PG 86Erechtius of Antioch in Persis
Erechtius, Bishop of Antioch in Persis
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 3321–3322page 1 of 7
FragmentumSanctus Petrus, Laodicenus Episcopus
PG 86:3321Τοῦ μακαρίου Ερεχθίου επισκόπου Αντιοχείας τῆς Πεισιδίας, ἐξ ὁμιλίας λεχθείσης ἐν τοῖς ἁγίοις Θεοφανείοις ἐν τῇ Μεγάλη εκκλησία Κωνσταντινουπόλεως, καθεζομένου του μα καρίου ἐπισκόπου Πρόκλου. Παρὰ Ησαίου τοῦ μεγάλου προφήτου ἠκούσαμεν Θεοῦ κηρυττομένου· Παιδίον γάρ, φησίν, ἐγεννήθη ἡμῖν, καὶ Υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστός, σύμ Γουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Μήτις οὖν ὑμᾶς Ἰουδαϊκὸς ἐξαπατήσειεν κλάδο;· οὕτω γὰρ καλεῖν τοὺς αἱρετίζοντας ἄξιον, ὡς ἄλλο μὲν τὸ τεχθέν, ἄλλο δὲ ὁ ἐν αὐτῷ κατοικήσας Θεὸς, καὶ ὡς δύο τοῦ γεννηθέντος αἱ φύσεις· ἂν γάρ τις τοῦτο λέ γειν τολμήσειεν, τὸν Ἐμμανουὴλ αὐτῷ μόνον ἀντί Θες, καὶ χαλινὸν σιωπῆς τὴν τοῦ ὀνόματος ὑποδέξεται μνήμην. Οὐ γὰρ δύο φύσεις, ἀλλὰ σαρκωθέντα Θεὸν ἡ Παρθένος μυστικῶς ἀπεκύησεν, δεξαμένη τὴν τοῦ Πνεύματος επιφοίτησιν. Εἰ μὲν γὰρ ἀνθρωπίνης σποράς βλάστημα ἦν ὁ Χριστὸς, συνετίθεμεν ἂν, τὸν καρπὸν κατὰ τὴν φύσιν μιμεῖσθαι τὴν ῥίζαν εἰ δὲ ἐκ Πνεύματός ἐστιν ἁγίου, κατὰ τὴν τοῦ ἀρχο αγγέλου φωνήν, Θεὸς ὁ τεχθείς, ἐπειδὴ καὶ Θεὸς ὁ τῆς γεννήσεως πρόξενος. Πέτρου Λαοδικείας,
col. 3323–3324page 2 of 7
PG 86:3323Ιωάννης πρωτοσπαθάριος τῷ ἀξιώματι.: Ο πρωτοσπαθάριος Ἰωάννης ὁ ἐχῆς ἐπιδίδωμι τὸ Τετραευαγγέλιον τοῦτο Γερμανῷ χάριν μνήμης τοῦ πατρός μου τοῦ πρωτοσπαθαρίου Ιωάννου.: Ιωάννῃ τῷ παναμαρτωλῷ καὶ πρωτοσπαθαρίῳ οἱ ἀναγινώσκοντες καὶ ὠφε λοῦντες ὠφεληθέντες) ἐκ τοῦ τετραευαγγελίου, εύχεσθέ μοι διὰ τὸν Κύριον· καὶ γὰρ κἀγὼ ἐν ἀμετρήτοις ἁμαρτίαις ὑπάρχων, καὶ οὐκ ἄλλο τι ἀγαθὸν ἐν τῷδε τῷ βίῳ πράξας ὁ ταλαίπωρος, όμως Θεοῦ εὐδοκοῦντος, πεῖραν καὶ πόθον τῶν θείων γραμμάτων