Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1221–1222page 1 of 162
Caput Primum
PG 87:1221ΠΡΟΚΟΠΙΟΥ ΧΡΙΣΤΙΑΝΟΥ ΕΙΣ ΤΑΣ ΠΑΡΟΙΜΙΑΣ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Σκοπὸν ἔχων Σαλομών, τὸν πόθον ἡμῶν κινῆσαι πρὸς τὸ ἄφραστον κάλλος τοῦ θείου χαρακτῆρος, ὅς ἐστιν ὁ τοῦ Θεοῦ καὶ Πατρὸς μονογενής Υἱὸς καὶ Λόγος, ἡ ἐνυπόστατος αὐτοῦ δύναμις καὶ σοφία, ἡ διὰ τῶν φαινομένων ὡς διὰ συμβόλων κηρυττομένη, υπογράφει τε παροιμιωδῶς τὰς χάριτας αὐτῆς, ἐπι σπώμενος εισαγωγικῶς πρὸς τὸν ὄντως ἐραστὴν τὴν ἔφεσιν τοῦ ἔτι τὴν κατὰ ψυχὴν ἡλικίαν νηπιάζοντος, διὰ τῶν ἡμῖν ποθεινῶν ἐν αἰσθήσει τερπνῶν, καὶ ἠθικῶς παιδεύει, παθῶν ἐπανορθούμενος, καὶ τὰ πρακτέα ὑποτιθεὶς, καί φησιν ὡς ἐν ἐπιγραφῇ α. Παροιμίαι Σολομώντος υἱοῦ Δαβίδ, ὃς ἐβα σίλευσεν ἐν Ἱερουσαλήμ. Λόγοι παρὰ πᾶσαν τὴν ὁδὸν τῆς παρούσης ζωῆς χρησιμεύοντες, οὐ μόνον ὡς τὸ ἦθος ἡμῶν πρὸς τὸ ἀγαθὸν ῥυθμίζοντες, ἀλλὰ καὶ ὡς ἐνάγοντες ἡμᾶς πρὸς τὴν ἐν πνεύματι φυσι κὴν θεωρίαν τῶν ὄντων· ὧν ταῖς ἐπιφανείαις, ὡς ἐν ἐσόπτροις καὶ αἰνίγμασι, τὰ τοῦ Θεοῦ ἱστοροῦνται θελήματα, ὡς λόγοι τῶν ὄντων, καθ᾽ οὓς τὰ πάντα γεγόνασιν· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα, καθορᾶται·, οἷα τῶν τοιούτων λόγων, ἕτερον μὲν κατὰ τὸ φαινόμενον, ἕτερον δὲ κατὰ τὸ νοούμενον ἀπαγγελλόντων εἰσὶ δὲ οὗτοι οἱ λόγοι τοῦ δι' αὐτῶν ἐπιχειροῦντος εἰρηνεύειν ἡμᾶς πρός τε ἑαυτοὺς καὶ ἀγγέλους καὶ τὸν Θεὸν, Σολομῶντος (εἰρηνικὸς γὰρ ὁ Σολομών ἑρμηνεύεται), λαβόντος παρὰ Θεοῦ σοφίαν καὶ φρόνησιν, καὶ ὄντος υἱοῦ Δαβίδ, τοῦ ἐν Ἱερουσαλήμ βα σιλεύσαντος· ἐξετέθησαν δ᾽ οὗτοι παρ' αὐτοῦ, ὥστε τὸν τούτους μανθάνοντα, β'. Γνῶναι σοφίαν, καὶ παιδείαν, νοῆσαί τε λόγους φρονήσεως. Ἐπιγνῶναι σοφίαν τε, ἥτις ἐστὶν ἐπιστήμη θείων τε καὶ ἀνθρωπίνων πραγμά των· καὶ παιδείαν, ἥτις ἐστὶν ὠφέλιμος τῇ ψυχῇ ἀγωγὴ, ἐπιπόνως πολλάκις τῶν ἀπὸ κακίας κηλίδων αὐτὴν ἐκκαθαίρουσα· καὶ καταλαβεῖν λόγους τὸ συν εἶσον ὑποτιθεμένους. γ'. Δέξασθαί τε στροφὰς λόγων καὶ λύσεις αἰτ
col. 1223–1224page 2 of 162
PG 87:1223νιγμάτων, νοῆσαί τε δικαιοσύνην ἀληθῆ, καὶ κρίμα κατευθύνειν. Υποδέξασθαί τε καὶ χωρῆσαι τὰς τούτων ἀπὸ νοὸς κατ᾽ ἐνέργειαν συγκαταβάσεις εἰς αἴσθησιν· καὶ αὖθις τὰς ἀπὸ αἰσθήσεως κατ' έπιστήμην ἀναγωγὰς πρὸς νοῦν, καὶ μὴ τῇ ψευδεῖ δικαιοσύνῃ Ἰουδαϊκῶς ἀρκεῖσθαι, ἢ μόνοις περιγράφεται τοῖς συμβόλοις, ἀλλὰ μαθεῖν τὴν διὰ τούτων δηλουμένην ἀληθῆ δικαιοσύνην, τὴν δι᾿ ὀρθῆς κρίσ σεως ἀποκληροῦσαν ἑκάστῃ τῶν τριῶν τῆς ψυχῆς δυνάμεων, τὸ πρόσφορον· ἥτις ἐστὶν ἕξις ἀπονεμητική τοῦ κατ' αξίαν· καὶ τὴν τοιαύτην κρίσιν ἀπευ θύνειν πρὸς ἀρετὴν, διὰ πράξεως ἀπαρεγκλήτου πρὸς τὰ κατ' ἔλλειψιν τῆς ἀρετῆς καὶ ὑπερβολὴν πάθη. δ'. Ινα δῶ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἰσθησίν τε καὶ ἔννοιαν. Οπως ὁ τούτους τοὺς λόγους ἐκτεθεικώς Σολομών παράσχῃ δι' αὐτῶν, τοῖς μὲν ἀποβαλλομένοις πᾶσαν κακίαν, πάντων τῶν καλῶν ἐμμέθοδον ἐνέργειαν· τῷ δὲ πνευματικὴν ἡλικίαν ἀρτιγενεῖ καὶ νεάζοντι, διάκρισιν μὲν ἀρετῆς καὶ κακίας, ἐνθύμησιν δὲ τῶν τ' ἐπ' ἀρετῇ κατὰ τὸ μέλλον ἐπάθλων καὶ τῶν ἐπὶ κακίας τιμω ριῶν. ε'. Τῶνδε γὰρ ἀκούσας σοφός, σοφώτερος έσται. Τούτων γὰρ τῶν Παροιμιακῶν λόγων ἀκούσας τις εἰς σοφίαν προκόπτων, εἰς τὴν ταύτης φθάσει τελεί τέραν ἕξιν· πολλὰ μὲν περὶ τῶν θείων παιδευθείς δεγμάτων· πολλὰ δὲ καὶ περὶ τῶν ἀνθρωπίνων ἐκδί Ο δασκόμενος παρ' αὐτοῦ Παροιμιώδους λόγου, ποικία λως μὲν ἐξορίζοντος τὴν κακίαν, πολυτρόπως δὲ πάν λιν τὴν ἀρετὴν ἀντεισάγοντος. 'Ο δὲ νοήμων, κυβέρνησιν κτήσεται. Ο δ' ἐ τεῦθεν τὴν ἀληθῆ τῶν ὄντων ἐπιστήμην λαβὼν, καὶ εἰδὼς ὅπως τὴν ἄστατον φορὰν τῶν ἀνθρωπίνων πραγμάτων περαιοῦσθαι προσήκει (οὔτε γὰρ τὰ δὲ ξιὰ καὶ περισπούδαστα τοῖς πολλοῖς, οὔτε τὰ περιστατικὰ καὶ κατηφῆ τῶν πραγμάτων τὸ ἑστὼς καὶ μόν νιμον ἔχει), καὶ ἐν αὐτῇ τε τῇ γαλήνῃ τοῦ βίου, πάνω των αὐτῷ κατὰ μοῦν προϊόντων, τὰς μεταβολές ἐκδέξεται· καὶ οὐχ ὡς ἀθανάτοις ἐπαναπαύσεται τοῖς παροῦσι· καὶ ἐν τῇ σκυθρωποτέρᾳ καταστάσει οὐκ ἀπελπίσει ἑαυτὸν, καὶ τῇ πολλῇ λύπη καταποθῇ· ἀλλὰ τὸν νοῦν ἔχων ὥσπερ τινὰ κυβερνήτην, οιονεί πλοίου τῆς σαρκὸς κυριαρχοῦντα, καὶ ἐμπείρως τοὺς λογισμούς, οἷον οἴακας περιστρέφοντα, τά τε ὡς ἔκ τινος ζάλης βιαίας τοῦ σαρκικού φρονή. ματος ἐπεγειρόμενα τῶν παθῶν κυματήσει γεν ναίως· καὶ ὑψηλὸς τούτοις καὶ δυσπρόσιτος ἔσεται, μηδαμῶς τῆς ἀπὸ τούτων άλμης ἀναπιμπλάμενος καὶ ὅμοιας μὲν ἀεὶ αὐτὸς ἑαυτῷ διαμένει, μήτ' επαιρόμενος ἐν ταῖς εὐθυμίαις, μήτε καταπίπτων ἐν ταῖς συμφοραῖς. ς'. Νοήσει τε παραβολὴν, καὶ σκοτεινὸν λέ τον, ῥήσεις τε σοφῶν, καὶ αἰνίγματα. Γνώσεται δὲ λόγους παντοδαπούς, παραβολικόν τε δηλούντα διὰ τοῦ γινωσκομένου ὁμοίου, τὸ ἀγνοούμενον ὅμοιον· καὶ ἀσαφῆ, τήν τε ῥῆσιν καὶ τὴν διάνοιαν βήματά τε σοφῶν βάθος ἔχοντα γνώσεως, και νομί ζωνται τοῖς πολλοῖς ἔχειν πρόχειρον τὴν κατάλη
col. 1225–1226page 3 of 162
PG 87:1225ψιν· καὶ αἰνίγματα, μετ' ἐπικρύψεως σημαίνον τα τὴν ἀλήθειαν· ὧν παροιμιωδῶν λόγων ἀρκτέον λοιπόν. ζ'. ᾿Αρχὴ σοφίας, φόβος Κυρίου. Ἀρχὴ τῆς δι' ἡμᾶς εἰς ἑπτὰ πνευματικά χαρίσματα διαιρουμένης σοφίας, τελευταία μὲν ἐκ Θεοῦ, προσεχὴς δὲ ἡμῖν, ὁ τοῦ Κυρίου φόβος ἐστίν· ὃς διὰ τὰς τῶν αἰωνίων κολάσεων ἀπειλάς, πάντων τε ποιεῖται τῶν κακῶν ἀποχὴν, καὶ τῆς καταφρονήσεως ἀπελαύνει τὴν πώς ρωσιν. Αφ' οὗ κινούμενοι, ὁδῷ τινι καὶ τάξει προ βαίνοντες, διά τε ἰσχύος, ἥτις διὰ τὴν ἐλπίδα των ἐπαγγελιῶν, πρόθυμός ἐστιν ὁρμὴ καὶ κίνησις πρὸς ἐνέργειαν τῶν ἐντολῶν, καὶ τῆς ἀσθενείας ἐξέλασις καὶ βουλῆς, ἥτις ὑπάρχει ἕξις τῆς διακρίσεως· καθ ἣν σὺν λόγῳ τὰς θείας πράττομεν ἐντολὰς, καὶ τῶν κρειττόνων διαιροῦμεν τὰ χείρονα· καὶ ἐπιστήμης, ἥτις ἐστὶ τῆς μὲν ἀσεβείας, καὶ τῆς ἐπ' αὐτῆς τῶν ἔργων φαυλότητος, διωγμός· τῶν δὲ κατ᾿ ἀρετὴν τῆς πράξεως τρίπων ἄπτωτος εἴδησις, καθ' οὓς πράττοντες, τῆς ὀρθῆς τοῦ λόγου κρίσεως οὐδαμῶς διαπίπτομεν· καὶ γνώσεως, ἥτις ἐστὶ τῶν ἐν ταῖς ἐντολαῖς λόγων περίληψις, καθ' οὓς οἱ τρόποι τῶν ἀρετῶν συνεστήκασιν, ἀναβαίνομεν πρὸς τῆς σοφίας τὸ τέλος, τὴν σύνεσιν, ἥτις ἐστὶν ἀφαίρεσίς τε τῆς ἀνεπιγνωμοσύνης, καὶ συγκατάθεσις πρὸς τοὺς τρό τους καὶ τοὺς λόγους τῶν ἀρετῶν· ἢ κυριώτερον εἰπεῖν, μεταποίησις καθ' ἣν πρὸς τοὺς τρόπους καὶ τοὺς λόγους τῶν ἐντολῶν, σύγκρασις γίνεται τῶν φυσικών δυνάμεων, τηρουσῶν τὰς ἐντολὰς οὐ διὰ τὰς ἀπειλάς, ἢ διὰ τὰς ἐπαγγελίας, ἀλλὰ διὰ τὸ οἰκειοῦσθαι ταύτας, ὡς παναγάθους κατὰ διάθεσιν. Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. "Η τις σύνεσις καλὴ πάντως ἐστὶν ἅπασι τοῖς ταύτην ἐργαζομένοις, ἐν τῷ πράττειν ἐπιστημόνως πάντα τὰ θεῖα θελήματα, μεθ᾿ ἣν προσεχεῖς αὐτῷ γινόμεθα τῷ Θεῷ· τῆς πρὸς αὐτὸν ἑνώσεως μόνην μεσιτεύουσαν ἔχοντες τὴν ἡμῶν μὲν πόρρω, Θεῷ δὲ προσεχή σοφίαν, ἥτις ὑπάρχει τῆς μὲν ἀνοίας ἀναίρεσις, τῶν δὲ ἐν ταῖς ἐντολαῖς πνευματικωτέρων λόγων ἀνάλυσις πρὸς τὴν αἰτίαν καὶ ἕνωσις· ἀναβαίνοντες γὰρ διὰ τῶν εἰρημένων ἑτέρων πνευματικών χα ρισμάτων, συναγόμεθα πρὸς τὴν θείαν τῆς σοφίας μονάδα· τὴν γεγενημένην δι' ἡμᾶς τῶν χαρισμάτ των διαίρεσιν, πρὸς τὴν τούτων αἰτίαν συνάγοντες ἐπειδὴ ἡ σοφία μονάς ἐστι, τὰς ἐξ αὐτῆς διαφόροις ἀρεταῖς ἀτμήτως ἐνθεωρουμένη· καὶ μονοειδώς ταῖς τῶν ὅλων ἀρετῶν ἐνεργείαις ἐπινοουμένη, ταῖς πρὸς αὐτὴν τῶν ἐξ αὐτῆς ἀρετῶν ἀποκαταστάσεσιν, ὅταν ἡμεῖς δι' οὓς κατὰ τὴν ἑκάστης ἀρετῆς γένεσιν ποιεῖται τὴν πρόοδον, ἀνατατικώς δι' ἑκάστης προς αὐτὴν συναγόμεθα· καθ᾿ ἣν σοφίαν, ἀγνώστως τους ἐν Θεῷ κατὰ τὸ θεμιτόν ἀνθρώποις ἁπλῶς μυούμενοι, τῶν ὄντων λόγους πολλοὺς καὶ ποικίλους ἐκ τῆς τῶν αἰσθητῶν τε καὶ νοητῶν οὐσιῶν σοφῆς θεωρίας, εὐσεβεῖς περὶ τῆς ἔλης ἀληθείας ἀποδώσωμεν λόγους· ποικίλως ταύτης ὡς ἔκ τινος βλαστανούσης ροντες. Εὐσέβεια δὲ εἰς Θεόν, ἀρχὴ αἰσθήσεως. Ευσέ πηγῆς τῆς καρδίας, τοῖς ἄλλοις ἀνθρώποις προσφέ
col. 1227–1228page 4 of 162
PG 87:1227& βεια δὲ εἰς Θεὸν, ἢ ἐστι τὸ τοῦτον ἔργοις δικαιοσύνης τιμάν, ἀρχὴ ὑπάρχει αἰσθήσεως, ἤ ἐστι κατὰ πεῖραν γνῶσις τῶν παναγάθων θελημάτων αὐτοῦ· ἡ γὰρ πρᾶξις τῶν τοῦ Θεοῦ ἐντολῶν, ἐπίβασις τῆς θεω ρίας τούτων ἐστὶν, ἱστορηθέντων μὲν λόγῳ διδασκαλικῷ πρὸ τῆς πράξεως, γνωσθέντων δὲ μετὰ τὴν πρᾶξιν κατ' αὐτοψίαν τελεώτερον. Σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουν σιν. Σοφίαν δὲ, ἡ φωτισμός ἐστι τῆς ψυχῆς, καὶ κατὰ Θεὸν τελείωσις· καὶ παιδείαν, ἡ ὠφέλιμος ταύτῃ ἐστὶν ἀγωγὴ, ἐπιπόνως τῶν ἀπὸ κακίας κηλίδων αὐτὴν ἐκκαθαίρουσα, οἱ ἔργοις δικαιοσύνης μὴ τιμῶντες Θεόν, ἀντ᾽ οὐδενὸς λογίσονται, ὡς μήτε φόβῳ τῶν τούτου ἀπειλῶν, μήτε πόθῳ τῶν τούτου ἐπαγγελῶν, μήτε ἀγάπῃ τῇ πρὸς αὐτὸν, ὡς κατά χάριν πατέρα, τὰ τοῖς δούλοις, ἢ τοῖς μισθίοις, ἢ η τοῖς υἱοῖς ἁρμόζοντα ἐργαζόμενοι. η', θ'. "Ακουε, υἱὲ, νόμους πατρός σου· καὶ μὴ ἀπώσῃ θεσμούς μητρός σου· στέφανον γὰρ χα ρίτων δέξῃ τῇ κορυφῇ, καὶ κλοιόν χρύσεον περί σῷ τραχήλῳ. Σὺ δὲ ὁ ἔτι νηπιάζων τὴν κατὰ ψυχήν ἡλικίαν, μάνθανε τὰς ἐντολὰς τοῦ κατὰ χάριν σε υἱοθετοῦντος Θεοῦ, διὰ τῆς πρὸς βοήθειαν τῇ φύσει δοθείσης γραφῆς· καὶ τοὺς τεθέντας ἐν τῇ τῶν ὅλων φύσει, παρὰ τῆς πάντων αἰτίας σοφίας λόγους, ο αὐτὰ εἰσι τὰ θεῖα θελήματα, καθ' & τὰ πάντα γεγέ νασι, μὴ ἀποπέμψῃ, παραχρώμενος ταῖς πρὸς ἐνέρ γειαν τοῦ καλοῦ δοθείσαις σοι δυνάμεσιν· ἐπαγγέλλομαι γάρ σοι, ἐκ τοῦ μανθάνειν σε καὶ τηρεῖν τὰς θείας ἐντολὰς, προσγενήσεσθαι τῷ μὲν ἡγεμόνι σου νῷ, οἷά τινα στέφανον ἐκ διαφόρων πεπλεγμένον ἀν θέων, τὴν ἐκ τῆς τῶν ὅλων φύσεως συλλεγομένην γνῶσιν τῆς ἀληθείας· τῷ δὲ συνάπτοντι τὴν αἴσθησιν τῷ νοῖ, ὡς ὁ τράχηλος τῇ κεφαλῇ τὸ λοιπὸν τῶν μα λογιστικῷ σου, οἷά τινα κόσμον περιτραχήλων τὸν λαμπρὸν κατ' ἀρετὴν βίον. ι-ιδ'. Υιέ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς μηδὲ βουληθῇς, ἐὰν παρακαλέσωσι σε λέγοντες Ελθὲ μεθ᾿ ἡμῶν, κοινώνησον αἵματος· κρύψωμεν δὲ εἰς τὴν ἄνδρα δίκαιον, ἀδίκως· καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα, καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἀπὸ τῆς γῆς· τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελή καταλαβώμεθα· πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων· τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν, κοινὸν δὲ βαλάντιον κτησώμεθα πάντες, καὶ μαρσύπιον ἐν γενηθήτω ἡμῖν. Μὴ οὖν ἀπαν τηθῇς, τεκνίον, ὑπ' ἀνθρώπων δι' ἔργῶν ἀγαθῶν θεὸν μὴ τιμώντων, καὶ πορευθῇς ἐς μιαιφόνων χορόν μηδὲ κατανεύσῃς ὅλως, ἐάν σοι μετὰ παρακλήσεως εἴπωσι· Δεῦρο μεθ' ἡμῶν, συμμετάλαβε αίματος φο νικοῦ· καλύψωμεν ὑπὸ γῆν, παρὰ πάντα δίκαιον λό γον, ἄνθρωπον ἀμέμπτως πολιτευόμενον, καὶ πρὸ τοῦ ἐπελθεῖν τούτῳ τὸν θάνατον φυσικῶς, ἡμεῖς ἐσ περ τις ᾅδης αὐτὸν ἀφανίσωμεν· καὶ λήθης βυθοῖς τὸ τούτου παραδῶμεν μνημόσυνον· τήν τε πολύτιμον αὐτοῦ περιουσίαν κατάσχωμεν, καὶ τὰς οἰκίας ἡμῶν λαφύρων πληρώσωμεν· τὴν δ᾽ ἐκ τῶν τοιού των μερίδα σου, κοινὴν ἡμῖν ποίησον, καὶ ἐν χιλι τιον ἔξομεν ἅπαντες· καὶ χρημάτων δοχεῖον ἐν για νέσθω ἡμῖν.
col. 1229–1230page 5 of 162
PG 87:1229ιε-ι'. Υιέ μου, μὴ πορευθῇς ἐν ὁδῷ μετ' αύ τῶν· ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν· οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσι, καὶ ταχινοί εἰσι τοῦ ἐκχέαι αἷμα· οὐ γὰρ ἀδί πως εκτείνεται δίκτυα πτερωτοῖς· αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες, θησαυρίζουσιν ἑαυτοῖς κακά ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων, κακή αὗται αἱ ὁδοί εἰσι πάντων συντελούντων τὰ ἄνο μα· τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαι ροῦνται. Τέκνον μου πνευματικὸν, μή συνυπαχθῇς τοῖς τοιούτοις ἀνδράσιν, ἐν τῇ οἷς τινι ὁδῷ φερούσῃ ἐπ᾿ ἀπώλειαν, πονηρᾷ συμβουλίᾳ αὐτῶν· μετάθες σου δὲ τὴν ἐπιθυμίαν ἀπὸ τῶν προοδοποιουσῶν σοι τὴν ἁμαρτίαν πονηρῶν συμβουλιῶν αὐτῶν· τὸ γὰρ ἐπι θυμητικὸν αὐτῶν, καὶ τὸ θυμικόν, οἷά τινες πόδες, ὀξύῤῥοπον πρὸς κακίαν ποιοῦνται τὴν κίνησιν· ὅθεν οὗτοι καὶ ταχεῖς εἰς τὸ ἐργάσασθαι φόνον ὑπάρχουσι μεταθεῖναι δέ σου τὴν ἐπιθυμίαν ἀπὸ τῶν πονηρῶν συμβουλιῶν παραινῶ· ὅτιπερ τοῖς δυναμένοις μὲν διὰ νοὺς καὶ λόγου, ὡς διά τινων πτερύγων, τὰ γήϊνα κατὰ γνῶσιν καὶ ἀρετὴν ὑπερίπτασθαι, καὶ πρὸς τὰ οὐράνια φέρεσθαι, ἑκουσίως δὲ δι' ἐπιθυμίας ἀλόγου καὶ θυμοῦ, ὡς διά τινων ποδῶν στρεφομένοις περὶ τὴν τῶν γηΐνων σχέσιν, δικαίως ὑφαπλοῦνται ψυχῆς παγίδος εἰς ὄλεθρον· αὐτοὶ γὰρ οἱ τοῖς φονεῦσι συμ βούλοις χρώμενοι, τὰ ταῖς ἑαυτῶν ψυχαῖς λυμαινόμενα, ἑαυτοῖς ἀποταμιεύονται· τὸ δὲ τέλος τῶν παραβαινόντων τὰς τοῦ Θεοῦ ἐντολὰς, εἰς κακὸν αὐτοῖς κατα αυτά, εισπραττομένοις δίκας ὧν ἡμαρτήκασιν· αυτ ται τῆς παρούσης ζωῆς αἱ διέξοδοι, πάντων τῶν τὰ ἔργων ἀγαθῶν τὸν Θεὸν, ἀποστεροῦσιν ἑαυτοὺς τῆς τὰ μὲν τῆς παιδείας, τοιαῦτα. κ. Σοφία ἐν ἐξόδοις ὑμνεῖται. Ο δὲ περὶ τῆς σοφίας λόγος, πολύς ἐστι πανταχοῦ· ἔν τε γὰρ ταῖς ἀπὸ τῆς κατὰ νοῦν ἐνδότητος διὰ ῥημάτων καὶ ἔρ γων ἐξελεύσεσι ταύτης πρὸς ἔκφανσιν, μεγαλύνεται παρὰ πᾶσι τοῖς ἀκούουσι καὶ ὁρῶσιν αὐτὰ, τὸ ὄντως ὑποδεικνύοντα ἀγαθόν. Ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει. Καὶ ἐν τῷ πλάτει τῆς ἐν πνεύματι φυσικής θεωρίας τὴν τῆς ἐν όλοις ἀληθείας παῤῥησίαν φέρει, τὴν ταύτης ενερ γοῦσα γνῶσιν διὰ τῶν ἐν πάσῃ τῇ κτήσει συμβούλων αὐτῆς. κα'. Επ' ἄκρων δὲ τειχέων κηρύσσεται. Ἐν δὲ τῇ ἀρχῇ καὶ τῷ τέλει τῶν δίκην τειχέων φυλακτικών τῆς ψυχῆς ἀρετῶν διαγινώσκεται· προκαταβαλλομένη μὲν τῆς πράξεως τῷ φόβῳ τῶν ἀρετῶν, καταλαμβανομένη δὲ μετὰ τὴν πρᾶξιν, πάντων ἐπέκεινα τῶν μετὰ Θεὸν, τῇ περὶ τούτων τοῦ νοὸς προσεδρείᾳ. Ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει. Καὶ ἐπὶ τοῖς, οἱονεί τισι πύλαις ἀναπεταννυμένοις στόμασιν, εἰς διέξοδον τοῦ κατὰ προφορὰν λόγου τῶν ἀνδρικῶς τὰ πάθη καταγωνισαμένων, καὶ δυναμένων καὶ ἑτέ μους ἐξ αὐτῶν ῥύεσθαι, διδασκαλικώς παρακάθηται. Ἐπὶ δὲ ταῖς πρὸς κατανόησιν τῶν ἐν τοῖς οὖσι λό γων, εἰσαγωγοῖς τῆς τῶν ὁρατῶν φαντασίας αἰσθή παράλογα συνεργαζομένων· ἐν γὰρ τῷ μὴ τιμᾶν δι' οἰκείας τούτοις ὡς λογικοῖς κατὰ πνεῦμα ζωῆς· καὶ
col. 1231–1232page 6 of 162
PG 87:1231σεσι τῆς ψυχῆς, ἐν ᾗ ὁ λόγος τὸ πολίτευμα κέκτηται, πεπαρρησιασμένως διδάσκει. κβ'. "Οσον ἂν χρόνον ἄκακοι ἔχονται τῆς δια καιοσύνης, οὐκ αἰσχυνθήσονται. Οτε ἕως ἂν α περὶ τὰ αἰσθητά κατ' αἴσθησιν ενεργείας, κακία; ἀμέθεκτοι, προκρίνουσι δικαίω; τῶν προσκαίρων τὰ μόνιμα τῇ ἐπὶ τοῖς ἔργοις τῆς ἀτιμίας αἰσχύνῃ, οὐχ ὑποπεσοῦνται. κγ'. Οἱ δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταὶ, ἀσεβεῖς γενόμενοι, εμίσησαν αἴσθησιν, καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις. Οἱ δὲ Θεὸν ἐν και δίᾳ μὴ περιφέροντες, τῆς ἐκ τῶν διαβεβλημένων παθῶν ὕβρεως ὀρεγόμενοι, τὴν κατὰ λόγον τοῦ κα λοῦ καὶ τοῦ κακοῦ διάκρισιν ἀπεστράφησαν· τιμήν τὸν Θεὸν δι' ἀγαθῶν ἔργων μὴ θελήσαντες· κἀντεῦθεν ἔνοχοι τοῖς παρὰ σοφίας ἐπὶ ταῖς παραλόγοις πράξεσιν ἐλέγχοις τοῦ συνειδότος ἐγένοντο, τοιάδε πρὸς αὐτοὺς κατὰ νοῦν διεξιούσης Ἰδοὺ προήσομαι ἐμῆς πνοῆς ῥῆσιν. Ἰδοὺ προβαλοῦμαι τοῦ ἐμοῦ πνεύματος ῥῆμα, Διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον. Διὰ τούτου δὲ καταγγελῶ ὑμῖν ἐκδηλότερον τὸν πνευματικὸν τῆς ἐμῆς διδασκαλίας νόμον, ὃν ἡ φύση; καὶ ἡ Γραφὴ συμβολικῶς ὑπαινίττεται. κδ'. Ἐπειδὴ ἐκάλουν, καὶ οὐχ ὑπηκούσατε. Ἐπειδὴ προσεκαλούμην ὑμᾶς διὰ τοῦ φυσικοῦ νόμου καὶ τοῖς ἐμοῖς θελήμασι, καθ᾽ ἃ τὰ πάντα γεγόνασιν, οὐχ ὑπείξατε. Καὶ ἐξέτεινον λόγους, καὶ οὐ προσείχετε. Ταῦτα δὲ καὶ διὰ τοῦ γραπτοῦ νόμου ὑμῖν ἀπαγγέλλουσα, μακροτέραν εποιούμην πρὸς ὑμᾶς τὴν τούτων διδα σκαλίαν· ὑμεῖς δὲ οὐδὲ τοιούτου νόμου ἐπακούσαι ἠθελήσατε. κε'. ᾿Αλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς· τοῖς δὲ ἐμοῖς ἐλέγχοις οὐ προσείχετε. Αλλ' ἀπράκτους ἐποιεῖτε τὰς ἐμὰς ἐντολάς· ἐμοῦ δ᾽ ἐλεγχούσης ὑμᾶς διὰ προφητῶν, προαγορευόντων τὰ ἐξ ἀπειθεία; ἐπαχθησόμενα ὑμῖν βλαβερά, οὐδὲ τούτων ἐν συναισθήσει γεγόνατε. κς'. Τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπι γελάσομαι. Διὰ τοῦτο κἀγὼ, τῷ ἐπενεχθησομένῳ ὑμῖν ἀφανισμῷ ἐπαγαλλιάσομαι, ὡς παύοντι τὴν και κουργίαν ὑμῶν. κζ'. Ἐπιχαροῦμαι δὲ ἡνίκα ἐὰν ἔρχηται ὑμῖν όλεθρος, καὶ ὡς ἂν ἀφίκηται ὑμῖν θόρυβος· ἡ δὲ καταστροφὴ ἐμοίως καταιγίδι παρῇ· ἢ ὅταν ἔρ χηται ὑμῖν θλίψις καὶ πολιορκία. Ἐπευφρανθήσο μαι δὲ ὅταν ὁ ἔξω ἄνθρωπος ὑμῶν, φθείρηται, διὰ τὸ ἀνακαινοῦσθαι τὸν ἔσωθεν· καὶ ὅτε πειρασμὸς ὑμῖν ἀπροσδόκητος καὶ καταστροφὴ τῆς σωματικῆς εὐ πραγίας ὑμῶν, αἰφνίδιος ἐπιγίνηται, οἷά τις λύπη ὑμῖν ἐπέρχηται, καὶ πολεμίων τινῶν προσεδρεία μνημονεύειν μου καὶ ἄκοντας πείθουσα τοὺς έχου σίως τοῦτο ποιεῖν μὴ θελήσαντας. κη'. Εσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν. Ὑπάρξει γὰρ καιρός, καθ' ὃν δεηθήσεσθέ μου, εἰς ἀπαλλαγὴν τῶν ἐπικειμένων ὑμῖν θλιβερῶν· αὐτὴν δὲ τὴν αἴτησιν ὑμῶν ὡς ἀσύμε φορον ὑμῖν οὐ παραδέξομαι
col. 1233–1234page 7 of 162
Caput II
PG 87:1233Ζητήσουσί με κακοὶ, καὶ οὐχ ευρήσουσιν. Δεη θήσονται γάρ μου κακοποιοί, ὅταν τὰ ἀνιαρὰ κατα άβῃ αὐτοὺς, πρὸς ἀπαλλαγὴν τῶν τοιούτων, καὶ οὐκ ἐπιτυχείς μου γενήσονται. κθ', λ'. 'Εμίσησαν γὰρ σοφίαν· τὸν δὲ φόβον Κυρίου οὐ προείχοντο· οὐδὲ ἤθελον ἐμαῖς προσ ἔχειν βουλαῖς· ἐμυκτήρισαν δὲ ἐμοὺς ἐλέγχους. “Οτιπερ ἐμὲ τὴν σοφίαν τὰ δέοντα υποτιθεμένην αὐτ τοῖς ἀπεστράφησαν· καὶ τὸν θεῖον φόβον, ἂν ὁ κτη σάμενος τῆς πρός με φερούσης ὁδοῦ ἀπέρχεται, οὐ τῶν ἄλλων πάντων προέκριναν· οὐδὲ ὑπείκειν ἐβού λοντο ταῖς ἐμαῖς παραινέσεσι, καὶ τοὺς ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτῶν ἐμοὺς ἐλέγχους διέπαιξαν. λα'. Τοιγαροῦν, ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς· καὶ τῆς ἑαυτῶν ἐπιθυμίας πλησθήσον. ται. Διόπερ φάγονται τῆς ἑαυτῶν ἐργασίας τὰς ἐπι καρπίας· καὶ τῆς κακῆς ὀρέξεως ἑαυτῶν κόρον λή ψονται, ὅταν τὰ τούτων ἐπίχειρα καταλάβῃ αὐτούς. λβ'. Ἀνθ' ὧν γὰρ ἡδίκουν νηπίους, φονευθήσονται καὶ ἐξετασμὸν ὀλέσει ἀσεβεῖς. Ὑπὲρ οὗ γὰρ τοῖς τελείοις μὲν τῷ φρονήματι, τῇ δὲ κακίᾳ νηπιάζουσιν ἀδίκους χεῖρας ἐπέβαλον, ἄωρον δώ σουσι θάνατον· καὶ ἡ κατὰ τὸ παρὸν ἐξέτασις τῶν ἔργων τῆς ἀδικίας, τοὺς μὴ δι' ἀγαθοεργίας τὸν Θεὸν τιμῶντας ἀπολέσει, στερήσασα τῆς ζωῆς πρὸ και ροῦ· ἄνδρες γὰρ αἱμάτων καὶ δολιότητος, οὐ μὴ ἡμιο σεύσουσι τὰς ἡμέρας αὐτῶν. λγ'. Ὁ δὲ ἐμοῦ ἀκούων, κατασκηνώσει ἐπ' ἐλ πίδι· καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακού. Ο δ' ἐμοὶ πειθόμενος, καὶ τὰς θείας ἐντολὰς ἐργαζόμενος, τὰ μέλλοντα ἀγαθὰ ταῖς ἐλπίσιν ἤδη καρπώσε τα: ἐν τούτοις κατά προαίρεσιν τὴν κατοικίαν πηξάμενος· καὶ ἀπὸ πάσης κακίας συσταλήσεται· οὐχὶ δουλικῶς τῷ τῶν κολάσεων φόβῳ, ἀλλὰ υἱικῶς τῇ πρὸς τὸ κρείττον στοργῇ· ἔνθεν τοι ΚΕΦΑΛ. Β'. α'. Υιέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς, κρύψης παρά σεαυτῷ. Ο υἱοθετούμενός μοι διὰ τῆς ἐν πνεύματι διδασκαλίας, ἐὰν παραδεξάμενος λόγον ἀπαιτοῦντά σε τὸ ἐμὸν βουλητόν, φυλάξης τοῦτον ἐν τῷ τῆς ψυχῆς σου μνημονευτικῷ ἀνεπίληστον. β'. Επακούσεται σοφίας τὸ οὖς σου. Ὑπείξει κατὰ πρᾶξιν τῷ τῆς αἰτίας ἀπαγγελτικῷ ἔμφρονι λόγῳ, τὸ τούτῳ εἰς δικαιοσύνην ἐπιπειθές σου, φημί δὲ τὸ ἐπιθυμητικὸν, καὶ τὸ θυμικόν· τὸ μὲν σωφρόνως ἀπὸ τῶν κατ' αἴσθησιν ἡδέων ἐγκρατευόμενον τὸ δὲ ἀνδρείως τὰ κατὰ σῶμα θλιβερά υπομένον. Καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν· παραβαλεῖς δὲ αὐτὴν εἰς νουθέτησιν τῷ Υἱῷ σου. Καὶ ἀπαλλαγὲν τῆς ἐμπαθοῦς ζωῆς τὸ δίκην καρ δίας, τῆς ἐν πνεύματι ζωῆς, μεταδοτικὸν τοῖς λοι τοῖς τῆς ψυχῆς μέρεσι νοερόν σου, ἐμβαλεῖς κατὰ θεωρίαν εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν· ἐμβαλεῖς δὲ τοῦτο πρὸς διδασκαλίαν πνευματικὴν τοῦ δι' αὐτῆς υιοθετουμένου σοι, γ'. Ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ, καὶ τῇ συνέσει δῷς φωνήν σου, τὴν δὲ αἴσθησιν ζητή σης μεγάλῃ τῇ φωνῇ. Εἰ γὰρ αἰτήσεις παρὰ Θεοῦ,
col. 1235–1236page 8 of 162
PG 87:1235ΕΙ τὴν ἀνοίας μὲν ἀναιρετικήν, τῶν δὲ ἐν ταῖς ἐντολαῖς πνευματικωτέρων λόγων ἀναληπτικήν τε καὶ ἑνωτικήν πρὸς τὴν αἰτίαν σοφίαν, καθ᾽ ἣν ἀγνώστως τοὺς ἐν Θεῷ ἁπλοῦς τῶν ὄντων λόγους κατὰ τὸ θεμιτόν ἀνθρώποις, μυούμεθα· καὶ τῇ συνέσει, ἤ ἐστι σοφία; ἐνδιάθετος μελέτη, αὐτὴν παράσχης τὴν τῆς ψυχῆς σου διάθεσιν, ἧς οἷα φωνῆς ἀκούει Θεός· τὴν δὲ διά κρισιν, καθ' ἣν σὺν λόγῳ τὰς θείας πράττομεν ἐν τολὰς, καὶ τοῦ ἀγαθοῦ πενταδικῶς τὸ κακὸν διακρίνομεν, ὡς ἀπὸ μὴ ἠργμένου ηργμένον· καὶ ἐφείλον τος νοεῖσθαι, μὴ ὀφείλον νοεῖσθαι· καὶ ὀφείλοντος λαλεῖσθαι, μὴ ὀφεῖλον λαλεῖσθαι· καὶ ὀφείλοντος για νεσθαι, μὴ ὀφείλον γίνεσθαι· καὶ ἀφθάρτου φθαρτόν, ἐπικτήσασθαι σπεύσεις ψυχῆς αὖθις ἐπιτεταμένη διαθέσει. δ. Καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον, καὶ ὡς θησαυρὸν ἐξερευνήσῃς αὐτήν. Καὶ ἐὰν πολή σῃς τὸ κατὰ πρᾶξιν τῆς τοιαύτης διακρίσεως ἀμίαν τον καὶ καθαρὸν ὡς ἀργύριον, καὶ ἐξετάσῃς τὸ κατά θεωρίαν βάθος τοῦ πνευματικοῦ πλούτου αὐτῆς, οἷα τινας θησαυρούς κεκρυμμένους. ε'. Τότε συνήσεις φόβον Κυρίου, καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσεις. Τότε μαθήσῃ τὸν ἐκκαθαίροντα παντὸς ῥύπου ἁμαρτιῶν θεῖον φόβον, καὶ καταλάβῃς τὸν κεκρυμμένον τῆς θείας ἐπιγνώσεως πλοῦτον· ἐξ οὗ ἐστι τῇ ψυχῇ ἡ τῶν ἀγαθῶν ἄφθονος χορηγία. ς'. Ὅτι Κύριος δίδωσι σοφίαν. Διότι ὁ Δεσπότης τῶν ὅλων Θεὸς, δωρεῖται τὸ τελειοποιὸν χάρισμα τοῦ παναγίου Πνεύματος, την σοφίαν, τοῖς πόθῳ ἐπιτεταμένῳ ζητοῦσιν αὐτήν. Καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις. Καὶ τοῖς ἐντεῦθεν τὴν τούτου εἰκόνα, ὡς υἱοθετηθεί σιν αὐτῷ, φορέσασιν, ὑπάρχει ἐκ μὲν τοῦ τηρεῖν τὸ κατ' εἰκόνα, γνῶσις· τῆς μὲν ἀγνοίας τῶν καθ᾿ ἡμῶν νοημάτων τοῦ νοητοῦ ἡμῶν ἐχθροῦ ἀναιρετική· τῶν δ' ἐν ταῖς ἐντολαῖς λόγων, καθ' οὓς οἱ τρόποι τῶν ἀρετῶν συνεστήκασι, περιληπτική· ἐκ δὲ τοῦ ἐργά ζεσθαι καθ᾽ ὁμοίωσιν αὐτοῦ τὰ πανάγαθα τούτου θε λήματα, σύνεσις· τῆς μὲν ἀνεπιγνωμοσύνης ἀναιρετικὴ, πρὸς δὲ τοὺς λόγους καὶ τοὺς τρόπους τῶν ἀρε τῶν μεταποιητική. ζ'. Καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίας. Καὶ τοιουτοτρόπως ἀποταμιεύεται ὁ Κύριος, διὰ τῶν τοῦ παναγίου Πνεύματος χαρισμάτων, τῆς σοφίας, τῆς συνέσεως, καὶ τῆς γνώσεως, τοῖς μήτ' εἰς τὰ ἀρισ στερὰ μήτ' εἰς δεξιά, τὰ κατ᾽ ἔλλειψιν δηλαδὴ τῆς ἀρετῆς, καὶ τὰ καθ᾽ ὑπερβολὴν πάθη ἐκκλίνουσιν, ἀνελλιπή φυλακήν, δηλονότι κατὰ νοῦν καὶ ψυχὴν καὶ σάρκα ἀπό τε ἀθεῖα, ἀγνοίας καὶ κακίας. η'. Υπερασπιεῖ δὲ τὴν πορείαν αὐτῶν, τοῦ φυλάξαι ὁδοὺς δικαιωμάτων, καὶ ὁδὸν εὐλαβον μένων αὐτὸν διαφυλάξει. Καὶ βοηθήσει τῷ κατ' ἀρετὴν δρόμῳ αὐτῶν, ὥστε τηρῆσαι ἀπαρεγκλίτως τὰς ἐργασίας τῶν ἁγίων αὐτοῦ ἐντολῶν· καὶ τὴν πρὸς αὐτὸν φέρουσαν ὁδὸν τῶν φοβουμένων αὐτὸν, δια τηρήσει ανεπιβούλευτον τῷ νοητῷ ἐχθρῷ. θ'. Τότε συνήσεις δικαιοσύνην καὶ κρίμα, καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς. Οταν δὲ τού των ἐπιτυχής γένῃ τῶν ἀγαθῶν, ἡ ακούσας της εμής
col. 1237–1238page 9 of 162
PG 87:1237παραινέσεως, τότε ἐπιγνώσῃ τὴν ἀπονεμητικὴν ἑκά στῳ τοῦ κατ' ἀξίαν δικαιοσύνην, καὶ τὴν τοῦ καλοῦ παρέγκλιτον κρίσιν, πληρώσεις τὰς εἰς ἅπαν ἀγα ἐν ἀγούσας ἐντολὰς τοῦ Θεοῦ. !. Ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν. Ἐὰν γὰρ παραγένηται κατὰ θεωρίαν ἡ ἀληθὴς περὶ Θεοῦ ἔννοια εἰς τὸ διανοητικόν σου. 'Η δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ 'Η δὲ πενταδικὴ τοῦ κακοῦ διάκρισις, ἀρετή σου κατὰ ψυχὴν φανήσεται, μὴ δι' ἀπερίσκεπτον φαντασίαν ἀλόγως ἐπιθυμοῦντί τινος. ια΄. Βουλή καλὴ φυλάξει σε. Αὕτη μὲν ἡ τῶν πραγμάτων ἀρίστη περίσκεψις, ἀπὸ πάσης παραλόγου περιφυλάξει σε πράξεως. *Εννοια δὲ ὁσία τηρήσει σε. 'Η δὲ πάσης ἄλλης ἐννοίας ὑπερκειμένη ἀληθῆς περὶ Θεοῦ ἔννοια, δια τηρήσει σε ἀπὸ πάσης ἐννοίας ἀπατηλῆς καὶ διασπών σης ἀπὸ Θεοῦ. ιβ'. Ινα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς. Ὅπως ἐξ ελεῖται σε ἡ μὲν ἀρίστη τῶν πραγμάτων περίσκεψις ἀπὸ τῆς ἐμπαθοῦς βιοτῆς. Καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν. Η δὲ ἀληθῆς περὶ Θεοῦ ἔννοια, ἀπὸ τοῦ διαδάλλοντος τὴν ἀλήθειαν, καὶ διασπᾶν ἐπιχειροῦντος τὴν ψυχήν σου ἀπὸ τοῦ νυμφίου αὐτῆς Θεοῦ Λόγου, καὶ ἑαυτῷ προσκολλων, φθορέως τῶν ἡμετέρων ψυχῶν δαίμονος. ιγ'. Ο οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας, τοῦ πορευθῆναι ἐν ὁδοῖς σκότους! Λοιπόν, φεῦ! οἱ και ταλιμπάνοντες τὰς πρὸς κακίαν μὲν ἀπαρεγκλίτους, πρὸς Θεὸν δὲ κατ' ἀρετὴν φερούσας ὁδοὺς, ὥστε ὁδεῦσαι ἐν ταῖς ἀγούσαις εἰς κρημνούς κακίας, καὶ βάραθρα τοῦ σκότους τῆς ἀγνοίας ὁδοῖς. ιδ'. Ὢ οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς, καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ! Φεῦ! οἱ ἐπαγαλλόμενοι τοῖς ἑτέρων κακοῖς, καὶ ἐπευφραινόμενοι τῇ τούτων ἐκ τοῦ ἀγαθοῦ εἰς τὸ ἐναντίον περιτροπῇ. ιε',:ς'. ἂν αἱ τρίβοι σκολιαὶ, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας, καὶ ἀλλότριον τῆς δικαίας γνώμης. "Ων τά τε ἐπιτηδεύματα καὶ αἱ δίκην τροχιῶν, τὸ μὲν ἀνάῤῥοπον τοῦ ἀγαθοῦ φεύγουσαι, τὸ δὲ κατωφερές τῆς κακίας διώκουσαι διαθέσεις, διεστραμμένοι είν σίν· ὡς ἐπιτεχνωμένων πόῤῥωσε ποιῆσαι τῆς κατ' ἀρετὴν πρὸς Θεὸν φερούσης εὐθείας ὁδὸν, καὶ ξένον παντάπασιν ἀπεργάτασθαι τῆς κατὰ λόγον διακρινούσης ἀπὸ τοῦ κρείττονος τὸ χεῖρον, καὶ καταψηφιζομένης τούτου σχολήν παντελή προαιρέσεως· ἔνθεν του ιζ'. Υιέ, μή σε καταλάβῃ βουλὴ κακή, ἡ ἀπο λείπουσα διδασκαλίαν νεότητος, καὶ διαθήκην θείαν ἐπιλελησμένη. Τέκνον πνευματικόν, φεύγε τὴν πονηρὰν τοῦ νοητοῦ ἔφεως συμβουλήν, δι ἐγκρατείας τῶν ἡδέων, καὶ ὑπομονῆς τῶν Ολιβε ρῶν, μή σε καταφθάσῃ βαθύμως περὶ τὸ ἀγαθὸν διακείμενον· ἥτις συμβουλή έπεισε τὸν πρωτόπλαστον καταλιπεῖν τὴν ὡς ἔτι νεάζοντι τὴν πνευματι τὴν ἡλικίαν, δοθεῖσαν αὐτῷ θείαν ἐντολὴν, καὶ ἐπι
col. 1239–1240page 10 of 162
PG 87:1239λαθέσθαι ταύτης, διατιθεμένης τὰ καθ' ἡμᾶς περὶ τὸ ἀγαθὸν, καθ᾽ ὁμοίωσιν Θεοῦ. ιη'. Ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτ τῆς, καὶ παρὰ τῷ ᾅδῃ τῶν γηγενῶν, τοὺς ἄξονας αὐτῆς. Ἡ γὰρ συμβουλή αὕτη, ἐκ τοῦ ἀρχεκάκου ἐχθροῦ προχωρήσασα, καὶ τὸν παραδεξάμενον ταύτης Αδάμ, καὶ πάντας τοὺς ἐξ αὐτοῦ ἀπεργασαμένη θνη τοὺς, ἐποιήσατο ἐν μὲν τῇ τούτων θνητότητα την κατοικίαν ἑαυτῆς, ὡς τυραννουμένων φόβῳ θανάτου καὶ παρὰ γνώμην διὰ τὸ ζῆν, ἀντέχεσθαι τῶν καθ' ἡδονὴν παθῶν διὰ παντὸς, οἷα συνιστώσης τῆς τῶν αἰσθητῶν μεταλήψεως, καθ᾽ ἦν τὸ ἠδυπαθές, την φαινομένην σωματικὴν φύσιν ἡμῶν· ἐν δὲ τῇ κατὰ τὴν φθορὰν ἀφανεία, μετ' αὐτῶν τῶν ἐκ τῆς ἐσχης κότων την γένεσιν, τὰ τῶν ὁρατῶν κάλλη· οἷς διὰ τὸ ἀπατηλόν, ἄγει τούτους πρὸς τὴν τῆς θείας ἐν τολῆς παράβασιν· ἐποιήσατο δὲ, ὡς εἴρηται, ἐν τῇ ἀφανείς μετὰ τῶν γηγενῶν τὰ τῶν ὁρατῶν κάλλη συμφθείρουσα τούτοις αὐτά, διὰ τὴν ἐξ ἀρχῆς τῆς θείας ἐντολῆς παράβασιν. 10. Πάντες οἱ πορευόμενοι ἐν αὐτῇ, οὐκ ενα στρέψουσιν οὐδ᾽ οὐ μὴ καταλάβωσι τρίβους εὐ Θείας. "Απαντες οὖν οἱ κατ' ἐνέργειαν διεξερχόμενα τὴν τοιαύτην πονηρὰν συμβουλήν, οὐκ ἐπιστρέψους μετὰ τὸν θάνατον εἰς ὑπακοὴν τῶν τοῦ Θεοῦ ἐντολῶν οὔτ᾽ ἐπιγνώσονται τὰς ἀπαρεγκλίτως εἰς Θεὸν ἀγούσας εργασίας αὐτῶν. Οὐ γὰρ καταλαμβάνεται ὑπὸ ἐνιαυτῶν ζωῆς. Ἐπειδὴ μεταστάντες τῆς πρὸς ἐργασίαν τῶν ἐντο λῶν τοῦ Θεοῦ δοθείσης ἡμῖν προσκαίρου ζωῆς, οὐκέτι ὑπὸ τῶν ταύτης ἐθῶν φθάνονται, ὥστε στῆναι τῆς πρὸς ἀπώλειαν φερούσης αὐτοὺς ὁδοῦ τῆς κακίας, διὰ τὸ ἤδη εἰς αὐτὴν καταντῆσαι τὴν ἀπώλειαν. κ'. Εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθὰς, εἶχον. σαν ἂν τρίβους δικαιοσύνης λείας. Εἰ γὰρ διεξ ήρχοντο κατὰ τὴν παροῦσαν ζωὴν τὰς τῶν θείων έν τολῶν ἐργασίας, εὗρον ἂν κατὰ πεῖραν αὐτὰς τῆς δικαιοσύνης ὁδοὺς εὐμαρεῖς· οἷα τῆς τῶν παθῶν συρφετώδους ιλύος ἀπηλλαγμένα;. κα'. Χρηστοὶ ἔσονται οικήτορες γῆς· ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ. Οἱ ἀγαθοὶ τοίνυν κατά προαίρεσιν, καὶ μὴ πρὸς τὰ παρὰ φύσιν κατ' ἐπιθυμίαν κινούμενοι, κατοικήσουσιν εἰς τὴν παγίαν ἕξιν τῶν ἀρετῶν· οἱ δὲ κατὰ θυμὸν τὰ θλιβερὰ ὑπομέν τες, καὶ τοὺς λυποῦντας μὴ ἀμυνόμενοι, οὐ μεταναστεύσουσι ταύτης· κἂν πόνοις ἀκουσίοις τοῦτο παθεῖν ἐκβιάζωνται. "Οτι εὐθεῖς κατασκηνώσουσι γῆν· καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ. Διότι οἱ τὸ ἀληθῶς αἱ ρούμενοι ἀγαθὸν, τὴν εἰρημένην τῶν ἀρετῶν ἔξιν οἰκήσουσι κατ' ἐνέργειαν· ταύτης δὲν ἀμετακίνητοι ἔσονται, οἱ καὶ αὐτῆς διὰ Θεὸν καταπεφρονηκότες τῆς φύσεως, διὰ τὸ εἶναι παρ' αὐτῇ κατὰ τὴν σωμα τικὴν ἀσθένειαν, τὰς τῶν κακῶν ἀφορμάς. κβ'. ῾Οδοὶ ἀσεβῶν, ἐκ γῆς ὀλοῦνται. Λοιπὸν αἱ ἐργασίαι τῶν μήτε φόβῳ τῶν ἀπειλῶν, μήτε πόθῳ τῶν ἐπαγγελιῶν τιμώντων Θεὸν, ἀφανισθήσονται τῆς κατ' ἀρετὴν ἕξεως· ἐν τῷ μήτε διὰ τὰς αἰωνίους της δια λάσεις, τῶν ἡδέων αὐτοὺς ἐγκρατεύεσθαι, μήτε
col. 1241–1242page 11 of 162
Caput III
PG 87:1241νειν τὴν μέλλουσαν μισθαποδοσίαν, τὰ ἐδυνηρὰ ὑπομέ. ἀλλὰ μεταπίπτειν ἀπὸ τοῦ δι' ἀγάπην τὸν πλη σίον εὐεργετεῖν, πρὸς τὸ διὰ μίσος τοῦτον ἀντιλυπεῖν. Οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπ' αὐτῆς. Οἱ ἐντεῦθεν τὰ θεία προστάγματα παραβαίνοντες, τῆς τῶν πραέων ἀπελαθήσονται γῆς· ἡ ἐστιν ἐπιθυμίας καὶ θυμοῦ παντελής πρὸς τὰ παρὰ φύσιν ἀκινησία. ΚΕΦΑΛ. Γ'. α'. Υιέ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου. Σ', δὲ τέκνον πνευματικών, τῶν προτρεπόντων σε ἐφ' ἃ δεῖ ποιεῖν, καὶ ἀποτρεπόντων ἀφ᾽ ὧν δεῖ μὴ ποιεῖν, ἐμῶν παραγγελμάτων, καθ' έξιν μνημόνευε. Τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία. Τὰ δὲ μισθὸν μὲν ἐπὶ τοῖς κατορθώμασιν ἐπαγγελλόμενα, τιμωρίαν δὲ ἐπὶ τοῖς ἁμαρτήμασιν ἀπειλοῦντά σου ἐμὰ λόγια, ἡ σὴ κατ' ἐνέργειαν φυλαττέτω ψυχή. β'. Μήκος γὰρ βίου, καὶ ἔτη ζωῆς, καὶ εἰρήνην προσθήσουσί σοι. Τούτων γὰρ ἡ καθ' ἕξιν μνήμη, καὶ ἡ κατ' ἐνέργειαν φυλακή, αὐξήσουσι μέν σου τὴν βιοτήν· διὰ τῆς κατὰ τὸ παρὸν ἐργασίας τῶν τὴν ψυχὴν κακίας ἀπαλλαττουσῶν θείων ἐντολῶν, πρὸς τὴν διαιωνίζουσαν εὐφροσύνην σε περαπέμπου σαι· τὰ δὲ μέτρα σοι τῆς κατὰ ταύτην τὴν πρᾶξιν τῶν ἐντολῶν πνευματικῆς ζωῆς ἀποκτενοῦσι, διὰ τῆς καθαρευούσης πάσης αἰσθητῆς φαντασίας άλλου τῶν νοητῶν γνώσεως δι' ἧς ἐπαυξήσουσί σοι καὶ τὴν πάσης κακίας ἀπηλλαγμένην εἰρηναίαν τῆς ψυχῆς κατάστασιν, τῇ καὶ τῆς ἀγνοίας ἀπαλλαγή· λοιπόν καὶ αὐτῶν μου κατά μέρος των παραγγελμάτων ἄκους. γ΄. ῾Ελεημοσύναι καὶ πίστεις μὴ ἐκλειπέτωσαν σε. Συμπάθειαι μὲν πρὸς τοὺς ὁμοφυεῖς ἐπὶ ταῖς κατ' αὐτῶν ἀκουσίοις ἐπιφοραῖς τῶν πειρασμῶν, εύ πείθεται δὲ πρὸς Θεὸν ἐπὶ ταῖς αὐτοῦ ἐντολαῖς, μὴ ἀπολιμπανέτωσάν σε. Αραψαι δὲ αὐτὰς περὶ σῷ τραχήλῳ. Εκκρέμα. σον δὲ ταύτας κατά προαίρεσιν, ἐν τῷ δίκην τραχήλου ὑποπίπτοντι ταύταις, ὥς τινι θείῳ ζυγῷ πρακτικῷ τῆς ψυχῆς σου. Γράψον δὲ αὐτὰς ἐπὶ πλακὸς καρδίας σου, καὶ εὑρήσεις χάριν. Ἐγκόλαψἂν δὲ ταύτας κατὰ διάθεσιν τῷ παθητικῷ τῆς ψυχῆς σου, καὶ ἐπιτύχῃς τῆς τοῦ Παναγίου Πνεύ ματος χάριτος. δ. Προϊσοῦ κατὰ ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων. Πρὸ πάσης άλλης εννοίας, διανοοῦ ἔμπροσθεν μὲν Θεοῦ τὸ πρὸς αὐτὸν εὐσεβές, ἔμπροσθεν δὲ ἀνθρώπων τὸ πρὸς αὐτοὺς εὐεργετικών. ε'. Ισθι πεποιθὼς ἐν ὅλῃ καὶ δίᾳ ἐπὶ Κύριον ἐπὶ δὲ σοφίᾳ μὴ ἐπαίρου. Ελπιζε ἐπὶ τὸν τοῦ παν τὸς Δεσπότην Θεὸν, ἐξ ὅλης ψυχῆς· ἐπὶ δὲ τῇ παρ' αὐτοῦ δοθείσῃ σο: κατά χάριν σοφία μὴ μέγα φρόνε.. ς'. Εν πάσαις ταῖς ὁδοῖς σου γνώριζε αὐτὴν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου, ὁ δὲ ποὺς σου οὐ μὴ προσκόπτη. 'Αλλ' ἐν πᾶσι τοῖς ἔργοις σου ἐπιγίνωσκε αὐτὴν ὁδηγὸν, ὅπως διευθύνῃ αὐτὰ τοῦ ἀγαθοῦ
col. 1243–1244page 12 of 162
PG 87:1243ἀπαρέγκλιτα· καὶ τὸ διανοητικόν σου, ᾧτινι κατά Ο ψυχὴν ὡς δὲ διήκει;, καὶ διαστηματικῶς ἐνεργεί, λίθοις ἀγνοίας οὐ μὴ προσκρούσῃ. ζ. Μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ. Μὴ ἔσο των πραγμάτων ἐπιστήμων ἀφ' ἑαυτοῦ· κατὰ μόνην απ σθησιν ἀλογίστως κρίνων αὐτὰ, καὶ δοκῶν καλὸν μὲν, πᾶν τὸ κατ' αὐτὴν ἡδύ· κακὸν δὲ, πᾶν τὸ κατ' αὐτὴν ἀηδές· κἀντεῦθεν ἀποτυγχάνων μὲν τοῦ ὄντως καλού περιπίπτων δὲ εἰς τὸ ἀληθῶς κακόν. Φοβοῦ δὲ τὸν Κύριον, καὶ ἔκκλινον ἀπὸ παντὸς κακοῦ. ᾿Αλλὰ φόβον ἔχε Θεοῦ, καὶ πάσης ἁμαρτίας ἀπόστηθι. η'. Τότε ἴασις ἔσται τῷ σώματί σου, καὶ ἐξι μένεια τοῖς ὀστέοις σου. Τηνικαῦτα γὰρ ὑπάρξει θεραπεία μὲν τῇ σαρκί σου, ἀπὸ τῆς κατ' ἐνέργεια φοροποιοῦ κακίας· περιποίησις δὲ ταῖς δίκην ὀστέων τονωτικαῖς τῆς ψυχῆς σου δυνάμεσιν, ὥστε με του δέοντος παραθραύεσθαι. θ'. Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων. Πρόσφερε δὲ τῷ Θεῷ, ὡς δεσπότῃ δοῦλος, ἀφ' ὧν απ τὸς περὶ τὴν σωματικὴν καὶ τὴν πνευματικὴν έργα σίαν πεπόνηκας· ἐκ μὲν τῆς σωματικῆς, τὰ μὴ ἐκ βλάβης τῶν πέλας ἐπικτηθέντα σοι· ἐκ δὲ τῆς πνεύ ματικῆς, παρθενίαν, ἀκτημοσύνην, καὶ τὰ ὅμοις ἅπερ καὶ μὴ ἀπαιτηθεὶς παρ' αὐτοῦ, δικαίως ἐφύ λαξας, ὥστε δῶρα προσαγαγεῖν αὐτῷ ταῦτα, ἀνθ' ὧν ἐτήρησα; ἐντολῶν αὐτοῦ. νης. Καὶ ἀπάρχου αὐτῷ ἀπὸ τῶν καρπῶν δικαιοσύν Καὶ ὥς τινας ἀπαρχὰς πρόσαγε τούτῳ, τῶν μὲν μὴ ἀπὸ ἁρπαγῆς ἀλλ' ἀπὸ τῆς σῆς ἀρούρης καρπῶν, κατὰ τὸν μακάριον ᾿Αβελ, τοὺς τῶν ἄλλων τιμιωτέρους καὶ κρείττονας· τῶν δὲ κατ' ἀρετὴν ἔργων σου, τὰς αἰτίας· ποιῶν ἅπαντα ταῦτα διὰ Θεόν. ι. "Ινα πιμπλῶνται τὰ ταμιεῖά σου πλησμονής σίτου, οἴνῳ δὲ αἱ ληνοί σου ὑπερβλύζωσιν. Ι σοῦ τῆς παρὰ Θεοῦ τυγχάνοντος εὐλογίας, αἱ μὲν ἀποθῆκαι καὶ αἱ ληνοὶ πλήρεις ὑπάρχωσι τῶν τῷ σώματι χρειωδῶν· ἡ δὲ πρακτική σου ἕξις πεπληρωμένη εἴη τῶν ὡς ἔκ τινος σπόρου τῶν θείων ἐντολῶν, γεωργουμένων κατὰ πρᾶξιν ἀρετῶν, οἱ τινων καρπῶν· καὶ ἡ θεωρητική πληρουμένη τῶν κατὰ γνῶσιν λόγων· προχεομένων, ὡς ἔκ τινων βοτρύων, τῶν θείων δογμάτων, ὑπερεκχέῃ διδασκαλικῶς ποτίζουσα τὰς τῶν ἄλλων ψυχὰς, τὸν ταύτας εὐφραίνοντα νοητὸν οἶνον. ια΄. Υιέ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Τέκνον πνευματικὸν, γενναίως φέρε τὰ κρίσει Θεοῦ ἀκουσίως τα ἐπερχόμενα Ολιβερά· καὶ μὴ κατάπιπτε, παρά τούτου ὑπομιμνησκόμενός σου τὰ ἁμαρτήματα, δη λοποιοῦντός σοι ταῦτα διὰ τῆς τῶν δυσχερῶν ἐπὶ αγωγής. ιβ'. "Ον γὰρ ἀγαπᾷ Κύριος, παιδεύει. Τὸν γὰρ ἐπιγινώσκοντα τὴν τούτου πρὸς αὐτὸν ἀγάπην, και δεύει ὁ Κύριος διὰ τῶν ὀδυνηρῶν πρὸς διόρθωσιν ἐπειδὴ τῷ μὴ ταύτην ἐπιγινώσκοντι, οἱ παιδεία τιμωρία δὲ, μὴ διορθουμένῳ, ἀλλὰ βλασφημοῦντι, ὑπάρχει τὰ λυπηρά,
col. 1245–1246page 13 of 162
PG 87:1245Μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. [!ληγὰς δ' ἐπιφέρει παντί κατ' ἀρετὴν μὲν καὶ γνῶ σιν υἱοθετουμένῳ αὐτῷ, μεγαλαυχοῦντι δὲ ἐφ᾽ οἷς κατορθοῖ· ὅπως πείσῃ αὐτὸν μετριοφρονεῖν ἐπὶ τού τοις, καὶ ὁλοτελῶς, ἀλλὰ μὴ ἐκ μέρους αὐτῷ προσ έρχεσθαι· ἐν παρὰ μέρος δέχεταί τε καὶ ἀποπέμπεται· τὸ μὲν, διὰ τὸν ἐνάρετον βίον· τὸ δὲ, διὰ τὸ μὴ φρονεῖν ταπεινά. ιγ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν· καὶ θνητός, ὃς εἶδε φρόνησιν. Λοιπὸν ἀείμνηστος, ὁ κατὰ μὲν τὸ νοούμενον ἀνθρώπῳ ὁρῶν, καθ' δ καὶ κέκληται ἄνθρωπος· κἀντεῦθεν ψηλαφήσας τῇ ἐν πνεύματι φυσικῇ θεωρίᾳ τῶν ὄντων, τὸν τούτων αἴτιον Θεόν· καὶ τούτου ἐπιτυχών γνωστικῶς ἐκ τῶν ποιημάτων, ὡς ἐντεῦθεν τῆς περὶ τὰ πρόσκαιρα ἀπάτης, οἷά τινος ἀχλύος σκεδαννυμένης αὐτόπτης κατὰ πεῖραν πρακτικὴν γενόμενος τῆς ἀντιπάλου τῇ τε ἀνοίᾳ καὶ τῇ ὑπερνοίᾳ ἕξεως, ἤ ἐστι φρόνησις ἀντίκειται γὰρ αὕτη, τῇ μὲν ἀνοίᾳ ἐν τῷ ἐμποιεῖν ἡμῖν τῶν προσκαίρων κατάγνωσιν, καὶ τῶν αἰωνίων ὄρεξιν· τῇ δὲ ὑπερνοίᾳ ἐν τῷ ἐμποιεῖν αὖθις ἡμῖν τῆς οἰκείας ἀσθενείας ἐπίγνωσιν. ιδ'. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυ σίου καὶ ἀργυρίου θησαυρούς. Ἐπειδὴ κάλλιόν ἐστι τὴν αἰτίαν τῆς φρονήσεως σοφίας, ὤνιον ποιεῖσθαι ἡμᾶς διὰ πάντων τῶν καθ' ἡμᾶς· ἐν μὲν πειρασμοῖς ἀνενδότους, κατὰ δὲ βίον λαμπρούς, χαρίζεται ἡμῖν τό τε τοῦ χρυσοῦ ἐν καμίνῳ ἀμείωτον, καὶ τὸ τοῦ ἀργυρίου καθαρὸν, ἢ αὐτοῦ χρυσίου καὶ ἀργυρίου κτᾶσθαι πολλούς θησαυρούς. ι:'. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν. Πολυ τιμωτέρα δ' αὕτη ἐστὶ λίθων πολυτιμήτων· ὅτι εἰς μὲν τὴν τούτων ἐμπόρευσιν, ἅτε ρευστῆς ὄντων ὕλης, ἄψυχος πάλιν ὕλη, χρυσὸς ἀδρος, ἢ ἄργυρος καταβάλλεται· εἰς δέ γε τὴν τῆς σοφίας, ἡμεῖς αὐτ τοὶ τὸ τιμιώτατον Θεοῦ κτῆμα καὶ οἰκειότερον. Οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν. Οὐκ ἀνθίσταται αὐτῇ οὐδεμία κακία· ἐνλάμψασα γάρ ἡμῖν κατά τε γνῶσιν καὶ ἀρετὴν, πᾶσαν ἀγνοίας καὶ κακίας μακρὰν ἡμῶν ἀπελαύνει σκοτόμαιναν. Ευγνωστός ἐστι πᾶσι τοῖς ὀργίζουσιν αὐτῇ. Εὔληπτος οὖν ἐστι τοῖς ταύτῃ κατὰ μίμησιν πλη σιάζουσιν· οἷα τῷ κατ' εἰκόνα λόγῳ, καὶ τῷ καθ᾿ ὁμοίωσιν τρόπῳ θεωρουμένη ὡς ἀρχέτυπον. Πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Οὐδὲν δὲ τῶν παρ' ἡμῖν τιμιωτάτων, ταύτης υπάρχει ἀντάξιον· ὅτι ὑπὲρ πάντα ἐστὶ κατ' ουσίαν, κἂν ἐν πᾶσιν ἐστι κατ' ἐνέργειαν· διόπερ ταύτης κατά χάριν μεταλαμβάνομεν, μηδὲν ἄξιον αὐτῆς ἀντεισ φέροντες. ις'. Μήκος γὰρ βίου, καὶ ἔτη ζωῆς ἐν τῇ δέ ξιᾷ αὐτῆς. Παρὰ δὲ τῇ ὡς δεξιᾷ, τελειοτέρα ταύτης ἐνεργείᾳ, ἥτις ἐστὶν ἡ τῶν θείων ἐπιστήμη, ὑπάρ χει τό τε μέγεθος τῆς κατὰ τὸν νόμον τὸν πνευματικὸν ἐναρέτου πολιτείας, πάντως ἡ τὴν κατὰ τὸν φυσικὸν καὶ τὸν γραπτὸν νόμον δικαιοσύνην ὑπερ βαίνουσα ὁσιότης, καὶ μέτρα τῆς καθαράς πόλης αἰσθητῆς φαντασίας ἀλλοῦ ἐν πνεύματι γνώσεις,
col. 1247–1248page 14 of 162
PG 87:1247Ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα. Παρὰ δὲ τῇ ὡς ἀριστερᾷ, ἀτελεστέρα ταύτης ενέρ γεια, ἥτις ἐστὶν ἡ τῶν ἀνθρωπίνων ἐπιστήμη, ὑπάρχει ὅ τε κατὰ τὸν φυσικὸν καὶ τὸν γραπτὸν να μον πλοῦτος τῶν ἀρετῶν, καὶ ἡ κατὰ τὴν φυσικήν θεωρίαν εὐσεβὴς τῶν θείων κριμάτων ἀνάληψις, ἡ ἀληθής δηλαδὴ περὶ ὁρατῶν δόξα. Ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη· νόμον δὲ καὶ ἔλειν ἐπὶ γλώσσης φορεῖ. Καὶ ἐκ τῆς ἀληθεστάτης διδασκαλίας αὐτῆς, ὡς ἐκ στόματος, πρόεισι κανὼν ἀρετῆς· τηρῶν ἀπαρέγκλι τον, πρός τε τὰ κατ᾽ ἔλλειψιν ταύτης καὶ τὰ καθ' ὑπερβολὴν πάθη, τὸ τριμερὲς τῆς ψυχῆς· ἀποτροπὴν δὲ παντὸς πονηροῦ πράγματος, καὶ συμπάθειαν πρὸς πάντας ἀνθρώπους, περιβέβληται αὐτὸς ὁ διδασκαλικὸς λόγος αὐτῆς· ᾧτινι οἷα γλώττη, ῥυθμίζει πρὸς ἀρετὴν τὸν ἀνθρώπινον βίον. ιζ'. Αἱ ὁδοὶ αὐτῆς, ὁδοὶ καλαί. Οἱ δὲ κατ' ἀρετήν τε καὶ γνῶσιν διάφοροι θεσμοὶ, καὶ τὰ δόγματα, οἷς αὕτη ὥς τισιν ὁδοῖς ἐμπεριπατοῦσα, τὸν ἐν ἑκάστῳ ποιεῖται τῆς σωτηρίας δρόμον, εὐμαρὴ εἰσι τοῖς κατὰ ταῦτα τὴν οἰκείαν διεξερχομένοις ζωήν. Καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς μετ' ειρήνης. Καὶ οἱ τρόποι τῶν ἀρετῶν, οἷς διαφόρως ἄγει πρὸς σωτη ρίαν τοὺς ἑπομένους αὐτῇ, ἐνεργοῦνται μετά πάσης ἀπαλλαγῆς παθῶν παρὰ τούτων· ὡς μήτε δόξης ἕνεκεν, μήτε χάριν ἀνθρωπαρεσκείας καὶ ἐπιδείξεως, τὴν ἀρετὴν ἢ τὴν μελέτην τῶν θείων λόγων μετερχομένων. ιη'. Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν, ὡς ἐπὶ Κύριον, ἀσφαλής. Φυτόν γάρ ἐστι καρποφορούν τὴν ἐν πνεύματι ζωήν, ἅπασι τοῖς κατὰ διάθεσιν ἀντιποιουμένοις αὐτῆς, καὶ τοῖς ἐπὶ ταύτῃ κατά πίστιν ἐστηριγμένοις, ὡς ἐπὶ παντοκράτορι Θεῷ Λόγῳ, φυλακτικὴ ἀπὸ παντὸς ὑπάρχει κακοῦ. εθ', κ'. Ο Θεός, τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν ἡτοίμασε δὲ οὐρανὸν ἐν φρονήσει· ἐν αἰσθήσει αὐτοῦ ἄβυσσοι ἐῤῥάγησαν, νέφη δὲ ἐῤῥύη δρό σον. Μετὰ πάντων δὲ τῶν εἰρημένων τῆς σοφίας κατορθωμάτων, καὶ αὐτὸς ὁ Θεὸς καὶ Πατὴρ, ταύτη ὡς ἐνυποστάτῳ δυνάμει αὐτοῦ ἐπήξατο ἐπὶ τῆς ῥυτῆς τῶν ὑδάτων φύσεως τὴν ξηράν γῆν· παρ ήγαγε δὲ οὐρανοὺς τῇ ἰδίᾳ βουλῇ· καὶ τῇ κρίσει αὐτοῦ διηρέθη τὰ ὕδατα ἄνω καὶ κάτω τοῦ στερεί ματος· ὑδρεύειν δὲ τὴν γῆν ὑετῷ τὰ νέφη ἐτάχθησαν. κα'. Υιέ, μὴ παραῤῥνῇς. Διό, τέκνον, μαθὸν ὅτι τῷ λόγῳ Κυρίου ὑπέστη τόδε τὸ πᾶν, μὴ παρατραπῇς διὰ τοῦ μεγέθους καὶ τῆς καλλονῆς τῶν κτισμά των, εἰς τὸ ταῦτα θεοποιῆσαι, καὶ τὸν γενεσιουργών πάντων Θεὸν ἀγνοῆσαι. Τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν. Φύλαξαν δὲ τὴν ἐμὴν ἐν μὲν τοῖς πρακτέοις παραίνεσιν το δέον ὑποτιθεμένην σοι, ἐν δὲ τοῖς θεωρητέοις τὴν εὐσεβὴ περὶ Θεοῦ ἔννοιαν. κβ'. Ἵνα ζήσῃ ἡ ψυχή σου. Οπως τῆς δι ἄγνοιαν τοῦ ὄντως καλοῦ ἐκ τῶν παθῶν νεκρώσεως
col. 1249–1250page 15 of 162
PG 87:1249ἀπαλλαγεῖσα σου ἡ ψυχή, τῆς ἐν πνεύματι ἀπαθεστάτης γνωστικῶς ἀξιωθείη ζωής. Καὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ. Καὶ οἷα δικαιοσύνης ζυγός, ἡ λαμπρότης τῶν ἐντολῶν τοῦ Θεοῦ, ἐνυπάρχῃ ὡς τινι τραχήλῳ τῷ σῷ προαιρετικῷ πρα κτικῶς. *Εσται δὲ ἴασις σαρξί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου. Υπάρξει δὲ θεραπεία τῶν τῇ ἡδυπαθείᾳ κατατριβομένων του σώματός μου μελῶν, ἡ σωφροσύνη και περιποίησις τῶν δίκην ἐστέων τονωτικῶν τῆς ψυχῆς σου δυνάμεων, εἰς τὸ μὴ τοῦ ἁρμόζοντος παραθραύεσθαι, ἡ εὐσεβής περὶ Θεοῦ ἔννοια. κγ'. Ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ ποὺς σου οὐ μὴ προσ κόπτῃ. ὡς ἂν πρακτικῶς διεξέρχῃ θαῤῥῶν, ἐν ἀπαθεστάτῃ ἕξει καὶ ἀταράχῳ, πάσας τὰς εἰς Θεὸν φερούσας τούτου ἐντολάς· καὶ τὸ ἀπὸ προτάσεων ἀρχόμενον, καὶ μέχρι συμπερασμάτων διήκον δια νοητικόν σου, οὐ μὴ προσκρούῃ δόξαις ψευδέσιν. κδ'. Ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ· ἐὰν δὲ καθ εύδης, ἡδέως ὑπνώσεις. Εἴτε γὰρ τοῦ πόνου τῆς ἀρετῆς μικρὸν τὴν σάρκα διαναπαύεις, ου φοβηθήση τὰς ἐφόδους τῶν πνευμάτων τῆς πονηρίας· ὡς ἀεὶ τὸν νοῦν ἔχων προσηλωμένον Θεῷ· εἴθ᾽ ὑπνοῖς τὸν τίμιον ἐναντίον Κυρίου θάνατον τῶν ὁσίων αὐτοῦ, τῇ ἐλπίδι τῆς ἀναστάσεως καὶ τῶν ἐπηγγελμένων παρά Θεοῦ ἀγαθῶν, ἔσῃ ἐπευφραινόμενος. κε'. Καὶ οὐ φοβηθήση πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμᾶς ἀσεβῶν ἐπερχομένας. Καὶ οὐ πτοηθήσῃ διὰ συνειδὸς ἀκατάγνωστον, ἐκδειμάτωσίν τινα δαιμονιώδη, παραγενομένην σοι μετὰ τὴν ἔξοδον τῆς παρούσης ζωῆς, ὥστε διακόψαι σε τῆς πρὸς Θεὸν ἐλπίδος· οὔτε καταδρομὰς τῶν ἀποστάντων τούτου, καὶ μὴ τιμώντων αὐτὸν πνευμάτων τῆς πονηρίας, ἐπιούσας σοι ἐν ζωῇ, ὥστε τῶν θείων ἐντολῶν παρα βάτην ἀποδεικνύειν σε. κς'. Ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου, καὶ ἐρείσει σὺν πόδα, ἵνα μὴ σαλευθῇ. Αὐτὸς γὰρ ὁ τῶν ὅλων Δεσπότης Θεὸς ἔπεται ἐν πάσαις ταῖς ἐν ζωῇ κατ' ἀρετὴν πορείαις σου, ὁδηγῶν σε πρὸς σωτηρίαν, διὰ τῶν ἁγίων αὐτοῦ ἐντολῶν· ἀλλὰ καὶ μετὰ τὴν ἔξοδον τῆς παρούσης ζωῆς, στηρίξει ἐν ἑαυτῷ τὴν ἐλπίδα σου, ὥς τινα πόδα, ἐν ἀσφαλεῖ τόπῳ, ἵνα μὴ αὐτοῦ ἀποστῇ· ἡ δὲ τὰ πρακτέα σοι ὑποτιθεμένη ἐμὴ παραίνεσις, αὕτη ἐστίν. κζ'. Μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Μὴ παύσῃ εὐεργετεῖν τὸν ἔχοντα χρείαν εὐεργετεῖσθαι· ἕως ἂν σοι εἰς τὸ ἐπαρχεῖν αὐτῷ, περιουσία ἐστίν. κη'. Μὴ εἴπῃς. Επανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Μη παραπέμψῃς αὐτ τὸν εἰς τὴν ἐπιοῦσαν ἡμέραν, εἰπὼν, ὅτι Τήν σήμερον μὲν ὑποχώρησον, τὴν δ' αὔριον ἐλθὲ, καὶ οὗ χρείαν Έχεις παράσχω σοι, ἰσχύος προσούσης σοι παραυτίκα τοῦτον εὐεργετεῖν· ἀγνοεῖς γὰρ τί ἐπαγάγει ἡ α ριον.
col. 1251–1252page 16 of 162
PG 87:1251κθ'. Μὴ τέκταινε ἐπὶ σὺν φίλον κακά, παρα κοῦντα καὶ πεποιθότα ἐπὶ σοί. Μὴ κατασκεύας, εἴτε ἐν τῷ διὰ τὴν ὁμοφυΐαν ἀγαπᾶσθαί σοι ὀφείλοντ ἀνθρώπῳ, τὰ κατά τε σῶμα καὶ ψυχὴν βλαβερά γειτνιάζοντί σοι, καὶ μετὰ Θεὸν ἐπὶ σοὶ τὰς ἐλπίδες σαλεύοντι, ὡς δυναμένῳ βοηθεῖν αὐτῷ ἐν οἷς ἂν τὸν πρὸς τὰ σώματι καὶ ψυχῇ σωστικὰ δέηται· εἶτ᾽ ὑ τῷ φιλουμένῳ παρὰ σοῦ σαρκίῳ διὰ τὴν πρὸς αὐτό, σχέσιν, τὰ κατ' ἔλλειψιν τῆς ἀρετῆς πάθη, ἢ τὸ καθ' ὑπερβολήν· προσκαίρως καὶ οὐ μονίμως τη ψυχῇ παραμένοντι ὡς θνητῷ, καὶ ἀπὸ τοῦ ταύτη; λογιστικοῦ φυσικῶς τὸ ἑαυτοῦ ἀπεκδεχομένῳ τ νοητικόν· ἀλλὰ καὶ ἀμφοτέρων προνοοῦ· τοῦ μὲν ὁμοφυούς, τά γε πρὸς χρείαν· τοῦ δὲ συγγενείς σαρκίου, τὰ πρὸς σύστασιν· ἵν᾿ ἔχῃς αὐτὸ συνεργα πρὸς τὰ κάλλιστα, καὶ οὐχὶ τὰ πρὸς ἡδυπάθειαν ὅπως μὴ ἐντεῦθεν ἀποθησαυρίσῃς σεαυτῷ ὕλην τη αἰωνίου πυρός. 2. Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, μή τι εἰς σὲ ἐργάσηται κακόν. Μὴ ἀγαπήσῃς, είτε την πρός τινα ἄνθρωπον ἔχθραν, ὅπως μὴ βιάδην τινὰ δηλαδὴ ψυχικὴν ἢ σωματικὴν ἐπαγάγῃ τ ἐπεὶ οὐδεμία ὑπάρχειν σοι δύναται εύλογος άφορμή πρὸς μέσος αὐτοῦ· εἶτε τὴν πρὸς τὸ σῶμα ἀνονήτως, διὰ τὸ κατ' αὐτὸ τῆς ἀνθρωπίνης φύσεως ἀσθενές, καὶ περὶ τοὺς ἀκουσίους πόνους εὐέμπτωτον μήποτε ἀποτελέσῃ εἰς σὲ ψυχικὴν ἀπώλειαν, τὸ τῶν κακῶν χείριστον, δι' ὀλιγωρίαν τυχὸν, τὸν τούτου ἐπινοήσαντα ὄλεθρον. λα'. Μὴ κτήσῃ κακῶν ἀνδρῶν ἐνείδη. Με ἐπισπάσῃ μέμψεις ἂς ὑφίστανται οἱ παράνομοι. Μηδὲ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν. Μη δὲ γένῃ τῶν ἔργων αὐτῶν μιμητής. λβ'. Ακάθαρτος γὰρ παρὰ Κυρίου πᾶς παρά νομος. Μεμολυσμένος γάρ ἐστιν ἐνώπιον Θεοῦ, κἂν λανθάνειν ἀνθρώπους ἐπιχειρῇ, ἅπας παραβάτης τῶν αὐτοῦ ἐντολῶν. Ἐν δὲ δικαίοις οὐ συνεδριάζει. Μετὰ δὲ τῶν τηρούντων αὐτὰς οὐ συγκάθηται, ὡς μὴ συναναπαυόμενος τούτοις κατὰ γνώμην ἐπὶ τῷ ἀγαθῷ. λγ'. Κατάρα Κυρίου ἐν οἴκοις ἀσεβῶν. Διὰ κατά κρισις ὑπάρχει ἀπ' αὐτοῦ τοῦ τῶν ὅλων Δεσπότου Θεοῦ, τοῖς σώμασιν, ὧν ἀντέχονται, οἷά τινων μονί η μων κατοικιῶντες φιλοσώματοι, αἱ ψυχαὶ τῶν μὴ δι' ἀγαθῶν ἔργων τιμώντων αὐτόν· κρινομένων τῶν τοιούτων ἀνθρώπων κατ' ἀνθρώπους σαρκί, ἵνα ζῶσι κατὰ Θεὸν πνεύματι. Επαύλεις δὲ δικαίων εὐλογοῦνται. Τὰ δὲ σώ ματα ἐν οἷς αὐλίζονται, ὡς προσκαίροις τισὶ παρα κίαις, αἱ ψυχαὶ τῶν προκρινόντων τὰ αἰώνια τῶν προσ χαίρων, ἐνάγονται πρὸς τὸ ἀγαθὸν ταῖς τῶν θείων αὐτοῦ ἐντολῶν ἐργασίαις. λδ. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπει τοῖς δὲ δίδωσι χάριν. Ἀλλὰ καὶ τοῖς ἀγνοοῦσι τὴν οἰκείαν ἀσθένειαν, καὶ ἑαυτοῖς καὶ οὐ Θεῷ τὰ κατορθώματα ἐπιγράφουσιν, ἀντικαθίσταται αὐτὸς ὁ πάνω των Δεσπότης, ἡ ἐνυπόστατος τοῦ Θεοῦ παντοκρά
col. 1253–1254page 17 of 162
Caput IV
PG 87:1253τορικὴ δύναμις, σφάλλων αὐτόν. Ὅπως τὴν οἰκεῖαν ἐπι γνόντες ἀσθένειαν, μὴ ἐπαίρωνται ἐφ᾽ οἷς χωρὶς αὐ τοῦ οὐ δύνανται ποιεῖν οὐδὲν, καὶ τῆς ἀληθείας ἀπο πλανῶνται. Τοὺς δὲ ἐπιγνώμονας τῆς οἰκείας ἀσθε νείας, καὶ ταπεινόφρονας, τῆς τοῦ παναγίου Πνεύματος ἀξιοῖ χάριτος, καθαίρων μὲν τούτους ἀπὸ πάσης κακίας τῷ φόβῳ, φωτίζων δὲ τῇ τῶν θείων ἐντολῶν κατὰ πεῖραν συνέσει, καὶ τελειῶν τῇ δι' ἀγάπης ἑνούσῃ τούτους αὐτῷ τελειοποιῷ σοφίᾳ. λε'. Δόξαν σοφοί κληρονομήσουσιν. "Ης σοφίας οἱ ἀξιωθέντες, ὡς ἔργοις δικαιοσύνης τιμήσαντες τὸν ἐν οὐρανοῖς κατὰ χάριν Πατέρα, της τούτου βα σιλείας κληρονόμοι γενήσονται. Οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν. Οἱ δὲ μὴ δι' ἀγαθῶν ἔργων τιμῶντες αὐτὸν, τὴν ἑαυτῶν ἀτιμοποιὸν κακίαν περιφανεστέραν ἐποίησαν, τὰς ἀμυ θήτους τῶν παραλόγων παθῶν γενέσεις ἐπινοήσαντες. ΚΕΦΑΛ. Δ'. α'. 'Ακούσατε, παῖδες, παιδείαν πατρὸς, καὶ προσ έχετε γνῶναι ἔννοιαν. Ενθεν τοι, τεκνία πνευματικὰ, ταῖς μὲν ἐπιπειθέσι λόγῳ ὀρεκτικαῖς τῶν ψυ χῶν ὑμῶν δυνάμεσιν, ὑπακούσατε τῆς κατὰ πρᾶξιν ἐπιπόνως τῶν ἀπὸ κακίας κηλίδων ἐκκαθαιρούσης ὑμᾶς παραινέσεως, τοῦ κατὰ χάριν υἱοθετοῦντος ἡμᾶς Θεοῦ. Ταῖς δὲ θεωρητικαῖς, σκοπεῖτε καταλαβεῖν γνωστικῶς τὴν ταύτης διάνοιαν. β'. Δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν· τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε. Μηδὲν γὰρ προεισενεγκοῦσι, παρέχω ὑμῖν εὐεργεσίαν σωτήριον τοῦ ἀπο τρέποντος τῶν μὴ δεόντων, καὶ προτρέποντος τὰ δέοντα θείου νόμου, ᾧ καὶ αὐτὸς ὑπόκειμαι, μὴ ἀπόσχησθε. γ'. Υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος, καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός. Παῖς γὰρ κατὰ χάριν γέγονα καὶ αὐτὸς, τῷ οὐρανίῳ ἡμῶν Πατρὶ πειθήνιος, καὶ φιλούμενος παρ' αὐτοῦ ἐν τῷ χαρακτηριστικῷ τῆς ἐκθρεψαμένης με διδασκαλίας αὐτοῦ πολιτεύματι. δ'. Οἱ ἐδίδασκόν με, καὶ ἔλεγον. Ο', ὁ διδάσκων πάντως, καὶ ἡ τούτου διδασκαλία, ἐνουθέτουν με, λέγοντες. ᾿Επειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν. Ποιείτω ἐν τῇ σῇ διανοία ή παραίνεσις ἡμῶν στην ριγμόν, ἑδραιοῦσα ταύτην ἐν τῷ ἀγαθῷ. Φύλασσε ἐντολάς μου, καὶ ζήσῃ. Τήρει ἐμὰ τοῦ υἱοθετησαμένου σε παραγγέλματα, καὶ τῆς ἐν πνεύ ματι μακαρίας μετάσχῃς ζωῆς. ε'. Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν. Προσβαλοῦ τήν τε πάσης ἀγνοίας ἀφανιστικὴν σοφίαν, καὶ τὴν πασῶν μου τῶν ἐντολῶν ποιητικὴν σύνεσιν. Μὴ ἐπιλάθῃ, μηδὲ παρίδης ῥῆσιν ἐμοῦ στόματος. Μὴ ἀμνήμων μήτε παρόπτης τῆς ἐμῆς γένη διδασκαλίας. ς'. Μὴ ἐγκαταλίπῃς αὐτὴν, καὶ ἀνθέξεταί σου. Μὴ ἀποστῇς ταύτης, καὶ ἀντιλάθηταί σου ἐν ταῖς κατὰ τῶν νοητῶν ἐχθρῶν ἀντιπαρατάξεσιν.
col. 1255–1256page 18 of 162
PG 87:1255Εράσθητι αὐτῆς, καὶ τηρήσει σε. Αγάπησον αὐτὴν, καὶ φυλάξει σε τῆς ἐξ αὐτῆς βλάβης ἀνεπιβούλευτον. ζ'. Ἀρχὴ σοφίας, κτῆσαι σοφίαν. ἀπαρξάμενος δὲ τῆς σοφίας διὰ πίστεως, ἐν τῷ καθαρτικώ τοῦ ῥύπου τῶν ἁμαρτημάτων σου φόβῳ τῶν ἀπειλών μου, ἐπείχθητι μετά πολλῆς τῆς σπουδῆς, ὅλην προςλαβέσθαι αὐτήν, διὰ τῆς τῶν ἐπαγγελιών μου ἐλπίδος, καὶ τῆς πρός με ἀγάπης. Καὶ ἐν πάσῃ κτήσει σου, κτῆσαι σύνεσιν. Κα διὰ πασῶν ὧν κέκτηται δυνάμεων, σπεῦσον ἐπ κτήσασθαι τὴν ποιητικὴν τῶν ἐμῶν ἐντολῶν σύν εσιν. η. Περιχαράκωσον αὐτὴν, καὶ ὑψώσει σε. Κατασφάλισαι σεαυτῷ τὴν σοφίαν, ταῖς ὥσπερ τά φοις ἀποτρεπτικαῖς τῶν ἐπιβουλευόντων ταύτῃ νεη τῶν ἐχθρῶν, ἐμεῖς ἐντολαῖς, καὶ ἀναγάγῃ σε ἀπὸ τῶν σαρκικῶν καὶ γηΐνων πρὸς τὰ πνευματικὰ κα οὐράνια. Τίμησεν αὐτὴν, ἵνα σε περιλάβῃ. Δόξασον απο τὴν ἐν ἀγαθοεργίαις, ἵνα τε ὅλον σε περιοχῇ, πείσασε τὴν σάρκα τῷ νοῖ μὴ ἀντιστρατεύεσθαι· ἀλλὰ συνεργεῖν αὐτῷ πρὸς τὴν τῶν κρειττόνων ὑπηκε σταν. θ'. Ινα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων. Καὶ παράσχῃ μὲν τῷ ἡγεμόνι σου νο! πεποικιλμένο ταῖς τῶν ἐντολῶν χάρισι στέφανον τῆς κατὰ τῶν ἑκου σίων παθῶν νίκης. Στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσει σου. Υπερ αγωνίζεται δὲ σου καὶ κατὰ τῶν ἀκουσίων, τῷ ἐλπι ζομένῳ ἐπάθλῳ κατὰ τὴν πνευματικὴν ἐν τῷ παρα δείσῳ τρυφήν. ι'. "Ακουε, υἱὲ, καὶ δέξαι ἐμοὺς λόγους. Λοιπόν μάνθανε, τέκνον μου πνευματικὸν, ἃ καὶ αὐτὸς παρά Θεοῦ ἐδιδάχθην, καὶ προσδέχου κατά διάθεσιν τὰς ἐμὰς παραινέσεις. Καὶ πληθυνθήσονται ἔτη ζωῆς σου. Καὶ αύξη θήσονταί σου τὰ τῆς πνευματικής ζωής μέτρα. "Ινα σοι γένωνται πολλαὶ ὁδοὶ βίου. Όπως ἔσονταί σοι πολλαὶ μέθοδοι πολιτείας πνευματικής, ἀμεταστρεπτὶ διὰ πάντων τῶν κατὰ τὸν βίον συναντημάτων, πρὸς τὴν ἄνω χορείαν ὁδεύοντι. ια'. Οδοὺς γὰρ σοφίας διδάσκω σε. Τὰ γὰρ πρὸς σωτηρίαν σε ἄγοντα θελήματα τοῦ Θεοῦ, ἅπερ διεξέρχεται ὁ μονογενής τούτου Υἱὸς καὶ Λόγος, ἡ ἐνυπόστατος αὐτοῦ δύναμις καὶ σοφία, ἐκκαλύπτων ἀπαραλείπτως αὐτὰ διά τε τοῦ φυσικοῦ νόμου καὶ τοῦ γραπτοῦ, ὑποδεικνύω σοι κατὰ θεωρίαν. Εμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐνάγω δέ σε κατὰ πρᾶξιν εἰς τοὺς πρὸς πάσας κακίας ἀπαρευ κλίτους δρόμους τῶν ἀρετῶν. ιβ'. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεται τὰ διαβήματά σου. Τὰ γὰρ θεῖα θελήματα, εἰ μὲν κατὰ θεωρίαν διέρχῃ, πέρας οὐκ ἔχουσί σου τὰ διανοήματα, τῇ θείᾳ ἀπειρίᾳ συμπαρεκτεινόμενα. Ἐὰν δὲ τρέχης, οὐ κοπιάσῃς. Εἰ δὲ κατὰ πρ ξιν προθύμως διεξέρχῃ, χρηστὸς ὁ ζυγός· καὶ έλα φρὸν τὸ φορτίον τῶν θείων ἐντολῶν σοι φανήσεται, κουφιζομένῳ τῇ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν τοῦ πόνου τῆς ἀρετῆς.
