήρος, ἀλλὰ καὶ ἔγραψεν. Εἰ δὲ καὶ μὴ εἶπεν Σευῆρος ἐν τῶν δύο, ἢ μένουσι καὶ σώζονται αἱ φύσεις, ἢ ἀπώλοντο· εἰ μὲν οὖν ἀπώλοντο, οὔτε δύο εἰσὶν, οὔτε μία. Εἰ δὲ μένουσιν, ὅπερ μᾶλλον ἀληθὲς, καὶ ὀνομάζονται· ἐπεὶ πῶς γνωσθήσεται ὅτι μένουσιν, ἢ πῶς λεχθήσεται το Μέτ νουσιν; Οὐκ ἄρα οὖν δύναταί τις χώραν ἔχειν, μία ποιεῖν ἢ λέγειν τὰς οὖσας δύο. Αὕτη δὲ ἡ τοῦ συνθέ του λέξις δύο τινῶν πραγμάτων σημαίνει σύνοδον καὶ ὁ ἀναπτύσσων τὸ σύνθετον, δύο τινά κατανοεί, ἐξ ὧν σύγκειται αὐτὸ τὸ σύνθετον, ἅπερ καὶ ἔχει ἐν ἑαυτῷ καὶ ἔστι ταῦτα, ἕως ἂν τὸ σύνθετον, σύν
col. 941–942page 21 of 21
PG 86:941θ: τον ἀληθῶς ἐστιν. Εἰ οὖν σύνθετός ἐστιν ὁ Χριστὸς, οὐ μόνον ἐκ δύο συνενήνεκται φύσεων, ἀλλὰ καὶ ἔχει ταύτας ἐν ἑαυτῷ, ὡς ἐξ αὐτῶν συγκείμενος καὶ ἔστι δὲ ταῦτα ἵνα μὴ ὡς ἄλλος ἐν ἄλλοις ᾖ σώζεται δὲ καὶ ὁ τοῦ συνθέτου λόγος. Ο οὖν βουλόμενος ὀπίσω τῆς ἀληθείας πορεύεσθαι ἐν ἁπλότητι καρδίας, ἔχει τὴν ἀλήθειαν ποδηγοῦσαν αὐτὸν, καὶ χωρίζουσαν τῆς ἀπάτης. Σὺ δὲ, ἄνθρωπε τοῦ Θεοῦ, ἐστηριγμένος ἐν τῇ ἀληθείᾳ τῆς πίστεως, ἐξ αὐτῶν τῶν Σευήρου λόγων τοῦ πολεμίου τῆς Ἐκκλησίας, επιστόμιζε τοὺς μὴ βουλομένους ὁμολογεῖν καὶ μετὰ τὴν ἕνωσιν τὰς δύο φύσεις τοῦ Χριστοῦ, κακῶς δὲ ἐκλαμβάνοντας τὴν φωνὴν τῆς μιᾶς φύσεως τοῦ Θεοῦ Λόγου σεσαρκωμένης, καὶ οὐ κατὰ τὸν μακάριον Κύριλλον, ὃς ἐχρήσατο τῇ φωνῇ ταύτῃ κατὰ τῆς σχετικῆς ἑνώ σεως Νεστορίου. Οὐ γὰρ ἐπ' ἀναιρέσει τῶν δύο φύ σεων, ὡς ληρῳδοῦσιν οἱ ψευδολόγοι καὶ φρεναπάται, ἐπὶ συστάσει δὲ μᾶλλον αὐτῶν καὶ κατ' οὐσίαν ἀσυγχύτου καὶ ἀτρέπτου καὶ ἀμειώτου Ενώσεως αὐτῶν, ὡς μαρτυροῦσε τὰ συγγράμματα αὐτοῦ, μά λιστα δὲ ἡ πρὸς Εὐλόγιον τὸν ἀποκρισιάριον ἐπιστολὴ αὐτοῦ, καὶ ὁ Προσφωνητικὸς αὐτοῦ, οὗ ἡ ἀρχή Ἐγὼ τὸ συγκεκραμένον οὐ καταδέχομαι.
Page scan enlarged

Notebook

Full View