αράμενος, καὶ ἐν τῇ Θεοδοσιουπόλει τάδε τὰ ἅγια διερμηνευομένη Εὐαγγέλια ἐντυχών, ὅθεν καὶ ὠνησάμενος ὑπὸ τῶν δικαίων ἐμῶν καμάτων εὐθὺς καὶ ἀνακαινίσας καὶ κοι σμήσας, μετὰ καὶ κοτζάκων ἀσημένων?) εἰς μνημόσυνον κἀμοῦ καὶ τῶν ἐμῶν γονέων διὰ παρακαλῶ ὑμᾶς, ὦ φιλόχριστοι, οἷς δ' ἂν μετὰ τὸ τελευτῆσαί με τύχοι ἡ ἁγία αύτη δέλτος οὐκ ἀμνήμων γενήσομαι ἀφ' ὑμᾶς· ὅπερ συγχωρήσει ὁ Θεός. Ιωάννης γραμματικός σπαθάριος. Εθους σμιθ, 1, 5. Ιούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς θάμαρ. Πέτρου Λαοδικέως. Τὸ ταῖς τῶν προγόνων καλλωπίζεσθαι ἀρεταῖς, καὶ μὴ ταῖς οἰκείαις σεμνύνει σθαι, παντελῶς ἐστι μοχθηρώτατον, καὶ ἀρετῆς ἀναιρετικόν. Διά τοι τοῦτο ὁ τοῦ ἡμετέρου γένους κα δεμών Χριστὸς ὁ Θεὸς ἡμῶν, οὐ μόνον ἐντολαῖς τε καὶ παραινέσεσι τὴν τοιαύτην ἀναιρῶν φαίνεται ὑπόληψιν, ἀλλὰ καὶ ἐκ τοιούτων προγόνων γενέσθαι κατεδέξατο, ἀφ᾽ ὧν οὐκ ἔστι δοξάζεσθαι· διδάσκων ἡμᾶς τοὺς εἰς αὐτὸν πεπιστευκότας τὰς τῶν προγόνων ἀρετάς τε καὶ κακίας εἰς οὐδὲν λογιζομένους, ἐπιμελεῖσθαι ἑαυτῶν, καὶ πράττειν τὰ δέοντα· ἀφ᾽ ὧν ἡ τῶν ψυχῶν ἡμῶν σωτηρία ἡμῖν προσγενήσεται 'Ο δὲ εἶπε αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον. ἀλλ᾽ οἷς δίδοται. Πέτρου Λαοδικέως. Ὅτε ἐξ ἀρχῆς ἐλέχθη ὁ 26 γος, οὐκ ἐνόησαν αὐτὸν οἱ μαθηταί. Νυνὶ δὲ νοί σαν τες ἀκριβέστερον θορυβοῦνται. Εἰ γὰρ διὰ τοῦτο φησίν, ἠνώθησαν ἀλλήλοις ὡς ἂν ὦσιν ἔν· καὶ μη δέποτε διασπασθῶσιν ἀπ' ἀλλήλων. Καν μοχθηρά ἡ γυνὴ καὶ θηριώδης υπάρχῃ, οὐ συμφέρει γαμή σαι. Βέλτιον γὰρ μὴ γαμεῖν ὅλως, καὶ τοὺς φυσιο κούς πειρασμοὺς ὑπομένειν, ἢ γυναικὶ συναφθῆναι πονηρά. Εσθιόντων δὲ αὐτῶν. Ερμηνεία. Μετὰ τὴ Εξελθεῖν τὸν Ἰούδαν, παρέδωκεν ὁ Κύριος τοῖς εν δεκα τὸ μυστήριον, ώς μέλλων λοιπών παθεῖν τινὲς δέ φασιν, ὅτι καὶ τῷ Ἰούδᾳ μετέδωκε τῶν μυστηρίων, καὶ οὐδὲ οὕτως μετεβλήθη· διὰ εἶν
col. 3325–3326page 3 of 7
PG 86:3325τοῦ λαβεῖν τὸν ἄρτον, καὶ εὐχαριστῆσαι, διδάσκει τους μαθητὰς εὐχαριστεῖν οἷς ἐδωρήσατο διὰ τοῦ ἰδίου πάθους, δι' οὗ καὶ τὰ σύμβολα γίνεται, σώματος ἐχόν των μνήμην καὶ αἵματος· διὸ ταῦτα παραδιδοὺς ἐπὶ τὸ πάθος ἐγένετο· καὶ γὰρ τοῦ ἄρτου μετέχων, τοῦ σώματος τοῦ Κυρίου μεταλαμβάνει· οὐ γὰρ προσο ἔχομεν τῇ φύσει τῶν αἰσθητῶν προκειμένων, ἀλλ' ἀνάγομεν τὴν ψυχὴν διὰ πίστεως ἐπὶ τὸ τοῦ Λόγου σῶμα· οὐ γὰρ εἶπε, Τοῦτό ἐστι τὸ σύμβολον, ἀλλὰ, Τοῦτο μου ἐστι τὸ σῶμαι δεικτικώς, ἵνα μὴ να μέσῃ τις τύπον εἶναι τὰ φαινόμενα· εἰπὼν δὲ, Λάβετε, φάγετε, τὴν αἰτίαν διδάσκει τοῦ πάθους, ὅτι ἕνεκα τοῦ λύσαι τὴν ἁμαρτίαν τοῦ κόσμου ἔπαθεν. — Καὶ λατών ποτήριον. -- Ερμηνεία. Ωσαύτως καὶ τὸ πο τήριον λαβὼν, τοῦ πάθους αὐτοῦ ὑπομιμνήσκει· καὶ διδάσκει πάλιν εὐχαριστῶν, ὅτι μετ' εὐχαριστίας δεῖ ποιεῖν τὸ μυστήριον· ἐν δὲ τῷ καιρῷ τοῦ Πάσχα μετ ταδίδωσι τὰ μυστικά, ἵνα δείξῃ ὅτι τύπος ἦν ἐκεῖνα, τοῦτο δὲ ἀλήθεια· διὸ καὶ ἑσπέρας ἐγένετο, ἐπ' ἐσχά του τῶν καιρῶν, ὅταν ἔδει τὰ νόμιμα παύσασθαι διὸ καί φησι, τοῦτο ποιεῖτε, ὡς ἐκείνου ἡμᾶς ἀπο ά; ων μνησθεὶς δὲ διαθήκης καὶ αἷματος, δείκνυσιν ὅτι μέλλει τελευτᾷν· καὶ γὰρ τὴν διαθήκην την και νὴν τὸ αἷμα αὐτοῦ συνίστησι· ὡς καὶ τὴν παλαιὰν, τὸ αἷμα τῶν προβάτων· καὶ γὰρ κἀκεῖνα διὰ ταῦτα ἐγένετο· γευσάμενος δὲ τοῦ ποτηρίου, ἀποτάσσεται τῷ σωματικῷ πόματι· καινὸν δέ τινα τρόπον εύφρο σίνης ἐπαγγέλλεται τοῖς μαθηταῖς, ἢν μετὰ τὴν ἀνάστασιν ἔδειξε, φαγών και πιών, οὐκέτι κατὰ χρείαν, ἀλλὰ πιστούμενος τὴν ἀληθῆ τοῦ σώματος φύσιν· βασιλείαν γὰρ Θεοῦ νῦν τὴν ἀνάστασιν λέγει αὐτοῦ· καινὸν δέ φησι διὰ τὸ καινοπρεπές· ἐπειδὴ ἄφθαρτον ἔχων λοιπὸν τοῦ μέλλοντος αἰῶνος μυστή μον· ἧς οἱ ἅγιοι τεύξονται, ἧς λέγει καὶ ἑαυτὸν χοι νωνεῖν· ἐπειδὴ τὴν ἡμετέραν σωτηρίαν τροφήν οἰκείαν λογίζεται· μετά οὖν τὴν μυστικήν παράδοσιν, κ. τ. λ. Ερμηνεία. Διὰ τοῦ Καὶ ἐσθιόντων αὐτῶν. των παρέδωκεν τοῖς μαθηταῖς, ὅπως ἐπιτελεῖν αὐτοὺς προσῆκεν τῆς καινῆς διαθήκης το μυστή. μον· διὰ γὰρ τοῦτο εὐλόγησεν καὶ εἶπεν, διδοὺς αὐτοῖς μεταλαβεῖν & προσῆκον ἦν, ἵνα ἐκεῖνοι διὰ μὲν τῆς εὐλογίας καὶ εὐχαριστίας μάθωσιν, ὡς μεγάλα ἀληθῶς καὶ πάσης εὐχαριστίας ἄξια τὰ διὰ τοῦ Χριστοῦ πάθους οἰκονομηθέντα· ὧν δὲ σύμβολον ταῦτα ἐπιτελεῖσθαι παρέδωκεν αὐτοῖς. Διὰ δὲ τοῦ εἰπεῖν, Τοῦτό ἐστιν τὸ σῶμά μου, καὶ τοῦτο τὸ αἷμά μου, ὅτι τὸν μὲν ἄρτον προτιθέντας μετὰ τὴν εὐχαριστίαν, προσῆκεν αὐτοὺς σώματος νομίζειν μετ ταλαμβάνειν, τὸ δὲ ποτήριον ἐν τάξει τοῦ αἵματος ἡγεῖσθαι· περὶ & τὸ πάθος ἐγένετο ἐπὶ κοινῇ τῇ τάντων σωτηρία τε καὶ ἀφέσει τῶν ἡμαρτημένων αὐτοῖς· ἡ γὰρ ἐπὶ τούτοις γινομένη πίστις, ὁμοῦ τε τῶν πληρωθέντων ὁμολογίαν ἔχει, καὶ τὴν μετου σ' αν τῆς ἀφέσεως χαρίζεται τοῖς πιστεύουσιν· δι δάσκει τε μὴ πρὸς τὴν φύσιν ἀφορᾷ τῶν προκε μένων, ἀλλὰ διὰ τῆς γινομένης ἐπ' αὐτοῖς εὐχαρι κιν,
col. 3327–3328page 4 of 7
PG 86:3327τοῦ Θεοῦ Λόγος ἑνώσας αὐτὸν τῇ ἰδίᾳ σαρκί, καθ' εν οἶδεν τρόπον αὐτὸς, ζωοποιὸν ἀπέφηνεν αὐτήν· ἔφη γάρ, ότι ῾Ο ἄρτος ἂν ἐγὼ δώσω, ή σάρξ μου ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. καὶ πάλιν Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ έχετε ζωὴν αἰώνιον· οὐκοῦν τοῦτο ποιοῦντες. ζωὴν ἔχομεν ἐν ἑαυτοῖς αὐτόν· ἔφη γάρ· Ο τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Έδει γὰρ αὐτὸν διὰ μὲν τοῦ ἁγίου Πνεύματος ἐν ἡμῖν γίνεσθαι θεοπρεπώς συν ανακίρνασθαι δὲ ὥσπερ τοῖς ἡμετέροις σώμασιν διὰ τῆς ἁγίας αὐτοῦ σαρκὸς καὶ τοῦ τιμίου αἵματος· δ δὴ καὶ ἐσχήκαμεν εἰς εὐλογίαν ζωοποιὸν ὡς ἐν ἄρτῳ τε καὶ οἴνῳ, ἵνα μὴ ἀποναρκήσωμεν, σάρκα τε καὶ αἷμα προκείμενα βλέποντε; ἐν ἁγίαις τραπέζαις τῶν Ἐκκλησιῶν· συγκαθιστάμενος γὰρ ὡς Θεὸς ταῖς ἡμετέραις ἀσθενείαις ἐνίησι τοῖς προκειμένοις δύνα μιν ζωῆς, καὶ μεθίστησιν αὐτὰ πρὸς ἐνέργειαν διὰ τῆς ἑαυτοῦ σαρκὸς, ἵνα εἰς