col. 1257–1258page 19 of 162
PG 87:1257ιγ. Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Διὸ προσελάβου κατὰ διάθεσιν τὴν ἐμὴν παραίνεσιν, καὶ μή καταλείψης, ἀλλὰ τήρησον ταύτην παρὰ σεαυτῷ ἀν επίληστον· ὥστε ζῆν καθὼς αὕτη σοι ὑποτίθησι. ιδ'. 'Οδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσης ὁδοὺς παρανόμων. Τοῖς ἴχνεσι τῶν ἀπιστούντων Θεῷ, μὴ τιμώντων δι' ἀγαθῶν ἔργων αὐτὸν, μὴ ἀκολουθήσῃς, μήτε μιμήσῃ τὰ ἔργα τῶν παραβαινόντων τὰς αὐτοῦ ἐντολάς. ιε'. Ἐν ᾧ δ' ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ· ἔκκλινον δ' ἀπ' αὐτῶν, καὶ παράλλαξον. Ενθα δ' ἂν οὗτοι πρὸς βλάβην ἀνθρώπων ἀθροισθῶσιν, αὐτὸς μὴ ἀπέλθῃς· μακρὰν δὲ τούτων ὡς μισοθέων ἅμα καὶ μισανθρώπων γενοῦ· καὶ ἄλλην ἤπερ οὗτοι βίωσον βιοτήν, φιλόθεον ὁμοῦ καὶ φιλάνθρωπον. ις'. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν· ἀφῄρηται ὁ ὕπνος ἀπ' αὐτῶν, καὶ οὐ κοιμῶνται. Οὐ γὰρ ὕπνου οὗτοι μετάσχωσι, μέχρις ἄν τινα βλάψαι ἰσχύσωσι· διότι περιήρηται ἐκ τού των ὁ ὕπνος, καὶ οὐχ ὑπνώττουσι, τῇ πρὸς βλάβην τοῦ πέλας μερίμνῃ ἀπαγρυπνοῦντες διηνεκώς. ιζ. Οίδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴκῳ δὲ παρανόμῳ μεθύσκονται. Οὗτοι γὰρ ἔργοις μὲν ἀτιμίας τρέφονται, τούτοις πρὸς κακίαν αὐξάνοντες παραλόγῳ δὲ σαρκὸς φρονήματι, ὥς τινι οἴνῳ, ἐξίστανται τοῦ σώζοντος καθεστηκότα τὸν νοῦν πνευματικοῦ φρονήματος. τη'. Δ' δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμ πουσι· προπορεύονται καὶ φωτίζουσιν ἕως κατερ θώσει ἡ ἡμέρα. Τὰ δὲ ἔργα τῶν κατὰ τοὺς θείους νόμους πολιτευομένων, τὰς τῶν ἀφορώντων εἰς ταῦτα ψυχὰς καταυγάζουσι, παραπλησίως τοῖς ἔργοις τοῦ τῆς δικαιοσύνης ηλίου· προηγοῦνται δὲ τούτων, καὶ πυρσεύουσι ταύταις, μέχρις ἂν αὐτὸς ὁ τῆς δικαιοσύνης "Ηλιος φαιδρῶς ἐπ' αὐταῖς διαλάμψη. ιθ'. Αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν, σκοτειναι· οὐκ οι δασι πῶς προσκόπτουσι. Τὰ δὲ ἔργα ἀπιστούντων Θεῷ, καὶ μὴ δι᾿ ἀγαθοεργίας τιμώντων αὐτὸν, σκό τος ἀγνοίας υπάρχουσιν· ἐπειδὴ οὗτοι ἀγνοοῦσιν ὅπως τῷ ἀγαθῷ προσπταίουσιν. κ'. Υιέ, ἐμῇ ῥήσει πρόσεχε. Ενθεν τοι τέχνον πνευματικὸν, τῇ ἐμῇ διδασκαλίᾳ τῆς ψυχῆς σου θεωρητικὸν ἀπασχόλει, κατανοῶν γνωστικῶς ἅπερ αὕτη σοι ὑποτίθησι. Τοῖς δὲ ἐμοῖς λόγοις παράβαλε σὸν οὖς. Ταῖς δ' ἐμαῖς ὑποθήκαις παρατίθει τὸ ἐπιπειθὲς λόγῳ ἐπιθυμητικόν σου καὶ θυμικόν, ὑπακούων αὐταῖς ὀρεκτικῶς κατὰ πρᾶξιν. κα'. Οπως μὴ λείπωσί σε αἱ πηγαὶ τῆς ζωῆς. Οπως ἀεί σοι βλαστάνωσι κατ' ἔμπρακτον γνῶσιν, ὥς τινες ἀένναοι πηγαί, τὴν πρέπουσάν σοι ὡς λου γιαῷ πνευματικὴν ζωὴν, αἱ τοῦ Θεοῦ ἐντολαί, ας δή σοι καὶ ὑποτίθημι. Φύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ. Τήρει κατὰ διά νοιαν ταύτας διὰ παντός. κβ'. Ζωὴ γάρ ἐστι τοῖς εὑρίσκουσιν αὐτὰς, καὶ πάσῃ σαρκὶ ἴασις. Γνῶσις γὰρ ὑπάρχει πνευματική
col. 1259–1260page 20 of 162
PG 87:1259τοῖς ἐντυγχάνουσιν αὐταῖς, καὶ ἅπασι τοῖς τῆς σαρκὸς αὑτῶν μέλεσι, τῶν κατ' ἐνέργειαν παθών ἀπαλλαγή. κγ'. Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς. Διὰ πασῶν τούτων τὴν σὴν κατασφαλίζου διάνοιαν· ἐξ αὐτῶν γὰρ ἡ ἐν πνεύματ κεκρυμμένη ζωή πρόεισιν ἐφ' ἑκάστῃ δυνάμει της ψυχῆς κατ' ενέργειαν. κδ'. Περίελε σεαυτοῦ σκολιόν στόμα. Περίπο ψον ἀπὸ σοῦ τὴν ὑποτιθεμένην σοι τὰς ἐπιτάσεις τῶν ἀρετῶν διὰ τὴν παρ' ἀνθρώποις δόξαν, παντρε τοῦ δαίμονος συμβουλήν. Καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι. Καὶ τὰς παρανόμους ὑποθήκας αὐτοῦ, αἱ σοι τὰς ἐλλείψεις τῶν ἀρετῶν ὑπαγορεύουσι, πόῤῥω ἐκ σοῦ ἀπο δίωξον. Ο κε'. Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν. Αί θεω ρητικαὶ τῆς ψυχῆς σου δυνάμεις, ἀπαρεγκλίτως της πρὸς ἑκάτερα τὰ εἰρημένα ροπῆς, πρὸς μόνον τὸ εὐ άρεστον Θεῷ ἀποσκοπείτωσαν. Τὰ δὲ βλέφαρά σου νευέτω δίκαια. Αἱ δὲ ἀρε κτικαί, τῇ ἐπὶ τοῖς κατὰ λόγον κρινομένοις ἀγαθοῖς [ῥοπῇ] συγκατανευέτωσαν· τοῦ ὄντος μὲν ἀγαθοῦ ὀρεγόμεναι, τὸ δὲ κακὸν ἀποστρεφόμεναι. κς'. Ορθὰς τροχιὰς ποίει σοῖς ποσίν. ἰθυτενεῖς πρὸς τὴν ἀλήθειαν καὶ τὸ ἀγαθὸν, τοὺς κατά θεωρίαν καὶ πρᾶξιν. δρόμους σου ἀπεργάζον, ταῖς κατὰ νοῦν τε καὶ λόγον τῆς ψυχῆς σου κινήσεσι. Καὶ τὰς ὁδούς σου κατεύθυνε. Κάντεῦθεν τις κατὰ γνῶσιν καὶ ἀρετὴν φερούσας σε πρὸς Θεὸν ὡς αλάθητον γνωστὸν, καὶ ἔσχατον ὀρεκτὸν, ἐντολὰς αὐτ τοῦ ἁπλανῶς πορεύθητι. κζ'. Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ, μηδὲ εἰς τὰ ἀρι στερά. Μὴ παρατραπῇς εἰς τὰ καθ' ὑπερβολὴν τῆς ἀρετῆς πάθη, μηδὲ εἰς τὰ κατ᾽ ἔλλειψιν. Απόστρεψον δὲ σὺν πόδα ἀπὸ ὁδοῦ κακῆς καὶ σκολιᾶς. Εἰ που δέ τι τοιοῦτον συμβῇ περὶ σέ, κι νουμένης πρὸς ταῦτα τῆς διανοίας σου, μετενεγκε ταύτην ἑτοίμως, από τε τῆς κατ' ἔλλειψιν τῆς ἀρε τῆς πρὸς κακίαν φθορᾶς, καὶ τῆς καθ' ὑπερβολὴν προς πονηρίαν, ἢ ἐστι τὸ μόνου πόνου ὁρᾶν, ἐν ὅσῳ τις μὴ διὰ Θεὸν, ἀλλὰ δι' ἀνθρώπων ἀρέσκειαν, ἐπ τηδεύει τὸ ἀγαθόν. Οδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεός. Α' γὰρ μὴ διὰ Θεὸν, ἀλλὰ διὰ τὴν παρ' ἀνθρώπων δόξαν ἐπιτάσεις τῶν ἀρετῶν, οὐ λελήθασι τὸν ὀφθαλμὸν τοῦ Θεοῦ· διόπερ οὗτος οὐ παρέχει τινὰ ὑπὲρ τούτων μισθόν. Διεστραμμέναι δέ εἰσιν αἱ εὐώνυμοι. Αἱ δὲ τῆς κακίας εργασίαι, ἐκτετραμμένοι εἰσὶ τοῦ ἀγαθού, ὡς κατὰ πάντα αὐτῷ ἀντικείμεναι, καὶ μηδὲ καθ ὑπόκρισιν τούτου μετέχουσαι. Αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου. Αυτός δὲ ὁ Θεὸς, ἐν οἷς σφάλλει τὰ δι᾿ ἀνθρωπαρεσκείας ὑποκρινόμενα τὸ ἀγαθὸν, ἔργα σου, καὶ ὑπὸ μέμψιν τίθησι, κατευθυνεῖ τοὺς κατὰ θεωρίαν δρόμους σου ὥστε σε τὴν ἀλήθειαν μόνην κατὰ γνῶσιν ζητεῖν. Τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει. Τις δὲ κατὰ διάθεσιν προαιρετικὰς τοῦ ἀγαθοῦ κινήσεις
col. 1261–1262page 21 of 162
Caput V
PG 87:1261σου, ἐν ἀταραξίᾳ πάσῃ, καὶ βαθείᾳ παθῶν γαλήνῃ εἰς ἔργον προαγάγῃ. ΚΕΦΑΛ. Ε'. α'. Υιέ, ἐμῇ σοφίᾳ πρόσεχε. Τέκνον πνευματικόν, τῇ ἐμῇ περὶ Θεοῦ ἐννοίᾳ πρόσκεισο, πρὸς δόξαν ψευδῆ μὴ παρασυρόμενος. Τοῖς δ' ἐμοῖς λόγοις παράβαλε σὲν οὖς. Ταῖς δ' ἐμεῖς διδασκαλίαις παρατίθει πρὸς ὑπακοὴν, τὸ ἐπισ πειθὲς λόγῳ ἐπιθυμητικόν τῆς ψυχῆς σου και θυμικὸν. β'.Ινα φυλάξῃς ἔννοιαν ἀγαθήν. Οπως εἰς τὸ διηνεκές τηρήσης κατὰ διάθεσιν τὴν ἀληθῆ περὶ τοῦ ὄντος ἀγαθοῦ δόξαν. Αίσθησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι. Την κατὰ πρᾶξιν δὲ πεῖραν τῶν ἐμῶν διδαγμάτων σε κατ' ἐντολὴν ἀπαιτῶ, καὶ οὐχὶ τὴν ψιλήν τούτων ἀκρόασιν. γ. Μὴ πρόσεχε φαύλῃ γυναικί. Μη πρόσκεισο τῇ ὡς κατὰ προαίρεσιν ἀλογίστῳ ψεκτῇ αἰσθήσει. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικός πόρνης. Νομιζομένη γάρ τις ἡδονὴ ἀποῤῥέει ἐκ τῆς πρὸς τὰ αἰσθητὰ φιλίας τῆς τοῦ λόγου πόρρω νευούσ σης αἰσθήσεως. δ. Η πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα· ὕστε ρον μέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκο νημένον μᾶλλον μαχαίρας διστόμου. "Ητις δι' ἡδονῆς τρέφει σοι τὸ ἡδυπαθὲς πρὸς μικρόν· μετὰ τοῦτο δ' ἐντύχῃς αὐτῇ, πράγματι ἀηδεστέρω τε πάσης πικρίας, οἷα τῆς κατ' αἴσθησιν ἡδονῆς τέλος τὴν ὀδύνην ἐχούσης, καὶ ἐπιτηδειοτέρῳ πρὸς πλῆξιν τοῦ συνειδότος σου, ὑπὲρ ξίφος τέμνον ἀμφοτέροις τοῖς μέρεσιν. ε'. Τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ, μετὰ θάνατον εἰς τὸν ᾄδην. Τῆς γὰρ ἀλογίας αἱ ὁρμαν, μετ' αὐτοῦ τοῦ καθ᾽ ἁμαρτίας ψυχικοῦ θανάτου, κατασπῶσι τοὺς μετερχομένους αὐτὴν εἰς τὴν κατὰ τὴν σωματικὴν φθορὰν ἀφά γειαν. Τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται. Τὰ δὲ ἔργα ταύτης, ἐπειδὴ μὴ περὶ τὰ μόνιμα καταγίνονται, οὐκ εἰσὶν ἀσφαλῆ. ς'. Ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται. Αὕτη γὰρ, τὰς εἰς τὴν ἀΐδιον καὶ μακαρίαν ἐν πνεύματι ζωὴν φερούσας θείας ἐντολὰς, κατὰ πρᾶξιν οὐ διέρχεται. Σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς, καὶ οὐκ εἴγνω στοι. Σφάλλονται δὲ περὶ τὴν τοῦ καλοῦ κρίσιν, οἱ κατὰ θεωρίας δρόμοι αὐτῆς· ὡς μὴ πρὸς τὸ τῇ ἀλη θείᾳ, ἀλλὰ τῇ ψευδεῖ ὑπολήψει καλὸν ἀποβλέποντες καὶ οὐκ εὐκόλως οὕτως ἔχειν καταλαμβάνονται, διὰ τὸ τῶν προσκαίρων ἡδέων ἀπατηλόν. ζ. Νῦν οὖν, ὦ υἱὲ, ἄκουέ μου, καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους. Κατὰ γοῦν τὸν παρόντα πάντα αἰῶνα, τεκνίον, ὑπήκοος ἔσο μοι, καὶ μὴ ἀπρά στους τὰς ἐμὰς ἐργάση διδασκαλίας· ὅπως ταύταις ως τισιν ὁδοῖς ἀμέμπτως ὁδεύσῃς πρὸς τὸν μέλλοντα. η'. Μακράν ποίησον ἀπ' αὐτῆς σὴν ὁδόν. Πόρρω τῆς, ὡς εἴρηται, ἀλογίστου αἰσθήσεως, τὴν σὴν ἀπέργασαι βιοτήν. Μὴ ἐγγίσῃς προθύροις οίκων αὐτῆς. Καὶ δια
col. 1263–1264page 22 of 162
PG 87:1263βαίνων κατὰ νοῦν πρὸς τοὺς λόγους τῶν ὄντων, ἀπο Ει φυγε τὰς ἐπιφανείας αὐτῶν, αἱ πρόκεινται τοῖς δίκην θυρῶν εἰσαγωγοῖς αἰσθητηρίοις τῆς φαντασίας τῶν αἰσθητῶν· οἷς ὡς τισιν οἰκήμασι, παραμένει ἐμφιλοχωροῦσα ἡ αἴσθησις. θ'. Ινα μὴ πρόῃ ἄλλοις ζωήν σου, καὶ σὸν βίον ἀνελεήμοσιν. Ὅπως μή προδῷς τήν τε θεόθεν σοι χορηγουμένην ζωὴν ἑτέροις παρὰ τὰ θεῖα θελήματα, καθ' & τὰ πάντα γεγόνασι σαρκικοῖς θελήμασι διεξ. ἄγεσθαι, καὶ ἅπαν σου τὸ σπούδασμα ταῖς τιμωρητικαῖς δυνάμεσιν. ι'. Ινα μὴ πληθῶσιν ἀλλότριοι σῆς ἰσχύος. Καὶ ἐμφορηθῶσιν οἱ ἀπηλλοτριωμένοι Θεοῦ δαίμονες, ἧς κέκτησαι δυνάμεως πρὸς ἐργασίας τοῦ ἀγαθοῦ υπουργούσης τούτοῖς κατὰ σὴν προαίρεσιν, εἰς πᾶ σαν πρᾶξιν ἀθέμιτον. ια΄. Οἱ δὲ σοὶ πόνοι, εἰς οἴκους ἀλλοτρίους εἰσ έλθωσι, καὶ μεταμεληθῇς ἐπ᾿ ἐσχάτων σου. Οἱ δὲ σοὶ μόχθοι εἰς τὰς ἡτοιμασμένας αὐτοῖς τοῖς δαίμοσι μονὰς τῶν κολάσεων εἰσαχθῶσιν, ὕλη σοι τοῦ αἰω νίου πυρὸς χρηματίσαντες, καὶ μεταγνῷς ἐς ὕστε ρον. ιβ'. Ηνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου, καὶ ἐρεῖς· Πῶς ἐμίσησα παιδείας, καὶ ἐλέγ τους εξέκλινεν ή καρδία μου; Οπηνίκα τὰ τῆς σαρκός σου μέλη τῷ χρόνῳ καταδαπανηθῇ, καὶ πρὸς εργασίαν τοῦ ἀγαθοῦ διὰ τὸ γῆρας ἐξατονήσῃς, καὶ εἴπῃς ἑαυτὸν ταλανίζων, Ινα τί τὴν τὸ ἀγαθὸν ὑπο τιθεμένην μοι διδασκαλίαν ἐβδελυξάμην, καὶ λόγοι; τὴν κακίαν μου διελέγχουσιν οὐ προσέσχε μου ἡ διά νοια; ιγ'. Οὐκ ἤκουον φωνῆς παιδεύοντές με· καὶ διδάσκοντί με οὐ παρέβαλον τὸ οὖς μου. Οὐχ ὑπήκουον τῷ τῶν μὴ δεόντων με ἀναστέλλοντι· καὶ τῷ τὰ δέοντα ὑποτιθεμένῳ μοι, οὐ παρετίθουν τὰ Στα πρὸς ἀκρόασιν. ιδ. Παρ' ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ, ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς. Παρὰ βραχὺ πα σαν ἁμαρτίαν κατὰ ψυχὴν καὶ σῶμα διεπραξάμην ἐνώπιον τοῦ τε τὰς ψυχὰς ναοποιοῦντος πνευματικοῦ νόμου, ἐν τῷ ταύτας καθαίρειν κατὰ διάνοιαν· καὶ τοῦ τῶν κατ' ἐνέργειαν ἁμαρτημάτων καθαίροντος γραπτοῦ, καὶ συνάγοντος τοὺς εἰς πολλὰς καὶ ἀντι θέτους μοίρας κατατμηθέντας, πρὸς τὸν ἕνα λόγον Ο τῆς φύσεως, ἐν τῷ διακελεύεσθαι ἔκαστον ἀγαπῶν τὸν πλησίον ὡς ἑαυτόν. τε'. Πίνε ὕδατα ἀπὸ τῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων πηγών. Αρύου δόγματα, μὴ τὰ ἀφ᾽ ὧν ἀγ γείων καὶ ἡ ἄλογος φύσις τὴν καθ᾽ ἡδονὴν καὶ ὀδύνην τῶν αἰσθητῶν γνῶσιν κομίζεται· ἅπερ πάντως ἀγ γεῖα ἡ αἴσθησις καὶ ἡ φαντασία ἐστί· μήτ' ἀπὸ τῶν τῆς Ἐκκλησίας ξένων Ἑλληνικῶν μαθημάτων, τῶν οἷα φρεάτων ἐπιχορηγούντων τοῖς περὶ ταῦτα ἀσχολουμένοις, τὰς περὶ τῶν ὄντων ψευδεῖς δόξας, ἀλλ' ἀπὸ τῶν ἰδιαιτάτως σῶν, τοῦ τε νοῦ καὶ τῆς διανοίας· ἐξ ὧν, ὡς ἔκ τινων αγγείων, αἱ τοῦ ὄντος ἀγαθοῦ, καὶ τοῦ μὴ τοιούτου, λογικαὶ δόξαι ἀρύονται, καὶ τῶν εἰς βοήθειαν δοθεισῶν τούτοις θεοπνεύστων Γραφῶν· ἐξ ὧν ὡς φρεάτων τινῶν βάθος ἐχουσῶν ἀνεξάντλητον
col. 1265–1266page 23 of 162
PG 87:1265ὕδατος ζῶντος, βλύζοντος αεννάως ὡς ἐκ τῆς πηγῆς τῆς τοῦ παναγίου Πνεύματος ἐπιχορηγεῖται αὐτοῖς, τῷ νῷ, φημί, καὶ τῇ διανοίᾳ, ἡ γνῶσις τῆς ἀλη θείας. ις'. Υπερεκχύσω σοι τὰ ὕδατα ἐκ τῆς σῆς της γῆς. Υπερβλυζέτω σου τῷ νοὶ καθ᾽ ὑπεροχήν γνώσεως ἐκ τῆς θεογνωσίας νάματα, γινώσκοντι τὸν κατ' αι τίαν ἐν πᾶσι Θεὸν, ὑπὲρ πάντα κατ᾽ οὐσίαν ὑπάρ χοντα. Εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδα τα. Ἐν δὲ ταῖς χωρητικαῖς τοῦ πλάτους τῆς φυσικῆς τῶν ὁρατῶν θεωρίας αἰσθήσεσί σου τοῦ λογικοῦ, οἱ χωρητοί σου κατὰ διάνοιαν λόγοι τούτων διεξερχέ σθωσαν, συλλέγοντός σου αὐτὸν ἐν πνεύματι γνωστι χώς. ιζ. Εστω σοὶ μόνῳ ὑπάρχοντα. Υπαρχέτωσαν ἅπαντα διὰ σὲ γεγονότα, σοῦ μόνου τοῦ ἀνθρώπου πλοῦτος, κατὰ λόγον χρωμένου αὐτοῖς. Καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι. Καὶ μή τις τῶν ἀλλοτριωθεισῶν Θεοῦ ἀποστατικών δυνάμεων, τοῦ τοιούτου πλούτου συμμεταλαμβανέτω σοι, παρα χρωμένῳ τούτῳ κατὰ τὸ αὐταῖς βουλητόν. ιη. Ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία. Τῆς θείας χάριτος ἡ βρύσις, ἐξ ἧς ἀρύῃ τὰ μυστικά νάματα, σοὶ μόνῳ τῷ πιστῷ φυλαττέσθω, εἰς μετά ληψιν τῶν μυστηρίων τοῦ Πνεύματος, τοῖς ἀπίστοις ἀπαρεγχείρητος. Καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεό τητός σου. Καὶ συναγάλλου μετὰ τῆς συναρμοσθεί της σοι σοφίας, ἐξ αὐτῆς τῆς κατὰ τὴν πρώτην πλάσιν ἀρχῆς, τιμηθέντι λόγῳ, καὶ γενομένῳ κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν. ιθ'. Ελαφος φιλίας, καὶ πῶλος σῶν χαρίτων ομιλείτω σοι. Η τῶν, ὥσπερ τινὰ θανατηφόρον ἐν, τῷ τῶν ἀνθρώπων γένει τὴν κακίαν έναπεμε σάντων νοητῶν όφεων ἀναιρετική, ἐν τῷ πᾶσαν ταύ τὴν ἐξαφανίζειν ἀγάπῃ, μετὰ τῆς ἀεὶ νεαζούσης διὰ πάντων τῶν ἐν σοὶ λοιπῶν τοῦ καινοποιοῦ Πνεύματος χαρισμάτων σοφίας, συνδιαγέτω σοι πρὸς πᾶσαν εύτ φροσύνην πνευματικήν. 'Η δὲ ἰδία ἡγείσθω σου, καὶ συνέστω σοι ἐν παντὶ καιρῷ. Ἡ δὲ διὰ τὸ ἐκ τῆς πρώτης παραβάσεως παθητὸν τῆς σαρκὸς, οἰκεία σοι ταπεινοφροσύνη, προηγείσθω σου παντός κατορθώματος, καὶ πρὸς φυλακὴν τούτων διόλου συνυπαρχέτω σοι. Ἐν γὰρ τῇ ταύτης φιλίας συμπεριφερόμενος, πολλοστὸς ἔσῃ. Τῇ γὰρ περὶ ταύτην σχέσει πρὸς ἑαυτὸν ὑψωθήσεται. κ'. Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν. Μὴ ἀκρα τῆς ἔσο ὁ λογικός, πρὸς τὴν ἠλλοτριωμένην λόγου, κατ' αἴσθησιν ἡδονήν· ἀλλὰ κἂν ποτοῦ κἂν ὕπνου μεταλαμβάνῃς, διὰ τὴν σώματος σύστασιν, κἂν διὰ παιδοποιίαν νομίμῳ γυναικὶ ὁμιλῇς, οἷς φυσικῶς Έπεται ἡδονὴ, πᾶσι τοῖς τοιούτοις χρῶ ἐγκρατῶς. Μηδὲ συνέχον ἀγκάλαις ταῖς μὴ ἰδίαις. Μηδὲ ταῖς τῶν αἰσθητῶν κατ' αἴσθησιν περιλήψεσιν, αἳ κοι καὶ σοί τε τῷ λογικῷ, καὶ τοῖς ἀλόγοις ὑπάρχουσι, α
col. 1267–1268page 24 of 162
Caput VI
PG 87:1267συμπεριγράφου, κατὰ τὸ ἐναπομένειν ταῖς ἐπιφανείαις τῶν ὁρατῶν, καὶ μὴ διαβαίνειν κατὰ νοῦν πρὸς τοὺς λόγους αὐτῶν. κα'. Ενώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν, ὁδοὶ ἀνδρός. Οὐδὲν γὰρ τῶν κατὰ γνώμην τοῦ ἀνθρώπου κινημάτων, τοὺς παντεφόρους τοῦ Θεοῦ λέληθεν ὀφθαλμούς. Εἰς δὲ πάσας τὰς τροχιάς αὐτοῦ σκοπεύει. Ἐπὶ πάντας δὲ τοὺς κατά τε θεωρίαν καὶ πράξιν δρόμους αὐτοῦ ἐφορᾷ, εἰ κατὰ τὴν τούτου προβαίνουσι βούλησιν. ράλογοι παγιδεύουσιν ἄνθρωπον, μή συγχωρού κβ'. Παρανομίαι ἄνδρα ἀγρεύουσι. Ἡδοναὶ παρ σαι τοῦτον τὴν ὁδὸν τῶν θείων ἐντολῶν διεξέρχεσθαι. κγ'. Σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος Οἷα δέ τισι δεσμοῖς ἀφύκτοις, ταῖς ἐκ μακρᾶς συν σφίγγεται· οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων. ηθείας τῶν οἰκείων πταισμάτων πλεκτάναις, συνε έχεται πᾶς δυσαποσπάστως ἔχων τῆς ἁμαρτίας· ὃς ἐὰν μείνῃ ἀμετανόητος, καταντῷ εἰς ἀπώλειαν με τὰ τῶν μηδόλως δεξαμένων νουθεσίαν Κυρίου. Ἐκ δὲ πλήθους τῆς αὐτοῦ βιοτῆς ἐξεῤῥίψη, καὶ ἀπώλετο δι' ἀφροσύνην. ᾿Απὸ δὲ τῆς οἰκειο τάτης αὐτῷ, ὡς γενομένῳ κατ᾿ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν, ἀτελευτήτου καὶ μακαρίας ἐν πνεύματι ζωῆς, κατ' οἰκείαν γνώμην ἀπέρριπται· καὶ τῆς ἑαυτοῦ σωτηρίας ἑστέρηται, διὰ προαίρεσιν ἀλό γιστον. ΚΕΦΑΛ. Γ'. α'. Υιέ, ἐὰν ἐγγυήσῃ σόν φίλον, παραδώσεις χεῖρα ἐχθρῷ. Τέκνον πνευματικὸν, εἰ εἰς τὴν αὔριον ἐπιδείξασθαι τὸ προσφιλές σοι σῶμα μετανοίας ἔργα Θεῷ ἐπαγγέλλῃ, καὶ τὴν σήμερον τὰς κατ' ἐπιθυμίας καὶ θυμὸν σαρκικὰς πληροῦν ὀρέξεις βουλόμενος, παρέξεις τὴν πρακτικήν σου δύναμιν τῷ κοινῷ πολεμίῳ τῶν ἡμετέρων ψυχῶν, εἰς τὸ ἐργάζεσθαι ἄ σοι πρὸς ἀπώλειαν ὑποτίθησιν. β'. Παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη. θέ ρατρον γὰρ δυσέφικτον ἀνθρώπῳ, ἥ τε ἐπιθυμία, καὶ ὁ θυμὸς, ὁ δίκην χειλέων κεχηνότα κατά σχέσιν πρὸς τὰ αἰσθητά, τοῦ κατ' ἀρετὴν δρόμου τὸν λό γον κωλύουσι· καὶ πάθεσι μὲν δουλεύειν τὴν σή μερον, τὴν δὲ κάθαρσιν εἰς τὴν αύριον ὑπερτίθεσθαι τοῦτο ἀνδραποδίζουσιν. Καὶ ἁλίσκεται χείλεσιν ιδίου στόματος. Καὶ κρατεῖται ὁ ἄνθρωπος ταῖς ἀλογίστοις σχέσεσι τοῦ οἰκείου προαιρετικοῦ· δι' οὗ ὡς διά τινος στόματος ἀρετῆς ἡ κακίας μεταλαμβάνει κατὰ ψυχήν. γ'. Ποίει, υἱὲ, ἃ ἐγώ σοι ἐντέλλομαι, καὶ σώζου. Εργάζου, τέκνον πνευματικὸν, ἅπερ σοι αὐτὸς ὑπου τίθημι, καὶ ἀπὸ τῶν παραλόγων φυλάττου πα θῶν. "Ηκεις γὰρ εἰς χεῖρας κακῶν διὰ τὸν φίλον. Συνελαύνῃ γὰρ εἰς τὸ τοῖς τοιούτοις ὀλεθρίοις ἀλῶς και πάθεσι, διὰ τὸ προσφιλές σοι σῶμα. Ισθι μὴ ἐκλυόμενος. Εσο μὴ τὸν τῆς ψυχῆς σου τόνον χαυνούμενος.
col. 1269–1270page 25 of 162
PG 87:1269Παρόξυνε δὲ καὶ τὸν φίλον σου δν ἐγγυήσω. Παράθηγε δὲ μᾶλλον καὶ αὐτὸ τὸ φιλούμενον σας σαραίον· διεγείρων τοῦτο πρὸς ἐργασίαν τοῦ ἀγα θοῦ, ὁ δικαιοσύνης έργα ενδείξασθαι καθυπέσχου Θεῷ.. δ. Μὴ δῷς ὕπνον σοῖς ὄμμασιν. Μὴ παράσχε κατὰ γνώμην ὕπνον ῥᾳθυμίας ταῖς θεωρητικαῖς σου δυνάμεσι, πρὸς τὴν τῆς ἀληθείας κατάληψιν. Μηδὲ ἐπινυστάξης σοῖς βλεφάροις. Μήτ' ἐπὶ ταῖς κατ' αἴσθησιν καὶ φαντασίαν ἀλόγοις δόξαις συγκατανεύσῃς ταῖς ὀρεκτικαῖς, μὴ γρηγορούσαις πρὸς τὴν ἐπιτυχίαν τοῦ ὄντος ἀγαθοῦ, διὰ τὸ τῆς τούτου ἐργασίας ἐπίπονον· αἵπερ ἀναπετάννυνται μὲν πρὸς τοῦτο, οἷά τινα βλέφαρα, γρηγορουσῶν τῶν θειο ρητικῶν πρὸς τὴν τῆς ἀληθείας κατάληψιν μουσι δὲ πρὸς αὐτὸ, ῥᾳθυμουσῶν πρὸς αὐτήν· κἀντεῦθεν τὸ φῶς τοῦ τῆς δικαιοσύνης ηλίου ταύταις διατειχίζουσιν. ε. Ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ όρνεον ἐκ παγίδος. Οὕτω δέ σε διακεῖσθαι διακελεύομαι όπως φυλάττῃ τῶν ποικιλοτρόπων ἀγρευτηρίων τοῦ ἄρχεκάκου ἐχθροῦ· οἷα μέν τις όξυ δρόμος καὶ ἀλτικωτάτη δορκάς, ὑπερπηδῶν ταῦτα κατ' ἀρετήν· οἷα δέ τι ἀεροπόρον καὶ ὑψιπετὲς πτηνὸν, ὑπεριπτάμενος αὐτὰ κατὰ γνῶσιν. ς'. "Ιθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ· καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ. Ἀπόβλεπε πρὸς τὸ εὐτελέστατον ζῶον, τὸν μύρμηκα, ὦ ῥᾴθυμε· καὶ γινώσκων τὰς φυσικὰς ἐργασίας αὐτοῦ, μίμησαι ταύ τας κατὰ προαίρεσιν. Καὶ γενοῦ ἐκείνου σοφώτερος. Καὶ οἷα λογικός, νίκησον τὴν περὶ τὰ σωματικά σοφίαν αὐτοῦ, ἐν τοῖς πνευματικοῖς ἐπιδεικνύμενος τὸ σοφόν. ζ. Ἐκεῖνος γὰρ γεωργίου μὴ ὑπάρχοντος. Ο τοιοῦτος γὰρ μὴ εὐπορῶν τινος γεωργίου ἐκ σπό μου προκαταβεβλημένου τῇ γῇ παρ' αὐτοῦ. Μηδὲ τὸν ἀναγκάζοντα ἔχων. Μήτ' ἔχων τὸν πρὸς ἐργασίαν αὐτὸν κατεπείγοντα.. η'. Μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους την τροφήν. Μηδὲ δουλείας ζυγῷ ὑποκείμενος, εὐτρεπίζει κατά τινα φυσικήν κίνησιν, ἐν τῷ θερινῷ καιρῷ, τὴν χρειώδη κατὰ τὸν χειμώνα τροφήν. Οι ο Πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. Αὐτάρκη τε ἐν τῷ καιρῷ τῆς τῶν ἀσταχύων συγκομιδῆς τὴν ταύτης ποιεῖται ἀπόθεσιν· ὃν μια μούμενος ὁ καὶ λόγον ἔχων τὸν ἐπαναγκάζοντά σε ἐπιμελεῖσθαι τοῦ ἀγαθοῦ, καὶ ὑποκείμενος τῷ χρη στῷ ζυγῷ τῶν ἐντολῶν τοῦ Θεοῦ, ἐν παντὶ τῷ τῆς κατὰ τὴν ζωήν σου ἐργασίας χρόνῳ, συλλέγειν σπεύ δε τὰς ἀρετὰς, καὶ ἀποθησαυρίζειν αὐτὰς τῇ ψυχῇ, ἵνα όταν αὕτη τῇ ἀπὸ τοῦ σώματος διαστάσει χει μάζηται, τρέφηται δι' αὐτῶν τῇ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν ἱκανῶς· εἰ δὲ καὶ παράψει τον μύρο μηκα, Πορεύθητι πρὸς τὴν μέλισσαν. Αλλά γε πρὸς τὴν μέλισσαν ἀπελθε, τὰ ταύτης ἔργα κατανοών. Καὶ μάθε, ὡς ἐργάτις ἐστὶ, τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται. Καὶ γνῶθι ὅτι καὶ αὕτη ἐργά ζεται, καὶ τὸ ἔργον αὐτῆς ἀποτελεῖ ἐντιμότα
col. 1271–1272page 26 of 162
PG 87:1271"Ης τους πόνους, βασιλεῖς τε καὶ ἰδιῶται προς ὑγείαν προσφέρονται. Τοῖς δὲ κατὰ φύσιν έμμεσ λεστάτοις ἔργοις αὐτῆς, ἔνδοξοί τε καὶ ἄδοξοι πρὸς ἴασιν χρῶνται νοσημάτων παντοδαπών. Ποθεινή τέ ἐστι πᾶσι καὶ ἐπίδοξος. Ὑπὸ πάνω των τε ἀγαπᾶται ὁμοῦ, καὶ διὰ θαύματος ἄγε ται. Καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενὴς, την σοφίαν τιμήσασα προήχθη. Καὶ εἰ τῇ δυνάμει ἐστὶν ἀδρα νῆς, ἀλλ' ὅτι παρὰ τοῦ πάντων Δεσπότου Θεού φύσει τὸ σοφὸν ἐκληρώσατο, προτιμητέα τῶν πολλὴν φύ μην κεκτημένων ζώων ἐγένετο· ἣν μίμησαι προ αιρετικῶς, ἔργον τιμιώτατον τὸ κατ' ἀρετὴν ἐργαζόμενος· καὶ τὰ ἔργα του εἰς θεραπείαν πολλῶν ψυ χικήν τε ἅμα καὶ σωματικὴν ἔστωσαν, ἀσπαζομένων τε ταῦτα, καὶ διὰ θαύματος ἀγόντων· καὶ κἂν μὴ πολλή σοι ὑπάρχῃ ἰσχὺς ἐκ περιουσίας χρημά των ἢ ἀξιωμάτων ὕψους, ἀλλ' ὅτι τὴν παρὰ Θεοῦ χάριν πεπλούτηκας, καὶ πολὺς γέγονας κατὰ γνώ σιν καὶ ἀρετὴν, προτιμητέος ἔσῃ τῶν πολλῇ τῇ κατὰ κόσμον δόξῃ εὐθηγουμένων καὶ τοῖς χρήσ μασιν. θ'. "Εως τίνος, οκνηρέ, κατάκεισαι; Μέχρι τίνος, ὦ ῥᾴθυμε, καταπεπτωχὼς ὑπάρχεις τῇ φιλίᾳ τοῦ σώ ματος; Πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Καὶ πότε ὡς ἀπὸ ὕπνου τῆς πολλῆς περὶ τὸ ὄντως ἀγαθὸν ῥαθυμίας ἐξαναστῇς: Εἰ οὖν μηδὲ παρὰ τῆς ἀλόγου φύσεως παιδεύῃ, ἂν ἔδει τῷ λόγῳ ἐνάγεσθαι πρὸς τὸ ἀγαθὸν, κἂν ἐξ αὐτῆς τῆς πείρας τῶν πραγμάτων μάνθανε, ὅτι καὶ τοὺς πρὸς τὰ σωματικὰ ῥαθυμοῦντας ἔργα, καὶ τὸν περὶ ταῦτα πόνον φορτικὸν ἡγουμένους, πενία καταλαμβάνει δεινή· οὓς μιμούμενος ἐν τῷ πάντων καταρχθυμεῖν τῶν τῆς δικαιοσύνης ἔρω γων, ι. Ολίγον μὲν ὑπνοῖς. Ποτὲ μὲν ὕπνῳ βαθυ μίας δουλεύεις. Ολίγον δὲ κάθῃ. Ποτὲ δὲ τῇ σαρκὶ χαρίζῃ ἀνά παυσιν. Μικρὸν δὲ νυστάζεις. Καὶ ἄλλοτε νυσταγμῷ ἀχη είας ὑπόκεισαι. Ολίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη. Ποτέ δ' αὖθις δεσμεῖς περὶ τὸ στῆθος τὰς χεῖράς σου, μόν νος ψιλοὺς διαλογισμούς κατέχων ἐπὶ καρδίας σου, καὶ τούτους μὴ βεβαιῶν διὰ πράξεως. ια΄. Εἶτα παραγίνεταί σοι ὥσπερ κακὸς όλοι πόρος ἡ πενία. Επέρχεται δέ σοι μετὰ ταῦτα, ὡς τις βλαπτικός συνοδίτης, ἥ τε τοῦ κατ' ἀρετὴν πνευ ματικοῦ πλούτου παντελὴς ἀπορία· ἐπὶ τῷ συνεῖναί σοι διαπαντὸς, καὶ συνδιεξιέναι τὴν παροῦσαν ζωήν. Καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς. Καὶ και θάπερ τις περὶ δρόμον ὀξὺς, ἡ τῆς γνώσεως οὐκ εἰς τὸ παντελὲς ἀπορία, διὰ τὸν τοῦ συνειδότος ἐπὶ τοῖς κακοῖς ἔλεγχον, ἔνδεια· διὰ τὸ μὴ γεύσασθαι κατά πρᾶξιν καὶ γνῶναι τὸ χρηστὸν τοῦ ζυγοῦ, καὶ τὸ ἐλαφρὸν τοῦ φορτίου τῶν τοῦ Θεοῦ ἐντολῶν. Ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμη τός σου. Εἰ δέ ποτε τὴν ῥᾳθυμίαν ἀποτιναξάμενος, διεγηγερμένος ὑπάρχεις περὶ τὴν ἐργασίαν τοῦ ἀγα
col. 1273–1274page 27 of 162
PG 87:1273θοῦ, ἐλεύσεται δαψιλής, οἷα πηγὴ ἄφθονα προχέουσα νάματα, ἡ τοῦ καρποῦ τῶν τῆς δικαιοσύνης ἔργων συγκομιδή. Ἡ δὲ ἔνδειά σου ὥσπερ κακὸς δρομεὺς ἀπαυ τομολήσει. Τὸ δὲ διὰ τὸ ἐκ ψιλῆς ἀκοῆς, καὶ μὴ κατὰ πεῖραν πρακτικὴν εἰδέναι σε τὸ ὄντως ἀγαθὸν, προσόν σοι πρώην περὶ τὴν τούτου γνῶσιν ἐνδεὲς, φεύξεται ἀπὸ σοῦ· οὐκ ὀξέως ὥσπερ τῇ ἀπραξίᾳ τοῦ καλοῦ παραγέγονεν, ἀλλὰ σχολαιότερον ταῖς και τὰ μέρος εργασίαις τῶν ἐντολῶν, ὡς ἄτονός τις δρο μεὺς, διὰ τὸ τῆς κτήσεως τοῦ ἀγαθοῦ πρόσαντες. ιβ. ᾿Ανὴρ ἄφρων καὶ παράνομος, πορεύεται ὁδοὺς οὐκ ἀγαθάς. "Ανθρωπος ἀγνοῶν τὸ ὄντως καλὸν, καὶ τὰ παράλογα πράττων, ἐν σκότει ἀγνοίας καὶ προσκόμμασι κακίας, τὴν ἑαυτοῦ ζωὴν διεξέρχεται. ιγ. Ὁ δ᾽ αὐτὸς ἐγνεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδί, διδάσκει δὲ νεύμασι δακτύλων. Ο αυ τὸς δὲ ἅτε τὰ προσήκοντα τοις λόγοις ἀγαθὰ, καὶ ἄξια γλώττη προφέρεσθαι καὶ ὠσὶν ἀκούεσθαι, μὴ δια λογιζόμενος, δέδοικε ρήμασι προφέρειν τὸ τῶν αὐτοῦ ἐνθυμημάτων πεπανουργευμένον καὶ δολερόν· πά λιν δὴ κοινωνούς τινας ἔχειν τῶν πονηρῶν αὐτοῦ διανοημάτων, οίκοθεν βιαζόμενος, ὀφθαλμοῦ τε καὶ ποδὸς καὶ δακτύλων χειρός, πονηρῶς ἐσχηματι σμένοις κινήμασι, μηνύει τὸ βουλητὸν αὐτῷ τοῖς ὁμο τρόποις αὐτοῦ. ιδ'. Διεστραμμένῃ δὲ καρδίᾳ τεκταίνεται κακά. Παρεγκεκλιμένῃ δὲ τοῦ εὐθέος διανοίᾳ, τὰ παρά λογα διαπράττεται. Εν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει. Οὗτος κατὰ πάντα καιρὸν εὐπραγίας ἢ δυσ πραγίας, τάραχον παθῶν κατὰ γνώμην ὑφιστᾷ τῇ ἰδία ψυχῇ ἐν ᾗ περιπολεί κατὰ διάθεσιν ἡ τριάς τῶν ταύτης δυνάμεων· στάσεις ἐγείρων τοῦ τε ἐπι θυμητικοῦ καὶ τοῦ θυμικοῦ κατὰ τοῦ λογιστικού, ἐν τῷ μήτε κατ' ἐπιθυμίαν τῶν ἡδέων ἐγκρατεύεσθαι, μήτε κατὰ θυμὸν ὑπομένειν τὰ θλι σερά. ιεʹ, ις'. Διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἀπώλεια αὐτοῦ, διακοπὴ καὶ συντριβὴ ἀνίατος, ὅτι χαίρει ἐπὶ πᾶσιν οἷς μισεῖ ὁ Κύριος. Ενθεν τοι αἰφνιδίως ἐπέρχεται τούτῳ ἡ αὐτοῦ ἐξολόθρευσις, υπάρχουσα χωρισμός τε ψυχῆς ἀπὸ σώματος, καὶ κόλασις τέλος οὐκ ἔχουσα· διότι ἐπευφραίνεται πᾶσιν οἷς μισεῖ ὁ πάντων Δεσπότης Θεὸς, καὶ ἀποστρέφεται. Συντριβήσεται δὲ δι' ἀκαθαρσίαν ψυχής. Κολα σθήσεται δ', ὡς εἴρηται, διὰ τὸν ἐκ τοῦ βορβόρου τῶν παθῶν μολυσμὸν τῆς ψυχῆς ἑαυτοῦ. ιζ'. Οφθαλμὸς ὑβριστοῦ. Βλέμμα μεμψιμοί ρου. Χεῖρες ἐκχέουσαι αἷμα δίκαιον. Πράξεις μιαι φόνοι κατὰ δικαίου ἀνδρός. ιη'. Καρδία τεκταινομένη λογισμούς κακούς. Διάνοια ἐπιτεχνωμένη πονηρὰς ἐνθυμήσεις. Καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν. Καὶ ὁρο μα! εἰς βλάβην τοῦ πέλας ἐπιταχύνουσαι. Εξολοθρευθήσονται. Χωρήσουσιν εἰς ἀπώλειαν παντελῆ, ὡς Θεῷ καὶ ἀνθρώποις μισούμενα.
col. 1275–1276page 28 of 162
PG 87:1275ιθ'. ᾿Εκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. Υπαν άπτει δὲ ὑπονοίας οὐκ ἀληθεῖς ὁ ἐπιβεβαιούμενός τινος τὰς παρὰ τὴν ὀρθὴν κρίσιν περὶ τοῦ πέλες ὑπολήψεις. Καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν. Καὶ ἐπαφίησιν ἐντεῦθεν ἔριδας μεταξὺ τῶν πρὸς ἀλ λήλους ὁμονοούντων ὁμογενών. κ. Υιέ, φύλασσε νόμους πατρός σου. Τέκνων, 8 τοῖς θείοις κατὰ ψυχὴν ἐκτρέφω διδάγμασι, τήρει τὰς ἐν τῇ Γραφῇ ἐντολὰς τοῦ διὰ τούτων σε κατὰ χά. ριν υἱοθετοῦντος Θεοῦ. Καὶ μὴ ἀπώσῃ θεσμούς μητρός σου. Καὶ με ἀποπέμψῃ τοὺς τεθέντας ἐν τῇ φύσει τῶν ὅλων π ρὰ τῆς πάντων αἰτίας σοφίας λόγους, οἱ εἰσιν αὐτὰ τὰ θεῖα θελήματα, καθ᾽ ἃ τὰ πάντα γεγόνασι, ταί; πρὸς ἐργασίαν τοῦ καλοῦ δοθείσαις σοι δυνάμεσι τα ραχρώμενος. κα'. "Αφαψαι δὲ αὐτοὺς ἐπὶ τῇ ψυχῇ διαπα τός. Εκκρέμασον δὲ τούτους τοὺς ἐν ὅλῃ τῇ Γραφί καὶ τῇ φύσει λόγους, καθ' ἕξιν ἐν τῇ ψυχῇ σου περί ὅλην σου τὴν ζωὴν ἀνέχων αὐτοὺς τῷ ὕψει τῆς ἐν πνεύματι θεωρίας. Καὶ ἐγκλοίωσαι περὶ σῷ τραχήλῳ. Καὶ περίθες αὐτοὺς κατ' ἐνέργειαν ώς τινα κλοιόν, τῷ συνάπτοντι τὴν αἴσθησιν τῷ νοι, ὡς τράχηλος τῇ κεφαλῇ τὸ λοι πὸν σῶμα λογιστικῷ σου· κατασφαλιζόμενος του τοῖς αὐτό, ὥστε μὴ διαφεύγειν τὴν ἀρετὴν κατ' ἔλλειψιν ἢ καθ' ὑπερβολήν. κβ'. Ηνίκα ἂν περιπατῇς, ἐπάγου αὐτὴν, καὶ μετὰ σοῦ ἔστω. Οπόταν κινῇ κατ' ἐνέργειαν, ἐπ φέρου ταύτην τὴν ἐν ὅλῃ τῇ θείᾳ Γραφῇ καὶ τῇ φύ σει κατεσπαρμένην νομοθεσίαν, ἐκεῖνα ποιῶν ἅπερ αὕτη σοι ὑποτίθησι· καὶ συνέστω σοι διὰ παντὸς, ἀποτρέπουσα μέν σε͵ ἀπὸ τῶν λυμαινομένων του τῇ ψυχῇ, προτρέπουσα δὲ πρὸς τὰ ταύτης σωτή ρια. Ως δ' ἂν καθεύδης, φυλασσέτω σε, ἵνα έγει ρομένῳ συλλαλῇ σοι. Ἕως δ' ἂν ἀπρακτῇς, τηρή τω σε ἀπὸ πάσης ἀπατηλῆς θεωρίας καὶ παραλόγου ὀρέξεως· ὅπως καὶ πρὸς ἐργασίαν διανισταμέν ὑποτιθῇ σοι τὰ χρήσιμα, τὴν περὶ ταῦτα τῆς ψυχῆς σου κεκρυμμένην διάθεσιν, τρόποις πρακτικοῖς ἀπαγγέλλοντι. κγ'. "Οτι λύχνος ἐντολὴ νόμου. Διότι τὸ διά ταγμα τῆς ἐν ὅλῃ τῇ Γραφῇ καὶ τῇ φύσει θείας να μοθεσίας, οἷα μέν τις λυχνία λύει τὴν νυχτερινὴν ἀχλὺν τῶν παθῶν. Καὶ φῶς, καὶ ὁδὸς ζωῆς. Οἷα δὲ φῶς τοῦ τῆς δικαιοσύνης Ηλίου, τὴν ἀληθῆ τῶν ὄντων γνῶσιν χαρίζεται, καὶ ὡς εὐθεῖα ὁδὸς, ἄγει κατ' ἀρετὴν καὶ γνῶσιν εἰς τὴν κατὰ νοῦν καὶ λόγον ἐν πνεύματι θείαν ζωήν. κδ'. Ελεγχος καὶ παιδεία τοῦ διαφυλάσσειν σε ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας. Φανέρωσις τῶν πονηρῶν ἔργων ἐστὶ, καὶ ἐπίπονος δι' ἐγκρατείας πρὸς τὸ ἀγαθὸν ἀγωγή· ὥστε διατηρεῖν σε ἀπό τα τοῦ βαρυτάτου τῆς μοιχείας ἐγκλήματος, καὶ ἀπὸ παντὸς ψόγου ἑτεροδόξου ἀνδρὸς, ἐπιτηροῦντας πάν
col. 1277–1278page 29 of 162
PG 87:1277γον σου, ἵνα τι εὕρῃ διαβολῆς ἄξιον, καὶ διαβάλλῃ κ τούτου καὶ τὴν ἀμώμητον πίστιν του. κε'. Υιέ, μή σε νικήσῃ κάλλους ἐπιθυμία. Λοι πόν, ἐν Κυρίῳ τέκνον, μή σε ἡττήσῃ κάλλους χρόνῳ μαραινομένου αλόγιστος ἔφεσις. Μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς. Μηδὲ παγιδευθῇς ἀπὸ τῶν σῶν ὀφθαλμῶν, ὡραν γυναικὸς περι έργως ὁρώντων. Μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων. Μηδὲ διὰ τῶν προσκαλουμένων σε πρὸς μίξιν αι σχρὰν βλεφάρων αὐτῆς, συνελκυσθῇς ταχέως, καὶ τοῦ σώφρονος καὶ καθεστηκότος ἐκστῇς λογισμοῦ. κς'. Τιμὴ γὰρ πόρνης, ὡσεὶ καὶ ἑνὸς ἄρτου. Μίσθωμα γὰρ γυναικὸς πόρνης, ἐλάχιστον· ὡσεὶ τίμημα άρτου ἑνὸς, ἡδονὴ πρόσκαιρος ὑπάρχον σαρκὸς, τῷ ταύτης ἡδυπαθεῖ ἐπαρκοῦσα ἐπὶ βραχύ. Γυνὴ δὲ ἀνδρῶν τιμίων ψυχὰς ἀγρεύει. Ανα δρῶν δ' ἡ τοιαύτη γυνή παγιδεύει ψυχάς, ὧν ὅλος ὁ παρὼν κόσμος οὐκ ἔστιν ἀντάξιος. κι' κθ'. 'Αποδήσει τις πῦρ ἐν κόλπω, τὰ δὲ Ιμάτια οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ' ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει; οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα υπανδρον, οὐκ ἀθωωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς. Ωστ περ γὰρ ὁ μὲν ἐγκολπωσάμενος πῦρ, κατακαύσει τὰ ἱμάτια, ὁ δ᾽ ἐπ' ἀνθράκων βαδίσας, τοὺς πόδας τὸν αὐτὸν τρόπον ὅ τε παρεμβαλὼν ἑαυτὸν, δι' αἰσχρᾶς πράξεως, πρὸς γυναῖκα συνεζευγμένην ἀνδρὶ, τὰς ἐπὶ τῷ τοιούτῳ ἐγκλήματι οὐκ ἐκφεύξεται δίκας, καὶ ὁ ἐπ' αὐτῇ κατὰ διάνοιαν τὴν ἁμαρτίαν ἀποτελῶν· ὁ μὲν γὰρ τὸ δίκην πυρὸς ὑπανάπτων τὸν σατανικὸν ἔρωτα, εἴδωλα τῆς αἰσχρᾶς πράξεως ἀπο θεὶς τῇ ψυχῇ, ἀποτεφρώσει τὰς ἀρετὰς, ἃς αὕτη κατὰ προαίρεσιν ὡς ἄμφιά τινα περιβεβλημένη, ἀπὸ τοῦ χειμῶνος φυλάττεται τῶν παθῶν· ὁ δὲ τῇ κατὰ διάνοιαν μελέτῃ ἐπ' αὐτῶν βαδίζων τῶν τῆς ἁμαρτ τίας ἐμπαθῶν λογισμῶν, οὓς τὸ πῦρ ἐπανῆψε τῆς παραλόγου ὀρέξεως, διαφθερεῖ τὰ ἀγαθὰ διανοήματα τῆς ψυχῆς· δι' ὧν, ὥς τινων ποδῶν, πρὸς τὴν μας καρίαν τῆς ἀπαθείας λῆξιν αὕτη πέφυκε φέρει σθαι. λ'. Οὐ θαυμαστὸν ἐὰν ἀλῷ τις κλέπτων. Καὶ ξένον μὲν οὐδέν ἐστιν, ἐάν τις ἐπὶ κλοπῇ κρατηθῇ. Κλέπτει γὰρ τὰ ἀλλότρια, ἵνα ὧν ἔχει ἐνδεῶς κορε σθῇ. λα'. ᾿Εὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλασίως. Φω ραθεὶς δὲ καὶ κατασχεθείς, ἀποδώσει ἑπταπλασίως 8 ἀφείλετο. Καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς, ῥύσεται ἑαυτόν. Καὶ πᾶσαν τὴν προσοῦσαν αὐτῷ περιουσίαν παρασχών, απολυθήσεται τοῦ τοιούτου ἐγκλήματος. λβ'. 'Ο δὲ μοιχός, δι' ἔνδειαν φρενῶν, ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται. ῾Ο δὲ περιπεπτωκὼς τῷ τῆς μοιχείας ἐγκλήματι, οὐ μόνον δι' ἀφροσύνην, τὴν ἰδίαν ἀπόλει ψυχὴν κατὰ διάνοιαν καὶ κατὰ πράξιν, ὡς εἴρηται, λγ'. 'Οδύνας τε καὶ ἀτιμίαν ὑποφέρει. Ἀλλὰ καὶ αἰκισμούς σαρκὸς καὶ ὕβρεις ὑφίσταται.
col. 1279–1280page 30 of 162
Caput VII
PG 87:1279Τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα. Καὶ ὑπὸ μεγίστην μέμψιν ἐστὶ παρὰ πᾶσαν αὐτοῦ τὴν ζωήν. λα. Μεστὸς γὰρ ζυγὸς τῆς μοιχευθείσης αὐτῷ γυναικός, μίσος τρέφει κατ' αὐτοῦ πλῆρες ζηλοτυπίας. Οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως. - Ούτ οἰκτειρήσει αὐτόν, ὅταν κρίνηται μετ᾿ αὐτοῦ. λε'. Οὐκ ἀνταλλάσσεται οὐδενὸς λύτρον τὴν ἔχθραν. Οὐδὲ σπείσεται τούτῳ διά τινος τρό που. Οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων. Οὐδὲ καταλλαγήσεται μετ' αὐτοῦ, κἂν πάνυ πολλὰ δῶρα παρ ἔχῃ αὐτῷ. ΚΕΦΑΛ. Ζ'. α'. Υιέ, φύλασσε ἐμοὺς λόγους. Τέκνον, τὰς ἐμὰς τήρει διδασκαλίας. Τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ. Τὰ δ' ἐμὰ παραγγέλματα τῇ σῇ ψυχῇ ἐναποταμίευσον ὁλικῶς περὶ ταῦτα διατεθείς, καὶ μὴ ἐπιπολαίως μόν νοις ὠσὶν αὐτῶν ἀκροώμενος. Υιέ, τίμα τὸν Κύριον, καὶ ἰσχύσεις. Τέκνον, σέβου καλῶς τὸν πάντων Δεσπότην Θεὸν, κἀντεῦθεν δυναμωθήσῃ κατὰ τοῦ κοινοῦ ἐχθροῦ τῶν ἡμετέρων ψυχῶν, ἀνώτερος διατηρούμενος τῶν τούτου ἐπιβούλων. Πλὴν δὲ αὐτοῦ, μὴ φοβοῦ ἄλλον. Ἐκτὸς δὲ τοῦ Θεοῦ, ἕτερον μὴ φοβοῦ· ἄλλος γὰρ οὐδεὶς εἰς γέενναν κατακρῖναι δεδύνηται. β'. Φύλασσε ἐμὰς ἐντολὰς, καὶ βιώσεις. Τήρη σον τὰ ὑποτιθέμενα σοι τὰ πρακτέα ἐμὰ παραγγέλματα, καὶ ἀκινδύνως κατὰ ψυχὴν διεξέλθῃς τὴν παρ οὖσαν ζωήν. Τοὺς δὲ ἐμοὺς λόγους, ὥσπερ κόρας ὀμμάτων. Τὰ δὲ ἐμὰ ῥήματα, οἷς υπάρχει σοι τὸ ὁρᾷν τὴν ἀλή θειαν κατὰ γνῶσιν, φύλασσε οἷάπερ ὀφθαλμῶν κόσ ρας. γ'. Περίθου δὲ αὐτοὺς τοῖς δακτύλοις. Καὶ περιάψαι αὐτὰ, κατὰ πράξιν ταῖς πρακτικαῖς τῆς ψυ χῆς σου δυνάμεσιν· ὅπως κινούμεναι κατ' αὐτὰ δί κὴν δακτύλων, πᾶν ἔργον ἐπιστημόνως πρὸς πέρας αἴσιον μεθοδεύωσιν. Επίγραψαν δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου. Επίθες δὲ τῇ τούτων ψιλῇ γνώσει τὴν κατὰ πεῖραν τελειοτέραν, ἐγκολάψας ταῦτα κατὰ διάθεσιν τῷ πλά τει τῆς διανοίας σου. δ'. Εἶπον τὴν σοφίαν, σὴν ἀδελφὴν εἶναι. Επι κάλεσαι ὁλικῇ ἀγάπῃ τὸν Μονογενῆ τοῦ Θεοῦ καὶ Πα τρὸς Υἱὸν καὶ Λόγον, τὴν ἐνυπόστατον δύναμιν καὶ σοφίαν, σὸν ἀδελφὸν ὑπάρχειν, διὰ τῆς ἐν πνεύματι γνώσεως αὐτοῦ τοῦ κατὰ φύσιν Υἱοῦ τοῦ Θεοῦ καὶ Πατρός· τούτου τοῦ Πατρὸς χρηματίζων κατὰ χάριν υἱός. Τὴν δὲ φρόνησιν γνώριμον περιποίησον σεαυ τῷ. Αὐτὴν δὲ τὴν περὶ τὴν σοφίαν ἀγάπην, ἥτις ὄρεξίς τέ ἐστι θεωρητικὴ τῶν τῇ σοφία περιεχομένων λογικῶν καὶ γνωστικῶν μαθημάτων, καὶ φρόνησις ὀνομάζεται, ὡς τῷ κεκτημένῳ αὐτὴν φέρουσα ταύτην τὴν ἀκριβῆ πάντων νόησιν σοφίας, γνωστήν
col. 1281–1282page 31 of 162
PG 87:1281τοι ποίησον, διὰ τῆς πασῶν τῶν πρακτικῶν ἀρετῶν γενικωτάτης ἀγάπης· δι᾿ ἧς ἡ πρὸς τὸν Θεὸν Λόγον ἀγάπη γνωρίζεται. ε. "Ινα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς. Όπως σε φυλάξῃ ἀπὸ ἐπιθυμίας τῆς, κατ' ἔλλειψιν μὲν τῆς σωφροσύνης, ἑώσης τὴν ἀπόλαυσιν τοῦ συναρμοσθέντος αὐτῇ λόγου κατὰ τὸν νόμον τῆς ἀνθρωπίνης φύσεως, καὶ ἐρώσης ἀπολαύειν ἀκολάστως τῆς πολυειδοῦς κατ' αἴσθησιν προσκαίρου ήδο νῆς, καθ' ὑπερβολὴν δὲ πόνους ἐρώσης τους κατὰ [την] ἀπὸ τῶν ἡδέων ἠλιθιώδη εγκράτειαν, ὡς μωραίνου σαν ἐν τῷ μὴ εἶναι διὰ Θεὸν, ἀλλὰ ἐπιδείκνυσθαι δι' ἀνθρώπων ἀρέσκειαν. Εάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται. Είπερ σε ἡ τοιαύτη ἐπιθυμία λογισμοῖς τοῖς πρὸς τέρψιν, ἢ τοῖς πρὸς ἔπαινον ἐμβιβάσειεν. 5. Ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς, εἰς τὰς πλατείας παρακύπτουσα. Ἀπὸ γάρ τινος αι σθήσεως, ᾗ ὡς ἐν οἰκίᾳ τινὶ ἐνδιατρίβει, προκύπτουσα εἰς τὰς εἰς ἀπώλειαν ἀγούσας εὐρυχώρους τῆς ἀκολασίας ὁδούς. ζ'. Ον ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων, νεανίαν ἐνδεν φρενών. ρτινι ἂν ἐντύχῃ τῶν ἀλογίστως βιούντων τῆς ἀπωλείας υἱῶν, τῇ ἡλικίᾳ νεάζοντι καὶ ταῖς φρεσὶν ἀτελεῖ. η'. Παραπορευόμενον ένη] παρὰ γωνίαν ἐν διόδοις οἴκου αὐτῆς. Μὴ ἐθυτενῶς, παρὰ τὸν λόγον δὲ τῆς ἀνθρωπίνης φύσεως τὸν ὥσπερ γωνίαν συναπτικὸν τῆς τε νοητῆς καὶ τῆς αἰσθητῆς φύσεως, τὴν γνῶσιν τῶν αἰσθητῶν υἱῶν διεξερχομένων ἐν ταῖς ἐνεργείαις ταῖς κατὰ τὰ αἰσθητήρια· ἅτινά εἰσι πρὸς τὰ αἰσθητὰ ὁδοὶ τῶν αἰσθήσεων· αἷς ὡς Εν τισιν οἴκοις αὕτη ἐνδιατρίβει. θ'. Καὶ λαλοῦντα ἐν σκότει εσπερινῷ. Καὶ ᾧ τινι διαλογιζομένῳ ἐν σκότει ἀγνοίας, μεθ᾽ ὅ ἂν ὑπὸ τὴν γήϊνον σάρκα κρυβῶσι κατὰ τὴν περὶ ταύτην σχέσιν αὐτοῦ, αἱ διαυγάζουσαι τούτῳ τὴν ὁδὸν τῆς δικαιοσύνης θεῖαι ἐντολαί, ὥσπερ ὑπὸ γῆν ἀκτίνες ηλιακαί. Ηνίκα ἂν ἡσυχία νυκτερινὴ ᾖ καὶ ζοφώδης. Οπηνίκα μὴ διαλογίζεται τι χρηστόν, δι' ἀγνωσίαν καὶ ἀφρασίαν τοῦ ὄντως καλοῦ. ι. Ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν. Ἡ τοιαύτη ἐπιθυμία ὑπαντᾷ αὐτῷ, ὁρ μῶντι πρὸς αὐτὴν κατὰ γνώμην, εἴδωλον περιφέρουσα ἁμαρτίας, ἐκ τοῦ πόῤῥω νεῦσαι τοῦ σώφρονος λογισμού. Η ποιεῖ νέων ἐξίπτασθαι καρδίας. Ητις ἐπισ θυμία παρασκευάζει μὲν τὰς διανοίας τῶν μὴ βε βηκότων τὰς φρένας, οξέως φέρεσθαι πρὸς ἁμαρ τίας. ια΄. Αν επτερωμένη δέ ἐστι καὶ ἄσωτος. Υπάρ χει δὲ πρὸς μὲν ταύτην ὀργῶσα, τοῦ δὲ κατὰ ψυχὴν πλούτου δαπανητική. Ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς. Ἐν ᾗ δὲ ὡς ἐν οἴκῳ τινὶ διατρίβει αἰσθήσει, οὐ μέσ νουσιν αἱ κινήσεις αὐτῆς ἀμετάβατοι. ιβ'. Χρόνον γάρ τινα έξω ρέμβεται. Ποτὲ μὲν
col. 1283–1284page 32 of 162
PG 87:1283γὰρ ἐν τοῖς φαινομένοις περιπλανᾶται κατά διά νοιαν. Χρόνον δὲ ἐν πλατείαις παρὰ πάσας γωνίας ἐνεδρεύει. Ποτὲ δὲ ἐν ταῖς εὐρυχώροις ὁδοῖς τῆς ἁμαρτίας, παρὰ πάντα λόγον, τὸν κατὰ τὴν ἑκά στου πράγματος εύλογον χρήσιν, δίκην γωνίας συν δεκτικὸν τοῦ φαινομένου πρὸς τὸ νοούμενον, λα θραίως τῷ λείῳ τῆς ἡδονῆς ἐπιβουλεύει ταῖς τῶν ἀφρόνων ψυχαῖς. ιγ'. Εἶτα ἐπιλαβομένη εφίλησεν αὐτόν. Μετά ταῦτα δὲ κατασχοῦσα τοῦτον καθ᾿ ἕξιν, προσφιλή ἑαυτῇ ἀπειργάσατο. ᾿Αναιδεῖ δὲ προσώπῳ προσείπεν αὐτῷ. Αν υποστόλως δὲ προσωμίλησε τούτῳ· τάδε οἱονεὶ προσ διαλεξαμένη αὐτῷ ιδ'. Θυσία εἰρηνική μοι ἔστι. Προσαγωγή καταλ λάττουσα πρὸς τὰ παρόντα τοὺς διὰ τὴν κατὰ τὴν φθορὰν ὀδύνην ἀπεχθῶς πρὸς ταῦτα διακειμένου;, ὑπάρχει παρ' ἐμοὶ πάντως ἡ κατὰ τὴν γένεσιν ἡδονή. Σήμερον ἀποδίδωμι τὰς εὐχὰς μου. Φύσει τοῦ κυρίως ἀγαθοῦ κατὰ τὸ μέλλον ἀπολαύειν εφιεμένη, κατὰ τὸ παρὸν τὸ δοκήσει μοι ἀγαθὸν, παρὰ φύσιν γνωμικῶς ἐκτελῶ. ιε'. "Ενεκα τούτου, ἐξῆλθον εἰς συνάντησιν σου. Τούτου χάριν καταλείψασα τὰ νοούμενα, ἐξ ἦλθον πρὸς τὰ φαινόμενα, ὑπαντῆσαί σοι τῷ κατολιγωροῦντι τῶν μελλόντων διὰ τὰ ἐνεστῶτα. Ποθοῦσα τὸ σὸν πρόσωπον, εύρηκά σε. Ζητοῦσά σε τὸν κατὰ γνώμην τὰ παρόντα τῶν μελλόντων προαιρούμενον, ἐνέτυχόν σοι. ις'. Κειρίαις τέτακα τὴν κλίνην μου. Ταῖς ψυχικαῖς σχέσεσι τὴν σάρκα κατεδέσμησα, ώστε με ταύτῃ ταῖς ποικιλοτρόποις τῶν ἡδονῶν ἀπολαύσεσιν, οἷά τινι κλίνῃ ἐπαναπαύεσθαι. Αμφιτάποις δὲ ἔστρωσα τοῖς ἀπ' Αιγύπτου. Ταῖς δὲ ἐκ τῆς ἁμαρτίας λειότησι τῆς ἡδονῆς, ταύ την ήτοίμασα, τὸ τραχὺ τοῦ κατὰ Θεὸν βίου παρ ωσαμένη. ιζ. Διέῤῥαγκα τὴν κοίτην μου κρόκῳ, τὸν δὲ οικόν μου κιναμώμη. Κατέφρανον τὴν μὲν σάρκα, ἐν ᾗ ὡς ἐν κραβάτῳ ἀπολαυστικῶς ἀναπέπαυμαι, τῇ κρόκου δίκην ἀμέτρως διαχεούσῃ τὴν ψυχὴν ἀπο λαύσει τῶν ὑλικῶν· τὴν δὲ αἴσθησιν, ἐν ᾗ ὡς ἕν τινι παραμένω οἰκητηρίῳ, τῇ οἷάπερ κινάμωμον ἡδυνούσῃ καθ᾿ ἡδονὴν, καὶ δακνούσῃ κατ' οδύνην διακρίσει τῶν αἰσθητῶν· κατέῤῥανον δὲ ταύτας, τοῦ ἐκ τῆς ἁμαρτίας μολυσμοῦ, καὶ ἀμφοτέρας πληρώσασα, ιη'. Ελθὲ καὶ ἀπολαύσωμεν φιλίας έως ὄρθρου. Παραγενοῦ λοιπὸν, καὶ τῶν διὰ δόξαν ἄλογων που βουμένων ἡμῖν συναπολαύσωμεν, ἕως ἂν τὸ φῶς τοῦ τῆς δικαιοσύνης Ἡλίου ἐν ἡμῖν διαυγάσειε, καὶ τὸ τῆς ἀγνοίας σκότος διασκεδάσαν, τὸ ὄντως καλὸν ὑποδείξειεν. Δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι. Ἐλθε, καὶ τῷ τῶν προσκαίρων πόθῳ καταχρανθώμεν, τῇ κατά πρᾶξιν ἀπολαύσει αὐτῶν μολυνόμενοι. ιθ'. Οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ.
col. 1285–1286page 33 of 162
PG 87:1285Απεστι γὰρ ὁ κατὰ τῆς ἀνθρωπίνης φύσεως μον συναρμοσθείς μοι λόγος τοῦ νεροῦ οἰκητηρίου αὐτοῦ. Πεπόρευται ὁδὸν μακράν. Απῆλθε τούτου ματ κράν, τῇ κατ' αἴσθησιν ἀπάτῃ ἐμφιλοχωρῶν, καὶ τοὺς τῆς κακίας ποικίλους τρόπους ἐπινοῶν. κ'. Ενδεσμον ἀργυρίου λαβὼν ἐν χερσὶν αὐτ τοῦ. Τὴν γὰρ δίκην ἀργυρίου λελαμπρυσμένην τῷ τῆς θείας ὡραιότητος κάλλει, ψυχὴν λαβὼν κατὰ τὸ αὐτεξούσιον, ὡς ἔν τισι χερσί, ταῖς προαιρεταῖς ἐνεργείαις αὐτοῦ, πρὸς πρόνοιαν τῆς ζωτικῆς ταύτης δυνάμεως, μετὰ τοῦ δεσμοῦ τῆς σαρκὸς κατησφαλισμένην· ἵν᾿ ὅταν αὕτη διὰ τὴν ἀξίαν ἐπαίρηται, διὰ τὸν χοῦν συστέλληται· καὶ μὴ συλᾶται παρὰ τοῦ λαθραίως ταύτῃ διὰ τῶν καθ' ὑπερβολὴν τῆς ἀρετῆς παθῶν ἐπιβουλεύοντος δαίμονος· ἐναπομένων δὲ τῇ κατ' αἴσθησιν ἀπάτῃ τῶν ὑλικῶν, διὰ τὴν πρὸς τὴν σάρκα τῆς ψυχῆς σχέσιν, καὶ τοὺς τρόπους ἐπινοῶν τῶν κατ' ἔλλειψιν τῆς ἀρετῆς παθῶν. Δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐ τοῦ. Οὐ διὰ βραχέος καιροῦ ἐπανελεύσεται εἰς τὸ κατὰ νοῦν αὐτοῦ οἰκητήριον, ταῖς διὰ τῆς ἐν πνεύματι φυσικῆς θεωρίας, κατὰ μέρος τῆς ψυχῆς ἀπὸ τῶν κατ' αἴσθησιν τύπων πρὸς τὴν ἀλήθειαν ἀναβάσεσιν. κα'. Απεπλάνησε δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ. Εξηπάτησε τοίνυν τῇ μακρᾷ ἐντυχία, συγκαταθέσθαι αὐτῇ τοῦτον παρασκευάσασα. Βρόχοις τε τοῖς ἀπὸ τῶν χειλέων ἐξώκειλεν αὐτόν. Δεσμοῖς τε τοῖς ἐκ τῶν πρὸς τὰ αἰσθητά σχέσεων τῶν αἰσθήσεων, δι' ὧν ὥς τινων χειλέων ταῦτα ἀσπάζεται, ἐξέστησεν αὐτὸν τοῦ βεβηκότος πάντως φρονήματος. κβ'. 'Ο δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς. Ο τοιοῦτος δ' ὑπετάγη αὐτῇ τῷ πόθῳ τῶν κατ' αἴσθησιν ἡδέων δελεασθείς. Ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται. Καθάπερ δὲ βοῦς ἀποκαμὼν περὶ τὸ τῆς ἐργασίας φερέπονον, φέρεται πρὸς σφαγήν, οὕτω δὴ καὶ αὐτὸς, ἀποκαμὼν τῷ ἐπιπόνῳ τῆς ἀρετῆς, πρὸς τὴν νεκροποιὸν ἄγεται ἁμαρτίαν. Καὶ ὥσπερ κύων ἐπὶ δεσμούς. Καὶ καθώσπερ κύων ἑλκόμενος πρὸς δεσμούς σχολάζει τοῦ φυλάττειν ἀπὸ τῶν ἐπιβουλευόντων, οὕτω καὶ οὗτος, ἐπειγόμενος δεσμηθῆναι τῇ κατ' ἐνέργειαν ἁμαρτίᾳ, παύεται τοῦ φυλάττειν ἑαυτὸν ἀπὸ τῶν ἐπιβουλευόντων δαι μόνων κατὰ ψυχήν. κγ'. Η ὡς ἔλαφος τοξεύματι πεπληγώς εἰς τὸ παρ. "Η ὥσπερ τις ἔλαφος τοῖς ὑψηλοτάτοις όρεσιν ἐμφιλοχωρῶν, τὸ ἦπαρ βέλει πληγείς, νεκρὸς ὑπὸ τῶν ἀγρευτῶν ἄγεται, τὸν αὐτὸν τρόπον καὶ οὗτος τρωθείς κατ' ἐπιθυμίαν τῶν προσκαίρων τῷ βέλει τοῦ τῶν ἡμετέρων ψυχῶν θηρευτοῦ, ἐστερημένος τῆς πνευματικῆς ζωῆς, πρὸς πᾶσαν κακίαν ἄγεται ὑπ' αὐτοῦ, τῆς οὐρανίου σχολάσας διαγωγής. Σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα. Καθάπερ δέ τι πτηνὸν ὀξέως φέρεται πρὸς τὴν ἄγραν δελεασθέν, οὕτω καὶ οὗτος, ἀθρόον τῇ ἁμαρτία διὰ τῆς φαντασίας κατὰ διάθεσιν ἐφιστάμενος, σπουδάζει ὑπὸ τοῦ εἰρημένου θηρευτοῦ ἀγρευθῆναι.
col. 1287–1288page 34 of 162
Caput VIII
PG 87:1287Οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει. Αγνοῶν ὅτι πρὸς ἀπώλειαν σπεύδει τῆς ἰδίας ψυχῆς. κδ'. Νῦν οὖν, ὦ υἱὲ, ἄκουέ μου. "Αρτι τοίνυν, τέτ κνον μου, πείθου μοι. Καὶ πρόσεχε ῥήμασι στόματός μου. Καὶ ἐπιμελῶς διάκειτο περὶ τὰ ἐμὰ παραγγέλματα. κε'. Μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρ δία σου. Μὴ ἐκτραπείτω σου ἡ διάνοια εἰς τὰς οἷά τινὰς ὁδοὺς πρὸς αὐτὴν τὴν ἄλογον ἐπιθυμίαν φερούσ σας ἀπρεπεῖς ἐνθυμήσεις. Καὶ μὴ πλανηθῇς ἐν ἀτραποῖς αὐτῆς. Μήτε μὴν απατηθῇς ταῖς τῶν προσκαίρως εὐφραινόντων διεξ όδοις αὐτῆς. κς'. Πολλοὺς γὰρ τρώσασα καταβέβληκεν. Πλείστους γὰρ τῷ κέντρῳ τῆς ἡδονῆς κατὰ ψυχὴν πλήξασα, ἐλεεινὸν πτῶμα πεσεῖν παρεσκεύασε. Καὶ ἀναρίθμητοί εἰσιν, οὓς πεφόνευκεν. Καὶ οὐδεὶς ἀνθρώπων ἀριθμῆσαι δυνήσεται, οὕς τῇ ἁμαρ τίᾳ ἐνέκρωσεν. κζ'. Ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς, καταγουσαι εἰς ταμιεῖα θανάτου. Η γὰρ αἴσθησις, ᾗτινι αὕτη ὡς οἴκῳ ἐμφιλοχωρεί, διαφορουμένη τῇ διὰ τῶν αἰσθητηρίων ποικιλοτρόπῳ ἀντιλήψει τῶν αἰσθητῶν, ὑπάρχει οἷά τινες ἀπωλείας ὁδοί, καταφέρονται εἰς τὰς ἀπο ταμιεύσεις τοῦ καθ᾽ ἁμαρτίαν ὀλέθρου τῆς ψυχῆς αὕτη γὰρ διὰ τῶν αἰσθήσεων, ἐν σχέσει γενομένη τῶν αἰσθητῶν, περιφυλάττει καθ' ἕξιν τὸν ἴδιον ὄλεθρον, μέχρις ἂν προσφόρου δραξαμένη καιροῦ, ἐνδείξηται αὐτὸν κατ' ἐνέργειαν. ΚΕΦΑΛ. Η. α'. Διὸ σὺ τὴν σοφίαν κήρυξον. Διὰ τοῦτο αυτ τὸς τὸν τοῦ Θεοῦ μονογενῆ Υἱὸν καὶ Λόγον, τὴν ἐν υπόστατον αὐτοῦ δύναμιν καὶ σοφίαν, ὑποτιθέμενόν σοι τὰ αὐτοῦ θελήματα μεγάλυνον, ταῦτα τῶν σῶν σαρκικῶν προτιμῶν θελημάτων. β'. "Ινα φρόνησίς σοι ὑπακούσῃ· ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν. Όπως ἡ φέρουσα ὄνησιν κατὰ λόγον ἐνέργεια τῆς ψυχῆς, ὑπείξῃ σοι πρὸς τὸ τὴν ἄλογον ἐπιθυμίαν δι' ἐγκρατείας ἀναχαιτίζειν· ὁ γὰρ τοῦ Θεοῦ ἐνυπόστατος Λόγος, πέρας ὢν τῶν γνωστῶν ὡς ἀλήθεια, υπάρχει δι᾿ ἑαυτὸν ἐπέκεινα τῶν τῆς γνωστικῆς θεωρίας υψηλοτάτων ἀκροτήτων αἴπερ εἰσὶν οἱ λόγοι τῶν ὄντων· καθ᾽ οὓς γεγόνασι τε τὰ πάντα, καὶ αὐτὸς διὰ τὰ πάντα ἐν τοῖς πᾶσιν έστιν. ᾿Ανὰ μέσον δὲ τρίβων ἔστηκε. Μέσον δὲ τῶν κατ' ἔλλειψιν τῆς ἀρετῆς, καὶ ὑπερβολὴν κατ' ἐνέρ γειαν κακιῶν ἵσταται, ὡς ἔσχατον ὀρεκτόν, κοινὸν ἀγαθὸν ὑπάρχων ψυχῇ τε καὶ σώματι· οἷα τῆς ἐξ ἀμφοτέρων λύμης ἀπαλλάττων ἀμφότερα· τὰ μὲν γὰρ κατ' ἔλλειψιν τῆς ἀρετῆς πάθη, τὸ μὲν ἦθος τῆς ψυχῆς διαφθείρουσι, τὴν δὲ σάρκα μολύνουσι· τὰ δὲ καθ᾽ ὑπερβολὴν, σκοτίζουσι μὲν τὴν ψυχὴν, διὰ Θεὸν ἐπιτηδεύουσαν τὸ ἀγαθόν· φθείρουσι δὲ τὴν σάρκα, ἀποστεροῦντα ταύτην τῆς παρὰ τῆς ψυχῆς πρὸς συ στασιν ὀφειλομένης προνοίας αὐτῆς [αὐτῇ?]. γ'. Παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει. Παρὰ γὰρ ταῖς τῶν φαινομένων μὲν ἀντιληπτικαῖς, τούτου δὲ τοῦ νοουμένου τούτων αἰτίου λόγου, δίκην
col. 1289–1290page 35 of 162
PG 87:1289πυλῶν κατὰ θεωρίαν εἰσαγωγοίς εἰσαγωγῆς] πρὸς τὸ ἐπιγνωσθῆναι αὐτὸν κατὰ νοῦν τῇ ψυχῇ, δια τρίβει αἰσθήσει τῶν μὴ ἡττημένων τῇ ἀπάτῃ τῆς ἐπιφανείας τῶν ὁρατῶν. Ἐν δὲ εἰσόδοις ὑμνεῖται. Ἐν δὲ ταῖς τοιαύται; αὐτοῦ πρὸς νοῦν εἰσελεύσεσι, μεγαλύνεται διὰ τῶν κατὰ μίμησιν αὐτοῦ ἀγαθῶν ἔργων ὡς τῶν ὁρώντων αὐτὰ δοξαζόντων τοῦτον τὸν τοῦ παντὸς αἴτιον ἀγα θοῦ· καὶ ταῦτα μὲν τὰ τῆς σοφίας. δ. Ὑμᾶς δὲ, ὦ ἄνθρωποι, παρακαλῶ. Ὑμᾶς δὲ τοὺς τὸν τῆς ἀνθρωπίνης φύσεως λόγον σῶον φυλάτο τοντας, καὶ τοῖς μὲν παρὰ φύσιν πάθεσι μὴ ὑποπίπτοντας, φύσεως δ᾽ αὐτῆς καταφρονεῖν μήπω δεδυνημένους, οὗ κατ᾽ ἐντολὴν τὴν ταύτης καταφρόνησιν ἀπαιτῶ, φόβον τινὰ ἐπισείων ὑμῖν, ἀλλ' ἐν τῷ ἀνα διδάσκειν τὰς τοῦ ὑπὲρ φύσιν λόγου χάριτας, πρὸς πόθον ἐφέλκομαι τῆς τελειοτέρας διαγωγής. Καὶ προιεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Προ φέρω δὲ τὴν ἐμὴν διδασκαλίαν, καὶ τοῖς διὰ τὸ μόνα φρονεῖν τὰ τῆς κάτω γνώσεως, ἀνθρώπων, καὶ οὐ Θεοῦ χρηματίζουσι. ε'. Νοήσατε, ἄκακοι, πανουργίαν. Γνῶτε, οἱ πάσης κακίας καθαρεύοντες, τὴν παντὸς ἀγαθοῦ ἐμμέθοδον ἐνέργειαν· ἐπιγνόντες κατὰ πράξιν τὰς τοῦ Θεοῦ ἐν τολάς· καὶ εἰς φωτισμὸν ἐντεῦθεν ἀπὸ τῆς εἰσαγωγικῆς καθάρσεως προκόψαντες. Οἱ δὲ ἀπαίδευτοι, ἔνθεσθε καρδίαν. Οἱ δὲ μήπω τυχόντες πατρικῆς παιδείας πρὸς κάθαρσιν, ἐμβάλλετε εἰς τὰς ἰδίας ψυχὰς τὴν ζωογόνον περὶ Θεοῦ ἔν νοιαν· ἥτις διὰ τὸν ἐῤῥυπωμένον βίον φόβῳ αὐτοῦ, πάσης ἐκκαθαίρει κηλίδος. ς'. Εισακούσατέ μου· σεμνὰ γὰρ ἐρῶ· καὶ ἑνοί σω ἀπὸ χειλέων ὀρθά. Πείσθητέ μοι· τίμια γὰρ φθέγξομαι· καὶ προάξω ἐκ στόματός μου εὐθῆ λό για. ζ'. "Οτι ἀλήθειαν μελετήσει ο φάρυγξ μου. Διότι μοι ὁ δίκην φάρυγγος δεκτικός νοῦς, τοῦ ψυ χὰς στηρίζοντος οὐρανίου ἄρτου, φροντίσει πάντως διδάξαι ὑμᾶς τὴν ἐν ὅλοις ἀλήθειαν· τοῦτον δηλαδή τὸν ὑπὸ πάσης τῆς κτίσεως κηρυττόμενον ἐνυπόστα του τοῦ Θεοῦ λόγον. Εβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδή. Βδελυκτοὶ δὲ ἐναντίον ἐμοῦ, οἱ τὸ ἀληθὲς μὴ ἀπαγ γέλλοντες λόγοι. η'. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στό ματός μου. Μετὰ κρίσεως ἀῤῥεποῦς πάντα τὰ ἐμὰ παραγγέλματα. Οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Οὐδὲν ἐν αὐτοῖς ψεῦδος ὑποκρινόμενον τὴν ἀλή θείαν, οὔτε μὴν τοῦ εὐθέος ἐκτετραμμένον. θ'. Πάντα ἐνώπια τοῖς συνιοῦσι. "Απαντα φανε ρὰ τοῖς συννεύουσι πρὸς τὸ ἀγαθὸν, καὶ διὰ τῆς κατὰ πρᾶξιν πείρας, τῶν ἐντολῶν τὴν ἐπιστήμην κτησαμένοις. Ο Καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Καὶ εὐθύτατα τοῖς ἐξετάζουσι καὶ καταλαμβάνουσι γνωστικῶς τὸ ἀληθές. ι'. Λάβετε παιδείαν καὶ μὴ ἀργύριον. Κτήσασθε ὑπὲρ μὲν ἀργύριον καθαρὸν, τὴν ἐπιπόνως τῶν ἀπὸ
col. 1291–1292page 36 of 162
PG 87:1291κακίας κηλίδων τὴν ψυχὴν ἐκκαθαίρουσαν ὠφέλιμον κατὰ πρᾶξιν τῶν ἀρετῶν ἀγωγήν. Καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον. Ὑπὲρ δὲ χρυσίον δοκιμασθὲν ἐν πυρί, φῶς γνώσεως, τῇ καμίνῳ τῶν ἀκουσίων πειρασμῶν μηδαμῶς ἐλατ τούμενον. Αντερείδεσθε δὲ αἰσθήσει, χρυσίου καθαροί. Αντὶ τοῦ Στηρίζεσθε ἐλπίδι τοῦ τεθησαυρισμένου ὑμῖν ἀκιβδήλου χρυσίου· τῇ ἐκ τοῦ ἀγαθοῦ τοῦ ἐναν τίου διακρίσει· στηρίζεσθε, ὥστε μὴ καταπίπτειν ἐξ ἀγνοίας, εἰς κρημνούς κακίας καὶ βάραθρα. ιπ'. Κρείσσων γάρ σοφία λίθων πολυτελών. Καλλίων γὰρ ὁ τὸ χεῖρον ἀποδιαιρῶν τοῦ κρείττονος λόγος, καὶ τῶν πολυτίμων λίθων αὐτῶν. Πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ὅτι τούτου οὐδὲν τῶν παρ' ὑμῖν τιμίων ἀντάξιον, ὃς τάδε διδάσκει δι' ὅλης τῆς Γραφῆς καὶ τῆς φύσ σεως. ιβ'. Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν. Ἐγὼ ὁ τοῦ Θεοῦ Λόγος ἐν ταῖς τῶν πιστευόντων μοι ψυ χαῖς ἐπηξάμην τὴν ὥς τινα σκηνὴν φυλάττουσαν αὐτ τὰς ἀνωτέρας τῆς ἐκ τοῦ φλογμοῦ τῶν παθῶν μελα νώσεως, ἀρετῆς καὶ κακίας διάκρισιν. Καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Καὶ τὴν τῶν ὄντων γνῶσιν, ᾗ ὄντα εἰσὶ, καὶ τὴν ἐξ αὐτῶν περὶ ἐμοῦ τοῦ πάντων αἰτίου Θεοῦ, ἔννοιαν ἐφειλκυσάμην αὐταῖς πιστευθεὶς ὑπ' αὐτῶν, καὶ εἰς ἠθικὴν καὶ φυσικὴν καὶ θεολογικήν φιλοσοφίαν ταύ τας έναγαγών. ιγ'. Φόβος Κυρίου μισεῖ ἀδικίαν, ΰβριν τε καὶ ὑπερηφανίαν, καὶ ὁδοὺς πονηρῶν, καὶ στόμα ἄπι στον. Ο φόβος δὲ τούτου, τοῦ τῶν ὅλων Δεσπότου, ἅπαν παράλογον ἀποστρέφεται· φημὶ δὴ τήν τε κατ' ἔλλειψιν τῆς ἀρετῆς ἀτιμοποιὸν τῆς λογικῆς φύσεως κακίαν, καὶ τὴν καθ᾽ ὑπερβολὴν ταύτης φυσίωσιν, καὶ τὰς περὶ τῶν ὄντων ἀλογίστους δόξας· δι' ὧν τὰ τῆς του νηρίας πνεύματα ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ποιούμενα τὴν πάροδον, τὰ κατ᾽ ἔλλειψιν τῆς ἀρετῆς πάθη ταύταις ὑποτιθέασι· καὶ τὴν περὶ ἀθεΐας διδα σκαλίαν αὐτῶν ἣν ταῦτα ποιοῦνται πρὸς τοὺς μὴ Θεῷ, ἀλλ᾽ ἑαυτοῖς τὰ κατορθώματα ἐπιγράφοντας διόπερ ταῦτα αὐτὸς ὁ τοῦ Θεοῦ λόγος, διὰ τοῦ πρὸς αὐτὸν φόβου ἀπαγορεύων, οἱονεὶ λέγει. Μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. Ο Εβδελυξάμην δὲ, αὐτὸς ἀρετῆς ὑπάρχων κανών, τὰς τῆς κατὰ ταύτην ευθύτητο; ἐκτετραμμένας, κατ' ἔλλειψιν αὐτῆς καὶ ὑπερβολὴν, ἐν ταῖς τῶν ἀν θρώπων ψυχαῖς διατριβὰς τῶν ἐφευρετῶν τῆς κακίας δαιμόνων. ιδ'. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια. Παρ' ἐμοῦ τοῦ τῆς δικαιοσύνης Ηλίου, ἀνθρώποις παρέχεται, ὡς μὲν τὸ νοερὸν τῆς ψυχῆς ὄμμα φωτίζοντος, ή μετά περισκέψεως τῶν ἐναντίων διάκρισις· ὡς δὲ τὸν χειμῶνα τῶν παθῶν ἀποκρουομένου τῇ θέρμῃ τοῦ πνεύματος, ή ἐκ τούτων φυλακή. Ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Παρ' ἐμοῦ ἐστι τούτοις, ὡς ἐσχάτου ὀρεκτοῦ, ἡ φέρουσα ὄνησιν δρε ξις τοῦ ἀγαποῦ· παρ' ἐμοῦ τε πρὸς τὴν τούτου έργα.
