Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 3313–3314page 1 of 4
JobiiNotitia
PG 86:3313μάτων διάπυρον εραστήν. ΙΟΒΙΟΥ ΕΙΣ ΤΟ ΔΙΑ ΤΙ Ο ΥΙΟΣ ΕΣΑΡΚΩΘΗ ΚΑΙ ΟΥΧ Ο ΠΑΤΗΡ Η ΤΟ ΠΝΕΥΜΑ μελίῳ τῆς οἰκονομίας πρόεισι καὶ μηνύεται ἡ αἰτία, δι᾿ ἣν ὁ Υἱὸς καὶ Λόγος ἐσαρκώθη μόνον οὐχὶ δι' αὐτῶν τῶν πραγμάτων ὑπὲρ ἑαυτοῦ ἀπολογουμένου τοῦ Θεοῦ Λόγου, καὶ μὴ ἐῶντος πλανάσθαι περὶ τὸ ζήτημα, ἀλλὰ μεθ' ἑαυτοῦ τὴν λύσιν τῆς ἀπορίας φέ
col. 3315–3316page 2 of 4
PG 86:3315ροντος. Αὐτὴ γοῦν ἡ φάτνη, κήρυκος μεγαλοφωνότερον, οἷα τροφὸς ὑποδεξαμένη σπαργανωθέντα τὸν Λόγον, ἤ ποτε τῶν ἀλόγων τῶν τῷ νόμῳ καθαρῶν, καὶ ἀκαθάρτων βοῶν, καὶ ὄνων δεξαμένη, καὶ τροφός οἷς δηλοῦται τὰ δύο τοῦ κόσμου διχοτομήματα, διὰ μὲν τῶν βοῶν, ὁ τῷ τοῦ νόμου ζυγῷ ὑποτεθεὶς Ισραήλ, καὶ ἐργάτης εἶναι τῶν ἐντολῶν ἐπιταχθείς· διὰ δὲ τῶν ὄνων, ἡ τῶν ἐθνῶν πληθὺς, ἡ νομικῶν μὲν ἐλευθέρα ζυγῶν, ὑπόστρωμα δὲ καὶ καθέδρα δαιμονίων τυγχά ναυτα. Καὶ 'Αμβακούμ τὰ τῆς οἰκονομίας προλέγων, Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ, φησίν· τῇ γὰρ τοῦ Λόγου μεσιτεία συνάπτεται ἔθνος ἑκάτερον, καὶ τοῦ φραγμοῦ τὸ μεσότοιχον λύεται· Εν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔστιν "Ελλην καὶ Ἰουδαῖος, οὐ περι τομὴ καὶ ἀκροβυστία. Καὶ μάρτυς τῶν εἰρημένων, ὅ τε μέγας Γρηγόριος λέγων. Τὴν φάτνην προσκύ ντσον, δι᾿ ἣν ἄλογος ὢν ἐτράφης ὑπὸ τοῦ λόγου· καὶ γνῶθι ὡς βοῦς τὸν κτησάμενον, Ησαΐας διακελεύο εταί σοι· καὶ ὡς ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, εἴτε τῶν καθαρῶν τις εἶ, καὶ ὑπὸ τὸν νόμον καὶ μηρυκισμὸν ἀναγόντων τοῦ Λόγου, καὶ πρὸς θυσίαν ἐπιτηδείων, εἴτε τῶν ἀκαθάρτων τέως καὶ ἀθύτων, καὶ τῆς ἐθνικῆς μερίδος· καὶ ὁ μέγας Βασίλειος, Εἰ καὶ τὴν φάτνην ο αἱρετικὸς αὐτῷ ὀνειδίσει, δι' ἧς ἄλογος ὢν ἐτράφη ὑπὸ τοῦ λόγου.» Β'. 90.] "Οτι τὸ βάπτισμα τῆς υιοθεσίας ή ρίζα, τῷ Πνεύματι διαφερόντως ἀποκεκλήρωται· καὶ γὰρ μετὰ τῆς τοῦ βαπτίσματος ἀρχῆς τε καὶ είζης τὸ Πνεῦμα σωματικῶς ἡμῖν ἐν εἴδει περιστερᾶς ἐπεδήμησεν, καὶ τῷ καθαρισμῷ τὸ καθαροποιὸν συμπροέρ χεται, καὶ ὥσπερ Χριστῷ τὸν σωματικὸν ἑορτάζομεν τόκον, θεοφανείας ἐντρυφῶντες ἡμέραν, τοῦ Υἱοῦ ἐπὶ τῆς γῆς ὀφθέντος καὶ τοῖς ἀνθρώποις συναναστραφέντος·· οὕτω καὶ τὴν τῶν φώτων, ήγουν αῦ φωτίσματος ἡμέραν θεοφανείας προσηγορία τιμῶντες, οὐκ ἔλαττον, καὶ αὐτῷ σωματοειδῶς ἐπιφανέντι συνεπιτελοῦμεν τῷ Πνεύματι. Διὸ καὶ τοῖς νεοβαπτί στοις πρὸς γνῶσιν καὶ πίστωσιν τῆς τοῦ καθήραντο; καὶ τελειώσαντος Πνεύματος ἀξίας, ἀῤῥαβὼν ἐδίδοτο τῆς πίστεως τοῦ Πνεύματος τὰ χαρίσματα, τὸ τῆς υἱοθεσίας ὄντως ἐνέχυρον. "Οτι γάρ ἐστε υἱοί, φησίν, έξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ὑμῶν· καὶ ὁ Σωτήρ· Εἰ μή τις γεννηθῇ δι' ὕδατος καὶ Πνεύματος· καὶ, Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ καὶ περί· καὶ ὁ μακάριος Ιωάννης· Ἐν τούτῳ γινώσκομεν δει ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν ἐκ τοῦ Πνεύ ματος οὗ ἔδωκεν ἡμῖν· καὶ ὁ Παῦλος· Ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως· καὶ πολλὰ ταῦτα. Γ'. 189.] Ἐν τοῖς πλείοσι τὸ ὀφείλον γίνεσθα διδάσκει, οὐ τὸ πάντως οὕτως γινόμενον· οἷόν ἐστι καὶ τὸ παρόν· εἶπε γὰρ τοῦτο κατὰ τὸ εἰκὸς, ὡς τοῦ δικαίου, καὶ τοῦ ἀκολούθου τοῦτο ἀπαιτοῦντος· εἰ καὶ τοὐναντίον ἐν τοῖς πλείστοις τῶν ἀνθρώπων ἔστιν εὑρεῖν. Οἱ μὲν γὰρ δίκαιοι πάντες διὰ τῆς ἀρετῆς, εἰ καί τι προήμαρτον ὡς ἄνθρωποι, καθαρισθέντε; καὶ τὸ χρέος πολυπλασίως ως όΖακχαῖος ἀποδύντες,
col. 3317–3318page 3 of 4
PG 86:3317καὶ ἔτι μυρίους ἱδρώτων μισθούς ὀφειλόμενοι, Εσται γὰρ, φησὶν, ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, οκοποί εἰ καὶ μικροῖς ὑπέκειντο πλημμελήμασιν, ἀγαπῶσι πολύ· τὸ δὲ τῶν ἁμαρτωλῶν ἡμῶν πλῆθος μυρίαις βρύοντες έλκεσι, καὶ ὡς εἰκὸς πολλὰ καὶ τῷ βαπτίσματι, καὶ ὡς ἄλλως χρηστότητι θεία συγχωρηθέντες καὶ καθ' ἡμέραν ἀδικοῦντες, καὶ τῶν παρὰ Θεοῦ πάντων ἀγαθῶν ὑπὲρ τοὺς ἀγαθοὺς ἀπολαύοντες, μικρὰ τῆς ἀνεχομένης, καὶ μεγάλα δωρουμένης θείας ἀγάπης φροντίζομεν. Ὁ μὲν γὰρ Ἰὼβ ἄμεμπτος ῶν, ὡς καὶ ἄλλοι κατ' ἐκεῖνον μυρίοι, υπερηγάπα τὸν Θεόν, μὴ μετρῶν πρὸς τὰ αὐτῷ πεπραγμένα δὲν ἔρωτα· Ἰούδας δὲ, κλέπτης ὤν, και μιαιφόνος τὸν τρόπον, καὶ οὐ μόνον τὸ πᾶν ἀφεθεὶς, ἀλλὰ καὶ τοῖς ἄλλοις ἀφιέναι ἐξουσίαν ειληφώς, φονεὺς τοῦ εὐεργέτου καὶ προδότης ἐγένετο· καὶ οἱ μὲν Ἰουδαῖο λίαν αγαπώμενοι καὶ ἀκεύοντες τοῦ τὰς ἁμαρτίας αὐτῶν ἀφιέναι βουληθέντος, λέγοντος· Οὐκ ἦλ θεν εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οίκου Ισραὴλ, ἐδίωκον καὶ ἀπεστρέφοντο, οἱ δὲ ἐθνικοὶ ἀκούοντες τὸ, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι κυναρίοις, προσέτρεχον καὶ συντόμως οἱ δίκαιοι τὴν στενὴν καὶ τεθλιμμένην ἐξεύοντες, καὶ πυρὶ καὶ σιδήρῳ παραβαλλόμενοι, ὅμως παρέμειναν, πλέον καὶ πλέον τῆς ἀγάπης τοῦ Θεοῦ ἐχόμενοι· οἱ δὲ ἁμαρτωλοὶ, καὶ εὐθηνοῦντες, καὶ εἰς τὸν αἰῶνα κατὰ τὴν Γραφὴν κατέχοντες πλούτου, τῷ εὐεργετοῦντι Θεῷ οὐκ εὐγνωμονοῦσιν. Εἰ οὖν μὴ κατὰ τὸν λεχθέντα σκοπὸν τοῦτο νοήσομεν, τί ποιήσομεν τῇ τἀναντίᾳ Χεγούση παραβολῇ, ἐν ᾗ Ο τὰ μυρία τάλαντα συγχωρηθεὶς, μικρὰ τῆς τοῦ συγχωρήσαντος ἀγάπης φροντίσας, κατὰ τοῦ συνδούλου ἐμάνη·. δι' οὗ μέσου καὶ τὸν Δεσπότην ύβρισεν, εἴ γε τῆς αὐτοῦ φιλανθρωπία; τὸ τὰ τῶν δούλων εἰς ἑαυτὸν ἀναδέχεσθαι, παρ᾽ οὗ καὶ τὸ, Εφ' ὅσον ἐποιήσατε ἐνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιή. σατε. Τὸ αὐτὸ νοητέον καὶ περὶ τῆς παραβολῆς τοῦ ἀσώτου καὶ τοῦ σώφρονος τῶν δύο ἀδελφῶν· οὐχ ὡς τούτου πάντως οὕτω προελθόντος, ἀλλ' ὡς τῆς τῶν πραγμάτων ἀκολουθίας οὕτω ταῦτα καθ᾽ ὑπόθεσιν ἀπαιτούσης, καὶ μονονουχὶ τῆς Γραφῆς τὸ μέγεθος τῆς εἰς ἡμᾶς φιλοτιμίας τοῦ Θεοῦ διὰ τούτων ἐπιδεικνυούσης, καὶ ἡμᾶς ἐντρεπούσης, εἴ γε δέον, τοῦ ἀσώτου τῷ πατρὶ προδραμόντας, καὶ ἐξομολογουμένου; οὕτω τὰ πρὸς σωτηρίαν αιτήματα λήψεσθαι. Τὸ ἔμπαλιν ὁ Θεὸς μηδὲ εὐγνωμονηθείς, μηδὲ αἰ τηθεὶς φιλοτιμεῖται· ἡ οὖν τῆς παραβολῆς, καὶ τῶν δεόντων διήγησις, τοῦ πλήθους τῆς ἡμῶν κακίας, καὶ τῆς ἀράτου τοῦ Θεοῦ φιλανθρωπίας ἔλεγχός ἐστι, καὶ ὑπόμνησις. Δ'. 441.] Οἱ γὰρ κατὰ τὴν κοινὴν καὶ συνήθη τῶν δίων δημιουργίαν, Λόγῳ καὶ τὴν ἡμετέραν φύ σιν ἀνέπλασεν· ἀλλ' ὅπερ ἐπ' οὐδενὸς τῶν ἄλλων ἠνέσχετο, οὐκ ἐπ' ἀγγέλων, οὐκ ἐπ' ἄλλης τινὸς φύ σέως, τοῦτο ἐπὶ τῇ τῶν ἀνθρώπων ὑπέστη σωτηρία. ᾿Αντὶ δεσπότου γὰρ δοῦλος χρηματίσας, εἰκότως καὶ καταλιπεῖν τὰ ἐννενήκοντα εννέα λέγει πρόβατα, την εἰς ἄλλο παραδοξότερον καὶ θαυμασιώτερον εἶο;
col. 3319–3320page 4 of 4