μέθεξιν ζωοποιὸν ἔχωμεν αὐτά, καὶ οἷον σπέρμα ζωοποιόν, εὑρεθῇ τὸ σῶμα τῆς ζωῆς. Περὶ πολλῶν δὲ ἐκχυνόμενον λέγων τὸ αἷμα, τὸ περὶ πάντων λέγει· Εἰς γάρ, ώς φησι Παι λος, ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οι πάντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Ιστέον δὲ ὅτι καὶ τῶν μυστηρίων μετασχὼν ὁ Ἰούδας, ὡς ὁ Λουκάς φησιν, ἔμεινεν ὁ αὐτός· καὶ τῆς φρικωδεστάτης ἀπολαύσας τραπέζης, οὐ μετεβάλετο· ἔφη γάρ· Μετὰ τοῦτο εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς, αὐτοῦ σώματος καταφρονῶν. ᾿Αλλὰ τῆς ἀναισχυντίας καταγελῶν τοῦ προδότου, οὐκ ἐκώλυσεν αὐτὸν ὁ Χριστὸς, καίτοι πάντα εἰδὼς, δεικνὺς ὅτι οὐδὲν παραλιμπάνει τῶν εἰς διόρθωσιν ἡκόντων· ὡς δὲ Ἰωάννης φησιν, ὅτι προεξῆλθεν Ἰούδας· οὐ γὰρ ἂν ἐδέξατο τῆς σωτηρίου κοινωνίας τὸν τύπον ὁ τῆς Χριστοκτονίας ὑπηρέτης· εἰ γὰρ καὶ τὰ ἄλλα πάντα ἤνεγκεν ὁ Χριστὸς, ἀλλὰ τοῦτο οὐκέτι συγκεχώρητο αὐτῷ. στίας ταῦτα ἐκεῖνα εἶναι πιστεύειν· ὁ γὰρ ζωοποιός Ερμη Καὶ λαβὼν ἄρτον εὐχαριστήσας. νεία. Εγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐ ρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, φησί που ὁ Σωτήρ· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρ του, ζήσει εἰς τὸν αἰῶνα, κ. τ. λ. Οὐκοῦν ἐσθίοντες τὴν σάρκα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ πίνοντες αὐτοῦ τὸ αἷμα, ζωὴν ἔχομεν ἐν ἑαυτοῖς Εδει τοίνυν τὸν ἄνθρωπον κεκρατημένον θανάτῳ, οὐκ ἄλλως πρὸς ἀφθαρσίαν ἀναδραμεῖν· ἐπεὶ οὐ δυνατὸν ἦν, εἰ μὴ τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ιδιοποιη σάμενον τὸ σῶμα ἡμῶν, γεννηθήναί τε κατὰ σάρκα ἐκ γυναικός· καὶ ἑαυτὸν ἡμῖν ἐμφυτεύσας ἐν φύραμα γενέσθαι καθ' ἔνωσιν ἀδιάσπαστον· ἑνώσας γὰρ ἑαυτῷ τὴν θανάτῳ κάτοχον σάρκα Θεὸς ὢν ὁ Λόγος, καὶ ζωή, ἀναστήσας αὐτὴν ἐκ νεκρῶν, θανάτου καὶ φθο ρᾶς ἀπέφηνε κρείττονα, καὶ ἀπεσόβησεν αὐτῆς τὴν
col. 3329–3330page 5 of 7