col. 1293–1294page 37 of 162
PG 87:1293σίαν τούτοις δίδοται δύναμις, ὡς ἐνυποστάτου δυνά μεως τοῦ Θεοῦ καὶ Πατρός. ιε'. Δι' ἐμοῦ βασιλεῖς βασιλεύουσι. Δι' ἐμοῦ, ὡς Θεοῦ Λόγου, οἱ τῶν παθῶν αὐτοκράτορες εννόμων ἐπιστατοῦσι τῇ ἐπιθυμίᾳ καὶ τῷ θυμῷ. Καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. Καὶ οἱ καθυποτάσσοντες τὴν σάρκα τῷ πνεύματι, τὸν χοῦν κατὰ πρᾶξιν ἠθικῶς διαπλάττοντες, διὰ τούτου ση μειοῦνται, ὡς διὰ μέλανος, τὴν τῆς ψυχῆς ἀῤῥεπη κρίσιν πρὸς τὰ κατ' ἔλλειψιν τῆς ἀρετῆς καὶ ὑπερα βολὴν πάθη ἐμοῦ τὸν λόγον τῆς ἀρετῆς τούτοις υπο αγορεύοντος. ις'. Δι' ἐμοῦ μεγιστάνες μεγαλύνονται. Δι' ἐμοῦ, ὡς ἀλαθήτου γνώστου, καὶ ἐσχάτου ὀρεκτοῦ, οἱ κατὰ γνῶσιν καὶ ἀρετὴν προύχοντες, κατὰ ταύτας περιφανεῖς καὶ ἐπίδοξοι γίνονται. Καὶ τύραννοι δι' ἐμοῦ κρατοῦσι γῆς. Καὶ οἱ τὴν γήϊνον σάρκα παραβιαζόμενοι, πρὸς τὸ ταύτης ἀπονεκρῶσαι φρόνημα, δι' ἐμοῦ αὐτῆς κυριεύουσιν ὡς τὸν πόθον πρὸς τὰ νοούμενα ἀπὸ τῶν φαινομέν νων μετάγοντος. ιζ'. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ. Αὐτός, διὰ τῶν ἐμῶν ἐντολῶν, τοὺς ἀγαπῶντάς με ἀπαλ λάττων τῶν παραλόγων παθῶν, γνώριμον τούτοις τὴν πρὸς αὐτοὺς ἀγάπην μου καθιστῶ· κἂν πάντας ἀνθρώπους ὡς πλάσμα ἴδιον ἀγαπῶ, ἐπίσης θέλων πάντων τὴν σωτηρίαν. Οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Οἱ δὲ πρός με τὸ τέλος τῶν γνωστῶν, τὴν ἀλήθειαν, κατά νοῦν κινούμενοι μετ' ἐφέσεως, τῆς τοῦ ὁμοφυοῦς μοι πνεύματος ἐπιτεύξονται χάριτος· χαριζομένου του τοῖς, ἐν τῷ εἰς πᾶσαν τὴν ἀλήθειαν αὐτοὺς ὁδηγεῖν, ἐμοῦ τῆς σοφίας τὴν μέθεξιν. της. Πλούτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆ σις πολλῶν, καὶ δικαιοσύνη. Ο γὰρ τῶν ἐν ἐπαγ γελίαις ἀποκειμένων ἀκένωτος θησαυρὸς, καὶ ἡ ἀκή ρατος εὔκλεια, τὰ ὑπὲρ φύσιν ἀγαθὰ, πρὸς δὲ καὶ κατὰ φύσιν ἥ τε καθ' ἕξιν γνῶσις τῶν διαφόρων λόγων καθ' οὓς γεγόνασί τε τὰ πάντα καὶ ἀκίνητα μένουσι, καὶ ἡ κατὰ τούτους πρὸς τὰ κατ' ἔλλειψιν τῆς ἀρετῆς καὶ ὑπερβολὴν πάθη, ἀῤῥεπής κρίσις, ἐν ἐμοί ἐστιν, ὡς δοτῆρι μὲν τῶν ὑπὲρ φύσιν ἀγα θῶν, αἰτίῳ δὲ τῶν κατὰ φύσιν. ιθ'. Βέλτιον ἐμὲ καρπίζεσθαι, ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Κρεῖττον λοιπὸν ὑπὲρ χρυσόν τε καὶ λίθους μὴ εὐαριθμήτους πολυτιμήτους, τὰ ἐν κόσμῳ τερπνά, ἐμὲ τὸν τῆς ἀθανασίας καρπὸν, ὡς ἐν παραδείσῳ τῷ ὅλῳ κόσμῳ συλλέγειν· ἐν τῷ αἴ ρειν με ἐκ πάντων, κατὰ τὴν ἐν πνεύματι φυσικὴν θεωρίαν αὐτῶν, ὡς ὑπὲρ πάντα κατ' οὐσίαν ὑπάρ χοντα. Τὰ δὲ ἐμὰ γεννήματα κρεῖσσον ἀργυρίου έκλε κτοῦ. Τὰ δὲ ἐμὰ θελήματα, οἷς διὰ τὰ παντάπασι πάντα γίνομαι κατ' ενέργειαν, κάλλιόν εἰσιν ὑπὲρ ἐπίλεκτον ἄργυρον, ὡς τούτου καθαρωτέρους καὶ λαμπροτέρους ἀποδεικνύοντα τοὺς ποιοῦντας αὐτά. κ'. Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ. Ταῦτα γὰρ
col. 1295–1296page 38 of 162
PG 87:1295οίά τινας ὁδοὺς εἰς τὴν ἄμεμπτον ἄγοντα πολιτείαν, Οι διδασκαλικῶς διεξέρχομαι, Καὶ ἀνὰ μέσον τρίβων δικαιώματος ἀναστρέφομαι. Καὶ μέσον τῶν ἐμοῦ τῆς ἀληθείας ἐξηρτης μένων, καὶ μὴ δι᾿ ἀνθρωπαρεσκείας ὑποκρινομένων τὸ ἀγαθὸν, ποιητικῶν τούτων τῶν θελημάτων μου τρόπων, περιπολῶ τῶν κατ' ἔλλειψιν τῆς ἀρετῆς καὶ ὑπερβολὴν ἁπάντων παθῶν. κα'. "Ινα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν. Όπως διανείμω τοῖς ἐμὲ ποθοῦσι, κατὰ τὸ μέλλον ἀναλόγως ἑκάστῳ, τὸν ἀδάπανον πλοῦτον τῆς κατὰ χάριν θεώσεως. Καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. Καντεῦθεν πληρώσω τάς θεωρητικὰς καὶ ὀρεκτικὰς δυνάμεις, αἷς τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ἐν ζωῇ αὐτῶν ἀπεθησαύρισαν, τῶν ἐν ἐπαγγελίαις μου αγα θῶν, κατὰ τὸ παθεῖν [ποθεῖν?] καὶ ἰδεῖν τὴν ἐμὴν λαμπρότητα, καὶ χορτασθῆναι ἐν τῷ ὀφθῆναι τού τοις τὴν δόξαν μου. Ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμηθέντα. Ἐπεὶ ἐὰν διδάξω ὑμᾶς τὰ κατὰ τὴν ἐν σαρκὶ ἀνατολήν μου τῆς δικαιοσύνης Ἡλίου, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων τελούμενα, ἀναμνήσω τοῦ διεξελθεῖν τὰ παρὰ τῇ τοῦ Πατρός μου βουλῇ ἀϊδίως ὑπάρχοντα περὶ ἐμοῦ μυστήρια. κβ'. Κύριος ἔκτισε με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. Γίνωσκε τοίνυν ὅτι ὁ ἐμὸς Πατὴρ, καὶ τῶν ὅλων Δεσπότης Θεὸς, εὐδόκησε κτιστὸν σαρκί με γενέσθαι τὸν ἄκτιστον· ὡς ἂν οἱ πρὸς αὐτὸν διὰ τῶν αὐτοῦ ἐντολῶν ὁδεύειν βουλόμενοι, ἐμοὶ οἷάπερ ἀρχηγῷ τῆς σωτηρίας αὐτῶν ἔπωνται, πρώτῳ ταύτας ἀνθρωποπρεπῶς ὁδεύοντι· καὶ ἔχωσι με ὑπογραμμὸν εἰς τὸ κατὰ μίμησιν ἐμὴν τὰ θεῖα τῆς δικαιοσύνης ἔργα ἐργάζεσθαι· καὶ οὕτω μὲν ἔκτισέ με τὸν ἄκτιστον. κγ'. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. Πρὸ δὲ παντὸς αἰῶνος εἶχε τὴν περὶ τῆς ἐνσάρκου οἰκονομίας μου ὑπεράγαθον βουλήν, ὥς τινα προϋποτε θειμένον ταύτης θεμέλιον. κδ', κε'. Ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι· πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων· πρὸ τοῦ ὄρη ἑδρασθῆναι. Κατ' ἀρχὰς πρὶν ἢ τὴν γῆν παραγαγεῖν, καὶ τὰς τῶν ὑδάτων ἀβύσσους, καὶ πρὶν ἢ τὰς τούτων ἀναβλῦσαι πηγὰς, καὶ πρὸ τοῦ τὰ ὄρη πῆξιν λαβεῖν. Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Πρὸ δὲ τῆς παραγωγῆς καὶ αὐτῶν πασῶν τῶν ἀγγελικῶν τά ξεων, αἱ καθάπερ βουνοί τινες, παντὸς ἄλσους υψη λωμένοι, πάντων τῶν αἰσθητῶν κτισμάτων ὑπέρ κεινται, καὶ πάσης ὕλης ἀπηλλοτρίωνται, φυσικῶς καὶ ἀϊδίως γεννα με. κς'. Κύριος ἐποίησε χώρας, καὶ ἀοικητους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ᾽ οὐρανόν. Καὶ γὰρ ὁ ἐμὸς Πατὴρ, καὶ τῶν ὅλων Δεσπότης, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε τὰ τοῦ περιγείου τοῦδε μέρη καὶ τμήματα· τό τε πολλῶν οἰκητόρων καὶ ἐθνῶν ὅλων χωρητικὸν, καὶ τὸ μὴ ὅλως οἰκούμενον, καὶ
col. 1297–1298page 39 of 162
PG 87:1297εἴτι πέρας εἴη τῆς γῆς, καὶ οἰκήτοράς τινας κέ κτηται. κζ'. Ηνίκα ητοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ. Ὅταν δὲ εὐτρέπιζε τὸν οὐρανὸν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις καθωραΐζων αὐτὸν, συνυπήρ χον αὐτῷ καὶ συνήργουν, ὁμοούσιος αὐτῷ ὑπάρχων καὶ ἐνυπόστατος δύναμις καὶ σοφία. Καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέ μων. Καὶ ὅτε τῆς οὐσιωδῶς ὑφεστώσης αὐτοῦ βασι λείας, τοῦ ἐξ αὐτοῦ ἐκπορευομένου, καὶ ἐν ἐμοὶ ὁμοουσίως ἀναπαυομένου, παναγίου Πνεύματος ἀφιέρου τὴν χάριν, ἐπαναπαύεσθαι τοῖς ἀγγελικοῖς πνεύμασι καὶ οὐρανίοις, τὴν πρὸς αὐτὸ τούτοις χαριζόμενος οικειότητα. κη'. 'Ηνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ᾽ οὐρανόν. Καὶ ὁπό ταν εἰργάζετο ἀῤῥαγεῖς τὰς ὑπὲρ γῆν νεφέλας, καὶ οἷά τινας φυλακτικὰς ὑδάτων πηγὰς, ἐποίει ταῦτα εἰς τὸ ἀρδεύειν τὴν γῆν. κθ'. Ἐν τῷ τιθέναι αὐτὸν τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ. Καὶ ὅταν προσέττασσε τῇ θαλάσση μὴ ὑπερβαίνειν τὰ ἑαυτῆς ὅρια· διὸ καὶ οὐ παρα δράμωσι τὰ ταύτης ὕδατα, τὸ αὐτοῦ πρόσταγμα, ἀλλ' ἐν αὐτῇ τὰ κύματα αὐτῆς συντριβήσονται. Καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς. Πρὸς δὲ καὶ ἡδραίου τὴν φυτὴν τούτων φύσιν, τὴν ξηρὰν καὶ κατωφερὴ γῆν θεμελιῶν ἐπὶ τῶν ὑδάτων. λ'. Ημην παρ' αὐτῷ ἁρμόζουσα. Συναϊδίως ὑπῆρ χον ὁμοουσιότητι παρ' αὐτῷ, συναρμόζων τὰς τῶν ὄντων οὐσίας τοῖς ἐπὶ ταύταις προαιωνίοις τούτου θελήμασιν, ἐν τῷ κατὰ ταῦτα ἅπαντα ὑφιστᾷν. Ἐγὼ ἤμην ᾗ προσέχαιρε καθ' ἡμέραν. Αὐτὸς ὑπῆρχον ᾧ καθ' ἑκάστην τῶν τῆς δημιουργίας ἑπτὰ ἡμερῶν, ἐνηγάλλητο συμπληρούντι κατὰ τὸ αὐτῷ βουλητὸν τὰ καθ᾽ ἕκαστα, καὶ διὰ τούτων ὡς συμ βόλων θεωρουμένῳ. λα'. Εὐφραινόμην δὲ ἐν προσώπῳ αὐτοῦ, ἐν παντὶ καιρῷ, ὅτε εὐφραίνετο τὴν οἰκουμένην συν τελέσας, καὶ εὐφραίνετο ἐν υἱοῖς ἀνθρώπων. Όμο θελὴς δ' ὑπάρχων αὐτῷ, ὡς καὶ ὁμοούσιος, ἠγαλλιώ μην καὶ αὐτὸς ἐνώπιον τούτου διὰ παντὸς, ὁπόταν ἠγαλλύνετο, ἀπαρτίσας τῇ ἐν Πνεύματι τελειώσει τότε τὸ πᾶν· καὶ ἔχαιρεν ἐπὶ τῇ τοῦ γένους τῶν ἀν θρώπων παραγωγῇ, ἀποτελεσθέντος κατ' εἰκόνα ἡ με τέραν καὶ καθ᾽ ὁμοίωσιν. λβ'. Νῦν οὖν, υἱὲ, ἄκουέ μου, καὶ μακάριοι οι ὁδούς μου φυλάξουσιν. "Αρτι τοίνυν, ἐμὸν θρέμμα καὶ παίδευμα, πείθου μοι· καὶ γὰρ ἀξιέπαινοι, о πεισθέντες μοι, τηρήσουσι τὰς ἐμὰς ἐντολὰς λοι πόν. λγ'. 'Ακούσατε παιδείαν, καὶ σφίσθητε, καὶ μὴ ἀποφραγῆτε. Παιδεύθητε ταύτας ἅπαντες, καὶ μετάσχετέ μου, καὶ τὰς ἐμὰς εἰσόδους μὴ ἀποφράξητε. λι. Μακάριος ἀνὴρ, ὃς εἰσακούσεταί μου. Αξι
col. 1299–1300page 40 of 162
Caput IX
PG 87:1299έπαινος δς κατὰ τῶν παθῶν ἀνδρισάμενος, πει σθήσεταί μοι, μὴ ὑποπίπτειν αὐτοῖς παραινοῦντι αὐτῷ. Καὶ ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Καὶ ὃς ἄνω βλέπων, τηρήσει τὰς ἐμὰς ἐντολάς. Αγρυπνῶν ἐπ' ἐμαῖς θύραις καθ' ἡμέραν. Γρη γορῶν κατὰ πᾶσαν τὴν παροῦσαν ζωὴν, ἐπὶ τοῖς δία κὴν θυρῶν ἀναπεπταμένοις πρὸς θεωρίαν τῶν ὄντων αισθητηρίοις. Τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων. Φυλάσσων τὴν κατά νοῦν θεωρητικὴν ἕξιν, καὶ τὴν κατὰ λόγον πρα κτικὴν ἐνέργειαν τῆς ψυχῆς τὰς φυλακτικές παρα στάτιδας τῶν πρὸς αὐτὴν εἰσόδων μου· πέρατος εν τος, τῶν μὲν γνωστῶν, ὡς ἀληθείας· τῶν δὲ πρακτικῶν, ὡς ἀγαθοῦ· εἰς τὸ μὴ συνέρχεσθαι λεληθότως τὸν πονηρὸν τῇ ἐπιφανείᾳ τῶν αἰσθητῶν, καὶ τῇ τούτων σχέσει δεσμεῖν τὸν νοῦν, καὶ μὴ συγχωρεῖν πρὸς τοὺς αὐτῶν διαβαίνειν λόγους, καντεῦθεν ὑποδέχεσθαι με. λε'. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς. Αἱ γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρός, προνοητικαὶ κατά τε τὸν φυσικὸν καὶ τὸν γραπτὸν καὶ τὸν πνευματικὸν νέο μου ἐξελεύσεις μου, τοῦ παναγίου μου πνεύματος, κατὰ χάριν μεταδόσεις τοῖς μέλλουσι κληρονομεῖν βασιλείαν εἰσί. Καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Καὶ εὐτρεπίζεται ἐν ὑμῖν, διὰ τῶν εἰρημένων τριῶν νόμων, παρ' ἐμοῦ τοῦ τῶν ὅλων Δεσπότου, ὄρεξις φυσική τε καὶ λογικὴ, καὶ πάντων τῶν οὐσιωδῶς τῇ φύσει προσόντων ἰδιωμάτων συνεκτική. λς'. Οἱ δὲ εἰς ἐμὲ ἁμαρτάνοντες, ἀσεβοῦσιν εἰς τὰς ἑαυτῶν ψυχάς. Οἱ δ' ἐμοῦ τοῦ Θεοῦ Λόγου, διὰ τὴν τῶν παθῶν ὅλογον ὄρεξιν ἀποτυγχάνοντες, τὰς ἑαυτῶν ψυχὰς τῆς κατὰ μέθεξίν μου στεροῦσι τιμῆς οἷάπερ ἀποβαλόμενοι τὸ καθ' ὁμοίωσιν Θεοῦ, καὶ παρασυμβληθέντες τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὁμοιωθέντες αὐτοῖς. Καὶ οἱ μισοῦντές με, ἀγαπῶσιν θάνατον. Καὶ οἱ ἀποστρεφόμενοί με τὴν τὴν ἀνώλεθρον πνευματικὴν ζωὴν τοῖς θέλουσι χαριζόμενον, ἀσπάζονται τὴν καθ᾽ ἁμαρτίαν ψυχικὸν ἑαυτῶν ὄλεθρον· ταῦτα διά πάσης τῆς Γραφῆς διδάσκουσα. ΚΕΦΑΛ. Θ. α'. Η σοφία ᾠκοδόμησεν ἑαυτῇ οἰκον. Ἡ ἐν υπόστατος τοῦ Θεοῦ καὶ Πατρὸς δύναμις, ἴδιον κατ εσκεύασεν οικητήριον, τόν τε ὅλον κόσμον, ἐν ᾧ οἱ και κατ' ενέργειαν, καὶ αὐτὸν τὸν κατ' εἰκόνα Θεο καὶ ὁμοίωσιν, ἐξ ὁρατῆς καὶ ἀοράτου φύσεως κτι σθέντα ἄνθρωπον. Καὶ ὑπήρεισε στύλους ἑπτά. Καὶ τῇ μὲν ὅλ αἰσθητῇ φύσει ὑπέθετο πρὸς ὕπαρξιν, τὴν ἑβδομαδικὴν τοῦ χρόνου περίοδον· αὐτῷ δὲ τῷ ἀνθρώπῳ, μετὰ την γένεσιν κατὰ Χριστὸν κτιζομένῳ, ἐν τῷ πιο στεύειν αὐτῷ καὶ τὴν αὐτοῦ τηρεῖν ἐντολὴν, ὑπέθετο αὖθις τὰ ἑπτὰ τοῦ Πνεύματος χαρίσματα· ἐν οἷς ψυχουμένης τῆς ἀρετῆς κατὰ γνῶσιν, καὶ τῆς γνώ σεως αὖθις σωματουμένης κατ' ἀρετὴν, ὁ πνευματικὸς ἀπαρτίζεται ἄνθρωπος, τελειούμενος τῷ τῆς πίστεως τέλει, τῇ τῶν ὑπὲρ φύσιν μεθέξει· καὶ
col. 1301–1302page 41 of 162
PG 87:1301γὰρ τὴν μὲν κατὰ τὴν πρακτικὴν φιλοσοφίας κά θαρσιν ἐργάζονται, ὅ τε φόβος πείθων ἀπὸ τῶν παρ θῶν ἐγκρατεύεσθαι, καὶ ἡ ἐπιστήμη ὑποτιθεῖσα τοὺς τῆς καθάρσεως τρόπους, καὶ ἡ γνῶσις μή ἀγνοεῖν συγχωροῦσα τὰς ἐπιβουλὰς τοῦ Ἐχθροῦ. Τὸν δὲ κατὰ τὴν φυσικὴν ἐν πνεύματι φωτισμὸν κατορθοῦσιν, ἥ τε ἰσχὺς προθύμως ὁρμᾶν καὶ κινεῖσθαι παρασκευάζουσα πρὸς τοὺς λόγους τῶν ὄντων τὰ θεῖα πάντως θελήματα, καθ᾽ ἃ τὰ πάντα γεγόνασι καὶ ἡ βουλὴ διακρίνασα τὰ τοιαῦτα πανάγαθα τοῦ Θεοῦ θελήματα, ὡς μὴ ἠργμένα καὶ ἄφθαρτα, καὶ ἐνα δεχόμενα νοεῖσθαι καὶ λαλεῖσθαι καὶ πράττεσθαι, ἀπὸ τῶν μὴ τοιούτων· καὶ ἡ σύνεσις, πρὸς ταῦτα, καὶ μὴ πρὸς τὰ ἐναντία ποιοῦσα συννεύειν καὶ συν διατίθεσθαι· τὴν δὲ κατὰ τὴν μυστικήν θεολογίαν τελείωσιν, ἡ θεία μόνη σοφία χαρίζεται, μέθεξιν τοῦ βίου παρεχομένη. β'. Εσφαξε τὰ ἑαυτῆς θύματα. Οὕτω τοῖς ἑπτὰ τοῦ παναγίου Πνεύματος χαρίσμασιν ὁ τοῦ Θεοῦ Λό γος οἰκητήριον ἑαυτῷ ἀπεργασάμενος τὸν ἄνθρωπον, ἀπέκτεινεν ἐν αὐτῷ τῇ μαχαίρᾳ τῇ τοῦ Πνεύματος, τῆς φαινομένης κτίσεως τὴν κίνησιν καὶ τὰ σχήματα καὶ αὐτὴν τὴν τῶν ὄντων οὐσίαν· νεκρώσας τὴν ἐμ παθῆ περὶ τὰ φαινόμενα διάθεσιν αὐτοῦ, καὶ τὴν ψευδὴ περὶ τῶν ὄντων δόξαν, καὶ τὴν πολύθεον πλά νην. Ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον· καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Καὶ ἤνωσεν ἐν τῷ τοιούτῳ ἀνθρώπῳ, ἐν ᾧ ὥς τινι κρατῆρι κιρνᾶται ἡ νοητή καὶ αἰσθητὴ φύσις τῇ τῶν ὄντων γνώ σει, τὴν ἑαυτοῦ ὡς πάντων αἰτίου ἐπίγνωσιν, ἥτις πέφυκε τὸν νοῦν πάντων τῶν μετὰ Θεὸν δίκην οίνου ἐξιστᾷν· καὶ οὕτω δι' ἑαυτοῦ, ἄρτου οὐρανίου τυγχάνοντος, ψυχὰς κατ' ἀρετὴν τρέφοντος, κατὰ γνῶσιν ταύτας ποτίζοντος καὶ εὐφραίνοντος, τόδε τὸ πᾶν ὥς τινα πανδαισίαν εὐτρέπισεν εἰς πνευματικὴν εὐωχίαν τῶν βουλομένων μεταλαμβάνειν αὐτοῦ. γ'. Απέστειλε τοὺς ἑαυτῆς δούλους συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα. Επεμψέ τε τοὺς τῷ θείῳ αὐτοῦ θελήματι λειτουργοῦντας ἀποστόλους, μετὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, τοῦ ὄντος ὑπὲρ τὸν γραπτὸν καὶ φυσικὸν νόμου ὡς πνευματικού, προσκαλούμενος ἐφ' ἑαυτόν ἐν ᾧ ὥς τινι κρατῆρι κατὰ τὸ τῆς οἰκονομίας μυστήριον, ἡ παράδοξος κράσις τῆς θείας φύσεως καὶ τῆς ἀνθρωπίνης ἀσυγχύτως καθ' ὑπόστασιν γέγονε τάδε εἱονεὶ δι' αὐτῶν φάσκων δ'. "Ος ἐστι ἄφρων, ἐκκλινάτω πρός με. "Ος ἐστιν ἄφρων, διὰ τὸ διαλογίζεσθαι ἐν καρδίᾳ αὐτοῦ μὴ εἶναι Θεὸν, ἀφεὶς τὴν ἀθεῖαν, ἐγγισάτω μοι κατά πίστιν· καὶ γνώτω με δημιουργὸν τοῦ παντὸς καὶ Δεσπότην. ε'. Καὶ τοῖς ἐνδεέσι φρενών, εἶπεν· Ε.λθετε, φά γετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον ὃν κεκέρακα ὑμῖν. Καὶ τοῖς ἔτι δεομένοις τῶν ἔργων τῆς πίστεως καὶ τῆς ἐπ' αὐτοῖς τελειοτέρας γνώσεως, ἔφη· Δεῦτε φάγετε τὸ κατ' ἀρετὴν δίκην ἄρτου τρέφον ὑμᾶς σῶμά μου· καὶ πίετε τὸ κατὰ γνῶσιν δίκην οίνου εὐφραῖνον ὑμᾶς, καὶ πρὸς θέωσιν ἐξιστών αἷμά μου,
col. 1303–1304page 42 of 162
PG 87:1303; 8 τῇ θεότητι παραδόξως κεκέρακα, διὰ τὴν σωτηρίαν ὑμῶν. ς'. Απολίπετε ἀφροσύνην, καὶ ζήσεσθε. Κατα λέπετε ἀπιστίαν, καὶ τὴν πνευματικὴν ζωὴν καὶ ἀνώλεθρον ἕξετε. Καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Καὶ ποθήσατε την τῆς πράξεως τοῦ ἀγαθοῦ αἰτίαν φρόνησιν· ὅπως που λιτείαν ἄμεμπτον κτήσησθε, καὶ ἀπαρτίσητε ἐν τῇ γνώσει τοῦ ὄντως καλοῦ, τὴν πρὸς αὐτὸ τοῦ τριμεροῦς τῆς ψυχῆς σύνεσιν, ἧς ἐκ πίστεως ἤρξασθε. ζ'. 'Ο παιδεύων κακοὺς, λήψεται ἑαυτῷ ἀτι μίαν. Οτι δὲ ὁ πλήττων ῥήμασιν ἀληθείας τοὺς πρὸς κακίαν ἀληθῶς ῥέποντας, καὶ διορθοῦσθαι μὴ θέλοντας, παροξύνων μᾶλλον αὐτοὺς, καὶ ἐπιτείνων τὴν κακίαν αὐτῶν, ὕβριν ἐπισπᾶται διὰ τοῦτο εἰς ἑαυ τών. Ελέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν. Φανερὰν δὲ ποιῶν τῷ μὴ ἔχοντι εἰς Θεὸν τιμήν, τὴν κακίαν αὐτοῦ, ὑπὸ μέμψιν καθίστησιν ἑαυτὸν, ὡς μὴ φειδόμενος τῆς βλάβης αὐτοῦ· πρὸς γὰρ τῷ μὴ ὠφελεῖν αὐτὸν, μᾶλλον καὶ βλάπτει, παρακινῶν αὐ τὸν εἰ τὴν κατ' αὐτοῦ τυραννίδα. Οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ. Τὰ γὰρ φανεροποιὰ τῆς κακίας τοῦ μὴ τιμῶντος Θεὸν λόγια, πληγαί εἰσι τῇ τούτου ψυχῇ, ἐμποιοῦντα αὐτῇ μίσους δυσεξάλειπτον πάθος. η'. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε. Μὴ φανεροποιει τοῖς μὴ θέλουσι τὴν ἰδίαν διόρθωσιν, τὰ τούτων κακά, ὅπως μὴ εἰς μίσος τὸ κατὰ σοῦ ἐγείρῃς αὐτοὺς, κἀντεῦθεν ἀντὶ τοῦ περιελεῖν τὴν κακίαν αὐτῶν, μᾶλλον αὐξήσεις αὐτήν. Ελεγχε σοφόν, καὶ ἀγαπήσει σε. Φανερὰ ποίει τὰ ἐλαττώματα τῷ μετέχοντι σοφίας, ἐν τῷ ἔχειν αὐτὸν φόβον Θεοῦ, καὶ ὡς μὴ ἀγνοῶν ὁ τοιοῦτος τὴν ἐκ τῶν ἐλέγχων ἰδίαν ὠφέλειαν, ἐπὶ πλέον καλῶς δια τεθήσεται περὶ σέ. θ'. Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Πάρεχε τῷ ἔχοντι φόβον Θεοῦ, ἐσφαλμένων αὐτῷ διάγνωσιν διὰ καθάρσεως καὶ φωτισμοῦ πρὸς τελείωσιν. Γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ανακάλυπτε τῷ διὰ τὸν φόβον αἰωνίων κολάσεων τηροῦντι τὰς τοῦ Θεοῦ ἐντολὰς, τὸ ἐν ταύταις ἀλη θῶς ἀγαθὸν, καὶ ἀγαπήσας ὁ τοιοῦτος αὐτὸν ὡς ἔσχα τον ὀρεκτὸν, τὴν τούτου κατὰ διάθεσιν ἐπιτείνῃ πα ραδοχήν. ι'. ᾿Αρχὴ σοφίας φόβος Κυρίου. Ἀρχὴ γάρ ἐστ τῆς θείων πραγμάτων ἐπιστήμης ὁ φόβος τοῦ Δεσπό του τῶν ὅλων Θεοῦ. Καὶ βουλὴ ἁγίων, σύνεσις. Καὶ τῶν κεκαθαρμένων ἀπὸ πάσης κακίας, καὶ δυναμένων ἐντεῦθεν ἀνεπικωλύτως κατανοεῖν τὸ ὄντως ἀγαθὸν, ἡ περὶ τούτου διάκρισις, σύννευσίς ἐστι τῶν τριῶν τῆς ψυχῆς δυνάμεων πρὸς τοὺς κατ' ἐντολὴν λόγους τε καὶ τρό πους αὐτοῦ. Τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τὸ δὲ καταλαβεῖν, ὅτι οὐδὲν ἀδύνατον ἢ σκληρόν,
col. 1305–1306page 43 of 162
PG 87:1305ὁ παιτεῖ ὁ πρὸς τὸ ὄντως ἀγαθὸν ὁδηγῶν ἡμᾶς νόμος τοῦ Πνεύματος, νοός ἐστι διαλογιζομένου τε καὶ ζη τοῦντος αὐτὸ τὸ ἀληθῶς ἀγαθόν. ια΄. Τούτῳ γὰρ τῷ τρόπῳ, πολὺν ζήσεις χρό νον. Ἐν γὰρ τῷ ζητεῖν τὸ ἀγαθὸν, προσγενήσεται σοι, ὅστις ἂν καὶ εἴης, ἡ ἀπέραντος, πνευματικὴ καὶ θεία ζωή. Καὶ προστεθήσεταί σοι ἔτη ζωῆς. Καὶ ἐπεκταθήσεται σοι τὰ τῆς ζωῆς μέτρα, προσεπικτησαμένω τῇ παρούσῃ ζωῇ, διὰ τῆς ἐν αὐτῇ θεαρέστου πολι τείας, καὶ τὴν μέλλουσαν. ιβ'. Υιέ, ἐὰν σοφός γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον σου. Τῆς ἐμῆς διδασκαλίας παί δευμα, εἰ σοφὸς ὑπάρξεις σεαυτῷ φόβῳ θείῳ ἑαυτὸν καθάρας, καὶ συνέσει φωτίσας, καὶ σοφίᾳ τελειώσας, καὶ τοῖς ἔγγιστά σου, ζηλοῦσι σου τὸ σοφόν, κἀντεῦ δεν πειθομένοις τοῖς λόγοις σου, καὶ μιμουμένοις τοὺς τρόπους σου, ὑπάρξεις σοφός· ὡς καὶ αὐτοὺς φωτίζων, καὶ καθαίρων, καὶ τελειῶν. ᾿Εὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις τὰ και κά. Εἰ δὲ ταῖς κατὰ μικρὸν ἀπάταις τοῦ πονηροῦ, κακίας μεστὸς ἀποτελεσθῇς, ἐν τῷ μηδὲν χρηστὸν φρονεῖν, ἢ λαλεῖν, αὐτὸν εἰς αὐτὸν ἐπισπάσῃ τὰ ταύ της ἐπίχειρα, καὶ μή τινός σοι ταῦτα ἐπαγόντος. *Ος ερείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους. Ος τις γὰρ πέποιθεν ἐπὶ τοῖς ἀπατηλοῖς τε καὶ ῥέουσιν, οὗτος κυβερνήσει τὰ ἱστάμενα, συν αλλοιούμενος τοῖς ἀλλοιωτοῖς, ἐν τῷ μὴ δύνασθαι στῆσαι τὴν τούτων φοράν, ὡς οὐδ' ἀνέμων πνοήν. Ο δ' αὐτὸς διώξεται ὄρνεα πετόμενα. Ο τοιοῦ. τος δὲ καταλαβεῖν ματαίως ἐπιχειρήσει τὰ δίκην πτη νῶν ὀξέως φερόμενα ἐκ γενέσεως εἰς φθοράν. Απέλιπε γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος. Κατέλιπε γὰρ τὰς κατ' ἐπίγνωσιν φερούσας θείας ἐντολὰς εἰς τὸν εἰρηκότα, ὅτι Εγώ εἰμι ἡ ἄμπελος, Θεὸν Λόγον, ἐν ᾧ πεφυτευμένος ἐστὶ, κατὰ τὸν τῆς ἰδίας φύσεως λόγον ἄνθρωπο;, ω; τι κλῆμα· γεωρ γῶν τὴν δίκην οίνου καρδίαν εὐφραίνουσαν γνῶσιν τῶν ὄντων. Τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται. Τὸν δὲ νοῦν καὶ τὸν λόγον, οἳ τὴν μετὰ γνώσεως ἀρετὴν οἰκεῖον γεώργιον ἄγουσιν, ἠπάτηται. Διαπορεύεται δι' ἀνύδρου ἐρήμου, καὶ γῆν δια τεταγμένην ἐν διψώδεσιν. Καὶ διεξέρχεται ζωήν τε ἐστερημένην πνευματικῆς διδασκαλίας δίκην ὕδα τος ἀρδευούσης ψυχὴν πρὸς καρποφορίαν τῶν ἀρε τῶν, καὶ παγίαν ἕξιν κακίας έφηπλωμένην ἐν ψυ χαῖς ἐνδεέσι τῆς εἰρημένης θείας διδασκαλίας. Συνάγει δὲ χερσὶν ἀκαρπίαν. Καὶ συλλέγει κατ' ἐνέργειαν ταῖς πρακτικαῖς τῆς ψυχῆς αὐτοῦ δυνάμεσιν ἁμαρτίαν, ἢ τίς (ἐστι, στέρησις τοῦ πνευματικοῦ καρποῦ τῶν ἀρετῶν. ιγ'. Γυνὴ ἄφρων καὶ θρασεία, ἐνδεής ψωμοῦ γίνεται. Φαντασία γὰρ ἐστερημένη θείας ἐννοίας, καὶ προπετῆς, ὡς πρὸ τῆς κατὰ λόγον κρίσεως τὸ δοκοῦν αὐτῇ κρίνουσα, συναπτομένη αλογίστως τῷ Απατημένῳ παρ' αὐτῆς νῷ, ἐν τῷ τὴν μὲν σύνοικον
col. 1307–1308page 44 of 162
PG 87:1307σοφίαν ἀπολιπεῖν αὐτὸν, μετ' αὐτοῦ δὲ πονηρούς ἀποτίκτειν λογισμούς, στερείται τοῦ δίκην ἄρτου τρέφοντος καὶ στηρίζοντας τὰς ψυχὰς λόγου. Η οὐκ ἐπίσταται αἰσχύνην. "Η τις φαντασία, τῆς ἐκ τοῦ λόγου ἐπιφαινομένης αὐτῇ μέμψεως ἐπὶ τοῖς αἰσχροῖς ἐγχειρήμασιν, οὐκ αἰσθάνεται. ιδ'. Ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἰκον. Ηδράσθη γὰρ ἡ τοιαύτη φαντασία ἐπὶ τοῖς δίκην θυρῶν εἰσάγουσι πρὸς αὐτὴν, κατ' αἴσθησιν, τὴν τῶν ὁρατῶν ἐπιφάνειαν αἰσθητηρίοις τοῦ κατὰ φύσιν οι κητηρίου ταύτης σαρκίου. Ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις. Υποστρώ σασα ἑαυτῇ κατ' ἐπιθυμίαν καὶ θυμὸν, τὸ διανοητικὸν, ὥς τινα ὑψηλότατον θρόνον, ἐν ταῖς εὐρυχώροις καθ᾽ ἡδυπάθειαν τῆς ἀπωλείας ὁδοῖς. ιε'. Προσκαλουμένη τους παριόντας, καὶ κατ ευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν. Εφελκόμενη τους τὴν παροδικὴν ταύτην διεξερχομένους ζωὴν, καὶ ἐν τοῖς κατὰ τὸν βίον ἐπιτηδεύμασιν αὐτῶν, μή τισιν ἀνιαροῖς ἐντυγχάνοντας συναντήμασι· καὶ ἐναντίως τῇ σοφίᾳ τάδε τούτοις διδάσκει. ις'. "Ος ἐστιν ὑμῶν ἀφρονέστατος ἐκκλινάτω πρός με. Ος τις οὖν ἔννοιαν Θεοῦ μηδ' ὁπωσοῦν ἐν τῇ αὐτοῦ περιφέρει ψυχῇ, ἐλθέτω πρός με, πολυθείαν διδαχθησόμενος. Καὶ τοῖς ἐνδεέσι φρενῶν παρακελεύομαι, λέ γουσα. Καὶ τοῖς γινώσκουσι μὲν Θεὸν, τὰς δ' ἐνα τολὰς αὐτοῦ μὴ τηροῦσι, παραινῶ φάσκουσα ιζ'. "Αρτων κρυφίων ἅψασθε. Εργων τῶν τὴν ἕξιν τῆς κακίας τρεφόντων, οἷά τινων ἄρτων, καὶ λανθανόντων ὀφθαλμοὺς ἀνθρώπων, μεθ᾿ ἡδονῆς γεύ σασθε. Καὶ ὕδατος κλοπῆς γλυκεροῦ πίετε. Καὶ γνώ σεως τῶν αἰσθητῶν, παραμυθουμένης οἷά πέρ τι ύδωρ δίψης παραμύθιον, τὴν περὶ ταῦτα τῆς ψυχῆς ἄλογον ὄρεξιν, ἐκ τοῦ κλέπτεσθαι τὸν νοῦν τῷ λείῳ τῆς ἡδο νῆς, εἰς κόρον μετάσχετε. ιη'. ῾Ο δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ' αὐτῇ ὅλο λυνται· καὶ ἐπὶ πέταυρον ᾅδου συναντᾷ. Ὁ δὲ ταύτῃ πειθόμενος, ἀγνοεῖ ὅτι δι' αὐτῆς οἱ τὰ γῆῖνα φρονοῦντες, ὄλεθρον ἐπισπῶνται ψυχῆς. Καὶ διὰ τοῦτο καὶ αὐτὸς εἰς τὸ τῆς ἀπωλείας καταντᾷ βάραθρον καὶ ταῦτα μὲν ἡ προπετής φαντασία· ἀλλὰ σύ τα χέως ἀπ' αὐτῆς ὑψώθητε πρὸς λόγον κατὰ διά νοιαν. Αλλ' ἀποπήδησον, μὴ χρονίσῃς ἐν τόπῳ αὐ τῆς. Μὴ ἐμβραδύνῃς τῇ τῶν αἰσθητῶν ἐπιφανείᾳ, ἣν ή φαντασία περιφέρουσα μόνην, πρὸς δὲ τοὺς τού των λόγους, διανοίας χωρίς διαβήναι μὴ δυναμένης, ἐν αὐτῇ περιγράφεται ὡς ἐν τόπῳ ἰδίῳ. Μηδὲ ἐπιστήσῃς σὺν ἔμμα πρὸς αὐτήν. Μηδ' απερισκέπτως τὸ νοερὸν ὄμμα σου αὐτῇ προσερεί σῃς τῇ φαντασία· δυνάμενος ταύτην κατὰ διάνοιαν περισκέπτεσθαι· καὶ τοὺς λόγους τῶν ὄντων ὁρᾷν, καὶ πρὸς τὴν ἐν ὅλοις διαβαίνειν ἀλήθειαν. Οὕτω γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον. Κατὰ τοῦ τον γὰρ τὸν τρόπον, ἀβρόχως διέλθῃς τὴν μὴ ἐξ ἀρο
col. 1309–1310page 45 of 162
Caput X
PG 87:1309χῆς συμπαραχθεῖσαν τῇ φύσει, ἀλλ' ἐπεγερθεῖσαν παθῶν ἀγριαίνουσαν θάλασσαν. Καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον. Καὶ τὸ κατὰ τὸ φαινόμενον τῆς φύσεως ῥυτὸν καὶ παροδικὸν, δ δὴ καὶ αὐτὸ μὴ κατ' ἀρχὰς συγκτισθὲν αὐτῇ, εἰς κατά κρισιν διὰ τὴν παράβασιν ἔλαβεν, ἀφεὶς κάτω, γνώ και φθάσεις τὴν ἀναλλοίωτον αὐτῆς κατὰ τὸ νοούμενον διαμονήν. Ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου. Ἀπὸ δὲ τῆς θολερᾶς, καὶ κατὰ τὸν τῆς φύσεως λόγον ἀπὸ τῆς τῶν παθῶν ἅλμης, μὴ μετάσχης. Καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς. Καὶ ἀπὸ τῆς ὁρατῶν κατὰ μόνην αἴσθησιν γνώσεως, βλυστανούσης οἷά τινος πηγῆς τὴν ρευστὴν καὶ παροδικήν καθ᾽ ἡδονὴν καὶ ἐδύνην ζωήν, καὶ ὡς οἰκείαν τῇ ἀλόγῳ φύσει ἀπεξενωμένης τῆς πεφυκυίας τὰ ὄντα κατὰ λόγον ἐπίστασθαι λογικῆς φύσεως, μὴ γεύσῃ. Ινα πολὺν ζήσης χρόνον. Οπως μόνιμον κατ' ἀρετὴν ζήσῃς ζωήν. Καὶ προστεθήσεται σοι ἔτη ζωῆς. ἐπεκταθήσεται δέ σοι τὰ τῆς προσκαίρου ζωῆς ἔτη, μεταστειλά μενά σε διὰ τὴν ἐν τούτοις ἔνθεόν σου πολι τείαν, πρὸς τὴν μέλλουσαν ἀγήρω καὶ μακαρίαν ζωήν. ΚΕΦΑΛ. Ι. α'. Υἱὸς σοφὸς εὐφραίνει πατέρα. Ενθεν το λόγος τικτόμενος μὲν ἀπὸ νοὸς κατὰ διάνοιαν τῇ ψυχή, ἐπιστήμων δὲ τοῦ ὄντως καλοῦ, χαροποιεί πνευματικ κῶς διὰ τῆς ἀληθοῦς περὶ τῶν ὄντων δόξης, τὸν αἴτιον αὐτοῦ νοῦν ὡς κατὰ λόγον ταύτης ἐπιτυγχάνοντα, ἐν τῷ ζητεῖν αἰτίαν ἐν ἅπασι μετ' ἐφέσεως. Υἱὸς δὲ ἄφρων, λύπη μητρί. Λογισμός δε, τικτόμενος μὲν κατ' αἴσθησιν ἢ φαντασίαν τῇ ψυχῇ, ἀνεπιστήμων δὲ τοῦ ὄντως καλοῦ, λύπης αἴτιος ταύτῃ, διὰ τὴν ψευδῆ τῶν ὄντων δόξαν ἐξ ἀποτελέσματος γίνεται ὀρεγομένῃ μὲν ἡδονῆς, περιτυγχανούσῃ δὲ ὀδύνῃ ὅτι τέλος τῆς κατ' αἴσθησιν ἡδονῆς, ἡ ἐδύνη ἐστίν. β'. Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους. Οὐδὲ γὰρ συμβαλοῦνται, πρὸς ἀπαλλαγὴν τῶν ἐδυνηρῶν, ταμιεῖα πλούτου, τοῖς μὴ κατὰ νόμους θείους κενοῦσι ταῦτα τοῖς δεομένοις. Δικαιοσύνη δὲ ῥύεται ἐκ θανάτου. Ἡ δὲ κατὰ τὰς θείας ἐντολὰς ἀπαρέγκλιτος τοῦ καλοῦ κρίσις, τοῦ καθ᾽ ἁμαρτίαν τῆς ψυχῆς ἀπαλλάττει κινδύνου. γ'. Οὐ λιμοκτονήσει Κύριος ψυχὰς δικαίων. Καὶ οὐ στερήσει ἡ παντοκρατορική δύναμις τοῦ Θεοῦ, ὁ τούτου ἐνυπόστατος Λόγος, τῆς ἑαυτοῦ μεταλήψεως, ἄρτου ἐκ τοῦ οὐρανοῦ καταβαίνοντος, τὰς πειθομένας αὐτῷ, τῇ αὐτοδικαιοσύνῃ, ψυχὰς τῶν ἐντεῦθεν δι καίως πολιτευομένων κατὰ πράξιν τῶν ἁγίων αὐτοῦ ἐντολῶν. Ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει. Τὴν δὲ φιλοῦλον καὶ φιλήδονον ζωὴν τῶν μὴ πιστευόντων εἰς αὐτὸν, καὶ (μὴ διὰ τῶν τῆς δικαιοσύνης ἔργων τιμώντων αὐτόν. Χ.
col. 1311–1312page 46 of 162
PG 87:1311; εἰς ὀδυνηράν πάντως περιτρέψει· ἐν τῷ ποτε καὶ τῶν παρόντων στερηθῆναι αὐτούς, καὶ τῶν μελλόν των μὴ ἐπιτυχεῖν. δ. Πενία ἄνδρα ταπεινοῖ. Καὶ γὰρ ἡ ἐξ ἀμελείας ἀποτυχία τοῦ κατὰ γνῶσιν καὶ ἀρετὴν πνευματικού πλούτου, τὸν ὑπάρχοντα άνδρα μέν, ὡς φύσει κεκτημένον κατ' εἰκόνα Θεοῦ δύναμιν δραστικήν τε καὶ αὐτεξούσιον, οὐκ ἀνδρεῖον δὲ, ὡς προαιρέσει μὴ ἐπι δειχνύμενον ἔργοις καθ' ὁμοίωσιν Θεοῦ τὸ τῆς εἰρη μένης λογικής δυνάμεως δραστικόν τε καὶ ἐλευ θέριον, κατάγει εἰς δουλείαν ἀλόγων παθῶν καὶ ἀτιμίαν, παρασυμβληθέντα τοῖς ἀνοήτοις, ὁμοιωθέντα αὐτοῖς. Χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν. Αἱ δὲ πρακτι καὶ δυνάμεις τῶν ἔργοις ἐπιδεικνυμένων τὸ τῆς λο γικῆς δυνάμεως, τοῖς ἀλόγοις πάθεσιν ἀδούλωτον καὶ κατ' αὐτῶν δραστικὸν, οὐ μόνον ἀβλαβεῖς τὰς τούτων διατηροῦσι ψυχὰς, ἀλλὰ καὶ ἑτέροις τοῦ κατ' ἀρετὴν καὶ γνῶσιν πνευματικοῦ πλούτου μεταδιδόπ σιν· ὡς τούτους λόγῳ μὲν διδασκαλικῷ, πρὸς μὲν τὸ ἀγαθὸν προτρεπόντων, τοῦ δὲ κακοῦ ἀποτρεπόντων ἔργοις δὲ βεβαιούντων τὸν λόγον, καὶ πειθόντων τὰ τοῦ λόγου ποιεῖν, ἐν τῷ μιμεῖσθαι τὰ ἔργα· καὶ γὰρ ε'. Υἱὸς πεπαιδευμένος, σοφὸς ἔσται. Ο μὲν υἱοθετηθεὶς Θεῷ, διὰ τῆς ἐκκαθαιρούσης τὴν ψυχὴν τῶν ἀπὸ κακίας κηλίδων ἐπιπόνου ἀγωγῆς, τῆς ἀπὸ τῶν ἐπερχομένων αὐτῷ ἀβουλήτως ὠφελείας εἰδή μων ἔσεται. Τῷ δὲ ἄφρονι, διακόνῳ χρήσεται. Τὸν δὲ μὴ περιφέροντα Θεὸν ἐν καρδίᾳ, θλίψεις αὐτῷ καὶ ὀδύνας ἐπάγοντα, ὑπηρέτην ἕξει πρὸς σωτηρίαν ὡς τόν τε λυποῦντα αὐτὸν εὐεργέτην εἰδὼς, καὶ τῷ Θεῷ ἐπὶ πᾶσιν εὐχαριστῶν· ὅτι περ Διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων. Ακουσίων πειρασμῶν, ὁ εἰδήμων τοῦ ὑπὲρ τῆς ὑπομονῆς τῶν πόνων μισθοῦ· καὶ οὕτω μὲν οὗτος ὡς ἐν ἄλωνι τῷ παρόντι αἰῶνι, πόνοις σαρκὸς ὀξέσι βαλλόμενος, οἷά τις σίτος τῶν ἐκ γενέσεως παθῶν, ὡς τινων ἀχύρων ἀποκαθαίρεται· καὶ συνάγεται παρὰ τοῦ γεωργού τῶν ἡμετέρων ψυχῶν, ὡς εἴς τινας ἀποθήκας τὰς αἰωνίους μονάς. ᾿Ανεμόφθορος δὲ γίνεται ἐν ἀμητῷ υἱὸς παρά νομος. Ὑπὸ τῶν πνευμάτων δὲ τῆς πονηρίας ἐλαύνεται διὰ τῶν παραλόγων παθῶν εἰς ἀπώλειαν, ὡς ὑπὸ ἀνέμων ἄχυρον, τῷ πυρὶ παραπεμφθησόμενον ἐν τῷ τῆς συγκομιδῆς τῶν ἔργων καιρῷ, ὁ ἐπικαλούμενος μὲν Πατέρα ἑαυτοῦ τὸν Θεὸν διὰ τὴν εἰς αὐ τὸν πίστιν, παραβαίνων δὲ τὰς ἁγίας αὐτοῦ ἐντο λάς. ς'. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου. Καὶ γὰρ μετάδοσις μὲν ἁγιασμοῦ παρὰ τοῦ Δεσπότου τῶν ὅλων Θεοῦ, πρόεισι κατὰ χάριν ἐπὶ τῷ ἡγεμόνι τοῦ ἀμέμπτως πολιτευομένου, ὅλον τοῦτον διὰ μέσου νοός ἁγιάζουσα. Στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον. Τὴν δὲ μεστὴν βλασφημίας διδασκαλίαν τῶν μὴ τιμώντων Θεόν πνευμάτων τῆς πονηρίας, συστείλῃ ἡ ἐπιγινο
col. 1313–1314page 47 of 162
PG 87:1313μένη τοῖς ἁμαρτάνουσιν ἐκ μεταμελείας μὴ κατὰ τὸν ἐπιτήδειον καιρὸν πρὸς τὴν τῶν ἐσφαλμένων διόρθωσιν, ὅς ἐστιν ὁ παρών, ἀλλὰ κατὰ τὸ μέλλον διηνεκής καὶ ἀνόνητος λύπη. 5'. Μνήμη δικαίου μετ' ἐγκωμίων. Καὶ ἀνεπίσ ληστος μὲν γνώσις ἔσται παρὰ Θεῷ τῶν ἀμέμπτως πολιτευομένων, μετ' ἐπαίνων παρεχόντων ἄῤῥητον εὐφροσύνην αὐτοῖς. Όνομα δὲ ἀσεβῶν σβέννυται. Ἡ ἀπ' αὐτοῦ δὲ Θεοῦ προσηγορία τῶν μὴ τιμώντων αὐτὸν δι' ἔργων ἀγαθῶν ἀφανίζεται, διὰ τὰ τούτου ἀλλότρια πονηρὰ ἔργα αὐτῶν, ἀγνοουμένη αὐτῷ· κατὰ τὸ, Οὐκ οἶδα ὑμᾶς λοπόν. η'. Σερὸς καρδίᾳ δέξεται ἐντολάς. Ὁ τὸν τοῦ Θεοῦ λόγον ἐνδιαθέτως τῇ αὐτοῦ περιφέρων ψυχῇ, παραδέξεται καὶ οὐκ ἀποπέμψει κατὰ πρᾶξιν τὰ τού του προστάγματα. ῾Ο δὲ ἄστεγος χείλεσι, σκολιάζων ὑποσκελισθήσεται. Ὁ δὲ μὴ ἐμμένων διὰ τῶν τῆς δικαιοσύνης ἔργων τῇ δι' ὁμολογίας τιμῇ τοῦ Θεοῦ, ἐκκλίνων εἰς τε τὰ κατ' ἔλλειψιν τῆς ἀρετῆς πάθη, ἐφ᾽ οἷς τὰς θείας μὴ ποιεῖ ἐντολὰς, καὶ εἰς τὰ καθ' ὑπερβολὴν, ἐφ᾽ οἷς ψιλοῖς βήμασιν ὁμολογῶν αὐτὸν, μέγα φρονεί, παρα τραπήσεται τῆς φερούσης εἰς τὴν αἰώνιον ζωὴν εὐ θείας, κατ' ἀρετὴν ὁδοῦ· καὶ γὰρ θ'. "Ος πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς. ὺς μὲν διανύει την κατ' ἀρετὴν ὁδὸν ἀνυποκρίτως διὰ Θεὸν, καὶ μὴ παραμιγνύει αὐτὴν τῇ πονηρά πρὸς τὴν τῶν πολλῶν ἀπάτην διανοία, διέρχεται τὴν τοιαύτην ὁδὸν μὴ πτοούμενος ἢ τοὺς κατὰ τὸ παρὸν ἢ τοὺς κατὰ μέλλον ἐλέγχους τῆς ὑποκρίσεως. 'Ο δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ, γνωσθήσεται. 'Ο δὲ ἀπὸ ἀληθείας εἰς ψεῦδος τὰς ἑαυτοῦ πράξεις μεταστρέφων, ὡς εἴρηται, ελεγχθήσεται, κἂν μὴ ἐν τῷ παρόντι αἰῶνι, ἀλλά γε ἐν τῷ μέλλοντι ἀναμφιβόλως· διόπερ ι. Ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου, συνάγει ἀνδράσι λύπας. Ο τάς θεωρητικὰς δυναμεις έχων ἀποβλεπούσας μὲν πρὸς κακίαν, κατανευούσας δὲ πρὸς ἀσχηματισμένον ἀρετῆς ἦθος, συλλέγει τῷ τε ἐντὸς ἀνθρώπῳ, καὶ τῷ ἐκτὸς, πόνους διακενεῖς οἷα σώματι μὲν κατὰ τὸ παρὸν πονῶν περὶ τὴν ἀρετὴν μὴ διὰ Θεὸν, ψυχῇ δὲ κατὰ τὸ μέλλον αἰω νίως πιεζόμενος, ἐνδείᾳ τῆς κατὰ διάθεσιν ἀρετῆς. Ὁ δὲ ἐλέγχων μετὰ παῤῥησίας, ειρηνοποιεί. Ο δὲ φανεροποιῶν κατὰ τὸ συνειδὸς ἀνυποστόλως τῇ ψυχῇ, ἐν ἁγίῳ Πνεύματι λόγος Θεοῦ, τὸ τῆς ὑπο κρίσεως ὑπώδυνον τε καὶ ἄκαρπον, ἀπαλλάττει αὐτὴν τῆς ἐχθραινούσης ταύτην, καὶ πρὸς Θεὸν καὶ πρὸς σάρκα πονηρᾶς διαθέσεως. ια'. Πηγὴ ζωῆς ἐν χειρὶ δικαίου. Τὸ γὰρ χορηγὸν ζωῆς Πνεῦμα ἅγιον, κατὰ φύσιν μὲν ἐπαναπαύεται ἐν τῇ παντοκρατορικῇ δυνάμει τοῦ δικαίου, καὶ δι καιοσύνας ἀγαπήσαντος Δεσπότου τῶν ὅλων Θεοῦ κατὰ χάριν δὲ, ἐν τῷ πρακτικῷ τοῦ διαιροῦντος τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος, καὶ περιαιροῦντος τὰ κατ' ἔλλειψιν τῆς ἀρετῆς καὶ τὰ καθ᾽ ὑπερβολὴν πάθη, καὶ
col. 1315–1316page 48 of 162
PG 87:1315εὖ ποιοῦντος ἀεί· ὁ μὲν ἔχων κατὰ φύσιν ἐν ἑαυτῷ ἀναπαυόμενον τὸ ζωῆς χορηγὸν Πνεῦμα ἅγιον Θεὸς Λόγος, ζωὴν αἰώνιον δωρεῖται τοῖς πιστεύουσιν αὐτῷ. Στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλειαν. Την δ' ὄλεθρον ὑποθήκην τοῦ μὴ τιμῶντος Θεὸν εὑρετοῦ τῆς κακίας, ἀφανίσει ἡ ἀπὸ τοῦ ὄντως καλοῦ ἡμῶν ἔκπτωσις, τῷ ἐλέγχῳ τοῦ συνειδότος· ἕως γὰρ ἂν ἡμεῖς τὴν πρόσκαιρον ἡδονὴν καὶ τὴν ἐπίκηρον δόξαν, ἀγαθὸν λογιζόμεθα, ἡ εἰρημένη υποθήκη οὐκ ἀμαυροῦται· τῇ ψευδεῖ ἡμῶν περὶ τοῦ ἀγαθοῦ δόξῃ. τὸ εὐεργὸν ἔχουσα· ἐκ δὲ τοῦ εὑρίσκειν τοὺς πειθουμένους αὐτῇ τέλος τῆς μὲν κατ' αἴσθησιν ἡδονῆς τὴ οδύνην, τῆς δ' ἐπικήρου δόξης τὴν ἀτιμίαν· καὶ διὰ τὸ ἐντεῦθεν τοῦ ὄντως καλοῦ ἁμαρτάνειν, μηκέτι παραδέχεσθαι αὐτήν, ἀφανίζεται ἡ τοιαύτη ὑποθήκη, μὴ ἔχουσα τοῦ λοιποῦ τὸ ἐνεργὸν, ἐν τοῖς μὴ παρα δεχομένοις αὐτήν. ιβ'. Μῖσος ἐγείρει νεῖκος. Καὶ ἔχθραν μὲν τῆς ψυχῆς κατὰ τῆς σαρκὸς, ὡς ἐπιβούλου, διανίστησε τὸ ἀντιστρατεύεσθαι τῷ νόμῳ τοῦ ναός, καθ᾽ ἡδονὴν καὶ ὀδύνην, τὸν τῆς σαρκὸς νόμον. Πάντας δὲ τοὺς μὴ φιλονεικούντας καλύψει (φιλία). "Απαντας δὲ τοὺς κατὰ λόγον ὑποτάσσοντας τῇ ψυχῇ τὴν σάρκα, και περιποιουμένους ταύταις τὸ άμαχον, ἐν τῷ ἑκάστου τὴν μὲν ψυχὴν συνεργεῖσθαι παρὰ τῆς σαρκὸς πρὸς τὰ κάλλιστα, τὴν δὲ σάρκε τῆς προσηκούσης ἀξιοῦσθαι παρὰ τῆς ψυχῆς προνοίας, θεία κρύψει ἀγάπη, κατὰ τὸ ζῆν αὐτοὺς τὴν ἐν Χρι Ο στῷ κεκρυμμένην ζωήν. ιγ. ὓς ἐκ χειλέων προφέρει σοφίαν, ῥάβδο τύπτει ἄνδρα ἀκάρδιον. Αφ' ὧν ὁ διὰ στόματος τὸν θεῖον λόγον καταγγέλλων, πλήττει δ' αὐτοῦ διά τινος ῥάβδου κατὰ τὸ συνειδής, τὸν μὴ περὶ τὸ ἀγαθὸν θερ μην ψυχῆς κεκτημένον. ιδ'. Σοφοὶ κρύψουσιν αἴσθησιν. Καὶ οἱ μὲν τὸν τοῦ Θεοῦ λόγον ἐν ἁγίῳ Πνεύματι κατὰ χάριν κτησάμενοι ἔνοικον, συστέλλουσιν ἀπὸ τῶν αἰσθητῶν τὴν αἴσθησιν· κατὰ διάνοιάν τε ἐμφυλοχωρούντες τοῖς ὑπὲρ αἴσθησιν, καὶ νοεράν τούτων κατ' ἔμπρακτον γνῶσιν λαμβάνοντες αἴσθησιν. Στόμα δὲ προπετοῦς ἐγγίζει συντριβή. Διδα σκαλία δὲ τοῦ ἀγαθοῦ, πρὸ τῆς τούτου πράξεως, πλησιάζει διαφθορᾷ· οἷα τῶν ἔργων ἀντικαθισταμέν νων τοῖς λόγοις, τούτους ἀνατρέπειν ἐπιχειρούντων. ιε'. Κτῆσις πλουσίων, πόλις οχυρά. Καὶ περιουσίᾳ μὲν τῶν κτησαμένων πλοῦτον πνευματικόν κατά γνῶσιν, ψυχή ἐστιν ἀνενδεής τε τοῦ ταύτης στην ζοντος οὐρανίου ἄρτου, καὶ φύλαξ τῶν τηρουσῶν αὐτὴν ἐντολῶν αὐτοῦ, ἀνάλωτον τοῖς νοητοῖς ἐχθροίς, καὶ περιπεφραγμένη ταῖς ἀρεταῖς. Συντριβὴ δὲ ἀσεβῶν, πενία. Τιμωρία δέ ἐστι τῶν μὴ τιμώντων Θεὸν, στέρησις παντελὴς τῆς κατά θεωρίαν πνευματικῆς τοῦ λόγου βρώσεως, καὶ τῆς περιβολῆς τῶν ἀρετῶν· ἤ τις δίκην ἱματίων περι φυλάττει ἀπὸ τοῦ χειμῶνας τῶν παθῶν τάς ψυχάς ις'. Εργα δικαίων, ζωὴν ποιεῖ. Οτι περ α
col. 1317–1318page 49 of 162
PG 87:1317μὲν πράξεις τῶν προκρινόντων τοῦ δοκοῦντος τὸ ὄντως καλόν, ἀπαλλάττουσαι τὰς ψυχὰς τοῦ καθ ἁμαρτίαν θανάτου, τὴν ἐν πνεύματι μακαρίαν ζωὴν προξενοῦσιν αὐταῖς. Καρποὶ δὲ ἀσεβῶν, ἁμαρτίαι. Τὰ δ᾽ ἀποτελέσματα τῶν μὴ τιμώντων Θεὸν, τοῦ ὄντως καλοῦ ἀπο τυχίαι εἰσίν. ιζ'. Οδοὺς ζωῆς φυλάσσει παιδεία. Καὶ τὰς μὲν φερούσας θείας ἐντολὰς εἰς ζωὴν αἰώνιον τὰς ψυχὰς τηρεῖ ἐπίπονος κατ' ἀρετὴν ἀγωγή· αὕτη δὲ Παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται. Ἡ κατ' ἀρετὴν ἐπίπονος ἀγωγή, εἰ μὴ δοκιμασθῇ δι' ἀκου σίων πειρασμῶν, καὶ καθ᾽ ἕξιν τῇ ψυχῇ πεπαγιω μένη φανῇ, ἐκτρέπεται τῆς ἀληθείας, ἐν προσχήματα ἐναρέτου πολιτείας, εἰς κενοδοξίαν ἐμπίπτουσα· ἐπεὶ δὲ καὶ δι' ἀνθρώπων οἱ πρὸς δοκιμασίαν ἀκούσιες πειρασμοί ἐπισυμβαίνουσι, μὴ φυλαττόντων τινῶν τὴν ἀκραιότητα τῆς ψυχῆς, καὶ εἰς μῖσος ἐμπι πτόντων. της. Καλύπτουσιν ἔχθραν χείλη δίκαια. Κρύ πτουσι μὲν τὸ μῖσος, ὅπερ ἐξ ὀλιγωρίας παρανομήσασα κατά διάθεσιν ἡ ψυχὴ ἐκτήσατο, λόγοι θείῳ νόμῳ δουλεύοντες, καὶ εἰς λοιδορίας μὴ ἐκτρεπόμενοι. Οἱ δὲ ἐμφέροντες λοιδορίας, ἀφρονέστατοι εἰσιν. Οἱ δὲ ἐκφανεροῦντες τὸ ἑαυτῶν μίσος ταῖς τῶν μισουμένων διαβολαῖς ἄνθρωποι, λίαν ὑπάρχουσιν άφρονες, ὡς τοὺς κακοποιοῦντας αὐτοὺς ἐπὶ πλέον καθ᾿ ἑαυτῶν διεγείροντες, ἐν τῷ ψόγοις βάλλειν αύ τοὺς λοιπόν. ιθ'. Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν. Ἀπὸ μὲν τοῦ μακρηγορεῖν οὐ διαφύγῃς τὸ πταῖσαι πρὸς Θεὸν, ἢ πρὸς ἀνθρώπους· καὶ γὰρ μὴ προμελε τῶν τὰ παρὰ σοῦ λεγόμενα, παροργίσεις, ἢ Θεὸν ἐν τῷ ψεύδεσθαι, ἢ ἀνθρώπους ἐν τῷ φθέγγεσθαί τι ἐξ ἀπροσεξίας πρὸς βλάβην αὐτῶν. Φειδόμενος δὲ χειλέων, νοήμων ἔσῃ. ἐγκρατευόμενος δὲ ἐν λόγοις, γνῶσιν ἕξεις τῶν δεόντων λεχθῆναι, ὡς πρότερον ἐξετάσας ταῦτα κατὰ διάνοιαν, καὶ καταλαβὼν μήτε πρὸς Θεὸν μήτε πρὸς ἀνθρώπους προσκρούοντα· εἶθ' οὕτως ἀνεπισφαλῶς προ φέρων αυτά. *'. "Αργυρος πεπυρωμένος γλῶσσα δικαίου. Καὶ γὰρ οἷα μέν τις ἄργυρος πυρὶ δεδοκιμασμένος, ἐστὶν ὁ λόγος τοῦ μετὰ κρίσεως ἀμέμπτως αὐτὸν προφέροντος· ὡς πρότερον τῇ κατὰ διάνοιαν βασάνῳ ἐξεταζόμενος, καὶ πᾶν εἴ τι κίβδηλον ἀποβαλλόμενος, καὶ εἰλικρινής προφερόμενος. Καρδία δὲ ἀσεβεῖς ἐκλείψει. Ψυχὴ δὲ, ἐξ ἧς τῷ σώματι ἡ ζωὴ τοῦ μὴ ἀγαθοποιοῖς λόγοις ἀληθείας τιμῶντος Θεόν, ἀτονήσει πρὸς τὴν τῆς ἀληθείας ἀπάντησιν, ἐλεγχθεῖσα ὑπ' αὐτῆς ψευδομένη. κ'. Χείλη δικαίων ἐπίσταται ὑψηλά. Καὶ οἱ μὲν διδασκαλικοὶ θεῖοι λόγοι τῶν ἐκ πρακτικῆς πεί ρας μετὰ κρίσεως ἀνε πιλήπτως προφερόντων αὐτοὺς, τὴν γνῶσιν ἐπιφέρονται τῶν θελημάτων τοῦ Θεοῦ τοῦ ὑπερουρανίου.
col. 1319–1320page 50 of 162
PG 87:1319Οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν. Οἱ δ᾽ ἐν καρδίᾳ Θεὸν μὴ περιφέροντες άνθρωποι, ἐν στερήσει τοῦ κατ' ἀρετὴν καὶ γνῶσιν πνευματικοῦ πλούτου τὴν ἰδίαν ζωὴν καταλύουσιν. κβ'. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου. Η γὰρ πανάγαθος διδασκαλία τοῦ Δεσπότου τῶν ὅλων Θεοῦ, πρόεισιν ἐπὶ τὸν ἡγεμόνα νοῦν τοῦ κατά πρᾶξιν τῶν θείων ἐντολῶν ἀμέμπτως πολιτευομένου, ὡς τὴν πρᾶξιν ποιουμένου θεωρίας ἐπίβασιν. Αὕτη πλουτίζει. Η τοιαύτη διδασκαλία ἀνενδεή ποιεῖ τοῦ κατ' ἀρετὴν καὶ γνῶσιν πνευματικοῦ πλού του τὸν ταύτῃ πειθόμενον. Καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ. Καὶ εἰ ὁ τοιοῦτος πονεῖ κατὰ σῶμα περὶ τὴν ἀρετὴν, ἀλλ' οὐ δέξεται προσθήκην λύπης διδασκαλίας ἐν τῇ αὐτοῦ ψυχῇ, τῇ ἐλπίδι τῆς μελλούσης μισθαποδοσίας ἐπευφραινόμενος. κγ'. Ἐν γέλωτι ἄρρων πράσσει κακά. Καὶ μετ' εὐφροσύνης μὲν, ὁ Θεὸν ἐν καρδίᾳ μὴ περιφέρων, ποιεῖ ἁμαρτίας, ὅτι μηδὲ στυγνάζει τῷ φόβῳ τῶν αὐτοῦ ἀπειλῶν, ἐφ' οἷς πλημμελεί. Ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν. Ὁ δὲ θεῖος λόγος, τῷ κατὰ τῶν παθῶν ἀνδριζομένῳ ἀποτίκτει τὴν ἐν τοῖς πρακτέοις εὐβουλίαν· καὶ γὰρ, κδ'. Ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται, ἐν ἀπο τυχία Θεοῦ· ὁ μὴ τιμῶν αὐτὸν, κατὰ θεωρίαν μὲν ὡς ἀλήθειαν, κατὰ πρᾶξιν δὲ ὡς ἀγαθὸν, τοῖς κατ' ἔλλειψιν τῆς ἀρετῆς καὶ ὑπερβολὴν πάθεσι περιτρέπεται. Επιθυμία δὲ δικαίου δεκτή. Ἡ ἔφεσις δὲ τοῦ δι' ἐναρέτου πολιτείας τιμῶντος Θεὸν, δηλαδὴ ὁ πρὸ τῶν λοιπῶν πάντων πρὸς αὐτὸν πόθος, εὐπρόσδεκτος τούτῳ ἐστίν. κε'. Παραπορευομένης καταιγίδος, ἀφανίζεται ἀσεβής. Καὶ μερικοῦ τῆς πειρασμοῦ εἴθ' ἑκουσίου εἴτ᾿ ἀκουσίου, ἀπροσδοκήτως επερχομένου ὑπὸ τοῦ τῆς πονηρίας πνεύματος, ἀπόλλυται ὁ μὴ δι' ἐγκρι τείας καὶ ὑπομονῆς τιμῶν τὸν Θεόν. Δίκαιος δὲ ἐκκλίνας, σώζεται εἰς τὸν αἰῶνα. Ὁ δὲ ἐγκρατευόμενος μὲν τῶν καθ᾿ ἡδονὴν έχου σίων παθῶν, ὑπομένων δὲ τὰ κατὰ ὀδύνην ἀκούσια, τὸν κατὰ ψυχὴν διαφυγών κίνδυνον, ῥύεται τῆς αἰω γίου κολάσεως. κς'. "Ωσπερ ἔμφαξ ὁδοῦσι βλαβερὸν, καὶ και πνὸς ὄμμασιν, οὕτω παρανομία τοῖς χρωμένοις αὐτῇ. Καὶ ὥσπερ καρπὸς μὲν ἄωρος τῇ τῶν ὀδόντων ενεργεία λυμαίνεται, καπνὸς δὲ τῇ τῶν ὀφθαλμῶν, οὕτω τῶν τῆς ψυχῆς πρακτικῶν καὶ θεωρητικῶν δυνάμεων, ἡ παράλογος περὶ τὰ πρόσκαιρα χρῆσις, τοῖς περὶ ταύτην καταγινομένοις· ὡς τὰς μὲν πρακτικὰς τούτων δυνάμεις, οἷά πέρ τινας οδόντας αἱμωδιᾶν ποιοῦσα, πρὸς τὴν κατὰ καιρὸν τοῦ ὄντως καλού ἀπόλαυσιν, διὰ τὴν παρὰ καιρὸν τοῦ δοκοῦντος· ταῖς δὲ θεωρητικαῖς, δίκην καπνοῦ, ἐπισκοτοῦσα, καὶ πρὸ τοῦ ἀπελαθῆναι αὐτὴν διὰ τῆς ἐν πνεύματι γνώσεως, μὴ συγχωροῦσιν ταύταις καθορᾷν τὰς τῆς ἀληθείας αυγά;.
col. 1321–1322page 51 of 162
PG 87:1321κζ. Φόβος Θεοῦ προστίθησιν ἡμέρας. Καὶ φόβος μὲν θεῖος, ἀπαλλάττων τοῦ καθ᾽ ἁμαρτίαν τῆς ψυχῆς θανάτου, ἐπεκτείνει τῆς παρούσης ζωῆς τοῦ προσ ηνωμένου αὐτῷ τὰς ἡμέρας· μεταβιβάζων τοῦτον πρὸς τὴν ἐκεῖσε ἄληκτον καὶ μακαρίαν ζωήν. Ετη δὲ ἀσεβῶν ὀλιγωθήσονται. Οἱ δὲ χρόνοι τῆς ζωῆς τῶν μὴ ἐμπράκτῳ γνώσει τιμώντων Θεὸν, ἐλαττωθήσονται, τῆς πνευματικῆς διαμαρτόντων ζωή ο "Ανδρες γὰρ αἱμάτων καὶ δολιότητος, οὐ μή ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν.» κη'. Ἐγχρονίζει δικαίοις εὐφροσύνη. Καὶ παρα μένει μὲν τοῖς ἀμέμπτως πολιτευομένοις, πνευματικὴ ἀγαλλίασις, ὡς μὴ καταπίπτουσι τοῖς προσ τίπτουσιν, ἀλλὰ πάντοτε τῇ ἐλπίδι τῶν ἐπηγγελμέ των ἀγαθῶν χαίρουσιν. Ελπὶς δὲ ἀσεβῶν ὄλλυται. Ἡ δ' ἐπὶ τοῖς προσ καίροις πεποίθησις τῶν μὴ κατ' ἔμπρακτον γνώσιν τιμώντων Θεὸν, ἀπόλλυται μὴ ἱσταμένοις, ἀλλὰ τα χέως παρερχομένοις. κι'. Οχύρωμα ὁσίου φόβος Κυρίου. Και γάρ φυλακὴ μὲν ὑπάρχει τῷ ὑπερβάντι τὴν κατὰ τὸν φυ σ.κὸν νόμον δικαιοσύνην, καὶ πολιτευομένῳ κατὰ τὸν πνευματικὴν, ὁ ἁγνὸς καὶ διαμένων εἰς αἰῶνα αἰῶ νας θεῖος φόβος, εἰς τὸ μηδέποτε ἐκπεσεῖν αὐτὸν τῆς θείας ἀγάπης, περιπεσόντα εἰς καταφρόνησιν. Συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά. Θλίψις δὲ καὶ κατάνυξις πρὸς σωτηρίαν ἐκ μεταμέλου τοῖς πράτο τουσιν ἁμαρτίας. . Δίκαιος εἰς τὸν αἰῶνα οὐκ ἐνδώσει. Καὶ ὁ μὲν προκρίνων τῶν προσκαίρων τὰ αἰώνια, οὐκ ἀμε λήσει τῆς ἑαυτοῦ σωτηρίας, ἀλλὰ μέχρι παντὸς ἀμεταστρεπτὶ πρὸς Θεὸν ὁδεύσει κατ' ἀρετήν· ὑπομένων εὐ αρίστως πάντα τὰ ἐπερχόμενα αὐτῷ κατὰ τὴν παροῦσαν ζωήν. Ασεβεῖς δὲ οὐκ οἰκήσουσι γῆν. Οἱ δὲ μὴ Θεὸν προτιμώντες πάντων τῶν δι' αὐτοῦ γεγονότων, οὐ ποιήσονται διαμονὴν κατὰ διάθεσιν, ἐν τῇ παγία ἕξει τῶν ἀρετῶν· ὡς τοῖς κατ' ἔλλειψιν τούτων καὶ ὑπερβολὴν ἀεὶ περιπλανώμενοι πάθεσιν. λα. Στόμα δικαίου αποστάζει σοφίαν. Καὶ ἡ μὲν ἠρέμα προφερομένη διδασκαλία τοῦ προκρίνοντος τῶν προσφαίρων τὰ αἰώνια, μεταδίδωσι δίκην σταγόνος, κατά βραχύ, τελειότητος τοῖς ταύτης μετα λαμβάνουσι, πρὸς τὸ εὐπαράδεκτον εἶναι ταύτην αὐτοῖ;. Γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Ἡ δὲ γλωσσολο γία τῶν τὰ πρόσκαιρα τῶν αἰωνίων προαιρουμένων, ἐξαφανισθήσεται, εἰς τὸ μηδὲν χωρήσασα· καὶ γὰρ, λβ'. Χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας. Οἱ μὲν λόγοι τῶν κατὰ τῶν παθῶν ἀνδριζομένων, καὶ προκρινόντων τὸ ὄντως ἀγαθὸν τοῦ δοκοῦντος, διὰ τῶν κατὰ μέρος πρὸς τελειότητα ἀναβάσεων, τὰς κατὰ Χριστὸν χαρίζονται προκοπάς· πρῶτον καθαίροντες, εἶτα φωτίζοντες, καὶ οὕτω τελειοῦντες τοὺς πειθομένους αὐτοῖς. Στόμα δὲ ἀσεβῶν ἀποστρέφεται. 'Η δὲ φλυαρία τῶν μὴ δι' ἐμπράκτου γνώσεως τιμώντων θεόν, μια στέα ἐστὶ παρ' αὐτῷ.
col. 1323–1324page 52 of 162
Caput XI
PG 87:1323ΚΕΦΑΛ. ΙΑ. α'. Ζυγοί δόλιοι, βδέλυγμα ἐνώπιον Κυρίου. Καὶ αἱ μὲν πρὸς τὰς ἐλλείψεις τῶν ἀρετῶν καὶ τὰς ὑπερ βυλάς, ἑτερορρεπεῖς τῆς ψυχῆς διαθέσεις, με μιση. μέναι εἰσὶν ἔμπροσθεν τοῦ ἐντελλομένου μὴ ἐκκλίνειν ἡμᾶς μήτ' εἰς τὰ δεξιὰ, μήτ' εἰς τ' ἀριστερά, Δεσπότου τῶν ὅλων Θεοῦ, ὡς τοῦ ὄντως καλοῦ καὶ ἀμφοτέρωθεν ἁμαρτάνουσαι. Στάθμιον δὲ δίκαιον, δεκτὸν αὐτῷ. Ἡ ἐν τῇ μεσότητι δὲ τῆς ἀρετῆς θεωρουμένη ἀρρεπής πρὸς τὰ κατ' ἔλλειψιν ταύτης καὶ ὑπερβολὴν πάθη διά θεσις τῆς ψυχῆς, εὐπρόσδεκτος ὑπάρχει αὐτῷ ὡς τοῦ ὄντως ὀρεγομένη καλοῦ. β'. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία. Καὶ ἐφ᾽ ἂν μὲν ἂν εἰσελεύσεται ἐξ ὑπερηφανίας με μος κατὰ τοῦ πέλας, πάθη ἀτιμίας κατὰ συγχώρησιν θείαν καταλαμβάνει αὐτὸν, ἵν᾿ ἐκπαιδευθῇ τα πεινοφρονεῖν. γ΄. Στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Ἡ δὲ διά νοια τῶν ἐπιμεμφομένων ἑαυτοῖς ἐπὶ τοῖς παραπτώμασι, μανθάνει σοφίαν· ἀρχὴν ταύτης τὸν τοῦ Κυρίου φύλον ποιουμένη. δ. Αποθανών δίκαιος ἔλιπε μετάμελον. Καὶ φονευθεὶς μὲν ὁ ἀμέμπτως πολιτευόμενος, κατέλιπε τοῖς αὐτὸν θανατώσασιν, ἐφ' οἷς εἰς αὐτὸν πεπλημμελήκασι, μεταμέλειαν, τὴν κατὰ τὸ παρὸν μὲν τὸ συνειδές πλήττουσαν, κατὰ τὸ μέλλον δὲ διηνεκώς κολάζουσαν. Πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. 'Ακώλυτος δὲ γίνεται καὶ εὐφρόσυνος, ὁ τῶν κακοποιῶν, καὶ διὰ τοῦτο μὴ τιμώντων Θεὸν, ὄλεθρος· ὅτι τε τὰς δίκας οὗτοι τῶν αὐτοῖς κακῶς πεπραγμένων, κατὰ τὸ παρὸν ἀπέδωκαν, καὶ οἱ παρ' αὐτῶν 'κακούμενοι, τῶν παρ' αὐτῶν κακώσεων ἀπηλλάγησαν. ε'. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς. Καὶ γὰρ ἡ ἀῤῥεπὴς ἐπὶ τοῖς πρακτέοις κρίσις τοῦ ἀμέμε πως πολιτευομένου, ἀπαρεγκλίτους πρὸς τὰ κατ' ἔλλειψιν τῆς ἀρετῆς καὶ ὑπερβολὴν πάθη ποιεῖ τὰς κατ' ἀρετὴν τρίβους αὐτοῦ· ἂς οἱ ἑπομένως τούτῳ ἀδεύοντες, σωτηρίας ἀξιοῦνται. Ασεβείᾳ δὲ περιπίπτει ἄνομος. Εἰς ἀτιμίαν δὲ Θεοῦ, διὰ τῶν τῆς κακίας ἔργων, ἐμπίπτει ὁ ἀθετῶν τὸν νόμον τῶν τοῦ Θεοῦ ἐντολῶν. Καὶ γὰρ, ς'. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς. Η μὲν ἄμεμπτος πολιτεία τῶν κατὰ τῶν παθῶν ἀνδριζομένων, καὶ ἀπαρέγκλιτον πρὸς κακίαν ποιον μένων τὸν δρόμον τῆς ἀρετῆς, ἐξελεῖται τούτους τοῦ κατὰ ψυχὴν, διὰ τῶν κατ' ἔλλειψιν τῆς ἀρετῆς καὶ ὑπερβολὴν παθῶν, κινδύνου. Τῇ δὲ ἀσεβείᾳ αὐτῶν ἁλίσκονται παράνομοι. Τῇ δὲ μὴ Θεὸν τιμώσῃ κατὰ ψυχὴν διαθέσει ἐπυ τῶν, κατέχονται οἱ τὸν νόμον τῶν θείων ἐντολῶν ἀθετοῦντες. ζ'. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ἄλλυται ἐλπίς. Καὶ ἀποθανόντος μὲν τοῦ κατὰ τῶν παθῶν γεν ναίως ἀνδρισαμένου, καὶ πρὸς τὸ τῆς ἀρετῆς ἐπίσ πονον ἀνενδότου, καὶ τῶν προσκαίρων προκρί
col. 1325–1326page 53 of 162
PG 87:1325ναντος τὰ αἰώνια, διαμένει ἡ ἐπὶ τοῖς αἰωνίοις ἀγαθοῖς τούτου ἐλπὶς, ἀπεκδεχομένου τὸν ὑπὲρ τῆς ὑπομονῆς τῶν πόνων μισθόν. Τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Τὸ δὲ ἐπί τε τῇ διακένῳ δόξῃ καὶ τῷ φθειρομένω πλούτῳ φρύαγμα τῶν μὴ δι' ἀγαθοεργίας τιμώντων Θεὸν, εἰς τὸ μηδὲν περιίσταται, ὡς τούτων ταχέως διαλυου μένων, καὶ εἰς τὸ μηδὲν περιισταμένων. η'. Δίκαιος ἐκ θήρας ἐκδύνει. Καὶ ὁ μὲν ἀπονέμων τῇ ἑαυτοῦ ψυχῇ ἀρετὰς, καὶ τῇ σαρκὶ αὐτάρκεις τροφάς καὶ σκεπάσματα, τὰς κατ' ἔλλειψιν τῆς ἀρετῆς καὶ ὑπερβολὴν παγίδας τοῦ θηρευτοῦ τῶν ἡμετέρων ψυχῶν διαδιδράσκει. 'Αντ' αὑτοῦ δὲ παραδίδοται ἀσεβής. Αντί του του δὲ ὅν σπεύδει θηρεύειν ὁ πονηρὸς, ἐμπίπτει κατά προαίρεσιν εἰς τὰς προειρημένας παγίδας, ὁ μὴ δι' ἐμπράκτου γνώσεως τιμῶν τὸν Θεόν. θ'. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις. Καὶ γὰρ ἐν μὲν τῇ ἀπατηλῇ ὑποθήκῃ τῶν μὴ Θεὸν τιμώντων, ἀλλὰ τὴν πρόνοιαν αὐτοῦ διαβαλλόντων πνευμάτων τῆς πονηρίας, ἀπιστίας τε καὶ ἀνελπιστίας βρόχος κατασκευάζεται τοῖς μὴ ἐν τῷ οὐρανῷ, ἀλλ' ἐν τῇ γῇ τὸ πολίτευμα κεκτημένοις ἀνθρώποις ὡς ἂν τῷ τοιούτῳ τῶν κολάσεων φόβῳ μήτε έκρυ γεῖν, μήτε πρὸς τὰ ἄνω βραβεία, τῷ πρὸς αὐτὰ πόθῳ δραμείν κατ' ἀρετὴν δύναιντο. Αἴσθησις δὲ δικαίων εὔοδος. Ἡ δὲ γνῶσις τῶν ἐναρέτων ἀνδρῶν, ἀπλανής ἐστιν, ὡς τὴν πρᾶξιν ποιουμένων θεωρίας ἐπίβασιν. ι'. Ἐν ἀγαθοῖς δικαίων κατώρθωσε πόλιν. Καὶ τοῖς καλοῖς μὲν ἔργοις καὶ λόγοις τῶν τοιούτων άνω δρῶν, ἀπήρτισε τὴν ἑαυτῆς σωτηρίαν ψυχὴ ἐν ᾗ πλεῖστοι ἐνδιατρίβουσι λογισμοί. Καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν δὲ τῷ ἀπ' αὐτῆς ἀφανισμῷ τῶν μὴ τιμώντων Θεὸν πονηρῶν λογισμῶν, προσγέγονεν αὐτῇ εὐφροσύνη πνευματικὴ. ια. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις. Καὶ γὰρ ἐν μὲν τῇ ἀγαθῇ διδασκαλίᾳ τῶν ἀπλανῶς διδασκόντων τὸν λόγον τῆς ἀληθείας, ἀρθήσεται τῇ φυσικῇ ἐν πνεύματι θεωρία, εἰς τὴν ἄπταιστον γνῶσιν τῶν ὑπὸ φύσιν καὶ χρόνον, ψυχὴ ἐν ᾗ διά φοροι περιπολούσε λογισμοί. Στόμα δὲ ἀσεβῶν κατασκαφήσεται. Ἐν δὲ ταῖς ἀπατηλαῖς ὑποθήκαις τῶν μὴ τιμώντων Θεὸν πνευμάτων τῆς πονηρίας, εἰς ἀλογίστους ἐπιθυμίας κατενεχθήσεται. ιβ'. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν. Καὶ διαπαίζει μὲν κατακρίνων τοὺς ἐν τῷ παρόντι κόσμῳ μὴ ὀρθῶς πολιτευομένους ἀνθρώπους, ὁ ἐν τῷ μὴ ἐπι γινώσκειν τὴν οἰκείαν ἀσθενείαν, ἐλλιπής φρονήσεως. Ανὴρ δὲ φρόνιμος ήσυχίαν ἄγει. Ο δὲ ἐν τῷ ταύτην ἐπιγινώσκειν τέλειος ταῖς φρεσί, προσέχων ἑαυτῷ, σχολάζει· μόνα τὰ οἰκεῖα σφάλματα ἐξετάζων και διορθούμενος. ιγ. Ανήρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ. Καὶ ἄνθρωπος μὲν πρὸς ἀπάτην πολλῶν,
col. 1327–1328page 54 of 162
PG 87:1327λόγους ἀντικειμένους ἀλλήλοις φθεγγόμενος, ἀνακαλύπτει τὰ ἐμπιστευθέντα αὐτῷ παρά τινος σκέμματα ἓν συνελεύσει λαοῦ· κἀντεῦθεν τὰ ἐπὶ λυσιτελείᾳ πολλῶν, κἂν τούτοις μὴ οὕτως ἔχειν δοκῇ, ποιεί ἄπρακτα. Πιστὸς δὲ πνοῇ κρύπτει πράγματα. Ὁ δὲ της ρῶν ταῦτα τῇ ἑαυτοῦ ψυχῇ, καὶ μὴ ἀθετῶν τὸ παράγγελμα τοῦ ἐμπιστεύσαντος αὐτῷ τὰ ἴδια μυστήρια, συγκαλύπτει ὅτι φανερούμενα, βλάβην ἀποτελεῖ καὶ ιδ. Οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα. Οἷς μὲν μὴ ἔστι προεστώς, καλῶς διεξάγων τὰ κατ᾿ αὐτοὺς, πνεύσαντός τινος ἐπ' αὐτ τοὺς πειρασμοῦ, ὑπὸ τοῦ τῆς πονηρίας πνεύματος καταβάλλονται, δίκην φύλλων ριπτομένων εὐχερῶς ὑπ' ἀνέμου· μὴ δυνάμενοι πρὸς τὰς μεθοδείας τοῦ ἐχθροῦ ἀντισχεῖν, ἐν τῷ τοῦ στηρίζοντος ἀποστερεῖσθαι. Σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ. Σώμα τος σῶμα δὲ φυλακή ἐστιν ἐν τῇ πλείστῃ παρά σοφῷ ἀνδρὶ ἐξερευνήσει τοῦ συνοίσοντος· καὶ γὰρ ιε'. Πονηρὸς κακοποιεῖ, ὅταν συμμίξῃ δικαίωμα. Ο πολυμήχανος ἐχθρὸς τῶν ἡμετέρων ψυχῶν καὶ πολέμιος, τὰ μὲν πρὸς βλάβην τῶν ἀγωνιζομένων οὐκ ἄλλοτε ἀποτελεῖ, εἰ μὴ ὁπόταν ὑπαγορεύων τὴν ἐπίτασιν τῶν ἀρετῶν, τὴν εἰσάγουσαν τὸ παρ' ἀν θρώπων δικαίωμα, δηλονότι τὸν ἔπαινον, παραμίξῃ αὐτὴν τῇ ἀπὸ δεξιᾶς συσκευαζομένῃ παρ' αὐτοῦ κατὰ τούτων ἐπιβουλῇ. Μισεῖ δὲ ἦχον ἀσφαλείας. ᾿Αποστρέφεται δὲ, καὶ οὐ θέλει προσφέρεσθαι λόγον προερχόμενόν τε ἐκ ψυχῆς πεφυλαγμένης, τῇ πολυπειρίᾳ τῶν αὐτοῦ μηχανῶν, καὶ ἐμποιοῦντα τὴν αὐτὴν φυλακὴν ταῖς αὐτῷ ὑπακουούσαις ψυχαῖς. ις'. Γυνὴ εὐχρηστος ἐγείρει ἀνδρὶ δόξαν. Καὶ ἡ μὲν βοηθὸς τῷ νῷ πρὸς κατανόησιν τῶν ἐν τοῖς οὖσι λόγων αἴσθησις, καλῶς παρὰ τούτου χρωμένη, ὡς ὄργανον αὐτοῦ, ἀνιστᾷ αὐτῷ κατά διάνοιαν, γενναίως κατὰ τῶν παθῶν ἀγωνιζομένῳ, τὴν λογικὴν περὶ τῶν ὄντων δόξαν· καθ᾿ ἣν ὁ νοῦς τὴν ἰδίαν ἀπολαμβάνει τιμὴν, ἐπιγινώσκῶν ἐκ τῶν ὄντων τὴν ἀξίαν τῶν ὄντων. Θρόνος δὲ ἀτιμίας, γυνὴ μισοῦσα δίκαια. Ιδρυσις δὲ αὐτῷ ὕβρεως, ἡ πρὸς μὲν κακίαν συνεργοῦσα τῷ νῷ διὰ τῆς ἀλόγου τῶν προσκαίρων ὀρέ ξεως, τὰς δ' ἀρετὰς ἀποστρεφομένη διὰ τὸ τούτων ἐπίπονον, αἴσθησις· ὁ γὰρ ταύτῃ πειθόμενος νοῦς, τῇ ἐφυβρίστῳ ἔξει τῆς κακίας έγκάθηται, ἀλογίστως αὐτῇ ἐπαναπαυόμενος. Πλούτου ὀκνηροὶ, ἐνδεεῖς γίνονται. Καὶ τοῦ μὲν κατὰ γνῶσιν πνευματικοῦ πλούτου, οἱ βαθι μοῦντες, καὶ μὴ διανιστάμενοι πρὸς τὴν ἐργασίαν τῶν ἀρετῶν, στέρησιν ὑπομένουσιν. Οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ. Οἱ δὲ κατὰ ψυχὴν γενναῖοι, ἐπ' αὐτῷ τῷ τῆς γνώσεως πνευματ τικῷ πλούτῳ στηρίζονται, ἀνδριζόμενοι τὸ ἐπίπε ΤΟΥ.