PG 86:3319δημιουργίας ἀναχώρησίν τε καὶ μετάθεσιν, καὶ τὴν τῆς συνηθείας καινοτομίαν τῆς παραβολής αἰνιγματιζούσης· καὶ ὡς οὐ καθ᾽ ἂν τρόπον τὸ πᾶν ἐξ ἀρχῆ; συνεστήσατο, ἀλλὰ καινοπρεπή τε καὶ ὑπὲρ πάντα λόγον τὸν ἡμέτερον ἀνακαινισμὸν ἐξειργάσατο. Ε'. 422. ] Τὰ σύμβολα τῆς υἱότητος ἀνακτά τα πάλιν παρὰ τοῦ ἀγαθοῦ Θεοῦ καὶ Πατρὸς, ὁ ταύ της ἐκπεσὼν ἄνθρωπος, στολήν λαμπρὸν, καὶ τὴν ἐν τῷ δακτυλίῳ σφραγίδα, καὶ τὸν τυθέντα μόσχον σιτευτόν ἅπερ ἅπαντα τῆς καθ' ἡμᾶς υἱοθεσίας εἰς! προμηνύματα. Τί γὰρ ἂν εἴη σφραγὶς ἢ δακτύλιος, ἀλλ' ἡ τοῦ Πνεύματος τὰ δῶρα, καὶ χάρις, καὶ εἰς υἱοθεσίαν ἀνάκλησις; εἴπερ τοῦ δακτύλου ὁ δακτύ 2:2; φόρεμα - δάκτυλον δὲ λέγεσθαι τὸ Πνεῦμα μερ τυρί τὸ, Εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. Καὶ ἐγὼ Ἰόβιος ἐπίσκοπος. Ομολογῶ τὸν Κύριον Ἰησοῦν Χριστὸν, ἐξ αἰῶνο; μὲν ἄσαρχον θεὸν Λόγον, ἐπ' ἐσχάτων δὲ αἰώνων, σάρκα ἐξ ἁγίας Παρθένου ενώσαντα ἑαυτῷ, είναι θεσ καὶ ἄνθρωπον, ἵνα καὶ τὸν αὐτὸν, ὑπόστασιν μίαν σύνθετον, καὶ πρόσωπον ἐν ἀδιαίρετον, μεσιτεύον Θεῷ καὶ ἀνθρώποις, καὶ συνάπτον τὰ διηρημένα ποιήματα τῷ πεποιηκότι, ὁμοούσιον Θεῷ κατὰ τὴν ἐκ τῆς Πατρικῆς οὐσίας ὑπάρχουσαν αὐτῷ θεότητα, καὶ ὁμοούσιον ἀνθρώποις κατὰ τὴν ἐκ τῆς ἀνθρωπίνης φύσεως ήνωμένην αὐτῷ σάρκα, προσκυνούμενον δὲ καὶ δοξαζόμενον μετὰ τῆς ιδίας σαρχής ότι δι' αὐτῆς ἡμῖν γέγονεν λύτρωσις ἐκ θανάτου, καὶ κοι νωνία πρὸς τὸν ἀθάνατον ἄκρως γὰρ ἡνωμένη ἡ σὰρξ τῷ λόγῳ, καὶ μηδέποτε αὐτοῦ χωριζομένη, οὐκ ἔστιν ἀνθρώπου, οὐ δούλου, οὐ κτιστοῦ προσώπου, ἀλλ᾽ αὐτοῦ τοῦ Θεοῦ Λόγου, του Δημιουργού, τοῦ ὁμοουσίου τῷ Θεῷ, καὶ οὐχ ὁμουσίου τῇ ἀσωμάτω οὐσίᾳ τοῦ ἀῤῥήτου Πατρός. Τοὺς δὲ τὴν ἄκρως ἡνω μένην σάρκα τῷ λόγῳ, καὶ μηδέποτε αὐτοῦ χωρ ζομένην, λέγοντας ἢ διδάσκοντας ὁμοούσιον τῷ θεῷν τουτέστιν τῇ ἀσωμάτῳ οὐσίᾳ, τούτους ὡς διχοστασίας και σκάνδαλα, παρὰ τὴν διδαχὴν ἣν ἐξ ἀρχῆς ἐμά Ούμεν, ποιοῦντας ταῖς Ἐκκλησίαις, ἐκκλίνομεν κατά τὴν ἀποστολικὴν παραγγελίαν, καὶ ἀλλοτρίους ἡγού μεθα· διὰ τὸ ἐναντιοῦσθαι τῇ ἀρχαία παραδόσει και τῇ ἐκκλησιαστική ειρήνη.
Continue reading PG 86: Erechtius, Antiochiæ in Perside Episcopus →≣ entire volume