PG 86:3329φθοράν, ἄφθαρτόν τε καὶ ζωοποιὸν ἀπειργάσατο ἐπεὶ τοίνυν ἔδει καὶ διὰ τοῦ ἁγίου Πνεύματος ἐν ἡμῖν γενέσθαι θεοπρεπώς, συνανακίρνασθαίτε ὥσπερ τοῖς ἡμετέροις σώμασι, διὰ τῆς ἁγίας αὐτοῦ σαρκὸς καὶ τοῦ τιμίου αἷματο;,etc. Εἰπὼν δὲ, Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν, ἐξάγει αὐτοὺς τῶν Ἰουδαϊκῶν ἐθῶν. Καθάπερ γάρ, φησί, τὸ τοῦ ἀμνοῦ ἐποι εἴτε εἰς ἀνάμνησιν τῶν ἐκεῖ θαυμάτων, οὕτω τοῦτο εἰς τὴν ἐμὴν ἀνάμνησιν, ἕως ἂν παραγένωμαι. Ωστ αύτως καὶ τὸ ποτήριον μετὰ τοῦ ἄρτου ἐμφαντικῶς, ἵνα τὸ προειρημένον νοήσης, οὐ μὴν ἄλλο παρὰ τὸ πρῶτον, οὗπερ ἐπιτρέπει μεταλαβεῖν μετὰ τὴν τοῦ ἄρτου μετάληψιν· 8 καὶ λαβὼν εἶπεν· Τοῦτο τὸ ποτήριον ἡ καινή διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον. Τινὲς δὲ δεύτερον τοῦτο γενέσθαι φασί· καὶ τὸ μὲν πρῶτον, ποτήριον δεξάμενος, εὐχαριστήσας εἶπεν· Λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς· τὸ δὲ δεύτερον, μετὰ τὸν ἄρτον καὶ μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον, Σιωπᾷ δὲ αὐτὸς (Ιωάννης) μόνος, αὐταῖς λέξεσι, περὶ τὴν τοῦ μυστηρίου παράδοσιν κ. τ. λ. Οὐχ (όμως) ἀπα βασήμαντον ἀφῆκε τὸν περὶ τοῦ μυστηρίου λόγον, ἀλλὰ διηγηματικῶς αὐτὸ λέγει εἰρῆσθαι παρὰ τοῦ Σωτῆρος" Εγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· καὶ πάλιν· Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα ὁ δὲ ἄρτος ὃν ἐγώ δώσω, ή σάρξ μου ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· καὶ πάλιν 'Η γὰρ σάρξ μου ἀληθής ἐστι βρώσις. Καὶ τὸ αἷμά μου, ἀληθῆς ἐστι πόσις. Τὴν σάρκα ἑαυτοῦ ἄρτον καλεῖ διὰ τὸ ἐσθίεσθαι ἐν τοῖς μυστικοῖς, Μὴ οὖν τοῖς σαρκικοῖς ὀφθαλ μεῖς ὁρᾶτε τὰς δεδομένας παρ' ἐμοῦ τροφὰς, ἀλλὰ τοῖς νοητοῖς· ἡ γὰρ σὰρξ τοῦ Λόγου ὑπερπηδᾷ πάντα νοῦν καὶ λόγον. Πάτερ ἡμῶν Τότε Πατὴρ ἡμῶν ὁ Θεὸς χρηματίζει ὅτι διὰ τῆς τοῦ Πνεύματος ἐπιφοιτήσεως τῆς υἱοθεσίας ἀξιωθώ μεν· ὁ γὰρ Πατέρα καλῶν τὸν Θεὸν ὀφείλει καθαρός νύμου σχόλια εἰς εὐχήν Κυριακή». χρόνου