col. 1329–1330page 55 of 162
PG 87:1329ιζ'. Τῇ ψυχῇ αὐτοῦ ἀγαθοποιεῖ ἀνὴρ ἐλεήμων. Καὶ τὴν μὲν ἰδίαν ψυχὴν εὐεργετεῖ, ἐπανασώζων δι' ἀγαθοεργίας αὐτῇ ὡς Θεοῦ εἰκόνι τὸ καθ᾽ ὁμοίωσιν, ὁ κατὰ τῶν παθῶν ἀνδριζόμενος, καὶ τοὺς περιπίπτοντας ποικίλοις πειρασμοῖς καὶ δεομένους παντοίας χειραγωγίας οἰκτείρων, καὶ χεῖρα βοηθείας αὐτοῖς κατὰ τὸ δυνατὸν ὀρέγων. Εξόλλυσι δὲ τὸ ἑαυτοῦ σῶμα ὁ ἀνελεήμων. Διαφθείρει δὲ τὸ ἴδιον σῶμα, ἴδιον γὰρ καὶ τὸ ἑκά στου, ὅτι ἐκ τοῦ αὐτοῦ ἐσμεν πάντες πηλοῦ τε καὶ κράματος, ὁ μὴ δι' οἶκτόν τινι ἐπικαμπτόμενος, καὶ ὡς δυνατὸν βοηθῶν, ἀλλ' ἐῶν τοῦτον τοῖς συνέχουσιν αὐτὸν κακοῖς φθείρεσθαι· ὅτι κλείει ὁ τοιοῦτος, τοῦ τε Θεοῦ τὸν περὶ αὐτὸν ἔλεον καὶ τὰ τῶν πολλῶν σπλάγχνα· καὶ κατακρίνει αὐτὸς ἑαυτῷ ἐκ τῆς περὶ τὸν πλησίον ἀσπλαγχνίας τὸν ἀνεπιμέλητον, μὴ ἐλεούμενος, ἐπειδὴ μὴ ἐλέησεν. τη'. Ασεβὴς ποιεῖ ἔργα άδικα. Καὶ ὁ μὲν μή τι μῶν τὸν Θεὸν ὡς αὐτοαλήθειαν, διαπράττεται τὰ παρὰ τὸν νόμον τῶν ἁγίων αὐτοῦ ἐντολῶν ἔργα. Σπέρμα δὲ δικαίων, μισθὸς ἀληθείας. ῾Ο δὲ δί την σπέρματος, εἰς τὰς ψυχὰς τῶν προκρινόντων τὰ αἰώνια τῶν προσκαίρων, πίπτων καὶ καρποφορῶν τὸ ἀγαθὸν, εἰς τριάκοντα καὶ εἰς ἑξήκοντα καὶ ἐκα τόν, θεῖος λόγος, μισθαποδοσία υπάρχει τοῦ τῶν γνω στῶν πέρατος τῆς ἀληθείας πιστευομένης βεβαίως. Ο γὰρ προσάγων Θεῷ βεβαίαν τὴν εἰς αὐτὴν πίστιν, ἀντιλαμβάνει παρ' αὐτοῦ τὸν λόγον τῆς ἀληθείας, καθ αίροντα αὐτὸν καὶ τελειοῦντα κατὰ χάριν, τῇ τῶν ὑπὲρ φύσιν ἀγαθῶν μεθέξει. ιθ'. Υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν. Καὶ γὰρ δ μὲν Θεῷ υἱοθετηθεὶς διὰ πίστεως, καὶ ἀμέμπτως που λιτευόμενος, πρὸς τὴν πνευματικὴν καὶ ἀνώλεθρον τίκτετα: ζωὴν, λαμβάνων ἀρχὴν μὲν ταύτης τὴν διὰ πίστεως θεογνωσίαν· προκοπὴν δὲ, τὸ κατ' ἀρετὴν ἦθος. Διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον. Η πᾶσα δὲ σπουδὴ τοῦ μὴ δι' ἐμπράκτου γνώσεως τιμῶντος Θεόν, τελευτῇ εἰς φθοράν, ὡς καταγινομένη περὶ τὰ προσε καιρα. κ'. Βδέλυγμα Κυρίῳ, ὁδοὶ διεστραμμέναι. "Οτι μεμισημένα εἰσὶ παρὰ Θεῷ ἔργα παρεγκεκλιμένα τῆς κατ' ἀρετὴν εὐθείας ὁδοῦ, πρὸς τὰ κατ' ἔλλειψιν ταύ της καὶ ὑπερβολὴν πάθη. Προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ, Αποδεκτοὶ δὲ αὐτῷ, ὅσοι παντὸς μώμου ἀπηλλαγμένην τὴν ὁδὸν τῆς παρούσης ζωῆς διεξέρχονται. κα'. Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται κακῶν. Καὶ ὁ μὲν τοῖς πόνοις τῆς οἰ κείας χειρὸς, τοὺς τῶν ἀλλοτρίων χειρῶν πόνους, παρὰ πάντα δίκαιον λόγον προσμίξας, οὐκ ἐκτὸς κοι λάσεως ἔσεται, ὑπὲρ ὧν ἐνεδείξατο λυπηρῶν εἰς τοὺς πλεονεκτηθέντας παρ' αὐτοῦ. 'Ο δὲ σπείρων δικαιοσύνην, λήψεται μισθόν πιστόν. Ὁ δὲ σκορπίζων εἰς τὰς τῶν δεομένων γα στέρας καὶ τῶν ἑαυτοῦ χειρῶν πόνους, ἀναλόγως τῇ
col. 1331–1332page 56 of 162
PG 87:1331χρείᾳ ἑκάστου, λάξῃ παρὰ τοῦ μισθαποδότου Θεοῦ ἀντιμισθίαν βεβαίαν, τὴν ἐς ἀεὶ διαμένουσαν. κβ'. "Ωσπερ ἐνώτιον χρυσοῦν ἐν ῥινὶ ὑὶς, οὕτω γυναικὶ κακόφρονι κάλλος. Καὶ καθάπερ ἐνώτιος κόσμος, ἐνηρτημένος χοίρου μινὶ, τῷ βορβόρω εν παίνεται· οὕτω καὶ αἰσθήσει αλογίστως φερομένη, τ πρὸς ἐνώτισιν τῆς δόξης τοῦ πεποιηκότος κάλλος τῶν αἰσθητῶν, τῷ βορβόρω τῶν ἡδονῶν κατ' ἐπιθυμίαν μολύνεται. Καὶ γὰρ κγ'. Επιθυμία δικαίου, πᾶσα ἀγαθή. Η μὲν ἔφεσις τοῦ προκρίνοντος τῶν φαινομένων, ὡς προσο καίρων, τὰ ὑπὲρ τὸ φαινόμενον ἀγαθὰ, ὡς αἰώνια, ἅπασα ὑπάρχει καλή, ὡς σωτήριος. Ειπὶς δὲ ἀσεβῶν ἀπολεῖται. Ἡ δ' ἐπὶ τοῖς προς καίροις πεποίθησις τῶν μὴ δι' ἐμπράκτου γνώσεις τιμώντων Θεὸν, ἀφανισθήσεται, εἰς τὸ μηδὲν χωρή. σασα ἐν τῷ φθαρῆναι αὐτά. κδ. Εἰσὶν οἱ τὰ ἴδια σπείροντες, οἱ πλείονα ποιοῦσιν. Καὶ ὑπάρχουσι μὲν οἱ πρὸς τοὺς δεομέν νους, εἴτε τὰ οἰκεῖα χρήματα σκορπίζοντες, είτ' ἀρετῶν μεταδόσεις ποιούμενοι, οἵτινες ἑκατονταπλασίονα ἑαυτοῖ; ἢ τὸν σωματικὴν ἢ τὸν πνευματικών πλοῦτον περιποιούνται. Εἰσὶ δὲ καὶ οἱ συνάγοντες τὰ ἀλλότρια, οἱ ἑλαττονοῦνται. Υπάρχουσι δ' αὖθές τινες, οἳ καὶ τὰ τῶν ἄλλων εἴτ' ἀνθρώπων ἁρπάζοντας χρήματα, εἴτε δαιμόνων κακίας μεταλαμβάνοντας, οἵτινες σμικρύν νουσιν ἑαυτούς, κατὰ μὲν τὸν σωματικὸν πλοῦτον, δίκας εἰσπραττόμενοι, ὑπὲρ ὧν κακῶς ἐτελώνησαν κατα δὲ τὸν ψυχικόν, ὡς τὴν κατ' ἀρετὴν τιμὴν ἀπο Ο βαλλόμενοι, καὶ τῆς κακίας ἀτιμίαν ἐπιστησάμεν κι'. Ψυχὴ εὐλογουμένη, πᾶσα ἁπλῆ. Ψυχὴ γὰρ ἐπαινουμένη παρὰ Θεῷ καὶ ἀνθρώποις ἐστὶ, πᾶσα ἡ διαμένουσα αὐτὴ ἐπὶ τοῖς οὐχ αὐτῆς δι' ἀπάθειαν, καὶ μὴ στασιάζουσα τοῖς συμπίπτουσιν, εἴτε ἡδέα εἶεν, εἴτε καὶ ἀλγεινά· κἀντεῦθεν τὴν ἐκ παθῶν λαμ βάνουσα σύνθεσιν, ἀλλ᾽ ἁπλοῦν τὸν τῆς ἰδίας φύσεως διαφυλάττουσα λόγου. κς'. Ανὴρ δὲ θυμώδης, οὐκ εὐσχήμων. Ο δὲ πρὸς τοὺς λυποῦντας αὐτὸν ὀργιζόμενος, ἀσχημονεί, τὴν τῆς εἰρήνης καὶ τῆς κατὰ ψυχὴν γαλήνης εύχου σμίαν ἀποβαλλόμενος. ῾Ο συνέχων σίτιν, ὑπολίποιτο αὐτὸν τοῖς ἔθνε σιν. Καὶ ὁ μὲν μὴ καταβάλλων τὸν δίκην σίτου καρ ποφόρον τῆς ἀρετῆς ἔμφυτον λόγον σαρκὶ κατὰ προσ ξιν, καταλείψεις τοῦτον καταναλίσκεσθαι τοῖς πολύ μίοις τῶν ἡμετέρων ψυχῶν δαίμοσι, ταῖς ἐπινοίαι; τῶν ἀλόγων παθῶν. Εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος. Επ' ἀγαθοῖς δὲ ἔσται ἡ χρῆσις αὐτοῦ τοῦ ἐμφύτου λόγου, παρὰ τῷ ἡγεμόνι νῷ, τοῦ μεταδιδόντος τούτου σαρκί πρὸς καρποφορίαν πνευματικήν. κζ'. Τεκταινόμενος ἀγαθὰ, ζητεῖ χάριν ἀγαθήν. Καὶ ὁ μὲν ἐργαζόμενος τάς παναγάθους τοῦ Θεοῦ ἐντολὰς, σπεύδει λαβεῖν τοῦ παναγίου Πνεύματος αυ ρεάν, τὴν παντὸς ἐφλήματος ἀπαλλάττουσαν, καὶ τῆς μεθέξεως τῶν ὑπὲρ φύσιν ἀγαθῶν ἀξιοῦσαν. Εκζητοῦντα δὲ κακά, καταλήψεται αὐτόν. Τὴν
col. 1333–1334page 57 of 162
Caput XII
PG 87:1333δὲ σπεύδοντα κακοποιεῖν, καταλάβῃ δικαίως τὸ πά σχειν κακῶς, εἴτε κατὰ τὸ παρὸν πρὸς διόρθωσιν, εἴτε κατὰ τὸ μέλλον προς τιμωρίαν. κη'. 'Ο πεποιθὼς ἐπὶ πλούτῳ αὐτοῦ, οὗτος πε σεῖται. Καὶ ὁ μὲν θαῤῥῶν ἐπὶ ἰδίοις εἴτε χρήμασιν, εἴτε κατορθώμασι, καὶ μὴ ἐπὶ τῷ Θεῷ, ὁ τοιοῦτος κατενεχθήτεται ἐκ θείας ἐγκαταλείψεως, εἴτε τῶν χρημάτων διαφουέντων, εἴτε τούτου σφαλέντος κατά λόγον ἢ πρᾶξιν. 'Ο δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ. Ὁ δὲ ἀντιποιούμενος καθ' ἕξιν τε καὶ ἐνέργειαν, τῶν ἀποτρεπουσῶν μὲν τοῦ κακοῦ, προτρεπουσῶν δὲ εἰς τὸ ἀγαθὲν θείων ἐντολῶν, καὶ ὡς τὴν οἰκείαν ἐπιγινώσκων ὁσθένειαν, εἰς μόνον ἐλπίζων Θεὸν, τοιοῦτος διαφανής γενήσεται κατ' ἀρετὴν καὶ λαμ πρός. κθ'. 'Ο μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἀνέμους. Καὶ ὁ μὴ ταῖς ἀσθενείαις τῶν ἐν τῷ ἰδίῳ οἴκῳ συγγνωμονῶν, καὶ βαστάζων ταύτας ὡς δυνατόν, τὸ ἄστατον τῆς τούτων γνώμης κερδήσει, καὶ οὐχὶ τούτους εἰς τὸ ὑπακούειν αὐτ τοῦ. Δουλεύσει δὲ ἄφρων φρονίμῳ. Ὑπηρετήσει δὲ τῷ ἐχέφρον: ὁ μὴ ἐχέφρων, μετερχομένῳ τοῦτον εὐ φυῶς, καὶ ἄγοντι εἰς τὸ πρὸς τὸ ἑαυτῷ βουλητών. λ. Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς. Καὶ ἐξ ἀρετῆς μὲν καρπευομένης παρὰ τῆς κατά νόμους θείας πολιτείας, βλαστάνει ἐν τῇ ψυχῇ ὁ ταύτην συντηρών λόγος τῆς διακρίσεως, καθ᾽ ἂν φυλάττεται ἀπὸ τοῦ καθ᾽ ἁμαρτίαν θανάτου· ὡς μὲν καλῶν τῶν μονίμων ἀντεχομένη, ὡς δὲ κακοῦ τῆς περὶ τὰ πρόσκαιρα σχέσεως ἀπεχομένη. Αφαιρούνται δὲ ἄωροι ψυχαὶ παρανόμων. Αφαρπάζονται δὲ τῆς προσκαίρου ζωῆς πρὸ καιρού, ψυχαὶ τῶν μὴ τηρούντων τὰς τοῦ Θεοῦ ἐντολὰς, τῶν ἡμερῶν τῆς κακίας αὐτῶν κολοβουμένων, διὰ τοὺς ἐκλεκτούς. λα'. Εἰ ὁ μὲν δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς τοῦ φανεῖται; Εἰ γὰρ καὶ αὐτὸς ὁ τὰς θείας τηρῶν ἐντολὰς διὰ πολλῶν σώζεται μαθη μάτων, τῶν μὲν καθ᾽ ἡδονὴν ἑκουσίων παθῶν ἐγκρατευόμενος, τοὺς δὲ κατ' οδύνην πειρασμούς εὐχαρίστως ὑπομένων· ε ὅτι βιαστή ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν·, ὁ μὴ δι ἔργων δικαιοσύνης τιμῶν τὸν Θεὸν, καὶ ἀποτυγχάνων τούτου κατὰ διάθεσιν, ἢ οὐδαμῶς εὑρεθήσεται, κατα κριθεὶς τὴν ἀπὸ τοῦ Θεοῦ τοῦ πανταχού παρόντος καὶ τὰ πάντα πληροῦντος, Εκπτωσιν· ὡς μηδαμῶς κατὰ τὸ εὖ εἶναι ἀπολαύων αὐτοῦ, ἤπου ἐν μόνῳ πάντως τῷ εἶναι· ὡς κατὰ τοῦτο μόνον μετέχων αὐτοῦ, δια τὸ ἀνταλλάξασθαι κατὰ γνώμην, τοῦ εὖ εἶναι ἀεὶ, τὸ φοῦ εἶναι ἀεί. ΚΕΦΑΛ. ΙΒ'. α'. ῾Ο ἀγαπῶν παιδείαν, ἀγαπᾷ αἴσθησιν. Και γὰρ ὁ ἐρῶν τῆς πρὸς σωτηρίαν δι' ἐγκρατείας καὶ ὑπομονῆς ἐπιπόνου τῇ ψυχῇ ἀγωγῆς, ἐρᾷ διακρίσεως
col. 1335–1336page 58 of 162
PG 87:1335τῆς τὸ ὄντως ἀγαθὸν καὶ τὸ κακὸν πενταδικώς διαι ρούσης· τὸ μὲν, ὡς μὴ ἐρημένον· τὸ δὲ, ὡς ἠργμέν νον· καὶ τὸ μὲν, ὡς ἐνδεχόμενον νοεῖσθαι· τὸ δὲ, ὡς μὴ ἐνδεχόμενον νοεῖσθαι· καὶ τὸ μὲν, ὡς ἐνδεχόμενον λαλεῖσθαι· τὸ δὲ, ὡς μὴ ἐνδεχόμενον λαλεῖσθαι· καὶ τὸ μὲν, ὡς ἐνδεχόμενον γίνεσθαι· τὸ δὲ, ὡς μὴ ἐν δεχόμενον γίνεσθαι· καὶ τὸ μὲν, ὡς ἄφθαρτον, τὸ δὲ, ὡς φθαρτόν· ὅτι περ ἡ μὲν κατὰ ἄλογον τοῦ ὄντος ἀγαθοῦ καὶ τοῦ κακοῦ διάκρισις, ἐμμελεστάτη ἐστὶ καὶ ἐπίπονος, ὡς προαιρετική· ἡ δὲ κατ' αἴσθησιν τοῦ δοκοῦντος, ήγουν τῆς σωματικῆς ἡδονῆς καὶ τῆς ἐδύνης, προχειροτάτη καὶ ἄπονος, ὡς φυσική, Ὁ δὲ μισῶν ἐλέγχους, ἄφρων. Ὁ δὲ ἀποστρεφή μενος τὰς φανερώσεις τῶν αὐτοῦ ἁμαρτιῶν, ἐστέρηται φρενῶν· οἷα μὴ θέλων ποτὲ εἰς ἐπίγνωσιν ἀλη θείας ἐλθεῖν. β'. Κρείσσων ὁ εὐρὼν χάριν παρὰ Κυρίῳ. Κα ἐκλελεγμένος μέν ἐστι παρὰ τῷ Δεσπότῃ τῶν ὅλων Θεῷ, ὁ τῷ ἑαυτοῦ πόθῳ ἐπιτυχών παρ' αὐτοῦ κατά δωρεάν, τῆς τε τῶν οἰκείων ἁμαρτημάτων ἀφέσεως, καὶ τῆς αὐτοῦ ἀπολαύσεως. Ανὴρ δὲ παράνομες παρασιωπηθήσεται. Ὁ δὲ τὴν ποιητικὴν μὲν τῶν καθηκόντων κεκτημένος δύ να μιν, χρώμενος δ' αὐτῇ παρὰ τὸ καθῆκον κατά προ αίρεσιν, οὐ κατὰ πάντα τοῦ παρὰ Θεῷ ἀπαξιωθήσε ται λόγου· ἀλλὰ κατὰ μὲν τὸ ἀεὶ εἶναι, τούτου ἐν τῇ ἀναστάσει ἀξιωθήσεται, διὰ τὴν περὶ πάντας τοῦ Θεοῦ ἀγαθότητα· κατὰ δὲ τὸ εὖ εἶναι ἀεὶ, ἀπαξιωθή σετα: αὐτοῦ, διά τε τὸ τῆς οἰκείας γνώμης παράλογον, καὶ τὸ τοῦ Θεοῦ δίκαιον. γ. Οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου. Καὶ γὰρ οὐχ ἕξει τι χρηστὸν ἀποτέλεσμα ἄνθρωπος ἐξ ἀλόγου προαιρέσεως, ὡς πάσης αὐτῷ τῆς σπουδῆς εἰς φθορὰν τελευτώσης. Αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται. Αἱ δὲ πάγιοι περὶ τὸ ἀγαθὸν ἕξεις τῶν ἀμέμπτως πολι τευομένων, μενοῦσιν ἐν ταυτῷ ἀναπόσπαστοι ἐς ἀεὶ, ὡς ἀναλλοιώτων κατὰ διάθεσιν. δ. Γυνὴ ἀνδρεία, στέφανος τῷ ἀνδρὶ αὐτῆς. Καὶ ἡ μὲν φερέπονος αἴσθησις, δόξης ἀληθοῦς πρόξενος γίνεται νοῖ, τῷ χρωμένῳ ταύτῃ κατά λό γον βοηθῷ πρὸς τὴν ἄπταιστον θεωρίαν τῶν ἔν των. Ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπέλ λυσι γυνή κακοποιός. Καθάπερ δὲ σκώληξ δ:α φθείρει ξύλον, διαβιβρώσκων αὐτό· οὕτω τὸν νοῦν δια σκεδάζει αἴσθησις, ἡ ἱλυσπωμένη τῇ σήψει τῶν ἡδο νῶν, καὶ ἀποπλανῶσα τοῦτον τῆς περί τε Θεοῦ τοῦ πάντων αἰτίου, καὶ τῶν ὑπ᾽ αὐτοῦ γενομένων και σμάτων ἀληθοῦς δόξης. ε'. Λογισμοὶ δικαίων, κρίματα. Καὶ οἱ μὲν δια λογισμοὶ τῶν μήτε εἰς τὰ κατ' ἔλλειψιν τῆς ἀρετῆς πάθη, μήτ' εἰς τὰ καθ᾽ ὑπερβολὴν παρεκκλινόντων, οὐδὲν ἄλλο εἰσὶν ἢ τοῦ μὲν ἀληθῶς ἀγαθοῦ αἵρεσις, τοῦ δ᾽ ὡσαύτως κακοῦ ἀποφυγή. Κυβερνῶσι δὲ ἀσεβεῖς, δόλους. Διεξάγουσι δε οι τὴν ἀλήθειαν μὴ τιμῶντες καθ' ὑπόκρισιν ἀρετῆς,
col. 1337–1338page 59 of 162
PG 87:1337ἀγαθοῦ καὶ κακοῦ παραμιξίας· διὰ τὸ ἀνθρώποις ἐν ἀπάτῃ, καὶ οὐ Θεῷ ἐν ἀληθείᾳ, σπουδάζειν ἀμέσ σκειν. ς'. Λόγοι ἀσεβῶν, δόλοι εἰς αἷμα. Καὶ γὰρ τὰ δοκοῦντα τοῖς ἀκροωμένοις εὐνοῖκὰ ῥήματα τῶν τὴν ἀλήθειαν μὴ τιμώντων, πλάττονται παρὰ τούτων πρὸς φόνον τῶν παρ' αὐτῶν, ἢ φθονουμένων, ἢ ἄλλωςπως μισουμένων, καὶ διὰ τοῦτο διαβαλλομένων· ὥστε ἔχειν συλλήπτορας τοῦ τοιούτου ἀνοσίου ἐπιχειρήμα της, τοὺς αὐτῶν ἀκροωμένους. Στόμα δὲ εὐθέων ῥύεται αὐτούς. Λόγο; δὲ τῶν ἀγαθῶν ἀνθρώπων, καὶ μηδὲν τῆς ἀληθείας προτιμώντων, ἐλεγκτικὸς μὲν τῶν διαβαλλόντων, ὑπερ. απολογητικός δὲ τῶν διαβαλλομένων, λυτροῦται τού τους τῆς ἐπιβουλής. ζ' Καὶ οὗ ἐὰν στραφῇ ἀσεβῆς, ἀφανίζεται. Ενθα μὲν ἂν ἐκτραπῇ τῆς κατ᾿ ἀρετὴν ὁδοῦ, ὁ μὴ τιμῶν τὴν ἀλήθειαν, εἴτ' εἰς τὰ δεξιὰ τὸ ἀγαθὸν ὑποκρινόμενος, εἴτ᾿ εἰς τὰ ἀριστερὰ τούτου ἀμελῶν, ἀπόλ λυται, διαμαρτάνων τοῦ ἐς ἀεὶ διαμένοντος ἀγαθοῦ ὡς μὴ ἔχων τὸν Θεὸν ἐπιβλέποντα εἰς τὰ ἔργα αὐτ του. Οἶκοι δὲ δικαίων παραμένουσιν. Αἱ δὲ πάγιαι κατὰ γνῶσιν καὶ ἀρετὴν ἕξεις, τῶν ἀμέμπτως που λιτευομένων, φυλάττονται παρ' αὐτοῖς ἐς ἀεὶ ζωήν οἷά τινες οἴκοι σώζουσαι τούτους, κατὰ μὲν τὸ πα μὲν ἀπὸ τοῦ χειμῶνος καὶ τοῦ καύσωνος τῶν ἐκου σίων καὶ ἀκουσίων παθῶν· κατὰ δὲ τὸ μέλλον, ἀπὸ τῆς αἰωνίου κολάσεως. το Στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός. Ο Καὶ ἡ μὲν παραίνεσις τοῦ πρὸς τοὺς τρόπους καὶ τοὺς λόγους τῶν ἐντολῶν, τὴν ἑαυτοῦ ψυχὴν κατὰ διάθεσιν μεταποιήσαντος, ἐπαινεῖται ὑπὸ τοῦ κατὰ πάντων τῶν παθῶν ἀνδριζομένου· κατὰ τὸ ἐγκρατεύεσθαι μὲν τῶν ἑκουσίων, ὑπομένειν δὲ τὰ ἀκού σια· ὡς τὴν αὐτοῦ ψυχὴν καταυγάζουσα φωτί γνώ σεως, καὶ ἀπροσκόπτως τῶν δυσχερῶν διεξα άγουσα. Νωθροκάρδιος δὲ μυκτηρίζεται. Ο δὲ δυσκίνητος κατά ψυχήν, πρὸς ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντο λῶν, ἐμπαίζεται ὑπὸ τῶν δαιμόνων τοῖς τῆς ἀτιμίας πάθεσι· καὶ, θ'. Κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ, ἢ ὁτιμὴν ἑαυτῷ περιτιθεὶς, καὶ προσδεόμενος ἆρ του. Ωσπερ βελτίων ὁ ἐν ἀδοξίᾳ βίου ὑπάρχων, και πρὸς τὰ ἀναγκαῖα ἑαυτῷ ἐπαρκῶν, ἤπερ ὁ μὴ ἀν εχόμενος διὰ κενοδοξίαν ταῖς ἰδικαῖς χερσὶν ἐργά ζεσθαι, κἀντεῦθεν ἀναγκαίας τροφῆς στερούμενος οὕτω βελτίων καὶ ὁ ἀνδριζόμενος κατὰ τῶν παθῶν ἐν ὑποταγῇ, καὶ περιποιούμενος ἑαυτῷ κατὰ πρᾶξιν τὰς ἀρετὰς, ἤπερ ὁ ἑαυτὸν καθηγητὴν καταστήσας, καὶ ἐνδεὶς ὑπάρχων τοῦ ψυχὰς τρέφοντος ἐμπράκτου λόγου. ι. Δίκαιος οικτείρει ψυχὰς κτηνῶν αὐτοῦ. Ὁ γὰρ κατ' ἀρετὴν τέλειος, ἐλεεῖ ψυχὰς τῶν τῆς αὐτοῦ ποίμνης, ἑλομένας τὴν ἄλογον βιοτήν· ἐπιμελούς μενος παντί τρόπῳ τῆς σωτηρίας αὐτῶν. Τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν, ἀνελεήμονα. Αἱ δὲ διαθέσεις τῶν μὴ δι' ἔργων δικαιοσύνης τιμών των
col. 1339–1340page 60 of 162
PG 87:1339Θεόν, ἀσυμπαθεῖς, ὡς ἀδιάκριτοι πρὸς τοὺς ἀσθενεστέρους εἰσίν. ια΄. Ο εργαζόμενος τὴν ἑαυτοῦ γῆν, ἐμπλησθήσεται ἄρτων. Καὶ ὁ μὲν φιλοπονῶν κατὰ πρᾶξιν περὶ τὴν ἑαυτοῦ χοϊκὴν σάρκα, ἀνακαθαίρων τοὺς ἐξ αὐτῆς φυομένους ἐμπαθεῖς λογισμούς, ὡς τινας τριβόλους, τῷ τοῦ λόγου ἀρότρω, έμπλεως γενήσεται τῶν δίκην ἄρτων τρεφουσῶν τὴν ψυχὴν ἀρέσ τῶν. Οἱ δὲ διώκοντες μάταια, ἐνδεεῖς τρειῶν. Οἱ δὲ σπουδάζοντες περὶ τὰς τῶν προσκαίρων ἀνονήτου σχέσεις, ἐλλιπεῖς εἰσιν ἕξεων ἀντιπάλου ἀνοίας καὶ ὑπερνοίας· ὅτι ἡ μὲν φρόνησις, ἕξις ἐστὶν ἀνοίας καὶ ὑπερνοίας ἀντίπαλος· ἡ δὲ ταύτης ἔνδεια, ἔλλειψις αὐτῆς ἐστι κατὰ ἄνοιαν. "Ος ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασι καταλείψει ἀτιμίαν. Καὶ γὰρ ὅστις ἐστὶν ἐπευφραινόμενος ἐν ταῖς περὶ τὰς τῶν ὁρατῶν ἐπιφανείας απασχολήσεσι, τὰς δίκην οίνων ἐξιστώσας τῆς ἀληθείας τὸν ταύταις ἐναπομένοντα νοῦν, καὶ μὴ πρὸς τοὺς τῶν ὄντων διαβαίνοντα λέ γους, ἐν ταῖς δυνάμεσι τῆς ἑαυτοῦ ψυχῆς· αἷσπερ αὕτη παρὰ τοῦ Δημιουργοῦ κατησφαλίσθη ὡς τισιν ὀχυρώμασι, πρὸς τὸ μὴ φοβεῖσθαι τοὺς κατὰ τὴν φύσιν τῶν ὁρωμένων ληστεύοντας δαίμονας, καὶ αἱ χμαλωτίζοντας τὸν νοῦν πρὸς ἄγνοιαν διὰ τῆς αἰ σθήσεως· ὁ τοιοῦτος ἐάσει διὰ τὸ ἑαυτοῦ κατά γνώ μὴν ἀνεπιμέλητον, την στέρησιν τῶν ταῖς τοιαύται; δυνάμεσι περιποιουμένων τιμὴν ἀρετῶν· ἥτις στέ ρησις, κατ' ἔλλειψιν σωφροσύνης ἀνδρείας φωνή σεως καὶ δικαιοσύνης, ἔστι περὶ μὲν τὴν ἐπιθυμητικὴν δύναμιν, ἀκολασία· περὶ δὲ τὴν θυμικὴν, δειλία· περὶ δὲ τὴν λογικήν, ἄνοια· καὶ περὶ τὰς εἰς ρημένας τρεῖς, μειονεξία. ιβ'. Επιθυμίαι ἀσεβῶν κακαί. Ἐπειδὴ αἱ ἄλο γοι κατ' ἐπιθυμίαν καὶ θυμὸν ὀρέξεις, τῶν μὴ τιμών των δι' ἐμπράκτου γνώσεως τὸν Θεόν, βλαβερα! ὡς τὰς ἕξεις τῶν ἀρετῶν λυμαινόμεναι. Αἱ δὲ ῥίζει τῶν εὐσεβῶν ἐν ἐχυρώμασι. Αἱ δὲ πάγιαι ἕξεις τῶν κατ' ἔμπρακτον γνῶσιν τιμώντων Θεόν, ἐν ταῖς τούτων κατὰ ψυχὴν φυλακτικαῖς δυνά μεσι μονίμως πεπηγυίαί εἰσιν. ιγ'. Δι' ἁμαρτίας χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός. Καὶ γὰρ διὰ μὲν τὰς τοῦ ὄντως ἀγαθοῦ ἀποτυχίας τῶν τῆς ψυχῆς ὀρεκτικῶν δυνάμεων, αἷς ὡς ἐν χείλεσι φιλήματα, αἱ περὶ τὰ μάταια παρυφίστανται σχέσεις, αλίσκεται τοῖς τοῦ διαβόλου θε ράτροις, ὁ τῆς τῶν θείων ἐντολῶν ἀποτυγχάνων Ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος. Διαδιδράσκει δὲ τὰ τοῦ πονηροῦ θήρατρα, ὁ κατά νόμους θείου; πολιτευόμενος. ῾Ο βλέπων λεία, ἐλεηθήσεται. Καὶ ὁ μὲν ἀπου σκοπῶν κατὰ νοῦν πρὸς τὸν ἐπίσης ἐν πᾶσιν ἀνθρώ παις θεωρούμενον ἕνα λόγον τῆς αὐτῶν φύσεως, καὶ μὴ κρίνων ἐκ τοῦ φαινομένου, τοὺς μὲν, ταπεινούς τοὺς δὲν ὑψηλούς, τῆς παρὰ Θεοῦ συμπαθείας άξιων θήσεται· μὴ κριθησόμενος ἐπὶ τοῖς ἑαυτοῦ παρα
col. 1341–1342page 61 of 162
PG 87:1341πτώμασιν, ἐπεὶ μηδ' αὐτὸς τὰ τῶν ἄλλων ἔκρινεν' ἀλλὰ τάντας ἀνθρώπους ἐξ ἴσου ἠγάπησε, διὰ τὸν ἕνα λόγον τῆς αὐτῶν φύσεως. 'Ο δὲ συναντῶν ἐν πύλαις, ἐκθλίψει ψυχάς. Ο δὲ ταῖς τῶν πολλῶν, κατὰ τὸ φαινόμενον, ἀνισό τησι κατ' αἴσθησιν ὑπαντῶν, ἐν τοῖς δίκην πυλῶν πεφυκόσιν εἰσάγειν πρὸς ψυχὴν τὰς τῶν ὁρατῶν ἐπι φανείας αισθητηρίοις, καὶ παρὰ τῶν τοιούτων αν ισοτήτων ἐμποδιζόμενος διαβήναι κατά νοῦν πρὸς τὸν ἕνα τῆς τῶν ἀνθρώπων φύσεως λόγον, ἐκπιέσει αυ χάς, ἀκουσίοις πόνοις ἀποσμήχων αὐτάς, κατά συμ βεβηκός, τοῦ ῥύπου τῶν ἡμαρτημένων αὐταῖς· ἀκό λουθον δὲ πάντως κριθῆναι καὶ τοῦτον, ἐπειδὴ ἔκρινε καὶ πιεῖν τῶν τοῦ Θεοῦ κριμάτων τὸ ἀψίνθιον, πρὸς κάθαρσιν τῶν ἡμαρτημένων αὐτῷ. ιδ'. Ἀπὸ καρπῶν στόματος, ψυχὴ ἀνδρὸς πλη σθήσεται ἀγαθῶν. Καὶ ἐκ μὲν τῶν τροφίμων κατὰ ψυχὴν λόγων τῆς διδασκαλίας τοῦ τὰ θεῖα πάντως θελήματα καταγγέλλοντος, ἡ ψυχὴ τοῦ κατὰ τῶν πα θῶν ἀνδριζομένου, πληρωθήσεται ἀρετῶν. ᾿Ανταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ. Αντιμισθία δὲ τῆς ἀγαθῆς τούτου διδασκαλίας παρασχεθήσεται αὐτῷ παρὰ τοῦ μισθαποδότου Θεοῦ, ὅτι ἐξάγει ἄξιον ἐξ ἀναξίου. ι:'. Οδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν. Καὶ τὰ μὲν ἔργα τῶν ἐστερημένων φρονήσεως, απαρέγ κλιτα τοῦ ἀγαθοῦ δικοῦσιν αὐτοῖς· ὡς ἑαυτοῖς πιο στεύουσι, καὶ μὴ ἀνατιθεμένοις τὰ ἑαυτῶν ἑτέροις ἐχέφροσι, μηδ' ὑπακούουσιν αὐτοῖς. Εισακούει δὲ συμβουλίας σοφός. Υπακούει δὲ ἀγαθαῖς ὑποθήκαις, ὁ εἰδὼς ὅτι φυσικῶς πρόσκειται πᾶς τοῖς οἰκείοις, κἂν μὴ ὦτι καλά κάντεῦθεν ἑτέρους καθιστῶν τῶν οἰκείων βουλευμάτων ἐξεταστὰς, μήπως εἰς κενὸν τρέχῃ ἡ ἕδραμον. ις'. "Αφρων, αυθημερόν ἐξαγγέλλει ὀργὴν αὐ τοῦ. Καὶ ὁ μὲν μὴ λόγῳ κρατῶν τοῦ θυμοῦ, ἅμα τῷ τοῦτον εἰς ὀργὴν κινηθῆναι, ἐκφαίνει αὐτὸν, εἰ δύ ναται ἔργοις, εἶτ᾽ οὖν λόγοις. Κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανούργος. Οὐκ ἐξ δὲ οὔτε ἔργοις οὔτε μὴν λόγοις φανερωθῆναι τὰ ἀτιμοποιὰ πάθη, φημὶ δὴ τὴν ἐπιθυμίαν καὶ τὸν ἔκε δικον ταύτης θυμόν, ὁ πάντα πράττων μετά περισκέψεως· λόγῳ τούτων κρατῶν, ἕως ἂν νεκρώση αυτά ιζ. Επιδεικνυμένην πίστιν ἀναγγέλλει δι καιος. Καὶ φανερουμένην μὲν δι' ἔργων τὴν εἰ; Θεὸν αὐτοῦ πίστιν ἀνακηρύττει ὁ ἀμέμπτως πολιτευόμενος, ὡς καὶ οὐ νεκράν, ἀλλὰ ζῶσαν κεκτημένος αὐτήν. Ὁ δὲ μάρτυς τῶν ἀδίκων, δόλιος. Ὁ δὲ βεβαιῶν ἔργοις τὰ παρὰ τὴν ὀρθὴν κρίσιν ἑαυτοῦ βουλεύματα, τὸ καθαρὸν τῆς πίστεως καταῤῥυπαίνει τοῖς πάθε ιγ΄. Εἰσὶν οἱ λέγοντες τιτρώσκουσιν ὡς μάχαι ροι. Καὶ ὑπάρχουσι μὲν οἵτινες ὁμιλοῦντες μηδὲν εἰρηνικόν, πλήττουσι τοὺς ἀκούοντας διὰ τῶν οἰκείων σημάτων, ὡς δι' ὅπλων ἐν μάχη αιρομένων πρὸς ἄμυ Ο
col. 1343–1344page 62 of 162
PG 87:1343ναν ἀντιπάλων· πλήττουσι δὲ αὐτοὺς, ἐκταράσσοντες τὰς τούτων ψυχὰς, ἐν τῷ μὴ εἰδέναι ποίου εἰσὶ πνεύ Ει ματος. Γλῶσσαι σοφῶν ἰῶνται. Οἱ δὲ λόγο: τῶν εἰδότων ὅτι τοῦ εἰρηνικού τυγχάνουσι πνεύματος ἐκ τοῦ π πλουτηκέναι τὴν χάριν αὐτοῦ, καὶ τὰς τεταραγμένα; ψυχάς ρήμασιν εἰρηνικοίς καταπραΰνοντες, θερα πείας ἀξιοῦσι τῆς προσηκούλης αὐταῖς. ιθ'. Χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίας. Κα γὰρ λόγοι φρονήματος ἀληθοῦς, καὶ μὴ ὑποκρινομένου τὴν ἀλήθειαν, ἐν κρίσει οἰκονομούμενοι, ἐς πο ρας ἑσπέρας] ἄγουσι τὴν τῆς ἀληθείας βεβαίωσιν, εὐμεθόδως τὰς τῶν ἀκροωμένων ψυχὰς εἰς τότ ροφορίαν τῆς ἀληθείας ἄγοντες. Μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον. Ο τε ἀπαγγέλλων τὴν ἀλήθειαν, πρὸ τοῦ οἰκονομήσει έν κρίσει τοὺς ἑαυτοῦ λόγους πρὸς παραδοχὴν καὶ ὑμε λειαν τῶν ἀκροωμένων, ὡς τὰ τοῦ Θεοῦ μὴ φρονία διὰ τὸ πρὸς τοὺς ἀδελφοὺς ἀσυμπαθές, ἀλλὰ τ νητιῶν, ἵνα παρ' ἀνθρώποις δίκαιος νομισθη, του προφοράν κέκτηται λυμαντικὴν τοῖς ἀκο κ'. Δόλος ἐν και δίᾳ τεκταινομένου κακά. Κα παραμιξία μὲν παθῶν ἐν τῇ ψυχῇ τοῦ ἐργαζομένου τὰς ὑποθήκας τοῦ πονηροῦ· τὸ ταύτης κατ' εἰκόνα Θεοῦ καθαρὸν κιβδηλεύουσα. Οἱ δὲ βουλευόμενοι εἰρήνην, εὐφρανθήσετ Οἱ δὲ μελετῶντες ἐλευθερίασαι ἀπὸ παθῶν, χαμη σονται τοῦ κατὰ ψυχὴν κινδύνου ῥυσθέντες, καὶ τ τηρίας τυχόντες· ὁ γὰρ ζητῶν, εὑρίσκει, καὶ τὰ κρούοντι ἀνοιγήσεται. κα'. Οὐκ ἀρέσκει τῷ δικαίῳ οὐδὲν ἄδικον. Κα οὐ δόξει μὲν καλὸν τῷ κατὰ νόμους θείους πολιτεια μένῳ, οὐδὲ ἐν τῶν παρὰ τὴν θείαν ἐντολὴν ὑπὸ τοῦ πονηροῦ ὑποτιθεμένων αὐτῷ. Οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν. Οἱ δ τιμῶντες δι' ἔργων δικαιοσύνης Θεὸν, πληρωθήσονται ἀτιμίας παθῶν. και. Βδέλυγμα Κυρίῳ χείλη ψευδή. Καὶ ἀπο στρέφεται μὲν ἡ τῶν ὅλων Δεσπότης εἰς αὐτὸν ἐμε λογίαν, μὴ δι' ἔργων δικαιοσύνης βεβαιουμένην, ας νεκράν. Ὁ δὲ ποιῶν πίστιν, δεκτές παρ' αὐτῷ. Οι ἀποτελῶν τὴν εἰς Θεὸν πίστιν διὰ πράξεων ζῶσαι, εὐπρόσδεκτος τούτῳ ἐστίν· οὐ γὰρ νεκρῶν ὁ Θεὸς ἀλλὰ ζώντων ἐστίν. κγ'. 'Ανὴρ συνετός, θρόνος αισθήσεως. Και μὲν γενναίως κατὰ τῶν παθῶν ἀνθιστάμενος, πρὸς τὰς θείας ἐντολὰς συννεύων κατά διάθεσ τρυσίς ἐστι διακρίσεως, ὡς καθ' ἕξιν ταύτης ένας θέτως, πάσης μὲν ἧς αὕτη ἀποτρέπει κακίας ἐκ νων· πᾶσαν δ' ἀρετὴν, πρὸς ἦν καὶ προτρέπει ποιῶν. Καρδία δὲ ἀφρένων συναντήσεται ἀραῖς. Τ ψυχὴ δὲ τῶν μὴ Θεὸν ἐν αὐτῇ περιφερόντων, τα τοῖς ὑπαντήσει κακοίς, οἴοις ἂν τις έχθρες κα
col. 1345–1346page 63 of 162
PG 87:1345ξατο· ὡς ἐντεῦθεν περιπεσοῦσα, ἑκουσίως μὲν τοῖς ἀτιμοποιοῖς πάθεσιν, ἀκουσίως δὲ τοῖς τιμωρητι και τ. κα. Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς. Καὶ γὰρ ἡ μὲν ποιητικὴ δύναμις τῶν ἐκλεγομένων τὸ κρεῖτα τὴν τοῦ χείρονος, ἤ ἐστι τὸ λογικὸν, ὑποτάξει εὐκό έως τὰς αὐτῶν πάντως παθητικὰς καὶ ἀλόγους δυνά μεις, τὴν ἐπιθυμίαν καὶ τὸν θυμὸν, καὶ ποιήσει τὰς ἀρετάς. Δόλιοι δὲ ἔσονται εἰς προνομήν. Οἱ δὲ δολοῦντες τὴν εὐσέβειαν τῇ πρὸς τὰ φθειρόμενα σχέσει, ὑπάρξουσι προκείμενοι κατά γνώμην εἰς διάρπαγμα τῷ ἀρχεκάκῳ ἐχθρῷ. κα'. Φοβερός λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου. Ἐπείπερ ἡ μὲν φόβον ἐμποιοῦσα θεία τῶν κολάσεων ἀπειλή, τὴν ψυχὴν ἐχθροεῖ τοῦ κατὰ τῶν παθῶν μὲν ἀνδριζομένου, ταῖς δὲ θείαις ἐντολαῖς πειθαρχοῦντος, ἀπὸ πάσης κακίας ταύτην συστέλλουσα. Αγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν. Η δ' ἐπαγ γελία τῶν ἀκηράτων ἀγαθῶν χαροποιεῖ αὐτὸν τῇ ἐλπίδι τῆς ἐπιτυχίας αὐτῶν. κς'. Ἐπιγνώμων δίκαιος, ἑαυτοῦ φίλος ἔσται. Καὶ γὰρ ὁ μὲν ἐπιγνώσκων φόβῳ καὶ πόθῳ τὸν Θεὸν ὡς κριτὴν, καὶ ἐν τῷ προτιμᾷν τὴν παντὸς ἀνθρώπου ἀγάπην, τὴν θείαν τηρῶν ἐντολὴν, ἑαυτὸν ἀγα πῶν ἐξ ἀποτελέσματος ἔσεται· ὡς ἀγαπηθείς ὑπὸ τοῦ Θεοῦ, καθ᾽ ὅσον αὐτὸς ἠγάπησε τοὺς ὁμο φυείς. Αἱ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς. Αἱ δὲ ψυχικαὶ διαθέσεις τῶν μὴ φόβῳ καὶ πόθῳ τὸν Θεὸν ἐν καρδίᾳ περιφερόντων, ἀνήμεροι διὰ τὰ πρόσκαιρα, καὶ ἀσυμπαθεῖς πρὸς τοὺς ὁμοφυεῖς ὑπάρχουσι τοιοῦτον δὲ πάντως καὶ τὸν δίκαιον κριτὴν ἑαυτοῖς ἐν ἡμέρᾳ ἀνταποδόσεως ἕξουσι· μὴ ἐλεούμενοι παρ' αὐτοῦ, ἐπεὶ μηδ' αὐτοὶ ἑτέρους ἐλέησαν. Αμαρτάνοντας καταλήψεται κακά. Καὶ τοὺς ἀποτυγχάνοντας τῆς εἰς σωτηρίαν ἀγούσης στενῆς καὶ τεθλιμμένης ὁδοῦ τῶν ἐντολῶν τοῦ Θεοῦ, κατα λάβωσι κολάσεις ἢ πρὸς κάθαρσιν πρόσκαιροι, ή πρὸς τιμωρίαν διηνεκείς. Ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αυτούς. Η δὲ εἰς ἀπώλειαν φέρουσα πλατεῖα, καὶ εὐρύχωρος βιοτὴ τῶν μὴ δι' ἔργων δικαιοσύνης τιμώντων Θεὸν, ἀπατήσει αὐτοὺς, ἐκστήσασα τῷ τῆς ἡδονῆς δελεάματι, τῆς εἰς σωτηρίαν ἀγούσης ὁδοῦ. κζ'. Οὐκ ἐπιτεύξεται δόλιος θήρας. Καὶ οὐκ ἐπι τύχῃ μὲν ὁ ὑποκρινόμενος τὴν ἀρετὴν, τῆς θηρευο μένης ὑπ' αὐτοῦ παρ' ἀνθρώπων τιμῆς. Κτῆμα δὲ τίμιον, ἀνὴρ καθαρός. Πράγμα δὲ τῆς παρὰ Θεῷ καὶ ἀνθρώποις τιμῆς ἄξιον, ἄνθρωπος παν τὸς ρύπου ἁμαρτημάτων ἀπηλλαγμένος. κη'. Ἐν ὁδοῖς δικαιοσύνης, ζωή. Καὶ ἐν μὲν ταῖς ἐργασίαις τῶν τοῦ Θεοῦ ἐντολῶν, ὧν πλήρωμα ἡ ἀγάπη ἐστὶν, ὁ ἐκ ταύτης τικτόμενος φωτισμός τῆς γνώσεως, ζωὴ ὑπάρχει τοῦ νοῦ. Οδοὶ δὲ μνησικάκων, εἰς θάνατον. Τὰ δὲ ἔργα τῶν τὸ μέσος πρὸς ἀνθρώπους ἀνεχόντων ἐπίμονον, δι' ανεπίλη στον μνήμην συμβάντος τινὸς λυπηροῦ
col. 1347–1348page 64 of 162
Caput XIII
PG 87:1347παρ' αὐτῶν εἰς αὐτοὺς, ἄγουσι τούτους ὡς ἀφισταμένους μακρὰν τῆς πασῶν τῶν ἀρετῶν γενικωτάτη; ἀγάπης, εἰς τὸν τῆς ψυχῆς θάνατον· ὅς ἐστιν ἡ ἁμαρ τία, ὡς χωρισμὸς ἀπὸ Θεοῦ τῆς ὄντως ζωῆς. ΚΕΦΑΛ. ΙΓ. α'. Υἱὸς πανούργος, ὑπήκοος πατρί. Καὶ τὰ 4 μὲν υἱοθετηθέντων διὰ πίστεως, ὁ πάσας τὰς θείας αὐτοῦ ἐντολὰς ἐργαζόμενος, εὐπειθής ἐστι τῷ και χάριν υιοθέτησαμένῳ αὐτὸν, καὶ τὰ πρὸς σωτερό ἐντειλαμένῳ Θεῷ καὶ Πατρί. Ὁ δὲ ἀνήκους, ἐν ἀπωλείᾳ. Ο δὲ μὴ πειθόμεν Θεῷ. εἰς τὸ ποιεῖν τὰς ἁγίας αὐτοῦ ἐντολὰς, καν τα ψιλῆς πίστεως υἱὸς κληθῆναι ἠξιώθη αὐτοῦ, εἰς τὰ ἀπ' αὐτοῦ ἀσώτως χωρεῖ μακρυσμέν. β'. Από καρπῶν δικαιοσύνης φάγεται τις ἀγαθός. Καὶ ἀπὸ μὲν τῶν καρποφορουμένων ἀροπον διὰ τῆς τῶν θείων ἐντολῶν ἐργασίας, τραφήσετα κατὰ ψυχήν, ὁ τὴν ἐν πνεύματι κατὰ χάριν ε σίαν αὐτοῦ ἐν πάσῃ εὐπειθείᾳ τηρῶν ἄψογον. Ψυχαὶ δὲ παρανόμων ὁλοῦνται άωροι. Απ ψυχαὶ τῶν τὰς θείας ἐντολὰς παραβαινόντων ὑποπ σονται εκουσίως τὸν ἀπὸ Θεοῦ μακρυσμόν, πρὸ καιροῦ τῆς κρίσεως καὶ τῆς ἀνταποδόσεως. γ'. "Ος φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεί τις ἑαυτοῦ ψυχήν. Καὶ ὅστις μὲν κρατεῖ τῆς ἐπιτ γλώττης, ὥστε ἀπερισκέπτως μὴ φθέγγεσθαι πρὸς Θεὸν ἢ πρὸς ἀνθρώπους προσκρούοντα, φυλές τει τὴν ψυχὴν ἑαυτοῦ ἀνεπιβούλευτον ἀπὸ δαιμόνι ἢ ἀνθρώπων, τῶν ζητούντων ἀφορμὴν ταύτην ἐδ δεῖν. Ὁ δὲ προπετής χείλεσι, πτοήσει αὐτόν. 0 ἀπερισκέπτως φθεγγόμενος, εἰς φόβον ἑαυτὸν ἐμει λεῖ· ὡς ελεγξάμενός τι ἐπιφέρον αὐτῷ ψυχικὴ σωματικὴν κίνδυνον. ὅ. Εν ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργός. Και όμ μὲν κέκτηται παραλόγους, ἅπας διὰ ῥαθυμίαν ἀργ ὡς μὴ ἀπασχολῶν ἑαυτὸν ἐν ταῖς ἐργασίαις τοῦ ἔγι θου. Χεῖρες δὲ ἀνδρῶν ἐν ἐπιμελείᾳ. Αἱ δὲ προτ καὶ δυνάμεις, τῶν γενναίως ἀνθισταμένων μὲν τ ἑκουσίοις πάθεσιν, ὑπομενόντων δὲ τὰ ἀκούσια. Σε πάσῃ σπουδῇ ἐργάζονται τὸ ἀγαθὸν, ὥστε παντελεή ἐκφυγεῖν τὸ κακόν. ε'. Λόγον ἄδικον μισεῖ δίκαιος. Καὶ παραίνε μὲν παράνομον ἀποστρέφεται ὁ τηρῶν τὸν νόμον α τοῦ Θεοῦ ἐντολῶν, ὡς μηδ' ἄκροις ὠσὶ θέλων αὐτ παραδέξασθαι. Ασεβὴς δὲ αἰσχύνεται, καὶ οὐχ ἔξει επέλε σίαν. Ὁ δ᾽ ἐν τῷ προτείνεσθαι τὴν εἰρημέν παραίνεσιν, Θεὸν μὴ τιμῶν, αἰσχύνεται τὸν μὴ τῶ την παραδεχόμενον, καὶ οὐκ ἔτι δύναται ἐνώπιον τοῦ παρρησιασθῆναι, καὶ τὰ ὅμοια φθέγξασθαι τ γὰρ 5'. Δικαιοσύνη φυλάσσει ακάκους. Η μὲν πο σις τῶν τοῦ Θεοῦ ἐντολῶν τηρεῖ ἐν τῷ ἀγαθῷ κ ἀπηλλαγμένους πάσης κακίας.
col. 1349–1350page 65 of 162
PG 87:1349Τοὺς δὲ ἀσεβεῖς, φαύλους ποιεῖ ἁμαρτία. Τοὺς δὲ μὴ δι' ἐργασίας τῶν θείων ἐντολῶν τιμῶντας τὴν ἐντειλάμενον ταύτας Θεὸν, κακοὺς ἀπεργάζεται ἡ κατά προαίρεσιν ἀποτυχία τοῦ ἀγαθοῦ. ζ'. Εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς, μηδὲν ἔχον τες. Καὶ ὑπάρχουσι μὲν οἵτινες περιποιοῦνται ἑαυτοῖς τὸν κατ' ἀρετὴν πνευματικὸν πλοῦτον· εἴτ' ἐν ὑποκρίσει, ὡς κατὰ διάθεσιν ἑστερημένοι αὐτοῦ εἴτ' ἐνδιαθέτως, ὡς τοῦ σωματικοῦ ἀποροῦντες, καὶ τὰ ἐντεῦθεν προσπίπτοντα θλιβερὰ εὐχαρίστως ὑπου μένοντες. Καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. Αὖθις δὲ ὑπάρχουσιν, οἵτινες κατάγουσιν ἑαυτοὺς, εἴτε πράγματι, ἐκ τῆς θείας τιμῆς τοῦ κατ' εἰκόνα ἐν τῷ ἀπολέσαι τὸ καθ᾽ ὁμοίωσιν, διὰ τῆς παραχρήσεως τοῦ περιττοῦ καὶ ὑπὲρ τὴν χρείαν σωματικού πλούτου, καὶ τοῖς ἀλόγοις συμφορήναι πάθεσιν· εἴτε φρονήματι, ἐν τῷ πληρώματι τοῦ κατὰ γνῶσιν καὶ ἀρετὴν πνευματικοῦ πλούτου, ἑαυ τοὺς ἀναξίους Θεοῦ λογιζόμενοι. η'. Λύτρον ψυχῆς ἀνδρὸς, ὁ ἴδιος πλοῦτος. Καὶ ἐλευθερία μέν ἐστι τῆς ψυχῆς τοῦ γενναίως κατὰ τῶν παθῶν ἀνδριζομένου, εἴθ᾽ ὁ γνησιώτατος τῇ αὐτοῦ ψυχῇ κατὰ γνῶσιν καὶ ἀρετὴν πνευματικὸς πλοῦτος, ὡς πάσης ἀγνοίας καὶ κακίας ἀπαλλάτ των αὐτήν· εἴθ᾽ ὁ ἐξ ἰδίων πόνων συναχθεὶς αὐτῷ σωματικὸς εἰς πένητας σκορπιζόμενος, πρὸς λύτρον τῶν ἁμαρτημάτων αὐτοῦ. Πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. Ο ἐστερημένος δὲ πλούτου, είτε σωματικοῦ, εἴτε πνευματικοῦ, οὐ φοβεῖται ἀπειλὴν τῆς μελλούσης κολάσεως, ὅτι ταύτης δι' ἀφροσύνην καταφρονεί. θ'. Φῶς δικαίοις διὰ παντός. Καὶ τὸ μὲν τῆς θεο γνωσίας φῶς, ἐκ τοῦ τῆς δικαιοσύνης Ηλίου, τοῖς κατὰ τὸν θεῖον νόμον τῶν ἐντολῶν πολιτευομένοις, ὡς ἀΐδιον ἐπιλάμπει ἀδύτως· κατὰ μὲν τὸ παρὸν, ἀμυδρότερον· κατὰ δὲ τὸ μέλλον, τρανότερόν τε καὶ καθαρώτερον. Φῶς δὲ ἀσεβῶν σβέννυται. Τὸ δὲ τῆς περὶ τὰ φθαρτά κατ' αἴσθησιν γνώσεως ἀπατηλόν φῶς τῶν μὴ δι' ἔργων δικαιοσύνης τιμώντων Θεὸν, ταχὺ ὡς πρόσκαιρον ἀφανίζεται. Ψυχαὶ δόλιοι πλανῶνται ἐν ἁμαρτίαις. Καὶ ψυχαὶ μὲν, αἱ βέθρον τοῖς πλησίον ορύσσουσαι, ἀπα τῶνται, ἑαυταῖς προξενοῦσαι ἀπώλειαν, ἐν οἷς τὴν τῶν ἑτέρων βλάβην ἐπιτεχνάζονται. Δίκαιοι δὲ οἰκτείρουσι καὶ ἐλεοῦσιν. Οἱ δι' ἀγά πης δὲ τὸν θεῖον νόμον πληροῦντες, οἶκτον λαμβάνουσι τῶν δυσπαθούντων, καὶ θεραπεύουσιν αὐτοὺς κατὰ δύναμιν· τὴν ἑαυτῶν ἐντεῦθεν πραγματευόμενοι σωτηρίαν. ι. Κακὸς μεθ' ύβρεως πράσσει κακά. Ο πάσης κακίας με μεστωμένος, ἀναισχύντως πράττει τὰ που νηρά. Οἱ δὲ αὐτῶν ἐπιγνώμονες, σοφοί. Οἱ δ' ἐν οἷς ταῦτα πράττουσιν, ἐπιγινώσκοντες τὴν οἰκείαν ἀσθένειαν, καὶ ταπεινοφρονοῦντες, κατ' αὐτὸ τοῦτο, μέτοχοι τινος. σοφίας εἰσίν. ια΄. Υπαρξις ἐπισπουδαζωμένη μετὰ ἀνομίας,
col. 1351–1352page 66 of 162
PG 87:1351Ελάσσων γίνεται. Πλοῦτος, ἀδίκως μετὰ σπουδῆς συναγόμενος, ἐλαττοῦται· ὅτι ὁ οὕτω τοῦτον συν άγων, καθ' ἑαυτοῦ οὓς ἀδικεῖ ἐγείρει· δι' ὧν πολυειδῶς ὁ ὑπ' αὐτοῦ συνηγμένος πλοῦτος καταναλίσκεται· τοῦ ἀδίκου εἰς ἅπαν τὴν θείαν δίκην ἐκφυγείν μὴ δεδυνημένου. Ὁ δὲ συνάγων ἑαυτῷ μετ' εὐσεβείας, πληθυνθήσεται. Ο δ' ἐξ οἰκείων πονημάτων, ἁρπαγής δίχα, περιποιούμενος ἑαυτῷ χρήματα εἰς τὸ τοῖς δεομένεις ἐπαρκεῖν, πολὺς ἐντεῦθεν γενήσεται· ἑκατονταπλασίονα τε ὧν εἰς τοὺς αἰτοῦντας καταβάλλει λαμβάνων, καὶ ζωὴν αἰώνιον. ιβ. Κρείσσων ἐναρχόμενος βοηθεῖν καρδία, τοῦ ἐπαγγελλομένου, καὶ εἰς ἐλπίδα ἄγον τις Ὁ ἀπαρχόμενος ολοψύχως χειραγωγεῖν τὸν χρι ζοντα τῆς παρ' αὐτοῦ βοηθείας, κρείττων ἐστὶ τοῦ ὑπισχνουμένου βοηθεῖν, καὶ μόνῃ ἐλπίδι παραμυθουμένου τὸν κάμνοντα· ὁ γὰρ ὑπερτιθέμενος τὸν καιρὸν, οὐκ οἶδε τί τέξεται ἡ ἐπιοῦσα· ὁ δὲ κατά νόμους θείους πολιτευόμενος, ἐλεεῖ καὶ δανείζει· ἐν οἷς ἀνθρώπους ἐλεεῖ, Θεῷ δανείζων. Δίκαιος οἰκτείρει, καὶ κιχρᾷ· δένδρον γὰρ ζωῆς, ἐπιθυμία ἀγαθή. Τῷ καταβάλλοντι μετὰ τόκου τὸ δάνειον, ἐν τῷ ἀποδιδόναι τὸν μισθὸν τοῦ εἰς τοὺς δεομένους ἐλέους ἑκατονταπλασίονα· οἷα γάρ τι δεν ὅρον, ἡ κατὰ δικαίαν ψῆφον τῶν αἰωνίων ἀγαθῶν πρὸ τῶν προσκαίρων Εφεσις, καρποφορεί ζωὴν τὴν ἐν πνεύματι· οὗ ἡ ἀγάπη καὶ ἡ χρηστότης, καρ πό;. ιγ'. "Ος καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπ' αὐτοῦ. ὓς ἀμελῶς διάκειται περὶ μίαν τῶν πρὸς τὸ πράττεσθαι παρ' ἡμῶν, δοθεισῶν ἡμῖν παρὰ Θεοῦ ἐντολῶν, τῆς ἐκ ταύτης στερηθήσεται ὠφελείας, ὑστερῶν ἐντεῦθεν τῆς τοῦ καλοῦ αρτιότητας. Ὁ δὲ φοβούμενος ἐντολὴν, οὗτος υγιαίνει. Ο δὲ μηδεμιᾶς καταφρονῶν τοῦ Θεοῦ ἐντολῶν, ἀλλὰ τούτων ἑκάστην μετά πάσης σπουδῆς μετερχόμενος, ἀνελλιπής ὑπάρχει ἐν τῷ καλῷ. Υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν. Υἱῷ δολίῳ τῷ παρθενίαν, ἀκτημοσύνην, καὶ τὰ λοιπὰ τοῦ τελεί. βίου, δι' ὧν Υἱὸς τοῦ Θεοῦ ἀναδείκνυται, μεθ᾽ ὑπ κρίσεως δι' ἀνθρωπαρέσκειαν ἐπιτηδευομένῳ, οὐδὲν ὑπάρξει καλόν, οὐδὲ σωματικών· καὶ τὴν σωματικὴν Ο γὰρ οὗτος ὑπομένει σκληραγωγίαν, καὶ πάσης τῆς ψυχικῆς ὠφελείας ἐστέρηται. Οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις, καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ. Τῷ δὲ τὰς ἐπει λημένας κολάσεις ὡς δεσποτικὰς πληγές φοβουμέν νῳ, κἀντεῦθεν τάξιν ἐπέχοντι δούλου, ἀπαρχομένῳ σοφίας ἐν τῷ φοβεῖσθαι τὸν Κύριον, ἀπρόσκοποι εἱ πρὸς κάθαρσιν τοῦ ῥύπου τῶν αὐτοῦ πταισμάτων σωματικαί σκληραγωγίαι γίνονται· καὶ οὔτε προς τὰ ἀπὸ ἀριστερᾶς, οὔτε πρὸς τὰ ἀπὸ δεξιᾶς πάθη, ή τούτου κατ' ἀρετὴν ἐκκλίνει πορεία. ιδ. Νόμος σοφοῦ, πηγὴ ζωῆς. Ὁ ἀπευθύνων τὰς τοῦ νοήμονος πράξεις πνευματικός νόμος, του καθ' ἁμαρτίαν τοῦτον θανάτου γυόμενος, την και ἀρετὴν πνευματικήν ζωήν πηγάζει αὐτῷ.
col. 1353–1354page 67 of 162
PG 87:1353Ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται. 'Ο δὲ ἀνόη τος συσχεθεὶς ὡς ὑπὸ παγίδος τινός, τῆς περὶ τὰ ὑλικὰ κατ' αἴσθησιν πλάνης, τῷ καθ᾿ ἁμαρτίαν ὀλεί ται θανάτῳ. ις'. Σύνεσις ἀγαθὴ δίδωσι χάριν. Ἡ τῶν δι δασκόντων τελειοτέρα περὶ τὰ θεῖα ἐπιστήμη τοῖς διδασκομένοις θείας γνώσεως μεταδίδωσι. Τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς. Τὸ δ' αύτους τους μαθητευομένους καταλαβεῖν τῶν διδασκομένων αὐτοῖς θείων ἐντολῶν τὰς αἰτίας, δια νοίας ἐστὶν εὐθυδρομούσης πρὸς τὴν ἀλήθειαν. Οδοὶ δὲ καταφρονούντων, ἐν ἀπωλεία. Αἱ πρά ξεις δὲ τῶν περὶ τὰς θείας ἐντολὰς ἀμελῶς διατιθεμένων, περὶ τὸ μηδὲν καταγίνονται· ἐν γὰρ τοῖς οὖσι τὸ κακὸν οὐκ ἔστιν. ις'. Πᾶς πανούργος πράσσει μετά γνώσεως. Απας ὁ τὴν ἐνεργητικὴν πασῶν τῶν ἀρετῶν κεκτης μένος φρόνησιν, πράττει τὰς ἀρετὰς μετὰ λόγου, διακρίνων ἀπὸ τοῦ ἀγαθοῦ τὸ κακὸν, καὶ οὕτω τοῦτο ποιῶν. 'Ο δὲ ἄφρων ἐξεπέτασε τὴν ἑαυτοῦ κακίαν. Ο δὲ ἀνόητος τὸ κατὰ διάθεσιν ἐνδομυχοῦν ἐν αὐτῷ κακὸν ἐξήπλωσε, διὰ πράξεως εἰς τὸ φανερὸν ἀγα γών. ιζ. Βασιλεὺς θρασὺς ἐμπίπτει εἰς κακά. Ο τοῦ ὅλου ἀνθρώπου ἡγεμονεύων νοῦς, εἰ μὴ τὴν σωματικὴν ἐπιγινώσκων ἀσθένειαν, συγκαταβαίνει αὐτῇ, διεξερχόμενος τὴν κατ' ἀρετὴν μεσότητα, ὡς παράβολος περιπίπτει τοῖς καθ᾽ ὑπερβολὴν τῆς ἀρε τῆς πάθεσιν. Αγγελος δὲ σοφὸς ῥύεται αὐτόν. Απαλλάττει δὲ αὐτὸν τοῦ τοιούτου κινδύνου, ὁ τῆς μεγάλης βου λῆς τοῦ Πατρὸς "Αγγελος· ὁ σοφὸς ἰατρὸς τῶν ἡμε τέρων ψυχῶν Θεός Λόγος, συγχωρῶν αὐτὸν ποικίλοις περιπεσεῖν πάθεσιν· ἵνα μάθῃ ταπεινοφρονεῖν, καὶ μὴ τῇ διακένῳ δόξῃ ἐμματαιάζειν. τη. Πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία. Ἡ τῶν ἀκουσίων πόνων επαγωγή, την σύντροφον τῇ καθ᾽ ἡδονὴν στενώσει στέρησιν τοῦ πνευ ματικού πλούτου, καὶ τὰ ἀτιμοποιὰ πάθη πε ριαιρεῖ· τὸ συνειδος διεγείρουσα εἰς ἔλεγχον τοῦ κακοῦ. ῾Ο δὲ φυλάσσων ἐλέγχους, δοξασθήσεται. Η Ο δὲ τοὺς τῶν πόνων ελέγχους, μή δι' ολιγωρίαν ἀπόλλων, ἀλλὰ συντηρῶν τούτους παρ' ἑαυτῷ δι' εὐχαρίστου ὑπομονῆς, τῆς παρὰ Θεῷ τεύξεται δό ξης. ιθ'. Επιθυμίαι εὐσεβῶν ἡδύνουσι ψυχήν. Αἱ περὶ τὸ ἀγαθὸν ἐφέσεις τῶν ἀγαθοεργίαις τι μώντων Θεὸν, τῇ τούτου ἐπιτυχίᾳ εὐφραίνουσι ψυ χήν. Εργα δὲ ἀσεβῶν, μακρὰν ἀπὸ γνώσεως. Αἱ δὲ πράξεις τῶν μὴ οὕτω τιμώντων αὐτὸν, πόῤῥω τῆς τοῦ ἀγαθοῦ εἰσι γνώσεως, ὡς ἄλογοι καὶ ἀπάτης μεσταί· κἀντεῦθεν πάντως διὰ τὴν τοῦ κακοῦ πεῖραν, θλίβουσιν ἐκ μεταμελείας ψυ χήν.
col. 1355–1356page 68 of 162
PG 87:1355κ. Ὁ συμπορευόμενος σοφοῖς, σοφὶς ἔσται ὁ δὲ συμπορευόμενος ἄφροσι, γνωσθήσεται. Ο τοὺς εἰς τελειότητα φθάσαντας διδασκάλους μιμούμενος, τέλειος καὶ αὐτὸς ἔσται, ἀφομοιώσει τῇ πρὸς αὐτούς· ὁ δὲ τοῖς ἀσυνέτοις συναπατώμενος, καν λανθάνειν ἐπιχειρῇ, τὰ ἔργα τοῦ σκότους ποιῶν, ἀλλ' οὐκ εἰς ἅπαν λαθεῖν δυνηθῇ· δημοσιευθήσον ται γὰρ αἱ τούτου πράξεις ἐπὶ τοῦ φοβεροῦ βήμα τος. κα'. Αμαρτάνοντας καταδιώξεται κακά. Τοῖς τὰς θείας ἐντολὰς παραβαίνουσιν αἱ αἰώνιοι ἐπακο λουθήσουσι κολάσεις. Τοὺς δὲ δικαίους καταλήψεται ἀγαθά. Τοὺς δὲ τηροῦντας αὐτὰς, τὰ αἰώνια ἀγαθὰ καταλάβῃ, ὅταν πάντως ὁ δίκαιος κριτής κατ' ἀξίαν ὑπονέμῃ ἑκά στῳ. κβ'. Ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν. Ὁ φύσει ἀγαθὸς, ὡς Θεός, μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς φύσει, γενόμενος άνθρωπος, κτήσεται τέκνα τε πνευματικὰ τῆς θειοτάτης αὐτ τοῦ διδασκαλίας, τοὺς ἁγίους αὐτοῦ μαθητὰς καὶ ἀποστόλους, καὶ τούτων τέκνα, οὓς πάντως οὗτοι διὰ τοῦ Εὐαγγελίου ἐγέννησαν· διαδιδομένου τοῦ ἀγα θοῦ ἐξ αὐτοῦ, κατὰ διαδοχὰς εἰς πάντας τοὺς πιο στεύοντάς τε εἰς αὐτὸν, καὶ τηροῦντας τὰς ἁγίας απ τοῦ ἐντολάς. Θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν. Οὓς δ' ὥς τινα πλοῦτον ἐκτήσαντο οἱ Θεὸν μὴ τιμῶντες πονηρότατοι δαίμονες, οἰκειωσάμενοί τε δι' ἀπά της, και χρώμενοι τούτοις πρὸς πᾶν τὸ αὐτοῖς βου λητὸν, οἱ τοιοῦτοι τοῖς ἁγίοις Πατράσι καὶ διδασκάλοις ἀποταμιεύονται· ὥστε τῆς τῶν δαιμόνων δου λείας ἀφαρπασθῆναι δι' αὐτῶν· πλουτησάντων αὐτ τοὺς μαθητάς, καὶ προσαγαγόντων θεῷ. κγ'. Δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά. Οἱ κατὰ τοὺς θείους νόμους πολιτευόμενοι, τὸν κατ' ἀρετὴν καὶ γνῶσιν ἄφθαρτον κτησάμενος πλοῦτον, εἰς ἀπεράντους αἰῶνας παρ' αὐτῷ διαμείνωσιν. Αδικοι δὲ ἀπολοῦνται συντόμως. Οἱ δὲ τού τους ἀθετοῦντες, ὡς περὶ τὰ φθαρτὰ μόνα τὴν πα σαν σπουδήν ποιούμενοι, ταχέως τῷ θανάτῳ, τοῦ τε ἐπιχήρου στερηθήσονται πλούτου, καὶ αὐτοὶ παρα πεμφθήσονται εἰς ἀπώλειαν. κδ'. "Ος φείδεται τῆς ἑαυτοῦ βακτηρίας, μισεῖ τὸν ἑαυτοῦ υἱόν. Ος μὴ ἐπιστύφει τὸν ἑαυτοῦ υἱὸν διὰ λόγου, δίκην βακτηρίας στηρίζων τοῦτον εἰς τὸ ἀγαθὸν, κακῶς διάκειται πρὸς αὐτὸν, ὡς τοῦ συμ φέροντος τούτῳ καταραθυμῶν. ῾Ο δὲ ἀγαπῶν, ἐπιμελῶς παιδεύει. Ο δὲ πρὸς τοῦτον καλῶς διακείμενος, με μεριμνημένως προσ κόπτει τε αὐτὸν ἀποτρέπων των μὴ δεόντων, καὶ νουθετεί προτρεπόμενος πρὸς τὰ δέοντα. κα'. Δίκαιος ἐσθίων εμπλήσει ψυχὴν αὐτοῦ. Ο κατὰ νόμους θείους πολιτευόμενος, τροφὴν ἔχων τὸν οὐράνιον ἄρτον, χορτασθήσεται ἐν τῷ ὀφθῆναι αὐτῷ τὴν δόξαν τοῦ Θεοῦ.
col. 1357–1358page 69 of 162
Caput XIV
PG 87:1357Ψυχαὶ δὲ ἀσεβῶν, ἐνδεείς. Αἱ ψυχαὶ δὲ τῶν μὴ δι' ἀγαθοεργίας τιμώντων τὸν Θεὸν, τοῦ ἀγαθοῦ ἑστερημέναι ὑπάρχουσι· καὶ ὑπὸ τῆς τούτου ἐνδείας, ὡς ὑπό τινος δεινοῦ λοιμοῦ τρύχονται. ΚΕΦΑΛ. ΙΔ'. α'. Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους. Αἱ διὰ τὸ τηρεῖν τὸν καθ' όν λόγον γεγόνασι, σοφίας μὴ ἀμοιροῦσαι ψυχαί, εὐτρέπισαν ἑαυταῖς, κατὰ πρα ξιν, τὰς δίκην οίκων ἀπὸ τοῦ χειμῶνος καὶ τοῦ καύ σωνος τῶν παθῶν φυλακτικὰς ἀρετάς. 'Η δὲ ἄφρων γενομένη, κατέσκαψε χερσὶν αὐτ τῆς. Ἡ δὲ πρὸς ἀλογίαν τραφεῖσα ψυχή, τὰς τοιαύτας διέφθειρεν ἀρετάς· χρησαμένη πρὸς κακίαν ταῖς πρὸς ἐργασίαν τοῦ ἀγαθοῦ οἰκείαις δυνάμεσιν ὅθεν πάντως· πάθεσι χειμάζεσθαι παρεσκεύασεν ἑαυτήν. β'. Ο πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κυ ριον. Ο μὴ ἐκτρεπόμενος ἀπὸ τῆς κατ᾿ ἀρετὴν εὐθείας ὁδοῦ, τὸν ἑαυτοῦ Δεσπότην φοβεῖται Θεόν τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. 'Ο δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ, ἀτιμασθής σεται. Ο δ' εἰς τὰ κατ' ἔλλειψιν τῆς ἀρετῆς καὶ ὑπερβολὴν πάθη περιτρεπόμενος, τῆς παρὰ Θεῷ τιμῆς στερηθήσεται· τῆς θείας βασιλείας ἀποτυχὼν, καὶ κατακριθείς εἰς γέενναν. γ. Εκ στόματος ἀφρόνων βακτηρία ὕβρεως. Ο τῶν ἀφρόνων λόγος, οὐχ οἷα ράβδος τὴν τῶν παθῶν ὕβριν μαστίζει, ἀλλ' ὡς τις βακτηρία στηρίζει μᾶλ λον αὐτήν· ὡς τοὺς ἀκούοντας μὴ διορθούμενος, ἀλλ᾽ ἑδράζων ἐν τοῖς κακοῖς. Χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. Τῶν δὲ το φῶν οἱ λόγοι οὐ μόνον διορθοῦνται τοὺς τούτων ἀκροωμένους, ἀλλὰ καὶ αὐτοὺς τηροῦσιν ὥστε μὴ περιπεσεῖν οἷς αὐτοὶ ἀποτρέπονται· ἐν οἷς γὰρ οἱ συνετοὶ διορθοῦν ἑτέρους ἐπιχειροῦσιν, κατασφαλίζονται ἑαυτοὺς, μὴ τὰ ὅμοια ἐκείνοις παθεῖν. ι. Οὗ μή εἰσι βόες, φάτναι καθαραί. Ενθα οὐχ ὑπάρχουσιν ἄλογοι ἐπιθυμίαι τῶν ὁρατῶν, ἐκεῖ εἰσιν ἀπηλλαγμέναι παθῶν φαντασίαι· ἐν οἷς ἀποτίθεται ἡ τῶν ὁρατῶν ἐπιφάνεια, ὡς τοῦ ἀλόγου τῆς ψυχῆς μέρους τροφή. Οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὺς ἰσχύς. Οπου δὲ οἱ διάφοροι λόγοι τῶν ὁρατῶν, κατὰ τὴν ἐν πνεύματι φυσικὴν θεωρίαν, γνωστικῶς γεωργοῦνται, ἐκεῖ δήλη ἐστὶ τῆς ἐπιθυμίας ἡ κατὰ λόγον δύ ναμις· καθ᾽ ἂν ἡδυνήθη τὸν κατ' αἴσθησιν σκεδασμὸν διαβῆναι, καὶ φθάσαι πρὸς τὴν κατὰ νοῦν τῆς ἐν τοῖς ὅλοις ἀληθείας ἑνότητα. ε'. Μάρτυς πιστὸς οὐ ψεύσεται. Ὁ Θεὸς Λόγος, ἡ αὐτοαλήθεια, τὴν περὶ τὰ φαινόμενα σχέσιν ἡμῶν ἀπάτης μεστήν, τῇ τούτων φθορᾷ διελέγχων, ἀψευ δής ἐστιν. Εκκαίει δὲ ψευδῆ, μάρτυς ἄδικος. Υπανάπτει
col. 1359–1360page 70 of 162
PG 87:1359δ' ἐν ἡμῖν τὴν περὶ ταῦτα ψευδῆ τοῦ καλοῦ ὑπόληψιν, ὁ διὰ ταύτης ἀπατᾷν ἡμᾶς παρὰ πάντα λόγον ἀεὶ μηχανώμενος. ς'. Ζητήσεις σοφίαν παρὰ κακοῖς, καὶ οὐχ εύ ρήσεις. Ψηλαφήσεις λόγον, καθ᾽ ὅν οἱ ἐργαζόμενοι τὸ κακὸν ποιοῦσιν αὐτὸ, καὶ οὐχ εὑρήσεις· ἐπειδὴ μηδ' ὑπάρχει· ὰ γὰρ οὗτοι ποιοῦσιν, ἀλόγως ποιοῦσιν. Αἴσθησις δὲ παρὰ φρονίμοις, ευχερής. Τοις δ' ἐχέφροσιν ἡ τοῦ καλοῦ καὶ τοῦ κακοῦ διάκρισις ῥᾳ δία ἐστὶν, ἐξ αὐτῆς τῆς φύσεως τὰς ἀφορμὰς ἔχουσι, καὶ εἰδόσι κακὸν μὲν τὸ ποιεῖν εἰς ἑτέρους 8 μὴ πά σχειν αὐτοὶ παρ' αὐτῶν βούλονται· καλὸν δὲ τὸ ποιεῖν εἰς ἐκείνους δ καὶ αὐτοὶ πάσχειν παρὰ τούτων εθέ λουσιν. α ζ. Πάντα ἐναντία ἀνδρὶ ἄφρονι. Απαντα τά τε ἡδέα καὶ τὰ ἀλγεινὰ εἰς βλάβην ἀποβαίνει τῷ ἀνοή τῳ, κακῶς ἐν τούτοις ἑαυτὸν διεξάγοντι· ὡς μήτε τοῖς ἡδέσι σωφρόνως χρωμένῳ, διὰ τὸ μὴ ὅτ' εὐπλοεῖ ζάλης μεμνῆσθαι, μήθ' ὑποφέροντι τὰ ἀλγεινά, διὰ τὸ μὴ ἐλπίζειν λύσιν τούτων, καὶ ἀντιμισθίαν τῆς τῶν ἐπ' αὐτοῖς πόνων ὑπομονῆς. Οπλα δὲ αἰσθήσεως χείλη σοφά. Πρὸς δὲ τὸ καταβαλεῖν τὴν τούτου ἄνοιαν, γνώσεως όπλα, λόγοι τὸ ἀληθὲς τρανῶς ἀπαγγέλλοντες, κατὰ λόγον τὴν οι κείαν βιοτὴν διεξάγοντες. η'. Σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν. Οἱ πάντα εὐφυῶς τὰ προσπίπτοντα μετερχόμενοι, καὶ τούτοις πρὸς ὠφέλειαν χρώμενοι, οίδασι πῶς περιπατοῦσι· κἀντεῖθεν τῆς κακίας τους κρη μνοὺς καὶ τὰ βάραθρα διαφεύγοντες, αμεταστρεπτοι πρὸς τὸ ἔσχατον ἐπείγονται ὀρεκτόν. Ανοια δὲ ἀφρόνων ἐν πλάνῃ. Οἱ δ' ἀλόγως βιοῦντες, ἀποπλανῶνται τῆς ἀληθείας, καὶ ἀποτυγχάνουσι τοῦ ἀγαθοῦ. θ'. Οἰκίαι παρανόμων ὀφειλήσουσι καθαρισμόν. Τὰ τῶν τὰς θείας ἐντολὰς παραβαινόντων σώματα, ἐν οἷς αἱ τούτων ψυχαί, ἕως θανάτου, ὥς τισιν οἰκή μασι παραμένουσιν, ἐπειδὴ τοῖς κατ' ενέργειαν μου λύνονται πάθεσι, δεηθήσονται τῆς δι' εκουσίων ἢ ἡ ἀκουσίων πόνων καθάρσεως. Οικίαι δὲ δικαίων δεκταί. Τὰ δὲ τῶν ἀμέμπτως πολιτευομένων σώματα, κατὰ πράξιν θεῷ προσαγόμενα, θυσία εὐπρόσδεκτος τούτῳ ὑπάρχουσιν. ι'. Καρδία ἀνδρὸς αἰσθητική, λυπηρὰ ψυχῇ αὐτ τοῦ. ᾿Ανθρώπου καρδία, ἐπὶ μὲν τοῖς κατ' αἴσθησιν ἡδέσι διάχυσιν τοῦ περὶ αὐτὴν πνεύματος ποιουμένη, καὶ τὴν ἄλογον ἐπιθυμίαν ὑφιστῶσα, ἐπὶ δὲ τοῖς κατ' αἴσθησιν ἀλγεινοῖς, ζέσιν τοῦ περὶ αὐτὴν αἵματος αὖθις ποιουμένη, καὶ τὸν ὅμοιον θυμὸν ὑφιστῶσα, λυπεῖν εἴωθε τοῦ τοιούτου ἀνδρὸς τὴν ψυχὴν, τῷ τοῦ συνειδότος ἐλέγχῳ, ἐφ᾽ οἷς ἐντεῦθεν παντοίοις ἀλί σκεται πάθεσιν,
col. 1361–1362page 71 of 162
PG 87:1361"Οταν δ' εὐφραίνηται, οὐκ ἐπιμίγνυται ὕβρεσιν. Ὅτε δὲ ἡ ψυχή πνευματικὴν κέκτηται εὐφροσύνην, ἀπηλλαγμένη τῆς τῶν παθῶν ἀτιμίας ἐστίν. ια'. Οἰκίαι ἀσεβῶν ἀφανισθήσονται. Τα σώματα τῶν μὴ δι' ἀγαθοεργίας τιμώντων Θεὸν, καὶ ὁ κό σμος οὗτος ἐν ᾧ δι' αὐτῶν τὸ πολίτευμα ἔχουσι περὶ ἃ οὐχ ὡς παροδικά, ἀλλ' ὡς αιώνια κατοικητήρια οὗτοι διάκεινται, τῇ φθορᾷ παραδοθήσονται· σὺν τούτοις δ' οἱ τοιοῦτοι πάντως καὶ τὰς αἰωνίους μονὰς ἀπολέσουσιν. Σκηναὶ δὲ κατορθούντων στήσονται. Στήσονται δὲ τὸ σαρκίον τε καὶ ὁ κόσμος τοῖς ὡς τινας παροδικὰς σκηνὰς ταῦτα λογιζομένοις, εἰδόσιν ὅτι τὰ φαινόμενα πάντα στάσιν τὴν ἐν γενέσει καὶ φθορᾷ ἔχουσι κί νησιν, καὶ μήτ' ἐπὶ τῇ γενέσει τούτων εὐφραινομένοις (μήτ' ἐπὶ τῇ φθορᾷ λυπουμένων)· κἀντεῦθεν στάσιμα τὰ ἄστατα ἐν ἑαυτοῖς ἀποδεικνύουσιν. ιβ'. Ἔστιν ὁδὸς, ἢ δοκεῖ ὀρθὴ εἶναι παρ' ἀνθρώποις. Ο σαρκικὸς καὶ ἀνειμένος βίος, διὰ τὸ ἡδυ παθὲς αὐτοῦ, καλὸς παρ' ἀνθρώποις νομίζεται, ἄχρις ἂν τούτοις χωρῇ κατὰ ῥοῦν. Τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου. Τὸ δὲ τέλος αὐτοῦ καταντᾷ εἰς ἀπώλειαν, ἐπειδὴ ἀπάγει τούτου τοῦ ὄντως καλοῦ. ιγ'. Εν εὐφροσύναις οὐ προσμίγνυται λύπη. Οἱ τοῖς προσκαίροις προσκείμενοι, ἕως ἂν ἐπευφραίνονται τούτοις, οὐκ αἰσθάνονται λύπης, δι' ἡδονῆς ἐπικράτειαν. Τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται. Ἡ δὲ τοιαύτη χαρὰ τέλει περιγεγραμμένη ὑπάρχουσα, εἰς θρήνον καταντῷ διὰ τὴν ἐντεῦθεν ἀπάτην· χαρᾶς γὰρ ἐπικήρου τέλος, λύπη. ιδ. Τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος. Τῶν εἰς ἀπώλειαν φερόντων ἀλογίστων ἐπιχειρημάτων αὐτοῦ πληρωθήσεται ὁ δι᾿ ὄρεξιν ἀντιλυπήσεως τῷ περὶ καρδίαν ὑπερζέων αίματι, κάντεῦθεν ὢν θρασυκάρδιος. Ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ, ἀνὴρ ἀγαθός. Ἀπὸ δὲ τῶν κατὰ λόγον περισκέψεων αὐτοῦ ἐμφορηθήσεται, ἀγαθοεργιῶν πάντως, ὁ γενναίως ἱστάμενος κατὰ τῶν παθῶν. ιε'. "Ακακος πιστεύει παντὶ λόγῳ. Ὁ τὰ ὁρῶντα εἰς βλάβην αὐτοῦ, ὡς ἀνόητος, μὴ εἰδὼς διακρίνειν, πᾶσιν ἁπλῶς πείθεται οἷστισιν ἐπιτρέπει αὐτὸν, ᾗ ἂν ὑπ' αὐτῶν εἰς κίνδυνον συνελαύνηται. Πανούργος δὲ ἔρχεται εἰς μετάνοιαν. Ο δὲ φρό νιμος, κἄν τι τοιοῦτον ἐκ συναρπαγῆς παραδέξηται, ἀποπέμπεται αὐτό· ἐπιστάμενος κρίνειν τὰ εἶτ᾽ εἰς βλάβην αὐτοῦ ὄντα, εἴτ' εἰς ὠφέλειαν. ις'. Σοφές φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ. Ὁ τὴν οἰκείαν ἐπιγινώσκων ἀσθένειαν, πτοηθείς, ἀπὸ ἀνθρώπου διέζευκται παρανόμου, τὴν ἐξ αὐτοῦ φυλαττόμενος βλάβην. 'Ο δὲ ἄφρων ἑαυτῷ πεποιθὼς, μίγνυται ἀνόμῳ.
col. 1363–1364page 72 of 162
PG 87:1363Ο δὲ ἀνόητος, οὐκ ἐπὶ Θεῷ θαῤῥῶν, ἀλλ' ἐφ' ἑαυτῷ, τῷ τοὺς θείους ἀθετοῦντι νόμους, ἐπικινδύνως συν αναστρέφεται. ιζ. Οξύθυμος πράσσει μετὰ ἀβουλίας. Ο τα χέως κινούμενος εἰς θυμὸν, πράττει ἀπερισκέπτως τὰ κολάσεως άξια. Ανὴρ δὲ φρόνιμος, πολλὰ ὑποφέρει. Ο δ' άνε δρεῖος καὶ νουνεχής, λογιζόμενος τὸ πρακτέον, πλεῖ στα τῶν ἀβουλήτων υπομένει γενναίως. τηʹ. Μεριοῦνται άφρονες κακίαν. Ἐπιμερίσονται οἱ ἀνόητοι τὴν κακίαν, ὡς διὰ τὰ τῇ αἰσθήσει τερ πνά, μισοῦντες ἀλλήλους, καὶ ὑπ' ἀλλήλων μισούμεναι, Οἱ δὲ πανούργοι, κρατήσουσιν αἰσθήσεως. Οἱ δὲ φρόνιμοι κατὰ λόγον τὴν αἴσθησιν ὑποτάξουσι· καὶ τὴ συγγενὲς καὶ ὁμόφυλον ἀγαπήσουσιν. ιθ'. Ολισθήσουσι κακοὶ ἔναντι ἀγαθῶν. Προστ κρούουσιν οἱ ὀξέως εἰς κακίαν τρέχοντες, κατέναντι τῶν μὴ νικωμένων ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νικών των ἐν τῷ ἀγαθῷ τὸ κακὸν, τὴν τούτων ἀρετὴν αἰδε σθέντες. Καὶ ἀσεβεῖς θεραπεύουσι θύρας δικαίων. Καὶ οἱ μὴ δι' ἀγαθοεργίας τιμῶντες Θεὸν, πύλαις δουλεύουσι τῶν πολιτευομένων ἀμέμπτως, παρεδρεύοντες ἐν αὐτ ταῖς, καὶ τούτους ἐκλιπαροῦντες, ὡς ἂν αὐτοῖς τὸ Θεῖον ἐξιλεώσωνται. κ'. Φίλοι μισήσουσι φίλους πτωχούς. Οἱ διὰ χρήματα ἀγαπῶντές τινας, ἀποστρέφονται τούτους, εκπεπτωκότας αὐτῶν. Φίλοι δὲ πλουσίων πολλοί. Οἷς δὲ παραμένει δ πλοῦτος, τούτους ἀγαπῶσι διὰ τὸ χρειώδη πολλοί. Η καὶ ἄλλως· οἱ διὰ παθῶν θεραπεύοντες τὰ τῆς ἄνωθεν δόξης καὶ τοῦ πνευματικοῦ πλούτου ἐκπεπτωκότα τῆς πονηρίας πνεύματα, ἀποστρέφονται ταῦτα, συγχωρήσει Θεοῦ ὑπ' αὐτῶν τιμωρούμενοι, πρὸς ἔκτισιν τῶν ἡμαρτημένων αὐτοῖς· ἀγαπῶσι δὲ τοὺς ἁγίους ἀγγέλους, οἷς ἡ δόξα καὶ ὁ πλοῦτος παραμένει τῆς χάριτος οὐ βραχύς· παρ' αὐτῶν βοηθούμενοι, καὶ πρὸς Θεὸν ἐπιστρέφοντες. κα'. ῾Ο ἀτιμάζων πένητα, ἁμαρτάνει. Ο καὶ ἑνὸς καταφρονῶν τῶν συζώντων ἐνδείᾳ, ἀποτυγχάνει τοῦ Ο καλού, παροργίζων Θεόν. Ὁ ἐλεῶν πτωχούς, μακαριστός. Ο δὲ πάντας οἰκτείρων τοὺς τοῦ πλούτου ἀποπεσόντας, εὐαπούδε κτος ὑπάρχει Θεῷ. κβ'. Πλανώμενοι ἄδικοι, τεκταίνουσι κακά. Απατώμενοι τοῖς προσκαίροις οἱ μὴ κατὰ νόμους θείους πολιτευόμενοι, τὰ ἔργα διαπράττονται της ἀνομίας. Ελεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί. Τὸν δὲ πρὸς τοὺς ὁμοφυεῖς ἔλεον καὶ τὴν ἐπιστήμην τῆς ἀληθείας, ἢ τέλος ἐστὶ τῶν γνωστῶν, κατα σκευάζουσι διὰ πασῶν τῶν ὀρεκτικῶν τε καὶ τῶν θεωρητικῶν δυνάμεων, οἱ τὰ πανάγαθα τοῦ Θεοῦ της ροῦντες θελήματα.
col. 1365–1366page 73 of 162
PG 87:1365Οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες και κῶν. Οὐ γινώσκουσι τὸ πρὸς τοὺς δεομένους ἔλεος, καὶ τὴν πρὸς θεὸν πίστιν, οἱ τὰ παράνομα ἐργαζόμενοι· εἰ γὰρ ἐτύγχανον ἐλεήμονες, οὐκ ἂν ἤρπαζον ἀφειδῶς τὰ ἀλλότρια. Ελεημοσύναι δὲ καὶ πίστεις, παρὰ τέκτοσιν ἀγαθῶν. Καὶ εἰ πίστιν πρὸς Θεὸν βεβαίαν ἐκέκτην το, οὐκ ἂν τῶν ἐντολῶν αὐτοῦ κατεφρόνουν· οἱ δ' οἰκτιρμοὶ τῶν πενήτων καὶ αἱ πρὸς Θεὸν πίστεις εἰσὶ παρὰ τοῖς ἐργαζομένοις τὰ ἀγαθά· ἐξ ἔργων δει κνύουσι τὰς κεκρυμμένας πρὸς Θεὸν καὶ ἀνθρώπους ψυχικὰς διαθέσεις αὐτῶν. κγ'. Εν παντί μεριμνῶντι ἔνεστι περισσόν. Τῷ μεμεριμνημένως ζητοῦντι ἐν παντὶ πράγματι τὸ ὄντως καλὸν, ἐν ὑπάρχει, δ πᾶν ἀσυγκρίτως υπέρ κειται, ὁ μόνος πάντων αἴτιος καὶ ὑπὲρ πάντα Θεός. Ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται. Ο δὲ ἡδυπαθὴς, καὶ μὴ πονῶν περὶ τὸ ὄντως καλὸν, ἑστερημένος ἔσται τούτου. κι'. Στέφανος σοφῶν, πλοῦτος αὐτῶν. Τοῖς μετ τὰ λόγου πλουτούσι τὰς ἀρετὰς, ἀμαράντινος αὗται δόξης γίνονται στέφανος. 'Η δὲ διατριβὴ ἀφρόνων, κακή. Ο δ' ἐν τοῖς ματαίοις τῶν ἀνοήτων περισπασμός, κακὸς, ὡς τῆς αἰωνίου κολάσεως πρόξενος. κι'. 'Ρύσεται ψυχὰς ἐκ κακῶν μάρτυς πιστός. Ἐξελεῖται ψυχὰς ἀπὸ ἁμαρτιῶν, ὁ τὸν τῆς ἀλη θείας λόγον διδάσκων, καὶ τοῦτον ἐξ ἔργων πιστούς μενος. Εκκαίει δὲ ψευδή δόλιος. Ἐξανάπτει δὲ τὴν τῶν παθῶν ἀπατηλὴν κάμινον, ὁ προσχήματι τοῦ και λοῦ προτιθέμενος τὸ ἐναντίον, καὶ τοὺς ἀφελεστέρους αὐτῶν ἐξαπατῶν τῶν ἀνθρώπων. κς'. Ἐν φόβῳ Κυρίου, ἐλπὶς ἰσχύος. Ἐν τοῖς διὰ πίστεως τῷ φόβῳ Κυρίου ἐκκλίνασιν ἀπὸ κακοῦ, ἐλπὶς ὑφίσταται ἰσχύος, τῆς τῶν θείων ποιητικῆς ἐντολῶν· μετὰ γὰρ τὸ ἐκκλίναι τούτους ἀπὸ και κοῦ, οἷα δούλους, τῷ τῶν κολάσεων φόβῳ, ποιεῖν ἔστιν ἀγαθὸν ὡς μισθίους, τῇ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι.. Τοῖς δὲ τέκτοσιν [τέκνοις] αὐτοῦ καταλείψει ἔρεισμα εἰρήνης. Τοῖς δὲ ἠξιωμένοις δι' ἀγάπης τῆς τοῦ Κυρίου υἱοθεσίας αὐτὸς ἐπαφήσει ὁ Κύριος τὴν ἀτρεψίαν, ἀπαθείας ἑδραίωμα. κζ'. Φόβος Κυρίου, πηγὴ ζωῆς· ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου. Ο θεῖος φόβος τῶν ζωογόνων τῆς νενεκρωμένης τῇ ἁμαρτία ψυχῆς ἑπτὰ χαρισμάτων τοῦ Πνεύματος ὑπάρχει ἀρχή· ὧν τέλος ἡ σοφία ἐστὶν, ὡς τελειωτική· οὗτος δὲ ὁ φόβος παρασκευάζει έκφεύγειν ἀπὸ ἁμαρτίας, ἢ βρόχος τυγχάνει ψυχῆς εἰς ἀπώλειαν. κη'. Ἐν πολλῷ ἔθνει δόξα βασιλέως. Ἐν τῷ πλήθει τῶν ἐθνῶν ἡ δόξα τοῦ παμβασιλέως Θεοῦ,
col. 1367–1368page 74 of 162
PG 87:1367προσελθόντων αὐτῷ καὶ τοῦτον ἀνακηρυττόντων Θεὸν ἀληθινὸν διὰ πίστεως. Ἐν δὲ ἐκλείψει λαοῦ, συντριβὴ δυνάστου. Εν δὲ τῷ οὕτω ζημιωθῆναι τὸν τύραννον τῶν ἡμετέρων ψυχῶν καὶ πολέμιον, τὸ τοιοῦτον πλῆθος 8 δι' εἰδωλολατρείας ἐκτήσατο, ἡ δόξα αὐτοῦ εἰς χοῦν κατασχη νώσει. κθ'. Μακρόθυμος ἀνὴρ, πολὺς ἐν φρονήσει. Ο κατὰ λόγον κρατῶν τοῦ θυμοῦ, καὶ γενναίως φέρων τὰ ἀλγεινά, μετά περισκέψεως ποιῶν καὶ λέγων δεῖ, περιφανὲς κέκτηται φρόνημα. ῾Ο δὲ ὀλιγόψυχος, ἰσχυρῶς ἄφρων. Ὁ δὲ διὰ μικροψυχίαν ταχέως εκφερόμενος εἰς θυμὸν, ἃ μὴ δεῖ ποιῶν τε καὶ λέγων, ἄφρων ἐστίν. λ'. Πραΰθυμος ἀνὴρ, καρδίας Ιατρός. Ο μὴ ἐκε ταρασσόμενος τῷ θυμῷ ἐν οἷς τις ἐκφέρεται κατ' αὐτ τοῦ, ἀλλὰ γενναίως φέρων τὰ παρ' αὐτοῦ αὐτῷ ἐπε ερχόμενα, καὶ πραέως αὐτὸν μετερχόμενος, διὰ τῆς ἰδίας ἀνεξικακίας, τὴν τεταραγμένην ἐκείνου θερα πεύει ψυχήν. Σὴς δὲ ὀστέων, καρδία αισθητική. Ωσπερ δέ τις σκώληξ διαβιβρώσκει ὀστᾶ, οὕτω καρδία ἡ ἑτοίμως κατ' αἴσθησιν τοῖς μὲν ἡδέσι διαχεομένη, τοῖς δ' ἀλγεινοῖς ἐκταραττομένη, τὰς τονωτικές τῆς ψυχῆς δυνάμεις εἰς τὰ παρὰ φύσιν πάθη καταναλίσκει. λα'. Ο συκοφαντών πένητα, παροξύνει τὸν ποιήσαντα αὐτόν. Ὁ τῷ ἀεὶ ἐνδεεῖ, ὡς ἀπροστατεύ τῳ, προσάπτων τὰ ἑαυτοῦ αἰτιάματα, τὸν πλάστην αὐτοῦ παροργίζει θεόν. Ὁ δὲ τιμῶν αὐτὸν, ἐλεεῖ πτωχόν. Ο δ' ἐν ἀγαθοεργίαις τὸν ἐν οὐρανοῖς Πατέρα τιμῶν, οἰκτείρει τὸν ἀπὸ πλούτου πεσόντα, καὶ ὡς δυνατὸν αὐτῷ βοηθεῖ. λβ'. Ἐν κακίᾳ αὐτοῦ ἀπολεῖται ἀσεβής. Ἐν τῇ ἰδίᾳ κακίᾳ, καὶ μὴ τῇ τῶν πατέρων ἢ τέκνων, ἀπὸ ολεῖται ὁ μὴ δι' ἀγαθῶν ἔργων τιμῶν τὸν Θεόν. Απου δίδωσι γὰρ λόγον ὁ μὴ τῶν τέκνων καὶ τῶν ὑπὸ χεῖρα ποιησάμενος ἐπιμέλειαν, οὐχ ὅτι οὗτοι κακοὶ ἐγένοντο, ἀλλ' ὅτι αὐτὸς τῆς σωτηρίας τούτων ημέ λησε· πάλιν δ' οὗτοι κατακρίνονται, οὐ διὰ τὴν τῶν πατέρων καὶ δεσποτῶν ἀμέλειαν, ἀλλ' ὅτι αὐτοὶ κα καὶ γεγόνασιν. ῾Ο δὲ πεποιθὼς ἐπὶ Κύριον, τῇ ἑαυτοῦ ὁσιό τητι δίκαιος. Ο δ' ἐπὶ τὸν τοῦ παντὸς Δεσπότην πάσας ἀναθέμενος τὰς ἐλπίδας, ὑπάρχει δίκαιος, τῇ ἑαυτοῦ πρὸς Κύριον τελειότητι, καὶ οὐκ ἀλλοτρίας ἔργοις καὶ κατορθώμασιν· ἐξ ἰδίων γὰρ πονημάτων τιμᾶν τὸν Κύριον ἀπαιτούμεθα. λγ'. Εν καρδίᾳ ἀγαθῇ ἀναπαύεται σοφία. Εν ψυχῇ κεκτημένῃ τὴν εἰς Θεὸν καὶ τὴν πλησίον ἀγά πην, ἡ τῶν θείων καὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐπιστήμη επαναπαύεται· ταύτῃ πειθαρχοῦσα ἐν ἅπασι, καὶ μηδ' όπωςοῦν ἀντικειμένη· ἀγαπᾷ γὰρ Θεόν, τὸ πανάγαθον αὐτοῦ ἐπιγινώσκουσα καὶ τὸ
col. 1369–1370page 75 of 162
Caput XV
PG 87:1369παντοδύναμον· καὶ ἀγαπᾷ ἀνθρώπους, τὸ συγγενές εἰδυΐα, καὶ τὴν ἀνθρωπίνην μὴ ἀγνοοῦσα ἀσθένειαν καὶ διὰ τοῦτο πρὸς τοὺς ὁμοφυείς ἀνεξικακως δια κειμένη καὶ συμπαθῶς. ᾿Εν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται. Ἐν δὲ τῇ τῶν ἀλόγως πολιτευομένων ψυχῇ, κἂν ἡ τοιαύτη ἐπιστήμη δυνάμει ἐστὶν, ἀλλ᾽ οὖν ἀγνοεῖται, ἐπεὶ μὴ προβέβηκαν εἰς ἐνέργειαν· φανέρωσις γάρ ἐστι τῆς δυνάμεως ἡ ἐνέργεια, ὥσπερ τῆς οὐσίας ἡ δύναμις. λδ'. Δικαιοσύνη ὑψοῖ ἔθνος. Ἡ κατὰ Χριστὸν δι καιοσύνη δοξάζει τὸ πιστεῦσαν εἰς αὐτὸν ἅγιον ἔθνος" ἐν γὰρ παντὶ ἔθνει ὁ ἐργαζόμενος τὸ ἀγαθὸν δεκτὸς αὐτῷ ἐστιν. Ελασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι. ὑποβιβάζουσι δὲ τὰς Ἰσραηλιτικὰς φυλάς αἱ παρανομίαι &ς εἰργάσαντο εἰς Χριστόν. λε΄. Δεκτός βασιλεῖ, ὑπηρέτης νοήμων. Εναπό δεκτος τῷ παμβασιλεῖ καὶ τῶν ὅλων Θεῷ ὁ εἰδὼς αὐτ τοῦ τὸ θέλημα καὶ ποιῶν. Τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν. Οὗτος δὲ, κἄν τι ἐκ συναρπαγῆς ἄτιμον διαπράξηται, τῇ ταχείᾳ ἐπιστροφῇ διορθοῦται αὐτὸ, καὶ τῆς ἀτι μίας ἑαυτὸν ἀπαλλάττει. ΚΕΦΑΛ. ΙΕ'. α'. Οργὴ ἀπόλλυσι καὶ φρονίμους. Εἰς θυμὸν ἀρχὴν ἔχοντα πρὸς ἐνέργειαν, ὅ ἐστιν ὀργή, κινηθέν. τες καὶ νουνεχεῖς, κινδύνῳ ψυχικῷ τε ἅμα πολλάκις, καὶ σωματικῷ περιπίπτουσιν· ἐὰν δὲ οὗτοι οὕτω, πόσῳ γε μᾶλλον ἄφρονες; Απόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν. Απολογία δὲ ὑποκλινομένη, καὶ μὴ ἀντιπίπτουσα, θυμὸν καταμαλάσσει καὶ ἡμεροῖ. Λόγος δὲ σκληρὺς ἐγείρει ὀργάς. Τῆμα δὲ τραχύ, πλῆττον, εἰς ὀργὰς ὑπανάπτει θυμόν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται. Οἱ σοφοί ἀγαθὰ οίδασι φθέγγεσθαι καὶ οἰκωφελείν τοὺς ἀκούοντας. Στόμα δὲ ἀφρόνων ἀναγγέλλει κακά. Οἱ δὲ ἀνόητ τοι τὰ ἐναντία λαλοῦσιν, ἐκ περισσεύματος τῆς καρδίας, καὶ τοὺς τούτων ἀκροωμένους βλάπτουσιν. γ'. Ἐν παντί τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύου σιν ἀγαθούς τε καὶ κακούς. Ἐν πάσῃ τῇ γῇ ὁ τῶν ὅλων Δεσπότης ἐπισκοπεῖ· τούς τε τῶν παναγάθων αὐτοῦ ἐντολῶν πληρωτάς, καὶ τοὺς τἀναντία τούτων ἐργαζομένους· καὶ οὐδεὶς τὸν παντέφορον αύ τοῦ λέληθεν ὀφθαλμόν· διὸ φρίττετωσαν μὲν ἁμαρ τάνοντες, εὐέλπιδες δ' ήτωσαν ἀγαθοεργοῦντες. δ'. Ιασις γλώσσης, δένδρον ζωῆς. Γλῶσσα ἡ ἀπὸ τοῦ ἁμαρτάνειν ἐν λόγοις θεραπευθεῖσα, την ζωογόνον διδασκαλίαν τοῦ πνεύματος, ταῖς τῶν μα θητευομένων νενεκρωμέναις τῇ ἀγνοίᾳ ψυχαῖς, ὥσπερ τι δένδρον καρποφορεί.
col. 1371–1372page 76 of 162
PG 87:1371'Ο δὲ συντηρῶν αὐτὴν, πλησθήσεται Πνεύματος. Αὐτὸς δὲ ὁ φυλάττων σὺν τῇ διανοίᾳ τὴν γλῶτο ταν τοῦ μὴ ἁμαρτάνειν, τῶν τοῦ Παναγίου Πνεύματος πλησθήσεται χαρισμάτων, δοχεῖον χρηματίσας αὐτοῦ διὰ νοὸς καθαρότητα. ε'. "Αφρων μυκτηρίζει παιδείαν πατρός. Ο ἀνόητος ἐμπαίζει τῇ τοῦ οἰκείου διδασκάλου νου θεσίᾳ. Ὁ δὲ φυλάσσων ἐντολὰς, πανουργότερος. "Ο δὲ τὰ τούτου, ὡς φρόνιμος, ποιῶν παραγγέλματα, προσθήκην φρονήσεως δέχεται, εἰς τὸ ἀγαθὸν ὁση μέραι ἐπιδιδούς. ς'. Εν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή. Ἐν τῇ τοῦ πνευματικοῦ νόμου δικαιοσύνῃ, τῇ ὑπερ βαλλούσῃ τὴν τοῦ φυσικοῦ τε καὶ τοῦ γραπτοῦ, τοῦ αύτη παρὰ τῆς θείας χάριτος τῷ ταύτης ἀξιωθέντι δύναμις, ὥστε μὴ μόνον τὰ παρὰ φύσιν πάθη, ἀλλὰ καὶ αὐτὴν τὴν φύσιν νικάν. Οἱ δὲ ἀσεβεῖς ὁλόῤῥιζοι ἐκ γῆς ὀλοῦνται. Οἱ δὲ μὴ δι' ἀγαθοεργίας τιμώντες Θεὸν, ἐξολοθρευθήσονται τῷ θανάτῳ ἐκ τῆς γῆς, μετὰ τῆς περὶ τὰ γήινα σχέσεως· καθ᾽ ἦν αἱ τούτων ψυχαί, περὶ τὰ φθαρτά παγιωθεῖσαι, πρὸς τὰ ἄφθαρτα μεταφυτευθῆναι αὐ βούλονται. Οίκοις δικαίων ἰσχὺς πολλή. Ἐν τοῖς τῶν τὰς θείας ἐντολὰς ἐργαζομένων σώμασιν, οἷς οὗτοι, οἷά τισιν οἴκοις, μέχρι θανάτου παραμένουσι, πολλὴ παρά τῆς θείας χάριτος δύναμις· ὥστε τὰ ἐν αὐτοῖς ἐμφωλεύοντα πάθη κατά πρᾶξιν ἀπονεκροῦν, καὶ τὰς ἀρετὰς ὑφιστᾷν. Καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται. Τὰ δὲ ἔργα τῶν μὴ δι' ἐναρέτου βίου τιμώντων Θεὸν, χωρήσουσιν εἰς οὐδὲν, ὡς περὶ τὰ φθαρτὰ μόνα καταγινόμενα. ζ'. Χείλη δὲ σοφῶν δέδεται αἰσθήσει. Οι λόγοι τῶν σοφῶν δεσμοῦνται τῇ διακρίσει, ὅπου δεῖ, καὶ ὅτε, καὶ ὡς δεῖ προφερόμενοι. Καρδία δὲ ἀφρόνων, οὐκ ἀσφαλής. Η ψυχὴ δὲ τῶν ἀνοήτων οὐ πεφύλακται ἐν θείῳ φόβῳ, ἀπὸ τῶν παραλόγων ἐνθυμημάτων. γ'. Θυσίαι ἀσ δῶν, βδέλυγμα Κυρίῳ. ἀποστρέφεται ὁ τῶν ὅλων Δεσπότης τὰ προσαγόμενα αὐτῷ δῶρα παρὰ τῶν μὴ πρότερον διαλλαττομένων τοῖς ἀδελφοῖς, καὶ διὰ τῆς εἰς αὐτοὺς ἀγάπης (ἥτις ἐστὶ πλήρωμα νόμου καὶ προφητῶν) τὸ σέβας ἀπονεμόν των αὐτῷ. Εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ' αὐτῷ. Προσδέχεται δὲ τὰς ἐντεύξεις τῶν κατὰ τὰς θείας απ τοῦ ἐντολὰς κατευθυνόντων τὴν ἑαυτῶν βιοτήν. θ'. Βδέλυγμα Κυρίῳ, ὁδοὶ ἀσεβοῦς. Μισητά εἰσι τῷ τοῦ παντὸς Δεσπότῃ, ὡς παρ' ἐντολὴν τούτου ὑπάρχοντα, τὰ κατὰ βίον ἐπιτηδεύματα τοῦ μὴ δ' ἀγαθῶν ἔργων τιμῶντες αὐτόν.
col. 1373–1374page 77 of 162
PG 87:1373Διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ. Τοὺς δὲ πρὸς τὸν θεοφιλή βίον σπεύδοντας, ὡς κατ' ἐντολὴν αὐτοῦ πολιτευομένους, ἀσπάζεται. ι. Παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παρόν των. Η τοῦ ἁπλουστέρου καὶ κακίας ἀπηλλαγμένου νουθεσία, ἀνυπόστολος οὖσα καὶ φοβερά, καταλαμβάνεται καὶ παρὰ τῶν ὡς ἐν παρόδῳ ταύτης ἀκροωμένων. Οἱ δὲ μισοῦντες ἐλέγχους, τελευτῶσιν αἰσχρῶς. Οἱ δὲ τοὺς ἐντεῦθεν φανεροὺς τῶν οἰκείων ἁμαρτημάτων ἐλέγχους ἀποστρεφόμενοι, τῇ αἰσχίστῃ αὐτῶν κακίᾳ ἐναποθνήσκουσιν, μένοντες διὰ παντὸς ἀδιόρθωτοι. ια΄. "Αδης καὶ ἀπώλεια, φανερὰ παρὰ Κυρίῳ πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; Καὶ πάντα τὰ ἡμῖν ἀγνοούμενα, οἷον ὁ ἀφανὴς τόπος ἐν ᾧ μετὰ διάζευξιν τὴν ἀπὸ τῶν σωμάτων διάγουσιν α! ψυχαὶ πρὸ τῆς ἀναστάσεως καὶ αὐτὴ ἡ ἀπὸ Θεοῦ ἔκπτωσις ἣν οἱ ἁμαρτωλοί κατακρίνονται, γνώριμα παρὰ τῷ τῶν ὅλων Δεσπότῃ εἰσί· καὶ πῶς οὐκ ἐπίσταται καὶ τοὺς τῶν καρδιῶν ἡμῶν δια λογισμούς; Φοβηθῶμεν οὖν ἀπὸ προσώπου αὐτοῦ, οἱ τὰ πονηρὰ διαλογιζόμενοι, ὡς ἐφορῶντος καὶ ταῦτα. ιβ'. Οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν. Οὐκ ἀσπάσεται ὁ ἀμύητος τοῦ καλοῦ τοὺς φανεροποιοῦντας αὐτῷ τὰ κακῶς διαπραττόμενα παρ' αὐτοῦ. Μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει. Καὶ μετὰ τῶν διασαφούντων αὐτῷ τὸ καλὸν οὐ συλλαλήσει, ὡς μήτε τὴν τοῦ κακοῦ φυγήν, μήτε τὴν τοῦ καλοῦ ἐπιτυχίαν ποθῶν. ιγ'. Καρδίας εὐφραινομένης, θάλλει πρόσωπον. Τοῦ κατὰ τὴν κεκρυμμένην διάθεσιν τῆς ψυχῆς, ή ἐπὶ τοῖς τῶν προσκαίρων ἡδέσιν, ἢ τῇ τῶν αἰωνίων ἀγαθῶν ἐλπίδι ἀγαλλομένου φαιδρὰ ἡ ὄψις καθ έστηκε, τὴν ἔνδον τούτου χαρακτηρίζουσα ἀγαλλίασιν. Ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει. Του δ' από θις κατὰ τὸ κρυπτόν, εἴτ᾿ ἐπὶ τοῖς τῶν προσκαίρων ἀνιαροῖς, εἴτε τῷ φόβῳ τῶν ἀτελευτήτων κολάσεων ἀνιωμένου κατηφὲς ὑπάρχει τὸ πρόσωπον, τὴν ἐν δομυχοῦσαν τῇ ψυχῇ αὐτοῦ λύπην προάγον εἰς τὸ Εμφανές. ιδ. Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν. Ἡ πρὸς τὸ εὐ θὲς ὁρῶσα ψυχή, σπεύδει τὴν τοῦ καλοῦ καὶ τοῦ και κοῦ διάκρισιν κτήσασθαι, ἵνα μὴ τοῦ καλοῦ τὸ κακὸν προαιρῆται, καλὸν τοῦτο νομίζουσα. Στόμα δὲ ἀπαιδεύτων ζητεῖ κακά. Τὰ δὲ ῥή ματα τῶν μὴ διδαχθέντων τὸ ἀγαθὸν πρὸς ἔριδας καὶ μάχας ἐπείγεται. ιε'. Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν ΝΟΤΑ.
col. 1375–1376page 78 of 162
PG 87:1375προσδέχονται κακά. Παρὰ πᾶσαν τὴν ζωήν, τὰ δμ ματα τῶν τὰ παράλογα διαπραττομένων τιμωρίας ἀνάλογον ταῖς τοιαύταις ἐκδέχονται πράξεσιν διὰ παντός θορυβούμενα. Οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διαπαντός. Οἱ δ' ἀγα θοεργοῦντες, ἀτάραχοι δι᾿ ὅλου τυγχάνουσιν. ις'. Κρείσσων μικρὰ μερὶς μετὰ φόβου Κυρίου. Καλλίων ἐστὶ βραχεία χρημάτων απόμοιρα, μετά θείου φόβου, συγχωροῦντος μὲν τὸ χρειώδες, τὴν δὲ φιλοχρήματον ἀναστέλλοντος γνώμην. Η θησαυροί μεγάλοι μετὰ ἀφοβίας. Ὑπὲρ τοὺς πλεονεκτικῇ διαιρέσει, καὶ μὴ συστελλομένη φόβῳ Θεοῦ, συναγομένους πολυταλάντους θησαυρούς, ὕλην τοῦ μηδέποτε σβεννυμένου πυρός. ιζ'. Κρείσσων ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν. Ἔτι τε καλλίων ἐστὶν εὐτελῆς δίαιτα, λά χανα μόνα εἰς ἑστίασιν ξένου παρά τινος προτιθέμενα, ὥστε τούτῳ χαρίσασθαι καὶ τὴν ἀγάπην αὐτοῦ κτήσασθαι. Η μόσχος ἀπὸ φάτνης μετὰ ἔχθρας. "Η μόσχος σιτευτὸς ἀπὸ φάτνης μετὰ μίσους τοῦ ὑποκρινομένου πάντως ἀγάπην, πρὸς τὸ βλάβην τινὰ τῷ μισουμένῳ λεληθότως ἐπενεγκεῖν. τη'. Ανὴρ θυμώδης παρασκευάζει μάχην. "Αν θρωπος οξέως κινούμενος πρὸς θυμὸν, ὑπανάπτει μάχας ταῖς ψυχαῖς τῶν πολλῶν. Μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει. Ο δὲ λόγῳ κρατῶν τοῦ θυμοῦ, καὶ ἣν ὁ θυμών δης μέλλει ἐν τούτῳ διεγείραι μάχην, καταστέλλει, τῇ ἰδίᾳ ἀνεξικακίᾳ καὶ τὸν ἐκείνου καταπραΰνων θυμόν. η Μακρόθυμος ἀνὴρ κατασβέσει πῦρ. Ὁ τοῦ θυ μοῦ κατεξουσιάζων, καὶ γενναίως φέρων τὰ παρά τινος ἐπαγόμενα λυπηρά, τὰς μετ' αὐτοῦ καταπαύσει διενέξεις, μετελθὼν τοῦτον φιλίως, καὶ εἰς εἰρηνικὰς συμβιβάσεις ἐλθών. Ὁ δὲ ἀσεβὴς ἐγείρῃ μᾶλλον. Ὁ δὲ διὰ τὸ μὴ τηρεῖν τὴν ἐντολὴν τῆς ἀγάπης, Θεὸν μὴ τιμῶν, ὑπανάψει μᾶλλον τὰς διαμάχας, φιλονεικῶν ἀκατάπαυστα, καὶ στῆσαι ζητῶν τὸ ἑαυτοῦ θέλημα. ιθ'. Ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις. Τῶν μὴ ἐργαζομένων τὸ ἀγαθὸν αἱ διέξοδοι τῆς ζωῆς πεπληρωμέναι εἰσὶ μεριμνῶν καὶ φροντίδων, πανταχόθεν αὐτοὺς δίκην ἀκανθῶν ἀλγεινῶς κατακεντουσῶν. Αἱ δὲ τῶν ἀνδρείων, λεῖαι. Αἱ δὲ τῶν γενναίων, καὶ τῷ ἐπιπόνῳ ἐγκαρτερούντων τῆς ἀρετῆς, πασῶν τούτων ἀπηλλαγμέναι εἰσὶν, ὡς Θεῷ μόνῳ ἀναθεμέν νων τὴν περὶ αὐτοὺς μέριμναν. κ'. Υἱὸς σοφὸς εὐφραίνει πατέρα. Ὁ ἀπὸ νοός τικτόμενος, ἐπιστήμων τοῦ ὄντως καλοῦ λογισμός, τάσσων ἐπιστημόνως τὴν τοῦ σώματος κίνησιν, καὶ οἷονεί τινι χαλινῷ τῆς πρὸς ἀτοπίαν φορᾶς ἀναχαιτίζων αὐτό, καὶ πρὸς τὸ βέλτιον μεταφέρων, χαρὰν πνευματικὴν τῷ νῷ προξενεῖ. Υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ. Ὁ δ' ἀπὸ αἰσθήσεως αὖθις τικτόμενος, ἀνεπιστήμων τοῦ ὄντως καλοῦ λογισμός, διαβάλλει τὴν αἴσθησιν, τὴν
col. 1377–1378page 79 of 162
PG 87:1377ψευδῆ καὶ ἄλογον ταύτης δόξαν ἐξ ἔργων δηλο ποιῶν. κα'. 'Ανοήτου τρίβοι, ἐνδεεῖς φρενῶν. Αἱ ἀδιά κριτοι πράξεις έστερημέναι «ἰσὶ φρονήσεως, ὡς ἀλό γιστοι. Ανὴρ δὲ φρόνιμος, κατευθύνων πορεύεται. Ο δὲ πράττων μετὰ λόγου, ἀπὸ τοῦ κακοῦ τὸ καλὸν δια κρίνων, καὶ εὐθυπορῶν πρὸς αὐτό, μετέρχεται τοῦτο κατ' ἀρετήν. κβ'. Ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια. Οὐ παραδέχονται ἀγαθὰς συμβουλίας οι, διὰ τὸ οἴεσθαι ἀρκεῖν ἑαυτοῖς, καταφρονοῦντες δια σκοπεῖσθαι μεθ' ἑτέρων τὰ δέοντα. Ἐν δὲ καρδίαις βουλευομένων 'μένει βουλή. Ἐν δὲ ταῖς τῶν ἀγαθῶν συμβούλων ψυχαῖς ἀγαθὴ παρεδρεύει τοῖς χρήζουσι συμβουλή. κγ'. Οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ. Ης ὁ πρὸς κακίαν ρέπων, οὐκ ἐπακούσει, ὡς ἀλαζών. Οὐδ᾽ οὐ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ. Αλλ' οὐδ' αὐτὸς φθέγξεται τι τῷ καιρῷ πρόσφορον, καὶ τῷ κοινῷ συμφέρον, τὴν οἰκείαν δόξαν ζητῶν, καὶ οὐχὶ τὴν τῶν πλειόνων ὠφέλειαν. κδ'. 'Οδοὶ ζωῆς, διανοήματα συνετοῦ, ἵνα ἐκ κλίνας ἐκ τοῦ ᾅδου, σωθῇ. Τὰς ἀγούσας πρὸς τὴν πνευματικὴν ζωὴν κατ' ἀρετὴν πορείας ὁ πρὸς τὸ ἀγαθὸν συννεύων διασκοπεῖ, ὅπως τὸ τῆς κακίας βάραθρον ἐκφυγών, εὕρῃ σωτηρίαν παρὰ Θεῷ. κι'. Οίκους ὑβριστῶν κατασπᾷ Κύριος. Τοὺς ἀνομίας ἐργάτας, ἐν οἷς οἰκοῦσι τὰ τὸν Θεὸν διαβάλλειν ἐπιχειροῦντα τῆς πονηρίας πνεύματα, ὁ τῶν ὅλων Δεσπότης διὰ ποικίλων πειρασμῶν καθαιρεῖ καὶ τῇ ἀρχιτεκτονίᾳ τοῦ Πνεύματος, ἀνοικοδομεί τούτους οἰκητήριον ἑαυτῷ· οἰκῶν ἐν αὐτοῖς διὰ πίστεως, καὶ ἐμπεριπατῶν δι' ἐργασίας τῶν ἁγίων αὐτοῦ ἐντολῶν. Εστήρισεν όριον χήρας. Ἡδραίωσε δὲ ἐν τῇ χηρευούσῃ πάσης κακίας ψυχῇ, τὴν ταύτην ὁρίζουσαν εἰς τὸ μὴ πρὸς κακίαν παρεξέρχεσθαι θείαν αὐτ τοῦ ἐντολὴν, τὴν ἐν τῷ καλῷ ἀτρεψίαν τῇ τοιαύτῃ ψυχῇ δωρησάμενος. κς'. Βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος. Μιση τὸν παρὰ Θεῷ καὶ τὸ παράλογον ἐνθύμιον, ὡς ρίζα τοῦ κακοῦ πεφυκός. 'Αγνῶν δὲ ζήσεις, σεμναί. Τῶν δὲ καθαρευόν των ἀπὸ τῶν πονηρῶν ἐνθυμημάτων σεμνὰ καὶ τὰ βήματα, οἷά τινες εὐγενεῖς κλάδοι, ἐξ ἀγαθῆς ῥίζης, τῆς καθαρευούσης διανοίας, βλαστάνοντα. κζ'. Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης. Ἐξ απόλλυσιν ἑαυτὸν ὁ δῶρα λαμβάνων, καὶ προδιδούς τὴν ἀλήθειαν, Θεοῦ τῆς αὐτοαληθείας ἀποτυγχάνων. ῾Ο δὲ μισῶν δώρων λήψεις, σώζεται. Ὁ δὲ τὸ λαμβάνειν εἰς ἀθέτησιν τῆς ἀληθείας ἀποστρεφόμενος, σωτηρίας τυγχάνει παρὰ Θεῷ.
col. 1379–1380page 80 of 162
PG 87:1379Ελεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι. Τοῖς οἰκτιρμοῖς τῶν πενήτων, καὶ ταῖς εἰς τὸν Θεὸν πίστεσιν, ὡς Δημιουργὸν καὶ προνοη τὴν καὶ κριτὴν, ἐκπλύνονται αἱ τοῦ ἀγαθοῦ καὶ τῆς ἀληθείας διὰ κακίαν καὶ ἄγνοιαν ἀποτυχίαι. Τῷ δὲ φόβῳ Κυρίου εκκλίνει πᾶς ἀπὸ κακοῦ. Τῷ δ᾽ ἐκ πίστεως θείῳ καὶ Δεσποτικῷ φόβῳ ἀπὸ τῆς κακίας ἐκφεύγουσιν ἅπαντες· ὁ πιστεύων γὰρ τῷ Κυρίῳ, φοβεῖται τὴν κόλασιν· ὁ δὲ ταύτην φου βούμενος, ἐγκρατεύεται ἀπὸ τῶν παθῶν. κη'. Καρδίαι δικαίων μελετῶσι πίστεις. Αἱ τῶν κατὰ τοὺς θείους νόμους πολιτευομένων ψυχαί, ταῖς πρὸς τὰς Δεσποτικὰς ἐντολὰς εὐπειθείαις ἐνασχο λοῦνται διαπαντός, ὡς μηδὲ κατὰ διάνοιαν ἁμαρτάνειν βουλόμεναι. Στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά. Τῶν δὲ μὴ δι' ἀγαθῶν ἔργων τιμώντων Θεὸν, καὶ αὐτὸ τὸ φω νητικὸν ὄργανον, ἐκ περισσεύματος τῆς καρδίας, πονηρὰ τοῖς ἐρωτῶσιν ἀπολογεῖται· τί γὰρ ἂν χρή σιμον φθέγξαιτο ό μή τι διανοούμενος ἀγαθόν; Δεκταὶ παρὰ Κυρίῳ ἐδοὶ ἀνδρῶν δικαίων. εὐπαράδεκτοι τῷ Κυρίῳ πάντων Θεῷ αἱ κατὰ γνῶσιν καὶ ἀρετὴν τῶν ἀμέμπτως βιούντων πορείαι· ἐπι τυγχανόντων αὐτοῦ, οἷα μὲν τέλους των γνωστών, ὡς ἀληθείας· οἷα δὲ τέλους τῶν πρακτῶν, ὡς ἀγα θοῦ. Διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. Διὰ τούτων δὲ, ὡς δυναμένων καὶ ἑτέρους καθαίρειν καὶ τελειοῦν, καὶ αὐτοὶ οἱ διὰ κακίαν καὶ ἄγνοιαν θεομάχοι, τοῦ μολυσμοῦ τῶν παθῶν, καθαρθέντες, καὶ τοῦ σκότους τῆς ἀγνοίας ἀπαλλαγέντες, Θεῷ δι' ἀρετῆς καὶ γνώσεως οἰκειοῦνται. κθ'. Μακρὰν ἀπέχει Θεὸς ἀπὸ ἀσεβῶν. Πόρρω ὁ Θεὸς τῶν μὴ δι' ἀγαθοεργίας τιμώντων αὐτὸν διίσταται, ὡς μὴ καθ' ὁμοίωσιν αὐτοῦ ἐργαζομένων τὸ ἀγαθόν. Εὐχαῖς δὲ δικαίων ὑπακούει. Τὰς δ' ἐντεύξεις τῶν κατὰ νόμους αὐτοῦ πολιτευομένων προσίεται, ὡς διὰ μιμήσεως οἰκειουμένων αὐτῷ. Κρείσσων ὀλίγη λῆψις μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας. Κρείττων ἐστὶν ἐκ δικαίων πόνων μικρὰ εἰσφορά, εἰς μόνα επαρ κοῦσα τὰ ἀναγκαῖα, ἢ μεγάλη ἐξ ἁρπαγῆς πλεονεκτικῶς θησαυριζομένη. Καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ. Ἡ ψυχὴ τοῦ κατὰ τῶν παθῶν ἀνδριζομένου διανοείσθω τὰς τοῦ Θεοῦ ἐντολάς· ὡς ἂν ὑπ' αὐτοῦ κατευθυνθῶσιν ἐν τῷ ἀγαθῷ τοῦ τοιούτου ἀνθρώπου αἱ πράξεις. λ'. Θεωρῶν ὀφθαλμὸς καλά, εὐφραίνει καρδίαν. Τῆς πρακτικῶς γευσαμένης ψυχῆς τῶν θείων εντο λῶν, ὁ θεωρῶν τοὺς λόγους αὐτῶν νοερὸς ὀφθαλμός, ἐν τῇ τούτων αὐτοψία χαρᾶς πνευματικῆς ταύτην πληροί, γευσαμένην καὶ θεασαμένην ὅτι χρηστὸς ὁ Κύριος.
col. 1381–1382page 81 of 162
Caput XVI
PG 87:1381Φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ. Ἡ δ' ἐξ ἀκοῆς μόνης εἰσδύνουσα εἰς ψυχὴν τῶν θείων ἐντολῶν φήμη, ἐν τῇ τούτων Ιστορία τρέφει τὰς δίκην ὀστῶν τονωτικάς ταύτης δυνάμεις, διανιστῶσα ταύτας πρὸς ἐργασίαν αὐτῶν. λβ'. "Ος ἀπωθεῖται παιδείαν, μισεῖ ἑαυτόν· ὁ δὲ τηρῶν ἐλέγχους, ἀγαπᾷ τὴν ἑαυτοῦ ψυχήν. Ὁ ἀποπεμπόμενος τοὺς πρὸς διόρθωσιν ἐπιτιμητι κοὺς λόγους, ἐχθρὸς ἑαυτοῦ ἀποδείκνυται, ὡς ἀπο στρεφόμενος τὰ συμφέροντα ἑαυτῷ· ὁ δὲ τούτους παρ' ἑαυτῷ φυλάσσων, φιλεῖ τὴν ἑαυτοῦ ψυχὴν, τὴν σωτηρίαν ταύτης ζητῶν. λγ'. Φόβος Κυρίου, παιδεία καὶ σοφία καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ. Ο Δεσποτικὸς καὶ θεῖος φόβος τοὺς μὲν πρακτικούς παιδεύει ἐκκλίνειν ἀπὸ κακοῦ, καὶ ποιεῖν ἀγαθόν· τοὺς δὲ θεωρητικούς σοφίζει ἐκφεύγειν τὴν κατ' αἴσθησιν ἀπάτην, καὶ χωρεῖν πρὸς τὴν κατὰ νοῦν ἐν πνεύματι γνῶσιν τῶν ἐν τοῖς οὖσι λόγων· ἐν οἷς Θεὸς αὐτοῖς τοῖς θεωρητικοῖς πάντως ἐμφανισθήσεται, ὁ αἴτιος τῆς ἐν τῇ κτίσει μεγαλειότητος. ΚΕΦΑΛ. 14'. α'. Πάντα τὰ ἔργα τοῦ ταπεινοῦ, φανερὰ παρὰ τῷ Θεῷ. Πᾶσα ἡ ἐνάρετος πολιτεία τοῦ ταπεινόφρονος, κἂν κέκρυπται, μὴ τὴν παρ' ἀνθρώπων δόξαν ζη τοῦντος, ἀλλὰ Θεῷ δήλη καθέστηκε, τῷ ἐπιγινώσκοντι αὐτὸν ἐκ τῆς καλῆς τῶν ἔργων ἀναστροφῆς. δ'. Οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται. Οι δὲ μὴ ἐξ ἔργων δικαιοσύνης τιμῶντες Θεόν, ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ καὶ ἀνταποδόσεως, ἀπολοῦνται παρα πεμφθέντες εἰς γέενναν. ε'. Ακάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Βέβηλος παρὰ τῷ τοῦ παντὸς Δεσπότῃ, κἂν βίου καθαρότητα ἐπιδείκνυται, ἀλαζὼν ἅπας καὶ ὑπερήφανος· ἀντιτάσσεται (γὰρ Θεῷ). Χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως, οὐκ ἀθωωθήσεται. Ὁ δὲ τῷ καμάτῳ τῆς οἰκείας χειρὸς τοὺς τῶν ἀλλοτρίων χειρῶν πόνους παρὰ πάντα δίκαιον λόγον προσμίξας, οὐ τεύξεται συγγνώμης παρὰ τοῦ δικαίου τῶν ὅλων κριτοῦ ἐν ἡμέρᾳ ἀνταποδόσεως. ᾿Αρχὴ ὁδοῦ ἀγαθῆς, τὸ ποιεῖν δίκαια. Εισαγωγή ἐστι τῆς εὐαρέστου Θεῷ βιοτῆς ἡ διὰ τῶν ἀντικειμένων τῇ κακίᾳ ἔργων κάθαρσις τῶν παθῶν· μεθ' ἣν ἡ προκοπή τε καὶ ἡ τελείωσις. Δεκτὰ δὲ παρὰ Θεῷ μᾶλλον ἢ θύειν θυσίαν. Εὐπρόσδεκτα δὲ τὰ τοιαῦτα ἔργα Θεῷ ὑπὲρ ἀλόγων ζώων ὁλοκαυτώματα· ὡς τῆς σαρκὸς νεκροῦντα τὸ φρόνημα, καὶ ταύτην εὐάρεστον αὐτῷ θυσίαν δι' ἐναρέτου πολιτείας ἀποτελοῦντα. Ο ζηλῶν τὸν Κύριον, εὑρήσει γνώσιν μετὰ διο καιοσύνης. Ο Θεοῦ ἐπιτυχεῖν ἐφιέμενος, τεύξεται τῆς ἐμπράκτου γνώσεως τῶν ἁγίων αὐτοῦ ἐντολῶν. Οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν, εὑρήσουσιν εἰ
col. 1383–1384page 82 of 162
PG 87:1383ρήνην. Οἱ δὲ κατὰ τάξιν εὐθυποροῦντες προς Κύριον, καὶ μήτε πρὸς τὰ κατ᾽ ἔλλειψιν τῆς ἀρετῆς πάθη, μήτε πρὸς τὰ καθ᾽ ὑπερβολὴν τρεπόμενοι, τελειοτά της, ὡς ἐφικτὸν ἀνθρώπῳ, ἀπαθείας ἀξιωθήσονται. ε'. Πάντα τὰ ἔργα Κυρίου μετὰ δικαιοσύνης. Δίκαια πάντα ὅτι ἂν ὁ τῶν ὅλων Δεσπότης ποιῇ κἂν ἀγαθὸς δὲ μὲν δυσπραγῇ, τιμωρούμενος κατὰ τὸ παρὸν, ὧν ὡς ἄνθρωπος ἐπλημμέλησεν· ὅπως κατὰ τὸ μέλλον μόνας τῶν ἀγαθῶν ἔργων λήψεται τὰς ἀντιμισθίας. Φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. Τηρεῖται δὲ εὐπραγῶν κατὰ τὸ παρὸν, ὁ μὴ δι' ἀγαθοεργίας τιμῶν τὸν Θεόν· μακροθυμοῦντος τούτου ἐπ' αὐτῷ, ἕως ἡμέρας ὀργῆς καὶ ἀποκαλύψεως, καὶ ἀποδιδόντος αὐτῷ ἀγαθὰ νῦν, ἀνθ' ὅτου εἰργάσατό τι καλὸν, ἐπειδὴ οἶδε τοῦτον μὴ διὰ τῶν ἐνταῦθα λυπη ρῶν διορθωθησόμενον. ι. Μαντεῖον ἐπὶ χείλεσι βασιλέως. Ἐν τοῖς λό γοις τοῦ παμβασιλέως Θεοῦ, ἡ τῶν μελλόντων ένεστ. πρόγνωσις ἀπειλοῦντος μὲν τοῖς ἀμετανόητα ἁμαρτάνουσιν αἰώνιον κόλασιν, ἐπαγγελλομένου δὲ τοῖς ἀπαραλείπτως ἐργαζομένοις τὰς ἁγίας αὐτοῦ ἐντολὰς, τὰ ἀτελεύτητα ἀγαθά. Ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῖ. Ἡ δὲ κατὰ τὴν μέλλουσαν κρίσιν ἐπί τε τοῖ; δ καίοις καὶ τοῖς ἁμαρτωλοῖς δικαιοτάτη τούτου από φασις, ἀπλανής ἐστιν, ὡς ἀληθῶς τοὺς μὲν δικαιοῦντος, τοὺς δὲ κατακρίνοντος. ια΄. Ροπὴ ζυγοῦ, δικαιοσύνη παρὰ Κυρίου. Ο άπερ τις ζυγὸς πρὸς τὸ πλεῖον τῆς δικῆς ῥέπων, οὕτως ἡ τοῦ Δεσπότου τῶν ὅλων δικαιοσύνη, τὰ ἀγαθὰ ἡμῶν ἔργα καὶ τὰ πονηρὰ, ἐν ἡμέρᾳ κρίσεως, ταλαντεύουσα καὶ εἰ μὲν τὰ καλὰ ἔργα πλείονα εὑρεθῇ, δικαιοῦσα· εἰ δὲ τὰ κακὰ, κατακρίνουσα. Τὰ δὲ ἔργα αὐτοῦ, στάθμια δίκαια. Αἱ δ' εὐερ γεσίαι τούτου ἐπίσης εἰς πάντας ἐκκέχονται, δωρουμένου πᾶσιν ἐν τῇ ἀναστάσει τὸ τῆς προαιρέσεως καὶ τὸ τῆς φύσεως ἄφθαρτον· ὡς κακίας καὶ θανά του μηκέτι ενεργουμένων· κἂν ἕκαστος ἀναλόγως ἀπολαμβάνῃ τοῖς πεπραγμένοις ἐν τῇ αυτου βιοτῇ. ιβ'. Βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακά. Μισητός ἐστι τῷ τοῦ παντὸς Δεσπότῃ, ὃς τὰ παρ' ἐντολὴν αὐτοῦ ἔργα ποιεῖ· διὰ γὰρ τῆς κατὰ νόμους θείους πολιτείας εὐτρεπίζεται ἡ ψυχή εἰς τὸ ἀναπαύειν ὥς τις θρόνος, ἐφ' ἑαυτῇ Θεὸν, τὴν πάντων αἰτίαν. Μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρε χῆς. Εὐπρόσδεκτα Θεῷ τῷ πάντων βασιλεῖ, ή τε ἐπιθυμία καὶ ὁ θυμὸς, ὅταν κατ' ὀρθὴν κρίσιν, ἡ μὲν τὸ ἀγαθὸν φιλεῖ, ὁ δὲ τὸ κακὸν βδελύττηται. ιγ'. Δεκτά βασιλεῖ χείλη δίκαια. Ασπάζεται δ' οὗτος τοὺς ὁμολογοῦντας τὸ ἀληθὲς λόγους, καὶ μὴ ὑποκρινομένους τὸ ψεῦδος διὰ φόβον ἀνθρώπινον. ιδ'. Θιγιὸς βασιλέως, ἄγγελος θανάτου. Η κατά κρίσιν του Δεσπότου τῶν ὅλων επαγωγή πως διόρθωσιν, τῶν κατὰ τὸ παρὸν θλιβερῶν, ὡς τις
col. 1385–1386page 83 of 162
PG 87:1385ἄγγελος προμηνύει τὴν ἐπὶ τοῖς ἀμετανοήτοις κατά τὸ μέλλον στέρησιν αὐτοῦ, τῆς ὄντως ζωῆς. Ανὴρ δὲ σοφὸς, εξιλάσεται αὐτόν. Γενναίως δ' ὑπομείνας τὰ ἀλγεινὰ, ὁ ἐντεῦθεν ἐν συναισθήσει γενόμενος τῶν οἰκείων πλημμελημάτων, καὶ τῆς ἐπ' αὐτοῖς μελλούσης κολάσεως, καὶ τὸν ἴδιον βίον διορθωσάμενος, τὸν μὲν θυμὸν αὐτοῦ ἀποστρέψει, ἐπισπάσεται δὲ τὴν εὐμένειαν. ιε'. Ἐν φωτὶ ζωῆς, υἱὸς βασιλέως. Ἐν τῷ φωτί ὑπάρχει τῶν ἐντολῶν τοῦ τῆς δικαιοσύνης Ηλίου, δ διὰ τῆς εἰς Θεὸν καὶ τὸν πλησίον ἀγάπης, υἱὸς κατὰ χάριν αὐτοῦ τοῦ πάντων δεσπόζοντος γενέσθαι καταξιωθεὶς. Οἱ δὲ προσδεκτοὶ αὐτῷ, ὥσπερ νέφος δψιμον. Οἱ δὲ προσδεχόμενοι παρ' αὐτοῦ, ὡς διὰ τὴν εἰς αὐ τὸν πίστιν τῷ φόβῳ τῶν κολάσεων δουλικῶς, ἀπὸ τοῦ προτέρου τῆς κακίας βίου, ἐπὶ τέλει τῆς οἰκείας ζωῆς ἐπιστρέφοντες, καὶ τὰς τῷ φλογμῷ τῶν ἑκουσίων παθῶν, πάσης πνευματικῆς νοτίδος στερηθείσας ψυχὰς καθυγραίνοντες τῇ διὰ κατάνυξιν τῶν δακρύων ῥοῇ, ὀψίμῳ ἐοίκασι νέφει καὶ δροσίζοντι τὴν ξηρανθεῖσαν γῆν τῷ θερινοῦ φλογμοῦ καύσωνι. ις. Νοσσιὶ σοφίας αἱρετώτεραι χρυσίου. Δε τοῦ νοὸς θεωρητικαὶ ἕξεις, ἂς οὗτος δυνάμει σοφίας πηγνύων ἐν πνεύματι, ἐπί τε τῇ αἰσθήσει καὶ τῇ φαντασίᾳ, ἐν ταύταις τὰς περὶ τῶν ὄντων ἀληθεῖς δόξας κατὰ διάνοιαν οἷά τινας ἀπογεννᾷ νεοττούς, προτιμώτεραι βρύζου χρυσίου, ὡς ἐν πυρὶ ταῖς λο γικαῖς βασάνοις δοκιμαζόμεναι, καὶ κατὰ γνῶσιν ἀμείωτοι εὑρισκόμεναι Νοσσιαὶ δὲ φρονήσεως, αἱρετώτεραι ὑπὲρ άρ γύριον. Αἱ δὲ τοῦ λόγου πρακτικαὶ ἕξεις, ἃς οὗτος δυνάμει φρονήσεως ἐπὶ τῇ ἐπιθυμίᾳ καὶ τῷ θυμῷ πηγνύων, ἐν τούτοις κατ' ἐπιστασίαν τὰς ἀρετὰς οἷά τινας νεοττοὺς προάγει, ἀργυρίου τηλαυγούς προτιμώτεραι, διὰ βίου καθαρότητα καὶ λαμπρότητα. ιζ. Τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν. Αἱ κατ᾿ ἀρετὴν ἀπὸ εἰσαγωγῆς διὰ προκοπῆς πρὸς τε λειότητα πορείαι τῆς πνευματικῆς ζωῆς τοῦ εὐαρεστεῖν Θεῷ σπεύδοντος, ὡς πάσας κατορθοῦσαι τὰς ἐντολὰς, πᾶσαν κακίαν ἐκφεύγουσιν. Μῆκος δὲ βίου, ὁἱοὶ δικαιοσύνης. Αὗται δὲ αἱ κατὰ τοὺς θείους νόμους πολιτείαι, ζωῆς ποιοῦσι παράτασιν· ἀπὸ τῆς προσκαίρου πρὸς τὴν ἐν Θεῷ ἀτελεύτητον, τοὺς ἑλομένους αὐτὰς παρα πέμπουσαι. Ο δεχόμενος παιδείαν, ἐν ἀγαθοῖς ἔσται. Ο εὐχαρίστως ὑπομένων τὰς τῶν ἀκουσίων πόνων πρὸς διόρθωσιν ἐπαγωγάς, ἕξει μισθαποδοσίαν τὰ ἐν ἐπαγ γελίαις ἀγαθά. ῾Ο δὲ φυλάσσων ἐλέγχους, σοφισθήσεται. Ὁ δὲ τηρῶν τὰς δηλοποιούς πάσης κακίας θείας εντολάς, τοῦ ὄντως ἀγαθοῦ ἐπιστήμων γενήσεται. Ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδοὺς, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν. Ο; διὰ θεῖον φόβον τηρεῖ τὰς κατ'
col. 1387–1388page 84 of 162
PG 87:1387ἡ ἀρετὴν πορείας αὐτοῦ, εἰς τὸ μὴ τοῦ ἀγαθοῦ πολ εκτρέπεσθαι, ἀκίνδυνον ἀπὸ κακίας τὴν ἰδίαν φυ λάσσει ψυχήν. Ο Ἀγαπῶν δὲ ζωὴν αὐτοῦ, φείσεται στόματος αὐτοῦ. Ὁ δὲ ἀσπαζόμενος τὴν ὡς λογικῷ πρέπουσαν αὐτῷ πνευματικήν βιοτήν, πολλὰ μὲν ἐνωτίσεται, ὀλίγα δὲ φθέγξεται· ὥστε πράττειν μὲν & μεμά θηκεν ἀγαθὰ, μὴ λέγειν δὲ περὶ ὧν μήπω κατέλαβεν, καὶ τῆς ἀληθείας ἐντεῦθεν διαμαρτάνειν. Πρὸ συντριβῆς ἡγεῖται ὕβρις. Προηγείται το μωρίας δὲ ἡ τῇ λόγῳ τετιμημένη ψυχῇ ἀτιμοποιες ἁμαρτία, ὡς αἰτία αἰτιατοῦ. ιη'. Πρὸ δὲ πτώματος, κακοφροσύνη. Αὐτοῦ δὲ τοῦ καθ᾽ ἁμαρτίαν ψυχικοῦ πτώματος, τὸ φρα νειν παρ' ὅ δεῖ φρονεῖν, καὶ μὴ φρονεῖν εἰς τὸ σου φρονείν. ιθ'. Κρείσσων πραΰθυμος μετά ταπεινώσεως. Καλλίων ἐστὶν ὁ διὰ βίου εὐτέλειαν, ἀνεξικάκως φέο ρων τὴν τῶν οἰκείων πονημάτων στέρησιν. “Η ὃς διαιρεῖται σκύλα μετὰ ὑβριστών. Παρά τὸν ταῦτα τυραννικῶς ἀφαιρούμενον, καὶ τὴν μερίδα τιθέμενον μετὰ τῶν κατεπαιρομένων τῶν ἀσθενῶν ὅτι τὸν Θεὸν ὁ μὲν ἔχει ἔκδικον, ὁ δὲ τιμωρόν. κ'. Συνετὶς ἐν πράγμασιν, εὑρετὴς ἀγαθῶν. Ὁ νουνεχής καὶ πεῖραν κεκτημένος ἀκριβῆ τῶν πρα γμάτων, ἀπὸ τῶν χειρόνων διακρίνων τὰ κρείττονα, ὑπάρχει τούτων ἐπιτυχής. Πεποιθὼς δὲ ἐπὶ Θεῷ, μακαριστός. Ὁ δὲ πᾶσαν τὴν ἑαυτοῦ ἐλπίδα Θεῷ ἀνατιθεὶς, καὶ μὴ ἐφ' ἑαυτῷ θαῤῥῶν, τυγχάνει ἀείμνηστος· εἰ μὴ γὰρ Κύριος τῷ ἑαυτοῦ φόβῳ φυλάξει ψυχὴν ἀπὸ τῶν ἐπιβουλευόντων αὐτῇ πνευμάτων τῆς πονηρίας, εἰς κενὸν ἐγρηγή ρησεν ὁ ταύτην τηρῶν· καὶ εἰ μὴ πάλιν ὁ αὐτὸς οι κοδομήσει αὐτὴν οἰκητήριον ἑαυτῷ τῇ ἀρχιτεκτονία τοῦ Πνεύματος, ἀνηνύτως ἐσπούδασεν ὁ οἰκοδομεῖν ταύτην ἐπιχειρῶν. κα'. Τοὺς σοφοὺς καὶ συνετούς, φαύλους και λοῦσιν. Τοὺς γινώσκοντας τὴν ἀλήθειαν, καὶ αἱρουμένους τὸ ἀγαθὸν, καὶ ταῦτα λόγοις καὶ ἔργοις ἀνυποστόλως κηρύττοντας, πρός τε τὴν τῶν ἀκουόντων καὶ τῶν ὁρώντων ὠφέλειαν, οἱ πολλοὶ τῶν ἀνθρώπων διαβάλλειν ἐπιχειροῦσιν διά τε τὸ τοῦ λόγου παρέτ σιαστικὸν, καὶ τὸ τοῦ βίου σκληρόν. Οἱ δὲ γλυκεῖς ἐν λόγῳ, πλεῖον ἀκούσονται. Οι δὲ τὰ πρὸς χάριν τοῖς ἀκροωμένοις φθεγγόμεναι, καὶ κρύπτοντες τὴν ἀλήθειαν, πλειόνων λόγων ἀντ ακροάσονται, προς χάριν λεγομένων αὐτοῖς· καὶ ἔσυν ται ἀπατῶντες καὶ ἀπατώμενοι. κβ'. Πηγὴ ζωῆς, ἔννοια τοῖς κεκτημένοις. Η κατὰ διάνοιαν τῆς τῶν αἰσθητῶν φαντασίας περίσκεψις, τοῖς κεκτημένοις αὐτήν, βρύσις ἐστὶ πνευματικῆς γνώσεως, τὰς αἰτίας τῶν πραγμάτων εὑρί σκουσα. Παιδεία δὲ ἀφρόνων, κακή. Η δὲ μάθησις τῶν ἀλογίστως ὀρεγομένων τινός, ἢ ἀποστρεφομένων αὐτὸ, οὐ καλή ἐστιν· ἐπειδὴ ἀνεξετάστως οὗτοι κατά
col. 1389–1390page 85 of 162
PG 87:1389μόνον τὸ τῇ αἰσθήσει δοκοῦν, ἐπαινεῖν ἢ ψέγειν τὸ παρατυχόν μεμαθήκασιν. κγ'. Καρδία σοφοῦ, νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος. Τοῦ συνετοῦ ἡ ψυχὴ γνώσεται πρότερον τὰ δέοντα ῥηθῆναι, καὶ οὕτω ταῦτα προαγαγεῖ τοῦ στόματος· καὶ οὐχ ὡς ἔτυχε, τὰ μὴ δέοντα φθέγξεται. Ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην. Αὐ τὸς δὲ ἐπὶ τῇ τῶν χειλέων ἀνοίξει περιβαλεῖται ἐπίσ γνωσιν τοῦ πρέποντος καιροῦ, εἰς τὸ εἰπεῖν ἃ λαλη θῆναι προέγνωκε δέοντα. κδ'. Κηρία μέλιτος, λόγοι καλοί. Οἱ πρὸς διδα σκαλίαν ἀγαθοὶ λόγοι, δίκην μέλιτος κηρίων, εἰσὶ διεσκευασμένοι πολυειδῶς· ὥστε καταλλήλως τῇ τῶν δεχομένων δυνάμει ἁρμόττεσθαι. Γλύκισμα δὲ αὐτῶν, ἴασις ψυχῆς. Ἡ δὲ ἐν τούτοις ἐγκεκρυμμένη ὡς ἔν τισι σίμβλοις γλυκυτάτη γνῶσις τῆς ἀληθείας, θεραπεία ὑπάρχει ψυχῆς, σκότους αὐτὴν ἀγνοίας ἀπαλλάττουσα. κε'. Εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρί· τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου. Υπάρχουσι πολιτείαί τινες, αἳ διὰ τὸ ἐπίκη. ρον ἡδὺ καὶ ἐπίδοξον, νομίζονται τινι ἀνθρώπῳ τυγ χάνειν καλαί· τὰ δὲ τέλη τούτων, εἰς βάθος ἀπωλείας ὁρᾷ. Τῆς γὰρ κατ' αἴσθησιν ἡδονῆς, τέλος οδύνη ἐστί· καὶ τῆς διακένου δόξης, ἡ ἀτιμία. κς'. 'Ανὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ, καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν. "Ανθρωπός τις τῷ δου πεῖν μοχθεῖ ὑπὲρ ἑαυτοῦ, ἐν μόχθοις πολλοῖς πλεονεκτικῶς πλουτῶν, καὶ τυραννικῶς δοξαζόμενος· α ἐπεὶ δὲ κίνδυνος ταῦτα ψυχῆς, βιαστικῶς ἐπισπᾶται ὁ τοιοῦτος τὸν ἴδιον όλεθρον. Ο μέντοι σκολιός, ἐπὶ τῷ ἑαυτοῦ στόματι φο ρεῖ τὴν ἀπώλειαν. Ο μέντοι γνώμην έχων στρεβλήν, καὶ βλάπτειν ἀεὶ μελετῶν, οὐ πολλοῦ δεῖται καμάτου εἰς βλάβην αὐτοῦ· ἀλλὰ παρὰ τῷ ἰδίῳ στό ματι τὸν ἑαυτοῦ ἐπιφέρεται ὄλεθρον προξενών ἀπώλειαν ἑαυτῷ, ἐξ ὧν εἴωθε φθέγγεσθαι· παρὰ μὲν Θεοῦ, τὴν κατὰ ψυχήν παρὰ δὲ τῶν ἐνωτιζομένων τὰ παρ' αὐτοῦ λεγόμενα, τὴν κατὰ σῶμα. κζ'. ἀνὴρ ἄφρων, ορύσσει ἑαυτῷ κακά. "ἄνθρωπος ὃς μὴ τὰ ἑαυτοῦ συμφέροντα διαλογίζεται, καθ' ἑαυτοῦ ἐξευρίσκει τὰ βλαπτικὰ, ἐπινοῶν τὰ πρὸς οι κείαν ἀπώλειαν. Ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πυρ. Ἐν δὲ τῷ στόματι αὐτοῦ, συνάγει ῥήματα, κακίαν ἅπασαν εκκαίοντα παρὰ τοῖς ἀκούουσιν. κη'. Ανὴρ σκολιός, διαπέμπεται κακά. "ἄνθρωπος κατὰ γνώμην στρεβλος, παραπέμπει διὰ μέσων τῶν ἐπιτηδείων εἰς τὸ ὑπουργεῖν τὰ αὐτοῦ βουλεύματα, τοὺς ἐν τῇ ψυχῇ αὐτοῦ μελετωμένους δόλους κατά τῶν ἀγαπώντων ἀλλήλους. Καὶ λαμπτῆρα δόλου πυρσεύσει κακοῖς· καὶ διαχωρίζει φίλους. Καὶ οὕτω πυρσὸν ὑπανάπτει ἀπάτης ἐν τοῖς πειθαρχοῦσιν αὐτῷ ὑπουργοῖς τῆς κακίας· καὶ διὰ τούτων, ὡς δι' ὀργάνων τινῶν, τοὺς ἡνωμένους δι' ἀγάπης εἰλικρινούς, ἀπ' ἀλλήλων διίστησιν, ἔχθραν ἀνὰ μέσον αὐτῶν ἐμβαλών. κθ'. Ανὴρ παράνομος αποπειρᾶται φίλων, καὶ
col. 1391–1392page 86 of 162
Caput XVII
PG 87:1391απάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς. "Ανθρωπος παρ βάτης τῶν τοῦ Θεοῦ ἐντολῶν, βλάψαι τινας βουλόμενος κεκτημένους πρὸς ἀλλήλους ἀγάπην καὶ ὑπ' ἀλ λήλων βοηθουμένους, δοκιμάζει τούτους, εἰ τὰ κατ' ἀλλήλων δέχονται σκάνδαλα· καὶ ἀπὸ τῆς τοιαύτη; ἀγαθῆς διαθέσεως, ἄγει αὐτοὺς εἰς διαλογισμούς μίσους. γ. Στηρίζων· δὲ ὀφθαλμοὺς αὐτοῦ, λογίζεται διεστραμμένα· ἐπιδάκνων δὲ τοῖς χείλεσιν απ τοῦ, ὁρίζει πάντα τὰ κακά. Ἐφιστῶν δὲ ἐπ' αὐτουςτοὺς ἑαυτοῦ ὀφθαλμούς, μελετά κατ' αὐτῶν πονηρά καὶ τὰ ἴδια χείλη ἐκδάκνων, τυποὶ πάντα τὰ παρ' αὐτοῦ κατ' αὐτῶν μελετώμενα. Οὗτος καμινός ἐστι κακίας. Ο γοῦν τοιοῦτος ἄνθρωπος πῦρ κακίας ἐστὶ, μισανθρώπως τους παρα τυγχάνοντας καταδαπανών. λα'. Στέφανος, καυχήσεως γῆρας· ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται. Τη δηλωτικὸν βραβεῖον τῆς κατὰ τῶν παθῶν νίκης, τὸ τοῦ βίου τέλος ἐστίν ἐν δὲ ταῖς ἐργασίαις τῶν τοῦ Θεοῦ ἐντολῶν τὸ τοιού τον τέλος εὑρίσκεται· ἐκ νεότητος γάρ τις ἀγωνιζόμενος κατὰ τῶν παθῶν διὰ τῆς τῶν θείων ἐντολῶν έργασίας, ἄδηλον ἔχει μέχρι γήρως τὴν κατ' αὐτῶν νίκην, ὡς τὸ ταύτης δηλωτικὸν βραβεῖον, ἐν αὐτῷ τῷ τέλει ἀπεκδεχόμενος. λβ'. Κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ· ὁ δὲ κρατῶν ὀργῆς, κρείσσων καταλαμβανομένου πόλιν. Καλλίων ἐστὶν ὁ γενναίως φέρων τὰ παρά τινος αὐτῷ ἐπερχόμενα λυπηρά, καὶ λόγῳ κρατῶν τοῦ C.θυμοῦ, ὥστε μὴ ὀρέγεσθαι τῆς τούτων ἀντιλυπήσεως, ὑπὲρ αὐτὸν τὸν εἰς βλάβην τούτου τὴν ἰδίαν ἐνδεικνύμενος δύναμιν· ὃς δὲ κἂν τὴν ὄρεξιν τῆς ἀντιλυπήσεως κατασχεῖν μὴ δεδύνηται, αὐτοῦ τοῦ ἀντιλυπῆσαι, εἰ καὶ δυνατῶς ἔχει, ἀπέχεται, καλλίων ἐστὶ τοῦ φθάνοντος τὴν τούτου λυπῆσαι ψυχὴν, ἐν ᾗ οὗτος κατά διάνοιαν τὸ πολίτευμα κέκτηται· παρὰ γὰρ Θεοῦ, οἱ μὲν μισθοὺς τῆς ὑπομονῆς ἕνεκεν ἀπεκδέχονται, οἱ δὲ τιμωρίας· ὅτι ἕκαστος αὐτῶν διετέθη πρὸς τὸν πέλας κακῶς. λγ'. Εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις παρὰ δὲ Κυρίου πάντα δίκαια. Τοῖς βλάπτουσιν ἑτέρους, εἰς οἰκείαν ἐπιστρέφουσι βλάβην & πρὸς τούτους ἐνδείκνυται· παρὰ δὲ τοῦ τῶν ὅλων Δεσπό του ή δικαιοτάτη αὕτη κρίσις ἐξέρχεται, ἀποδιδόντος πᾶσι κατὰ τὰ ἔργα αὐτῶν. ΚΕΦΑΛ. ΙΖ'. α'. Κρείσσων ψωμός μεθ᾽ ἡδονῆς ἐν εἰρήνῃ. Καλλίων ἐστὶν ἄρτος μόνος ἡδέως εσθιόμενος ἐν γα λήνη ψυχῆς καὶ ὁμονοίᾳ τῇ πρὸς ἅπαντας. *Η οἶκος πλήρης ἀγαθῶν πολλῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης. Η οἰκία πεπληρωμένη καρυκευμάτων, καὶ σφαγίων ἐξ ἁρπαγής, μετά Εχθρας παραπικραινούσης ψυχήν. β'. Οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀρρά νων. Ο πάθεσι δουλεύων, καὶ τὴν οἰκείαν ἐπιγινώσκων ἀσθένειαν, καὶ μετανοῶν ἐφ᾽ οἷς πλημμελεῖ, ἄρξει ποτὲ διὰ λόγου τῶν τὴν τούτου ψυχήν τυραννούντων παραλόγων παθών.
col. 1393–1394page 87 of 162
PG 87:1393Ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη. Ἐν δὲ ταῖς περὶ τὸ ἀγαθὸν ὁμονοούσαις ψυχικαῖς δυνάμεσι, τὸν ἕνα λόγον τῆς ἀρετῆς εἰς διαφόρους ἀρετὰς διαιρήσει, ἑκάστῃ δυνάμει ἀπονέμων τὴν πρόσφορον· οἷον, τῇ μὲν ἐπιθυμητικῇ, τὴν σωφροσύνην· τῇ δὲ θυμική, τὴν ἀνδρείαν· τῇ δὲ λογιστικῇ, τὴν φρόνησιν· καὶ ταῖς ὅλαις, τὴν δικαιοσύνην ἐν τῷ τὰς ἐλλείψεις καὶ τὰς ὑπερβολὰς ἐκφεύγειν τῶν ἀρετῶν, γ. "Ωσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος και χρυσός, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ. Καθάπερ ἡ τοῦ ἀργύρου φύσις, καὶ ἡ τοῦ χρυσοῦ, αἱ τῶν λοιπῶν ὑλῶν τιμιώτεραι, ἐν τῷ πυρὶ ἐξετάζονται, εἴπερ εἶεν ἀκίβδηλοι· τοιουτοτρόπως καὶ τῶν πολλῶν αἱ προέχουσαι κατά γνώμην ψυχαί, παρὰ τῷ τῶν ὅλων Δεσπότῃ Θεῷ. Τῇ γὰρ περὶ αὐτοῦ καὶ τῶν αὐτοῦ ποιημάτων ἀληθεῖ δόξῃ, καὶ ταῖς παναγά θοις αὐτοῦ ἐντολαῖς, τὸ κατὰ γνῶσιν ἐν ταῖς λογικαῖς βασάνοις δίκην χρυσοῦ ἀμείωτον, καὶ τὸ κατ᾿ ἀρετὴν ἐν βίῳ, δίκην ἀργύρου διαφανὲς καὶ λαμπρὸν τῶν τοιούτων ψυχῶν δοκιμάζεται. δ'. Κακὺς ὑπακούει γλώσσαις παρανόμων. Ο κεκτημένος γνώμην κακήν, ταῖς συμβουλίαις πείθεται τῶν μὴ τηρησάντων τὸν λόγον καθ' όν γεγόνασι τῆς πονηρίας πνευμάτων. Δίκαιος δὲ οὐ προσέχει χείλεσι ψευδέσιν. Ο δὲ θείοις νόμοις ὑπείκων, τὰς ἀπατηλὰς ὑποθήκας αύτ τῶν οὐ προσίεται. ε'. Ο καταγελῶν πτωχοῦ, παροξύνει τὸν Ποιη σαντα αὐτόν. Ὁ ἐξουθενῶν τὸν πλούτου, οἷς Θεὸς ἐπίσταται κρίμασιν, ἀποπεσόντα, αὐτὸν τὸν τούτου Πλαστουργόν παροργίζει· ὅτι μὴ τὸν ἄνθρωπον τιμᾷ, τὸ τιμιώματον θεῷ κτῆμα καὶ οἰκειότατον, ἀλλὰ γῆς ῥέουσαν ὕλην καὶ κάτω μένουσαν. Ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ, οὐκ ἀθωωθήσεται. Καὶ ὁ ἐπεγγελῶν τῷ, εἴτε κατὰ ψυχὴν, εἴτε κατὰ σῶμα κινδυνεύοντι, οὐκ ἀνεύθυνος ἔσεται, ἀλλὰ δίκας εἴτε κατὰ τὸ παρὸν, εἴτε κατὰ τὸ μέλλον,εἰσπραχθήσεται παρὰ τοῦ δικαίου κριτοῦ, ἐπειδὴ οὕτως ἀσυμ παθῶς περὶ τὸν ὁμοφυῆ διετέθη. 'Ο δὲ ἐπισπλαγχνιζόμενος, ἐλεηθήσεται. Ὁ δὲ σπλάγχνα ελέους ὑπανοίγων αὐτῷ, τὸν τοῦ Θεοῦ εἰς ἑαυτὸν ἐπισπάσεται ἔλεον· ἐλεηθεὶς ὡς ἠλέησεν. 5'. Στέφανος. γερόντων τέκνα τέκνων. Δόξα ὥσπερ τοῖς καθ' ηλικίαν πρεσβυτέροις, υἱοὶ τῶν υἱῶν, οὕτω τοῖς κατὰ σύνεσιν γηραιοῖς, οἱ ἐκ τῶν γεννηθέντων αὐτοῖς διὰ τῆς πνευματικῆς διδασκαλίας ὁμοιοτρόπως ἀποτεχθέντες· διότι οὐκ ἀτελῶς ἐδίδαξαν, ἀλλ' ἑτέρων διδασκάλους τοὺς οἰκείους ἀποτελέσαι ἴσχυσαν μαθητάς. Καύχημα δὲ τέκνων, πατέρες αὐτῶν. Καύχημα δὲ καθάπερ τῶν κατὰ σάρκα υἱῶν, οἱ τούτων γονεῖς. τὸν αὐτὸν τρόπον καὶ τῶν κατὰ πνεῦμα, οἱ πνευματ τικῶς τούτους ἀποτεκόντες· καὶ γὰρ ὡς ἐπί τινι κλήρῳ, τῇ εὐκλείᾳ τῶν γεννητόρων, οἱ υἱοὶ ἐναβρύνονται. Τοῦ πιστοῦ, ὅλος ὁ κόσμος τῶν χρημάτων. Τοῦ
col. 1395–1396page 88 of 162
PG 87:1395βεβαίαν εἰς Θεὸν κεκτημένου πίστιν, ἅπαν τὸ πλῆθος ἐστι τῶν χρημάτων, αὐτῷ τῷ Δημιουργῷ τῶν ὅλων καὶ προνοητῇ ἑαυτὸν ἀνατιθέντος, κακεῖθεν πληρουμένου τὴν χρείαν· διὸ οὗτος, καὶ μηδὲν ἔχων, τὰ πάντα κατέχει. Τοῦ δὲ ἀπίστου, οὐδὲ ὀβολός. Τοῦ δὲ Θεῷ μὴ πιστεύοντος, οὐδ᾽ ὀβολός ἐστιν εἷς, μηδὲν πιστὸν κεκτημένου καὶ βέβαιον, κἂν πολλὴν οὗτος κέννηται περιουσίαν χρημάτων. ζ. Οὐχ ἁρμόσει ἄφρονι χείλη πιστά. Οὐκ εὐπαράδεκτοι ἔσονται τῷ μὴ περιφέροντι Θεὸν ἐν χαρ δίᾳ, εἴθ' ὡς Δεσπότην φόβῳ, εἴθ᾽ ὡς κατὰ χάριν Πα τέρα πόθῳ, αἱ ἅγιοι αὐτοῦ ἐντολαί. Οὐδὲ δικαίῳ χείλη ψευδῆ. Οὐδὲ τῷ κατ' αὐτὰς πολιτευομένῳ, αἱ τοῦ διαβόλου ἀπατηλαὶ ὑποθῆκαι οὐδεὶς γὰρ Θεῷ καὶ Σατᾶν δουλεύειν δύναται. η'. Μισθός χαρίτων, ἡ παιδεία τοῖς χρωμένοις. Μισθοῦνται διὰ τῶν ἐντολῶν, τὰ τοῦ παναγίου Πνεύ ματος χαρίσματα, εἰς τὴν μετάγουσαν ἀπὸ τοῦ ἐναν τίου εἰς τὸ ἀγαθὸν τὸν ἡμέτερον βίον παίδευσιν, τοὺς μετιόντας αὐτήν· ἄνευ γὰρ τῶν τοῦ Πνεύματος χαρισμάτων, τοῦ φόβου, φημί, καὶ τῆς ἰσχύος, καὶ τῶν λοιπῶν, οὐδέ τινος βίος τῇ τῶν ἐντολῶν κατορθώσει πρὸς τὸ βέλτιον μεταβάλλεται. Οὗ δ' ἂν ἐπιστρέψῃ, ευοδωθήσεται. Εὐθυπορή σει δὲ ἡ τοιαύτη παίδευσις καὶ ἐν τοῖς ἐναντίοις, ἐμποιοῦσα ἐπὶ μὲν ταῖς εὐθυμίαις, ἐγκράτειαν τῶν ἡδέων· ἐπὶ δὲ ταῖς δυσθυμίαις, ὑπομονὴν τῶν ἀλγεινῶν. θ'. Ὃς κρύπτει αδικήματα, ζητεῖ φιλίαν. Ὁ παρορῶν τὰ παρ' ἑτέρων εἰς αὐτὸν γινόμενα σκάν δαλα, ποθεῖ τὸ συμφιλιάζειν αὐτοῖς. *Ος δὲ μισεῖ κρύπτειν, διίστησι φίλους καὶ οἰ κείους. "Ος δ' ἀποστρέφεται τὸ παραβλέπεσθαι ταῦ τα, ἐχθραίνει τούς τε φιλοῦντας αὐτὸν, καὶ αὐτουςτοὺς κατὰ γένος προσῳκειωμένους αὐτῷ· τοῖς γὰρ ἀνακρίνουσι τὰ ἀλλήλων, ἀδύνατον μὴ εὑρίσκεσθαι σκάνδαλα. ι'. Συντρίβει ἀπειλή καρδίαν φρονίμου. Συνθλά καὶ τῆς πρὸς τὸ κακὸν ὁρμῆς ἀναστέλλει τὴν ψυχὴν τοῦ ἐχέφρονος, καὶ μόνος ἀπειλητικός λόγος προ φθάνει γὰρ ὁ τοιοῦτος ἀνὴρ τὴν τῶν κακῶν φυγήν, Ο πρὸ τῆς πείρας αὐτῶν. "Αφρων δὲ μαστιγωθεὶς, οὐκ αἰσθάνεται. Ο δὲ ἀνόητος, καὶ μετὰ τὰς ἐπενηνεγμένας αὐτῷ πληγὰς τῶν πεπλημμελημένων αὐτῷ ἔνεκεν, οὐκ ἐπιγινώσκει τίνος χάριν αἱ τῶν πειρασμῶν ἐπιφοραί, συρο χωρήσει θείᾳ, τούτῳ ἐπάγονται· κἀντεῦθεν τὸν αἰ κεῖον βίον οὐ διορθοί. ια΄. Αντιλογίας ἐγείρει πᾶς κακός. Αντιλέγει ταῖς τοῦ Θεοῦ ἐντολαῖς, πᾶς προαιρούμενος τὸ κακόν προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις. ῾Ο δὲ Κύριος ἄγγελον ἀτελεήμονα εκπέμψει αὐτῷ. Ὁ δὲ τοῦ παντὸς Δεσπότης Θεὸς, τιμωρητικὴν δύναμιν ἐξαποστελεῖ ἐπ' αὐτὴν. καταγγέλλουσαν τούτῳ τὴν κατ' αὐτοῦ δικαίαν τούτου ὀργήν. Ὁ γὰρ
col. 1397–1398page 89 of 162
PG 87:1397ματαίως προβαλλόμενος προφάσεις, εἰς τὸ μὴ ποιεῖν τὰ Δεσποτικὰ προστάγματα, παροργίζων Θεὸν, δι καίως τῶν παρ' αὐτοῦ πειρᾶται πληγών. ιβ'. Ἐμπεσείται μέριμνα ἀνδρὶ νοήμονι. Επέλθη μελέτη διηνεκής πάντων τῶν ἐκεῖθεν δικαστηρίων, ἀνθρώπῳ νουνεχεῖ, καὶ τοῖς προσκαίροις τὸν νοῦν μή αἰχμαλωτιζομένῳ. Οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά. Οἱ δὲ μὴ περιφέροντες Θεὸν ἐν καρδίᾳ, διαλογισμοὺς ἕξουσι πονηρούς, ὡς μόνοις προσκείμενοι τοῖς φθαρτοῖς. ιγ'. "Ος ἀποδώσει κακὰ ἀντὶ ἀγαθῶν, οὐ κινη θήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ. Νεκρωθήσονται καὶ ἀποβαλοῦνται τὴν κίνησιν, τὰ πάθη τῆς σαρκὸς τοῦ ταύτην ὑπωπιάζοντος καὶ θλίβοντος, ἀνθ' ὧν ταῦτα ἐπεγείρει αὐτῷ σαρκικῶν ἡδυπαθειῶν· αἱ τοῖς πολλοῖς νομίζονται ἀγαθαί. Ἡ γὰρ σὰρξ εἰκητή ριόν ἐστι τῆς ψυχῆς· δι᾿ ἣν ὡς λογικήν τε καὶ νοεράν, ἄνθρωπος καὶ ἔστι καὶ λέγεται ἡμῶν ἕκαστος. ιδ'. Εξουσίαν δίδωσι λόγοις, ἀρχὴ δικαιοσύ της προηγεῖται δὲ τῆς ἐνδείας, στάσις καὶ μά χη. Ἐλευθερίαν παρέχει τοῖς λόγοις, εἰς τὸ ἀπερικαλύπτως ἀπαγγέλλειν τὸ ἀληθὲς, τὸ ἐκ τῆς ἐναρέτου πολιτείας κατὰ τῶν παθῶν κράτος· ἔπεται δὲ τῇ τῆς σαρκὸς πρὸς τὸ πνεῦμα, καὶ τοῦ βίου πρὸς τὸν λόγον ἀντικαταστάσει, ἡ παρὰ μέρος τῆς ἀληθείας ἔλλειψις· ὅταν γὰρ μὴ τῷ λόγῳ ὁ βίος συμμαρτυρῇ, ἀνάγκη χωλεύειν ἐνταῦθα τὴν ἀλήθειαν. ιε'. "Ος δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ Θεῷ. *Ος νομίζει τὸν μὲν παραβαίνοντα τὰς θείας ἐντολὰς ἀγαθὸν, ὡς ἀπατῆσαι καὶ βλάψαι ἰσχυρόν· τὸν δὲ ταύτας τηροῦντα, κακὸν ὡς ἀνεξικάκως τὰ λυπηρὰ φέροντα, καὶ τῷ ἐπάγοντι αὐτῷ ταῦτα μὴ ἀντιπίπτοντα, ἐμπαθής ἐστιν ὁ τοιοῦτος· καὶ διὰ τοῦτο παρὰ Θεῷ τῷ ἀπαθεί, μισητός. «Οὐαὶ γὰρ τοῖς λέγουσι τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρόν.» ις'. Ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται. Τίς ἡ αἰτία τοῦ κτήσασθαι πλοῦτον, τὸν μὴ ἐν καρδίᾳ Θεὸν περιφέροντα; Ἐπειδὴ μὴ οἶδε καλῶς αὐτῷ χρήσασθαι. Ο γὰρ ἐνταῦθα μὴ περιφέρων αὐτὸν, φῶς ὄντα νοερὸν, σχεῖν διάκρισιν τὴν διαιροῦσαν τὸ χεῖρον τοῦ κρείττονο; οὐκ ισχύσει. "Ος ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συν τριβὴν· ὁ δὲ σκολιάζων τοῦ μαθεῖν, ἐμπεσεῖται εἰς κακά. “ὺς ὑψοῖ τὸ ἴδιον σκῆνος, εἰς τὸ τῆς ψυ χῆς κατεπαίρεσθαι, ποθεῖ τὴν ἰδίαν ἀπώλειαν· καὶ ὁ ἐντεῦθεν διὰ τὴν τῆς σωματικῆς ἀλογίας ἐπικράτειαν ἐμποδιζόμενος γνῶναι τὸ ὄντως καλόν, περιπεσείται τοῖς φθοροποιεῖς πάθεσιν. ιζ. Εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι. θεῷ προσφιλής είναι σπούδαζε, ός πάντα τὸν χρόνον ἔσται σοι ἀρωγός. Αδελφοὶ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· τού του γὰρ χάριν γεννώνται. Οἱ δὲ διὰ τὴν ὁμοφυΐαν καὶ τὸ ἓν εἰς τὸν Θεὸν σέβας ἀδελφοὶ, θέτερος θατέρῳ βοηθείτω ἐν περιστάσεσι· τούτου γὰρ ἕνεκεν κατά τε τὴν φύσιν καὶ τὴν χάριν τὸ συγγενές ἔχουσιν· ν
col. 1399–1400page 90 of 162
PG 87:1399ὡς ἑνὸς μέλη σώματος, κεφαλὴν ἔχοντος τὸν Χριστὸν βοηθοίεν ἀλλήλοις ἐν χρείας καιρῷ. ιη'. Ανὴρ ἄφρων ἐπικρατεῖ καὶ ἐπιχαίρει ἑαυ τῷ, ὡς καὶ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ φίλον. Ανθρωπος ὁ μὴ φρονῶν τὰ ἑαυτῷ καὶ ἑτέροις συμ φέροντα, αυτάρεσκος ὑπάρχων καὶ μὴ θεάρεστος, ἐπικαυχάται μὲν καὶ εὐφραίνεται ἑαυτῷ, ἐφ᾽ οἷς λέ γει τε καὶ ποιεῖ, καθάπερ επαγγέλλεται τῇ ήδυ παθείᾳ τοῦ προσφιλούς αὐτοῦ σαρκίου, καὶ ὁ τοῦτο ἐπὶ τέλει ἀποδοῦναι κατὰ πρᾶξιν τὸ χρέος τῆς ἀρετῆς ἐγγυώμενος, καὶ μὴ διερεθίζων αὐτὸ πρὸς ἐργασίαν τῶν ἐντολῶν. Επὶ δὲ τῶν ἑαυτοῦ χειλέων καὶ ὁδῶν πῦρ θη σαυρίζει. Ἐν δὲ τοῖς παρ' ὅλην αὐτοῦ τὴν ζωὴν λό γοις τε καὶ ἐπιτηδεύμασι, τὸ αἰώνιον ἀποθησαυρίζει πῦρ ἑαυτῷ, κἂν χαίρῃ ἐπὶ τούτοις ὡς νομιζομένοις αὐτῷ ἀγαθοῖς. ιθ'. Φιλαμαρτήμων χαίρει μάχαις. Ο τῆς κακίας ἐραστῆς ἐπευφραίνεται ταῖς κατ' αὐτὴν τοῦ νόμου τῆς αἰσθήσεως πρὸς τὸν νόμον τοῦ νοὸς ἀντικατα στάσεσιν, καὶ αὐτὴν τὴν τῆς ἁμαρτίας εἰσαγωγόν αἴσθησιν ἐπικρατεστέραν ποιῶν τοῦ νοὸς, ἐπιζητεῖ τὴν ἰδίαν ἀπώλειαν. Ὑψῶν θύραν ἑαυτοῦ, ζητεῖ συντριβήν. Ὥσπερ γὰρ ὁ φιλήδονος, Θεοῦ ἀφίσταται διὰ σαρκὸς ἡδυ πάθειαν· οὕτω καὶ ὁ αὐτάρεσκος, διὰ ψυχῆς ἄγνοιαν μὴ εἰδὼς Θεὸν εἶναι πάντων τῶν καλῶν αἴτιον, τεῦθεν ἑαυτῷ ἐπιγράφων τὰ κατορθώματα. κ'. 'Ο δὲ σκληροκάρδιος, οὐ συναντᾷ ἀγαθοῖς. Ὁ δ' οὕτω κατὰ ψυχὴν σκληρυνόμενος, καὶ πρὸς τὰς θείας ἀντιτυπῶν ἐντολὰς, τῶν ἀποκειμένων τοῖς δ καίοις οὐκ ἐπιτυχής γίνεται ἀγαθῶν. Ανήρ εὐμετάβολος γλώσση, ἐμπεσεῖται εἰς κακά. Ὁ εὐκόλως ἀλλοιῶν τὰς εἰς Θεὸν συνθήκας αὐτοῦ, αἳ τηρήσεις τῶν ἁγίων αὐτοῦ εἰσιν ἐντολῶν, πάθεσιν ἀτιμίας περιπεσείται. κα'. Καρδία δὲ ἄφρονος, οδύνη τῷ κεκτημένῳ αὐτήν. Η ψυχὴ τοῦ μὴ φόβον θεῖον κεκτημένου καὶ πόθον, κάντεῦθεν καταφρονητικώς διακειμένου περί τὰς ἐντολὰς, τιμωρὸς ἔσται αὐτοῦ τοῖς τοῦ συνειδότος ἀνενδότοις ἐλέγχοις. Οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ. Οὐ χαίρει νοῦς ἐπὶ λογισμῷ ἀσυνέτῳ, ὅτι ἐκ τῆς ὑπηρέτιδος τούτου αισθήσεως, νόθον καὶ ἑαυτῷ ἀν όμοιον τοῦτον ἀπέτεκεν. Υἱὸς δὲ φρόνιμος, εὐφραίνει μητέρα αὐτοῦ. Λογισμὸς δ' ἐχέφρων, τέρπει διὰ τῶν τῆς δικαιοσύνης ἔργων τὴν ἀποτεκοῦσαν τοῦτον σύνοικον τοῦ νοῦ σοφίαν, τὰς ὑποθήκας ταύτης πάσας πλη ρῶν. κβ'. Καρδία εὐφραινομένη, εὐεκτεῖν ποιεῖ. Εν χὴ πάντοτε χαίρουσα, ὡς ἀδιαλείπτως προσευχομένη διὰ τὸ μὴ τὸ ἴδιον, ἀλλὰ μόνον τὸ τοῦ Θεοῦ ζητεῖν θέλημα· κἀντεῦθεν ἐν παντὶ συναντήματι, κἂν ἀνια ρὸν εἴη εὐχαριστεῖν, ἀπάθειαν ταῖς ἑαυτῆς περι ποιεῖται δυνάμεσι. Ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται ἐστᾶ. Τοῦ δὲ
col. 1401–1402page 91 of 162
PG 87:1401προσκειμένου νοός προσκαίροις, καὶ ἐπὶ τῇ τούτων ἀνιωμένου φθορᾷ, τὰ διανοήματα, ἃ δίκην ὀστῶν αὐτ τὸν ὑπερείδουσι, τῆς ζωογόνου πνευματικῆς νοτίδος ἑστέρηνται. κγ'. Λαμβάνων δῶρα ἐν κόλπῳ ἀδίκως, οὐ κατο ενοδοῦται ἐν ὁδοῖς· ἐκκλίνει γὰρ ὁδούς δικαιοσύνης. Ο παραλαμβάνων μετὰ περιχαρείας, ὥς τινα δῶρα, ἐν τῷ κατὰ διάνοιαν ταμείῳ τῆς ψυχῆς ἀδιακρίτως τὰς τῶν δαιμόνων ἀπατηλὰς ὑποθήκας, οὐχ εὑρίσκει ἐν ταῖς αὐτοῦ πράξεσι τέλος τὸ ἀγα θόν· ἐπειδήπερ ἀπολιμπάνει τὰς δικαιοτέρας τοῦ Θεοῦ ἐντολὰς, αἳ πρὸς αὐτὸν ἄγουσιν ὡς ἔσχατον ὀρεκτόν. κδ'. Πρόσωπον συνετόν, ἀνδρὸς σοφοῦ. Τοῦ ἔχοντος τὸν τοῦ Θεοῦ λόγον, τὴν αὐτοσοφίαν ἔνοικον, συνεσταλμένος ὁ βίος· ὅς τὴν ἀφανῆ τῆς ψυχῆς χα ρακτηρίζει διάθεσιν· ἐγκρατῶς μὲν τοῖς παροῦσι χρωμένου, τῶν δὲ μελλόντων ὁλικῶς τυχεῖν ἀγωνιζομένου. . Οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος, ἐπ' ἄκρα γῆς. Α' δ' ὄψεις τοῦ μὴ Θεὸν περιφέροντος ἐν καρδίᾳ, τὰ πέρατα διασκοποῦσι τῆς γῆς, εἰ δυνατὸν ταύτην περιλαβεῖν, καὶ πάσης δεσπόσαι αὐτῆς. κε'. Οργὴ πατρὶ, υἱὸς ἄφρων. Τὸ κατ' ἐπιθυμίαν ὑφιστάμενον διανόημα ἐκ παραλόγου τοῦ νοὸς μετὰ τῆς αἰσθήσεως συμπλοκῆς, αὐτῷ μὲν τῷ νοι, ὡς πατρί, παραίτιον γίνεται θείας ὀργῆς· ἥτις ἀνακωχὴ τῆς χορηγίας τῶν πνευματικῶν χαρισμά των ἐστίν. Καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν. Τῇ δὲ ἀποτεκούσῃ τοῦτο αἰσθήσει, οἷα μητρί, ὀδύνην περιποιείται· πό νοις ἀκουσίοις δαμαζομένης τῆς σαρκὸς, κατὰ θείαν συγχώρησιν ὡς ἂν ἐπιγνῶσιν ἄμφω, ὅ τε νοῦς καὶ ἡ αἴσθησις, μὴ παρανόμως ἀλλήλοις συμπλέκεσθαι, καὶ ἀντὶ ἀρετῆς κακίαν ἀπογεννάν. κς'. Ζημιοῦν ἄνδρα δίκαιον, οὐ καλόν. Τὸ ἀπο στερεῖν ἀρετῆς τὸν ταύτης ἐπιμελούμενον, καὶ εἰς τὰ κατ᾽ ἔλλειψιν αὐτῆς περιτρέπειν πάθη, οὐκ ἔστι καλὸν, κἂν διὰ τὸ λεῖον τῆς ἡδονῆς οὕτω δοκῇ. Οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. Οὐδ ὅσιον ὑπάρχει, τὸ καθ' ὑπερβολὴν τῆς ἀρετῆς πάθος ἐπιτίθεσθαι τοῖς τὴν ἐπιθυμίαν τῶν κατ' αν σθησιν ἡδέων νικήσασι, καὶ καθυποτάσσουσι την σάρκα τῷ πνεύματι δι' ἐργασίας τῶν τοῦ Θεοῦ ἐνα τολῶν· λαθραία γάρ ἐστιν ἐχθρῶν ἀπὸ δεξιᾶς τὸ τοιοῦτον ἐπίθεσις. ᾿Αλλὰ καλὸν μὲν πάντως ἐστὶν, εἷα δίκαιον, τὸ κατὰ τὸν φυσικὸν νόμον καὶ τὸν γρα πτὸν, ποιεῖν τινα εἰς ἑτέρους, δ καὶ εἰς ἑαυτὸν παρ' ἐκείνων γίνεσθαι θέλει, καὶ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτόν· ὅσιον δὲ τὸ κατὰ τὸν πνευματικὸν αὖθις νότ μον, ἀγαπᾶν τοὺς ἐχθροὺς, καὶ καλῶς· ποιεῖν τοῖς μισοῦσιν αὐτόν· καὶ οὕτως διαμένειν άτρεπτον. Πει σθῶμεν τοίνυν Θεῷ τῷ ταῦτα νομοθετήσαντι, όπως κληρονόμοι τῆς αὐτοῦ βασιλείας γενώμεθα· καὶ μὴ ὑπακούσωμεν τῷ διαβόλῳ, ἐκτρέπειν ἡμᾶς ἐπειχει ροῦντι τῆς ἀρετῆς εἰς τὰ κατ' ἔλλειψιν ταύτης καὶ ὑπερβολὴν πάθη· ἵνα μὴ παραπεμφθῶμεν εἰς πῦρ τὸ ἡτοιμασμένον αὐτῷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
col. 1403–1404page 92 of 162
Caput XVIII
PG 87:1403κζ'. "Ος φείδεται ῥῆμα προελέσθαι σκληρόν, ἐπιγνώμων. Ὁ ὑποστελλόμενος πρὸ τοῦ λειαίνοντος καρδίαν λόγου, ἐλέσθαι τὸν ταύτην τραχύνοντα, την ἀνθρωπίνην οἶδεν ἀσθένειαν· καὶ τοὺς περικειμένους αὐτὴν, οὐ βούλεται καταβάλλειν, ἀλλὰ βαστάζειν ὁ δ' ἐφ᾽ οἷς τις ὀξύνεται κατ' αὐτοῦ, καὶ ὀδύνας τούτῳ ἐπάγει, ἀνεξικακῶν. Μακρόθυμος δὲ ἀνὴρ, φρόνιμος. "Ανθρωπός ἐστιν εἰδὼς ὅτι ἔστι Θεὸς, τῶν ἑκάστῳ πεπραγμένων ἐξεταστής, κἀντεῦθεν τὸν λυποῦντα αὐτὸν, ὡς ὑπὸ τοῦ Σατανᾶ ἐπηρεαζόμενον ἐλεεῖ· καὶ τῆς τούς του ἐπηρείας, πολυτρόπως τοῦτον ἀπαλλάττειν ἐπι χειρεῖ. κη'. 'Ανοήτῳ ἐπερωτήσαντι σοφίαν, σοφία 20 γισθήσεται. Ὁ ἀμαθής, σοφὸς νομισθήσεται, σου φὴν ποιησάμενος μόνον ἐρώτησιν· δόξουσι γὰρ οἱ ἀκούοντες, ὅτι εἰδὼς ὁ ἐρωτᾷ, δοκιμάζει τοὺς ἐρωτωμένους, εἰ τὸ ἐρωτώμενον οἴδασιν. Εννεὸν δέ τις ἑαυτὸν ποιήσας, δόξει φρόνιμος εἶναι. 'Ο δὲ σιωπηλὸν καὶ ἔννουν τοῖς παρατυχοῦσι δείξας ἑαυτὸν, ὑπόληψιν τούτοις παρέξει περὶ ἑαυτοῦ ὡς ἐχέφρων ἐστίν· ὑποσταλήσονται γὰρ τοῦ τον ὡς νουνεχή, μὴ ἰσχύοντες διὰ τὴν αὐτοῦ σιωπὴν, ὅπως ἔχει, καταλαβεῖν. ΚΕΦΑΛ. ΙΗ. α'. Προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων. Αφορμάς πανταχόθεν ζητεῖ ὁ θέα λων διαλύσαι φιλίαν· ἐπεὶ μηδεμία ἐστὶν εὔλογος πρόφασις εἰς τὸ τὴν ἀγάπην ἀθετεῖν, Δεσποτικὴν ὑπάρχουσαν ἐντολήν. Ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται. Εν παντὶ δὲ καιρῷ ἐξουδενωθήσεται ὁ τοιοῦτος, παρ' ἀν θρώπων μὲν, κατὰ τὸ παρὸν, ὡς τὰ πρὸς φιλίαν ἀβέβαιος· παρὰ δὲ Θεοῦ κατὰ τὸ μέλλον, ὡς τῆς γενικωτάτης τῶν αὐτοῦ ἐντολῶν τῆς ἀγάπης πάντως ὑπεριδών. β'. Οὐ χρείαν ἔχει σοφίας, ἐνδεὶς φρενών μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ. Ο φρονήσεως λει πόμενος, διὰ τὸ μὴ τῇ λογικῇ ψυχῇ τὴν ἄλογον σάρ και καθυποτάσσειν, οὐκ ὀρέγεται σοφίας· ὅτι φιλόϋλος ὤν, οὐχ ὑπάρχει φιλόθεος· καὶ γὰρ πλέον ὁ Ο τοιοῦτος τῇ ἀλογίᾳ, ἢ τῷ λόγῳ ἔπεται κατὰ γνώ μην. γ'. Οταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, κατα φρονεῖ· ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος. Οπότε ἀπογνῷ τὴν σωτηρίαν ἑαυτοῦ ὁ μὴ δι' ἀγα θῶν ἔργων τιμῶν τὸν Θεὸν, τὸν φόβον αὐτοῦ παντελῶς ἐκβάλλει τῆς ἰδίας ψυχῆς· καὶ καταλαμβάνει αὐτὸν τὰ πάθη τῆς ἀτιμίας, καὶ ἡ παρὰ πάντων δι' αὐτὰ ἐξουθένησις. δ'. Υδωρ βαθὺ, λόγος ἐν καρδίᾳ ἀνδρός. Δίκην ὕδατος βαθυτάτου ὑπάρχει ὁ θεῖος λόγος ἐν τῇ ψυχῇ τοῦ γενναίως τὰ πάθη καταπαλαίσαντος· τὴν ἄβυσ σον τῆς γνώσεως αὐτοῦ ἐρευνῶντος κατὰ διάνοιαν, καὶ ἀνεξηρεύνητον ταύτην εὑρίσκοντος.
col. 1405–1406page 93 of 162
PG 87:1405Ποταμὸς δὲ Ἀναπηδῶν καὶ πηγὴ ζωῆς. Ἐκ στο ματος δὲ τοῦ εἰρημένου ἀνδρὸς, οὗτος ὁ λόγος δίκην ποταμοῦ πλημμυροῦντος, καὶ τῶν ἑαυτοῦ ὁρίων ὑπερεκχεομένου, καὶ τὴν συμπαρακειμένην γῆν ἄρ δοντος καὶ καρποφόρον ἀποτελοῦντος, διδασκαλικώς προερχόμενος, πηγάζει εὖ εἶναι ζωτικήν δύναμιν. ε'. Θαυμάσαι πρόσωπον ἀσεβοῦς, οὐ καλόν. Ὄψιν καταπλαγήναι δυνάστου, Θεὸν μὴ τιμῶντος δι' ἀγαθοεργίας, οὐκ ἔστιν ἐπαινετόν. Οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει. Ούτ δὲ ὅσιον διὰ τὸν ἐξ αὐτοῦ φόβον, ἐν κρίσει ἐκτρέπεσθαι τοῦ δικαίου, κἂν τοῦ κατὰ τὸν φυσικὸν νό μου δικαίου, ἡ κατὰ τὸν πνευματικὸν νόμον ὁσιότης ὑπέρκειται φύσεως πρὸς τὰ ὑπὲρ φύσιν ἐξιστῶντος τοῦ πνεύματος. ς'. Χείλη ἄφρονος, ἄγουσιν αὐτὸν εἰς κακά. Η ἐπιθυμία καὶ ὁ θυμὸς τοῦ μὴ λόγῳ ταῦτα ἐπ ἔχοντος, ἀλλ' ἀγομένου ὑπ' αὐτῶν ἀλογίστως, καὶ δι᾿ αὐτῶν ὡς διὰ χειλέων τὸ παρατυχὸν ἅπαν ἀσπαζομένου, εἰς πᾶσαν φέρουσιν αὐτὸν ἁμαρτίαν. Τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ, θάνατον ἐπικαλεῖται. Ἡ δὲ τούτου φαντασία, ἡ δίκην στόματος προπετοῦς, τὴν κατὰ διάνοιαν λογικὴν δόξαν μὴ ἀναμένουσα, ἀλλὰ προκαταλαμβάνουσα ἐπαινεῖν τι ἢ ψέγειν, ὡς ἔτυχεν, ἐπισπᾶται τὴν κατ' ἐνέργειαν ἁμαρτίαν, ἡ ψυχῆς ἐστι θάνατος. ζ. Στόμα ἄφρονος, συντριβὴ αὐτῷ· τὰ δὲ χείλη αὐτοῦ, παγὶς τῇ ψυχῇ αὐτοῦ. Ἡ γὰρ φαντασία τοῦ μὴ τὸν τοῦ Θεοῦ φόβον ἐν καρδίᾳ φέροντος, συνθλα τοῦτον· εἰς γῆν κατασπῶσα τὸ αὐτοῦ φρόνημα· ἡ δὲ ἐπιθυμία τούτου καὶ ὁ θυμὸς, τὴν αὐτοῦ ψυχὴν ὡς τισι θηράτροις ἀπατηλῶς τοῖς προσκαίροις συνδέουσιν. η'. Οκνηροὺς καταβάλλει φόβος· ψυχαὶ δὲ ἀν δρογύνων, πεινάσουσιν. Τοὺς καταρᾳθυμοῦντας της τῶν θείων ἐντολῶν ἐργασίας, ἡ ταύτης εργασίας δει λία καταπίπτειν ποιεῖ· αἱ δὲ ψυχαὶ τῶν, ὡς ἀνδρῶν μὲν θρασυνομένων ἐν τοῖς μοχθηροῖς ἔργοις, καὶ τοῦ ἰδίου κινδύνου κατατολμώντων, ὡς γυναικῶν δὲ δειλαινομένων ἐν τοῖς καλοῖς, καὶ πρὸς τὴν ἰδίαν σωτη ρίαν ἀποκνευόντων ἀποκναιόντων], τῇ τοῦ ἀγαθοῦ ἐνδείᾳ λιμώξουσιν. θ'. 'Ο μὴ ἰώμενος αὐτὸν ἐν τοῖς ἔργοις αὐτοῦ, ἀδελφός ἐστι τοῦ λυμαινομένου ἑαυτόν. Ὁ μή διὰ τῶν ἔργων τῆς ἀρετῆς ἀπαλλάττων ἑαυτὸν τῶν καθ' ἕξιν τῆς ἁμαρτίας παθῶν, ἀδελφὰ φρονεῖ τῷ κατ' ἐνέργειαν ταύτης μᾶλλον ἑαυτὸν καταβλάπτοντι. Εἰ μὴ γὰρ καὶ τὴν κατὰ διάθεσιν ῥίζαν τῆς κακίας σπεύσει ἐκσπάσαι τις, κλάδους πάντως πονηρών λο γισμῶν ἀναβαλλήσει, καὶ τὸν πικρὸν αὖθις τῆς ἁμαρ τίας κατ' ενέργειαν προσενέγκη καρπόν. ι. Εκ μεγαλωσύνης ισχύος, φανερὸν τὸ ὄνομα Κυρίου. Εκ τῆς κηρυττομένης ὑπὸ πάσης τῆς κτί σεως μεγάλης δυνάμεως τοῦ Δεσπότου τῶν ὅλων Θεοῦ, φανερὰ ἡ τούτου γνῶσις καθέστηκεν. Αὐτῷ δὲ προσδραμόντες δίκαιοι, ὑψοῦνται. Τῇ δὲ τοιαύτῃ γνώσει προσελθόντες διὰ πίστεως καὶ φύ σου, οἱ τὸ ὄντως ἀγαθὸν, τοῦ νομιζομένου προκρίνον η
col. 1407–1408page 94 of 162
PG 87:1407τες, ἀνάγονται ἀπὸ τῶν σαρκικῶν καὶ γηίνων πρὸς τὰ πνευματικὰ καὶ οὐράνια. ια΄. Υπαρξις πλουσίων, πόλις οχυρά. περιουσίᾳ τῶν τὴν ἀρετὴν καὶ τὴν γνῶσιν πεπλούτηκότων, ἡ ἄνω ἐστὶ μητρόπολις, ἡ ἀνεπιβούλητος καὶ ἀνάλωτος· πάντα προϊεμένων τὰ παρόντα, ὡς ἂν ἐκείνης πολίται γένωνται. Ἡ δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει. Ἡ δὲ τοῦ παναγίου Πνεύματος χάρις, ἤπερ ἐστὶν ἐκείνης της πόλεως εύκλεια, ὡς τοὺς ταύτης πολίτας ἀξιοῦσα τῆς κατὰ χάριν θεώσεως, οὐ μικρῶς κανταῦθα φυλάττει ἀπὸ τῆς τοῦ φλογμοῦ τῶν παθῶν μελανώσεως. ιβ'. Πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρὸς, καὶ πρὸ δόξης ταπεινοῦται. Αιτία τοῦ κατὰ ψυχὴν πτώματος ἡ ταύτης ἐστὶν ἔπαρσις, ὥσπερ αὖ ἡ τα πεινοφροσύνη τῆς παρὰ Θεῷ τιμῆς· πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. ιγ'. ὓς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφρο σύνη ἐστὶν αὐτῷ καὶ ὄνειδος. Τῷ ἀπολογουμένῳ πρὶν τοῖς ὠσὶ δέξασθαι τὸ παρά τινος τούτῳ λεγόμενον, ἀνοίας ἡ τοιαύτη ἀπολογία παραίτιος γίνεται ὅτι μὴ συνίησι τὸ λεγόμενον, ἵνα πρὸς αὐτὸ φθέγ ξηται· ἐντεῦθεν δὲ καὶ ἐξουδενώσεως παρὰ πᾶσι τοῖς ἐντυγχάνουσιν. ιδ. θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος. Ὀργὴν ἀνθρώπου καταστέλλει νουνεχής υπηρέτης, δεξιῶς αὐτὸν μετερχόμενος. Μικρόψυχον δ' ἄνθρωπον εἴ τις ὑπενέγκει, θαύματος ἄξιος· εἴωθε γὰρ οὗτος ὀργίζεσθαι καὶ εἰς τὸ τυ χὸν, εἰ συμβῇ μὴ ἀποτελεσθῆναι κατὰ τὸ αὐτῷ βου λητὸν, ἐξ ἀγνοίας τοῦ μὴ τοῦτο πληρώσαντος, ᾧ πολύ λάκις ἀνηλεῶς ἐπιφέρει καὶ μάστιγας. ιε'. Καρδία φρονίμου κτᾶται αἴσθησιν. Η ψυχή τοῦ περιφέροντος Θεὸν κατὰ διάνοιαν, προσλαμβάνει διάκρισιν τὴν διαιροῦσαν τὸ κρεῖττον ἀπὸ τοῦ χείρ νος· τῶν ἀποτρεπουσῶν μὲν τοῦ κακοῦ, προτρέπου σῶν δὲ πρὸς τὸ καλὸν ἐντολῶν αὐτοῦ, κατὰ πράξιν ἀντιποιουμένη. *Οτα δὲ σοφῶν ζητεῖ ἔννοιαν. Αἱ δ' ἀκοαὶ τῶν μετασχόντων τοῦ θείου λόγου, οὐκ ἀρκοῦνται μένῳ τῷ τούτου ῥητῷ, ἀλλ᾽ ἀνερευνῶσι κατὰ θεωρίαν καὶ τὸ αὐτοῦ νοητόν, ἕως ἂν φθάσωσιν εἰς τὸ τούτου ὑπὲρ κατάληψιν, ὡς Θεοῦ. ις'. Δόμα ἀνθρώπου ἐκπλατύνει αὐτὸν, καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν. Ἡ τοῦ παναγίου Πνεύματος δωρεά, ἣν λαμβάνει ἄνθρωπος, ἄγει τοῦ τον εἰς μέτρον ἡλικίας του πληρώματος τοῦ Χριστοῦ ἀπὸ φόβου θείου ἀρχόμενον, καὶ τοῖς ἑξῆς χαρίσμασιν ἐπεκτεινόμενον καὶ μετὰ τῶν μετασχόντων τῆς τε λειοποιοῦ σοφίας, τῆς ἐνισχυούσης τοῦτον εἰς τὸ και ταδυναστεύειν τῶν τὰ ψευδῆ ὑποτιθεμένων τῆς του νηρίας πνευμάτων, εγκαθιδρύει· μετὰ τὸ καθάρα παθῶν κατὰ πρᾶξιν, καὶ φωτίσαι γνωστικῶς κατά θεωρίαν, τέλειον αὐτὸν ἀποκαθιστῶσα τῇ ἐν τῷ ἀγαθῷ ἀτρεψία. ιζ'. Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογία.
col. 1409–1410page 95 of 162
PG 87:1409*Ος τὸν νόμον τῆς εἰς Θεὸν καὶ τὸν πλησίον ἀγάπης τηρεί, προηγουμένως οὔτε Θεῷ, οὔτε μὴν ἀνθρώπῳ τὴν οἰανοῦν μέμψιν ἐπάγει· ἀλλ' ἑαυτὸν αἰτιᾶται ἐφ' οἷς πλημμελεῖ· μεθ᾽ ὅ πάντως τὴν παρ' ἀμφοτέρων ἐξαιτεῖται συμπάθειαν. Ὡς δ' ἂν ἐπιβάλλῃ ὁ ἀντίδικος, ελέγχεται. Εντεῦθεν δὲ καθὼς ἂν τούτῳ προσβάλῃ ὁ ἀντίπαλος τῶν ἡμετέρων ψυχῶν, εἴτε πρὸς βλασφημίαν τοῦ Θεοῦ κινῆσαι τοῦτον ἐπιχειρῶν, εἴτε πρὸς ἔχθραν τοῦ ἀδελφοῦ, ἡττώμενος, ἀνίσχυρος δείκνυται. τη'. Αντιλογίας παύει κλῆρος. Η καταγομένη ἀπὸ Θεοῦ ὡς τις πατρικός κλήρος, ἐπὶ τοὺς ἀξιωθέντας τῆς αὐτοῦ κατὰ χάριν υἱοθεσίας, τοῦ παναγίου Πνεύματος δωρεά, τοῖς μὲν ἀρτιγενέσι, παύει τὰς ἀντιθέσεις· τὴν πίστιν τούτοις ἐπαύξουσα, καὶ φόβῳ θείῳ καταστέλλουσα πάθη τὰ ταῖς ἐντολαῖς ἀντικείμενα. Ἐν δὲ δυνάσταις ὁρίζει. Τοῖς δ' ἀνδρωθεῖσι τῇ πίστει, καὶ τῶν παθῶν περιγενομένοις, περιγράφει τὴν ἐνέργειαν, ἐν αὐταῖς ταῖς τὰ πάθη καταπαλαι σάσαις ἐντολαῖς τοῦ Θεοῦ· ὡς ἂν αὕτη εἰς τὰς τῆς ἀρετῆς μὴ ἐκκλίνη ὑπερβολάς. ιθ'. Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πό λις ὀχυρὰ καὶ ὑψηλή· ἰσχύει δὲ, ὥσπερ τεθεμελιωμένη μεμοχλευμένον βασίλειον. Ψυχὴ πρὸς τὰ κάλλιστα ὑπὸ τοῦ συγγενοῦς σαρκίου συνεργουμένη, δίκην πόλεως ὀχυρᾶς τε καὶ ὑψηλῆς, τοῖς μὲν καθ' ὑπερβολὴν τῆς ἀρετῆς πάθεσι μένει ανεπιβούλευτος ὡς μετριοφρονοῦσα τῷ πόνῳ τῆς ἀρετῆς, διὰ τὴν ἀσθένειαν τῆς σαρκός· τοῖς δὲ κατ᾽ ἔλλειψιν πάλιν οὐχ ἁλίσκεται πάθεσιν· ὡς πρὸς τὸ πνεῦμα τὸν νοῦν ἀνάγουσα, τῷ ὕψει τῆς γνώσεως, διὰ τὸ οἰκεῖον ἀξίωσ δύναται δὲ ταῦτα, ταῖς τοῦ ἐνοικοῦντος ἐν αὐτῇ μα θείου Πνεύματος ενεργείαις, διαφυλαττομένη καθάπερ κατησφαλισμένον ἐν μοχλοῖς σιδηροῖς βασιλέως οἰκη τήριον. κ'. Ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησι κοι λίαν αὐτοῦ. Ἀπὸ τῶν προφερομένων ἐκ στόματος ἀγαθοῦ διδασκάλου λόγων, ὁ μὴ ταῖς ἡδοναῖς ἐκθηλυνόμενος, πληροί τὴν τούτων δεκτικήν τε καὶ κατερ γαστικὴν διάνοιαν ἑαυτοῦ, πλουτῶν σύνεσιν. ᾿Απὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησθήσεται. ᾿Απὸ δὲ τῶν ἐκ τοῦ ἰδίου στόματος πληρωθήσεται λόγων, ἐν τῷ διδάσκειν καὶ οἰκοδομεῖν ἑτέρους, Εμπλεως σοφίας γενόμενος. κα'. Θάνατος καὶ ζωὴ, ἐν χειρὶ γλώσσης. Κατ' ἐνέργειαν τῆς γλώττης, είτε θανατηφόρος λόγος, είτε ζωογόνος προέρχεται, ὡς δυναμένης πονηρὰ καὶ ἀγαθὰ φθέγγεσθαι· ὧν τὰ μὲν καὶ σῶμα καὶ ψυχὴν θανατοῦσι, τὰ δ᾽ ἀμφότερα ζωογονοῦσιν. Οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς. Οἱ δ' ἐπέχοντες ταύτην, καὶ πονηρὰ φθέγ γεσθαι μὴ συγχωροῦντες, τῶν ζωογονεῖν τοὺς ἀκούοντας δυναμένων ῥημάτων ἀπολαύουσιν. κβ'. Ὃς εὗρε γυναῖκα ἀγαθὴν, εὗρε χάριτας. Ο τὴν παντὸς καλοῦ αἰτίαν σοφίαν σύνοικον κτησάμενος νοῦς, ἐκτήσατο καὶ τὰ λοιπὰ τοῦ Παναγίου Πνεύμα της χαρίσματα, τὸ τῆς συνέσεως, τὸ τῆς γνώσεως, τὸ τῆς ἐπιστήμης, τὸ τῆς βουλῆς, τὸ τῆς ἰσχύος, καὶ
col. 1411–1412page 96 of 162
Caput XIX
PG 87:1411τὸ τοῦ φόβου. Έλαβε δὲ παρὰ Θεοῦ ὑγείαν κατὰ ψυ χήν, καθαρθείς τε καὶ φωτισθεὶς καὶ τελειωθείς. ΕΑΡ, ΧΙΧ. κγ'. Ὃς ἐκβάλλει ἀγαθὴν γυναῖκα, ἐκβάλλει ἀγαθά. ὓς οὖν ἀπελαύνει ἐξ αὐτοῦ, διὰ τὴν πρὸς τὰ αἰσθητὰ σχέσιν, τὴν κατὰ τὸ νοερὸν αὐτῷ συνοικούν σαν, καὶ τοιούτων ἀγαθῶν αἰτίαν σοφίαν, συναπο ελαύνει αὐτῇ καὶ τὰ ἐξ αὐτῆς ἀγαθά. 'Ο δὲ κατέχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής. 'Ο δὲ ταύτην μὲν ἀπολύων, τὴν δ᾽ ἀπατηλὴν αἴσθησιν παρακατέχων, οὐ περιφέρει ἐν καρδίᾳ Θεόν οὔτε μὴν διὰ τῶν τῆς δικαιοσύνης ἔργων τοῦτον τιμᾷ. ΚΕΦΑΛ. 10'. γ'. ᾿Αφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ. Τοῦ μὴ πρὸς Θεὸν ἀφορῶντος, ἀλλὰ τῇ σχέσει τῶν προσκαίρων ἠπατημένου, ἡ ἀλόγιστος κίνησις εἰς τὸ μηδὲν ποιεῖ προχωρεῖν τὰ τούτου ἐπιτηδεύμα τα, ὡς τοῖς φθαρτοῖς συναφανιζόμενα. Τὸν δὲ Θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ. Αὐτὶς δ' ἐξ ἀνοίας ἐπιμέμφεται, οὐχὶ τῇ φαύλῃ προαιρέσει αὐτοῦ, ἢ τὰ ὄντα καὶ μένοντα καταλείψασα περί τι φθαρτὰ πᾶσαν σπουδὴν ἐπιδείκνυται, ἀλλὰ θεῷ· ὅτι φθείρονται τὰ φύσει φθαρτά. δ'. Πλοῦτος προστίθησι φίλους πολλούς. Ο κατ' ἀρετὴν καὶ γνῶσιν πνευματικὸς πλοῦτος, τῷ κτησαμένῳ αὐτὸν, προστίθησι τῇ εἰς Θεὸν ἀγάπη καὶ τὴν πρὸς πάντας ἀνθρώπους· ἡ γὰρ πρὸς τού τους ἀγάπη, τῆς πρὸς Θεόν ἐστιν ἀγάπης ἀπόδειξις. ῾Ο δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου χωρίζεται. 'Ο δὲ πτωχεύων τοῦ τοιούτου πλούτου κατὰ προαίρεσιν, καὶ αὐτοῦ ἀφίσταται τοῦ τοιοῦτον ἀγαπήσαντος αὐτὸν Θεοῦ, ὡς μὴ μόνον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν καὶ ζωῆς μεταδοῦναι, καὶ λόγῳ τιμῆσαι, καὶ πάσης ἄλλης ἀξιῶσαι προ νοίας, ἀλλὰ καὶ τὸν μονογενῆ αὐτοῦ Υἱὸν ὑπὲρ τοῦ του δοῦναι εἰς θάνατον. ε'. Μάρτυς ψευδής, οὐκ ἀτιμώρητος ἔσται. Ὁ τὸ κακὸν ψευδῶς ἐπαινῶν δαίμων, καὶ πρὸς ἐργα σίαν τούτου τὸν ἄνθρωπον ἐκκαλούμενος, δίκας ὑφ έξει περὶ τῆς πονηρίας αὐτοῦ ἕνεκεν, παρὰ τοῦ δ καίου κριτού. 'Ο δ' ἐγκαλῶν ἀδίκως, οὐ διαφεύξεται. Ο δ' ἐφ' οἷς ἁμαρτάνει αὐτὸν τὸν δαίμονα αἰτιώμενος παρα λόγως, διὰ τὸ δύνασθαι μὴ ὑπακούειν αὐτῷ, οὐκ ἐν τεῦθεν εἰς ἅπαν ἐκφύγῃ τὴν κόλασιν· ἀποδώσει γὰρ λόγους καὶ οὗτος, ἢ κατὰ τὸ παρὸν ἢ κατὰ τὸ μέλο λον, ὅτι τὰς ἐντολὰς τοῦ Κτίστου παραβλεψάμενος, ταῖς ὑποθήκαις ἐπείσθη τοῦ Πονηροῦ. ς. Πολλοὶ θεραπεύουσι πρόσωπα βασιλέως. Οἱ πολλοὶ κατ' ὄψιν τῶν βασιλέων περὶ τὴν θεραπείαν τούτων σπουδάζουσιν· ὄπισθεν δὲ, τἀναντία φρονοῦσιν. Πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί. Πᾶς δ ὁ κακῶς οὕτω φρονῶν, παρὰ τῷ σταθερογνώμονι ἐξο συθένωται ὡς ἀπατεών. ζ. Πᾶς ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται. Ὁ ἐκ ψυχῆς ἀποστρεφόμενος τὸν
col. 1413–1414page 97 of 162
PG 87:1413ἐμοφυῇ, ἐνδεῖ ὄντα τῶν τῷ σώματι ἀναγκαίων ἢ τῇ ψυχῇ, καὶ μὴ οἰκτείρων αὐτὸν, καὶ χεῖρα τούτῳ ὀρέ γων ὡς δυνατόν, τὰ ὅμοια πείσεται καὶ αὐτὸς, τῆς Θεοῦ φιλανθρωπίας διαστήσας πόρρωθεν ἑαυτόν. Ὥσπερ γὰρ αὐτὸς διετέθη περὶ τὸν ὁμοφυῆ, οὕτως αὐτῷ κρίσει δικαίᾳ διατεθήσεται καὶ Θεός. Έννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ. Η ἁπλῆ περὶ Θεοῦ γνῶσις, ἡ κρείττων ἐστὶ πάσης τῶν μετὰ Θεὸν γνώσεως, τοῖς κατὰ πίστιν μυηθεῖσιν αὐτ τὴν πλησιάσει, πόρρω πάντων τῶν ἀπίστων ἀφο εστηκυία. Ανὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν. Πεῖραν δὲ ταύτης λήψεται διαρκὴ ὁ γενναίως τὰ πάθη κατα παλαίσας, καὶ κατὰ λόγον τήν σχέσιν περάσας τῶν ὑλικῶν· οἷα πάντα διαβὰς τὰ ὑπὸ χρόνον καὶ φύσιν, καὶ πρὸς αὐτὸν ἁγνῶς ἀναδραμὼν τὸν ὑπὲρ πάντα Θεόν. Ο πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν. Ο πάνυ ἁμαρτάνων, οὐ καθ᾽ ἕξιν μόνον τὴν ἁμαρτίαν, ἀλλὰ καὶ κατ' ἐνέργειαν ἐκτελεῖ. *Ος δὲ ἐρεθίζει λόγοις, οὐ διασωθήσεται. 'Ο δὲ διὰ τῶν αἰσθήσεων τοὺς ἐμπαθεῖς αὐτοῦ λογισμούς διεγείρων, οὐ διαφυλαχθήσεται κατά ψυχὴν ἀβλαβής. Ο γὰρ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτ τῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. η'. Ο κτώμενος φρόνησιν, ἀγαπᾷ ἑαυτόν. Ὁ προσλαμβάνων φρόνησιν τῇ αἱρέσει τοῦ κρείττονος, τοῦ ἑαυτοῦ ἐπιμελεῖτα: συμφέροντος· ὅτι τὰ ψυχῇ καὶ σώματι σωτήρια οἰκονομεῖν οἶδεν ἡ φρόνησις. *Ος φυλάσσει φρόνησιν, εὑρήσει ἀγαθά. 'Ο δὲ τηρῶν ταύτην κατ' ἐνέργειαν τοῦ καλοῦ, τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν ἐπιτεύξεται. 0'. Μάρτυς ψευδής, οὐκ ἀτιμώρητος ἔσται. Ὁ δὲ τὴν πρὸς τὰ φθειρόμενα σχέσιν ἡμῶν ἐπαινῶν δαί μων, τὸ ἡτοιμασμένον αὐτῷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ πῦρ οὐκ ἐκφεύξεται. *Ος δ' ἂν ἐκκαύσῃ κακίαν, ἀπολεῖται ὑπ' αὐ τῆς. Ὁ δὲ τὸν ἐμβληθέντα ἐν τῇ αὐτοῦ ψυχῇ τῆς ἀνομίας πυρσόν παρὰ τοῦ φθορέως Σατᾶν, κατὰ διά θεσιν ὑπανάψας καὶ πρᾶξιν, ἀποτεφρωθήσεται υπ' αὐτοῦ τὴν τῆς ψυχῆς εὐεξίαν. ι. Οὐ συμφέρει άφρονι τρυφὴ, καὶ ἐὰν οἰκέτης ἄρξηται μεθ' ύβρεως δυναστεύειν. Ασυντελής ἐστιν ἡ τῆς φυσικῆς τῶν ὁρατῶν θεωρίας ἐντρύφησις τῷ ἀλογίστως αὐτοῖς ἐπιβάλλοντι· ταῖς γὰρ τούτων ᾖ ἐπιφανείαις ἐναπομένει· μὴ δυνάμενος ταύτας δι' ἀφροσύνην περάσαι, καὶ τοὺς κεκρυμμένους τούτων λόγους καταλαβεῖν· καθάπερ ἐστὶν αὐτῷ ἀσυντελὲς καὶ τὸ ἐντεῦθεν συμβαῖνον, ὁπηνίκα τὸ ὑποχείριον τῇ ψυχῇ σῶμα, ἐπιχειρήσῃ διὰ τῶν ἀτίμων παθῶν ταύτης κατεξανίστασθαι. ια'. Ελεήμων ἀνὴρ μακρόθυμος. Ο συμπαθής ἄνθρωπος ὑπάρχει καὶ ἀνεξίκακος, ἀδικεῖσθαι μᾶλ λον αἱρούμενος ἢ ἀδικεῖν. Τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις. Ὁ δὲ κατ' ἀλήθειαν, δι᾿ ἣν ἔχει μακροθυμίαν, ἔπαινος αὐτοῦ, τοῖς τοῦτον παρὰ τὴν θείαν ἐντολὴν
col. 1415–1416page 98 of 162
PG 87:1415ἀδικοῦσιν παρὰ τῶν ἀφρόνων ψευδῶς προσάπτεται ἐγκώμιον εἶναι νομιζόντων τὸ δύνασθαι ἀδικεῖν μᾶλο λον, ἢ τὸ δύνασθαι φέρειν τὰ ἀδικήματα, καὶ θεῷ ἐντεῦθεν εὐαρεστεῖν. ιβ'. Βασιλέως ἀπειλή, ὁμοία βρυγμῷ λέοντος. Καὶ τοῦ ἐπιγείου βασιλέως καὶ τοῦ οὐρανίου, ὁ κοι λάσεις ἀπειλῶν λόγος, βρυχήματι ἔοικε λέοντος, φό ον ἐμποιοῦντι θανάτου διόπερ ο λόγος οὗτος πείθει τὰς τοῦτον παραδεξαμένας ψυχὰς ἀπέχεσθαι τῶν κακῶν. *Ωσπερ δὲ δρόσος ἐπὶ χέρτῳ, οὕτως τὸ ἱλαρὸν αὐτοῦ. Καθάπερ δὲ ἑωθινὴ δρόσος, χλόην ἐκ τῆς φυομένην, τῆς ἡλιακῆς ἀνακτᾶται φλογώσεως, αὐχμὸν τὸν ἐκ ταύτης κατανοτίζουσα, οὕτω καὶ τὸ ἡμερον οὗ ἂν εἴποις βασιλέως, ἢ τοῦ ἐπιγείου ἢ τοῦ ἐπου ρανίου, τὸν ἐπὶ τῇ ἀγαθῇ ἐργασίᾳ πόνον τοῦ τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας βαστάσαντος, παραμι θεῖται τῇ ἐλπίδι τῶν ὑπὲρ τοῦ τοιούτου πόνου ἀμειβῶν. ιγ. Αισχύνη πατρὶ υἱὸς ἄφρων. Ατιμία τῷ γεννήτορι νῷ, ἀφρονέστατος λόγος· ὁ γὰρ φθεγγόμενος τὰ μὴ δέοντα, ἀνόητος δείκνυται. Καὶ οὐχ ἀγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας. 'Ακάθαρτοι δέ εἰσιν αἱ ἀπὸ λογισμοῦ φιλοῦλου πρὸς Θεὸν ὑποσχέσει; ἐν λογισμόν, ὡς μίσθωμα πόρνη, ἡ πόρρω τοῦ λόγου νεύουσα αίσθησις λαμβάνει ἀπὸ τοῦ νοὸ;, διὰ τὴν μετ' αὐτῆς τούτου παράλογον συμπλοκήν πολλοὶ γὰρ πολλὰ ὑπισχνοῦνται θεῷ, ὑπὲρ τοῦ λα βεῖν παρ' αὐτοῦ πλοῦτον φθειρόμενον· ἃς ὑποσχέσεις ὁ Θεὸς ὡς ῥυπαρὰς καὶ ἀσυμφόρους αὐτοῖς, Ο ἀποστρέφεται ο Αἰτεῖτε γάρ, φησὶ, καὶ οὐ λαμβάν νετε, διότι κακῶς αἰτεῖτε.» ιδ'. Οἶκον καὶ ὕπαρξιν μερίζουσι πατέρες παι σίν. Τὸ τοῦ νοεροῦ ἡμῶν οἰκητήριον, πάντως τὴν αἰσθητικὴν σάρκα, καὶ τὴν ποιὰν τούτου διάθεσιν, διανέμουσι τοῖς οἰκείοις λογισμοῖς, οἱ τούτων γεννή. τορες νόες προσνέμοντες αὐτεξουσίως ἑκάστῳ τῶν τοιούτων λογισμῶν, τό τε πρόσφορον αὐτῷ αἰσθητήριον τῆς σαρκὸς, καὶ τὴν τούτου κατὰ τὴν νοεράν διάθεσιν, εἴτε πρὸς τὸ ἀγαθὸν, εἴτε πρὸς τὸ πονηρὸν χρῆσιν. Παρὰ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί. Παρὰ δὲ τοῦ Δεσπότου τῶν ὅλων παραμείνασα ἡ μετὰ τοῦ κατὰ ψυχὴν νοεροῦ, τῆς αἰσθητικῆς σαρκὸς μίξις· διὸ οὐ δαμῶς συμβαλεῖται τῷ φιλοζώῳ τὸ φιλοῦλον, ἀλλὰ μᾶλλον βλάψει τοῦτον, ὡς Θεὸν τὸν τῆς ζωῆς αἴτιον, διὰ τὸ ἀφιλόθεον παροξύναντα. ιε'. Δειλία κατέχει ἀνδρόγυνον ψυχὴ δὲ ἀεργοῦ, πεινάσει. Τὸν ὡς ἄνδρα μὲν θρασυνόμενον ἐν τοῖς μοχθηροῖς ἔργοις, καὶ τοῦ ἰδίου κινδύνου κατα τολμῶντα, φειδόμενον δὲ αὐτοῦ, γυναικὸς δίκην, ἐν τοῖς καλοῖς, καὶ πρὸς τὴν ἰδίαν σωτηρίαν ἀποχνευό μενον, ἡ πρὸς τὸν πόνον τῆς ἀρετῆς ἀτολμία, κα λύει ὥστε μὴ ἐπιμελεῖσθαι κατὰ πρᾶξιν αὐτῆς· τού του δὲ ἡ ψυχὴ, ὡς μὴ περὶ τὴν τῆς ἀρετῆς ἐργασίας φιλοπονοῦντος, λιμώξει τῇ ἐνδείᾳ τοῦ ἀγαθοῦ. ις'. "Ος φυλάσσει ἐντολὴν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν. ὺς μὴ παραβαίνει θείαν ἐντολὴν, φυλάσσει
col. 1417–1418page 99 of 162
PG 87:1417τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν ἐπιβουλευόντων ταύτῃ διὰ ποικίλων παθῶν, τῆς πονηρίας πνευμάτων. Ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν, ἀπολεῖται. ' δ' ἀμελῶς περὶ τὰς θείας ἐντολὰς διακείμενος, αἳ δίκην ὁδῶν ἄγουσιν αὐτὸν πρὸς Θεὸν, τούτου ἐκπεσεῖται τοῦ πανταχοῦ παρόντος καὶ τὰ πάντα πληροῦντος. ιζ. Δανείζει Θεῷ ὁ ἐλεῶν πτωχόν. Ο συμπάθειαν κατὰ τὸ παρὸν εἰς τὸν πλούτου ἐκπεπτωκότα ἐπιδεικνύμενος, τὸν Θεὸν χρεώστην ποιεῖ. Κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ, Ανταποδώσει δὲ οὗτος αὐτῷ ἐν τῇ φρικτῇ αὐτοῦ παρο ουσίᾳ, ἀξίους τῆς αὐτοῦ εἰς τὸν ἐνδεῆ διαθέσεως τους μισθούς. ιη'. Παίδευε υἱόν σου· οὕτως γὰρ ἔσται εὔελπις. Παραίνει τὰ δέοντα τῷ φυσικῷ εἴτε καὶ τῷ πνευματικῷ σου υἱῷ· ἐντεῦθεν γὰρ παρὰ Θεοῦ κομίσασθαι ἐλπίσει τὰ ἀγαθά· τὰ Θεῷ εὐάρεστα μυηθείς, καὶ τῇ φιλοπόνῳ τούτων έργασίᾳ, τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ ἐκδεχόμενος. Εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου. Εἰς δὲ τὸ ἡγεῖσθαι αὐτὸν κακὸν, καὶ ἀπὸ σοῦ ἐκκόπτειν, μὴ διέγειρε τὴν ψυχήν σου ἐν τῷ συμβαίνειν λυπεῖσθαι εἰς αὐτόν· ἵνα μὴ πάντως μισόπαις κατακριθῇς. ιθ'. Κακόφρων ἀνὴρ, πολλὰ ζημιωθήσεται. Ο τὰ δέοντα μὴ φρονῶν ἄνθρωπος, τοῦ πλούτου των ἀρετῶν στερηθήσεται· ὅτι μὴ διαιρῶν τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, ποιεῖ ὡς ἔτυχε τὸ κακὸν, ζημίαν ὑφιστάμενος τοῦ καλοῦ. Ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσ θήσει. Ο δὲ διὰ πονηρίας περιουσίαν, τῆς φθοροποιοῦ αὐτοῦ κακίας καὶ ἑτέροις μεταδιδούς, προσθήσει τὸ καὶ αὐτὴν τὴν ἰδίαν ζημιωθῆναι ζωήν ἐκκοπτομένης αὐτοῦ τῆς ψυχῆς πρὸ ὥρας, ὥστε μή ὑπάρχειν εἰς βλάβην πολλῶν. κ'. “Ακουε, υἱὲ, παιδείαν πατρός σου, ἵνα εὖ σοι γένηται ἐπ' ἐσχάτων σου. Εὐπειθὴς ἔσο, τέκνον, ταῖς ἐμοῦ τοῦ διδασκάλου σου νουθεσίαις· ἵνα μετὰ τὸ καθαρθῆναι παθῶν καὶ φωτισμὸν δέξασθαι γνώ σεως, εὕρῃς ἐν τῷ τῆς κινήσεώς σου τέλει, τὸ ἔσχα τον ὀρεκτὸν, διὰ τὸ νοῦν περᾶσαι πάντα τὰ ὄντα καὶ εἰς τὸν τούτων αἴτιον, καὶ ὑπὲρ ταῦτα ὑπάρχοντα, καταντῆσαι Θεόν. κα'. Πολλοί λογισμοὶ ἐν καρδίᾳ ἀνδρός. Την διάνοιαν τοῦ ἀνθρώπου διάφοροι διαδέχονται λογισμοί ποτὲ δ' ἐκείνῳ προστιθεμένου, καὶ τῇ τῶν ἀλλοιωτῶν ἀλλοιώσει συναλλοιουμένου. Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. Τὸ δ' ἐπὶ πᾶσι θεῖον καὶ Δεσποτικὸν θέλημα, ἀμετακίνητον εἰς τὸν ἅπαντα διαμένει αἰῶνα· ὅθεν ὁ τούτῳ προσεφείσας τὸ τῆς ψυχῆς ὄμμα, καὶ τῆς τῶν κι νουμένων ὑπεριδών ματαιότητος, γέγονε καὶ αὐτὸς ἄτρεπτος τῇ ἀλλοιώσει τῶν ἀλλοιωτῶν μὴ συναλλοιούμενος. κβ'. Καρπὸς ἀνδρὶ ἐλεημοσύνη. Καρποφορεί θεῷ ἄνθρωπος, τὴν πρὸς τοὺς ὁμοφυείς συμπάθειαν ἐστι τέλος τῶν ἀρετῶν, ὡς νόμου καὶ προφητῶν πλήρωμα.