col. 3331–3332page 6 of 7
PG 86:3331τῶν οὐρανῶν. Θρασὺς ὁ μορφωθείς πρὸς τὸν διαῖο λον, λέγων Πατέρα τὸν Θεὸν ἂν οὐ δοξάζει. Εἰπὼν τὸ ἡμῶν, ἵνα τοὺς πολλοὺς δείκνυσιν, ὡς ἑνὸς σώματος, μιᾶς ἁπάντων οὔσης κεφαλῆς τοῦ Θεοῦ. Υπεμφαίνει δὲ καὶ τὸ ὑπὲρ ἀλλήλων ευχεσθαι, ὡς ὅτι πάντες ἀδελφοὶ ἐσμεν. & εἶναι ἀπὸ ἁμαρτιῶν καὶ κληρονόμος τῆς βασιλείας ἁγιασθήτω, οἷον αγιασθείη, Παράφρασις εὐχῆς κυριακῆς, περί εὐχῆς αποσπασμάτιον Τὸ δὲ ἐν τοῖς οὐρανοῖς. περιοχήν Τὸ δὲ, ἐν τοῖς οὐρανοῖς (2'), όταν εἴπῃ, οὐκ ἐκεῖ τὸν Θεὸν συγκλείων τοῦτό φησι, ἀλλὰ τῆς γῆς ἀπό άγων τὸν εὐχόμενον, καὶ τοῖς ὑψηλοίς προσηλών. Αγιασθήτω τὸ ὄνομά σου. Τὸ δὲ ἁγιασθήτω, οὐ προστακτικός, εὐκτικόν δὲ οἷον, αγιασθείη· οὐχ ἵνα ἐκ βεβήλου ἁγιασθείη, ἀλλ᾽ ἵνα ἡμῖν ἀποκαλυφθείσης τῆς ἁγιότητος απ τοῦ, ἀξίως αὐτῷ διδῶμεν ἁγιότητα, ονομάζοντες Θεόν. Ελθέτω ἡ βασιλεία σου. "Η τὴν μελλησάντων ἀγαθῶν ἀπόλαυσίν φησιν, ἢ τὴν διὰ τοῦ ἁγίου Πνεύματος δωρεάν, ἢ τὴν δευτέραν αὐτοῦ παρουσίαν. Ἐπειδὴ καὶ φύσει Θεός ἄνθρωπος Χριστὸς οἰκονομικῶς καλεῖται, βασιλεὺς ὡς ἄνθρωπος, έπεύχονται οἱ πιστοὶ τοῦτο καὶ ἐπὶ τοὺς ἀπίστους ἐλθεῖν, ἵνα εἰς Χριστὸν πιστεύσαντες, βασιλέα ἴδιον ἐπιγράφωνται αὐτόν. Γενηθήτω τὸ θέλημά σου. Τὸ δὲ, Γενηθήτω τὸ θέλημά σου, δηλοῖ· ὥσπερ ἐν οὐρανῷ καθαρῶς καὶ ἀμέμπτως πάντες οἱ ἄγγε λοι πολιτεύονται, οὕτω καὶ τοὺς ἀνθρώπους ἐν τῇ γῇ ποίησον· ἡ οὕτως· Ὥσπερ οἱ ἄγγελοι ἐν οὐρανοῖς εἰσιν, οὕτω καὶ ἡμᾶς ἀξίωσιν ἐν τῇ ἀναστάσει του πνευματικοῦ καὶ καθαροῦ σώματος Ευκτικόν. εὐεκτικώς εὐκτικόν, άγια σθήτω, άγια θείη. εὐχῆς. υψις τι την μελλησάντων Η τὴν μελλησάντων – παρουσίαν. περικοπήν; Διδώμεν ἁγιότητα, ονομάζο τες Θεόν. Ελθέτω βασιλεία σου. Η τῶν μελλη σάντων-παρουσίαν. Επειδή δέ. Θεὺς ἄνθρωπος Χριστός. ἄνθρωπος φύσέ: Θεὸς Χριστός, Σώματος.
col. 3333–3334page 7 of 7
Commentarius in Quatuor Evangelia
PG 86:3333Αρτον ἐπιούσιον. Αρτον δὲ ἐπιούσιον ἢ τὸν συνιστῶντα τὸ σῶμα ἡμῶν φησι, τουτέστι, τὸν ἐφήμερον, ἢ τὸν ἐπιόντα καὶ προσδοκώμενον τοῦ Πνεύματος ζωοποιὸν ἄρτον, τουτέστι τὸν μέλλοντα· όνοματοπεποίηται τοίνυν ἐπιούσιον (θ), ἢ παρὰ τὸ ἐπιέναι καὶ ὑπερέρχεσθαι, ἵνα ἦν τὸν μὴ τοῦ ἐνεστῶτος αἰῶνος οἰκεῖον, ἀλλὰ τὸν ἀποδοθησόμενον ἐν τῷ μέλλοντι τοῖς ἁγίοις, δὸς ἡμῖν ἡδη· ἢ, ἐπείπερ οὐσία κυρίως· ἐστὶν ἡ ἐνεστῶσα καὶ βέβαιος, οἷα ἡ τῆς ψυχῆς ἡμῶν φύσις, φοροῦσα τὴ κατ' εἰκόνα τοῦ ἀοράτου Θεοῦ, κατὰ τοῦτο λέγοιτ' ἂν ὁ τῇ κυρία, οὐσίᾳ ὁμιλῶν, ἄρτος ἐπιούσιος, Θεὸς ὢν λόγος, ζῶν ἄρτος. έπιούσιον, ἐπιόντα, ὀνοματοποιΐα, τ ἐπιούσιον, παρὰ τὸ ἐπιέναι ἐπιούσιος Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα Εἶτα δυσωπῶν ὁ λόγος ἀμνησικακεῖν, συνειδότας ἑαυτοῖς ἁμαρτίας, μετριάζειν διδάσκει, τὸ τῶν ἴσων θέλειν τυχεῖν, φησί γάρ; Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα. Πᾶν δὲ ἁμάρτημα ὀφείλημά ἐστιν. ἀμνησικακίαν, Εἰ γὰρ μὴ ἐνδύσηταί τις τῆς ἀμνησικακίας ἀρε τὴν, οὐ δύναται τυχεῖν ἀφέσεως. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν. Εἶτα διδάσκει μὴ παραιτεῖσθαι τοὺς ἀγῶνας, πλὴν μὴ ἐπιρρίπτειν ἑαυτούς· εἰ δὲ ἀνάγκη καλέσῃ, δεξ εὔχεσθαι τοῦ ῥυσθῆναι, καὶ μὴ ἡττηθῆναι· ὁ γὰρ ἐν τῇ πάλῃ νικῶν, καὶ μὴ ἐγκαταλειπόμενος, οὐκ εἰσ έρχεται εἰς πειρασμόν· πειρασμὸς γάρ ἐστιν ἡ ἥττα, καὶ ἡ ἀπὸ τοῦ διαβόλου πλάνη. Ο δὲ μὴ εἰσελθὼν εἰς δίκτυα πειρασμοῦ ἐῤῥύσθη ἀπὸ τοῦ πονηροῦ. Πονηρὸς δέ ἐστιν ὁ διάβολος, οὐ φύσει, ἀλλὰ προαιρέσει· οὐ γὰρ τῶν ἐκ φύσεως ἐστιν ἡ πονηρία, ἀλλὰ ἐξ αὐτεξουσίου κακίας καὶ προαιρέσεως για Τον συνιστώντα τὸ σῶμα. ἐπιούσιος ψευδοδοξίαν ἐπιούσιον που σωματικών, νοητὸν εἰ τὸν τρέ φοντα τὴν ψυχήν. αποσπασμάτιον, Τὸν ἐπιόντα-τουτέστι τὸν μέλλοντα. τοῦ ἐπιούσιον προσδοκώμενον τοῦ Πνεύματος ζωοποιὸν ἄρτον, Επιούσιον. τὸ ἐπιούσιον. ἐπιούσιον &μοούσιον, τὸ ὁμούσιον, είτε τῆς ἀμνησικακίας, προαιρέσει, παρὰ τὸ ἀπιέναι, όμοούσιον ἀπιέναι τὸ ἐπιούσιον παρὰ τὸ ἀπιένη:. θέλειν, Πονηρὸς δὲ ἐστιν ὁ διάβολος. Πονηρὸν ἐνταῦθα διάβολον καλεῖ. δεικνὺς ὅτι οὐ φύσει τοιοῦτός ἐστιν· οὐ γὰρ τῶν ἐκ φύσεως, ἀλλὰ τῶν ἐκ προαιρέσεως ἐπιγενομένων ἐστὶν ἡ πονηρία. Κατ ἐξοχὴν δὲ οὕτως ἐκεῖνος καλεῖται, διὰ τὴν ὑπερβολὴν της κακίας.
Page scan enlarged

Notebook

Full View