col. 1419–1420page 100 of 162
PG 87:1419Κρείσσων δὲ πτωχὸς δίκαιος, ἢ πλούσιος ψεύ στης. Καλλίων δέ ἐστιν ἐνδεής γνώσεως ἀμέμπτως πολιτευόμενος, ὑπὲρ τὸν πλουτοῦντα κατὰ γνῶσιν καὶ τὴν ἄμεμπτον πολιτείαν, ἣν Θεῷ ὑπέσχετο, μὴ ἐπιδεικνύμενον. κγ'. Φόβος Κυρίου, εἰς ζωὴν ἀνδρί. Ο τῷ Δεσ σποτικῷ φόβῳ τὰς θείας τηρῶν ἐντολὰς, εὑρίσκει ἐν αὐταῖς τὴν ζωὴν τοῦ νοῦ, πάντως τὸν τῆς γνώσεως φωτισμόν. 'Ο δὲ ἄφοβος αυλισθήσεται ἐν τόποις, οἷς οὐκ ἐπισκοπεῖ γνῶσις. Ὁ δὲ τοῦ θείου φόβου στερη μένος, ἐπαναπαυθήσεται τοῖς μὴ λόγῳ κατὰ γνῶσιν ἐξεταζομένοις, ἀλλ' ὡς ἔτυχε προβαίνουσιν έργοις τῆς ἀνομίας, ἃ περιγεγραμμένον μόνῃ τῇ πράξει τὸ ἡδὺ κέκτηνται μετ' αὐτὴν ὑπὸ τῆς ὀδύνης διαδεχόμενα· τέλος γὰρ τῆς κατ' αἴσθησιν ἡδονῆς ἡ ὀδύνη ἐστίν. κδ'. Ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως, οὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτός. Ο διὰ τὸ κατὰ σάρκα ἐπίπονον τῆς ἀρετῆς, κρύ πτων κατά ψυχὴν ἀλογίστως τὰς πρακτικὰς δυνά μεις αὐτῆς, καὶ μὴ ἐκτείνων ταύτας εἰς ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντολῶν, οὐ δρέψεται τὸν κατ' ἀρετὴν καρπὸν γηΐνης σαρκὸς, καὶ [μή] τὴν ἑαυτοῦ θρέψει ψυχὴν τῷ ἡδίστῳ αὐτῇ τοιῷδε καρπῷ· ἡ γὰρ σὰρξ ἔργοις δικαιοσύνης, ὑπὸ τῆς ψυχῆς μὴ φιλοπονευ μένη, ἀντὶ τοῦ κατ' ἀρετὴν καρποῦ, ἀνατέλλει ταύτῃ ἀτιμίας πάθη, δίκην ἀκανθῶν τῷ ἐλέγχῳ τοῦ συνειδότος κατακεντοῦντα αὐτήν. κε'. Λοιμοῦ μαστιγουμένου, ἄφρων πανουργί τερος γίνεται. Τοῦ τῆς φθοροποιοῦ κακίας καὶ ἐτέ ροις μεταδιδόντος, τιμωρουμένου, βελτιοῦται ὁ τὰ μὴ δέοντα φρονῶν, συστελλόμενος ἀπὸ τῶν ἀλογίστων ὁρμῶν, καὶ ἐπεκτεινόμενος πρὸς τὰ κρείπονα. Ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον, νοήσει αἴσθησιν. Ἐὰν δὲ δηλοποιῇς τὰ μὴ δέοντα, πραττόμενα ἀνθρώπῳ ἐχέφρονι, καταλάβη διάκρισιν, τὴν δίαιτ ροῦσαν τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, ταῖς ἐπιτιμήσεσι διεγειρόμενος πρὸς τὴν τῶν παρ' αὐτοῦ πράτ τεσθαι μελλόντων ἐξέτασιν. κς'. ῾Ο ἀτιμάζων πατέρα, καὶ ἀπωθούμενος μη τέρα αὐτοῦ, καταισχυνθήσεται, καὶ ἐπονείδιστος ἔσται. Ο τὸν ἐν οὐρανοῖς κατὰ χάριν Πατέρα, μὴ διὰ τῶν τῆς δικαιοσύνης ἔργων τιμῶν, καὶ τὴν γεν γῶσαν αὐτὸν εἰς ζωὴν, θείαν παιδείαν ἐξ ἑαυτοῦ ἀπὸ ελαύνων, ἐντραπήσεται παρὰ πᾶσιν· ὡς τοῦ ἐνοι ρανοῖς Πατρὸς ἀνταλλαξάμενος τὸν διάβολον, καὶ πάθεσιν ἀτιμίας θεραπεύων αὐτόν. κζ'. Υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν και τρὸς, μελετήσει ῥήσεις κακάς. Ὁ διὰ πίστεως θεῷ κατὰ χάριν υἱοθετηθεὶς, καταλιπὼν τὸ τηρῆσαι τά; θείας ἐντολὰς αἳ τὸν ἡμέτερον βίον δεόντως ῥυθμίζουσι, διαλογίσεται τὰ ἐναντία· ὰ τοῦτον προτρέπει πράττειν ὁ ἐπιχειρῶν ἀπολέσαι αὐτὸν, ἐχθρὸς τῶν ἡμετέρων ψυχῶν. κι'. Ὁ ἐγγυώμενος παῖδα ἄχρονα, καθυβρίζει δικαίωμα. Ο τὸ ὑπεξούσιον τῇ ψυχῇ, καὶ καθ᾿ ἑαυτὸ ἄλογον σῶμα, ἐπὶ τέλει ἀποδοῦναι κατὰ πράξιν τ τέλος τῆς ἀρετῆς ἐγγυώμενος, καὶ μὴ κατὰ τὸ προ
col. 1421–1422page 101 of 162
Caput XX
PG 87:1421μὸν πρὸς τὴν τοῦ καλοῦ ἐργασίαν διεγείρων αὐτὸ, οὐ τιμᾷ τὸν δικαιοῦντα θεῖον νόμον τοὺς τηροῦντας αὐτὸν, ὡς τὰ ἐν τούτῳ ἀπηγορευμένα διαπραττόμενος. Στόμα δὲ ἀσεβῶν καταπίεται κρίσεις. Τὰς δ' ἀπολογίας πάσας τῶν μὴ δι' ἀγαθοεργίας τιμώντων Θεὸν, οἰκειώσεται ἡ κατὰ τὸ μέλλον ἀπαραλόγιστος κρίσις αὐτοῦ, κατὰ τὸ διελέγξαι ταύτας εἰς κατά κρισιν τῶν προβαλλομένων αὐτὰς, καὶ καταλῦσαι ἅπασαν πρόφασιν. κθ'. Ετοιμάζονται ἀκολάστοις μάστιγες, καὶ τιμωρίαι ομοίως ἄφροσιν. Εὐτρεπίζονται τοῖς κατ' ἐνέργειαν ἁμαρτάνουσι σωματικαὶ ὀδύναι· καὶ φυ χικαὶ ὡσαύτως λύπαι, τοῖς κατὰ διάνοιαν πταίουσι κατὰ μὲν τὸ παρὸν, πρὸς ἐπιστροφὴν καὶ διόρθωσιν κατὰ δὲ μέλλον, εἰς ἀνταπόδοσιν. ΚΕΦΑΛ. Κ'. α'. Ακόλαστον, οἶνος· καὶ ὑβριστικὸν, μέθη. Ο οἶνος, ἐπιθυμιῶν ἐστιν ἀλογίστων παραίτιος, τὴν σάρκα Εκθερμαίνων τῶν μὴ χρωμένων αὐτῷ ἐγκρατῶς, καὶ διεγείρων τούτους πρὸς μίξεις αἰσχράς· καὶ ἀτιμοποιὸς ὑπάρχει ἡ μέθη, ἀπεργαζομένη παρά φρονα τὸν μεθύοντα., Πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται. Πᾶς δὲ ζῶν ἀλογίστως, τοῖς ὁμοίως βλάπτουσιν ἐμπεριστρέ φεται. β'. Οὐ διαφέρει ἀπειλὴ βασιλέως θυμοῦ λέοντος. Εοικεν ἡ ἀπειλὴ τοῦ παμβασιλέως Θεοῦ θυμῷ λέοντος, φόβον θανάτου ἐπάγοντι. 'Ο δὲ παροξύνων αὐτὸν, ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν. Ο δ' αὐτὸν τὸν πάντων Δεσπότην Θεὸν παροργίζων, κἂν μὴ κινδυνεύσῃ κατὰ σῶμα πολλάκις, ὡς ὁ ὑπὸ τοῦ εἰρημένου θηρός βιβρωσκόμενος, κατ' αὐτὴν κινδυνεύει τὴν ἰδίαν ψυχήν, Θεοῦ τῆς ὄντος ζωῆς στερισκόμενος. γ. Δόξα ἀνδρὶ, ἀποστρέφεσθαι λοιδορίας. Τιμή τῷ ἀνθρώπῳ ἐστὶ, τὸ μισεῖν τὰς κατ' ἄλλων διαβολὰς· ἐπαινετὸς γάρ ἐστιν ὁ τοιοῦτος, ὡς διὰ τὸ μισεῖν τὰς κατὰ τοῦ ἀδελφοῦ λοιδορίας, τὸν ἀδελφὸν μὴ μι σῶν· ὥσπερ αὖ ψεκτός ἐστιν ὁ διὰ τὸ μὴ μισεῖν τὰς κατ' αὐτοῦ λοιδορίας τοῦτον μισῶν. Πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται. Διὰ τοῦτο δὲ πᾶς ὁ μὴ κατὰ λόγον ἐξετάζων τὰ ἑαυτοῦ, καὶ τὴν δοκὸν οἰκείου ὀφθαλμοῦ ἐκβαλεῖν σπεύδων, περι σκοπεῖν ἐθέλων τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ κάρτ φος, καὶ τούτῳ ἐπαγγελᾶν, τοῖς τοιούτοις ἀνθρώποις, διαβολεῦσι πάντως, συναναστρέφεται. δ'. 'Ονειδιζόμενος ἐκνηρός, οὐκ αἰσχύνεται ὡσαύτως καὶ ὁ δανειζόμενος σῖτον ἐν ἀμητῷ. Ο βάθυμος περὶ τὴν τῶν ἀρετῶν ἐργασίαν, διὰ τὸ τού των ἐπίπονον, ἐλεγκτικοῖς λόγοις ὑπὸ τοῦ διδασκαλίου βαλλόμενος, οὐκ αἰδεῖται· ἀκολούθως δὲ καὶ ὁ ἐν τῷ μέλλοντι αἰῶνι, καθ᾽ ἂν ἐν ἀγαλλιάσει συλλέγουσι τῶν οἰκείων πόνων τοὺς καρποὺς οἱ κατὰ τὸν παρ ὄντα ἐν δάκρυσι σπείροντες, τῆς παρ' ἑτέρων ἐπι κουρίας δεόμενος, ὥστε τὴν λιμώττουσαν τῶν ἀγαθῶν ἰδίαν ψυχήν, τοῖς ἐκείνων θρέψαι πονήμασι, κατὰ τὸν ἐν Εὐαγγελίοις πλούσιον, καὶ τὰς μωρὰς παρθένους, ἀνηνύτοις ἐπιχειρῶν οὐκ αἰσχύνεται· ὁ γὰρ ἐν τῷ
col. 1423–1424page 102 of 162
PG 87:1423τῆς ἀνταποδόσεως καιρῷ αἰδούμενος εὐρεθῆναι των ἀγαθῶν ἐνδεής, αἰσχύνεται καὶ ἐν τῷ παρόντι τῆς Εργασίας καιρῷ, ἀμελὴς ἐλεγχόμενος περὶ τὸ καλόν. ε'. ὕδωρ βαθὺ βουλὴ ἐν καρδίᾳ ἀνδρός. Δυστ εξαντλήτῳ ἔοικεν ὕδατι, τὸ ἐν ψυχῇ ἀνθρώπου τινὸς κεκρυμμένον βούλευμα. Ανὴρ δὲ φρόνιμος ἐξαντλήσει αὐτήν. Τοῦτο δ' αναμάξει ἅπαν, νουνεχής ἄνθρωπος· ἀπὸ μὲν τῶν ῥημάτων αὐτοῦ, εὐμεθόδως αὐτὸν μετελθὼν, ἀπὸ δὲ τῶν ἔργων αὐτοῦ, ἐρευνήσας αὐτὰ κατὰ λόγον· ἔργον γὰρ ἀπόδειξις διαθέσεως. ς'. Μέγα άνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Ὁ ἄνω εἰς Θεὸν βλέπων, ὡς πρὸς ἀρχέτυπον, τῶν γηΐνων πάντων ὑπερορῶν, καὶ τὸ κατ' εἰκόνα τηρῶν, ἐν τούτῳ ὑπὲρ πάντα ἐστὶ τὰ ὁρώμενα· καὶ ὁ τὰ πάθη γενναίως καταπαλαίσας, καὶ συμπαθής προς ἀνθρώπους ὢν καθ᾽ ὁμοίωσιν Θεοῦ, τίμιος καὶ παρ' αὐτῷ καὶ παρ' ἀνθρώποις ὑπάρχει. "Ανδρα δὲ πιστὸν, ἔργον εὑρεῖν. Ἐργῶδές ἐστιν ἐντυχεῖν τινι ἔργοις βεβαίαν τὴν εἰς Θεὸν πίστιν ἐπι δεικνυμένῳ· ἐλίγοι γάρ εἰσιν οἱ τὴν στενὴν ὁδὸν καὶ τεθλιμμένην εὑρίσκοντες· ἀνὴρ δ' ὁ πρακτικός εἴρηται, ὡς κατὰ τῶν παθῶν γενναίως ἱστάμενος, καὶ ταῖς κατ' αἴσθησιν ἡδοναῖς μὴ ἐκθηλυνά μενος. ζ'. "Ος ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει. 0; τὰς τοῦ Θεοῦ ἐντολὰς μετέρχεται καθαρῶς, οἷεν ὑποκρίσεως καὶ κενοδοξίας ἐκτὸς, μεταστὰς τῶν ἐν τεῦθεν, ἀξιεπαίνους τοὺς ὑπ' αὐτοῦ πνευματικῶ; ἀναχθέντα; ἀφήσει· καλῶν διδασκάλων γὰρ καλὰ τὰ μαθήματα. η'. Ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ τοῦ θρε νου, οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ τῶν πονηρόν. Οπηνίκα ὁ τόδε τὸ πᾶν διεθύνων δικαίως, καὶ τῶν ὅλων δεσπόζων Θεὸς, καθίσῃ κρῖναι απαρ άνθρωποι διεπράξαντο, οὐδὲν τῶν κακῶν ἀντιπίπτει τοῖς τούτου δικαιοτάτοις ἀκριβασμοῖς, ὥστε με ἐγνωσμένον εἶναι αὐτοῖς· αὐτοκατάκριτα γὰρ οἱ ταῦτα διαπραξάμενοι ἔσονται· ἕκαστος αὐτῶν ὑπὸ τοῦ ἰδίου ἐλεγχόμενος συνειδότος, καὶ ἀρνήσασθαι τὰ ἐσφαλμένα αὐτῷ, ἔμπροσθεν τοῦ πάντα ἀκριβῶς εἶν δότος Θεοῦ μὴ δυνάμενος. θ'. Τις παυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίας; ἢ τὶς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Τίς μεγαλαυχῶν εἴπῃ καθαρὰν ἔχειν τὴν ψυχὴναι τοῦ ἀπὸ παντὸς ἐμπαθοῦς λογισμοῦ; ἢ τίς φθέγξεται ἀνυποστόλως ἄμεμπτον εἰς τὸ παντελὲς ὑπάρχειν τὴν πολιτείαν αὐτοῦ; οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ εἰς ὁ Θεός. ένια. Σταθμίον μέγα καὶ μικρὸν, μέτρα διστά ἀκάθαρτα ἐνώπιον Κυρίου καὶ ἀμφότερα· καὶ ὁ ποιῶν αὐτὰ, ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ συμποδισθήσεται. Τὸ μὴ ἐπίσης τινὰ ταλαντεύειν τὰ ἑαυτοῦ καὶ τὰ τῶν ἀδελφῶν, ἀλλὰ τὰ τούτων μὲν πταίσματα ἡγεῖσθαι βαρέα τε καὶ δυσβάστακτα, Ελα φρὰ δὲ τὰ ἑαυτοῦ· καὶ τὸ μετρεῖν ἄλλῳ μὲν μέτρ ἑαυτὸν, ἑτέρῳ δὲ τοὺς ὁμοφυείς, μεγάλα μὲν ἀπαι
col. 1425–1426page 103 of 162
PG 87:1425τοῦντα τούτους, μικρὰ δὲ αὐτὸν, κἀντεῦθεν τὴν μίαν φύσιν μερίζειν, καὶ οὕτω πρὸς τὸν ταύτης δημιουργὸν καὶ νομοθέτην προσκρούειν, βδελυκτά εἰσι παρὰ τῷ τῶν ὅλων Δεσπότῃ καὶ ἀμφότερα· καὶ ὁ ταῦτα διαπραττόμενος, ἐν ταῖς τοιαύταις αὐτοῦ ἐπινοίαις προσκόψει· ἐν οἷς γὰρ ἑτέρους κρίνει, ἑαυτὸν κατακρίνει· καὶ ᾧ μέτρῳ μετρεί, μετρηθήσεται. Νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ. Εἰ ὁ νέος ὑπὸ διδάσκαλον ὑπάρχει πνευματικὸν, ὀρθῶς τὴν κατ᾿ ἀρετὴν πρὸς Θεὸν φέρουσαν τρίβον βαδίζει, ὑπ' αὐτοῦ δεόντως παιδαγωγούμενος. ιβ΄. Οἷς ἀκούει, καὶ ὀφθαλμὸς ὁρᾷ, Κυρίου ἔργα καὶ ἀμφότερα. Παρὰ τοῦ Δεσπότου τῶν ὅλων Θεοῦ πάσας τὰς αἰσθήσεις εἴληφας, ἄνθρωπε· οἷον την ἀκουστικήν τε καὶ ὀπτικὴν καὶ καθεξῆς τὰς λοιπάς δέον οὖν σε χρῆσθαι ταύταις, ὡς ἡ θεία ἐντολὴ ἀπαιτεῖ. ιγ'. Μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς. Μὴ ἀσπάζου τὸ λέγειν κατά τινος, καὶ διδόναι τῇ ἀκοῇ τοῦ φιλολόγου τὴν γλῶσσάν σου· ἵνα μὴ ὡς βλάπτων σὺν αὐτῷ καὶ ἑτέρους, ἀνάρπαστος γένῃ, ὑποστὰς αιφνίδιον όλεθρον. Διάνοιξον δὲ τοὺς ὀφθαλμούς σου, καὶ ἐμπλή. σθητι ἄρτων. Αναπέτασον δὲ πρὸς Θεὸν τὰς θεωρητικὰς τῆς ψυχῆς σου δυνάμεις, καὶ τῶν ταύτην τρε φόντων λογίων αὐτοῦ γνωστικῶς ἐμφορήθητι· τοῦ λέγειν κακῶς, τὸ μανθάνειν καλῶς, προαιρούμενος. Κακολογοῦντος πατέρα ἢ μητέρα, σβεσθήσεται λαμπτήρ. Τὸ τῆς θεογνωσίας νοερόν φῶς ἀποσβεσθήσεται τοῦ βλασφημοῦντος, εἴτε εἰς τὸν Θεὸν καὶ Πατέρα· ἐν τῷ τολμηρῶς λέγειν, μὴ ὅλως εἶναι Θεὸν τοῦ παντὸς αἴτιον· εἴτε εἰς τὴν ἐνυπόστατον αὐτοῦ σοφίαν, δι' ἧς ὑπέστη τε καὶ τῆς προσηκούσης ἀξιοῦται προνοίας τὸ πᾶν, ἐν τῷ ἀναισχύντως φάσκειν, μὴ δεόντως τοῦτο ὑπ' αὐτοῦ Θεοῦ διεξ άγεσθαι. Αἱ δὲ κόραι τῶν ὀφθαλμῶν αὐτοῦ δίνονται σκό τος. Αἱ δ᾽ ὀπτικαὶ τῆς ψυχῆς αὐτοῦ δυνάμεις, τὸν σκότος ὄντα καὶ φῶς εἶναι ὑποκρινόμενον δαίμονα, κατὰ πλάνην ὡς φῶς ὑποδέξονται· κἀντεῦθεν ἐμπε σεῖται ὁ τοιοῦτος εἰς ἀγνοίας κρημνούς, καὶ κακίας βάραθρα. κα'. Μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις, ἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται. Ἡ παρ' ἡμῶν ἐπιμελῶς ζητουμένη διὰ νηπιότητα φρενῶν, ἐκ νεό τητος ήδονή, μεριζομένη ἀπὸ τῆς ἐδύνης κατ' αἴσθησιν, καὶ προαιρουμένη τοῦ ἐπιπόνου τῆς ἀρετῆς κατὰ γνώμην ἡμῶν, πρὸς τὸ τέλος δράσης ταυτησὶ τῆς ἡμετέρας ζωῆς, οὐκ ἐπαινεθήσεται ὑπὸ τοῦ λόγου, ἀνδρωθέντος, καὶ τὸ ὄντως καλὸν ἀπὸ τοῦ νομιζομένου διακρίνειν δεδυνημένου· κατηγορηθήσεται δὲ μᾶλλον, ἐπειδὴ κέκτηται τέλος, τὴν περιποιητικὴν τῆς ὀδύνης φθοράν· καὶ ἄγκιστρον ἐστι τοῦ διαβόλου, πρὸς ἀπώλειαν ἕλκον. κβ'. Μὴ εἴπῃς· Τίσομαι τὸν ἐχθρόν· ἀλλ' ὑπό μεινον τὸν Κύριον, ἵνα σοι βοηθήσῃ. Μη βουλη της τιμωρήσασθαι τὸν λυπήσαντά σε κατά τι· ἀλλὰ τὴν δι' αὐτοῦ σε παιδεύσαντα πρὸς διόρθωσιν τοῦ παντὸς Δεσπότην, ὑπόμεινον εὐχαρίστως· ἵνα της ἀρωγός γένηται κατὰ τῶν ἐνοχλούντων του δι' ἀκου
col. 1427–1428page 104 of 162
PG 87:1427σίων παθῶν, τῆς πονηρίας πνευμάτων· ἡ γὰρ τῶν ἀκου σίων παθῶν ὑπομονή, τῶν ἑκουσίων ἀπαλλαγή γίνεται. κγ'. Βδέλυγμα Κυρίῳ, δισσὺν σταθμίον· καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ. Μισητὴ τῷ Θεῷ, ἡ κατ' ἐπιθυμίαν καὶ θυμὸν διάφορος τῆς ψυχῆς διάθεσις τοῦ διὰ μὲν τὴν πρὸς τὸ ἴδιον σώμα φιλίαν, ἑαυτῷ τὰ ἡδέα περιποιουμένου· διὰ δὲ τὴν κατὰ τῶν ὁμοφυῶν τυραννίδα, τὰ ἀνιαρὰ τούτοις ἐπινοουμένου· καὶ οὕτω κακῶς τὰ τοῦ πλησίον και τὰ ἑαυτοῦ ταλαντεύοντος· καὶ ὁ τὴν ἐπιθυμίαν καὶ τὸν θυμὸν σταθμῶν λογισμὸς τοῦ ἐγκρατευομένου μὲν τῶν ἡδέων, ὑπομένοντος δὲ τὰ ὀδυνηρά, μὴ διὰ Θεοῦ εὐαρέστησιν, ἀλλὰ δι' ἀνθρώπων ἀρέσκειαν, καὶ οἰκείαν κενοδοξίαν· κἀντεῦθεν τὸ καθαρὸν τῶν ἀρετῶν κιβδηλεύοντος, κἂν ἀγαθὸς παρ' ἀνθρώποις δοκῇ, ἀλλ' ἐπ' ἄψει τοῦ ὡς ἔχουσι τὰ πάντα εἰδότες Θεοῦ, οὐ τοιοῦτός ἐστιν, ο κδ'. Παρὰ Κυρίου ευθύνεται τὰ διαβήματα αν βρί· θνητὸς δὲ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ; Παρὰ τοῦ Δεσπότου τῶν ὅλων Θεοῦ διορθοῦνται αἱ κατ' ἀρετὴν πορεῖαι τῷ ἀνθρώπῳ, ὡς μήτε εἰς τὰ κατ' έλλειψιν ταύτης πάθη, μήτε εἰς τὰ καθ' υπερ βολὴν περιτρέπεσθαι· καὶ γὰρ τῷ μὲν φόβῳ τοῦ Θεοῦ, τὰ κατ' ἔλλειψιν τῆς ἀρετῆς ἐκφεύγει πάθη τῷ δὲ πόθῳ τὰ καθ' ὑπερβολήν· δι' αὐτὸν τὸ καλὸν ἐργαζόμενος· ἐπειδήπερ εἰ μὴ ταῖς θείαις ἐντολαῖς, τὰ καλὰ διαγνῷ, καὶ τὰ ἐναντία, καὶ τῶν μὲν κακῶν ἀπόσχηται τῷ φόβῳ τῶν ἀπειλῶν, πρὸς δ' ἐργασίαν τῶν ἀγαθῶν διαναστῇ τῷ πόθῳ τῶν ἐπαγγελιών, πῶς ἂν ὑποκείμενος τῇ καθ᾽ ἡδονὴν γενέσει, καὶ τῇ κατ' ἐδύνην φθορα, κάντεῦθεν πρόσκαιρον ἔχων ζωήν, καταλάβῃ τὰς δι' ἐγκρατείας μὲν τῶν ἡδέων, ὑπου μονῆς δὲ τῶν ὀδυνηρῶν φερούσας αὐτὸν εἰς σωτη μίαν ὁδούς; κι'. Παγὶς ἀνδρὶ, ταχύ τι τῶν ἰδίων ἁγιάσαι μετὰ γὰρ τὸ εὔξασθαι, μετανοεῖν γίνεται. Αλ σκεται τῷ ἰδίῳ λόγῳ, ὡς ἐν παγίδι, ὁ κατὰ συναρπαγὴν ὑπισχνούμενος καθιερῶταί τι Θεῷ τῶν οἰκείων μετὰ γὰρ τὸ ὑποσχέσθαι, συμβαίνει πολλάκις αὐτῷ μεταμεληθῆναι, καὶ δεσμοῦ τῆς ὑποσχέσεως ἀπολυθῆναι μὴ δύνασθαι. κς'. λικμήτωρ ἀσεβῶν, βασιλεὺς σοφὸς, καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν. Αφοριστής ἐστιν ὡς ἀχύρων ἀπὸ σίτου τῶν μὴ Θεὸν τιμώντων λογισμών, ἀπὸ τῶν τιμώντων αὐτὸν, ὁ τῶν παθῶν αὐτοκράτωρ' σοφίας λόγοις τοῦ ὄντως ἀγαθοῦ, τὸν νομιζόμενον ἀποδιαιρῶν· ὃς καὶ δίκην τροχοῦ τοὺς τοιούτους πονηρούς λογισμοὺς ἐκκυλίσει μακρὰν ἐξ αὐτοῦ. κζ'. Φῶς Κυρίου, πνοὴ ἀνθρώπου· ὃς ἐρευν ταμεῖα κοιλίας. Τὸ ἀνέσπερον φῶς τῆς γνώσεως τοῦ τῆς δικαιοσύνης Ἡλίου, συνεκτική ἐστι ζωὴ τῶν βλεπόντων πρὸς αὐτὸν ὡς ἀρχέτυπον· καὶ ταῖς καθ' ὁμοίωσιν ἐργασίαις τῶν παναγάθων αὐτοῦ θελημά των, τὸ κατ' εἰκόνα φυλασσόντων ἀμείωτον· ζωὴ γὰρ τοῦ νοῦ, ὁ φωτισμός ἐστι τῆς γνώσεως τοῦ θεοῦ, ὃς ἐξετάζει τὰ βάθη της διανοίας, τῆς δίκην κοιλίας χωρητικῆς τῶν κατὰ ψυχὴν βρώσεων· εἴτε θρεπτικοί ταύτης εἶον, εἴτε λυμαντικαί. κή'. Ελεημοσύνη καὶ ἀλήθεια, φυλακή
col. 1429–1430page 105 of 162
Caput XXI
PG 87:1429λεῖ· καὶ περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ. Ἡ πρὸς τοὺς ὁμοφυείς συμπάθεια, καὶ ἡ πρὸς Θεὸν ἀληθὴς πίστις, φυλακτικαί εἰσι τοῦ τῶν παθῶν κρατοῦντος ἀνθρώπου· καὶ περιλήψονται τὸ ἀρχικὸν αὐτοῦ καὶ αὐτεξούσιον, πάντως τὸ νοερόν ἐν ᾧ προκάθηται τῶν ἐπὶ γῆς ἐν ὀρθῇ κρίσει τῶν κατὰ θεωρίαν καὶ πρᾶξιν νοημάτων τε καὶ πραγμάτ των μὴ συγχωρούσῃ κατὰ μὲν θεωρίαν, εἰς Θεὸν τὴν κτίσιν παραγνωρίζειν, κατὰ δὲ πράξιν λατρεύειν ταύτῃ παρὰ τὸν Κτίσαντα. κθ'. Κόσμος νεανίαις, σοφία· δόξα δὲ καὶ πρεσβυτέρων, πολιά. Ευπρέπεια τοῖς νεάζουσι τῇ καινοποιῷ τοῦ Πνεύματος χάριτι, ή τοῦ νοῦ ἐστι πρὸς Θεὸν ἄτμητος ἔνωσις· κλέος δὲ τῶν πολιτευομένων κατὰ τὸ παλαιούμενον ῥητὸν τῆς Γραφῆς, ἡ ἀποβολή ἐστι τῶν σωματικῶν παθῶν μελανότητος· τὸ γὰρ παλαιούμενον γράμμα, τοὺς κατ' αὐτὸ πολιτευομένους τῶν κατ' ενέργειαν παθῶν ἀπαλλάττει· τὸ δὲ καινοποιὸν Πνεῦμα, τὸν νοῦν λόγοις σοφίας ἀπὸ πάν των τῶν ποιημάτων πρὸς τὸν Ποιητὴν ἐπιστρέφον, ἀπαλλάττει καὶ τῶν κατὰ διάνοιαν. λ'. Υπώπια καὶ συντρίμματα συναντᾷ κακοῖς πληγαὶ δὲ εἰς ταμεῖα κοιλίας. Ὑπ' ὄψιν ἀνθρώπων, τιμωρίας σωματικαί, καὶ ἀφανεῖς ψυχῆς συν τριβαι, δι' ἀκουσίων πόνων ἐπιφορᾶς, ἐπέρχονται τοῖς πολιτευομένοις κακῶς· ἔλεγχοι δὲ συνειδότος, εἰς τὰ βάθη τῆς διανοίας αὐτῶν. ΚΕΦΑΛ. ΚΑ'. α'. "Ωσπερ ὁρμὴ ὕδατος καρδία βασιλέως ἐν χειρὶ Θεοῦ· οὗ ἐὰν θέλῃ νεῦσαι ἔκλινεν αὐτήν. Ὥσπερ τὴν τοῦ ὕδατος φορὰν ὁ ὀχετηγὸς ἄγει ἔνθα καὶ βούλεται, οὕτω καὶ ἡ παντοκρατορικὴ τοῦ Θεοῦ δύναμις, τὴν ψυχὴν τοῦ βασιλεύοντος εἴτ᾿ ἀνθρώπων εἴτε παθῶν, φέρει ὡς αὐτῷ Θεῷ βουλητόν· τὴν μὲν τοῦ κρατοῦντος ἀνθρώπων, εἰς τινῶν μὲν συμπάθειαν, ἑτέρων δὲ τιμωρίαν κινοῦσα· πρὸς τὸ συμφέρον πάν τως ἑκάστῳ, κἂν μὴ πρὸς τοῦτο ἴσως ὁ βασιλεὺς ταῦτα ποιῇ, ἀλλ᾽ ὑπὸ εὐνοίας ἢ μίσους ἑλκόμενος τὴν δὲ τοῦ παθῶν κυριεύοντος, ποδηγοῦσα πρὸς τοὺς λυσιτελοῦντας αὐτῷ λόγους, ἢ τρόπους τῶν ἀρετῶν. β'. Πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος· κατευθύνει δὲ καρδίας ὁ Κύριος. ὓς ἂν τῶν ἀνθρώπων τὴν κατὰ νόμους θείους έληται πολιτείαν, ὁρᾶται μὲν ἀνθρώποις παρ' ἑαυτῷ ἄμεμπτος· ὁ δὲ πάντων Δεσπότης Θεός, προνοίας λόγοις καὶ κρίσεως, ἀπαρεγκλίτως πρὸς τὸ ἀγαθὸν ὁδεύειν παρασκευάζει πᾶσαν ψυχὴν τὴν τούτοις ἐθέλουσαν ἔπεσθαι, γ΄. Ποιεῖν δίκαια, καὶ ἀληθεύειν, ἀρεστὰ παρὰ Θεῷ μᾶλλον, ἢ θυσιῶν αἷμα. Τὸ πράττειν τὰς τοῦ Θεοῦ ἐντολὰς, καὶ τὸ προσάγειν τούτῳ ὁμολογίαν ἀληθῆ, εὐάρεστά εἰσιν αὐτῷ ὑπὲρ τὸ νομικῶς προσ αγόμενον παρ' Ἰουδαίων αἷμα τῶν θυσιῶν· «Ελεον γάρ, φησί, θέλω, καὶ οὐ θυσίαν. δ. Μεγαλόφρων ἐν ὕβρει, θρασυκάρδιος. Ο μέγα κεκτημένος φρόνημα, ἐν τῷ ὑπερορῶν μὲν τῶν
col. 1431–1432page 106 of 162
PG 87:1431εὐτελῶν καὶ ἀνθρωπίνων πραγμάτων, ζητεῖν δὲ τὰ μεγάλα καὶ θεῖα, θρασὺς ὑπάρχει κατὰ ψυχὴν δια τὴν αὐτῆς σωτηρίαν, σαρκὸς μὴ φειδόμενος. Λαμπτήρ δὲ ἀσεβῶν ἁμαρτία. Λύχνος δὲ τῶν ἡγημένων Θεὸν τὴν κοιλίαν, κἀντεῦθεν Θεὸν μὴ τιμώντων, ἡ τῆς γαστρός θεραπεία ἐστί· φωτισμόν γὰρ τὴν τρυφὴν εἶναι ὑπολαμβάνουσιν. ς'. ῾Ο ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ, μάταια διώκει, καὶ ἔρχεται ἐπὶ παγίδας θανάτου. ῾Ο ἐν ψευδορρημοσύνῃ ἀποθησαυρίζων χρήματα, ποθεῖ τὰ φθειρόμενα, καὶ εἰς βρόχους ἀπωλείας ἐμε πίπτει, τῆς σωτηριώδους ἀγάπης διαμαρτάνων ἀλισκόμενος γὰρ ὑπὸ φιλοῦλίας, καὶ ἀπατᾷν ἀνθρώπους ἐπιχειρῶν, ἵνα τὰ αὐτῶν ἀποθησαυρίσῃ, τῆς πρὸς Θεὸν ἀγάπης ἀφίσταται. ζ'. "Ολεθρος ἀσεβέσιν ἐπιξενωθήσεται· οὐ γὰρ βούλεται πράσσειν τὰ δίκαια. Τοῖς μὴ τιμῶσι δι' ἀγαθοεργίας Θεόν, ο ξένος τῆς λογικῆς φύσεως ὡς παράλογος ψυχικός καθ' ἁμαρτίαν θάνατος, ὑπου δεχθήσεται κατά προαίρεσιν· καὶ γὰρ οὐ θέλουσιν οὗτοι πράττειν τὰς ζωογόνου; τῆς ψυχῆς δικαιοτάτας τοῦ Θεοῦ ἐντολάς. η'. Πρὸς τοὺς σκολιούς, σκολιὰς ὁδοὺς ἀπο στέλλει ὁ Θεός· ἁγνὰ δὲ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ. Τοῖς κατὰ γνώμην στρεβλοις, δοκεί διαστρέφεσθαι ὁ μετὰ ἐσίου ὅσιος ὑπάρχων Θεός· καθαρὰ καὶ εὐθῆ τὰ ποιήματα αὐτοῦ· πάντα γὰρ καλὰ τὰ ὑπὸ Θεοῦ γεγονότα· καὶ ὡς αἰτιατά, πρὸς ἐπίγνωσιν τούτου ὡς αἰτίου, τὸν ἡμέτερον νοῦν ἀπευθύνοντα· ἐπεὶ δὲ τοῦ θείου θελήματος ἐξετράπη κατά γνώμην ἄνθρωπος. γέγονέ τε καὶ αὐτὸς προαιρέσει κακὸς, καὶ πεποίηκε καὶ τὰ δι' αὐτὸν γεγονότα, κατὰ τὴν παραλόγως χρήσιν κακά. θ'. Κρείσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας, καὶ ἐν οἴκῳ καινώ. Κάλλιόν ἐστιν ἐν ἀσκεπεῖ γωνίᾳ μια, καθῆσθαι τινα, ἢ ἐν τοίχοις περικεχρισμένοις, καὶ νεοκατασκευάστῳ οικοδομήματι, μετὰ πλεονεξίας· τοῦ μὲν γὰρ τὸν απέριττον καὶ ἀφανῆ ἑλομένου, τῶν ἐντεῦθεν ἀπαί ροντος ἐξάγεται ἐκ φυλακῆς ἡ ψυχὴ, καὶ ἤδη χωρεί πρὸς τὰ ἀπέραντα ἀγαθά· τοῦ δὲ τὸ τῆς χρείας πε ριττὸν καὶ τὸ προσκαίρως λαμπρὸν καὶ ἐπίδοξον αι ρετισαμένου, τῶν ἐνθάδε μεθισταμένου, ἐν ᾅδῃ κατα κλείεται ἡ ψυχή· καὶ ἤδη ἀνιᾶται ταῖς αἰωνίοις κοι λάσεσιν. ι'. Ψυχὴ ἀσεβοῦς, οὐκ ἐλεηθήσεται ὑπ' οὐδενὸς τῶν ἀνθρώπων. Τὴν ψυχὴν τοῦ μὴ δι' ἀγαθοεργία; τιμῶντος Θεὸν, τῇ δικαιοτάτῃ αὐτοῦ κρίσει παρα πεμπομένην εἰς κόλασιν, οὐδεὶς τῶν ἀνθρώπων ἐξ ελεῖται αὐτῆς. ια΄. Ζημιουμένου ἀκολάστου, πανουργότερος γίνεται ὁ ἄκακος· συνιῶν δὲ συρὸς, δέξεται γνώσιν. Τοῦ μὴ σωφρόνως βιοῦντος, τὸν ἴδιον πλού του ὁποῖος ἐστιν ἀσώτως καταναλίσκοντος, ὁ κατά πρᾶξιν πάσης κακίας ἀπαλλαγείς, προσεκτικώτερος γίνεται· μὴ παραζηλῶν τὸν τοιοῦτον, ἀλλὰ μᾶλλον κατασφαλιζόμενος ἑαυτὸν, ὥστε μὴ τοῖς ὁμοίοις περιπεσεῖν· ὁ δὲ θεωρητικής, κατανοῶν τὸ τῆς ἀγ
col. 1433–1434page 107 of 162
PG 87:1433θρωπίνης φύσεως ἀσθενὲς ἐν τῷ ἀκολασταίνοντι ἀδελφῷ ἐπιγνώσεται τὰ ἑαυτοῦ· καὶ οὐ καταγνώσεται τοῦ ἀδελφοῦ. β'. Συνιεῖ δίκαιος καρδίας ἀσεβῶν· καὶ φαν λίζει ἀσεβεῖς ἐν κακοῖς. Κατανοεῖ ὁ ἀμέμπτως που λιτευόμενος, τοὺς μὴ δι' ἀγαθοεργίας τιμῶντας Θεόν, ὅπως κατὰ ψυχὴν κακῶς ἔχουσι· καὶ διελέγχει του τους ἐν τοῖς παραλόγοις ἔργοις αὐτῶν· ὡς ἂν τὸν οἰκεῖον διορθώσωνται βίον, καὶ τῆς αἰωνίου ῥυσθῶσι κολάσεως. ιγ'. "Ος φράσσει τὰ ὦτα τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ εἰσακούων. Ος τῷ, εἴτε κατὰ σῶμα, εἴτε κατά ψυχὴν κακῶς ἔχοντι, καὶ βοηθείας τῆς οἰασοῦν δεο μένῳ, μὴ ἐπικάμπτεται, τὰ ὅμοια καὶ αὐτὸς πείσεται δεόμενος ἐν ἀνάγκαις, καὶ μὴ εὑρίσκων τὸν βοηθή- " σοντα· οὐκ ἐλεεῖται γὰρ, ἐπειδὴ μὴ ἠλέησεν. ιδ. Δόσις λάθριος, ἀνατρέπει ὀργάς. Μετάδοσις χρημάτων ἀνθρώπου τινὸς λεληθυία πρὸς δεομένους, καταλλάττει αὐτὸν Θεῷ, ὑπὲρ ὧν τοῦτον παρώργισε, τὰς αὐτοῦ παραβὰς ἐντολάς. Δώρων δὲ ὁ φειδόμενος, θυμὸν ἐγείρει ισχυρόν. 'Ο δὲ διὰ φειδωλίαν μὴ μεταδιδοὺς τοῖς χρήζουσι τῶν ἑαυτοῦ, μεγάλως παροργίζει Θεόν· ὅτι χρήζων ἐλέους, μὴ ἐλεεῖ τοὺς ἐλέους ἀξίους. ι'. Εὐφροσύνη δικαίων, ποιεῖν κρίμα. πνευματικὴ ἐστιν ἀγαλλίασις τῶν κατὰ νόμους θείους πολι τευομένων, πράττειν τὸ κατὰ λόγον κριθὲν ἀγαθόν. Οσιος δὲ, ἀκάθαρτος παρὰ κακούργοις. Ο δ' οὕτω πολιτευόμενος, οὐ νομίζεται παρὰ τοῖς τῆς κακίας εργάταις, καλῶς τὸ καλὸν ἐργαζόμενος· ἀλλὰ δι' ἀνθρωπαρέσκειαν τοῦτο καὶ κενοδοξίαν ὑποκρινόμενος. ις'. Ανήρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης, ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται. "Ανθρωπος ἐκτρεπόμενος τῆς κατ' ἀρετὴν τρίβου, μετὰ τῶν φιλοσωμάτων συναυλισθήσεται· ἐν οἷς τὸ τοῦ Θεοῦ πνεῦμα οὐ καταμενεῖ, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. ιζ. Ανὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην, φιλῶν οἶνον καὶ ἔλαιον εἰς πλοῦτον. Ο πνευματικῆς χρήζων τροφῆς, τὴν κατὰ ψυχὴν ποθεῖ ἀγαλλίασιν ἀσπαζόμενος δαψιλῶς, τόν τε δίκην οίνου στυπτικών πρὸς φυγὴν τῆς κακίας θεῖον φόβον, καὶ τὸν δίκην ἐλαίου ὑπαλείφοντα πρὸς ἐργασίαν τῶν [καλῶν] θεῖον πόθον. τη'. Περικάθαρμα δὲ δικαίου, ἄνομος. ἐξίλασμα δὲ, ὡς τὸ περικάθαρμα ὁ ᾿Ακύλας ἡρμήνευσε, τοῦ πολιτευομένου κατὰ θείους νόμους ἐστίν, ὁ παρ ραβάτης... ἐστὶν αὐτῶν· ἐξιλεουμένου Θεὸν τούτῳ, ἐν τῷ διορθοῦσθαι αὐτοῦ τὸν βίον, δι' οὗ Θεὸν παρώργισεν· ὁ γὰρ κατὰ Θεὸν ζῶν, τὸν μὴ οὕτω ζῶντα, ταῖς ἑαυτοῦ παραινέσεσι προσάγων Θεῷ, καταλλάττει τοῦτον αὐτῷ. ιθ'. Κρείσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ, ἢ μετὰ γιο ναικός μαχίμου καὶ ὀργίλου. Ωσπερ τὸ ἄζυγά τινα εἶναι καὶ μεμονωμένον οἰκεῖν, κάλλιον ἐστιν ὑπὲρ τὸ συνοικεῖν γυναικὶ ἐριστικῇ εἰκὴ ὀργιζομένη, οὕτω καλλιέν ἐστι καὶ τῇ γῇ ἁπλῷ ἐν Θεῷ μένειν, ἔξω
col. 1435–1436page 108 of 162
PG 87:1435τῶν ὄντων γινομένῳ, ή συνοικεῖν τῇ φιλονείκῳ καὶ πρὸς ὀργὴν ὀξέως κινούσῃ ταῖς ἀκαίροις ἐνστάσεσι Ελληνικῇ σοφίᾳ. κ'. Θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στό ματος σοφοῦ. ῾Ο ἐν Θεῷ ἀποκεκρυμμένος, καὶ ἐρά σμιος πλοῦτος τῶν μυστηρίων αὐτοῦ, ἐμφιλοχωρήσει τῷ διδασκαλικῷ λόγῳ τοῦ τὰ θεῖα σοφοῦ· δι' αυ τοῦ τοῖς χρήζουσιν ἀνακαλυπτόμενος, καὶ ἐνδεείς ὄντας, πλουτίζων αὐτούς. *Αφρονες δὲ ἄνδρες, καταπίονται αὐτόν. Οἱ δ ἀλογίστως βιοῦντες ἄνθρωποι, τὸν εἰρημένον πλοῦτον παρὰ τοῦ διδασκάλου δεξάμενοι, ἀφανίσουσ: τούτων μηδ' ὁπωσοῦν αὐτὸν βουληθέντες ἐπεργάσασθαι κα'. 'Οδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εἰρή σει ζωὴν καὶ δόξαν. Τὸ τὰ πράγματα κρίνειν όφ θῶς, καὶ τὸ πρὸς ἀνθρώπους συμπαθῶς διακείσθαι, ἄξει κατὰ θεωρίαν καὶ πρᾶξιν τὸν οὕτω τὴν οἰκείαν ζωὴν διεξάγοντα, εἰς τε τὴν ἐν Πνεύματι ζωὴν τοῦ νοῦ, τὸν τῆς γνώσεως φωτισμόν, καὶ εἰς τὸ τοῦ βίου δι' ἀγαθοεργίας λαμπρὸν καὶ ἐπίδοξον. κβ'. Πόλεις ὀχυρὰς ἐπέβη σοφός. Ἐπὶ τὰς τε θεμελιωμένας καὶ κατησφαλισμένας τῇ εἰς Θεὸν πίστει ψυχὰς, ὁ τοῦ Θεοῦ λόγος, τῇ σοφωτάτῃ αὐτοῦ προνοίᾳ καὶ κρίσει, ἀνῆλθε· καθυποτάξας αὐτῷ ταύ τας, ὥστε μὴ εἰς ἀλογίαν τρέπεσθαι. Καὶ καθεῖλε τὸ ὀχύρωμα, ἐφ᾽ ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖς. Καὶ περιεῖλεν ἐξ αὐτῶν τὸ τῆς σαρκὸς φρό νημα ἐφ᾽ ᾧ τὰ μὴ τιμῶντα Θεὸν τῆς πονηρίας πνεύ ματα, ὥς τινι κακίας ὀχυρώματι, τὸ ἅπαν θάρρος ἐκέκτηντο διὰ τὴν ἀπάθειαν τῆς σαρκὸς, τὴν ψυχὴν πείθοντα δυσπαθῆ. κγ'. Ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ. Ὁ ἐν λόγοις ἐγκρατευόμενος, μετά περισκέψεως βραχέα φθεγγόμενος, φυλάσσει τὴν ἰδίαν ψυχὴν τῆς ἐκ μεταμελείας τῶν ὡς ἔτυχε λεγομένων, λύπης ἀνέπαφον. κδ. Θρασὺς καὶ αὐθάδης καὶ ἀλαζών, λοιμὲς καλεῖται. Ὁ τοῦ ἀδελφοῦ μὴ φειδόμενος, ἀλλ' ἀν ηλεῶς αὐτὸν τιμωρῶν, καὶ λέγειν κατ' αὐτοῦ αὐθαδιαζόμενος, κἂν ὑπὸ νόμου θείου πρὸς τοῦτο κεκώλυτα:, καὶ τοῦ ὁμοφυοῦς κατεπαιρόμενος, καὶ κατευτελίζων αὐτὸν, φθορεὺς ὀνομάζεται, ὡς ἔργῳ καὶ λόγῳ καὶ ψυχῆς διαθέσει, τὸν πλησίον αὐτοῦ βλάπτειν ἐπιχειρῶν. *Ος δὲ μνησικακεῖ, παράνομος. "Ος δὲ μνημονεύει τοῦ παρά τινος συμβάντος αὐτῷ λυπηροῦ, καὶ μὴ τηρεῖ ἀγάπην πρὸς αὐτὸν καθαράν, παραβαίνει τὴν διακελευόμενον νόμον, ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν, εἰ καὶ μὴ βλάβην τούτῳ ἐπάγει τινά. κα. Επιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν. Αἱ τα ράλογοι τῶν κατ' αἴσθησιν ἡδέων ὀρέξεις, τὸν ῥαθυ μον πρὸς τὴν τῶν θείων ἐντολῶν ἐργασίαν, νεκρ ἀποτελοῦσι κατὰ ψυχήν. Οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τί Αἱ γὰρ τῆς τούτου ψυχῆς πρακτικαὶ δυνάμεις. 21 τὸ τοῖς ματαίοις ἀπασχολεῖσθαι, οὐκ ἐργάζονται.
col. 1437–1438page 109 of 162
Caput XXII
PG 87:1437κατά προαίρεσιν ἀγαθόν· ὅθεν νεκρὸς ὁ τοιοῦτος κατὰ ψυχὴν ἀποδείκνυται, ὡς ἂν πρὸς τὴν τοῦ καλοῦ ἐργασίαν ἀκίνητος. χς'. Ασεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς. Ο μὴ δι' ἀγαθοεργίας τιμῶν τὸν Θεὸν, παρὰ πᾶσαν αὐτοῦ τὴν ζωὴν, ἀλογίστως ὧν οὐ θέμις ὀρέγεται. Ὁ δὲ δίκαιος ἐλεεῖ καὶ οἰκτείρει ἀφειδώς. ῾Ο δὲ κατὰ νόμους θείους πολιτευόμενος, μεταδίδωσί τε τῶν οἰκείων τοῖς χρήζουσι, καὶ σπλάγχνον οἰκτιρμῶν ὑπανοίγει τούτοις ἀνυποστόλως. κζ'. θυσίαι ἀσεβῶν, βδέλυγμα Κυρίῳ· καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς. Τὰ ἐξ ἁρπαγῆς προσαγόμενα τῷ πάντων Δεσπότῃ, παρὰ τῶν μὴ τιο μώντων αὐτὸν διὰ τῆς τῶν ἁγίων αὐτοῦ ἐντολῶν ἐρ γασίας, μισητά εἰσι παρ' αὐτῷ· ἐπειδὴ παραβαίνοντες οὗτοι, τὴν διακελευομένην ἐντολὴν, ἀπὸ οἰκείων δικαίων πόνων τιμᾶν τὸν Κύριον, ταῦτα προσάγουσιν. κη'. Μάρτυς ψευδῆς ἀπολεῖται. Ο τὸ προσκαίρως ἡδὺ ψευδῶς ἐπαινῶν δαίμων, καὶ ἀπατᾷν ἐπι χειρῶν, τῇ σχέσει τῶν φθειρομένων τὸν ἄνθρωπον, ὥστε παραβάτην αὐτὸν ἀποδειχθῆκαι τῶν τοῦ Θεοῦ ἐντολῶν, τῷ ἡτοιμασμένῳ αὐτῷ τε καὶ τοῖς ἀγγέλοις αὐτοῦ πυρὶ αἰωνίῳ παραπεμφθήσεται. ᾿Ανὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει. Ο δὲ Θεῷ ὑπακούων, καὶ τὰς ἁγίας αὐτοῦ τηρῶν ἐντο λάς, διατηρῶν ἑαυτὸν τῆς Σατανικῆς ἀπάτης ἀπεί ρατον, ἔργοις καὶ λόγοις τὸ ὄντως ὁμολογήσει ἀγα Οόν, πρὸς τὴν τῶν ὁρώντων καὶ ἀκουόντων ὠφέ λειαν. κθ'. Ασεβὴς ἀνὴρ, ἀναιδῶς ὑφίσταται προσ ώπῳ. Ο μὴ τιμῶν τὴν ἀλήθειαν ἄνθρωπος, τὸν ταύτης ἐπὶ ταῖς παραλόγοις αὐτοῦ πράξεσιν ἔλεγο χον, ἀναισχύντῳ ὑποφέρει ὄψει. Ὁ δὲ εὐθὺς, αὐτὸς συνιεῖ τὰς ὁδοὺς αὐτοῦ. Ο δ' ἀληθὴς, ἄγων διὰ τιμῆς τὴν ἀλήθειαν, οἴκοθεν ἐπιγινώσκει, εἴ πού τι προσπταίει Θεῷ· καὶ μεμφόμενος αὐτῷ, ἐπιμελεῖται τῆς τῶν σφαλερῶν ἔργων αὐτοῦ διορθώσεως. λ. Οὐκ ἔστι σοφία, οὐκ ἔστιν ἀνδρεία, οὐκ ἔστι βουλὴ κατέναντι Κυρίου. Οὐχ ὑπάρχει ἀν θρωπίνη σοφία, εἴτ' ἀνδρεία, εἴτε περίσκεψις, ἀντι πεσεῖν Θεῷ δυναμένη· σφάλλει γὰρ οὗτος τους συν ετούς, καὶ περιτρέπει τοὺς ἰσχυρούς, καὶ βουλάς η ἐθνῶν διασκεδάζει· ἡ δὲ βουλὴ αὐτοῦ μένει εἰς τὸν αἰῶνα. λα'. Ιππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου. Εὐτρεπίζεται κατὰ πρᾶξιν ἡ ἄλογος σὰρξ παρὰ τοῦ ταύτῃ ἐποχουμένου, ὥσθ' ἕπεσθαι τούτῳ ἑτοίμως, ὁπόταν οὗτος φωτὶ γνώσεως αἴσθηται τῆς τοῦ νοητοῦ ἐχθροῦ κατὰ τῆς ψυχῆς ἐπελεύσεως. Παρὰ δὲ Κυρίου ἡ βοήθεια. Τὴν δὲ κατ' αὐτοῦ νίκην ὁ Δεσπότης πάντων Θεὸς δίδωσιν· εἰ μὴ γὰρ οὗτος ταύτην παράσχῃ, εἰς μάτην εκοπίασεν ὁ τῷ εἰρημένῳ ἐχθρῷ ἀντιταττόμενος. ΚΕΦΑΛ. ΚΒ'. α΄. Αἱρετώτερον ὄνομα καλόν, ἢ πλοῦτος πολύς. Προτιμοτέρα ἡ ἐπ' ἐναρέτῳ πολιτεία ἀγαθὴ φήμη,
col. 1439–1440page 110 of 162
PG 87:1439ὑπὲρ τὸν φθειρόμενον πλοῦτον· διά τε τό ο Λαμπάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων·» καὶ τό Δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἡ μὲν γὰρ τοιαύτη φήμη, διεγείρει τοὺς ἀκούοντας πρὸς τὸν ὅμοιον ζῆλον τοῦ ἐναρέτου ὁ δὲ πλοῦτος περισπῇ, καὶ τὸν νοῦν πολλάκις ἀπὸ Θεοῦ διασπᾷ. Ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον, χάρις ἀγαθή. Ὑπὲρ δὲ τὸν προσαγόμενον παρ' ἀνθρώπων Θεῷ, δίκην μὲν ἀργύρου καθαρὸν καὶ σώφρονα βίον, δίκην δὲ χρυσίου δόκιμον ἐν τῇ καμίνῳ τῶν πειρασμών καὶ ἀμείωτον, ἡ πανάγαθός ἐστι τοῦ ἁγίου Πνεύματ τος χάρις· «Οὐκ ἄξια γὰρ τὰ παθήματα τοῦ νῦν και ροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι δόξαν. ο β'. Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλή λοις· ἀμφοτέρους δὲ ὁ Κύριος ἐποίησεν. Πλού σιος εἴτε τὸ σωματικὸν εἴτε τὸ πνευματικὸν, καὶ ὁ τούτων τινὸς ἐνδεής, καίτοιγε κατὰ τὸ περιττεύεσθαι καὶ στερεῖσθαι ἐναντίως ἔχοντες, συνῆλθον αλλήλοις τοῦ κεκτημένου τὸ περισσὸν ἀναπληροῦντος τῷ ἐνδεεῖ τὸ ὑστέρημα· οὕτω δὲ καὶ τὰ περὶ ἀμφο τέρους ᾠκονόμησεν ὁ Κύριος, ἵν᾿ ἀμφότεροι σώζοιντο ὁ μὲν πλούσιος, μεταδιδούς· ὁ δὲ πένης, εὐχαριστῶν. γ. Πανούργος ἰδὼν πονηρόν τιμωρούμενον, κραταιῶς αὐτὸς παιδεύεται. Ο φρόνιμος, θεασάμενος κακοῦργον κολαζόμενον, διορθοῦται λίαν αὐτὸς ἐφ' οἷς ἴσως καλῶς μὴ ποιεῖ· κἀντεῦθεν φυλάττεται τοῦ εἰς κόλασιν ἐμπεσεῖν. Οἱ δὲ ἄφρονες, παρελθόντες ἐζημιώθησαν. Ο δ' ἀσύνετοι, παραδραμόντες καὶ μὴ προσέχοντες τῷ διὰ τὴν κακίαν αὐτοῦ τιμωρουμένῳ, ἀπώλεσαν τὴν ἐντεῦθεν ὠφέλειαν. δ'. Γενεὰ σοφίας, φόβος Κυρίου, καὶ πλοῦτος καὶ δόξα, καὶ ζωή. 'Η ἐν σοφίᾳ κατὰ Θεὸν τελειό της, γεννᾶται ἀρχομένη μὲν ἀπὸ τοῦ θείου φόβου, ὃς ἐστι κακῶν ἀποχή· προκόπτουσα δὲ εἰς τε τὸν κατ' ἀρετὴν πλοῦτον, καὶ τὴν περὶ τῶν ὄντων ἀληθῆ δό ξαν, καὶ τελειουμένη εἰς τὴν ἐν Θεῷ μακαρίαν ζωήν ὅταν ὁ νοῦς πάντα τὰ ὄντα διαβῇ, καὶ ἐν Θεῷ κατα παύσῃ τῇ ὄντως τούτου ζωῇ. ε'. Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς· ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν, ἀφέξεται αὐτ τῶν. Ἐν ταῖς παρεκτετραμμένοις τῆς θείας ἐντολῆς κατά τε θεωρίαν καὶ πρᾶξιν πορείαις, βάλλεται ἡ Ει ψυχή, ὥς τισι τριβόλοις, τοῖς τοῦ ταύτης τριμερούς πάθεσιν ὑφ' ὧν καὶ ὡς ὑπό τινων παγίδων ἁλίσκεται εἰς ἀπώλειαν· ἀπόσχηται δὲ τῶν τοιούτων παθῶν, ὁ τηρῶν τὴν ἰδίαν ψυχήν, ὥστε τῆς ἐντολῆς μὴ ἐκτρέπεσθαι. ζ'. Πλούσιοι πτωχῶν ἄρξουσιν. Αἱ πλουτοῦσαι ψυχαὶ ὡς λογικαὶ σοφίαν, τὰ ταύτης δι' ἀλογίαν ἐν δεἢ σώματα ὑποτάξουσιν, εἰ βουληθείεν, προς την τῶν θείων ἐντολῶν ἐργασίαν. Καὶ οἰκέται ἰδίοις δεσπόταις δανειοῦσιν. Κι τὰ δοῦλα τῶν ψυχῶν σώματα, ταῖς δεσποτούσαις αὐτῶν ψυχαῖς, ὥς τι δάνειον παρέξουσι τὴν περὶ τὰς
col. 1441–1442page 111 of 162
PG 87:1441ἀρετὰς φιλοπονίαν, κατὰ τὸ παρόν· ἵνα τῆς πνευ ματικῆς εὐφροσύνης κατὰ τὸ μέλλον ταύταις συν απολαύσωσιν. η'. Ο σπείρων φαῖλα, θερίσει κακά. Ο περ τὸ γεῶδες σκῆνος, δίκην σπόρου φαύλους λογισμούς καταβάλλων, δρέψεται κατά πράξιν τὴν ἁμαρ τίαν. Πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει. Τιμωρίαν δὲ διὰ τὰς πονηρὰς πράξεις αὐτοῦ συγκομίσε και "Ανδρα ἱλαρὸν καὶ δότην ἀγαπᾷ ὁ Θεός. Αγα πᾷ ὁ Θεὸς ἄνθρωπον ὑγιῶς φρονοῦντα, καὶ προσο φέροντα τούτῳ κατὰ πράξιν τὰς ἀρετάς. Ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει. Τὸ δὲ περὶ τὰ πρόσκαιρα φιλόπονον αὐτοῦ, τέλεον κατα παύσει· ἀπὸ τῶν παρόντων πρὸς τὰ μέλλοντα ὅλον μεταβιβάσας τὸν πόθον αὐτοῦ. 0'. ῾Ο ἐλεῶν πτωχόν, αὐτὸς διατραφήσεται. Ο θείου Λόγου διδασκαλικῶς τῷ τούτου μεταδιδούς ἐνδεεῖ, αὐτὸς τραφήσεται μᾶλλον κατά ψυχήν· ὅτι Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπορευομένῳ ἐκ στόματος αὐτοῦ.» Τῶν γὰρ ἑαυτοῦ ἄρτων δέδωκε τῷ πτωχῷ. Τοῦ γὰρ τρέφοντος τὴν αὐτοῦ ψυχὴν θείου λόγου, τῷ χρήζοντι τούτου μετέδωκε· καὶ μεταλαμβάνει τούτου τρανότερον, ὡς ἂν δύναιτο πολλοῖς ἐπαρ κεῖν. Νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δούς. Τὴν κατὰ τῶν παθῶν νίκην, καὶ τὴν παρὰ Θεῷ δό ξαν ἑαυτῷ πάντως περιποιεῖται ὁ Θεῷ ὥς τινα δῶρα τὰς ἀρετάς. Τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων. Καντεῦθεν τὴν ἑαυτοῦ ἀφαρπάζει ψυχὴν ἀπὸ τῶν ἐχόντων ταύτην τῆς πονηρίας πνευμάτων τῇ ἁμαρτία αἰχμάλωτον. ι. Εκβαλε ἐκ συνεδρίου λοιμόν, Απέλασον τὸν μεταδιδόντα τῆς ἑαυτοῦ κακίας καὶ τοῖς λοιποῖς, ἀπὸ τῶν συνεδριαζόντων εἰς βουλευτήριον. καὶ συνεξελεύσεται αὐτῷ νεῖκος· ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ, πάντας ατιμάζει. Καὶ συν απελαθήσεται τούτῳ φιλονεικία· ὁπόταν γὰρ οὗτος συνεδριάσῃ τισί, πάντας χλευάζει, καὶ διεγείρει εἰς μάχας. ια΄. Αγαπᾷ Κύριος ὁσίας καρδίας. Ο Δεσπότης πάντων Θεός, ἀγαπᾷ μὲν ψυχὰς, σαρκὸς ὑπερ ορώσας, καὶ κατὰ τὸν πνευματικὸν νόμον πολιτευομένας. Δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι. Προσδέχεται δὲ συμπαθῶς, ἡπλωμέναις ἀγκάλαις, τοὺς διὰ μετα νοίας, πάσης ἁμαρτημάτων κηλίδος ἑαυτοὺς ἐκκαθάραντας. Χείλεσι ποιμαίνει βασιλεύς. Ο πάντων βασι λεύων Θεὸς, ἀξιῶν διὰ τῶν ἁγίων αὐτοῦ ἐντολῶν τῆς προσηκούσης προνοίας, τοὺς δεχομένους ἑκόντας τὸ ὑπ' αὐτοῦ βασιλεύεσθαι, ἀπάγει μὲν αὐτοὺς τῆς φθοροποιοῦ κακίας, ἄγει δὲ κατ' ἀρετὴν πρὸς τὸ ἀγαθόν.
col. 1443–1444page 112 of 162
PG 87:1443Ιπι ιβ'. Οφθαλμοί Κυρίου διατηροῦσιν αἴσθησιν. Οἱ δὲ λόγοι τῶν ὄντων, οἷς ὥς τισιν ὀφθαλμοῖς αὐτὸς ὁ τοῦ παντὸς Δεσπότης τὰ πάντα ὁρᾷ, γινώσκων ταῦτα πρίν γενέσεως αὐτῶν, ἐκ τῆς σοφίας αὐτοῦ δι' ἧς καὶ ἐν ᾗ τὰ πάντα ἐποίησεν, οἷά τινες ἀκτῖνες αὐτοῦ τοῦ τῆς δικαιοσύνης 'Ηλίου, ταῖς μὲν θεωρικαῖς τῆς ψυχῆς δυνάμεσι τὸ τὰ ὄντα ὁρᾷν ὡς ἔχουσι φύ σεως· αὐτοῖς δὲ τοῖς οὖσι τὸ οὕτως ὁρᾶσθαι διαφυλάττουσι, καὶ μὴ κατ' αἴσθησιν τῇ τῶν ὁρατῶν ἐπισ φανείᾳ ένα πομένουσι τὴν γνῶσιν τῆς ἀληθείας. Φαυλίζει δὲ λόγους παράνομος. Διαβάλλει κα τοὺς τῆς Προνοίας λόγους ὁ τὰς τοῦ Θεοῦ ἐντολές παραβαίνων, ὁπόταν μὲν τῶν ἡδέων μὴ ἐγκρατεύη. ται, βαρείας καὶ δυσκατορθώτους ἀποκαλῶν τὰς συ τηριώδεις τοῦ Θεοῦ ἐντολάς· καὶ οὐχ ἑαυτὸν, ἀλλὰ Θεὸν αἰτιώμενος. ιγ. Προφασίζεται καὶ λέγει ὀκνηρός· Λέων ἐν ταῖς ὁδοῖς. Ο πρὸς πρᾶξιν καὶ θεωρίαν ῥάθυμος προβάλλεται ἀφορμάς, ούτωσὶ λέγων· Κωλύει μου τὸ πρόθυμον τῆς ἐν ταῖς ἐντολαῖς πρὸς Θεὸν κατά πράξιν πορείας, παρεδρεύων ταύταις, ὁ δίκην λέσ τος ζητῶν ἁρπάσαι μου τὴν ψυχὴν Σατάν. Ἐν δὲ ταῖς πλατείαις φονευταί. Καὶ ἐν τῷ κατὰ τὴν διαφθορὰν πλάτει τῆς φυσικῆς τῶν ὁρατῶν θεωρίας, ληστεύοντα τὰ ὑπ' αὐτῶν τῆς πονηρίας πνεύματα, ἀναιρεῖν μου ἐπιχειροῦσι τὸν νοῦν, διὰ τῆς κατ' αἴσθησιν πλάνης, πρὸς ζόφον ἀγνοίας τοῦτον σπεύδοντα κατασπάν. ιδ'. Βόθρος βαθὺς, στόμια παρανόμου. Του πιο μαβάντος δαίμονος τὸν λόγον καθ᾽ ἂν γέγονε, καὶ Θεοῦ ἀποστάντος, αἱ ὑποθῆ και λάκκῳ βαθυτάτῳ ἐοίκασιν· ὅτι ὁ ταύταις κατ' ενέργειαν περιπίπτων, τοῦ κατ' ἐνέργειαν περιπίπτων, τοῦ κατ' ἀρετὴν παύεται δρόμου. ῾Ο δὲ μισηθεὶς ὑπὸ Κυρίου, ἐμπεσεῖται εἰς αὐτόν. Περιπίπτει δ' αὐταῖς, ὃν Θεὸς ἀποστρέφεται ὡς τὰ ἐναντία ταῖς ἐντολαῖς αὐτοῦ προαιρούμενον εγκαταλιμπάνων τὸν τοιοῦτον εἰς τὸν κατ' ἐνέργειαν τῆς ἁμαρτίας έμπεσεῖν βόθυνον· καὶ μαθεῖν ἐκ τῆς πείρας αὐτῆς οἷόν ἐστι κακὸν τὸ ἀπιστεῖν αὐτῷ κα δεμόνι πάντων ὑπάρχοντι, καὶ πείθεσθαι τῷ ἐχθρῷ, κἀντεῦθεν ἐπικαλέσασθαι τοῦτον, ὥστε χεῖρα βο θείας ὀρέξαι αὐτῷ, καὶ τοῦ τῆς ἀπωλείας βαθύνου Ο ἐξαγαγεῖν. Εἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρὸς, καὶ εὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπ' αὐτῶν· ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς. Υπάρχους. διαλογισμοί ἀνθρώπου τινὸς, εἰς πράξεις κακίας ἐν γνώσει αὐτοῦ φέροντες, καὶ οὐκ ἐρᾷ, φεῦ! ὁ τοιοῦτος τοῦ ἐπιστρέψαι τὴν διάνοιαν αὐτοῦ ἀπὸ τοῦ κακο πρὸς τὸ ἀγαθόν· δέον δὲ ἐστιν ἐπιστρέφειν ἐκ τῆς δέ κατ' ἔλλειψιν τῆς ἀρετῆς καὶ ὑπερβολὴν παρεγκ κλιμένης μὲν ἀπὸ τοῦ ἀγαθοῦ πορείας, εἰς χρημα δὲ κακίας φερούσης καὶ βάραθρα. ιεʹ. Ανοια ἐξῆπται καρδίαν νέου. Αφροσύνη εξήρτηται τῆς ψυχῆς τοῦ ἔτι καθ᾿ ἡλικίαν νεάζοντος. Ράβδος δὲ καὶ παιδεία μακρὰν ἀπ' αὐτοῦ.
col. 1445–1446page 113 of 162
PG 87:1445δὲ πλήττοντες τοῦτον δίκην ῥάβδου Ελεγκτικοί λό γοι, καὶ οἱ πρὸς τὸ δέον ενάγοντες, πόρρω ἀπ' αὐτοῦ ἀπελαύνονται, μὴ παραδεχομένου τοπαράπαν αὐ τοὺς, διὰ τὸ τὴν διάνοιαν αὐτοῦ ἐπιμελῶς ἐγκεῖσθαι τοῖς πονηροῖς. ις. ῾Ο συκοφαντῶν πένητα, πολλὰ ποιεῖ τὰ ἑαυτοῦ κακά. Ο ψευδῶς λέγων κατά τινος πενομένου, τὴν μὲν ἑαυτοῦ κακίαν αὔξει ἐπὶ πολύ. Δίδωσι δὲ πλουσίῳ ἐπ' ἐλάσσονι. Επ' ἔλαττον δὲ τὴν τοῦ πλουσίου, πρὸς ὅν κατείπε τοῦ πένητος ὅτι αὐτὸς καὶ τῆς τούτου βλάβης αίτιος γίνεται. ιζ. Λόγοις σοφῶν παράβαλε σὺν οὖς. Ταῖς δι δασκαλίαις τῶν θείου λόγου μετειληφότων, καὶ τὰ θεῖα φρονούντων, ὑπόθες τὴν σὴν ἀκοὴν, ἑτεροδέξις έλω; μὴ ὑπακούων. Καὶ ἄκουε ἐμῶν λόγων. Καντεῦθεν αὐτῆς ἐμοῦ τῆς σοφίας ἐνωτίζου τοὺς λόγους· διὰ μέσων τῶν τὰ ἐμὰ μεμνημένων μυστήρια. Τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῶς ὅτι καλοί εἰσι. Κατὰ δὲ τὴν διάνοιάν σου πρόσχες, ὡς ἂν καταλάβῃς ὅτι εἰσὶν ἀγαθοί. ιη'. Καὶ ἐὰν ἐμβάλῃς αὐτὴν εἰς τὴν καρδίαν σου, εὐφρανοῦσί σε ἅμα ἐπὶ σοῖς χείλεσιν. Καὶ ἐὰν εἰσαγάγης τούτους εἰς τὴν ψυχήν σου, γενήσονται σου χαρᾶς πνευματικής πρόξενοι· ἅμα τῇ δια νοίᾳ σου ἐνίοτε περιφερόμενοι καὶ τοῖς χείλεσιν· εἴτε Θεὸν διὰ τούτων ὑμνολογοῦντός σου, εἴτ' ἀνθρώπους διδάσκοντος τὰ συνοίσοντα. ιθ'. Ινα σου γένηται ἐπὶ Κύριον ἡ ἐλπίς. Οπως ὑπάρξῃ σου πᾶσα ἡ ἐλπὶς ἐπὶ τὸν τοῦ παντὸς Δεσπότην Θεὸν, μόνα φρονοῦντος καὶ λαλοῦντος τὰ θεία. Καὶ γνωρίσῃ σοι τὰς ὁδοὺς αὐτοῦ. Καὶ γνω στάς σοι οὗτος ποιήσῃ τὰς εἰς αὐτὸν φερούσας κατὰ γνῶσιν καὶ ἀρετὴν πορείας· πέρας ὑπάρχοντα τῶν μὲν γνωστῶν, ὡς ἀλήθειαν· τῶν δὲ πρακτῶν, ὡς αγαθόν. κ'. Καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰς ἑαυτῷ τρισσῶς. Καὶ αὐτὸς δὲ ἐντύπωσον τοὺς τοιούτους λόγους ἐν σεαυτῷ τριαδικώς, κατὰ τὸ τῆς ψυχῆς σου μέγεθος ὑφαπλούμενον εἰς τε τὴν κατ' αἴσθησιν καὶ τὴν κατὰ διάνοιαν καὶ τὴν κατὰ νοῦν θεωρίαν· ὡς τῆς ψυχῆς ἱστορούσης μὲν κατ' αἴσθησιν τὸ τῶν εἰρημένων λό γων ῥητὸν τὸ δυνάμενον πάντας οἰκοδομεῖν, διὰ τὸ τῆς ἐννοίας αὐτοῦ προχειρότατον· ἐχομένης δὲ κατὰ διάνοιαν τῆς τῶν τοιούτων λόγων αναγωγικῆς θεω ρίας τῆς πολλοὺς ἀλλ' οὐ πάντας διὰ τὸ ἐπαναβε σηκός βελτιοῦν δυναμένης, καὶ ἀναφερούσης αὐτοῦ τοὺς τῆς σοφίας λόγους εἰς θεολογίαν κατὰ νοῦν, τὴν ὀλίγοις τισὶν οὖσαν χωρητὴν, καὶ μεγάλα τούτους ὠφελεῖν δυναμένην· καὶ οὐχὶ τοῖς πλείοσιν ἢ τοῖς πᾶσι, διὰ τὸ ὑπεραναβεβηκὸς αὐτῆς καὶ κρυφιώτα του. Εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος καρδίας σου. Οὕτω δὲ τούτους τῇ ψυχῇ σου ἐγχάραξον, πρὸς διάκρισίν τε τῶν πρακτῶν, καὶ κατάληψιν τῶν θεω ρητῶν· τούτῳ γὰρ τῷ τρόπῳ, τὸ ὄντως ἀγαθὸν ἀπὸ τοῦ νομιζομένου διακρινείς· καὶ γνώσῃ τὰ ὄντα ὡς ἔχουσι φύσεως. Ει
col. 1447–1448page 114 of 162
PG 87:1447κα'. Διδάσκω οὖν σε ἀληθῆ λόγον, καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν, τοῦ ἀποκρίνεσθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι. Παιδεύω σε τοίγυν τὸν θεῖον τῆς ἀληθείας λόγον, καὶ τὴν τούτου ἐν Πνεύματι γνῶσιν, ὡσὶν ἅμα καὶ νοὶ προσδέχεσθαι καὶ μανθάνειν· ὡς ἂν ὦσι πρὸς τοὺς ἐρωτῶντας αἱ ἀποκρίσεις σου ἀληθεῖς· εἰ μὴ γὰρ τύχης διδασκαλίας ἀληθοῦς, οὐ γενήσῃ διδάσκαλος ἀληθής. κβ', κγ'. Μὴ ἀποβιάζου πένητα· πτωχὸς γάρ ἐς τιν· καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις· ὁ γὰρ Κύ ριος κρινεῖ αὐτοῦ τὴν κρίσιν, καὶ ῥύσῃ τὴν ἀσυ λον ψυχήν. Μὴ ἀπαίτει τὸν τοῦ πλούτου τῆς πνευ ματικῆς γνώσεως ἐστερημένον, καὶ μόνον περὶ στρα φὰς λέξεων καὶ λόγους εἰς ἀέρα εἰκῇ χεομένους ἐσχολακότα, ἀποδιδόναι σοι λύσεις τῶν ἀποῤῥήτων ενδεής γάρ ἐστι τῆς τούτων γνώσεως· καὶ μὴ δια βάλῃς τὸν περὶ τὰς πρὸς θεωρίαν εἰσαγωγούς πρά ξει; ἀσθενῆ, κατακρίνων αὐτόν· τῷ γὰρ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει· κἀκεῖνος ἐξετάσει τὰ κατ' αὐτόν καὶ σὺ ἐξέλῃς σου τὴν ψυχὴν ἀζήμιον ἀπὸ τοῦ κ δύνου τῆς τοῦ ἀδελφοῦ κατακρίσεως. κδ', κε'. Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει· φίλο δὲ ὀργίλῳ μὴ συναυλίζου· μήποτε μάθῃς τῶν στῶν αὐτοῦ, καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ. Μή ἔστο συνεργὸς ἀνθρώπῳ ὀρεγομένῳ ἀντιλυπῆσαι τὸν τοῦτον λυπήσαντα· μήτε συναναστρέφου προσφιλεί σοί τινι ἀμυνομένῳ τὸν κατά τι τοῦτον λυπήσαντα μή πως ως τινος λύμης μετάσχης τῶν ἐπιτηδευμάτων αὐτοῦ, καὶ δεσμοῖς ἁμαρτημάτων καταδεσμήσης του τὴν ψυχήν. κς'. Μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον. Μη συγκατάβαινε τῇ σαρκὶ πρὸς ήδυπαθείας καὶ τὸ παρὸν, καὶ εἰς τὴν αὔριον ἐγγυώ ἀποδοῦναι ταύτην τὸ χρέος τῆς ἀρετῆς· αἰσχύνης ἐντεῦθεν πληρούμενος κατὰ τὸν δίκην προσώπων χαρακτηρίζοντα βίον τὴν κεκρυμμένην τῆς ψυχῆς σου διάθεσιν. κα'. Ἐὰν γὰρ μὴ ἔχῃς πόθεν ἀποτίσῃς, λήψονται τὸ στρῶμα τὸ ὑπὸ τῆς πλευρᾶς σου. Εἰ γὰρ ε δέντος σου τὴν σήμερον τῷ διαβόλῳ, καὶ τὴν αύριον τῷ Κυρίῳ, καταλάβοι τὸ γῆρας, καὶ μὴ δύναταί τι ἡ σὰρξ κατὰ πράξιν τὸ χρέος τῆς ἀρετῆς ἀποδοῦνται, πᾶσαν τὴν ἰσχὺν αὐτῆς τῇ ἁμαρτία προκατανεύ σασα, ἀπολάβωσι τὰ καθόλου στοιχεῖα τὸ συστὸν ἐξ αὐτῶν σου σαρκίον, τῷ θανάτῳ αὖθις ἀναλυθὲν εἰς αὐτά· ἐν ᾧ ἀνακέκλιντα: πρὸς ἡδυπάθειαν αἱ δίκην ὀστῶν τονωτικαὶ τῆς ψυχῆς δυνάμεις, ὅτε μὴ πρ ἐργασίαν τῶν ἀρετῶν διανίστανται· κἀντεῦθεν ἔρη μος ή ψυχή σου καταληφθήσεται παντὸς ἀγαθο ζημιωθεῖσα καὶ αὐτὴν ἣν εἶχε πρόσκαιρον ἀνάπαυση ἐν σαρκί. κη'. Μὴ μέταιρε όρια αἰώνια, & ἔθεντο εἰ πατέ ρες σου. Μὴ μετατίθει τὰ ὀρθὰ τῆς ἀληθείας δόσης τα, ἅ σοι παραδεδώκασιν οἱ τῆς ἀληθείας διδάσκαλο αἰχμαλωτίζων ταῦτα πρὸς παραλόγους δόξας τ κθ'. ῾Ορατικὸν ἄνδρα, καὶ ὀξὺν ἐν τοῖς ἔργ αὐτοῦ, βασιλεῦσι δεῖ παρεστάναι, καὶ μὴ πα εστάναι ἀνδράσι νωθροῖς. Θεωρητικὸν καὶ πράξει; ἑτοιμότατον ἄνθρωπον, λογισμοί; δεῖ τ
col. 1449–1450page 115 of 162
Caput XXIII
PG 87:1449θαρχεῖν θείοις, καὶ ἐννόμως ἐπιστατοῦσι τοῖς πρά γμασι, καὶ μὴ ἀνθρωπίνοις καὶ πρὸς ἐργασίαν τοῦ καλοῦ διὰ τὸ τῆς ἀρετῆς ἐπίπονον ἀποκναίουσιν ὅπως ταῖς θεωρητικαῖς καὶ ταῖς πρακτικαῖς τῆς ψυ χῆς δυνάμεσι τὴν γνῶσιν καὶ τὴν ἀρετὴν ἐνεργῶν, εἰς Θεόν, ὡς ἀλήθειαν καὶ ἀγαθὸν φέρηται, καὶ μὴ μακρύνηται τούτου, τῇ σχέσει τῶν ὑλικῶν ἀπατώ. μενος, καὶ περὶ ταῦτα μόνα καταγινόμενος. ΚΕΦΑΛ. ΚΓ'. α', β'. Ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης Συνάστου, νοητῶς νόει τὰ παρατιθέμενα σοι, καὶ επίβαλλε τὴν χεῖρά σου. Ἐὰν εἰς ἀπάθειαν φθά της, παυσάμενος τῆς πρὸς κακίαν κινήσεως, ὥστε τοῦ οὐρανοῦ καταβάντος ἄρτου δύνασθαι μεταλαμβάνειν, ἐπὶ τοῖς ὡς ἐν τέσσαρσι ποσὶ τοῖς στοιχείοις Ισταμένης κτίσεως τοῦ παντοδυνάμου Θεοῦ, μὴ κατ' αἴσθησιν ταύτης ἀπόλαυς· ἀλλὰ τὰ κατὰ τὸ φαινόμενον σοι προκείμενα είδη ταύτης, νοερῶς καταλαμβάνε, τοὺς τούτων λόγους συλλέγων, καὶ κατ' αὐτ τοὺς ἐπιχείρει πράττειν τὸ ἀγαθόν. Εἰδὼς ὅτι τοιαῦτά σε δεῖ παρασκευάσαι. Γινώ σκων ὅτι μιμεῖσθαι Θεὸν τοῖς ἔργοις ὀφείλεις, κιρ νῦν κατὰ γνώμην τὰς ἀναλογούσας τοῖς στοιχείοις τέσσαρας γενικὰς ἀρετάς· καὶ τὸν κατὰ διάνοιαν θεοπρεπέστατον καὶ αὐτὸς συνιστῶν κόσμον, τοῖς και τὰ μέρος τῶν ἀρετῶν εἴδεσιν· ἐν τῷ μετάγειν του φῶς δι' ἐμφερούς ὁμοιότητος, τὴν κατὰ τὸν αἰσθητὸν αἰῶνα μυστικὴν θεωρίαν, ἐπὶ τὸν κατὰ διάνοιαν ἐν πνεύματι διὰ τῶν ἀρετῶν συμπληρούμενον κόσμον. γ'. Εἰ δὲ ἁπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ. Εἰ δ᾽ οὐκ ἀρχῇ τῇ τοιάδε γνώσει τῶν ἀρετῶν, ἀλλ' ἐπὶ πλέον κατὰ θεωρίαν ἐκτείνῃ, μὴ ἔρα καταλαμβάνειν τὰ παρ' αὐτοῦ μόνου Θεοῦ γινωσκόμενα μυστήρια οἷον τὸ, ὅπως ἐκ τοῦ ἀγεννή του Πατρὸς ὁ μονογενὴς αὐτοῦ καὶ συναΐδιος Υἱὸς γεννᾶται, καὶ τὸ συναΐδιον αὐτοῦ ἐκπορεύεται Πνεῦ μα· καὶ ὅπως παρὰ Θεοῦ ἡ κτίσις ἐκ τοῦ μὴ ὄντος παρήχη. Ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς. Ο γὰρ τὰ τοιαῦτα, ὄντα ἀκατάληπτα, καταλαμβάνειν ἐπιχειρῶν, ψευδοῦς ἀντέχεται γνώσεως. δ. Μὴ παρεκτείνου, πένης ὢν, πλουσίῳ. Μὴ οὖν ὁ πλασθεὶς ἐκ χοὸς, καὶ τῆς θείας χάριτος ἐπιδεής, κἂν μετέχῃς Θεοῦ, παρεξίσου τούτῳ ἑαυτὸν, τῷ ἀκτίστῳ καὶ ὑπερπλήρει, καταλαμβάνειν αὐτὸν ἐπι χειρῶν, ὡς οἶδεν αὐτὸς ἑαυτόν. Τῇ δὲ σῇ ἐννοίᾳ ἀπόσχου. Απόστησον δὲ τὴν διάνοιάν σου ἀπὸ τῆς κατ᾿ οὐσίαν τοῦ Θεοῦ Λόγου καταλήψεως. ε'. Ἐὰν ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτὸν, οὐδαμοῦ φανεῖται. Ἐὰν γὰρ τὸ νερὸν τῆς ψυχῆς σου ὄμμα ἐρείσῃς πρὸς αὐτὸν ἀτενῶς, τὸν ὑπὸ πάν των ὡς αἴτιον κηρυττόμενον, ἐν οὐδενὶ κατ᾽ οὐσίαν εὑρήσεις, ὡς ὑπερούσιον. Κατεσκεύασται γὰρ αὐτῷ πτέρυγες ὥσπερ ἀετοῦ. Ὁ γὰρ κατ' οὐσίαν μένων ἐν τῷ Πατρὶ, καὶ ἀδιαστάτως εἰς τὸν κόσμον ἐξερχόμενος κατ' ενέρ γειαν, ὡς ἂν κηρυττοιτο ὑπὸ τῶν αἰτιατῶν τῇ καταφατικὴ θεολογία, ὡς αἴτιος μονογενής τοῦ Θεοῦ
col. 1451–1452page 116 of 162
PG 87:1451Τους λόγος, ταῖς τοῦ ὁμοφυοῦς αὐτῷ Πνεύματος ἐνεργείαις ἀετοῦ. Επιτ. ὥς τισι πτεροῖς ὑψιπετοῦς αὐτοῦ ὑψούμενος ἐν τῷ διορατικῷ τοῦ ἀνθρώπου να. Καὶ ὑποστρέφει εἰς τὸν οἶκον τοῦ προεστηκότος αὐτοῦ. Αποστρέφει κατὰ τὴν τῶν ὑπὸ φύσιν καὶ χρόνον ἀφαίρεσιν, ἀποφατικῶς θεολογούμενος, πρὸς τὴν πλήρη χάριτος καὶ ἀληθείας ὡς Μονογενοῦς παρὰ Πατρὸς δόξαν. ς'. Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ. Μη συν διαιτῶ τῷ φθονοῦντί σοι τῆς σωτηρίας δαίμονι· δια σπωμένης μέν σου τῆς ψυχῆς τοῦ νυμφίου αὐτῆς Θεοῦ Λόγου, κολλωμένης δὲ διὰ τῶν κατ' ἔλλειψιν τῆς ἀρετῆς παραλόγων πράξεων, ὥς τινι ἀνδρὶ αὐτῷ τῷ Σατανᾷ· κἀντεῦθεν συνεσθίοντός του τούτῳ τὴν ἀπὸ Θεοῦ ἔκπτωσιν. Μηδὲ ἐπιθύμει τῶν βρωμάτων αὐτοῦ. Μήτι ὀρέγου τῶν ποικίλων αὐτοῦ τῆς κακίας βρωμά των. ζ. Ὃν τρόπον γὰρ εἴ τις καταπίῃ τρίχα, ούτ τως ἐσθίει καὶ πίνει. Καθ' δν γὰρ τρόπον ὁ κατα πεπωκώς τρίχα, ιλιγγιᾷ, οὕτω καὶ αὐτὸς τρεφόμενος μὲν τὴν κακίαν, τὴν δ᾽ ἄγνοιαν πίνων, ταράττεται, καὶ ἀκαταστατεῖ τὴν φυσικὴν ἀπόλλων εὐεξίαν. Μηδὲ πρὸς σὲ εἰσαγάγῃς αὐτὸν, καὶ φάγῃς τὸν ψωμόν σου μετ' αὐτοῦ. Μήτ' ἐν οἷς πράττεις τὴν ἀρετὴν, δῷς αὐτῷ πάροδον, τοῦ συνεσθίειν σοι αὐτὴν ἐν τῷ ὑπαγορεύειν τὰς ἐπιτάσεις αὐτῆς. η'. Ἐξεμέσει γὰρ αὐτὸν, καὶ λυμανείται τους λόγους σου τοὺς καλούς. Αποβαλεῖται γὰρ ταύ την οὐ μετὰ πολὺ, ἀπαγαγών σε τοῦ κατὰ Θεὸν σχ ποῦ· καὶ φθερεῖ τοὺς ἐπ' αὐτῇ ἀγαθοὺς λογισμούς, πείθων σε υποκρίνεσθαι ταύτην διὰ κενοδοξίαν καὶ ἀνθρωπαρέσκειαν. θ'. Εἰς ὦτα ἄφρονος μηδέν λέγε, μήποτε μυκτηρίσῃ τοὺς συνετούς λόγους σου. Μηδένα των θείων καὶ μαργαρωδῶν λόγων, εἰς ἀκρόασιν προτίθει τοῦ ἀλογίστως βιοῦντος, καὶ δίκην χοίρου τῷ βορβόρῳ τῶν ἡδονῶν ἐγκαλινδουμένου· μήποτε ἐπεγγελάσῃ τοῖς τῇ ἀληθείᾳ στοιχοῦσι λόγοις σου. ι. Μὴ μεταθῇς ὅρια αιώνια· εἰς δὲ κτῆμα ὀργα νῶν μὴ εἰσέλθῃς. Μή μετακίνει τὰ πρὸ αἰῶνος παντὸς τοῦ Θεοῦ κρίματα, ἀφαρπάζων τὴν κρίσιν αὐτοῦ πρὸ καιροῦ καὶ εἰς τὴν κατὰ προαίρεσιν ἐπι κτηθεῖσαν κακίαν τοῖς ἐκπεσοῦσι τῆς τοῦ Θεοῦ υἱο θεσίας, διὰ τῆς τῶν ἐντολῶν αὐτοῦ παραβάσεως, μὴ σαυτὸν εἰσαγάγῃς, κατακρίνων αὐτοὺς ἐφ᾽ οἷς ὡς ἄνθρωποι ὀλισθαίνουσιν. ια'. Ο γὰρ λυτρούμενος αὐτοὺς Κύριος, κρα ταιός ἐστι· καὶ κρινεῖ τὴν κρίσιν αὐτῶν μετὰ σοῦ. Ο γὰρ Θεὸς οἷα πάντα δυνάμενος, τούτους μὲν τῆς κακίας ἀπαλλάξει· ἐπὶ σὲ δ' ἐπενέγκει τὴν ἀναμέν νουσαν τούτους κατάκρισιν, ἐν ᾧ κρίματι ἕτερον κρί νεις κατακρινόμενον. ιβ'. Δὸς εἰς παιδείαν τὴν καρδίαν σου. Παρά σχου Θεῷ τὸ διανοητικόν σου, ἵνα ταῖς θείαις ἐν νοίαις ἐνάγηται πρὸς τὰ κρείττον.. ΝΟΤΑΕ.
col. 1453–1454page 117 of 162
PG 87:1453Τὰ δὲ ὧτά σου ἑτοίμασον λόγοις αισθήσεως. Η Τὰς δ' ἐπιπειθεῖς λόγῳ τοῦ παθητικού μέρους της ψυχῆς σου δυνάμεις, τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν, ευτρέπισον λογισμοῖς τοῖς διακρίνουσι τὸ ὄντως ἀγαθὸν ἀπὸ τοῦ νομιζομένου· ὥστε τὴν μὲν, τοῦ δι τως ὀρέγεσθαι ἀγαθοῦ· τὸν δὲ, τὸ νομιζόμενον ἀπο στρέφεσθαι. ιγ΄. Μὴ ἀπόσχῃ νήπιον παιδεύειν· ὅτι ἐὰν πα τάξης αὐτὸν ῥάβδω, οὐ μὴ ἀποθάνῃ. Μὴ παύσῃ τὸ νηπιωδῶς φρονοῦν, καὶ ἀλογίστως φερόμενον σαρ κίον σου, πρὸς ἐργασίαν ῥυθμίζειν τοῦ ἀγαθοῦ· ἐπει δήπερ εἰ ὡς ἔν τινι ῥάβδῳ, λόγῳ ταπεινώσεις αὐτὸ ὑπωπιάζων καὶ δουλαγωγῶν, οὐ μὴ διαφθαρῇ, κἂν ὑποτρέχῃ σε φόβος τοιοῦτος. ιδ'. Σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ. Σὺ μὲν γὰρ, ὡς εἴρηται, ταπεινώσεις αὐτό, ὡς ἂν μὴ παρασύρῃ σε εἰς κρημνούς κακίας καὶ βάραθρα· τὴν δὲ ζωογονοῦσαν τοῦτο ψυχήν σου, ἐξέλῃ τοῦ καθ᾽ ἁμαρτίαν θανάτου. ιε', ις'. Υιέ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία, εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν· καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη, ἂν ὀρθὰ ὦσι. Τέκνον, ὃ πνευματικῶς ταῖς ἐμεῖς δι δασκαλίαις ὠδίνησα, ἐὰν λόγου θείου μετάσχῃ σου ἡ ψυχὴ, ἀγαλλίασιν καὶ τῇ ἐμῇ ψυχῇ ἐμποιήσεις, οἰκεῖα μου λογιζομένου τὰ σά· καὶ τὰ λόγιά σου πρὸς τὰ ἐμὰ ὡς πρός τινα κανόνα παραβαλεῖς, καὶ συνεξετάσεις ἐὰν ὑπάρχωσιν ἀληθῆ. τζ', ιη'. Μὴ ζηλούτω ή καρδία σου ἁμαρτωλούς, ἀλλὰ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν ἐὰν γὰρ τηρήσῃς αὐτὰ, ἔσται σοι ἔκγονα· ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται. Μὴ τοὺς τῶν θείων ἐντολῶν παραβάτας μιμείσθω σου ἡ ψυχή, ἀλλὰ φόβον ἔχε τοῦ τῶν ὅλων Δεσπότου Θεοῦ, ἕως ἂν ἡ τοῦ θανάτου νύξ καταλάβῃ. Ἐὰν γὰρ ἀμφότερα ταῦτα φυλάξης, Έξεις μαθητών μαθητάς, τοὺς ἑπομένους τῇ διδασκαλίᾳ σου, καὶ τὸν ἄμεμπτόν σου βίον ζηλοῦντας, καὶ οὐδέποτε ἀπελπίσεις την σωτη ρίαν σου. ιθ'. Ακους, υἱὲ, καὶ σοφὸς γίνου· καὶ κατεύ Ουτε ἔννοιαν σῆς καρδίας. ᾿Απόθες μοι τὰ ὦτά σου, τέκνον, καὶ θείου μεταλάμβανε λόγου, καὶ κατὰ τοῦτον κατεύθυνε την πρώτην κατὰ νοῦν κίνησιν τῆς ψυχῆς σου· ὥστε τῆς ἀληθείας μὴ παρεκτρέ πεσθαι. κ. Μὴ ἴσθι οινοπότης, μηδὲ ἐκτείνου συμβολαῖς, κρεῶν τε ἀγορασμοῖς. Μὴ χρῶ τῇ τοῦ γίνου πόσει ἀμέτρως· μήτε μὴν ἐπὶ πολὺ ταῖς ἀγοραῖς ἐνδιάτρισε, τὰ πρὸς θεραπείαν τῆς γαστρός σου ὠνούμενος. κα'. Πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διεῤῥηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης. Πᾶ; γὰρ τῇ πολλῇ οινοποσίᾳ, τοῦ νοὸς ἐξιστάμενος, καὶ ἐν τῷ τὴν γαστέρα θερα πεύειν, τοῖς ὑπογαστρίοις ἐκθερμαινόμενος πάθεσι, καὶ ἐκλυόμενος τῇ ἀκολασίᾳ, ἐκπεσείται τοῦ τε σω ματικοῦ καὶ πνευματικού πλούτου· καταδαπανήσας καὶ ἀμφοτέρους ἐν τοῖς τῆς αἰσχύνης ἔργοις καὶ
col. 1455–1456page 118 of 162
PG 87:1455λογισμοῖς· καὶ περιβαλεῖται σωματικῶς μὲν, χιτών νας διερρωγότας και εὐτελεῖς· ψυχικῶς δὲν δόξας περὶ τοῦ παντὸς μεμερισμένας ταῖς περὶ τὰ καθ' ἔκαν στον ἀλογίστοις ἐπιθυμίαις, καὶ ταπεινές, ὡς μὴ ἀναγούσας εἰς δόξαν τοῦ τὰ πάντα πεποιηκότος Θεοῦ, ἅπας πρός τε τὰ σωματικὰ καὶ τὰ πνευματικά μάθυμος κβ'. "Ακουε, υἱὲ, πατρὸς τοῦ γεννήσαντός σε. Πείθου, τέκνον πνευματικὸν, ταῖς ἐντολαῖς τοῦ υἱο θετησαμένου σε κατὰ χάριν τῇ εἰς αὐτὸν πίστει Θεοῦ, Καὶ μὴ καταφρόνει ότι γεγήρακέ σου μήτηρ. Καὶ τὴν θρεψαμένην σε παλαιὰν διδασκαλίαν μὴ περιφρόνει ότι τοῖς κατ' αὐτὴν συμβόλοις ἠσθένησε πληρώσαντος ταῦτα Χριστοῦ, τῆς ἀληθείας τὸν κατὰ νόμον τύπον. κδ. Καλῶς ἐκτρέφει πατὴρ δίκαιος. Δεόντως γὰρ διὰ τῆς τοιαύτης διδασκαλίας ἀνάγει Θεὸς ὁ κατὰ χάριν γεννήτωρ τοῦ πιστεύοντος εἰς αὐτόν· ἀποτρέπων μὲν τοῦτον πάσης κακίας, πρὸς δὲ πᾶσαν ἀρετὴν προ τρέπων ταῖς δικαιοτάταις αὐτοῦ ἐντολαῖς. Ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ. Ἐπὶ δὲ τῷ πεπληρωμένῳ συνέσεως υἱῷ κατά χάρ ριν τούτου, τὸ πανάγιον αὐτοῦ ἀναπαύεται πνεῦμα τελειωθέντι κατὰ τὸν πνευματικὸν νόμον· καὶ μη κέτι φόβῳ τῶν κολάσεων οἷα δούλῳ, ἢ πόλῳ τῶν επαγγελιών οἷα μισθίῳ, ἀλλ' ὡς υἱῷ πληροῦντι τὸ πατρικὸν θέλημα, ἐν τῷ ἐργάζεσθαι τὸ ἀγαθὸν δι' αὐτὸ τὸ καλόν. κε'. Εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοὶν καὶ χαιρέτω ἡ τεκοῦσα σε. Αγαλλιάσθω οὖν ἐπὶ σοὶ ὡς κατὰ χάριν υἱῷ, ὅτε υἱοθετησάμενός σε θείς, καὶ αὐτὴ ἡ κατὰ τὴν εἰς αὐτὸν πίστιν βρεφουργή σασά σε παλαιὰ νομοθεσία, ὡς ἐν μήτρα τῷ τύπω, οὗ ἐντὸς ἡ ἀλήθεια, ἐν τῷ καθαρόν σε γενέσθαι τῆς κατ' ἐνέργειαν ἁμαρτίας· ἔτι γε μὴν εὐφραινέσθω καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος ἀποκυήσασά σε, καὶ Υἱὸν Θεοῦ ἀναδείξασα καινοποιός χάρις τοῦ Πνεύ ματος, διαβλέποντός σου τρανῶς, ἀνεπιθολώτῳ παντὶ πάθει, τῷ τῆς διανοίας ὀφθαλμῷ, τὰς τῆς ἀληθείας αὐγὰς, καὶ πληροῦντος ὡς υἱοῦ, τὸ θέλη μα τοῦ Θεοῦ μετὰ διαθέσεως, ὅς σοι τάδε διαχε λεύεται. κς'. Δός μοι, υἱὲ, σὴν καρδίαν· οἱ δὲ τεὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρήτωσαν. Παρασχέ μας, τέκνον, τὴν ἐξ ὅλης ψυχής σου ἀγάπησιν· ἅπας δὲ σαι σκοπός, πρὸς τὸ φυλάττειν τὰς ἐμὰς ἐντολὰς ἔστω· ἑπομένῳ ταύταις κατ' ἀρετὴν, καὶ μηδὲν τῶν φθαρτῶν τῆς τοῦ πλησίον ἀγάπης προτιμότερον ποιουμένῳ· ἐπεὶ. ῾Ο ἀγαπῶν με, τὰς ἐντολάς με τηρήσει.» — «Αὕτη δέ ἐστιν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγα πᾶτε ἀλλήλους. κζ'. Πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος. Πίθῳ τε γὰρ τετρυπημένῳ ἔοικεν ὁ τοῖς εἰς κήσασιν ἐν αὐτῷ ξένοις τῆς λογικῆς φύσεως πάθεσι τὸν νοῦν διεφθαρμένος, ὡς φυλάσσειν παρ' ἑαυτῷ τὰ ἐντολὰς μὴ δυνάμενος. Καὶ φρέαρ στενόν ἀλλότριον. Καὶ φρέατα στ νῷ καὶ ξένῳ, ὡς τοῖς προσκαίροις περιγεγραμμέ
col. 1457–1458page 119 of 162
PG 87:1457νην ἔχων τὴν σχέσιν, καὶ τοῖς διψῶσι τὴν ἀπ ώλειαν αὐτοῦ νοητοῖς ἐχθροῖς παρέχων ταύτην ἀρύεσθαι. κη'. Οὗτος γὰρ συντόμως ἀπολεῖται· καὶ πᾶς παράνομος ἀναλωθήσεται. Ο τοιοῦτος γὰρ μετὰ τὴν πρόσκαιρον ζωὴν, εἰς διηνεκῆ ἀπώλειαν παρα πεμφθήσεται· κἀντεῦθεν πᾶς ὁ τὰς θείας ἐντολὰς παραβαίνων, τὸν καθ᾽ ἁμαρτίαν τῆς ψυχῆς ὑποστήσεται ὄλεθρον κθ'. Τίνι οὐαὶ τίνι θόρυβος, τίνι κρίσις, τίνι δὲ ἀηδίαι καὶ λέσχαι, τίνι συντρίμματα διακενῆς, τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; Τίν: κοπετός γιερός; τίνι διένεξις; τίνι δὲ ἀποστροφαὶ τῶν ὁμο φυῶν καὶ κατ' αὐτῶν φλυαρίαι; τίνι συμπτώματα ἐπὶ μηδεμιᾷ ὠφελείς γινόμενα; τίνος αἱ ὀπτικαί δυο νάμεις ἀσθενεῖς; 2. Οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; οὐ τῶν ιχνευόντων που πότοι γίνονται; Οὐχὶ τῶν ἐναπομενόντων ταῖς ἐπιφανείαις τῶν ὁρατῶν, αἵπερ ἐκ τοῦ κατὰ φύσιν, πρὸς τὸ παρὰ φύσιν δίκην οίνου τὸν νοῦν μεθιστῶσιν; οὐχὶ τῶν ἀναζητούντων ἔνθα κατά κόρον ἡ τοῦ θολεροῦ πόματος τῆς ἁμαρτίας τελεῖται μετάληψις; καὶ γὰρ ὁ ταῖς θεωρητικαῖς τῆς ψυχῆς δυνάμεσιν ἀσθενὴς, μὴ δυνάμενος κατά νοῦν πρὸς τοὺς τῶν ὄντων διαβῆναι λόγους, διὰ τὴν κατ' αἴσθησιν περὶ τὰς ἐπιφανείας αὐτῶν σχέσιν τῇ τούτων ἀνιᾶται φθορᾷ· καὶ στῆσαι ταύτην ἀνηνύτως ἐπιχειρῶν, ἐμπίπτει εἰς φροντίδας δηλούσας αὐτ τὸν οὐ μικρῶς· καὶ διὰ πλεονεξίαν τῶν ὑλικῶν, μετὰ τῶν ὁμοφυῶν διαμάχεται· καὶ ἀποστρέφεται τούτους, καὶ διαβάλλει, καὶ συμφθείρεται, προσκρούων αὐ τοῖς ἀνονήτως. λα'. Μὴ μεθύσκεσθε ἐν οἴνοις, ἀλλ' ὁμιλεῖτε ἀνθρώποις δικαίοις, καὶ ὁμιλεῖτε ἐν περιπάτοις. Διὸ μὴ ἐξίστασθε τὸν νοῦν ἐν ταῖς κατ' αἴσθησιν θεωρίαις τῶν ὁρατῶν, ἀλόγως αὐτοῖς ἐπιβάλλοντες ἀλλὰ συναυλίζεσθε διδασκάλοις, ἑκάστῃ τῆς ψυχῆς δυνάμει τὸ πρόσφορον ἀπονέμουσι· καὶ συναυλίζε σθε τούτοις ἐν ταῖς κατὰ θεωρίαν τῶν αἰσθητῶν πρὸς τὰ νοητὰ διαβάσεσιν. Ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περιπατήσεις γυμνότερος υπέρου. Εἰ γὰρ εἰς μόνας τὰς δίκην φιαλῶν καὶ ποτηρίων δεκτικὰς τοῦ τῆς θεογνωσίας νάματος ἐπιφανείας τῶν ὁρατῶν ἀποσχολήσεις, ὅσ τις ἂν καὶ εἴης, τὰς θεωρητικὰς τῆς ψυχῆς σου δυσ νάμεις, μετὰ ταῦτα κινηθήσῃ κατ' ἐπιθυμίαν ἀλό γιστον πρὸς συγκαταθέσεις πάντως ἀτόπους· τῆς θείας χάριτος γεγυμνωμένος πλέον ξύλου τινὸς τῇ συνεχεί τρίψει τοῦ προστυχόντος, τὸν οἰκεῖον ἀποβαλλομένου φλοιόν· ὡς τούτῳ παραπλησίως κατατριβομένου τοῦ νούς σου, τῇ ἐνδιατρίψει τῶν ὑλικῶν. λβ'. Τὸ δὲ ἔσχατον, ὥσπερ ὑπὸ ὄψεως πεπληγὼς ἐκτείνεται, καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτῷ ὁ ἱός. Τελευταῖον δὲ, καθάπερ ὁ δεδη γμένος ὑπὸ ὄφεως κερασφόρου, εἰς γῆν ἁπλοῦται νεκρὸς, καὶ ὅλον αὐτὸν ὁ ἰὸς διατρέχει· οὕτω καὶ αὐτὸς ὑπὸ τοῦ πονηροῦ δεδηγμένος ἐξαπλωθήσῃ εἰς τὴν πολυσχιδῇ τοῦ χοϊκοῦ φρονήματος ἁμαρτητικήν
col. 1459–1460page 120 of 162
Caput XXIV
PG 87:1459ενέργειαν· ἡ ἐστιν ὁλοτελῆς πρὸς τὸ ἀγαθὸν νέκρωσις· καὶ ἡ τοῦ δακόντος σε νοητοῦ όφεως κακία, ὅλον σε περιδράμῃ· τὴν μὲν ψυχήν σου, καθ' ἕξιν, τὴν δὲ σάρκα σου, κατ' ενέργειαν. λγ'. Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά. Οπόταν τῷ νοί σου ἀπίδῃς πρὸς τὴν τούτῳ ἀλλόφυλον αἴσθησιν, καταλιπόντι τὰ οἰκεῖα περισκοπεῖν, καὶ τοῖς κατ' αὐτὴν τύποις καὶ φαινομένοις κάλλεσιν ἀπερισκέπτως ἐπιβάλλοντι, τότε τὸ διανοητικόν σου, τῆς ἀληθείας παρεγκεκλιμένας προβαλεῖται δόξας· ἐπαινοῦν ἀλο γίστως τὰ φαινόμενα, καὶ μὴ διαβαῖνον κατὰ λόγον πρὸς τὰ νοούμενα. 34. Ει λδ'. Καὶ κατακείσῃ ὥσπερ ἐν καρδία θαλάσσης, καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι. Καὶ καταπέσης ὡς ἀδόκιμος κυβερνήτης ἐν πολλῷ κλύδωνι, εἰς βυθὸν ἀγνοίας καὶ ζάλην λογισμών Ει ἐναντίων. λε'. Ἐρεῖς δὲ, Ἔτυπτόν με, καὶ οὐκ ἐπόνεσα καὶ ἐνέπαιξαν μοι, ἐγὼ δὲ οὐκ ᾔδειν. Μετὰ ταῦτα δὲ μεταμεληθείς, εἴπῃς κατὰ τὸ συνειδός, εχιζόν με τὰ πάθη, αὐτὸς δ᾽ οὐκ ᾔσθάνθην· καὶ ἠπάτησαν με τὰ τῆς πονηρίας πνεύματα, ἐγὼ δ' οὐκ ήπιστάμην· ἐκτραπείς τε τοῦ κατὰ φύσιν πρὸς τὰ παρὰ φύσιν, καὶ ζόφῳ ἀγνοίας κατασχεθείς. Πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθ' ὧν συνελεύσομαι; Λοιπὸν πότε καταυγάσει με τὸ φῶς τοῦ τῆς δικαιοσύνης Ηλίου; ἵν᾽ ἐπιστραφεὶς κατά νοῦν, ἀπὸ τῆς ἔξωθεν πλάνης, ψηλαφήσω κατά διά νοιαν τὰς κατὰ λόγον περὶ τῶν ὄντων ἀληθεῖς δόξας, καὶ ταύταις συνεισέλθω πρὸς τὴν κατὰ πνεῦμα ἐν Θεῷ μακαρίαν ζωήν; ΚΕΦΑΛ. ΚΑ'. α', β'. Υιέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσῃς εἶναι μετ' αὐτῶν· ψευδῆ γὰρ μελετή ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ. Τέκνον πνευματικὸν, μηδαμῶς μιμήσῃ ἀν θρώπους εργαζομένους τὴν ἀνομίαν, μηδὲ ποθήσης συνδιάγειν αὐτοῖς· πάντα γὰρ τὰ πρὸς ἀπάτην δια λογίζεται ἡ τούτων ψυχή· καὶ τὰ διὰ στόματος αυτ τῶν προφερόμενα βήματα, πλήττουσι τοὺς ἀκούοντας, καὶ ἐδυνᾶσθαι παρασκευάζουσιν, ἐπειδὴ μηδὲν ἀπαγγέλλουσιν ἀγαθόν. γ', δ'. Μετὰ σοφίας οικοδομεῖται οἶκος, καὶ με τὰ συνέσεως ἀνορθοῦται· μετὰ αἰσθήσεως ἐμπίπλανται ταμιεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ. Λόγῳ θείῳ νεουργεῖται τὸ τούτου οἰκητήριον πάντως ὁ νοῦς· καὶ τῇ κατὰ διάθεσιν πρὸς τοῦτον συννεύσει, τοῦ τριμερούς τῆς ψυχῆς, ἀνεγείρεται ἐκ τῶν κατ' ἔλλειψιν τῆς ἀρετῆς, καὶ ὑπερβολὴν ἐμπα θῶν συμπτωμάτων· καὶ πόνῳ σαρκὸς διεγειρομένης ἐντεῦθεν πρὸς ἐπιμέλειαν τοῦ ὄντως καλοῦ, πλη ροῦνται αἱ κατὰ ψυχὴν φυλακτικαὶ τῆς γνώσεως καὶ τῆς ἀρετῆς θεωρητικαὶ ἕξεις, ἀπὸ τοῦ πνευματικοῦ πλούτου, τῆς τε πάντων ὑπερκειμένης άλη θείας, καὶ τοῦ πάντων κηρυττομένου ἀγαθοῦ· ἅπερ ἐστὶν ὁ Θεὸς, ὡς κατ' ουσίαν Στρεπτος, καὶ κατ' ἐνέργειαν εὐεργετικός. ε'. Κρείσσων σοφὸς ἰσχυροῦ· καὶ ἀνὴς φρόνη
col. 1461–1462page 121 of 162
PG 87:1461σιν ἔχων, γεωργίου μεγάλου. Καλλίων ἐστὶ διὰ τελειότητα βίου, ὁ λόγῳ σοφίας πάντα τὰ ὄντα κατά νοῦν διαβὰς, καὶ ἐν Θεῷ καταπαύσας τῇ ὄντως ζωῇ, ὑπὲρ τὸν ἔτι κατὰ τῶν παθῶν ἀγωνιζόμενον, καὶ γενναίως αὐτοῖς ἀνθιστάμενον· καὶ ὁ γενναίως τὰ πάθη καταπαλαίων, μετὰ λόγου πράττων τὴν ἀρε τὴν, καὶ ἐν τοῖς ἀναγκαίοις μόνον συγκαταβαίνων διὰ τὴν ἀσθένειαν τῇ σαρκὶ πρὸς σύστασιν, κρείσσων ἐστὶ τοῦ ἐξ αὐτῆς πολὺν σωρὸν ἀρετῶν κατὰ πράξιν συνάγοντος, καὶ καταβάλλοντος ταύτην τῇ αγωνων ὑπερβολῇ. Ὁ μὲν γὰρ οὐ μόνον τὸ κακὸν φεύγει, ἀλλὰ καὶ πρὸς τὸ ἀγαθὸν χωρεῖ, ἔχων τὴν σάρκα συνεργὸν πρὸς τὰ κρείττονα· ὁ δὲ φεύγει μὲν τὰ κατ᾽ ἔλλειψιν τῆς ἀρετῆς πάθη, οὐκ ἔχει δὲ τίνι συνεργῷ πρὸς τὰ κάλλιστα χρήσηται. χείρονος. ς'. Μετὰ κυβερνήσεως γίνεται πόλεμος, βοή θεια δὲ μετὰ καρδίας βουλευτικῆς. Καθάπερ ά πρὸς τοὺς ὁρατοὺς ἀντιπάλους πόλεμος, ἐπιστημονικῆς χρήζει στρατηγίας, μεγάλα δὲ συμβάλλεται τῷ Ισχυρῷ στρατεύματι, καὶ τὸ τὸν ἡγεμόνα κατὰ ψυχὴν τα δέοντα περισκέπτεσθαι· οὕτω καὶ ἡ κατὰ τῶν νοη τῶν ἐχθρῶν ἀντιπαράταξις, πρὸς τὸ ἡττῆσαι τούτων καὶ καταβαλεῖν, ἔμφρονος δεῖται ἐπιστασίας, καλῶς διεξαγούσης τὰς τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς δυνάμεις, τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν· πρὸς δὲ καὶ λογικῆς διακρίσεως τὸ κρεῖττον διαιρούσης ἀπὸ τοῦ ζ. Σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν. Η θεογνωσία καὶ ἡ τῶν ἀγαθῶν ἔργων μελέτη, . παρεδρεύει ἐν ταῖς τούτων εἰσαγωγαίς δίκην πυλῶν, αἰσθήσεσι τῶν τελείων ἀνδρῶν, ὡς ἐκ τῶν ποιημάτ των τὸν Ποιητὴν καταλαμβανόντων, καὶ τὸ περί " πάντα τούτων εὐεργετικὸν περισκοπούντων, καὶ κατὰ τὸ δυνατὸν μιμεῖσθαι ἐπιχειρούντων. η'. Σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος Κυ ρίου, ἀλλὰ λογίζονται ἐν συνεδρίοις. Οἱ φθάσαντες εἰς τελειότητα, οὐδαμῶς τοὺς λόγους τοῦ Δεσπό του τῶν ὅλων Θεοῦ παραβαίνουσιν, ἀλλὰ πρὸς τούτους ἀνάγονται. θ'. Απαιδεύτοις συναντᾷ θάνατος, ἀποθνήσκει δὲ ἄφρων ἐν ἁμαρτίαις. Καὶ κατὰ τὰς ἀλόγους τῆς ψυχῆς θεωρητικάς τε καὶ πρακτικὰς δυνάμεις, τὰς αἰ σθήσεις φημὶ, καὶ τὴν ἐπιθυμίαν καὶ τὸν θυμὸν, ἐν ταῖς τούτων πρὸς τὴν ἑνότητα τοῦ νοῦ συναθροίσεσι, τοῖς μὴ μαθοῦσι θεοφιλῶς τὴν ἰδίαν ζωὴν διεξάγειν, ὁ καθ᾽ ἁμαρτίαν τῆς ψυχῆς ἐντυγχάνει θάνατος. ι. Ακαθαρσία δὲ ἀνδρὶ λοιμῷ, ἐμμολυνθήσεται ἐν ἡμέρᾳ κακῇ, καὶ ἐν ἡμέρᾳ θλίψεως, ἕως ἂν ἐκλίπῃ. Καὶ ὁ ἀλογίστως βιῶν, καὶ ἑκουσίως μὴ συνιὼν ἐφ᾽ οἷς προσκρούει Θεῷ, μέχρι τέλους ταῖς κακίαις ἐμμένει· τῷ δ' ἀπερικαλύπτως τὴν κακίαν ἐργαζομένῳ, κάντεῦθεν καὶ ἑτέροις ταύτης μεταδιδόντι, ἀνθρώπῳ ἀπογνόντι τῆς ἑαυτοῦ σωτηρίας, ὁπόταν ὀδύναι σωματικαὶ τούτῳ καὶ ψυχικαὶ λύπαι ἐπέλθωσιν, ἡ πονηρία πλέον ἐπεκτανθήσεται, ἄχρις ἂν τὸ τέλος τῆς ζωῆς αὐτὸν καταλάβη. ια'. 'Ρῦσαι ἀγομένους εἰς θάνατον, καὶ ἐκπριοῦν κτεινομένους μὴ φείσῃ. Λύτρωσαι ὡς δυνατόν σοι, τοὺς ἀπαγομένους εἰς θάνατον, εἶτε τὸν ἄδικον σω ματικών, εἴτε τὴν καθ᾽ ἁμαρτίαν ψυχικόν· καὶ τοὺς
col. 1463–1464page 122 of 162
PG 87:1463οὕτω κινδυνεύοντας, ἐλευθεροῦν διὰ χρημάτων ἢ παντοίων λόγων καὶ τρόπων, μὴ ἐκκακίσης. ιβ'. Ἐὰν δὲ εἶπης, Οὐκ οἶδα τοῦτον, γίνωσκε ὅτι Κύριος καρδίας πάντων γινώσκει· καὶ ὁ πλά σας πνοὴν πᾶσιν, αὐτὸς οἶδε πάντα· ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἐὰν δ' ἐρεῖς καθ' ἑαυτὸν, ὡς Οὗτος ὁ ἀπολλύμενος, εἴτε κατὰ τῶ μα, είτε κατά ψυχήν, γνωστός μου ἐστι, καὶ κατα φρονήσῃς αὐτοῦ κινδυνεύοντος, ἔσο εἰδὼς ὅτι ὁ Δεσπότης τῶν ὅλων Θεὸς πάντων τὰς διανοίας ἐπίσ σταται καὶ ὁ παρασχών ζωὴν πᾶσιν ἀνθρώποις, οὗτος ἀκριβῶς πάντα γινώσκει, καὶ αὐτὸς οἷα κριτής δικαιότατος, ἀξίας τῶν ἔργων ἑκάστου τὰς ἀμοιβὰς ἀποδίδωσι· διὸ οὐκ ἐλεηθήσῃ παρ' αὐτοῦ, ὅτι καὶ αὐτὸς τὸν ὁμοφυῆ οὐκ ἠλέησας. ιγ. Φάγε μέλι, υἱέ· ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ. Τράφηθι πνευματικώς δ τῇ τῶν θείων λογίων γλυκύτητι, τέκνον· καλὴ γάρ ἐστιν ἡ ἁρμονία τῆς τούτων διδασκαλίας· κηρίου μέλιτος δίκην, προσφυῶς τοῖς διδασκομένοις ἁρμοζομένης, ὡς τῶν μὲν κηλῖσιν ἁμαρτημάτων έμφυπο μένων καθαρτικῆς, τῶν δὲ σκότει ἀγνοίας καλυπτομένων, φωτιστικῆς τελειωτικῆς δὲ τῶν ἐναρέτων καὶ γνωστικῶν· ἵνα ἐμφορηθέντος σου τῆς τοιαύτης διδασκαλίας, ἡδονῆς πνευματικής πληρωθῇ σου ὁ νοῦς· δι' οὗπερ, ὥς τινος φάρυγγος, τὰ πνευματικά νοήματα τῇ ψυχῇ παραπέμπονται. ιδ'. Οὕτως αἰσθήσῃ σοφίαν τῇ ψυχῇ σου. Οὕτω γὰρ γλυκείας αἰσθανθήσῃ κατά ψυχὴν τῆς σοφίας ὡς τοῦ κατὰ πνεῦμα γλυκυτάτου κάλλους αὐτῆς πει ραθεὶς ἱκανῶς, διὰ βίου τελειότητα. Ἐὰν γὰρ εὕρης, ἔσται καλὴ ἡ τελευτή σου, καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει. Ἐὰν γὰρ ζητών ταύτην ἐν τῇ Γραφῇ καὶ τῇ κτίσει, εὕρῃς αὐτὴν οἷάν περ ὑπὸ τῶν [κτισμάτων] κηρυττομένην, ὑπάρξει σου τὸ τῆς ζωῆς τέλος ἀγαθὸν, χειραγωγουμένου δι' αὐτῆς πρὸς σωτηρίαν· κἀντεῦθεν τεύξασθαι ταύτης οὐδαμῶς ἀπελπίσεις. ιε'. Μὴ προσαγάγῃς ἀσεβεῖ νομὴν δικαίων μπο δὲ ἀπατηθῇς χορτασία κοιλίας. Μὴ προσενέγκη; τῷ μὴ δι' ἀγαθῶν ἔργων αίρουμένῳ τιμᾶν τὸν Θεὸν, διδασκαλίαν τοῖς κατ' ἀρετὴν τελείοις· ἁρμόδιον· καὶ ρίψεις τοὺς μαργαρώδεις πνευματικούς λόγους ἔμ προσθεν τοῦ δίκην χοίρου τῷ βορβόρῳ τῶν ἡδονῶν ἐγκαλινδουμένου· μηδὲ ὑπολαβὼν ἐμπλῆσαι τοῦτον διδασκαλίας πνευματικής, χλευασθῇς. ις'. Επτάκις γὰρ πεσεῖται ὁ δίκαιος, καὶ ἀνα στήσεται. Καταπαύσει γὰρ τοῦ περιπίπτειν ἁμαρ τήμασιν, ὁ κατὰ τὴν δικαιοδοσίαν τοῦ τῆς φύσεως νόμου, κατ' ἀξίαν τῇ ψυχῇ αὐτοῦ καὶ τῇ σαρκὶ ἀπο νέμων· τῇ μὲν τὰς γενικὰς ἀρετὰς, τῇ δὲ διατροφὰ; καὶ σκεπάσματα, τὰ μόνα ἀναγκαιότατα· κἀντεῦθεν ἀπολυθεὶς πάσης τῆς πρὸς τὰ περιττά, καὶ ὑπὲρ τὴν χρείαν σχέσεως, ἐγερθήσεται εἰς τὴν κατὰ τὸν πνευματικὸν νόμον θειοτέραν ζωήν· τὸν ἐκ τοῦ οὐ ρανοῦ καταβαίνοντα ἄρτον, οἷά τινα στερεωτέραν τροφὴν ἐσθίειν δυνάμενος, μετὰ τὴν ἀπὸ πάσης ἁμαρτίας κατάπαυσιν, ήνπερ ὁ ἑπτὰ δηλοῖ ἀρι αμός.
col. 1465–1466page 123 of 162
PG 87:1465Οἱ δ᾽ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς. Οἱ δ' ἀλογίστως ζῶντες, καὶ ὅλως τὸ ὄντως καλὸν μὴ τι μῶντες, ἀπελπίσουσι τὴν ἑαυτῶν σωτηρίαν ἐν οἷς περίκεινται ἁμαρτήμασιν· ὡς τὴν κατὰ τὸν πνευματικὸν νόμον θεραπείαν βαστάσαι μη δυνηθέντες, οἷα τροφῆς ὡς νηπιόφρονες απαλωτέρας δεόμενοι. ιζ'. Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ, μὴ ἐπαίρου. Εάν τις μαχόμενός σοι, περιπέσῃ τινὶ πτώματι, μὴ ἐπεγγελάσῃς αὐτῷ, ἐπὶ τῇ ἀπωλείᾳ αὐτοῦ εὐφραινόμενος· ἐπὶ δὲ τῇ πρὸς τἀναντία περιτροπῇ τούτου, μὴ μέγα φρόνει αὐτὸς, ὡς ἤδη ἀπαλλαγείς τοῦ λυποῦντός σε, καὶ καταβάλλοντός σου τὸ φρό νημα. ιη'. "Οτι ὄψεται Κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ' αὐτοῦ. Ὅτι ὁ πάντα εἰδὼς Δεσπότης τῶν ὅλων Θεός, ἐπιβλέψει ὅπως κακῶς σου τὰ κατὰ ψυχὴν ἔχουσι· καὶ οἷα φιλο ανθρώπῳ, οὐκ ἀποδεκτέα φανούνται αὐτῷ· ὅθεν ἐκεῖ νον μὲν, διορθωθέντα ταῖς ἐπαγωγαῖς τῶν ὀδυνηρῶν, ἐλεήσει· ἐπὶ σὲ δὲ πάντως τὴν ὀργὴν αὐτοῦ ἀπο στρέψει, παιδείας δεόμενον πρὸς διόρθωσιν. ιθ', κ. Μὴ χαῖρε ἐπὶ κακοποιοῖς, μηδὲ ζήλου ἁμαρτωλούς· οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρών λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται. Μὴ ἐπευφραίνου διδασκάλοις κακόν σε ἀποτελοῦσι ταῖς ἑαυτῶν παρο αινέσεσι, μηδὲ μιμοῦ τοὺς ἀποτυγχάνοντας του ὄντως καλοῦ ἐν ταῖς ἑαυτῶν πράξεσιν· οὔτε γὰρ ἐκ τῆς διδασκαλίας ἐκείνων ἀποκυήσεις καλόν τι, καὶ τὸ προσκαίρως ἡδὺ, καὶ περίδοξον τῶν μὴ τιμώντων τὸ ὄντως καλόν, κἀντεῦθεν ἀποτυγχανόντων αὐτοῦ, ταχέως ἀφανισθήσεται. κα'. κβ'. Φοβοῦ τὸν Θεὸν, υἱὲ, καὶ βασιλέα, καὶ μηδετέρῳ αὐτῶν ἀπειθήσῃ· ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς· τὰς δὲ τιμωρίας ἀμφοτέρων τις γνώσεται; Τέκνον πνευματικὸν, μήτε Θεοῦ κατα φρόνει τοῦ κυριεύοντος καὶ ψυχῆς σου καὶ σώματος, μήτε βασιλέως τοῦ μόνου τοῦ σώματός σου ἐξουσιάζοντος· καὶ τῶν παραγγελμάτων τούτων τινὸς μὴ παρακούσῃς· αἰφνίδιον γὰρ τιμωρήσονται τοὺς μὴ τιμῶντας αὐτούς· τὰς δὲ κολάσεις ἃς καὶ ἀμφότεροι ἐπάγουσι τοῖς πρὸς αὐτοὺς ἁμαρτάνουσιν, οὐδεὶς διὰ τὸ ἄδηλον τοῦ καιροῦ ὑπονοήσει· ὡς ἂν διορθωσάμενος πρὸ τοῦ τιμωρηθῆναι, καταλλάξῃ τούτους ἑαυτῷ. Λόγον φυλασσόμενος υἱὸς, ἀπωλείας ἐκτὸς ἔσται· δεχόμενος δὲ, ἐδέξατο αὐτόν. Τὴν τοῦ Θεοῦ ἐντολὴν τηρῶν ὁ κατὰ χάριν Υἱὸς τούτου γενέ σθαι ἀξιωθεὶς, τοῦ καθ᾽ ἁμαρτίαν κινδύνου ἀπαλλαγήσεται· προσδεχόμενος δὲ αὐτὴν εἰς τὸ βάθος τῆς διανοίας αὐτοῦ. Μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω, καὶ οὐδὲν ψεῦδος ἀπὸ γλώσσης αὐτοῦ οὐ μὴ ἐξέλθῃ. Μὴ ὑπόσχῃ τῷ Δεσπότῃ τοῦ παντὸς Θεῷ διὰ στόματος ψευδῆ, ἀλλὰ τὰς πρὸς αὐτόν σου συν θήκας ἐκπλήρωσον· καὶ πληρώσει πάντως καὶ αὐτ τῆς ἐπὶ σοὶ τὰς τῶν μελλόντων ἀγαθῶν ἐπαγο γελίας, καὶ οὐ ψευσθήσονταί σοι αἱ ἐπὶ ταύταις ἐλ πίδες. nρο
col. 1467–1468page 124 of 162
PG 87:1467Μάχαιρα γλώσσα βασιλέων, καὶ οὐ σαρκίνη. Ο λόγος τοῦ Δεσπότου τῶν ὅλων Θεοῦ, οὐ σωματικός ἐστι διὰ φωνητικῶν ὀργάνων εἰς ἀέρα χεόμενος καὶ λυόμενος, ἀλλὰ ζῶν τε καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. *Ος δ' ἂν παραδοθῇ, συντριβήσεται. Οστις δε ὁ τὰ παράλογα πράττων, ἀντίξους αὐτῷ εὐρεθῇ ἐν ἡμέρᾳ ἀποκαλύψεως καὶ δικαιοκρισίας, τὴν ἐσχάτην ὑποστήσεται τιμωρίαν, ἐφ᾽ οἷς ἥμαρτεν ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ, σὺν νεύροις ἀνθρώπους [ἀναλίσκει], καὶ ὀστᾶ ἀνθρώπων κατα τρώγει. Ἐὰν γὰρ ἐπιταθῇ ἡ ὀργὴ αὐτοῦ, δαπανά ἀνθρώπους, τοὺς φθειρομένους ἐν ταῖς ἐπιθυμίαις τῆς ἀπάτης, σὺν ταῖς περὶ τὰ ὑλικὰ σχέσεσιν αὐτῶν αἱ δίκην νεύρων συνδεσμοῦσι τούτοις αὐτούς· καὶ τὰς τονωτικὰς δίκην ἐστῶν ψυχικὰς δυνάμεις αὐτῶν κατεσθίει. Καὶ συγχαίει ὥσπερ φλόξ· ὥστε ἄβρωτα εἶναι νεοσσοῖς αὐτῶν. Καὶ συμφλέγει αὐτὰς οἷάπερ πῦρ καλάμην καὶ χόρτον, εὔπρηστον ὕλην, τὰς παραλόγους τούτων ὁρμᾶς ὀργὴ κατακαίουσα· ὥστε μὴ βι βρώσκεσθαι λογισμοῖς, οὓς ταῖς ψυχαῖς τῶν ἀνθρώπων εναποτίκτουσι, τὰ δίκην ὑψιπετῶν ἀετῶν, εἰς ὕψος ὑπερηφανίας αιρόμενα τῆς πονηρίας πνεύ ματα. κγ'. Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν. Ταῦτα δέ φημι ὑμῖν τοῖς διδασκάλοις· ὥστε διαγινώσκειν οὓς ἀποστρέφεται Θεὸς, καὶ τούτους πρὸς αὐτὸν ἐπιστρέφειν φόβῳ τῶν αὐτοῦ ἀπειλῶν τοὺς δὲ φοβουμένους παραμυθεῖσθαι, ὥστε μὴ περι πεσεῖν εἰς ἀπόγνωσιν. Αἰδεῖσθαι πρόσωπα ἐν κρίσει, οὐ καλόν. Ωσπερ κακόν ἐστι τὸ εἴτε δυνάστου εἴτε πτωχοῦ ἐν ταῖς κρίσεσι φείδεσθαι, καὶ παραθεωρεῖν ἐντεῦθεν τὸ δίσ καιον, οὕτω καὶ τὸ ὑπακούειν εἴτε τῷ ὑποτιθεμένω δαίμονι τὰ καθ᾽ ὑπερβολὴν τῆς ἀρετῆς πάθη, εἴτε τὰ κατ' ἔλλειψιν αὐτῆς, καὶ τῆς κατ' ἀρετὴν δικαιοσύνης ἐκτρέπεσθαι. κδ'. Ο εἰπὼν τὴν ἀσεβῆ, Δίκαιός έστιν, Ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη. Ὁ ἐπαινέσας τὸν μὴ τιμῶντα τὸ ἀγαθόν, καὶ διὰ τοῦτο βλαπτικὸν τῶν ὁμοφυῶν, οὔτε ὑπὸ τοῦ πλήθους τῶν πιστῶν, οὔτε ὑπὸ τῶν ἀπίστων ἀγαπηθήσεται, ὡς συνεργὸς τῆς βλάβης αὐτῶν, κἂν οἱ ἐκλεκτοὶ τῶν πιστῶν ἀγαπῶσι τοῦτον διὰ τὴν τοῦ Θεοῦ ἐντολήν. κε', κς'. Οἱ δὲ ἐλέγχοντες, βελτίους φανών ται· ἐπ' αὐτοὺς δὲ ἥξει εὐλογία· χείλη δὲ ψιλή. σουσιν ἀποκρινόμενα λόγους ἀγαθούς. Οἱ δὲ 24 γοις ἐλεγκτικοῖς ἀνακόπτειν αὐτὸν τῆς κατὰ τῶν ὁμοφυῶν βλάβης ἐπιχειροῦντες, κρείττονες διάξουσι, κἀντεῦθεν ἔπαινος καταλήψεται· ἀσπάσονται δὲ οἱ αὐτοὶ τοὺς πρὸς διόρθωσιν αὐτῶν ἔλεγχον ὑπομένοντας, καὶ προσηνῶς ἀπολογουμένους αὐτοῖς, ὡς πρὸς ἐπιστροφὴν ἑτοίμους. κι'. Ετοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου. Εἰ τρέπιζε σου τὰς πράξεις κατ' ἀρετὴν, ἕως ὅτι τὴν παροῦσαν διεξέρχη ζωήν· εργασίας γὰρ ὁ παρών καιρός· ὁ δὲ μέλλων, ἀνταποδόσεως. Καὶ παρασκευάζου εἰς τὸν ἀγρόν. Καὶ ἐν τῷ μερί
col. 1469–1470page 125 of 162
PG 87:1469μνας σοι βιωτικὰς ἀνατέλλοντι, δίκην ὑλομανοῦντος ἀγροῦ, φαινομένῳ κόσμῳ, ἑτοιμάζου τῷ ἀρότρῳ τοῦ λόγου, προῤῥίζους αὐτὰς ἀνασπᾶν, πρὸς καρπογονίαν πνευματικὴν, ἐν τῷ διανέμειν σου τὰ ὑπάρχοντα πένησιν. Καὶ πορεύου κατόπισθέν μου. Καὶ οὕτω ἄρας σου τὸν σταυρὸν, τὴν τοῦ σαρκικοῦ πάντως φρονήματ τος νέκρωσιν, ἀκολούθει μοι τῷ πτωχεύσαντι διὰ σὲ, καὶ σταυρὸν ὑπομείναντι. Καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου. Καὶ ἀνεγείρῃς τῇ πνευματικῇ πολιτείᾳ, τὸ καταπεσόν σου τῆς σαρκὸς οἰκητήριον ταῖς προσβολαῖς τῶν τῆς πονηρίας πνευμάτων. κγ'. Μὴ ἴσθι ψευδής μάρτυς ἐπὶ σὺν πολίτην, μηδὲ πλατύνου σοῖς χείλεσιν. Μή ψευδώς κατα μαρτύρει τοῦ πολιτευομένου, ὡς αὐτὸς προαιρῇ, σαρ κίου σου· ἀδύνατον εἶναι φάσκων τὰς θείας ἐντολὰς κατορθοῦσθαι, διὰ τὴν σωματικὴν ἀσθένειαν· κἀν τεῦθεν τοῖς κατ' ἔλλειψιν τῆς ἀρετῆς πάθεσιν ἐνδιάτριβε· μηδ' ἐμφιλοχωρει ταῖς κατ' αὐτοῦ διαβολαῖς ἔχοντος καὶ αὐτοῦ ποιητὴν τὸν Θεόν. χθ'. Μὴ εἴπῃς, Ον τρόπον ἐχρήσατό μοι, χρή σομαι αὐτῷ· τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν. Μὴ ἐρεῖς, ὅτι Καθάπερ μοι τοῦτο βλάβης αἴτιον γέ γονε, βλάψω κἀγὼ αὐτό· τιμωρήσομαι δὲ τοῦτο ὑπὲρ οὗ μοι ἀντέστη, καὶ κακῶς τὴν δεσποτείαν ἀφείλετο· καὶ οὕτως εἰς τὰ καθ᾽ ὑπερβολὴν τῆς ἀρετῆς ἐκτραπῇς πάθη· ἀλλ᾽ εἰς ἀλόγους ἐπιθυμίας μὴ δουλεύσῃς αὐτῷ, προνοίας δὲ τῆς προσηκούσης ἀξίου, ἵνα συνεργὸν ἔχῃς αὐτὸ πρὸς τὰ κάλλιστα. λ. "Ωσπερ γεώργιον ἀνὴρ ἄφρων. Καθάπερ τις ἐπιτήδειος εἰς γεωργίαν ἀγρὸς, πολλῆς χρήζων ἐπισ μελείας, ἵν' εύκαρπος καὶ πολύκαρπος γένηται, υπάρ χει ὁ τοῖς προσκαίροις μόνοις πιστεύων, καὶ τοῖς περὶ ταῦτα πόνοις ἀνενδότως έγκαρτερῶν, καὶ τῷ ἐπαγγελλομένῳ τὰ αἰώνια ἀγαθὰ Θεῷ ἀπιστῶν ἔξω ἄνθρωπος. Καὶ ὥσπερ ἀμπελῶν ἄνθρωπος ἐνδεής φρενών. Καὶ οἷά τις ἀμπελών φραγμοῦ δεόμενος εἰς τὸ μὴ τρυγᾶσθαι παρὰ πάντων τῶν τὴν ὁδὸν παραπορευομένων, ἐστὶν ὁ ἄνω μὲν πρὸς Θεὸν ὁρῶν καὶ πιο στεύων αὐτῷ· τὰς δ' οἰκοδομουμένας διὰ τῶν ἁγίων αὐτοῦ ἐντολῶν θεωρητικάς τε καὶ πρακτικές ἕξεις, ἀνεπιβουλεύτους διὰ ῥαθυμίαν μὴ τηρῶν, ἔσω ἄνε θρωπος· εἴτε γὰρ τὸν ἔξω ἄνθρωπον πρὸς τὴν τῶν θείων ἐντολῶν πρᾶξιν, εἴτε τὸν ἔσω πρὸς τὴν τούτων θεωρίαν καταλίπῃς ἀνεπιμέλητον, ἀνεπίδεκτος τοῦ ἐν διδασκαλίαις πνευματικοῦ σπόρου γενήσεται. λα. Καὶ ἐὰν ἀφῇς αὐτὸν, χερσωθήσεται καὶ χορτομανήσει όλος. Καὶ δίκην χόρτου, σαρκικάς ἡδονὰς μόνον βλαστήσει, πρὸς τὸ χορτάσαι τὴν ἄλο γον ἐπιθυμίαν αὐτοῦ. Καὶ γίνεται έκλελειμμένος. Κάντεῦθεν οὗτος μὲν καταλιμπάνεται κατὰ προαίρεσιν ἀνεπιμέλητος. Οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται. Αἱ δὲ ἐπὶ τῷ Θεῷ θεμελίῳ τῆς εἰς Χριστὸν πίστεως οἰκοδομούμεναι, ὡς ἔν τισι λίθοις ταῖς θείαις ἐντολαῖς φυλακτικαὶ τούτου κατά τε θεωρίαν καὶ
col. 1471–1472page 126 of 162
Caput XXV
PG 87:1471πράξιν ἕξεις, καθαιροῦνται· εἰς ἀτόπους ἐνθυμήσεις καὶ πράξεις ἐμπίπτοντος. λβ'. Ὕστερον ἐγὼ μετενόησα. Οὕτω δ' ὁ ἄν θρωπος ἐγὼ διακείμενος, πολλάκις ἐπὶ τέλει μετα ἔγνων. Ἀπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν. Καὶ ἀπὸ εσκόπησα ώστε προκρίναι πάντων τῶν ὁρωμένων, τὴν καὶ ψυχὴν καὶ σάρκα πρὸς τὸ ἀγαθὸν ῥυθμίζουσαν ἔμπρακτον θεωρίαν τῶν τοῦ Θεοῦ ἐντολῶν. λγ'. Ολίγον νυστάζω· ὀλίγον δὲ καθυπνῶ ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶ στήθη. Της δὲ σαρκὸς ἀτονούσης διὰ τὴν τοῦ γήρους ἀσθένειαν, μικρὸν μὲν νυσταγμῷ ἀκηδίας συνέχομαι· μικρόν δὲ ὕπνῳ ῥᾳθυμίας δουλεύω· καὶ βραχὺ τὰς πρακτικὰς μου δυνάμεις ἐνασχολῶ τοῖς ἀπὸ γῆς εἰς καρδίαν ἀναβαίνουσι διαλογισμοῖς. λδ'. Ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου· καὶ ἡ ἔνδειά σου, ὥσπερ ἀγαθὸς δρομεύς. Εἴπερ δὲ ταῦτα ποιεῖς, ἄνθρωπε, ἵνα ἐλέγξω αὐτὸς ἑαυτὸν, ἐλεύσεται ἐπὶ σὲ παντελής ἀπορία τοῦ πλούτου τῆς ἀρετῆς· προοδοποιοῦσά σου τὴν ἀπώλειαν· καὶ ἀτέλεια τῆς τῶν θείων ἐντολῶν γνώσεως, διὰ τὴν ἀπραξίαν αὐτῶν, καθάπερ τις δρο μεὺς ταχύτατος. ΚΕΦΑΛ. ΚΕ. α'. Αὗται αἱ παιδεῖαι Σολομῶντος αἱ ἀδιάκριτοι, ἂς ἐξεγράψαντο οἱ φίλοι Εζεκίου τοῦ βασι λέως τῆς Ἰουδαίας. Αἱ παροῦσαι νουθεσία: Σολο μῶντός εἰσιν, αἱ πρώην ὡς διεσπαρμέναι, τοῖς πολυ λοῖς ἀδιάγνωστοι· ἂς συλλεξάμενοι μετά θάνατον αὐτοῦ, οἱ περὶ τὴν μελέτην τῶν θείων ἐσχολακότε; Γραφῶν, καὶ διὰ τοῦτο συνήθεις τῷ βασιλεῖ τῆς τῶν Ἰουδαίων χώρας Εζεκίᾳ, τῇ τῶν Παροιμιών βίβλω τελευταῖον ἐγκατέταξαν. β'. Δόξα Θεοῦ κρύπτει λόγον δόξα δὲ βασιλέως τιμᾷ προστάγματα. Η τοῦ Θεοῦ δόξα, ὡς μὲν ὑπερ ουσίου, ἄφραστός ἐστι διὰ τὸ αὐτοῦ ἀκατάληπτον ὡς δὲ πάντων δεσπόζοντος, πείθει πειθαρχείν ταῖς αὐτοῦ ἐντολαῖς, διὰ τὸν αὐτοῦ φόβον, καὶ μὴ περὶ ταύτας διακεῖσθαι καταφρονητικώς. γ. Οὐρανὸς, ὑψηλός· γῆ δὲ, βαθεῖα· καρδία δὲ βασιλέως, ἀνεξέλεγκτος. Ωσπερ ἀκατάληπτον ἡμῖν τό τε ὕψος τοῦ οὐρανοῦ, καὶ τὸ βάθος τῆς γῆς, οὕτω καὶ τὸ θεῖον ἀσυγκρίτως, ὡς ἀναρχόν τε καὶ ἀτελεύτητον· ἡ δὲ περὶ τὸν τρόπον τῆς μελλούσης κατὰ χάριν θεώσεως ἡμῶν, βουλὴ αὐτοῦ τοῦ Δεσπότου τῶν ὅλων Θεοῦ, ἔτι ἐστὶν ἡμῖν ἀφανής· ὅπερ καὶ ὁ εὐαγγελιστής Ιωάννης δηλῶν, εἴρηκεν, ὅτι οὔπω ἐφανερώθη τί ἐσόμεθα. δ. Κρύπτε ἀδόκιμον ἀργύριον, καὶ καθαρισθήσεται καθαρὸν ἅπαν. Αφάνιζε τοὺς μὴ τιμώντας Θεὸν λογισμούς, ἀπὸ τῆς τῷ Δεσποτικῷ χαρακτήρι τετιμημένης ψυχῆς σου, καὶ τὸ νοερὸν ταύτης, ἐν ᾧ αὐτὸς ὁ τῶν ὅλων Δεσπότης Θεός, οἷά τινι θρόνῳ ἐπ αναπαύεται, καθ' ὁμοίωσιν τούτου ἐργάσεται τὸ ἀγα θὲν ἐν τῷ μὴ φρονεῖν παρ' δ δεῖ φρονεῖν, κατ' ἔλλειψιν πάντως τῆς ἀρετῆς, ἢ καθ᾽ ὑπερβολὴν· ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν.
col. 1473–1474page 127 of 162
PG 87:1473εξ. Μὴ ἀλαζονεύου ενώπιον βασιλέως, μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο· κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι, Ανάβαινε πρός με, ἢ ταπεινῶσαι σε ἐν προσώπῳ δυνάστου. Μὴ οἴου σεαυτὸν ἀξίας. τινὸς ἄξιον, πρὸ τοῦ ἀξιωθῆναι ταύτης παρὰ Θεοῦ μηδ' ἐπίτρεχε ἀρχαῖς, ἁρμοζούσαις ἀνδράσι καθυπου τάττουσι τῷ φρονήματι τοῦ πνεύματος, τὸ φρόνημα τῆς σαρκός· κάλλιον γάρ ἐστι ταπεινοφρονοῦντά σε, καὶ ἀνάξιον ἑαυτὸν κρίνοντα πάσης ἀρχῆς, πρὸς ταύτην κληθῆναι παρὰ Θεοῦ, ἢ ἐπιτρέχοντα, ταύτης ἀποῤῥιφῆναι· ἑτέρου παρ' αὐτοῦ προσκληθέντος πρὸς ταύτην, τοῦ πρότερον ἄρξαντος ἑαυτοῦ. "Α εἶδον οἱ ὀφθαλμοί σου, λέγε. "Απερ αἱ θεω ρητικαί σου δυνάμεις κατέλαβον θεῖα θελήματα, καθ' ὰ τὰ πάντα γεγόνασι, λόγοις τε καὶ ἔργοις αὐτοῖς, δίδασκε. η-ι. Μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπ' ἐσχάτων· ἡνίκα ἂν σε ὀνειδίση ὁ φίλος σου, ἀναχώρει εἰς τὰ ὀπίσω· μὴ κατα φρόνει, μή σε ὀνειδίσῃ μὲν ὁ φίλος, ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται, ἀλλ' ἔσται σοι ἴση θανάτῳ. Μὴ ἀσυλλογίστως ὅρμα πρὸς ἔχθραν, ὅπως μὴ ἑαυτῷ ἐπιμέμφῃ ἐς ὕστερον· ἀλλ᾽ ὅταν ἐπί τινι λόγῳ ἢ ἔργῳ φίλος σοι μέμψηται, ἀπὸ τῶν ἐπταισμένων σοι ἔκκλινε εξασφαλιζόμενος σεαυτόν, μηκέτι τοῖς ὁμοίοις περιπεσεῖν· καὶ μὴ τὴν πρὸς τὸν πλη σίον ἀγάπην μικρὸν πρᾶγμα ἡγοῦ· ὅπως μὴ μέμψηται μέν σοι αὐτὸς, ἐφ᾽ ᾧ μὴ διετέθης καλῶς πρὸς αὐτὸν, ἡ δὲ διένεξις καὶ τὸ μῖσος, οὐκ ἀποστήσεται ἀπὸ σοῦ· ἀλλὰ ψυχῆς ὑπάρξῃ σοι θάνατος. Χάρις καὶ φιλία ἐλευθεροῖ· ἃς τήρησον σεαυ τῷ, ἵνα μὴ ἐπινείδιστος γένῃ· ἀλλὰ φυλάξοντας ὁδούς σου εὐσυναλλάκτως. Τὸ χάρισμα τῆς σοφίας καὶ ἡ ἀγάπη, ἀγνοίας ἀπαλλάττουσι καὶ και κίας· &ς φύλαξον παρὰ σεαυτῷ, ὅπως μὴ ὑπάρξῃς κατάκριτος· ἀλλὰ τήρησον, ἄνθρωπε, τὰς πρὸς τὴν σοφίαν καὶ τὴν ἀγάπην θεωρητικὰς καὶ πρακτικὰς πορείας σου, καλῶς ἀλλήλαις τῶν οἰκείων μεταδιδού σας· αἰτεῖ μὲν πρακτικὴ τὴν θεωρητικήν, τῶν κατὰ γνῶσιν λόγων· ἡ δὲ θεωρητικὴ τὴν πρακτικὴν, τῶν κατ' ἀρετὴν τρόπων· ὥστε ψυχοῦσθαι μὲν τὴν ἀρε τὴν κατὰ λόγον· σωματοῦσθαι δὲ τὸν λόγον κατ' ἀμε τήν. ια'. Μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου, οὔ τως εἰπεῖν λόγον [ἐπὶ ἁρμόζουσιν αὐτῷ]. Ως μη λον χρυσοῦν, ἐμπρέπον περιτραχηλίῳ κόσμῳ, ἀπὸ λίθου σαρδίου, οὕτως τὸ λαλῆσαι λόγον διδάσκοντα σωτήρια, ἐμπρέπει τῷ κοσμίως βιοῦντι κατ' ἀρετήν τῷ βίῳ γὰρ ὁ λόγος συναρμοζόμενος, πολλὴν ἀποτελεῖ τὴν ἐμπρέπειαν. 13. Εἰς ἐνώτιον χρυσοῦν σάρδιον πολυτελές δέδεται, λόγος σοφίας εἰς εὐήκοον οὖς. Ὡς εἰς ἐνώτιον χρύσεον σάρδιον δέδεται, διαφόροις χρώμασι πεποικιλμένον, οὕτως εἰς ἀκοὴν τῇ εὐπειθείᾳ κεκοσμημένην, δι' ἔργων κεκράτητα ἄληστος, ὁ πολυειδὴς τοῖς τρόποις τῶν ἀρετῶν διδασκαλικός λόγος. ιγ. Ωσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατὰ καῦμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοῖς ἀποστείλασιν
col. 1475–1476page 128 of 162
PG 87:1475αὐτόν· ψυχὰς γὰρ τῶν χρωμένων ὠφελεῖ. Καθί περ ἀπὸ τηκομένης χιόνος, ψύχον ἐξερχόμενον πνεῦ μα, καὶ ἐν καιρῷ θέρους ἀποκρουόμενον τὸν ἐκ τῆς ηλιακῆς φλογώσεως μαρασμόν τρέφει τὸν ἄσταχυν, οὕτω καὶ ὁ ἀνεπιβούλευτον τηρῶν τὸ τῶν προφητῶν καὶ ἀποστόλων θεῖον παράγγελμα | διδασκαλικὸς λέ γος], τὰς φλεγομένας τῷ καύσωνι τῶν ἑκουσίων πει ρασμῶν ψυχὰς, ὑποδεχομένας αὐτὸν ἀνακτᾶται· εἰς ἐγκράτειαν καὶ ὑπομονὴν στηρίζων αὐτάς. ιδ'. "Ωσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανή. στατοι, οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ. Καθάπερ σφοδραὶ ἀνέμων πνοαὶ, καὶ νέφη ζοφώδη, καὶ ὑετοὶ ῥαγδαιότατοι, εἰσὶ τοῖς πᾶσι κατάδηλα οὕτω καὶ οἱ μεγαλαυχοῦντες ἐπὶ μεταδόσει χρημάτ των μὴ γινομένῃ, διὰ τὴν πρὸς ἀνθρώπους συμπάθειαν την μετάδοσιν ταύτην δημοσιεύουσιν· ἀνθρώπους ἀπατᾷν, καὶ οὐ Θεῷ ἀρέσκειν βουλόμενοι. ιε. Εν μακροθυμίᾳ εὐοδία βασιλεύσι γλώσ σα δὲ μαλακὴ συντρίβει ὀστᾶ. Ἐν ἀνεξικακία ε λαοῦ ἡγεμονεύοντες, εὐοδοῦνται· διὰ ταύτης προς ἑαυτοὺς τὴν τοῦ ὑπηκόου εὔνοιαν ἐπισπώμενοι· προ φορὰ γὰρ λόγων πραεία, καταμαλάττει καὶ τὰς δὲ την ὀστῶν σκληρὰς καὶ ἀντιτύπους τῶν ψυχῶν διο θέσεις. ις'. Μέλι εὑρὼν, φάγε τὸ ἱκανόν· μήποτε πλη σθεὶς, ἐξεμέσῃς. Τῆς ἐν τοῖς θεοπνεύστοις λογίους, δίκην μέλιτος ηδυτάτης θεογνωσίας ἐπιτυχών, μετά λαβε ταύτης κατὰ τὸν ὄρον καὶ τὸ μέτρον τῆς ἐνοῦ σης σοι δυνάμεως· ὅπως μὴ σπεύσας ἀμέτρως έμφα ρηθῆναι αὐτῆς, τὸ ἀληθὲς ἀποβαλεῖς· γνώση περι λαβεῖν οἰόμενος τὸ ἀπερίληπτον· θεωρία γὰρ ἀχαλίνωτος, μεγάλην βλάβην τῇ ψυχῇ προξενεί. ιζ. Σπάνιον εἶσαγε σὺν πόδα πρὸς τὸν σαν τοῦ φίλον· μήποτε πλησθείς σου, μισήση σε Ολίγα φρόντιζε τοῦ διὰ τὴν συζυγίαν φιλουμένου σώματος, μόνα περιποιούμενος αὐτῷ τὰ πρὸς σύστασιν αὐτοῦ ἀναγκαῖα· ὅπως μὴ κορεσθέν σου, τὰ πο ριττὰ καὶ ὑπὲρ τὴν χρείαν χορηγοῦντος αὐτῷ, ἀντὶ συνεργοῦ πολέμιόν σοι τοῖς καθ᾿ ἡδονὴν καὶ ὀδύνην γενήσεται πάθεσιν. τηʹ. Ρόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδι τὸν, οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδή. Ο προσάπτων τῷ ὁμο φυεῖ καὶ ὁμοπίστῳ αὐτοῦ αἰτίαν ψευδή, ὡς τι μὲν βόπαλον, τὴν τούτου πλήττει ψυχήν, λύπης παραίτιος ταύτῃ γινόμενος· ὡς δέ τις μάχαιρα, μάχην αίρει ἔχθραν ἐγείρων μέσον ἐκείνου καὶ ἑαυτοῦ· καὶ ὡς τι τόξον πόρρωθεν κατ᾿ αὐτοῦ τὴν λοιδορίαν ἀφίησι, τιτρώσκων διὰ ταύτης αὐτὸν, ὡς διὰ βέλους ὀξυτάτων τινός. ιθ'. Ὁδὸς κακοῦ, καὶ τοὺς παρανόμου ἀλεῖται ἐν ἡμέρᾳ κακῇ. Ο πονηρός λογισμὸς τοῦ κακοῦ τὴν προαίρεσιν, καὶ ἡ πρᾶξις τοῦ τῶν θείων παραβάτων, ὀλοθρευθήσονται ἐν καιρῷ τιμωρίας· εἴτε καθαρτικῆς κατὰ τὸ παρὸν, εἴτε ἀνταποδοτικῆς κατὰ τὸ μέλλον. κ'. "Ωσπερ όξος ἕλκει ἀσύμφορον, οὕτως προσ πεσὶν πάθος ἐν σώματι καρδίαν λυπεῖ. Καθάπερ
col. 1477–1478page 129 of 162
PG 87:1477ὄξος δριμύτατον άλυσιτελὲς τῷ ἡλκωμένῳ μέλει καθ έστηκε, δάκνον αὐτὸ, οὕτω καὶ τῷ τῆς σαρκὸς ἀσθε νεῖ, ἀκούσιος ἐπισυμβὰς πειρασμός, ἀνιᾷ διὰ τὸ συγ γενὲς τὴν ψυχήν. Ὥσπερ σὴς ἐν ἱματίῳ, καὶ σκώληξ ξύλφ, οὔ τως λύπη ἀνδρὸς βλάπτει καρδίαν. Καθάπερ λυ μαίνονται σὴς μὲν ἱματίῳ, σκώληξ δὲ ξύλῳ, οὕτως ἡ παρὰ ἀνθρώπου τινὸς λύπη, τῷ πρὸς τοῦτον μίσει, τὴν ἑτοιμοπαθῆ καταβλάπτει ψυχήν. κα', κβ'. Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν, ἄν θρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ὁ δὲ Κύριος ἀνταποδώσει σοι ἀγαθά. Ἐὰν ὁ μισῶν σε, τροφῆς καὶ πόματός ἐστιν ἐνδεής, τρέφε τοῦτον καὶ πότιζε· οὕτω γὰρ εὐεργετῶν αὐτὸν, συνάξεις ἐπὶ τὸν ἡγεμόνα νοῦν τούτου, διανοήματα, δίκην ἀν θράκων πυρὸς τὴν κακίαν ἐλέγχοντα, καὶ τὸ πρὸς σὲ μῖσος αὐτοῦ κατακαίοντα· ὁ δὲ τῶν ὅλων Δεσπότης Θεός, ἀνθότου μὴ νενίκησαι τῷ ἐξ ἐπηρείας τοῦ Σα τανὰ πρὸς σὲ μίσει τοῦ ἀδελφοῦ, ἀλλὰ νενίκηκας μᾶλλον αὐτὸ τῇ ἀγαπῇ τῇ πρὸς αὐτὸν, τοῖς αἰωνίοις σε ἀμείψεται ἀγαθοῖς. κγ'. "Ανεμος βορέας εξεγείρει νέφη· πρόσωπον δὲ ἀναιδές, γλῶσσαν ἐρεθίζει. Τὸ μὲν, δίκην ἀνέ μου βορέου, χειμάζον τὰς ψυχὰς πονηρὸν πνεῦμα, ζοφώδη πάθη, ὥς τινα νέφη, έπεγείρει αὐταῖς, ταύ τας σκοτίζοντα, καὶ μὴ ἐῶντα ταῖς ἀκτῖσι τοῦ τῆς δικαιοσύνης Ηλίου καταυγασθῆναι· ὁ δὲ χαρακτηρίζων τὴν ἐγκεκρυμμένην τῇ ψυχῇ διάθεσιν βίος, τῇ ἐπὶ τοῖς αἰσχροῖς ἔργοις αἰσχύνῃ ὅλως μὴ περικαλυ πτόμενος, εἰς τὴν ἑαυτοῦ παραθήγει διαβολὴν τὴν γλῶτταν τοῦ ὁρῶντος αὐτόν. κδ. Κρείσσον οἰκεῖν ἐπὶ γωνίας δώματος, ἢ μετά γυναικός λοιδόρου ἐν οἰκίᾳ κοινῇ. Κάλλιον ἀσυγκρίτως ἐστὶ παραμένειν τῷ συνάπτοντι τῷ νο τὴν αἴσθησιν λόγῳ, ὡς ἔν τινι γωνίᾳ εὐτελοῦς τινος καταλύματος τοῦ φαινομένου κόσμου, ἢ ἐν ὅλῳ τῷ κόσμῳ, ὅς ἐστι χοινὸν καταγώγιον τοῦ τε νοὸς καὶ τῆς αἰσθήσεως· οἷα επαναπαυομένων, τοῦ μὲν νοὸς τοῖς λόγοις τῶν φαινομένων, τῆς δ' αἰσθήσεως τοῖς τύποις τῶν νοουμένων συνδιατρίβειν τὸν νοῦν τῇ διαβαλλούσῃ διὰ τῆς ἀπάτης τῶν φαινομένων τὰ νοού μένα αἰσθήσει, κἀντεῦθεν τοῖς τύποις ἐναπομένειν, καὶ μὴ διαβαίνειν πρὸς τὴν ἐν ὅλοις ἀλήθειαν. κε'. Ωσπερ ὕδωρ ψυχρόν, ψυχῇ διψώσῃ προσ ηγές, οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν. Καθάπερ ὕδωρ ψυχρώτατον ὑπάρχει διψῶντι ζώῳ θελκτήριον, οὕτω καὶ τῇ τὸν καύσωνα τῶν πειρασμῶν, καὶ τῆς ἀρετῆς τὸ ἐπίπονον γενναίως φερούση ψυχῇ, ἡδυτάτη ἐστὶν ἡ τῆς κατὰ τὸ μέλλον κληρονομίας τῆς γῆς τῶν πραέων ἐπαγγελία· τῇ τῶν ἐν ταύτῃ τῇ γῇ ἀγαθῶν ἐλπίδι παρακαλοῦσα καὶ ἀνα κτωμένη την τοιαύτην ψυχήν. κς'. "Ωσπερ εἴ τις πηγὴν φράσσοι, καὶ ὕδατος Έξοδον λυμαίνοιτο, οὕτως ἄκοσμον δίκαιον 18 πτωκέναι ἐνώπιον ἀσεβοῦς. Καθάπερ ἐάν τις ἐμ φράττοι πηγὴν, καὶ ὕδωρ ἐκ ταύτης κωλύοι ἐξέρ χεσθαι, ἀπρεπῆ ταύτην ἐργάζεται, ἀφανίζων τὰ ἐξ αὐτῆς ἀναβλύζοντα διειδέστατα νάματα· οὕτως ἐστὶν ΠΟΡ για
col. 1479–1480page 130 of 162
Caput XXVI
PG 87:1479ἀπρεπὲς τὸν κεκοσμημένον τῷ κάλλει τῶν ἀρετῶν, ἐν τῇ πρὸς τὸν μὴ τιμῶντα Θεόν, ἐχθρὸν τῶν ἡμετ τέρων ψυχῶν πάλῃ, ἁμαρτίας περιπεσεῖν πτώματι, καὶ τὸν κόσμον ἀποβαλέσθαι τῶν ἀρετῶν. κζ'. Ἐσθίειν μέλι πολύ, οὐ καλόν· τιμᾷν δὲ χρὴ λόγους ἐνδόξους. Εἰς κόρον μεταλαμβάνειν τῆς πνευματικῆς τῶν θείων μυστηρίων γλυκύτητος, ἀσύμφορον· ἡ περὶ ταῦτα γὰρ ἀχαλίνωτος θεωρία, φέρει κατά κρημνοῦ· εὐλαβεῖσθαι δ' ὑπάρχει ἁρμό διον τὰ περὶ Θεοῦ ὑψηλότατα δόγματα· καὶ μὴ ἐπι χειρεῖν καταλαμβάνειν τὸ κατ' οὐσίαν αὐτοῦ ἀκατάληπτον. κη. Ωσπερ πόλις τὰ τείχη καταβεβλημέν καὶ ἀτείχιστος, οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλής τι πράσσει. Καθάπερ τις πόλις καθῃρημένη τὰ τείο χη καὶ ἀφύλακτος τέλεον, οὕτως υπάρχει εὐεπιβούλευτος καὶ ὁ μὴ μετὰ λογικής διακρίσεως, πρὸς τοὺς ἀοράτους ἐχθροὺς ἀνταγωνιζόμενος· ἡ γὰρ ὡς πάντη ἀφύλακτος, εὐεπιχείρητός ἐστι τοῖς κατ' ἔλλειψιν τῆς ἀρετῆς πάθεσιν· ἡ ὡς ἀπὸ τούτων μὲν φυλασσόμενος, ἐφ' οἷς δ' ἐντεῦθεν τὸ ἀσφαλὲς ἑαυτῷ περιεποιήσατο, κατενεχθεὶς τῷ τῆς ἐπάρσεως πτώματι, τοῖς καθ' ὑπερβολὴν τῆς ἀρετῆς ἁλίσκεται πάθεσιν. ΚΕΦΑΛ. Κα'. α'. "Ωσπερ δρόσος ἐν ἁμητῷ, καὶ ὥσπερ ὑετὸς ἐν θέρει, οὕτως οὐκ ἔστιν ἄφρονι τιμή. Καθάπερ δρόσος ἐν τοῖς δράγμασι τῶν ἀσταχύων, καὶ ὑετὸς ἐν καιρῷ θέρους αὐτῶν, οὐκ εἰσὶν ἐπαινετὸ, ὡς μηδ' ὁπωσοῦν ὠφελοῦντα· οὕτως οὐχ ὑπάρχει τῷ αλογίστως βιοῦντι οὔτε θανόντι, οὔτε θνήσκοντι κλέος· ἐντεῦθεν γὰρ τῆς μὲν ἀγήρω δόξης Εστερτο μένος ἐστίν· ὅτι μὴ ἔσπευσε ταύτας δι' ἐναρέτου κτήσασθαι πολιτείας· συμβαίνει δ' αὐτῷ ἀποβαλέσθαι καὶ τὴν ἐπίκηρον. β'. "Ωσπερ όρνεα πέτανται καὶ στρουθοί, οὕτως αρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί. Καθάπερ ἀφίπτανται ἅπαντα τὰ πτηνά, τά τε μεγάλα καὶ τὰ μικρά, τοῦ τόπου ἐν ᾧ ἀναπαυθῆναι μὴ δύνανται οὕτως ἀφισταμένη πᾶσα κατάρα, διὰ μηδεμίαν εὖ λογον αἰτίαν κατὰ τοῦ κατηραμένου κινουμένη, οὐκ ἐπέλθοι αὐτῷ· ἐκείνῳ δὲ πάντως ἐπέρχεται, καν μή τις αὐτῷ καταράσηται, τῷ ἔργοις κατάρας ἐμε μένοντι. γ'. "Ωσπερ μάστιξ ἵππῳ καὶ κέντρον δνῳ, οδ τως ῥάβδος ἔθνει παρανόμῳ. Καθάπερ πλήττουσα μάστιξ ίππον, τὸ θηλυμανὲς τούτου καὶ φιλόνεικον ἀποκρούεται, καὶ νύττον κέντρον ὄνον, διεγείρει τοῦτον πρὸς ταχυτέραν πορείαν· οὕτω παιδεύε: ως τις ράβδος, ἡ κατὰ λόγον τῆς σαρκός τιμωρία λαὸν τὸν τοὺς θείους παραβαίνοντα νόμους· καὶ κατα παύει μὲν τὸ τούτου κατὰ τὸ ἐπιθυμητικόν, ἀκόλαστον, καὶ τὸ κατὰ τὸ θυμικόν, μάχιμον· διεγείρει δὲ τὸ διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς νωθρὸν αὐτοῦ, πρὸς ἐπιμέλειαν τῆς κατὰ πρᾶξιν τῶν θείων ἐντολῶν τρίβου. δ', ε'. Μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ, ἀλλ' ἀπο κρίνου ἄφρυνι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ φαίνηται σοφὸς παρ' ἑαυτῷ. Μὴ τῷ θεὸν οὐ
col. 1481–1482page 131 of 162
PG 87:1481περιφέροντι ἐν καρδίᾳ ἀπολογοῦ ἀκολούθως τῇ ἀνοίᾳ αὐτοῦ· ὡς ἂν μὴ τῇ πλάνῃ τούτου συνυπαχθής μᾶλλον μὲν οὖν καὶ ἀντίλεγε αὐτῷ, τῇ τούτου κατα αλλήλως ἀνοίᾳ, ὅπως μὴ τὴν οἰκείαν μωρίαν νο μίσῃ σοφίαν, καὶ μέχρι τέλους παραμείνῃ αὐτῇ ἀλλ᾽ ἐκφυγεῖν ταύτην δυνήσεται, ἑαυτοῦ ἐπιγνώμων γενόμενος. ς'. Ἐκ τῶν ἑαυτοῦ ὁδῶν ὄνειδος ποιεῖται, δ ἀποστείλας δι' ἀγγέλου ἄφρονος λόγον. Ἀπὸ τῶν Ασόφων διανοημάτων αὐτοῦ μέμψιν περιποιεῖται ἑαυτῷ, ὁ διὰ τοῦ ταῦτα καταγγέλλοντος ἄφρονος λόγου διδασκαλίαν τινὰ προβαλλόμενος νοῦς. Οι γὰρ ἐν αἰσθήσει τοῦ τοιούτου λόγου γενόμενος, ἐπιμέμε φεται τῷ τοῦτον ἀποτεμόντι νοῖ, ὡς μὴ διανοουμένῳ τα δέοντα. ζ'. Ἀφελοῦ πορείαν σκελῶν, καὶ παρανομίαν ἐκ στόματος ἀφρόνων. Εξάλειψον τὴν μὲν ἐνέρ γειαν τῆς κακίας, ἀπό τε τοῦ ἐπιθυμητικοῦ τῶν ἀμνημονούντων Θεοῦ, καὶ τοῦ θυμικοῦ· δι' ὧν δυ νάμεων, ὡς τινων σκελῶν, ἡ ψυχὴ διώκει τε ἅπερ ποθεῖ, καὶ φεύγει ἅπερ μισεῖ· τὴν δὲ ἕξιν ταύτης, ἀπὸ τοῦ δίκην στόματος, τὴν ποιὰν ταῖς εἰρημέναις δυνάμεσι κίνησιν ὑποτιθεμένου διανοητικοῦ τῶν τοιούτων ἀνθρώπων· δέον δὲ πάντως ἐξαλείψαι αυτ τάς· διὰ τὸ σπαρῆναι παρὰ τοῦ πονηροῦ τὴν τῆς κακίας ἕξιν· καὶ καρποφορῆσαι τὴν οἰκείαν ἐνέρ γειαν. η'. "Ος ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ, ὅμοιός ἐστι τῷ διδόντι ἄφρονι δόξαν. Ο λίθον ἀσφαλῶς ἀντιθεὶς τῇ σφενδόνῃ, τοῦ ἀφεῖναι τοῦτον προθυμουμένου κατά τινος, παρόμοιός ἐστι τῷ παρέχοντι τιμὴν περιποιητικὴν δυναστείας τῷ ἀλογίστως βιοῦντι· ταύτης γὰρ ὁ τοιοῦτος δραξάμενος, οὐκ ἀμελήσει τὰ πρὸς βλάβην ἀνθρώπων ἐργάζεσθαι κἀντεῦθεν ὁ τὴν τιμὴν αὐτῷ παρασχών, συμμέτοχος ἔσται τούτῳ τῆς κατακρίσεως. θ'. "Ακανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου δουλεία δὲ, ἐν χειρὶ τῶν ἀφρόνων. Εμμέριμνοι μὲν ἀναφύονται ἔννοιας τῇ ψυχῇ ἐν τῇ κατ' αἴσθησιν ἐνεργείᾳ, τοῦ τῇ σχέσει τῶν ὁρατῶν ἐξεστηκότος τῆς ἑαυτοῦ σοφίας νοός, ἀκανθῶν δίκην πλήττουσαι καὶ λυποῦσαι αὐτήν· δουλεία δὲ παθῶν, ἐν τῇ κατ' ἐπιθυμίαν καὶ θυμὸν ἐνεργείᾳ, τῶν μὴ ἐμφρόνως ταῖς δυνάμεσι ταύταις ἐπιστατούντων λογισμῶν· καὶ μὴ πειθόντων τὴν μὲν ἐπιθυμίαν, ἀνδρείως ὑπομένειν τὰ λυπηρά. ι. Πολλά χειμάζεται πᾶσα σὰρξ ἀφρόνων συντρίβεται γὰρ ἡ ἔκτασις αὐτῶν. Πολλῷ χειμῶνι πειρασμῶν ἑκουσίων τε καὶ ἀκουσίων συνέχεται δια την σκάφους ἡ σάρξ τῶν μὴ ἔμφροσι λογισμοῖς οἷά τισιν οἴαξιν ἐπιστημόνως κυβερνώντων αὐτήν· τού των γὰρ ἡ ἀπὸ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν καθ᾿ ἡδονὴν καὶ ὀδύνην παρεκτροπή, πρὸς ἑαυτὴν προσκρούει καὶ φθείρεται· ὅτι περ τὰ κατ' ἐδύνην πάθη, τοῖς καθ᾿ ἡδονὴν ἀντικείμενα, φθείρουσι ταῦτα, καὶ τούτοις συμφθείρεται. ια'. "Ωσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ Εμετον, καὶ μισητός γένηται, οὕτως ἄφρων, τῇ
col. 1483–1484page 132 of 162
PG 87:1483ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτ τίαν. Καθάπερ κύων ὅταν ἐφ' ὅπερ φαγών βρῶμα, καὶ βδελυξάμενος ἀπέμεσεν, ἐπαναστρέψῃ τοῦτο αὖθις τρεφόμενος, πᾶσιν ἔσται τοῖς βλέπουσι βδε λυκτός, ὡς ἀηδίας τούτους πληρῶν· οὕτω καὶ ὁ ἀλογίστως βιῶν, τῇ συνηθείᾳ τῆς ἁμαρτίας, ἐπὶ τὴν ἑαυτοῦ ἐπιστρέψας κακίαν, ἧς ἀποσχέσθαι ὑπέσχετο, ἔσται Θεῷ τε καὶ τοῖς ἁγίοις ἀγγέλοις αὐτοῦ βδε λυκτός. "Εστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν· καὶ ἔστιν αἰσχύνη, δόξα καὶ χάρις. Υπάρχει φόβος ἐπ' α σχρῷ πεπραγμένῳ βλάβην ἐπάγων ψυχικὴν ὁμοῦ καὶ σωματικὴν, πάντως ὁ τὸν διαπραξάμενον τὸ αἰσχρὸν, ὡς τὴν παρ' ἀνθρώπων αἰσχύνην μὴ φέ ροντα, συνωθῶν εἰς τὸ ἐπιβουλεύσασθαι τῇ ἰδίᾳ ζωή καὶ ὑπάρχει αὖθις φόβος ἐπ' αἰσχρῷ πεπραγμένων, δς τιμὴ μέν ἐστι του τυχόντος αὐτοῦ, ὡς ἀπὸ τῶν άτιμοποιῶν παθῶν διαφυλάττων αὐτόν· χάρις δὲ, ὡς τούτῳ διδόμενος παρὰ Θεοῦ δῶρον κωλυτικὸν τῆς πρὸς τὰ αἰσχρὰ ῥοπῆς· ἀνθ' ἧς μᾶλλον ὤφειας τιμω ρηθῆναι. ιβ'. Εἶδον άνδρα δόξαντα παρ' ἑαυτῷ σουέν εἶναι· ἐλπίδα μέντοι ἔσχε μᾶλλον ἄφρων αὐτοῦ. Ἐθεασάμην τινὰ τοῖς κατ᾽ ἔλλειψιν τῆς ἀρετῆς πάν θεσιν ἁπτόητον, οίκοθεν ἔχειν νομίσαντα τὸν ἀναι ρετικὸν τῶν παθῶν λόγον, καὶ μὴ παρὰ Θεοῦ τοῦτον λαβεῖν· πλέον μέν τοι γε τοῦ τοιούτου ἀνθρώπου σωτηρίας ἐλπίδα ἐκτήσατο, ὁ τοῖς κατ᾿ ἔλλειψιν τῆς ἀρετῆς πάθεσιν ἀλογίστως ἐγκυλινδούμενος· ἔτι οὗτος μὲν, τὴν οἰκείαν ἐπιγινώσκων ἀσθένειαν, μετα νοίας ἀναμένει καιρὸν, δι' ἧς ἐλπίζει τυχεῖν σωτη ρίας παρὰ Θεοῦ· ἐκεῖνος δὲ, τὸ καθ' ὑπερβολὴν τῆς ἀρετῆς διάκενον οἴημα ἀγνοῶν, ὡς δυσφόρητον, ἐστὶ δυσθεράπευτος. ιγ'. Λέγει οκνηρὸς ἀποστελλόμενος εἰς ἐδόν Λέων ἐν ταῖς ὁδοῖς· ἐν δὲ ταῖς πλατείαις ταί. Ο ράθυμος, προτρεπόμενος διά τε τοῦ γραπτού νόμου, καὶ τοῦ φυσικοῦ ἐν τῷ Δεσποτικῷ καὶ σωτη ρίῳ πορευθῆναι θελήματι, παρ' αὐτοῦ πάντως τοῦ εἰς τὸ εἶναι τοῦτον παραγαγόντος, καὶ πᾶσιν ἐννί μως ἐπιστατοῦντος Ποιητοῦ καὶ Δεσπότου τῶν ὅλων Θεοῦ, προφασίζεται φοβεῖσθαι· ἐν μὲν ταῖς κατὰ πρᾶξιν τρίβοις τῶν ἐν τῷ γραπτῷ νόμῳ θείων ἐν τολῶν, διὰ τὸ τῆς ἀρετῆς ἐπίπονον, τὸν δίκην λέοντας τὰς τῶν ἀνθρώπων ψυχὰς ἁρπάζοντα θάνατον· ἐν δὲ τῷ τῆς φυσικῆς τῶν ὄντων θεωρίας πλάτει, τοὺς ἐν τούτῳ διὰ τὸ ἀπατηλὸν τῆς αἰσθήσεως λῃστρικώς ἐνεδρεύοντας δαίμονας, καὶ ταῖς ψευδέσι περὶ τῶν φαινομένων δόξαις, ἀποστεροῦντας τὸν νοῦν τῆς τούτου ἐν πνεύματι ζωής. ιδ. "Ωσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος, οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ. Καθάπερ θύρα ἐν μόνῳ τῷ ἰδίῳ στρόφιγγι περιστρέφεται ἀνοι γομένη, οὕτω καὶ ὁ πρὸς τὴν ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντολῶν διὰ τὸ τῆς ἀρετῆς ἐπίπονον, βήθυμος, τ σαρκὶ ὥς τινι κλίνῃ, διὰ φιληδονίαν ἐπαναπαυόμεν νος, μόνῃ τῇ ἐμμερίμνῳ σχέσει ταύτης εμπεριστρές φεται· κατὰ μὲν ἐπιθυμίαν ἀκόλαστον, τῶν ἐνηδί νων ὀρέξεων επιστρεφόμενος· κατὰ δὲ θυμὸν μὴ
col. 1485–1486page 133 of 162
PG 87:1485ἀνδρείως, τὰς ἐπιφορὰς τῶν ὀδυνηρῶν ἀποστρεφόμενος· καὶ ὑπάρχων πρὸς μὲν γνῶσιν ἀκίνητος, πρὸς δὲ ἀρετὴν ἀνενέργητος. ιε'. Κρύψας οκνηρὸς τὴν χεῖρα αὐτοῦ ἐν τῷ κόλπῳ αὐτοῦ, οὐ δύναται ἐπενεγκεῖν εἰς τὸ στόμα. Καλύψας ὁ πρὸς ἐργασίαν τῶν ἐντολῶν βάθυμος, ἐν τῷ κατὰ ψυχὴν ταμιείῳ αὐτοῦ, τὴν παρὰ Θεοῦ δοθεῖσαν πρακτικὴν δύναμιν, ἅτε μὴ ἐκτείνων ταύτην πρὸς τὴν τῶν θείων ἐντολῶν ἐνέργειαν, φει δεῖ τῆς σαρκὸς, διὰ τὸ τῆς ἀρετῆς ἐπίπονον, οὐ δύο ναται ἢ θρέψαι ἑαυτὸν τῇ τῶν αὐτῶν ἐντολῶν κατὰ πρᾶξιν γεύσει, ἢ ὁρέξαι χεῖρα βοηθείας τῷ ἐπαγγελο τικῷ τῆς ἀληθείας διδασκαλικῷ αὐτοῦ λόγῳ, δι' ἀπο λούθων αὐτῷ πρακτικών σημείων εἰς βεβαίωσιν ὥστε δύνασθαι αὐτὸν πληροφορεῖν τοὺς ἀκούοντας. ις΄. Σοφώτερος ἑαυτῷ ὀκνηρὸς φαίνεται, τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν. Ὁ πρὸς τὴν ἐργασίαν τοῦ ἀγαθοῦ ῥάθυμος, συνετώτερον ἑαυτὸν οἶεται, τοῦ ἐν τῷ πεπληρῶσθαι συνέσεως, ταύτην δι' ἔργων δικαιοσύνης καταγγέλλοντος, ὅτι μὴ ὡς ἐκεῖνος τῷ τραχεῖ τοῦ κατὰ Θεὸν βίου, ἀλλὰ ταῖς σαρκικαῖς ἡδυπαθείαις μᾶλλον ἐκδέδωκεν αυ τόν· μὴ εἰδὼς γὰρ τὸ ὄντως ἀγαθὸν, νομίζει ἀγαθὸν τὸ μὴ ἐν ἀγαθόν. ιζ. "Ωσπερ ὁ κρατῶν κέρκου κυνός, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως. Καθάπερ ὁ ἀπτό μενος ουραίου κυνός, κωλύειν τοῦτον ἐπιχειρῶν τῆς ἐπὶ τὰ πρόσω φορᾶς, δάχνεται ὑπ' αὐτοῦ, σπεύδοντος ἔχειν ἀκώλυτον τὴν ὁρμὴν, οὕτως ὁ κατὰ τὴν λαχοῦσαν αὐτῷ ἀρχὴν ἀνακρίνων ἕτερον, καὶ ἐξετάζων τὰ κατ' αὐτὸν προεστώς, ἐπέχειν τοῦτον ἐπι χειρῶν τῆς πρὸς κακίαν ῥοπῆς, ἐπιβουλεύεται παρ' αὐτοῦ, μὴ βουλομένου τοῦ κακίστου ἐπιχειρήματος εἴργεσθαι. τη', 10'. "Ωσπερ οἱ ἰώμενοι προβάλλουσι λόγους εἰς ἀνθρώπους, ὁ δὲ ἀπαντήσας τῷ λόγῳ πρῶτος, ὑποσκελισθήσεται· οὕτω πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν φίλους. Όταν δὲ ὀραθῶσι, λέ γουσιν, ὅτι Παίζων ἔπραξα. Καθάπερ οἱ πλήρεις τοῦ βασκανίας, δολεροὺς λόγους πρὸς ἀνθρώπους προ τείνουσιν, ὃς δ᾽ ἂν πρῶτος κατασοφισθείς, συγκαταθοῖτο τινι τῶν τοιούτων λόγων, περιτραπήσεται, καὶ τοὺς ἑτέρους διδάξει προσέχειν, ὥστε τῇ τῶν τοιούτων λόγων ἀπάτῃ μὴ συναρπάζεσθαι· οὕτως ἅπαντες οἱ λαθραίως ἐπιβουλεύοντες τοῖς ἀγαπῶσιν αὐτοὺς, περιεργάζονται τούτους, δι᾿ ὧν λέγουσιν ὁπόταν δὲ παρὰ τούτων διαγνωσθῶσιν, ἀπολογοῦνται ἕκαστος τούτων, ὡς χαριεντιζόμενος ἐπλάσατο τὴν ἐπιβουλήν· καὶ ἐν αὐτῷ τῷ τῆς διαγνώσεως φωτ!, αὐτῶν. *. Ἐν πολλοῖς ξύλοις θάλλει πῦρ· ὅπου δὲ οὐκ ἔστι δίθυμος, ήσυχάζει μάχη. Οἶδεν ἡ τοῦ πυρὸς φύσις, ὕλῃ ξύλων πολλῇ ἐμπλατύνεσθαι, καὶ εἰς μέγιστον ὕψος επαίρεσθαι· τὸν αὐτὸν πάντως τρόπον καὶ ὁ ἐνδομυχῶν θυμὸς, ὕλης προσφέρομ δραξάμενος, διπλασιάζεται, μεγάλην ἔχθραν ἀνά πτων· ἔνθα δὲ ὁ ἔνδοθεν ἐμφωλεύοντα τὸν θυμὸν κεκτημένος, μὴ ὑπάρχει διπλασιάζειν αὐτὸν ἀπὸ ἐπιχειροῦντες συσκιάζειν οἱ σκαιοὶ τὴν σκαιωρίαν
col. 1487–1488page 134 of 162
PG 87:1487ΕΙ τῶν ἔξωθεν ἀφορμῶν, ἔνδον τῆς τούτου ψυχῆς τὸ πρὸς τὸν πλησίον σχολάζει μίσος· ὡς ἀπόντι τῷ μισουμένῳ μὴ διαδεικνύμενον κατ' ενέργειαν οἷα δι' ὀργάνου τοῦ σώματος. κα'. Εσχάρα άνθραξι, καὶ ξύλα πυρί· ἀνὴρ δὲ λοίδορος, εἰς ταραχὴν εὐ]μάχης. Εκπυρούται μὲν ἐσχάρα ἐπ' ἀνθράκων κειμένη· καὶ φλόγα ἐγεί ρουσιν ἐπιπλέον πυρὶ ξύλα επιτιθέμενα· ἄνθρωπος δὲ ἀπόντας εἰωθὼς διαβάλλειν, ευρών τινας τῷ κατά τινος μίσει τεταραγμένους, προσεπιτίθησι κατ' ἐκείνων διαβολάς· καὶ τὴν τῶν μισούντων κατά τῶν μισουμένων ἐκπύρωσιν σφοδρὰν ἐπεργάζεται καὶ τὸν κατ᾿ ἀλλήλων πόλεμον ἐπιπλέον ἐγείρει κἀντεῦθεν ἀνθότου ὤφειλεν εἰρηνοποιεῖν, καὶ Υἱὸς χρηματίζειν Θεοῦ, ἀλλοτριοῦται Θεοῦ. κβ'. Λόγοι κερκώπων, μαλακοί· οὗτοι δὲ τύ πτουσιν εἰς ταμεία σπλάγχνων. Τὰ ῥήματα τῶν πρὸς χάριν λεγόντων, ἀπήλλακται πάσης σκληρότητος· οἱ δὲ ταῦτα προσφέροντες, τὰ δίκην ταμείων] κεκλεισμένα τῶν σπλάγχνων ὑπανοίγειν ἐπιχειροῦσι πρὸς εἰκτιρμούς· εἰ οὖν τὸ πρὸς χάριν λαλεῖν διὰ τὸ παροράσθαι τὴν ἀλήθειαν οὐ καλὸν, αἴτιο: πάνω τως οἱ ἄσπλαγχνοι. κγ'. Αργύριον διδόμενον μετὰ δόλου, ὥσπερ ὅστρακον ἡγητέον. Ο μεταδιδοὺς ἀργυρίου τινί, ἀπατῶν τοὺς ὁρῶντας, καὶ τὸν παρὰ τούτων θηρώμενος ἔπαινον, νομιζέτω τοῦτο μηδὲν διαφέρειν ἐστράκου, ἐπειδὴ μὴ εὐαρεστεί Θεῷ διὰ τῆς πρὸς τὴν ἀδελφὸν δίκην ἀργυρίου καθαρᾶς διαθέσεως οἰκτίρμονας γὰρ ἡμᾶς γίνεσθαι κατά μίμησιν θείαν, ὁ λόγος τοῦ Θεοῦ ἀπαιτεῖ. κα. Χείλη λεία καρδίαν καλύπτει λυπηράν. Στόμα λόγους παραμυθητικούς, και μηδεμίαν κεκτημένους τραχύτητα, λύπην ἀφανίζει ψυχῆς, εἰς παρ ηγορίαν τινὰ δι' αὐτῶν αὐτὴν ἐκκαλούμενον, καὶ συστέλλον τὸ ἄλγος αὐτῆς. Χείλεσι πάντα ἐπινεύει αποκλειόμενος εχθρός ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται δόλους. Τοῖς λύπην ψυχῆς ἀπαγγέλλουσι λόγοις, ἐπὶ πᾶσι συγκατατίθεται, ὡς δῆθεν συμπάσχων τῷ τούτους προσφέροντι, ὁ ἀπεχθῶς πρὸς αὐτὸν διακείμενος· ἐντεῦθεν δὲ διὰ τὸ πρὸς αὐτὸν μίσος, κατασκευάζει βουλὰς ἐν τῇ ἑαυ τοῦ ψυχῇ κατ' αὐτοῦ, συνωθῶν εἰς βάραθρον ἀπονοίας αὐτόν· ὁ γὰρ ἀληθῶς συναλγῶν τῷ ἀλγοῦντι, οὐκ αύξειν τὸ ἄλγος αὐτοῦ, ἀλλὰ κατακοιμίζειν μᾶλλον ἐπιχειρεῖ. κε'. Εάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ. μὴ πεισθῇς· ἑπτὰ γὰρ εἰσι πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ. Εἴπερ ὁ κοινὸς πάντων ἐχθρὸς, ἐκκαλεῖται σε πρὸς συνέργειαν τοῦ ἐν ἡμῖν βουλήματος αὐτοῦ, τὴν ἑαυτοῦ μεγαλύνων παράκλησιν, τῷ τε τῆς ἡδο νῆς δελεάματι, καὶ τῷ τῆς ὀδύνης φόβῳ, ὥστε ποι σαί σοι αὐτὴν ἀκουστὴν, μὴ γένῃ τούτῳ καταπειθής, τρυφῶν ὑποτιθεμένῳ σοι, διὰ τὸ εὐφραίνειν καὶ λι παίνειν τὴν σάρκα· ὡς μὴ εἶναι δῆθεν αὐτὴν τῇ φθορᾷ καὶ τῇ κατ' αὐτὴν ὀδύνῃ εὐεπιχείρητον· ἑπτὰ γάρ εἰσιν αἱ διὰ τῆς γαστριμαργίας κατὰ παντὸς τοῦ φιλοτάρχου πονηρόταται τούτου ἐπιβουλαί· ἡ τῆς πορνείας, ἡ τῆς λύπης, ἡ τῆς ὀργῆς, ἡ τῆς ἀκηδία;,
col. 1489–1490page 135 of 162
Caput XXVII
PG 87:1489αὐτῇ καὶ τὰ δι' αὐτὴν παρυφιστάμενα πάθη. ἡ τῆς κενοδοξίας, καὶ ἡ τῆς ὑπερηφανίας, αἷς περι πεσεῖ, πάντως καταδεξάμενος τὴν γαστριμαργίαν ὡς φίλαυτος· εἰ δὲ ταύτην δυνηθῇς ἀνελεῖν, συνανεῖλες κς'. Ο κρύπτων ἔχθραν, συνίστησι δόλον ἐκκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας, εὔγνωστος ἐν συνεδρίῳ. Ὁ καλύπτων τὸ ἑαυτοῦ πρός τινας μίσος, κατ' αὐτῶν συσκευάζει ἐπιβουλήν· καὶ κἐ κρυπται, ἵνα μὴ ἀπρακτήσῃ διαγνωσθείς· ἀνακαλύπτει δὲ τὰ ἑαυτοῦ παραπτώματα ὁ ἐν συνελεύσει διαφόρων ἀνδρῶν εὐδιάγνωστος· ὡς μὴ δυνάμενος πάντας ἀπελέγχειν ψεύστας, καὶ συσκιάζειν τὰ τού τους κατάδηλα. κα'. ῾Ο δρύσσων βόθρον τῷ πλησίον, ἐμπε σεῖται εἰς αὐτόν· ὁ δὲ κυλίων λίθον, ἐφ' ἑαυτῷ κυλίσει. Ο βλάβην λαθραίαν ἐπινοῶν κατὰ τοῦ ὁμοπίστου αὐτῷ, αὐτὸς εἰς ταύτην ἐμπίπτει κατά ψυχήν· ὁ δὲ φανερὰν βλάβην ἐπάγων αὐτῷ, ἑαυτῷ ταύτην καὶ ὁ τοιοῦτος ἐπάγει κατὰ ψυχήν· καθὼς γὰρ ἂν αὐτοὶ περὶ τὸν πλησίον διατεθῶμεν, οὕτω καὶ περὶ ἡμᾶς διατεθήσεται ὁ Κύριος, ἀποδιδούς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, οἷα κριτής δικαιότατος. κι'. Γλώσσα ψευδής μισεῖ ἀλήθειαν· στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας. Ο τὰ πρὸς χάριν λαλῶν, καὶ τὰ πρὸς χάριν ἀκούειν ἀσπάζεται, ἐν οἷς αὐτὸς θεραπεύεται, τούτοις καὶ ἄλλους θερα πεύειν ἐπιχειρῶν· κἀντεῦθεν καὶ λέγειν καὶ ἀκούειν τὴν ἀλήθειαν ἀποστρέφεται· ὁ δὲ ἐν λόγοις μὴ ἐγκρατευόμενος, ἀλλὰ φθεγγόμενος ἀπερισκέπτως τὰ τοὺς ἀκούοντας δάκνοντα ἢ διαχέοντα, ἀπάγει τοῦ καθεστηκότος τούτων ψυχάς, εἰς λύπην ἀλόγιστον, ἢ ὁμοίαν χαρὰν περιτρέπων αὐτάς. ΚΕΦΑΛ. ΚΖ'. α'. Μὴ καυχῶ τὰ εἰς αὔριον· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Μὴ κατὰ μὲν τὸ ἐνεστὸς θερά πευε τὸν ἀπατεῶνα τῶν ψυχῶν δαίμονα, τοῖς καθ' ἡδονὴν πάθεσι· ταῖς δὲ κατὰ τὴν αύριον ματαίαις ἐλπίσιν, ἐγκαυχῶ τὴν δικαιοσύνην ἐργάσασθαι· καὶ οὕτω τὰ κατ' ἔλλειψιν τῆς ἀρετῆς καὶ ὑπερβολὴν ἀντικείμενα πάθη, ἀλλήλοις συμφύρων, ἑαυτῷ κίρνα δηλητήριον φάρμακον, καὶ τῆς ἐν πνεύματι ζωῆς ἀναιρετικάν· ἀγνοεῖς γὰρ τί σοι συναντήσει κατὰ τὴν αύριον· διὸ τῷ λέγοντι Θεῷ, ὅτι σήμερον ἐὰν τῆς φωνῆς μου ἀκούσητε δεῖ πείθεσθαι, καὶ μὴ εἰς τὴν αὔριον ἀναβάλλεσθαι· ἧς οὐχ ὑπάρχομεν κύριοι. β'. Εγκωμιαζέτω ὁ πέλας, καὶ μὴ τὸ σὸν στό μα· ἀλλότριος, καὶ μὴ τὰ σὰ χείλη. Επαινείτω σε ὁ κατὰ πίστιν ᾠκειωμένος σοι, ἀγαθοεργοῦντα ὁρῶν, καὶ εὐαρεστοῦντα Θεῷ· καὶ μὴ αὐτὸς ἑαυτὸν, μέγα τι οιόμενος περὶ ἑαυτοῦ· καὶ ἐκθειαζέτω ὁ ἑτερόδοξος, ἀκούων περὶ τῆς σῆς ἀρετῆς, καὶ ταύ την αἰδούμενος· καὶ μὴ ἐκεῖνος μὲν τὸ τοῦ Θεοῦ όνομα βλασφημῇ διὰ σὲ, ὡς τῆς ἀνομίας εργάτην, αὐτὸς δὲ τοῖς οἰκείοις ἀποσεμνύνῃς βήματι σεαυτόν· εἰ, γὰρ δικαιοσύνης φέρεις καρπόν, δικαίως ἔσῃ ἀξιοθαύμαστος πᾶσι τοῖς ὁπωσοῦν τούτου μεταλαμβάνουσιν εἰ δ᾽ ἄκαρπος εἶ, ἄξιος λογισθήσῃ ἀξίνης τε καὶ πυρὸς, κἂν μυρίοις ἐπαίνοις σεαυτὸν συσκιάζειν ἐπιχειρῇς.
col. 1491–1492page 136 of 162
PG 87:1491γ'. Βαρὺ λίθος· καὶ δυσβάστακτον ἄμμος ὀργὴ δὲ ἄφρονος, βαρυτέρα ἀμφοτέρων. Βαρὺ καὶ ἡ τοῦ λογιστικοῦ διὰ φρονήσεως στέρησιν πώρωσις καὶ δυσβάστακτον ἡ περὶ τὸ ἐπιθυμητικόν δι' ἔνδειαν σωφροσύνης, τῇ ἐπιδροῇ τῆς τῶν παθῶν ἄλμης κάθυγρον, ήδονή· τὸ συνειδὸς ἐπιτρίβουσαί τε καὶ καταθλίβουσαι· κἀντεῦθεν ἀλύπως φέρεσθαι μὴ δυνάμεθα· ἀλλ' ἡ τοῦ θυμικοῦ ἀλόγιστος ἐνέργεια, ἀνθρώπου τοῦ μὴ ἐχέφρονι λογισμῷ, οἷά τινι λο γισμῷ, ἢ χαλινῷ, τῆς τυραννικῆς κατὰ τῶν ὁμο φυῶν ὁρμῆς τοῦτο ὡς ἀγέρωχόν τινα ἵππον ἀναχαιτίζοντας, ἐπαχθεστέρα καὶ ἀμφοτέρων ἐστί· διὸ καὶ μεῖζον τὸ τοιούτου φορτίου ἀποσκευαστικὸν φάρμακον, ἡ ἐντολὴ τῆς ἀγάπης ὑπὸ τοῦ Κυρίου ἐδόθη. δ. Ανελεήμων θυμὸς, καὶ ἐξεῖα ὀργὴ ἀλλ' οὐδὲ ὑφίσταται ζῆλος. Υπάρχει ασυμπαθῆς πρὸς ἀνθρώπους θυμὸς καὶ ὀργὴ φερομένη σφοδρά κατ' αὐτῶν ἐκ μικρᾶς ἀφορμῆς· ἀλλ' οὐδαμῶς ἐκ τούτων συνίσταται ζῆλος, ὡς μὴ κατά τινα αἰτίαν εύλογον κινουμένων· θυμοῦ γὰρ ὀργῆς, εἰ μὴ λόγος προκαθο ἡγεῖται, πῶς ἂν ὑποσταίη ὁ κατ' ἐπίγνωσιν ζῆλος; ε'. Κρείσσους ἔλεγχοι αποκαλυπτόμενοι χρυ πτομένης φιλίας. Κρείττονες εἰσιν ὑπὲρ ἀληθείας παῤῥησιαζόμενοι λόγοι, καὶ τοῖς φιλουμένοις φαν νεροποιοῦντες, διορθώσεως χάριν, τὰ αὐτῶν ἐλαττώματα· κἂν ἐν τῷ ἀποξέειν τὸν τῆς και κίας ἰχῶρα δριμύττωσιν, ὑπὲρ τὴν συστελλομένην ἀγάπην, διὰ τὸ ἐπαχθὲς τῶν ἐλέγχων, καὶ μὴ ἐξ ἔργων διαδεικνυμένην· ὅτι ἐκεῖνοι μὲν τὴν ἀχλον τῆς ἀγνοίας τῶν ὑπ' αὐτῶν ἐλεγχομένων, διασκεδάζουσι, καὶ φῶς γνώσεως αὐτοῖς ἀνατέλλουσιν ὑπ' ὄψιν απ Ο τῶν ἄγοντες τὰ τούτων ψυχικά τραύματα, ὡς ἂν τῆς ὑποστελλομένη ἀνεπιμελήτους τοὺς ἀπαγομένους έξι μην προσηκούσης τεύξωνται θεραπείας, αὕτη δὲ δημίαν ἐπάγουσα τούτοις ὠφέλειαν. ς'. Αξιοπιστότερά ἐστι τραύματα φίλου, Η ἑκούσια φιλήματα ἐχθροῦ. Τοῦ ἀγαπῶντος ἡμᾶς Θεοῦ, καὶ μὴ θέλοντος τὸν θάνατον τοῦ ἁμαρτωλού, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτὸν, αἱ παιδεῖαι πλέον ἀσυγκρίτως εἰσὶν ἄξιοι πιστεύεσθαι συμφέρειν ἡμῖν, κἂν ἀκουσίως πρὸς κάθαρσιν ἡμῶν ἐπισυμ βαίνωσιν, ὑπὲρ τὰς φιλουμένας ἡμῖν τῶν καθ᾽ ἡδον νὴν ἑκουσίων παθῶν ὑποθήκας τοῦ τὴν ἡμετέραν ἀπώλειαν θέλοντος δαίμονος· καὶ γὰρ οἱ μὲν κατὰ συγχώρησιν Θεοῦ, πρὸς ἡμετέραν διόρθωσιν ἀκού στον πειρασμοί, σωτηρίας ἡμῖν εἰσι πρόξενοι· οἱ δὲ παρὰ τοῦ Πονηροῦ, πρὸς ἡμετέραν ἀπώλειαν ἐκού σιοι, αἰωνίου κολάσεως· ἐγκρατευσώμεθα γοῦν τήν ἡδονῆς, καὶ ὑπομείνωμεν τὴν ὀδύνην, ὅση δύναμις" Ο ὅπως ἀπαλλαγῶμεν πάσης παθῶν ἐπινοίας, καὶ και κουργίας δαιμονιώδους, καὶ τῆς ἀνωλέθρου ζωής ἐπιτύχωμεν. ζ'. Ψυχὴ ἐν πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει ψυχῇ δὲ ἐν ἐνδείᾳ, καὶ τὰ πικρὰ γλυκέα φαίνεται. Ὥσπερ ὁ βρωμάτων πλησθείς, καὶ πρὸς αὐτὴ τὸ ἡδύτατον μετὰ κηρίου μέλι ανορεκτῶν, τούτου καταφρονεῖ· τῷ δὲ ἐνδεεῖ τοῦ ἄρτου, καὶ τὰ τῶν βρωμάτων ὁμοῦ, ἡδέα δοκεῖ· οὕτω καὶ ἡ τῇ τῶν
col. 1493–1494page 137 of 162
PG 87:1493προσκαίρων ἀπολαύσει πεπλησμένη ψυχή, τα κατὰ γνῶσιν ὑπὲρ μέλι καὶ κηρίον γλυκέα τῷ πνευματικῷ λάρυγγι θεῖα λόγια ἀποστρέφεται· τῇ δ' ἐγκρατῶς περὶ τὰ προσκαίρως ἡδέα διακειμένῃ ψυχῇ, καὶ τὸ τῆς ἀρετῆς ἐπίπονον καὶ ἀηδὲς τῇ σαρκί, καὶ ὰ πεῦμα ὁρᾶται ἡδύτατον· διὸ καὶ γεν ναίως τούτῳ ἐγκαρτερεῖ, ἀκορέστως ἔχουσα πρὸς γνῶσιν καὶ ἀρετήν. η'. "Ωσπερ ὅταν όρνεον καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς, οὕτως ἄνθρωπος δουλοῦται ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων. Καθάπερ τι πτη νὸν πρὸ τοῦ πτεροφυῆσαι τέλεον, πειρώμενον ἵπτασθαι, ἐκπίπτει τε τῆς ἑαυτοῦ καλιᾶς, καὶ τοῖς παρα τυχοῦσιν ἁλίσκεται· οὕτω καὶ ὁ ἄνω πρὸς Θεὸν ὡς ἀρχέτυπον ὁρᾷν τε καὶ τούτου ἐρῶν ὡς ἀλαθήτου γνωστοῦ καὶ ἐσχάτου ὀρεκτοῦ, πλασθείς ἄνθρωπος ὑπόταν τῶν οἰκείων κατὰ νοῦν καὶ λόγον ἕξεων τῆς γνώσεως καὶ τῆς ἀρετῆς ἑκὼν ἀπαλλοτριωθῇ, τοῖς ἀτιμοποιοῖς δεδούλωται πάθεσιν. θ'. Μύροις καὶ οἴνοις καὶ θυμιάμασι τέρπεται καρδία· καταῤῥήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή. Δόγμασί τε εὐσεβείας χριομένη πνευματικῶς ἡ ψυχὴ, καὶ ταῖς θείαις ἐντολαῖς, τῶν φυσικῶν ἐξ ισταμένη ορέξεων, καὶ τοῖς τοῦ παναγίου Πνεύματος εὐωδιαζομένη χαρίσμασιν, εὐφροσύνης πληρούνται πνευματικῆς· διασπᾶται δὲ τούτων, ὁμοῦ καταπίπτουσα τε εἰς τὴν τῶν δογμάτων ἀπιστίαν, καὶ τὴν τῶν ἐντολῶν παρακοήν, πληρουμένη τῆς δυσωδίας τῶν ἀκαθάρτων παθών. ι'. Φίλον σὲν καὶ φίλον πατρῷον μὴ ἐγκαταλίπῃς· εἰς δὲ οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθης ἀτυχῶν. Τὸ σοὶ καὶ τῷ προπάτορι προσφιλές σαρ κίον, μήτε τῇ ἀρετῇ μήτε τοῖς πρὸς σύστασιν ἀναγ καίοις καταλείψῃς ἀνεπιμέλητον· ὡς περιπεσεῖν τοῖς καθ᾽ ἡδονὴν ἢ τοῖς κατ' ἐδύνην πάθεσιν· ἀλλ' ὅσον τὸ ἐπὶ σοὶ, ἀνήδονόν τε καὶ ἄνοσον τοῦτο διατηρῶν, ἔχε σύνδουλον πρὸς τὴν τῶν κρειττόνων ὑπὸ ηρεσίαν· εἰς δὲ τοῦ διὰ φιλανθρωπίαν ἀνασχομένου ἀδελφοῦ σοι τὸ κατὰ σάρκα γενέσθαι Θεοῦ Λόγου, τὸν κατ' ἀρετὴν ἅγιον οἶκον, ἔτι γε τοῦ κατ' αὐτὴν πνευ ματικοῦ πλούτου πενόμενος, μὴ τολμήσῃς ὅλως μεθ' ὑποκρίσεως εἰσελθεῖν· ὥστε τοῖς πολλοῖς δόξαι ἐνάρετος· ἵνα μὴ ἀναξίως εἰσελθὼν εἰς αὐτὸν, εἰς τὸ σκότος ἀποῤῥιφῇς τὸ ἐξώτερον. Κρείσσων φίλος ἐγγὺς, ἢ ἀδελφὸς μα κράν οἰκῶν. Καλλίων ἐστὶ φίλος ομογνώμων, ἢ ἀδελφὸς ἑτερογνώμων, ὅτι ἐκείνῳ μὲν ἔστι συμβιοτεύειν εἰρηνικῶς, τούτῳ δ' οὐχ οὕτως, ἀλλὰ τεταραγμένως τε καὶ μαχίμως· οἱ φρονοῦντες γὰρ ἀδελ φά, κἂν μὴ τυγχάνοιεν ἀδελφοί, πλέον τῶν κατά σάρκα ἀδελφῶν ὑπάρχουσιν ἀδελφοί· ὅπερ δηλῶν καὶ ὁ Κύριος, εἴρηκεν· ὅτι Μήτηρ καὶ ἀδελφοί μου εἰσὶν οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐ φανείς. ια΄. Σοφὺς γίνου, υἱὲ, ἵνα εὐφραίνηταί σου ἡ καρδία· καὶ ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους. Τοῦ τελειοποιοῦ χαρίσματος της σοφίας, ὁ διὰ τῆς ἐν πνεύματι διδασκαλίας υιοθετούμενός μου, μεταλάμβανε· ὅπως εὐφροσύνης πνευματικῆς ἀπο η
col. 1495–1496page 138 of 162
PG 87:1495λαύσῃ σου ή ψυχή· καθαιρομένη τε διὰ πράξεως, καὶ φωτιζομένη διὰ τῆς τῶν ὄντων φυσικῆς ἐν πνεύματι θεωρίας· καὶ τελειουμένη ἐν τῷ ταῦτα κατὰ νοῦν διαβαίνειν, καὶ εἰς τὸν ἀνεπιβούλευτον τόπον τῆς μα καρίας περὶ Θεὸν ἀειφεγγίας φθάνειν καὶ ἀδιαλείπτως τοῦ κάλλους τῆς θείας αὐτοῦ κατατρυφαν ὡραιότης τος· καὶ ἀπόπεμψον ἐντεῦθεν ἀπὸ σοῦ τῷ τούτου φόβῳ καὶ πόθῳ, πάντας τὰς ἐξ ὑποθήκης τοῦ Πον ροῦ κινουμένους ἐν τῇ σῇ ψυχῇ πολλῆς ἀξίους μέμ ψεως καὶ κατακρίσεως λογισμούς. ια. Πανούργος, κακῶν ἐπερχομένων, ἀπεκρύβη ἄφρονες δὲ ἐπελθόντες, ζημίαν τίσουσιν. Ο οἷα ἐχέ φρων, παντί τρόπῳ, τὸ καλὸν ἐργαζόμενος ἄνθρωπος, στοχαστικῶς προϊδὼν τὰ ἐπερχόμενα αὐτῷ παρά τε δαι μόνων καὶ ἀνθρώπων ὑπὸ τούτων ήπατημένων κακά, ἐξέφυγεν αὐτὰ, ὑπὸ τὴν θείαν τε σκέπην καταφυγὼν, καὶ ταῦτα εὐφυῶς μετελθών· οἱ δ' ἀλογίστως βιοῦντες, θρασέως τούτοις ἐπιπηδήσαντες, δίκας ὑπέρ τε τῆς ἑαυτῶν, καὶ τῆς τῶν διωκόντων αὐτοὺς ἀνθρώπων ψυχικῆς βλάβης, ὑφέξουσιν. ιγ΄. Ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ· παρῆλθε γὰρ υβριστής, ὅστις τὰ ἀλλότρια λυμαίνεται. Περίελε δι' ἐλέγχων τὸ ἐσχηματισμένον τοῦ λόγου τε καὶ τοῦ τρόπου, ἀνθρώπου τοῦ ἐνδεδυμένου αὐτὸ οἷα πρεβά του δοράν, καὶ τὰς τῶν εὐηθεστέρων ψυχάς, δίκην λύκου ἁρπάζοντος· παρέδραμε γὰρ τὴν ἀρετὴν, μέσ νον τὸ παρηλλαγμένον τῆς κεκρυμμένης αὐτοῦ δια θέσεως ἔξωθεν σχῆμα αὐτῆς μετελθὼν, ὅστις ἐν τεῦθεν καθυβρίζει τὴν ἀλήθειαν καὶ τὸ ἀγαθόν ἐπιχειρῶν τε λανθάνειν καὶ ἀπατηλῶς περιφέρων τὸ τῆς ἠλλοτριωμένης ἐξ αὐτοῦ ἀρετῆς μειλίχιον καὶ σεμνόν· ἅπερ πάντως καὶ διαφθείρει ἐν τῷ τοιουτοτρόπως περιφέρειν αὐτά. ιδ'. "Ος ἂν εὐλογεῖ φίλον τὸ πρωΐ μεγάλῃ τῇ φωνῇ, καταρωμένου οὐδὲν διαφέρειν δέξει. Ος ἂν ταχέως ὃν ἀγαπᾷ ἐπαινεῖ εἰς τὸ φανερὸν, μεγά λην βλάβην ἐπάγων αὐτῷ, τὴν ἀπὸ τῶν ἐπαίνων φυσίωσιν, κατευχομένου οὐδὲν διαφέρειν ὑποληφθήσεται· διὸ οὐ δεῖ πρὸ τελευτῆς μακαρίζειν τινὰ, διὰ τὸ τῆς προαιρέσεως εὐαλλοίωτον. ιε'. Σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρα χειμερινῇ ἐκ τοῦ οἴκου αὐτοῦ· ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ τοῦ ἰδίου οίκου. Οἱ ἄνωθεν φερόμενος θεῖοι λόγοι, τὸν ἄνθρωπον ἐν καιρῷ πειρασμοῦ, ἐξω ιστῶσι κατὰ νοῦν, σαρκὸς ἐν ᾗ παροικεῖ· πείθοντες τοῦτον ταύτης ὑπερορᾷν, διὰ τὴν μέλλουσαν μισθο αποδοσίαν· ὡσαύτως δὲ καὶ ἡ αἴσθησις, τὴν ἀρετὴν διὰ τὸ ἐπίπονον διαβάλλουσα, τῆς ἐν ταύτῃ διαμονής αὐτὸν ἐξιστᾷ, τοῖς πόνοις μὴ ἐγκαρτερεῖν ἀναπείθουσα· εἴη δὲ ἀνθρώπῳ παντὶ πάσχειν τὴν κρείττονα έκστασιν, καὶ μὴ πειρᾶσθαι τῆς χείρονος· ἡ μὲν γὰρ ἀνάγει τὸν νοῦν πρὸς Θεὸν, καὶ τῆς βασιλείας αὐτοῦ ἀξιοῖ· ἡ δὲ πρὸς γῆν κατασπα, καὶ καταδικάζει εἰς γέενναν. ις'. Βορέας σκληρὸς ἄνεμος· ὀνόματι δὲ ἐπι δέξιος καλεῖται. Τὸ κατὰ τὴν τοῦ βίου θάλασσαν, δίκην ἀνέμου βορέου ἀνεγείρον κλύδωνα πειρασμῶν, καὶ χειμάζον τὰς ψυχὰς πνεῦμα τῆς πονηρίας, ἀντιτυπὲς ὑπάρχει τῇ μὲν ψυχῇ, τοῖς ἀκουσίοις ποιο
col. 1497–1498page 139 of 162
PG 87:1497ρασμοῖς, τοῖς ἑκουσίοις δὲ τῇ σαρκί· καὶ γὰρ οἱ μὲν ἑκούσιοι, εἰ καὶ περιποιοῦνται ἡδονὴν τῇ σαρκὶ, ἀλλά γε ἡ ψυχή, τῷ τοῦ συνειδότος ἐπὶ τούτοις ἐλέγχῳ, καὶ τῷ τῶν μελλουσῶν κολάσεων φόβῳ, οὐκ ἀνα παύεται· οἱ δ᾽ ἀκούσιοι, εἰ καὶ τῇ ἐλπίδι τῆς τῶν μελλόντων ἀγαθῶν μισθαποδοσίας εὐφραίνουσι την ψυχὴν, ἀλλ᾽ ἡ σὰρξ δυσχεραίνει ἐπὶ τῷ ἐπιπόνῳ αὐτῶν· ἀμφότερα δὲ τὰ τοιαῦτα εἴδη τῶν πειρασμῶν περιέπει κακούργως ὁ Πονηρός· τὸ μὲν ἐπαίρων και διερεθίζων τὴν ψυχήν, μηχανώμενος ἡδοναῖς σώμα. τος ἀποστῆσαι τῆς θείας ἀγάπης τὴν ἔφεσιν· τὸ δὲ, σοφιστικῶς ἐξαιτούμενος, ὡς δι᾽ ἐδύνης φθεῖραι τὴν φύσιν βουλόμενος ἵνα βιάσηται τὴν ψυχὴν, ἀτονίᾳ βολὴν κινῆσαι τοὺς λογισμούς. ιζ. Σίδηρος σίδηρον ὀξύνει· ἀνὴρ δὲ παροξύ να πρόσωπον ἑτέρου. Σιδήρῳ μὲν χαλκευτικόν τι σιδήριον παρατριβόμενον τεχνικῶς, τοῦτον ὀξύνει ψυχὴ δὲ ἀνδρεία, καὶ πρὸς πόνους ἀνένδοτος, αὐτὴν τὴν συνεργὸν αὐτῇ σάρκα κατ' ἐπιστήμονα λόγον λεπτύνουσα, διεγείρει πρὸς ἀρετήν. πόνων καταβληθεῖσαν, πρὸς τὴν τοῦ Κτίσαντος δια τη'. "Ος φυτεύσει συκῆν, φάγεται τοὺς καρποὺς αὐτῆς· ὃς δὲ φυλάσσει τὸν ἑαυτοῦ Κύριον, τιμη θήσεται. Ο τὸν θεῖον λόγον καταφυτεύων τῇ πίστει ἐν τῇ ψυχῇ αὐτοῦ, δίκην συχῆς φέροντα καρπὸν τῷ φόβῳ τῶν ἀπειλῶν, ὕστερον δὲ γλυκαίνοντα δίκην μέλιτος, τῇ ἐλπίδι τῶν ἐπαγγελιῶν, ἀπολαύσει τού του έξω σαρκὸς κατὰ πράξιν γενόμενος· γευσάμενος τε καὶ μαθὼν ἐκ τῆς πείρας αὐτῆς, ὅτι χρηστὸς ὁ Κύριος· ὁ δὲ τηρῶν τὸν αὐτοῦ ἡγεμόνα νοῦν ἀπὸ τῆς τῶν φαινομένων πλάνης ἀνεπιβούλευτον, έξω κόσμου κατὰ θεωρίαν γενόμενος, καὶ ἐν Θεῷ κατα παύτας, δοξασθήσεται ἐν τῷ ὀφθῆναι αὐτῷ τὴν δόξαν αὐτοῦ. ιθ'. "Ωσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων. Καθάπερ διάφοροι τῶν προσώπων οἱ χαρακτήρες, διαλλάττοντες κατὰ τὰ ἀχώριστα συμβεβηκότα, τό τε σιμόν καὶ τὸ γρυπόν, τὸ λευκὸν καὶ τὸ μέλαν, καὶ τὰ ὅμοια, οὕτω διαλλάττουσι καὶ αἱ τῶν ψυχῶν διαθέσεις κατὰ τὰς διαφόρους προαιρετικὰς ἀρετὰς καὶ κακίας. .κ'. "Αδης καὶ ἀπώλεια οὐκ ἐμπίπλανται· ὡσαύ τως καὶ οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων άπληστοι. Καθάπερ ὁ τὰς ψυχὰς μετὰ τὴν ἀπὸ τῶν σωμάτων διάζευξιν ὑποδεχόμενος ᾄδης, καὶ ὁ ταύτας ἀπατῶν, καὶ Θεοῦ ἐξιστῶν δαίμων, κἂν πάντας καταπίωσιν, οὐ κορέννυνται· κατὰ τὸν αὐτὸν τρόπον καὶ αἱ ὀπτι καὶ τῶν ἀνθρώπων δυνάμεις, οὐκ ἐμπίπλανται τῆς περὶ τὰ φαινόμενα ἀπάτης· ἕως ἂν τούτων ὑπεριδοῦσαι, τὴν δόξαν άψωνται τοῦ Θεοῦ· τοῦ γὰρ ἐσχάτου ὀρεκτού φυσικῶς πάντα ἐφίεται· κἂν τοῦτό τινες δι' ἀπάτην παραγνωρίζοντες, τοῦ μὴ ὄντος ὡς ὄντος κατὰ γνώμην ἀντέχονται. Βδέλυγμα Κυρίῳ στηρίζων ὀφθαλμόν· καὶ οἱ ἀπαίδευτοι, ἀκρατεῖς γλώσσῃ. Οὐκ εὐάρεστος τῷ πάντων κυριεύοντι Θεῷ πᾶς ὁ τὸ νοερόν όμμα τῆς ψυχῆς ἀπασχολῶν κατ' αἴσθησιν τῇ ἐπιφανείᾳ τῶν ὁρατῶν· καὶ μὴ διαβαίνων ἐν πνεύματι πρὸς τὴν διὰ πάντων ὡς συμβόλων μηνυομένην ἀλήθειαν· καὶ
col. 1499–1500page 140 of 162
PG 87:1499οἱ ἐντεῦθεν μὴ πεπαιδευμένοι τὰ θεῖα ἀδόλο σχε κομψείᾳ λόγων τὰς ἀκοὰς τῶν πολλῶν καταγοητεύ τες, καὶ μὴ τρέφοντες τας ορεγομένας ψυχὰς τοῦ ἐκ τοῦ οὐρανοῦ καταβαίνοντος ἄρτου, καὶ ταύτας στη ρίζοντος. κα'. Δοκίμιον ἀργύρῳ καὶ χρυσῷ, πύρωσις· ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος εγκωμιαζόντων αὐτ τόν. Δοκιμάζονται ὁ μὲν ἄργυρος καὶ ὁ χρυσὸς ἐν καμίνῳ πυρούμενοι, ἐὰν ὦσι καθαροὶ, καὶ μὴ κίβδη. λοι· ὁ δ᾽ ἀνένδοτος τοῖς πάθεσιν ἄνθρωπος, ἐξετάζει ται καὶ γνωρίζεται ἐν τοῖς τῶν ἐπαινούντων αὐτὸν ἐγκωμίοις, ἐὰν ταπεινόφρων εἴη, καὶ μὴ τούτοις ἐπαίρηται. Καρδία ἀνόμου ἐκζητεῖ κακά· καρδία δὲ εὐθεῖα ἐκζητεῖ γνῶσιν. Ἡ ψυχὴ τοῦ μὴ κατὰ λόγον ἐπιστατοῦντος τῇ ἐπιθυμίᾳ καὶ τῷ θυμῷ, ὧν ἡ μὲν διάλυσίς ἐστι τοῦ περὶ καρδίαν πνεύματος· ὁ δὲ, ζέσις τοῦ περὶ καρδίαν αἵματος, ἀκρατῶς τῶν τε ἡδέων ὀρέγεται, καὶ τῆς τῶν λυπησάντων ἀντιλι πήσεως· ἡ δὲ τῷ λόγῳ καὶ νόμῳ τῆς φύσεως, ἰθυτενὴς ψυχή, ὡς τὸ νερὸν αὐτῆς ὄμμα πάσης ἀγλύος παθῶν ἀπηλλαγμένον διαφυλάττουσα καθαρώς κατ' ἐπιστήμην ἐφίεται του φωτισμοῦ τῆς γνώσεως του πάντων αἰτίου Θεοῦ. κβ'. Ἐὰν μαστιγοῖς ἄφρενα ἐν μέσῳ συνεδρίου ἀτιμάζων, οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ. Ἐὰν τὸν ἀλογίστως βιοῦντα τύπτης λόγοις ἔλεγχτ κοῖς, καταισχύνων αὐτὸν ἐπ' ὄψεσι συγκαθημένων πολλῶν, οὐ περιαιρήσεις τὴν ἀλόγιστον τούτου προς τὰ χείρω ῥοπήν· ἐντεῦθεν γὰρ τέλεον ἀπαναισχυντήσας, ἀναιδῶς ἂν πράττοι τὰ πονηρά. κγ', κδ'. Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου· καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις, ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀνδρὶ κράτος καὶ ἰσχὺς, οὐδὲ παραδίδωσιν ἐκ γενεᾶς εἰς γενεάν. Οὐχ & πλῶς ἀπὸ τῶν φαινομένων ἠθῶν, ὦ λογικῶν προβάτων ποιμὴν, δεῖ σε γινώσκειν τοὺς σοφούς φοιτητὰς, ἀλλὰ τὰ κατ' αὐτοὺς ἀκριβῶς ἐξετάσαντα, ἐπιγνῶναι ὅπως ἔχουν σιν αἱ κατὰ ψυχήν κεκρυμμέναι διαθέσεις αὐτῶν, ένα τοῖς προσφόροις φαρμάκοις, τὰς μὲν καχεκτού σας ψυχάς, τῶν διοχλούντων αὐτὰς ἀπαλλάξῃς τ θῶν· τὰς δ' εὐεκτούσας, ἐπὶ τοῦ καθεστηκότος δια τηρήσῃς ὡς δυνατόν· καὶ τοὺς μὲν εἰσαγωγικούς, ὡς νηπίους ἔτι τὴν κατὰ Χριστὸν ἡλικίαν, οἷα γάλα τὴν ἠθικὴν ποτίσῃς φιλοσοφίαν· τοὺς δὲ προκόπτοντας, την φυσικήν· καὶ τοὺς τελείους, θρέψης τ θεολογικῇ· τὸν ἐκ τοῦ οὐρανοῦ καταβαίνοντα ἄρτων Θεόν Λόγον εἰς βρῶσιν πνευματικὴν διδασκαλικώς προσφέρων αὐτοῖς καὶ ταῖς τῶν μαθητῶν ὁμηγύρεσ χρεών σε τὴν σὴν ἐρεῖσαι ψυχὴν ἐπισκοποῦσαν ἐνδιαθέτως τὰ κατ᾿ αὐτοὺς, καὶ ὡς εἰκὸς θεραπεύειν ἐπιχειροῦσαν, διὰ τὸ μὴ εἶναι δυνατὸν κατὰ τὸν αἰῶνα τοῦτον τῷ κατὰ τῶν παθῶν ἀγωνιζομένῳ, τὴν κατ' αὐτῶν νίκην τελείαν κομίσασθαι, ὡς μηδὲ προς βάλλειν ὅλως ταῦτα αὐτῷ· οὐδ᾽ ἀτρεψίας δύναμις ἐστιν ἐν αὐτῷ ἕως ἂν ὑπόκειται τῇ φθορᾷ· μὴ οὔτε δὲ κατὰ τὴν παροῦσαν ζωὴν, οὐδὲ παραπέμψοι ἂν ἐξ αὐτῆς πρὸς τὴν μέλλουσαν· ἀλλὰ κληρονομηθήσεται μᾶλλον σὺν τῇ ἀφθαρσίᾳ κατὰ τὴν μέλλουσαν· διὸ δεῖ σε μετὰ πάσης σπουδῆς ἐπιμελεῖσθαι τῶν ὑπ' σὲ ἕως ἂν ὦτι τρεπτοί.
col. 1501–1502page 141 of 162
Caput XXVIII
PG 87:1501καʹ, κς'. Επιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν, καὶ 25, 26. κερεῖς παν· καὶ σύναγε χόρτον ἐρεινὸν, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν· τίμα πεδίον, ἵνα ὦσιν ἄρνες. Καταφρονῶν τῆς κατ' αἴσθησιν ἀντι λήψεως τῶν ἐν τῷ πλάτει τῆς φυσικῆς καὶ τῆς γρα φικῆς θεωρίας παλαιουμένων τε καὶ παρερχομένων, τῆς ἐπιφανείας πάντως τῶν ὁρατῶν, καὶ τοῦ καθ' ἱστορίαν γράμματος ἐπιμελοῦ κατὰ νοῦν τῶν ἐν τῷ τοιούτῳ πλάτει νεαζόντων τῷ καινοποιῷ Πνεύ ματι λόγων τῶν ὄντων, καὶ Γραφικών νοημάτων καὶ δρέψῃ κατ' ἐνέργειαν τῶν ἀρετῶν τὴν ἀειθαλή γνῶσιν τῶν ἐν πάσῃ τῇ Γραφῇ καὶ τῇ κτίσει δια δεικνυμένων παναγάθων τοῦ Θεοῦ θελημάτων· ἀλλὰ καὶ αὐτὴν σύλλεγε πανταχόθεν τὴν εὐμάραντον οἷα χόρτον παραδειγματικὴν ἱστορίαν τῶν ὑψηλοτέρων θεωρημάτων· ὅπως κέκτηται τὰ ἀγόμενα σοι κατ' ἐπιστήμην πνευματικὴν, λογικὰ πρόβατα· ἀναλόγῳ τούταις τροφῇ τῇ καθ᾽ ἱστορίαν διδασκαλία, τρεφόμενα παρὰ σοῦ, καὶ δίκην μαλλοῦ τοὺς τῆς ἠθικῆς φιλοσοφίας τρόπους φύοντα· ὥστε καὶ τοὺς χρῄζοντας ταύτης, προς θάλψιν μεταλαμβάνειν πνευματικὴν· μὴ οὖν ἀπαξίου τὴν χθαμαλωτέραν διδασκαλίαν, ἀλλὰ καὶ ταύτης λόγον ποιοῦ· ἵνα ὑπάρχωσι σοι καὶ μενος, καὶ ταῖς καθ' ἡμέραν ἐπιδόσε σιν πρὸς τελειότητα ποίμνιον. κζ'. Υιέ, παρ' ἐμοῦ ἔχεις ῥήσεις ἰσχυρὰς εἰς τὴν ζωήν σου, καὶ εἰς τὴν ζωὴν τῶν θεραπόν των. Ο πνεῦμα υἱοθεσίας λαβών, αναντιῤῥήτους ἐξ ἐμοῦ τῆς σοφίας κέκτησαι διδασκαλίας φερούσας σε κατὰ θεωρίαν καὶ πρᾶξιν, εἰς τε τὴν ἐν Χριστῷ κε κρυμμένην οἰκείαν σοι κατὰ πνεῦμα ζωὴν· καὶ εἰς τὴν κατὰ τὸν τῆς φύσεως νόμον οἰκείαν ζωὴν τοῖς δουλεύουσί σοι πρὸς ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντολῶν μέλεσι τῆς σαρκός σου· παροιμιωδῶς γάρ σε τὰ κει κρυμμένα διὰ τῶν φαινομένων διδάσκουσαν ἐπιστήμην θείων καὶ ἀνθρωπίνων πραγμάτων χαρίζομαι ὡς ἂν καλῶς πρὸς Θεὸν καὶ ἀνθρώπους διάκεισαι, εἰρήνην μετὰ πάντων διώκων καὶ τὸν ἁγιασμόν. ΚΕΦΑΛ. ΚΗ'. ἀτελέστεροι μαθηταί, ὡς γάλακτι ταύτῃ τρεφό. ἀναγόμενοι, καὶ οὕτω τὸ λογικόν του πλατύνηται α'. Φεύγει ὁ ἀσεβὴς μηδενὸς διώκοντος δίκαιος δὲ, ὥσπερ λέων πέποιθεν. Ὥσπερ τὰ πρὸς ἀτιμίαν ἀνθρώπων ποιῶν, πτοούμενος μήπως ἁλῷ φωραθείς, καὶ δίκας ὑφέξει ὧν πρὸς αὐτοὺς πεπλημμέληκε, δραπετεύει, καν παρά τινος μήπω διώκηται· ὁ δὲ μήτι πρὸς λύπην τινὸς ἐργασάμενος, κἂν ὑπό τινος διαβάλληται, καὶ εἰς δικαστήριον ἕλκηται, ἔχων τὸ οἰκεῖον συνειδὸς ἀκατάγνωστον, θαῤῥεῖ ὥσπερ θηρά λέων ἐπὶ τῇ ἰδίᾳ ρωμαλεότητι· οὕτω καὶ ὁ τὰ μὴ τι μῶντα Θεὸν ἔργα διαπραττόμενος, καὶ πρὶν ἢ τὸ μέλλον ἐπιστῇ δικαστήριον, ἤδη καταδεδίκασται, ὑπὸ τοῦ ἰδίου συνειδότος κατακρινόμενος· ἡ δ᾽ ἀμέμπτως πολιτευόμενος, κἂν ἑκουσίοις πειρασμοῖς περιπείρη ται, ἀλλά γε τὴν ἐλπίδα τῆς μελλούσης μισθαποδοσίας οὐκ ἀποβάλλεται· ὅπερ δηλῶν καὶ ὁ μακάριος λέγει Δαβίδ' ο Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ δίαις θαλασσών.» β'. Δι' ἁμαρτίας ἀσεβῶν, κρίσεις ἐγείρονται ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν χαρ
col. 1503–1504page 142 of 162
PG 87:1503ἀνὴρ δὲ πανούργος κατασβέσει αὐτάς. Τῶν μὴ τιμώντων κατά διάθεσιν τὸ ὄντως ἀγαθὸν ἀποτυγχανόντων πολλάκις τῶν αὐτοῖς ἐφετῶν, διενέξεις μεταξύ τούτων ἐγείρονται, ἀλλήλοις προσαπτόντων τὰς τῶν ἀποτυχιῶν ἀφορμάς· ὁ δὲ φρόνιμος, τὰς ἐντεῦθεν ἔριδας μετελθὼν εὐγνῶς, καταπαύσει αὐτάς. γ'. ᾿Ανδρεῖος ἐν ἀσεβείαις, συκοφαντεῖ πτωο χούς. Ωσπερ ὁ ἰσχυρὸς τῇ τε γλώττῃ τοῦ καταψεύδεσθαι, καὶ τῇ χειρὶ τοῦ καταδυναστεύειν, τοῖς ἀπο ροῦσι καὶ λόγου καὶ δυναστείας ἐπηρεαστικῶς ἐπιφύεται· οὕτω καὶ ὁ κατὰ προαίρεσιν ἡμετέραν ἰσχυρὸς τοῦ κακοποιεῖν Σατανᾶς, τοῖς κατὰ γνώμην ἐκπα πτωκόσι τοῦ πλούτου τῆς γνώσεως καὶ τῆς ἀρετῆς, κἀντεῦθεν μὴ δυναμένοις ἀντιστῆναι αὐτῷ, φθονερῶς ἐπιτίθεται, τέλεον ἀπολέσαι τούτους ἐπιχειρῶν. δ. Ωσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής, οὕτως οἱ ἐγκαταλιπόντες τὸν νόμον, ἐγκωμιάζουσιν ἀσέ βειαν· οἱ δὲ ἀγαπῶντες τὸν νόμον, περιβάλλουσιν ἑαυτοῖς τεῖχος. Καθάπερ όμβρος ραγδαίος, καὶ μὴ κατὰ καιρόν φερόμενος τὸν προσήκοντα, πάντως παρασύρει τὴν γῆν, καὶ προσζημιοί τῷ κερα λαίῳ τὸν γεωργόν· οὕτως οἱ τὰς θείας ἐντολὰς ἀθε τήσαντες, πρὸς κακίαν τὰς ψυχικές διαθέσεις τῶν ἀκροατῶν παρασύροντες, καὶ τὸν παρὰ τοῦ Δημιουρ τοῦ ἐντεθέντα τῇ φύσει τῶν ἀνθρώπων σπόρου του ἀγαθοῦ διαφθείροντες, τὰ μὴ τιμῶντα Θεὸν ἔργα ἐπαινοῦσι, μὴ αἰσχυνόμενοι· οἱ δὲ περὶ τὰς τοιαύτα; ἐντολὰς καλῶς διακείμενοι, ἑαυτοῖς τὸν θεῖον φόβον λόγων τὰς ψυχὰς τούτων περιφυλάττοντα. περιτιθέασι δίκην τείχους ἀπὸ τῶν τοιούτων φθοροποιῶν ε'. "Ανδρες κακοὶ, οὐ νοήσουσι κρῖμα· οἱ δὲ ζητοῦντες τὸν Κύριον, συνήσουσιν ἐν παντί. Οἱ τῆς ἀνομίας εργάται, τυφλώττοντες κατὰ ψυχήν, οἷα τὸν τοῦ Θεοῦ νόμον ἀποστρεφόμενοι· δς, κατὰ τὸν Ψαλμῳδὸν, φῶς ἐστι τῶν τρίβων ἡμῶν, οὐ διακρίνουσι τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος· οἱ δὲ πρὸς τὴν ἰδίαν αἰτίαν, τὸν τοῦ παντὸς Δεσπότην Θεὸν, ἁπλῶς κατὰ νοῦν κινούμενοι μετ' ἐφέσεως, ὑπ' αὐτοῦ τοῦ τῆς δικαιοσύνης Ηλίου τὸ νοερὸν ὄμμα καταλαμπόμενοι, πᾶν τὸ παρατυχόν καλῶς γνώσονται, τὴν καθόλου κεκτημένοι διάκρισιν. 5. Κρείσσων πτωχός πορευόμενος ἐν ἀληθείᾳ, πλουσίου ψευδοῖς. Ὁ τῆς μὲν κατὰ προφοράν ψ λῆς γνώσεως ἐνδεής, κατὰ πρᾶξιν δὲ, τῶν θείων ἐν τολῶν τὴν τῆς ἀληθείας ὁδὸν διερχόμενος, βελτίων ἐστὶ τοῦ λόγων ἔχοντος περιουσίαν πολλὴν, μὲ ἐξ ἔργων δικαιοσύνης βεβαιουμένων· ὅτιπερ ὁ μὲν ποιῶν, καὶ τῷ τρόπῳ διδάσκων, μακάριος· ὡς καὶ ἑαυτὸν ὠφελῶν, καὶ τοὺς ὁρῶντας ενάγων εἰς δόξαν Θεοῦ· ὁ δὲ διδάσκων καὶ μὴ ποιῶν, ἄθλιος· βλέπτων. τε ἑαυτὸν, καὶ τοὺς λόγους αὐτοῦ διὰ τῆς τῶν ἔργων εναντιότητος ἀκύρους ποιῶν: ἡ γάρ ψιλή γνώσις φυσιοῖ· ἡ δὲ ἀγάπη οἰκοδομεί, κατὰ τὸν μέγαν 'Από στολον. ζ'. Φυλάσσει νόμον υἱὸς συνετός· ὃς δὲ πρ μαίνει ἀσωτίαν, ἀτιμάζει Πατέρα. Τηρεῖ τὴν θείαν ἐντολὴν ὁ τῆς κατὰ χάριν υἱοθεσίας ἀξιωθείς· μὴ κεκτημένος τὴν πίστιν ψιλήν, ἀλλ' ἔργοις δικαιοσύ
col. 1505–1506page 143 of 162
PG 87:1505νης προκύψας εἰς τὸ κατὰ τὰς ψυχικὰς δυνάμεις συν- & γεύειν τε καὶ συνδιατίθεσθαι πρὸς τοὺς λόγους καὶ τοὺς τρόπους τῶν ἐντολῶν· &ς δὲ περιέπει τὴν ἑαυ τοῦ κατὰ διεφθαρμένον βίον ἀπώλειαν, εἰς ὕβριν για νεται τοῦ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι τοῦτον παραγαγόν τοῦ Θεοῦ· οἱ γὰρ ἐν πείρᾳ τῆς αὐτοῦ κακίας γενό μενοι, δι' αὐτὴν τὸν τούτου πλάστην ἀναγκάζονται βλασφημεῖν. η'. ῾Ο πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τό κων καὶ πλεονασμῶν, τῷ ἐλεοῦντι πτωχοὺς συν ἀγει αὐτόν. Ὁ αὐξάνων τὴν κατὰ γνῶσιν καὶ ἀρετὴν πνευματικὸν πλοῦτον αὐτοῦ, ἐν τῷ διδασκαλικῶς τούς του μεταδιδόναι τοῖς χρήζουσι, καὶ καρπίζεσθαι τὴν ἀπὸ τούτων ὠφέλειαν, κἀντεῦθεν πολλαπλασιάζειν αὐτὸν, συγκομίζει τοῦτον Θεῷ, τῷ τοὺς ἐστερημένους τοῦ τοιούτου πλούτου οικτείροντι, συνεργὸς τούτῳ θ'. Ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι νόμον, αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται. ῾Ο ἀποστρέφων τὰ ὦτα αὐτοῦ τοῦ μὴ ὑπο ακούειν τῇ ἐντολῇ τοῦ Θεοῦ, τούτῳ καὶ αὐτὸς κατὰ τὴν ἑαυτοῦ δέησιν ἐβδελυγμένο; ἐστίν· αἰτεῖ γὰρ καὶ οὐ λαμβάνει, ὅτι κακῶς αἰτεῖ· κἂν γὰρ ὑπὲρ τῆς Ιδίας σωτηρίας παρακαλῇ, ἣν καὶ Θεὸς παρέχειν βούλεται, ἀλλ᾽ ἐπεὶ μὴ ἐνεργουμένην ποιεῖ τὴν ἑαυ τοῦ δέησιν, ἅτε μὴ ἐργαζόμενος τὰ θεῖα προστάγματ τα, δικαίως ἀποτυγχάνει αὐτῆς. πρὸς τὴν τῶν πολλῶν σωτηρίαν γενόμενος. ι. Ος πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ, εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται· οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ, καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά. Ο τοὺς ἁπλουστέρους ἀπὸ τῆς πρὸς σωτηρίαν φερούσης ένα νόμου πολιτείας διαστρέφων ἀπατηλῶς πρὸς τὴν ῾ ἄγουσαν εἰς ἀπώλειαν, αὐτὸς μὲν καὶ περὶ αὐτὴν τὴν ζωὴν κινδυνεύσει ὡς λυμεών· ταύτης προαναρπασθεὶς δικαία ψήφῳ Θεοῦ, οἷάπερ ἀνὴρ δολιότητος, ἵνα μὴ πολλοῖς ἀπωλείας γένηται πρόξενος· αὐτοὶ δὲ, οἱ μὴ ἐξ αὐθαιρέτου γνώμης, ἀλλ' ἐξ ἀπάτης τῆς κατὰ λόγον πολιτείας παρεκτρεπόμενοι, τὰ τούτοις συμφέροντα παραδράμωσι· καὶ πεῖραν τούτων πολι τείας οὐ λήψονται. ια'. Σοφὺς παρ' ἑαυτῷ ἀνὴρ πλούσιος· πένης δὲ νοήμων, καταγνώσεται αὐτοῦ. Οἴεται εἶναι σου φὸν ἑαυτὸν, ὁ τὴν κατὰ προφοράν ψιλὴν γνῶσιν πλου τῶν· ὁ δὲ ταύτης μὲν ἐνδεής, προσέχων δὲ καὶ κατα λαμβάνων τῶν κεκομψευμένων λόγων τούτου τὴν ἔννοιαν, εἰς μηδὲν χρησιμεύουσαν, καταμέμψεται τούτου, ὡς τοῖς εἰς ἀέρα εἰκῇ χεομένοις λόγοις έναμ βρυνομένου, καὶ ταῖς στροφαῖς ἐγκαλλωπιζομένου τῶν λέξεων. ιβ. Διὰ βοήθειαν δικαίων, πολλή γίνεται δόξα ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι. Διὰ τὴν παρὰ τῆς θείας χάριτος βοήθειαν τῶν ἐν φωτί γνώσεως προκρινόντων τὰ αἰώνια τῶν προσκαίρων, καὶ πολιτευομένων ἀμέμπτως, πολλὴ ἀναπέμπεται δόξα Θεῷ παρὰ τῶν τὰ καλὰ τούτων ἔργα ὁρώντων, καὶ γινωσκόντων ὅτι χωρὶς αὐτοῦ οὐδὲν οὗτοι δύναν της ποιεῖν· ἐν δὲ ταῖς τῆς ἁγνοίας καὶ τῆς κακίας ἔξεστι τῶν μὴ δι' ἀγαθοεργίας τιμώντων Θεὸν, κατα κρατοῦνται οἱ τῶν αἰωνίων ἐπιλανθανόμενοι καὶ ἀνθρωπίνως φρονοῦντε; τὰ πρόσκαιρα.
col. 1507–1508page 144 of 162
PG 87:1507ιγ'. Ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ, οὐκ εὐοδωθήσεται· ὁ δὲ ἐξηγούμενος ἐλέγχους, ἀγαπηθήσεται. Ὁ τὰ μὴ τιμῶντα Θεὸν οἰκεῖα ἔργα ἀρνούμενος, οὐκ εἰς ἅπαν λαβεῖν δυνηθῇ· κἂν γὰρ ἀνθρώπους πολλάκις ἐν τῷ μὴ ὁμολογῆσαι ἀποκρύψηται, ἀλλ' οὐ λήσεται καὶ τὸν ἀλάθητον ὀφθαλμὸν τοῦ Θεοῦ, ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· ὁ δ ἀπαγγέλλων αὐτὰ κατὰ μέρος τοῖς τοῦτον ἐλέγχουσιν, οἷα ἐπιγνώμων μεταμελόμενος, εἰ καὶ μὴ ἀφεύξ παρ' ἀνθρώπων, παρὰ Θεοῦ καθαρὸς ἀφεθήσεται. ιδ. Μακάριος ἀνὴρ, ὃς καταπτήσσει πάντα δι' εὐλάβειαν· ὁ δὲ σκληρὸς τὴν καρδίαν, ἐμπεσεῖται κακοῖς. Εὐάρεστος Θεῷ ἄνθρωπος, ὃς μή τινας πράγματος καταφρονεῖ, διὰ τὸ φεύγειν μὲν τὰ ψυχὴν βλάπτοντα, ἀντιποιεῖσθαι δὲ τῶν σωζόντων αὐτήν, φόβῳ τοῦ μὴ εἰς κόλασιν ἐμπεσεῖν, ἢ τῆς βασιλείας ἀποπεσεῖν· ὁ δ' ἀπαράδεκτος τοῦ θείου φόβου κατά ψυχὴν, εἰς ἁμαρτήματα περιπέσῃ, αιωνίαν τούτῳ ἐπάγοντα κόλασιν. ιεʹ. Λέων πεινῶν, καὶ λύκος διψῶν, ὃς τυραν γεῖ πτωχὸς ὢν ἔθνους πενιχρού. Οἷά τις ἰσχυρότερος τῶν λοιπῶν θηρῶν λέων πεινῶν φαγεῖν σάρκες, καὶ πλέον αὐτῶν ἅρπαξ λύκος διψῶν πιεῖν αἷμα, ἐστὶν ὅς χρημάτων ἀπορῶν, τυραννικῶς ἄρχει πονο μένου λαοῦ, ἀνηλεῶς κατατρέχων καὶ διαφθείρων αὐτοὺς, ὥστε τὰ ἑαυτοῦ ταμεία πληρῶσαι θησαυρών. ις'. Βασιλεὺς ἐνδεὴς προσόδων, μέγας τυχο φάντης· ὁ δὲ μισῶν ἀδικίαν, μακρὸν χρόνον ζήσει. Απορῶν πλούτου ῥέοντος ἐπιθυμητής βασι λεὺς, καταψεύδεται τοῦ οἰκείου λαοῦ αἰτιάματα του τοις προσάπτων, ἃ μὴ ἐπίστανται· ὅς δὲ τὸ πλεονεκτεῖν ἀποστρέφεται, ἀνεπιβούλευτον καὶ τὴν πα ροῦσαν διαβιβάζει ζωήν, καὶ ἡ αἰώνιος αὐτὸν διαδέχεται. ιζ. "Ανδρα τὴν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος, φυγὰς ἔσται, καὶ οὐκ ἐν ἀσφαλείς. Ὁ ἐπαγγελλόμενος εἰς τὴν αὔριον παραδοῦναι εἰς νέκρωσιν τὸ κατεξαναστὰν φρόνημα τῆς σαρκός, τοῦ φρονήματος τῆς ψυχῆς, καὶ ταύτην τῇ κατ' ἐνέργειαν ἁμαρ τία νεκρώσας, ἐκστήσεται τῆς παρούσης ζωῆς, καὶ φόβον ἕξει τῆς μελλούσης κολάσεως. Παίδευε υἱὸν, καὶ ἀγαπήσει σε, καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ· οὐδὲ μὴ ὑπακούσῃ ἔθνει παρανόμῳ. Ωφελίμως ἄγε κατὰ ψυχὴν τὸ ἐν Κυρίῳ σου τέκνον, ἐπιπόνως πολλάκις τῶν ἀπὸ κακίας κη λίδων ἐκκαθαίρων αὐτό, καὶ διατεθήσεται καλῶς πε ρὶ σέ· καὶ παράσχῃ τῇ ψυχῇ σου εὐπρέπειαν, τὰ ἐπ' αὐτῷ ταύτης βουλήματα κοσμοῦν ἐμπράκτως κατ' ἀρετήν· οὐ γὰρ τῷ μὴ τὸν λόγον, καθ' δ, ἐκτί σθη, τηρήσαντι πλήθει τῶν δαιμόνων υποταγή σε σαι, ἀλλὰ ταῖς σαῖς ὑποθήκαις τῆς ἐπηρείας αὐτῶν ἀποστὰν, εἰς Θεὸν καταφύγῃ τὴν σκέπην τὴν κρα ταιάν. τηʹ. Ο πορευόμενος δικαίως βεβοηθήσεται· ὁ δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται. Ὁ μὲν τῆς εὐθείας τρίβου τῶν ἀρετῶν μηδαμώς ἐκτρεπόμενος, πεπλούτηκε τὴν θείαν βοήθειαν· δι' ἦν τὰς τοῦ διαβόλου παγίδας ἐξέφυγεν· ὁ δὲ ταύτης έκτρεπόμενος, καὶ ποτὲ μὲν τοῖς κατ' ἔλλειψιν τῆς
col. 1509–1510page 145 of 162
PG 87:1509ἀρετῆς ἐνδιατρίβων πάθεσι· ποτὲ δὲ τοῖς καθ᾽ ὑπερ βολὴν, ὥς τινι ἀρύκτῳ βρόχῳ τῇ παγίᾳ ἕξει τῶν τοιούτων παθῶν, συσχεθήσεται πρὸς ἀπε ώλειαν. 10'. Ο εργαζ' μενος τὴν ἑαυτοῦ γῆν, πλησθής σεται ἄρτων· ὁ δὲ διώκων σχολὴν, πλησθήσει ται πενίας. Ο περὶ τὴν γεώδη σάρκα αὐτοῦ, τῇ τῶν ἐντολῶν ἐργασίᾳ φιλοπονῶν, τῶν τὴν ψυχὴν στηριζόντων χαρισμάτων τοῦ πνεύματος - γενή σεται ἔμπλεως· ὁ δὲ τὸν ἀνειμένον βίον παθών, οὐδαμῶς ἔσται τούτων ἐπιτυχής, καὶ λιμώξει ισχυ ρως. κ'. 'Ανὴρ ἀξιόπιστος, πολλὰ εὐλογηθήσεται ὁ δὲ κακὸς, οὐκ ἀτιμώρητος ἔσται. Ο τῷ Κυρίῳ πιστεύων, καὶ τῷ πρὸς αὐτὸν φόβῳ, ἀνενδότως Εγκαρτερῶν τῷ ἐπιπόνῳ τῆς ἐργασίας τῶν αὐτοῦ ἐντολῶν, ἄξιος αὐτῷ λογισθεὶς τοῦ πιστευθῆναι τὰ ὑπὲρ νοῦν θεία τούτου μυστήρια, ἀκούσεται παρ' αὐτοῦ τοῦτο· «Εὗ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἧς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου· ν ὁ δ' ἄπιστος καὶ παραβάτης τῶν αὐτοῦ ἐντολῶν, τὴν αἰώνιον οὐκ ἐκφεύξεται κό λασιν, κα'. "Ος οὐκ αἰσχύνεται πρόσωπα δικαίων, οὐκ ἀγαθός· ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται άνδρα. "Ος τὰς ἔψεις τῶν ἀμέμπτως πολιτευομένων οὐχ ὑποστέλλεται, ἀλλ᾽ ἀνερυθριάστως τού των ὑπερορᾷ, οὐκ ἀγαθὸς κατὰ γνώμην ἐστίν· ὁ τοιοῦτος γὰρ ἐπὶ βραχεῖ τεμαχίῳ ἄρτου ἀπεμπολήσει ἄνθρωπον τοῖς κατ' ἀρετὴν πόνοις ἀνένδοτον παρορῶν τοῦτον, φειδοῖ κλάσματος ἄρτου, γενέσθαι λιμοῦ παρανάλωμα. κα. Σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος, καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ. Σπουδά . ζει ὁ φθονερός κατέχειν ἃ πεπλούτηκε παρὰ Θεοῦ ἀγαθά, τούτων ἑτέροις μὴ μεταδιδούς· καὶ ἀγνοεῖ ὅτι τοῖς χρήζουσι καταβάλλων αὐτὰ, ἐπεὶ οὕτω και λῶς ταῦτα οἰκονομεῖ, πλείονα λήψεται· κἀντεῦθεν ἐπικρατέστερος τούτου γενήσεται. κγ'. ῾Ο ἐλέγχων ἀνθρώπου ὁδοὺς, χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος. Ο τὸν ἄνω ὁρῶντα πρὸς Κύριον, καὶ κεκτημένον τὸν φόβον αὐτ τοῦ, καντεῦθεν σοφίας μὴ ἀμοιροῦντα, ἀπελέγχων μετὰ διαθέσεως ἀγαθῆς, ἐν οἷς ὁρᾷ τοῦτον ὡς ἄνθρωπον ἐνδέοντά που τοῦ πρέποντος, εὐχαριστήσεται παρ' αὐτοῦ πλέον τοῦ κολακεύοντος· ὡς τοῦ κατὰ δρόμου αὐτῷ συνεργός. κδ'. Ος ἀποβάλλεται πατέρα ἢ μητέρα, καὶ δο κεῖ μὴ ἁμαρτάνειν, οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς. "Ος ἀθετεῖ τὸν ἑαυτοῦ κατὰ χάριν Πατέρα Θεὸν δι' ἀπιστίαν, ἢ τὴν κατὰ ψυχὴν τροφὴν ἑαυτοῦ διδασκαλίαν, διὰ τὴν τῶν θείων ἐντολῶν παράβασιν, καὶ οἴεται μὴ ποιεῖν κακὸν, ὁ τοιοῦτος ὅλης τῆς και κίας μεταλαμβάνει τοῦ ἰσχύϊ πάσῃ κακοποιοῦντος τοὺς ἑκουσίως πειθομένους αὐτῷ δαίμονος, καὶ μὴ τιμᾶν εἰδότος Θεόν, κα'. Απίστες ἀνὴρ, κρίνει εἰκῇ· ὃς δὲ πέ
col. 1511–1512page 146 of 162
Caput XXIX
PG 87:1511ἡ ποιθεν ἐπὶ Κύριον, ἐν ἐπιμελείᾳ ἔσται. Ο περὶ τες τὴν ἀρετὴν, εἰς πλῆθος ἐπιδώσουσιν οἱ ἐνάρετοι σθαι τοῖς ἄρχουσιν. τῆς αὔριον μεριμνῶν, καὶ μὴ πιστεύων τῷ προνοητῇ πάντων Θεῷ, μηδὲ τὰ καθ᾿ ἑαυτὸν τούτῳ ἀνατιθεὶς, ἐπὶ πράγμασιν ἀδήλοις κρίνει ματαίως, ἐνδείας καὶ γήρους καιρὸν φανταζόμενος· καὶ ταῦτα τί τέξεται ἡ ἐπιοῦσα μὴ ἐπιστάμενος, κἀντεῦθεν τῆς ἑαυ τοῦ ἀμελεῖ σωτηρίας, ἀνηνύτοις φροντίσιν ἐνασχολούμενος· ὃς δ' ἐπ' αὐτὸν ἐλπίζει τὸν τοῦ παντὸς Δεσπότην Θεόν, τῆς παρ' αὐτοῦ προνοίας ἀξιωθής σεται. κς'. Ὃς πέποιθε θρασείᾳ καρδίᾳ, ὁ τοιοῦτος ἄφρων· ὃς δὲ πορεύεται σοφίᾳ, σωθήσεται. Ὃς ἐπὶ τῇ ἀλογίστῳ ὁρμῇ τῆς ἰδίας ελπίζει ψυχῆς, ὁ τοιοῦτος οὐ φέρει νόησιν, τὴν πείθουσαν τὸ μὲν ἐπισ θυμητικόν, τοῦ ὄντως καλοῦ ὀρέγεσθαι· τὸ δὲ θυμικὸν, τὸ ὄντως κακὸν ἀποστρέφεσθαι· δς δὲ πρῶτον κατὰ νοῦν, δυνάμει σοφίας τὰς τῶν πραγμάτων απ τίας ὁρᾷ, καὶ οὕτω κατὰ λόγον, τοῦ μὲν, κατ' ἐπισ θυμίαν ἐρᾷ· τὸ δὲ, κατὰ θυμὸν ἀποστρέφεται ῥυσθήσεται τῆς εἰς κρημνούς κακίας καὶ βάραθρα φερούσης ἀλογίστου φορᾶς. κζ'. Ος δίδωσι πτωχοῖς, οὐκ ἐνδεηθήσεται· ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ, ἐν πολλῇ απορίᾳ ἔσται. ὓς χρημάτων καὶ διδασκαλίας ἀφθόνως τοῖς χρήζουσι μεταδίδωσιν, οὐδενὸς τούτων γενήσεται ἐνδεής, ἑκατονταπλασίονα ὧν μεταδέδωκεν ἄλλοις λαμβάνων παρὰ Θεοῦ· ὃς δὲ τούτων ὑπερορᾷ, καταφρονῶν τῆς κατὰ σῶμα καὶ ψυχήν σωτηρίας αὐτῶν, πάντων καὶ οὗτος τῶν πρὸς σω τηρίαν ὑπάρξει κατὰ πολὺ ἐνδεής· ἐπειδὴ τοὺς ὁμο φυεῖς οὐκ ἠλέησεν, οὐδ᾽ αὐτὸς ἐλεούμενος παρὰ τοῦ Θεοῦ, κη'. Εν τόποις ἀσεβῶν στένουσι δίκαιοι· ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ, πληθυνθήσονται δίκαιοι. Ἐν ταῖς χώραις τῶν μὴ δι' ἀγαθοεργίας τιμώντων Θεὸν ἡγεμόνων, θλιβόμενοι στενάζουσιν οἱ ἀμέμ πως πολιτευόμενοι· ὁπόταν δὲ ψήφῳ δικαίᾳ Θεοῦ παραδοθῶσιν οἱ τοιοῦτοι ἀρχηγοί ολέθρῳ, καὶ τιμῶν ἐπειδὴ φιλεῖ ὡς τὰ πολλὰ τὸ ὑπήκοον συνεξομοιού ΚΕΦΑΛ. ΚΘ. α'. Κρείσσων ἀνὴρ ἐλέγχων, ἀνδρὸς σκληροτραχήλου· ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις. Εἰ καὶ ἀνεπιστημόνως ποιεῖ ὁ ἐλέγο χων τὸν ἀκαμπῆ τε καὶ ἀνυπότακτον, εἰς τὸ καθ' ἑαυτοῦ μίσος διεγείρων αὐτὸν, καὶ βλάπτων μᾶλλον ἢ ὠφελῶν, ἀλλ' ὅμως τούτου καλλίων ἐστὶν, ὡς ἐλέγχους ἀκοῦσαι ὁ ἀπειθὴς, καὶ πρὸς ὀργὴν εὐ θὺς δι' οἰκείαν αὐθάδειαν ἐμπυρούμενος, οὐδεμιά; θεραπείας ἐπιτυγχάνει τοῦ πρὸς τὸν ἐλέγχοντα μέσσους. β'. Εγκωμιαζομένων δικαίων, εὐφρανθήσονται λαοί· ἀρχόντων δὲ ἀσεβῶν, στένουσιν ἄνδρες. Ἐπαινουμένων ἀρχηγῶν, ἀπονεμόντων τὸ κατ᾽ ἀξίαν ἑκάστῳ τῶν ὑπ' αὐτούς, χαρήσονται οἱ τούτοις ὑπο ήκοοι, μηδεμίαν ἐξ αὐτῶν λύπης ἀφορμὴν εὐλογον ἔχοντες· εὐφημουμένων δὲ πάλιν ἀρχηγών κρατούν
col. 1513–1514page 147 of 162
PG 87:1513των τυραννικῶς, καὶ μὴ δι' ἀγαθῶν ἔργων τιμών των Θεόν, στενάζουσιν οἱ γενναίως τὰ παρ' αὐτῶν αὐτοῖς ἐπερχόμενα λυπηρὰ φέροντες. γ. Ανδρὸς φιλοῦντος σοφίαν, εὐφραίνεται πατὴρ αὐτοῦ· ὃς δὲ ποιμαίνει πόρνας, ἀπολεῖ πλοῦτον. Τοῦ γενναίως τὰ πάθη κατά πράξιν και ταπαλαίσαντος, ποθοῦντος γνῶναι τὴν αἰτίαν τῶν ὅλων σοφίαν, κατὰ τὴν ἐν πνεύματι φυσικὴν θεω ρίαν τῶν ὄντων, καὶ οὕτω πρὸς σωτηρίαν ἐπειγομένου, χαίρει διὰ φιλανθρωπίαν ὁ τοῦτον κατὰ χάριν υἱοθε[τη]σάμενος πανοικτίρμων Θεός· ὁ δ' εἰς ἐπιθυμίας αλλοκότους προνοούμενος ἑαυτοῦ, κἀντεῦθεν τὰς πόῤῥω τοῦ λόγου νευούσας αἰσθήσεις ταῖς ἐμπαθείαις ἐκτρέφων, ζημιοῦται τὸν κατὰ γνῶσιν καὶ ἀρετὴν πνευματικὸν πλοῦτον. δ'. Βασιλεὺς δίκαιος, ἀνίστησι χώραν· ἀνὴρ δὲ παράνομος κατασκάπτει. Ο τοῦ παντὸς Δεσπό της καὶ δίκαιος τῶν ὅλων κριτὴς Θεὸς, τὸ τῶν ἀν θρώπων γένος τοῦ καθ᾽ ἁμαρτίαν ἐγείρει θανάτου, πρὸς ἐργασίαν τῶν αὐτοῦ ἐντολῶν, ταῖς τε τῶν κοι λάσεων ἀπειλαῖς, καὶ ταῖς ἐπαγγελίαις τῶν ἀγαθῶν ὁ δὲ τὸν λόγον, καθ᾿ ὃν γέγονε, παραβὰς δαίμων, τῇ καταγγελτικῇ τοῦ θείου θελήματος δυνάμει, ἣν παρὰ Θεοῦ ἔλαβε παραχρώμενος, κἀντεῦθεν ὢν ἰσχυρὸς τοῦ κακοποιεῖν τοὺς αὐθαιρέτῳ γνώμῃ πει θομένους αὐτῷ, ἀντὶ τοῦ συνεργεῖν εἰς τὴν κατὰ Θεὸν ἡμετέραν οἰκοδομὴν, καθαιρεῖ τῷ κατ' αἴσθησ σιν ἀπατηλῷ καὶ προσκαίρως ἡδεῖ. ε'. "Ος παρασκευάζει ἐπὶ πρόσωπον τοῦ ἑαυ τοῦ φίλου δίκτυον, περιβάλλει αὐτὸ τοῖς ἑαυ τοῦ ποσίν. Ος δολίως ἐπιβουλεύων τῷ ἀγαπῶντι αὐτὸν, λάθρα πλέκει κατ' αὐτοῦ βλάβην σώματος, ὅ ἐστι πρόσωπον τῆς ψυχῆς ὡς ταύτης χαρακτηριστικὸν, κατ' ἐνέργειαν ἑαυτῷ προηγουμένως την τοιαύτην περιτίθησι βλάβην κατὰ διάνοιαν· ἧς τοῖς κινήμασιν, ὥς τισι ποσί, διήκει κατά ψυχὴν πρὸς ἀπώλειαν· καὶ τὸ μὲν βλαβῆναι παρὰ τούτου τὸν ἐπιβουλευόμενον, ἄδηλον, ὡς παρὰ τῇ κρίσει κείμενον τοῦ Θεοῦ· τὸ δ' ἐντεῦθεν αὐτὸν ὑφ᾽ ἑαυτοῦ τὰ μέγιστα καταβλάπτεσθαι, πρόδηλον· οἷα Θεοῦ τῆς θρωποκτόνῳ Σατανᾷ προστιθέμενον. 5. Αμαρτάνοντι ἀνδρὶ, μεγάλη παγίς· δίκαιος δὲ ἐν χαρᾷ, καὶ ἐν εὐφροσύνῃ ἔσται. Τῷ μὲν σταίοντι κατὰ τὸ παραβαίνειν τὰς θείας ἐντολὰς ἀνα θρώπῳ, μεγάλη τιμωρία έσται κατὰ τὸ μέλλον, ή ἀπὸ Θεοῦ, τοῦ ἐσχάτου ὀρεκτοῦ, ἔκπτωσις· τῷ δ' ἀμέμπτως κατὰ τὰς αὐτοῦ ἐντολὰς πολιτευομένῳ, ἀγαλλίασις καὶ ἀπόλαυσις, ἡ ἐπιτυχία, τοσοῦτον ἡ ἀποτυχία λυπεῖ. ζ'. Επίσταται δίκαιος κρίνειν πενιχροῖς· ὁ δὲ ἀσεβὴς οὐ νοεὶ γνῶσιν· καὶ πτωχῷ οὐχ ὑπάρ χει νοῦς ἐπιγνώμων. Οἶδεν ἀπταίστως ὁ τὸν Θεὸν ἔργοις δικαιοσύνης τιμῶν, ἀποδιαστέλλειν τῶν κρειττόνων τὰ χείρονα, οἷα διαγινώσκων ἀπὸ τῆς πείρας τοῦ ἀγαθοῦ τὸ τούτου ἐναντίον κακόν· ὁ δὲ μὴ οὕτω τοῦτον τιμῶν, τὰ ἀπὸ τούτου μακρύνοντα διανοήματα τοῦ ἀρχεκάκου ἐχθροῦ ἀγνοεῖ, καὶ τού τοῖς ἁλίσκεται πρὸς ἀπώλειαν· καὶ τῷ ἐντεῦθεν και τὰ γνῶσιν πτωχεύοντι, οὐκ ἔστι νοῦς ἐπιγινώσκων αὐτοαγάπης κατὰ διάθεσιν ἀφιστάμενον, καὶ τῷ ἀνα
col. 1515–1516page 148 of 162
PG 87:1515τὸν Κύριον ἀγαθόν· ἀλλὰ διαβάλλων αὐτὸν ὡς σκλη ρὸν, διὰ τὸ ἐπίπονον τῆς ἐργασίας τῶν αὐτοῦ ἐντο λῶν. η'. "Ανδρες άνομοι ἐξέκαυσαν πόλιν σου δὲ ἀπέστρεψαν ὀργήν. Οἱ παρὰ τὴν θείαν ἐντο λήν, ὡς ἔν τινι πόλει τῇ ψυχῇ θρασέως στρεφόμενα λογισμοί, κατ' ἀνθρώπων ταύτην ἐξέμησαν· τού τους δὲ οἱ θείῳ φόβῳ ἐν αὐτῇ κινούμενοι, εἰς γαλή την μετέστρεψαν, εἰρηνοποιήσαντες αὐτὴν, καὶ τὸν τάραχον τοῦ θυμοῦ κατασβέσαντες. θ'. Ανὴρ σοφὸς, κρίνει ἔθνη· ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος, καταγελᾶται, καὶ οὐ καταπτήσσει. Η θείῳ φόβῳ, ὃς ἀρχὴ σοφίας ἐστὶ, τὸ ἀγαθὸν ἐρω γαζόμενος, κολάζει τὰ ἀλλόφυλα πάθη, τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν· κατὰ λόγον πείθοντα, τὴν μὲν ἐπιθυμίαν, τῶν ἡδονῶν ἐγκρατεύεσθαι· τὸν δὲ θυ μὲν, τὰ ὀδυνηρὰ ὑπομένειν· ὁ δὲ τῆς κακίας ἐργά της, εἰκὴ κατ' ἀδελφοῦ ὀργιζόμενος, ἐμπαίζεται ὑπὸ τοῦ Σατανᾶ· καὶ οὐχ ὑποστέλλεται λέγων τὰ πλήττοντα ψυχὰς, καὶ εἰς μέσος ἑαυτοῦ αὐτὰς διεγείροντα. ι'. "Ανδρες αἱμάτων μέτοχοι, μισήσουσιν ὅσιον οἱ δὲ εὐθεῖς ἐκζητήσουσι ψυχὴν αὐτοῦ. Οἱ ὡς τοῖς ἀνομίας ἐργάταις, τοῖς ἀδελφοῖς ἐπιτιθέμενοι καὶ φθείρειν τούτους ἀπανθρώπως ἐπιχειροῦντες, τὸν ὑπὲρ τῆς σωτηρίας μηδ' αὐτῆς φειδόμενον τῆς ζωῆς, ἀποστραφήσονται, ἐπειδὴ ἀντιπράττει αὐτοῖς οἱ δ' εὖ τιθέμενοι τὰ ἑαυτῶν, καταλαβεῖν σπεύσουσι Ο μιμητικῶς, τὴν κατὰ ψυχὴν κεκρυμμένην τούτου διάθεσιν. ια΄. Ολον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων σοφὸς δὲ ταμιεύεται κατὰ μέρος. Ὁ μὴ κατὰ λό γον τὸ τῆς ψυχῆς ἄλογον μέρος καθυποτάσσων, μὴ φέρων ὁποῖον ἂν εἴη τὸ παρά τινος ἐπισυμβαίνον αὐτῷ θλιβερὸν, ὀργίλοις βήμασί τε καὶ ἔργοις αὐτοῖς, φανεροί ὅσην ἔχει τὴν ὄρεξιν τῆς κατὰ τοῦ λυπήσαντος τοῦτον ἀντιλυπήσεως· ὁ δὲ τὸ νοερὸν τῆς ψυχῆς ὄμμα τῇ χάριτι τοῦ παναγίου Πνεύματος πεφωτισμένος, καὶ τὸ δέον ὁρῶν, λόγῳ τὸν θυμὸν ὑποτάσσων, συστέλλει τοῦτον καθ᾿ ἕκαστον τῶν θλιβερών, οἷς πᾶσι τούτοις γενναίως εγκαρτερῶν. ιβ'. Βασιλέως ἐπακούοντος λόγον άδικον, πάν τες οἱ ὑπ' αὐτὸν παράνομοι. Ὥσπερ τινὸς βασι λεύοντος ἀνθρώπων, παραδεχομένου ὑποθήκην τῷ δικαίῳ ἀντίθετον, οἱ ὑπ' αὐτὸν αὐτῷ ὑπακούοντες, τὸ παράλογον διαπράττονται· οὕτω καὶ τοῦ πασών τῶν ψυχικῶν δυνάμεων ἡγεμονεύοντος νοῦ, ὑποχύ πτοντος τῇ ἀντιθέτῳ τῇ θείᾳ ἐντολῇ ὑποθήκῃ τοῦ Σατανᾶ, πᾶσαι αἱ εἰρημέναι δυνάμεις τὴν εἰρημένην ἐντολὴν παραβαίνουσι, τὸ κακὸν ἐργαζόμεναι. ιγ'. Δανειστοῦ καὶ χρεωφειλέτου ἀλλήλοις συ ελθόντων, ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ Κύ ριος. Η ψυχή μεταδιδοῦσα ζωῆς τῇ σαρκὶ, ἀπαιτεῖ μὲν αὐτὴν ὥς τι χρέος τὸ συνεργεῖσθαι παρ' αὐτῆς πρὸς τὰ κάλλιστα· οὐ βούλεται δὲ ὅλως μερίμναις δι' αὐτὴν περισπᾶσθαί τισιν· αὐτὴ δὲ ἡ σάρξ χρήζει μὲν τῆς παρὰ τῆς ψυχῆς προνοίας, πρὸς τὴν ἑαυτῆς σύστασιν· ἀπαναίνεται δὲ ὑπείκειν ὅλως αὐτῇ πρὸς τὴν τῶν θείων ἐντολῶν ἐργασίαν, διὰ τὸ ταύτης ἐπίσ
col. 1517–1518page 149 of 162
PG 87:1517πονον· συνελθουσῶν οὖν ἀλλήλαις, τῆς μὲν ψυχῆς; τῇ σαρκί, πρὸς τὸ περιποιεῖσθαι αὐτῇ διατροφάς, καὶ σκεπάσματα τὰ μόνον ἀναγκαιότατα· τῆς δὲ σαρκὸς τῇ ψυχῇ, εἰς τὸ ὑπείκειν ταύτῃ πρὸς πρᾶξιν τῶν ἀρετῶν, ἀμφοτέρας προνοητικῶς ἐπιβλέπει ὁ Δεσπότης πάσης τῆς νοητῆς καὶ τῆς αἰσθητῆς κτίσεως, χορηγῶν αὐταῖς τὰ ἑκατέρα πρὸς σωτηρίαν πρόσφορα. ιδ. Βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχούς, Ο θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται. Ὥσπερ βασιλέως τινὸς κατὰ τὰς ψυχικὰς διαθέσεις, τοὺς ὑπ' αὐτὸν κρίνοντος, καὶ οὐχὶ κατὰ τὰς φαινομένας ἀξίας, κἂν τούτων ὑπάρχοντας τοὺς ὑπ' αὐτὸν ἐνδεεῖς, τὸ βασιλικόν τούτου ἀξίωμα, ὅπερ ο θρόνος παραδηλοῖ, εἰς ἔλεγχον ἔσται τῶν τε ἀγαθῶν, καὶ τῶν μὴ τοιούτων, οὕτω καὶ τοῦ ἡγεμόνος [νοῦ] μὴ πρὸς τὰ φαινόμενα κάλλη, ἀλλὰ πρὸς τὰ ἀφανῆ βλέποντος, καὶ τὰ ὄντως ἀγαθὰ τῶν νομιζομένων προκρίνοντος, ἡ κατὰ τῶν παθῶν ἐξουσία τούτου, ἥτις τοῦ παναγίου Πνεύματος χάρις ἐστὶ φῶς ὑπάρχουσα γνώσεως λόγοις διδασκαλικοῖς διελέγξει τό τε ἀγαθὸν, καὶ τὸ πονηρόν. ιε'. Πληγαὶ καὶ ἔλεγχοι διδόασι σοφίαν· παῖς δὲ πλανώμενος, αἰσχύνει γονεῖς αὐτοῦ. Τιμωρίας υἱῷ πάντως παρὰ πατρὸς ἐπαγόμεναι, καὶ λόγοι μετὰ παρρησίας φανεροῦντε, τὰ αἴτια τῶν τιμωριών ἁμαρτήματα,, καὶ καταισχύνοντες αὐτὸν πρὸς διόρο θωσιν, ἀληθείας γνῶσιν τούτῳ χαρίζεται. Υἱὸς δὲ, τῆς ἀληθείας ἀποπλανώμενος, καὶ τῶν ὄντως ἀγα θῶν τὰ νομιζόμενα προτιμώμενος, ἐκ τοῦ πράττειν τὰ παράλογα, τοὺς ἰδίους καταισχύνει γεννήτορας, πολλῶν μέμψεων τούτοις ὑπάρχων παραίτιος παραίτιος ἐπειδὴ μὴ τῆς προσηκούσης παιδείας τετύχηκε παρ' αὐτῶν. ιζ. Πολλῶν ὄντων ἀσεβῶν, πολλαὶ γίνονται ἁμαρτίαι· οἱ δὲ δίκαιοι, ἐκείνων πιπτόντων, κατά φοβοι γίνονται. Τῶν πολλῶν μὴ δι᾿ ἀγαθοεργίας τιμώντων Θεὸν, πολλὰ τούτῳ μὴ ἀρέσκοντα πράτ τονται· τούτους δὲ οἱ ἀμέμπτως πολιτευόμενοι ἐλεοῦντες τοῦ πτώματος, ἑαυτοὺς τῷ θείῳ φόβῳ κατασφαλίζονται, ὥστε μὴ τοῖς ὁμοίοις περιπέση. ιζ'. Παίδευε υἱόν σου, καὶ ἀναπαύσει σε· καὶ δώσει κόσμον τῇ ψυχῇ σου. "Αγε τὸν σὸν παῖδα ψυχωφελῶς, ἄν τε σαρκικός εἴη, ἄν τε πνευματικός, ἀγνοίας καὶ κακίας ἐπιπόνως καθαίρων αὐτόν· καὶ θεραπεύσει σε, πληρῶν τὸ ἐπ' αὐτῷ τὰ τῆς ψυχῆς σου βουλήματα· καὶ προσάψει αὐτῇ ὡς αἰτίᾳ τὴν ἐφ' ἑαυτῷ ποικιλίαν τῶν ἀρετῶν. ιη'. Οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ ὁ δὲ φυλάσσων τὸν νόμον, μακαριστές. Οὐκ ἔσται ἑρμηνεὺς τῶν νομίμων πάντως διδαγμάτων τοῦ Πνεύματος, λαῷ ἔθει κακίας καὶ ἀγνοίᾳ δουλεύοντι, καὶ μηδόλως παραδεχομένῳ τὸν νόμον τοῦ Πνεύματος· οἱ γὰρ μὴ τοῦτον παραδεχόμενοι, οὐκ ἂν δεη θεῖεν τῆς αὐτοῦ ἐξηγήσεως· ἵνα καὶ ἐξηγητὴν αὐτοῦ ἕξουσι· διὸ τὸ σκότος τῆς ἀγνοίας περικείμενοι, τῷ ὀλέθρῳ τῆς κακίας περιπίπτουσιν· ὃς δὲ τῶν ἀνθρώπων, τὸν τοιοῦτον νόμον τηρεῖ, ἀνώλεθρός ἐστιν, ὡς τῷ θανάτῳ τῆς ἁμαρτίας ἀνάλωτος. θ'. Λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλ' οὐχ ὑπακούσεται. Ωσπερ μόνοις βήμασι σκωπτικοῖς, δοῦλος ἀπειθὴς οὐ διορ
col. 1519–1520page 150 of 162
PG 87:1519θωθήσεται· εἰ γὰρ καὶ γνῷ τὸ καλόν, οὐ πεισθήσεται τοῦτο ποιῆσαι, ἀλλὰ δεηθήσεται καὶ πληγῶν, ὥστε γενέσθαι πρὸς τοῦτο καταπειθής· οὕτω καὶ ὁ πρὸς τὰς Δεσποτικὰς καὶ θείας ἐντολὰς σκληρυνόμενος, καὶ μὴ ὑπακούων αὐταῖς, ἀκουσίων δεηθήσεται πόλ νων πρὸς τὴν ἐργασίαν αὐτῶν. κ'. Ἐὰν ἴδῃς ἄνδρα ταχὺν ἐν λόγοις, γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ὁ ἄφρων αὐτοῦ. Ἐὰν θεάσῃ τινὰ ἀπερισκέπτως φθεγγόμενον, γίνωσκε ὅτι πλέον ἐλπίς ἐστι τὸν μὴ φέροντα νόησιν, ταύτης παρ' ἄλλου τυχεῖν· ὁ γὰρ ἐν ταῖς ὁμιλίαις προπετής, νομίζων πάντα γινώσκειν, παρ' ἑτέρου τὸ καλὸν μα θεῖν οὐκ ἀνέχεται. κα΄. Ος κατασπαταλῇ ἐκ παιδὸς, οικέτης ἔσται ἔσχατον δὲ ὀδυνηθήσεται ἐφ' ἑαυτῷ. Οστις μὴ τῆς προσηκούσης ἀξιούμενος ἀγωγῆς, παιδόθεν τῶν κατ' αἴσθησιν ἡδέων κατατρυφᾷ, δοῦλος ἔσται πάντως τῶν παραλόγων παθῶν· ἐν συναισθήσει δὲ γενόμενος ἐν τῷ τέλει, ἀλγήσει εἰς ἑαυτὸν μεταγινώσκων ἐφ' δις κακῶς τὴν οἰκείαν ζωὴν κατηνάλωσεν, εἰς μηδὲν δέον ταύτῃ χρησάμενος. κβ'. Ανὴρ θυμώδης, ὀρύσσει νεῖκες· ἀνὴρ δὲ ὀργίλος, ἐξώρυξεν ἁμαρτίας. Οὗτινος τὸ περικάρδιον αἷμα εξωθε ζέειν δι' υπολήψεις κακῶν, ὁ τοιοῦτος ψηλαφᾷ φιλονεικίαν· ὁ δ᾽ εἰωθὼς ἔχειν τὸν θυμόν ἐνεργούμενον, ἐν τῷ δι' ἑαυτοῦ ἢ δι᾽ ἑτέρου τὸν λελυπηκότα ἀμύνασθαι, τὰ τοῦ τριμερούς τῆς ψυχῆς παραπτώματα ἐξεκάλυψεν. Ἐὰν γὰρ μή τις ἔμφρονι λογισμῷ τῶν κατ' ἐπιθυμίαν παθῶν ἐγκρατεύοιτο, οὐχ ὑπομένει κατὰ θυμὸν ἀνδρείως τὰ θλιβερά· ὅθεν ὁ τὸν λυπήσαντα ἀμυνόμενος, μὴ ὑπομένων αὐτὰ, ἐλέγχεται μὴ τῶν κατ' ἐπιθυμίαν παθῶν ἐγκρατευόμενος έμφρονι λογισμῷ. κγ'. Υβρις ἄνδρα ταπεινοῖ· τοὺς δὲ ταπεινός φρονας ερείδει δόξῃ Κύριος. Τὸν γενναίως τὰ κατ' ἔλλειψιν τῆς ἀρετῆς πάθη καταπαλαίσαντα, ἔστιν ὅτε τὸ καθ' ὑπερβολὴν ταύτης ὑβριστικὸν τῆς ὑπερηφανίας πάθος, τοῦ τῆς παρὰ Θεῷ τιμῆς ὕψους κατάγει τοὺς δὲ τῆς ἀνθρωπίνης ἀσθενείας ἐπιγνώμονας, καὶ μετριόφρονας, στηρίζει ἡ ἐνυπόστατος τοῦ Θεοῦ σοφία καὶ δύναμις, τιμίους τούτους διατηροῦσα τῇ σωστικῇ τοῦ παναγίου Πνεύματος χάριτι· ὑπερ ηφάνοις γὰρ ὁ Κύριος ἀντιτάσσεται· ταπεινοῖς δὲ δί δωσι χάριν. κδ', κε'. "Ος μερίζεται κλέπτη, μισεῖ τὴν ἑαυτοῦ ψυχὴν· ἐὰν γὰρ ὅρκου προτεθέντος, ἀκούσαντες μὴ ἀγγείλωσι, φοβηθέντες καὶ αἰσχυνθέντες ἀν θρώπους, ὑπεσκελίσθησαν· ὁ δὲ πεποιθὼς ἐπὶ Κυρίῳ, εὐφρανθήσεται. Ο τῷ συλῶντι τὰ ἀλλότρια συνευδοκῶν, ἡ καὶ συμπράττων, τούτῳ ταῦτα συμμετ ριζόμενος, τῇ ιοιᾳ ἐπιβουλεύει ψυχῇ, αυθαιρέτῳ γνώμῃ ταύτην παραδιδοὺς εἰς ἀπώλειαν· εἰ δ᾽ οὗτοι, ὅρκοις ἀλλήλους καταδεσμήσαντες μὴ δημοσιεῦσαι τὸ τοιοῦτον σκαιώρημα, καὶ τὰς ἐπὶ κακῷ συνωμοσίας, τηρήσαντες, μὴ τοῦτο ἀνακαλύψουσι, δεδοικότες μήπως (τριμερούς ψυχῆς) λογισμός, ἐπιθυμία θυμός
col. 1521–1522page 151 of 162
Caput XXX
PG 87:1521φανερωθέντες, τῇ παρ' ἀνθρώπων προσηκούσῃ τιμω ρίᾳ, καὶ αἰσχύνῃ ὑποπέσοιεν, ἠπατήθησαν· διὰ τὴν εἰρημένην αἰτίαν, τὸν ἀποκείμενον αὐτοῖς ψυχικόν σε καὶ σωματικὸν κίνδυνον ἐκφυγείν μὴ θελήσαντες. Ο δὲ θαῤῥῶν ἐπὶ τῷ παντοδυνάμῳ Θεῷ, καὶ τοῦ ἀνθρωπίνου φόβου καταφρονῶν, χαρήσεται τῆς κατὰ ψυχὴν καὶ σῶμα βλάβης απαλλαγείς· καὶ γὰρ ὁ πρό τῶν ἐλέγχων τὸ οἰκεῖον ἀμάρτημα ἐξομολογούμενος, οὐ μόνον τοῦ ψυχικοῦ κινδύνου, ἀλλὰ καὶ τοῦ σωμα τικοῦ, εἰ πρόκειται, ἀπαλλάττεται. Ασέβεια ἀνδρὶ δίδωσι σφάλμα· ὃς δὲ πέποιθεν ἐπὶ τῷ Δεσπότῃ, σωθήσεται. Τὸ μὴ τιμᾶν τὸν Θεόν, ἐν τῷ μὴ προκρίνειν πάντων τὴν αὐτοῦ εὐαρέστησιν, μηδὲ θαῤῥεῖν ἐπ' αὐτῷ ἐν πᾶσι τοῖς ἐγχειρήμασιν, προξενεῖ τῷ κατὰ θεωρίαν ἢ πρᾶξιν καρ τερῶς ἐπιχειροῦντι, γνῶσιν ἢ ἀρετὴν κατορθοῦν, παρασφαλῆναι, εἴτε τῆς ἀληθείας, εἴτε τοῦ ἀγαθοῦ τῆς μὲν, εἴπερ εἴη τὸ ἐγχείρημα θεωρητικόν, ὅτι τέλος ἡ ἀλήθεια των γνωστῶν, ὡς ἀλάθητον γνω στόν· τοῦ δὲ, εἴπερ ἐστὶ πρακτικόν, ὅτι τέλος τῶν πρακτικῶν τὸ ἀγαθὸν, ὡς ἔσχατον ορεκτόν· ὁ δὲ θαῤῥῶν ἐπὶ τῷ κυριεύοντι πάντων Θεῷ, ὡς τοῦτον ἐν ἅπασι προτιμῶν, καὶ σπεύδων ἐπὶ πᾶσι τούτῳ εὐαρεστεῖν, μετάσχῃ τῶν ὑπὲρ φύσιν αὐτοῦ δωρεῶν, ὅπερ ὡς πίστεως τέλος σωτηρία ἐστί, πᾶσαν ἄγνοιαν καὶ κακίαν διαφυγών, ο άπερ μή διαμαρτήσας Θεοῦ, ἀλλὰ κατὰ γνῶσιν καὶ ἀρετὴν τούτου ἐπιτυχών, ὃς ἐστιν ἡ ἀλήθεια καὶ τὸ ἀγαθόν· τὸ μὲν ὅταν ἐκ τῆς οὐσίας, τὸ δ᾽ ὅταν ἐκ τῆς ἐνεργείας δοκεῖ σημαίνεσθαι· ἄτρεπτον γὰρ ἡ ἀλήθεια· εὐαρεστικὴν δὲ τὸ ἀγαθόν. κς'. Πολλοί θεραπεύουσι πρόσωπα ἡγουμένων παρὰ δὲ Κυρίου γίνεται τὸ δίκαιον ἀνδρί. Πλεῖστο τοὺς προεστῶτας εἰς πρόσωπον θεραπεύειν ἐπιχειροῦσιν, ἵν', εὐνοϊκοὶ τούτοις δόξαντες, τὴν εὐμένειαν αὐτῶν ἐπισπάσωνται· παρὰ δὲ τοῦ τὰ πάντα εἰδότος Δεσπότου τῶν ὅλων Θεοῦ, ἀποδίδοται ἑκάστῳ ἡ ἀνά λογος ἀντιμισθία τῇ διαθέσει αὐτοῦ· καὶ οὐκ ἔσται τινὶ ἐξ ὑποκρίσεως ὠφέλεια. κζ'. Βδέλυγμα δικαίῳ, ἀνὴρ ἄδικος· βδέλυγμα δὲ ἀνόμῳ, κατευθύνουσα οδός. Μισητὸς Θεῷ τῷ ἀποδιδόντι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὁ μὴ κατὰ τοὺς νόμους τούτου πολιτευόμενος, ὡς παραβάτης τῶν θείων αὐτοῦ ἐντολῶν· μισητὴ δὲ τῷ παραβαίνοντι ταύτας, ἡ πρὸς σωτηρίαν ἀπαρεγκλίτως άγουσα ἐνάρετος πολιτεία, ὡς τραχεῖν τε καὶ ἐπίπονος. ΚΕΦΑΛ. Α'. α. Τοὺς ἐμοὺς λόγους, υἱὲ, φοβήθητι, καὶ δεξά μενος αὐτοὺς μετανόει. Τὰς ἐμὰς ἐντολὰς, τεκνίον, μὴ περιφρόνει· τοῖς δ᾽ ὠσί σου ταύτας παραδεξάμενον, ἐφ' οἷς ήμαρτες, μεταγίνωσκε. Τάδε λέγει ὁ ἀνὴρ τοῖς πιστεύουσι Θεῷ, καὶ παύομαι. Ταῦτα ὁ ἀνδρωθεὶς ἐν τῷ γενέσθαι ἀληθῶςἄνθρωπος, μονογενής τοῦ Θεοῦ Υἱὸς καὶ Λόγος, δια δάσκει τοὺς πιστεύοντας αὐτῷ, ὡς θεῷ· καὶ κατ παύσω αὐτὸς τοῦ φρονεῖν πάντως τὰ τῆς σαρ κας. β'. 'Αφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί. Πάν των γὰρ τῶν τὰ σαρκικά φρονούντων ἀνθρώπων,
col. 1523–1524page 152 of 162
PG 87:1523ἀφρονέστατος ἐντεῦθεν εἰμι, ἐπειδὴ ὡς φρονοῦντι τὰ τοῦ πνεύματος, οὐχ ὑπάρχει ἐν ἐμοὶ σαρκικὸν καὶ ἀνθρώπινον φρόνημα. γ'. Θεὸς δὲ ἐδίδαξέ με σοφίαν, και γνώσιν ἁγίων ἔγνωκα. Θεὸς δέ μοι τῆς θείας αὐτοῦ διδα σκαλίας μετέδωκε· καὶ κατέλαβον θεῖα μυστήρια, οἷάπερ ἐγνώκασιν οἱ καθαροὶ τὴν διάνοιαν. δ. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν, καὶ κατέβη; Τίς ἀπὸ γῆς ὑψώθη πρὸς οὐρανόν; δς καὶ πρῶτον συγκατέβη τῷ ἡμετέρῳ φυράματι, ὥστε ἀνελκῦσαι τοῦτο πρὸς τὸ ὑπερουράνιον αὐτοῦ ὕψος. Τις συνήγαγεν ἀνέμους ἐν κόλπῳ; Καὶ πάσας τὰς ἐνεργείας τοῦ πνεύματος ἐν τῷ κατὰ ψυχήν ταμιείῳ. Τις συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; Καὶ τοὺς ἐν τῷ παντὶ λόγους συμπεριήνεγκεν ἐν ᾗ ἐφόρεσε σαρκί· τῷ κατ' αὐτὴν τῆς οἰκονομίας μυστηρίῳ πάντας περιλαβών. Τις ἐκράτησε τῶν ἄκρων τῆς γῆς; Καὶ οἷα Δε σπότης πάσης τῆς κτίσεως, ἕως τῶν περάτων τῆς γῆς ἐξαπλώσας τὸ ἑαυτοῦ κήρυγμα, τὰ μέχρι τού των οἰκοῦντα ἔθνη, ὑπὸ τὴν ἑαυτοῦ δεσποτείαν ἐποίησεν, ἑκουσίως ἐντεῦθεν δεξάμενα τὸ ὑπ' αὐτοῦ βασιλεύεσθαι. ε'. Τι ὄνομα αὐτῷ; ἢ τί δνομα τοῖς τέκνοις αὐτοῦ; πάντες γὰρ λόγοι Θεοῦ πεπυρωμένοι. Τις τέ ἐστι κεφαλαιώδης προσηγορία τῆς ποιότητος αὐτ τοῦ παραστατική; καὶ τίς πάλιν τῶν αὐτοῦ μαθητῶν; Χριστὸς πάντως καὶ Χριστιανοί· ὁ μὲν, ὡς τῇ θεό τητι χρίσας τὴν ἀνθρωπότητα, διὰ τὴν ἐν αὐτῷ καθ᾿ ὑπόστασιν τῶν τοιούτων φύσεων ἕνωσιν· οἱ δὲ, ὡς τούτου μέτοχοι, καὶ δι' αὐτοῦ λαβόντες τὴν χάριν τοῦ Πνεύματος, καὶ υἱοθετηθέντες τῷ Θεῷ καὶ Πα τρί. Λόγοι γὰρ τὰ εἰρημένα πάντα Θεοῦ, πεπυρακτωμένοι ἐν τῷ πᾶσαν ἄγνοιαν καὶ κακίαν κατα καίοντι τῆς θεογνωσίας πυρί· καὶ τοῖς κατεχομένοις ταύταις ἀπρόσψαυστοι. Ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτ τόν. Οὗτος δὲ τοῖς φοβουμένοις αὐτὸν βοηθεῖ, κατὰ τῶν πολεμούντων τούτοις. ς'. Μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδής γένῃ. Μὴ πλέον ἐθέλῃς νοεῖν τῶν παρ' αὐτοῦ διδαχθέντων σοι, ἵνα μὴ ἐπειδὴ αὐτός ἐστιν ἡ ἀλήθεια, ψευδόμενον ἀπελέγξη σε, ὡς αὐτῆς ἐντεῦθεν τῆς ἀληθείας ἐκπίπτοντα· προσ ευχόμενος δὲ αὐτῷ, λέγει τάδε ζ. Δύο αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀφέλῃς με χά ριν πρὸ τοῦ ἀποθανεῖν με. Δύο ταῦτα, ὦ Λόγε Θεοῦ, δέομαι λαβεῖν ἀπὸ σοῦ· τὴν τοῦ παναγίου Πνεύματος δωρεάν, τὸ νοερόν φῶς, ὅ τὰς θεωρητικὰς τῆς ψυχῆς μου δυνάμεις, νοῦν καὶ διάνοιαν φωτίζει, μὴ ἀφέλῃς ἀπ' ἐμοῦ δι' ὅλης μου τῆς ζωῆς. η. Μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον. Αλλ' ὡς ἐν φωτὶ διελέγχων τὸν ἐξ ὑπου θήκης τοῦ πονηροῦ ἀνωφελῆ καὶ μὴ ἀληθεύοντα λο γισμόν, πόρρω τῆς ψυχῆς μου ἀπέλασον. Πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς. Με συγχωρήσῃς δέ μου τῷ αὐτεξουσίῳ τῆς προαιρέσεως,
col. 1525–1526page 153 of 162
PG 87:1525εἴθ' ὑπερβῆναι κατὰ πράξιν ἀνωφελῶς τὴν ἀρετὴν, εἴτ' ἐλλείψαι ταύτης ἀπατηλῶς. Σύνταξον δέ μοι τὰ δέοντα καὶ αὐτάρκη. Ομοῦ δ' ἐπ' ἐμοὶ τάξον τά θ᾽ ἁρμόζοντα τῷ νοερῷ τῆς ψυχῆς μου ἀληθῆ θεωρήματα, καὶ πρὸς σωτηρίαν αὐτῆς, αὐτάρκη τῇ δυνάμει τοῦ σώματός μου περί τὴν τῶν ἀρετῶν ἐργασίαν φιλοπονήματα. θ'. Ἵνα μὴ πλησθεὶς, ψευδής γένωμαι, καὶ εἴπω· Τίς με ὁρᾷ; ἢ πένης γενηθείς, κλέψω, καὶ ἐμέσω τὸ ὄνομα τοῦ Θεοῦ. Οπως μήτε ὑπερβὰς τὸν ὅρον καὶ τὸ μέτρον τοῦ χρήματος τῆς ἀρετῆς, διαμάρτω τοῦ κατὰ Θεὸν ἀληθοῦς σκοποῦ· δι᾿ ἔπαινον ἀνθρώπων, καὶ οὐ διὰ Θεὸν, ἀμέτρως κάμνων περὶ τὴν ἐργασίαν τῆς ἀρετῆς· κἀντεῦθεν ἐπικρύπτων τὴν πονηρὰν τῆς ψυχῆς μου διάθεσιν, δόξω λανθάνειν μήτ' ἐλλείψας τοῦ ὅρου καὶ τοῦ μέτρου τοῦ τοιοῦδε χρήματος, κατά προαίρεσιν τὴν ὀφειλομένην Θεῷ συλήσω λατρείαν, σαρκὶ καὶ κόσμῳ δουλεύων, καὶ στέρξω το θεραπείᾳ τῆς γαστρὸς καὶ τῶν ὑπογαστρίων, ἡγησάμενος τὴν κοιλίαν Θεόν. ι'. Μὴ παραδῷς οἰκέτην εἰς χεῖρας Δεσπότου μήποτε καταράσηταί σε, καὶ ἀφανισθῇς. Μὴ τῷ τυράννῳ τῶν ἡμετέρων ψυχῶν διαβόλῳ, τὴν δουλεύο σαντα τοῦτον τῇ ἁμαρτίᾳ, καὶ φεύγειν ταύτην ἐκ μεταμελείας ἐπιχειροῦντα, καταπροδῷς, ἐμβαλών αὐτὸν εἰς ἀπόγνωσιν, κἀντεῦθεν παρασκευάσας τοῦτον τιμωρηθῆναι παρὰ τοῦ Δεσπότου τῶν ὅλων Θεοῦ· ἵνα μὴ παρ' αὐτοῦ ἀκούσῃς· Ἀπ᾿ ἐμοῦ οἱ κατο ηραμένοι· ο καὶ εἰς τὸ σκότος ἀποῤῥιφῇς τὸ ἐξώτερον· ὡς τὸν πεινῶντα τὴν σωτηρίαν αὐτοῦ, καὶ δι ψώντα λόγου σωτηρίαν ἀκοῦσαι, ἀνηλεῶς καταλιμπάνων ἀπόλλυσθαι. ια. Ἔκγονον κακὸν πατέρα καταρᾶται, τὴν δὲ μητέρα οὐκ εὐλογεῖ. Μισητὸς γὰρ υἱός, οὐκ ἐπιστρέφει διὰ μετανοίας πρὸς Θεὸν, τὸν υἱοθετη σάμενον τοῦτον ἐν τῷ πλάσαι κατ' εἰκόνα αὐτοῦ καὶ ὁμοίωσιν· ἀλλ' ὡς σκληρὸν τὸν ἑαυτοῦ διαβάλλει πατέρα· τὴν δὲ τροφὸν ἑαυτοῦ κατὰ ψυχήν, θείαν τούτου διδασκαλίαν οὐκ ἐπαινεῖ, ὡς δῆθεν δυσφύλακτον. ιβ. Εκγονον κακόν, δίκαιον ἑαυτὸν κρίνει τὴν δὲ ἔξοδον αὐτοῦ οὐκ ἀπένιψεν. Ο τοιοῦτος υἱὸς ἐνάρετον ἑαυτὸν οἴεται· τὴν δὲ πρὸς τὸ τέλος διέξοδον τῆς ζωῆς αὐτοῦ, οὔπω τῶν καθ᾽ ἁμαρτίαν κηλίδων ἐκάθηρεν. ιγ'. Εκγονον κακὸν, ὑψηλοὺς ὀφθαλμοὺς ἔχει· τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται. Ο τοιοῦτος υἱὸς, μὴ ἐπιγινώσκων τὴν οἰκείαν ἀσθέ νειαν, θεωρίαν ἀχαλίνωτον κέκτηται· καὶ τὰ βραχύτατα ελαττώματα τῶν ὁμοφυῶν, ταῖς ὡς ἐν βλεφάροις ἐξετάσεσιν αὐτοῦ ἀνακρίνων καὶ κατακρίνων, κατεπαίρεται τούτων ὡς ἐλαχίστων. ιδ. Εκγονον κακόν, μαχαίρας τοὺς ὀδόντας ἔχει, καὶ τὰς μύλας, τομίδας, ὥστε ἀναλίσκειν καὶ κατεσθίειν τοὺς ταπεινοὺς ἀπὸ τῆς γῆς, καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνθρώπων. Ο τοιοῦτος υἱὸς λόγους προσφέρει, δίκην μαχαιρῶν ταῖς διαδο
col. 1527–1528page 154 of 162
PG 87:1527λαῖς τιτρώσκοντας ἀνθρώπους· και διανοήματα περιφέρει, δίκην τῶν ἀληθόντων ἀφανῶς ὁδόντων, τμητικὰ τῆς τῶν ὁμοφυῶν ἀλληλουχίας· ὡς διαφθείρειν καὶ βιβρώσκειν τοὺς εὐτελεῖς τῶν ἀνθρώπων, κἀντεῦθεν τούτους τέλεον τῆς γῆς ἐξαφανίζειν. ᾅδης ιε'. Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν, ἀγαπήσει ἀγαπώμεναι· καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεμπίπλα σαν αὐτήν· καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν ἱκανόν. Ἡ μετὰ τὴν πρώτην παράβασιν, ἄλλου τινός παρὰ τὴν αἰτίαν ἀλόγιστος ἔφεσις, ἀπέτεκεν, οἷά τινα τρία θυγάτρια ποθεινότατα· τὴν μὲν ἄγνοιαν, τῷ λογιστικῷ τῆς ψυχῆς· τὴν δὲ φιλαυτίαν, τῷ ἐπιθυμητικῷ· καὶ τὴν κατὰ τῶν ὁμοφυῶν τυραννίδα, τῷ θυμικῷ· τὰ ἀλλήλων ἐξηρτημένα τρία μέγιστα, καὶ ἀρχέκακα, καὶ πάσης ἁπλῶς εἰπεῖν κακίας παρ αίτια· ἐπεὶ δ᾽ ἀποτυχίαι εἰσὶ Θεοῦ· ἡ μὲν ἄγνοια, ὡς ἀλαθήτου γνωστοῦ· ἡ δὲ φιλαυτία, ὡς ἐσχάτου ὀρεκτοῦ· ἡ δέ γε τυραννὶς φθορὰ οὖσα διάλληλος, ἀποτυχία πάλιν ἐστὶ τῆς σωματικῆς συστάσεως, ἧς καὶ δοκεῖ ὑπεραγωνίζεσθαι, εἰκότως τὴν ταύτας τε κοῦσαν παράλογον ἔφεσιν κορέσαι ουκ ίσχυσαν, ἀκόρεστον δίκην βδέλλης υπάρχουσαν· διὸ καὶ αὐτή, ἡ μετὰ τῶν ἐξ αὐτῆς πληροῦσα τὸν τέσσαρα ἀριθμὸν, οὐκ ἐχορτάσθη, ὥστε ἀποσχέσθαι τῆς παρὰ φύσιν κινήσεως· ἕως ἂν αὐτὴν καθυποτάξας ὁ λόγος, πρὸς τὰ ὑπὲρ φύσιν ἀγαθὰ φέρεσθαι πείσειεν, ὅπου ποτέ χορτασθήσεται, ἐν τῷ ὀφθῆναι τῷ ἀνθρώπῳ τὴν δόξαν τοῦ Θεοῦ. ις'. "Αδης, καὶ ἔρως γυναικὸς, καὶ τάρταρος, καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος, καὶ ὕδωρ καὶ πῦρ, οὐ μὴ εἴπωσιν 'Αρκεῖ. Οὔτε γὰρ ἡ τὴν ἐν σώμασι κατά στασιν τῶν ψυχῶν, μετὰ τὸν τούτων χωρισμὸν δ:1 δεχομένη κατάστασις, ἥτις ᾅδης καλεῖται ὡς ἀρα νής, διὰ τὸ ἐν αὐτῇ, μήτ' ἐνεργεῖν, μήτε πάσχειν αὐτὰς μετὰ σωμάτων τὰ ἡδέα εἴτε λυπηρά· οὔτε ἡ κατ' αἴσθησιν ἄλογος ὄρεξις, ἥτις τὰς μὲν ψυχές παραπέμπει τῷ ᾅδῃ, τὰ δὲ σώματα εἰς τὰ τέσσαρα ἀναλύει στοιχεῖα, ὡς δι' αὐτὴν τοῦ ἀνθρώπου κατα κριθέντος θανάτῳ· οὔτε μὴν ἐξ αὐτῶν τῶν τεσσάρων στοιχείων, ἢ ἀὴρ κινούμενος καὶ ταράσσων τὰ ὑδα τα, ἡ γῆ ξηρὰ μὴ δευομένη τοῖς ὕδασι, καὶ τὴν αἰ κείαν ἀποβαλλομένη ξηρότητα, ἢ τὸ ὕδωρ αὐτὸ, ἢ τὸ πῦρ, τῆς διαλλήλου φθορᾶς ἐμπλησθήσονται, ἕως τῆς πάντων κατὰ τὴν ἀνάστασιν ἀφθαρσίας καὶ δια μονῆς, καὶ τῆς τοῦ φέρεσθαι στάσεως. ιζ'. Οφθαλμὸν καταγελώντα πατρὸς, καὶ ἀτι μάζοντα γῆρας μητρός, εκκόψαισαν αὐτὸν κέρα κες ἐκ τῶν φαράγγων, καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν. Ντερν ὄμμα ψυχῆς, καταφρονοῦν τοῦ πάντων αἰτίου Θεοῦ, καὶ τὴν συναΐδιον αὐτῷ ἀρχαιότητα τῆς πανταιτίας σοφίας τούτου παρα βλεπόμενον, ἐν τῷ ἐναπομένειν ταῖς ὑπὸ φύσιν καὶ χρόνον ἐπιφανείαις τῶν ὄντων, καὶ μὴ πρὸς τοὺς λόγους αὐτῶν διαβαίνειν, οὓς ὁ Θεὸς ἔχων πρὸ τῶν αἰώνων, βουλήσει ἀγαθῇ προϋφεστῶτας, κατ᾿ αὐτοὺς τήν τε ὁρατὴν καὶ τὴν ἀόρατον ἐκ τοῦ μὴ ὄντος ὑπεστήσατο κτίσιν, λόγῳ καὶ σοφίᾳ τὰ πάντα κατά τὸν δέοντα χρόνον ποιήσας τε καὶ ποιῶν, τὸ τοιοῦτον ὄμμα εκτυφλώσουσι μὲν τῶν ἀκαθάρτων λογισμῶν εἰ κατ' ἔλλειψιν τῆς ἀρετῆς ἀναβαίνοντες ἀπὸ τῆς τῷ
col. 1529–1530page 155 of 162
PG 87:1529πολλῷ ῥεύματι τῶν παθῶν ἐκχαραδρωθείσης σαρκός, καὶ διατμηθείσης τὴν πρὸς τὴν ψυχὴν κατὰ τὸν τοῦ συνδήσαντος Θεοῦ νόμον, πνευματικὴν συνέχειαν καὶ συνάφειαν, ὡς σκοτίζοντες αὐτὸ τῇ σχέσει τῶν ὑλικῶν· καταναλώσουσι δὲ οἱ καθ᾽ ὑπερβολὴν τῆς ἀρε τῆς, ἐκ τῶν δίκην ὑψιπετῶν ἀετῶν εἰς ὕψος ὑπερ ηφανίας αἱρομένων τῆς πονηρίας πνευμάτων, ένα ποτικτόμενοι τῇ ψυχῇ λογισμοί· ὡς τὸ ταύτης τῇ ματαία οιήσει ἐπινεμόμενοι θεωρητικόν. τη', ιθ'. Τρία δέ ἐστιν ἀδύνατόν μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω· ἴχνη ἀετοῦ πετομένου, καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας, καὶ τρίβους νηὸς ποντοπορούσης, καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι. Ωσπερ ἀδύνατόν μοι τὰ τρία ταῦτα καταλαβεῖν· ἱπταμένου τε ἀετοῦ ἴχνη, καὶ ἔρποντος ἐπὶ πέτρας ὄφεως ὁδοὺς, καὶ ποντοπορούσης νηός τρίβους, ἐπειδὴ ταῦτα πάντα ἀνύπαρκτα· οὕτω μοι καὶ τὸ τέταρτον ἄγνωστον, αἱ τοῦ μὴ τετελειωμένου τὴν πνευματικὴν ἡλικίαν νοὸς ἄστατοι ἔννοιαι. κ'. Τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος, ἢ ὅταν πράξῃ, ἀπονιψαμένη, οὐδέν φησι πεπραχέναι ἄτοπον. Αἷς ὁμοία ἡ τῆς πόῤῥω τοῦ λόγου νευούσης σαρκὸς καὶ περὶ τὰ αἰσθητὰ πλανωμένης ενέργεια ἥτις σὰρξ μετὰ τὴν ἁμαρτίαν, τὸν κατὰ ταύτην ρύπον δάκρυσι μετανοίας ἐκπλύνασα, ἀποδεικνύει ἑαυτὴν ἀναμάρτητον· στάσιν λαμβάνοντος τοῦ νοὸς, τῇ περὶ τὸ ὄντως ἀγαθὸν ἀληθεῖ θεωρία. κα'. Διὰ τριῶν σείεται ἡ γῆ τὸ δὲ τέταρτον οὐ δύναται φέρειν. Διὰ τούτων τῶν τριῶν ὡς διά τινος σεισμοῦ διιστῶντος τὰ συνεχή, διασπωμένη τῇ λογικῇ διακρίσει ἡ πυκνωθεῖσα ἕξις τῇ ἐκ τῶν καθ' ἡδονὴν καὶ ὀδύνην ἐναντίων τῆς κακίας μερῶν συγ κειμένη μοχθηρίᾳ· τὸ δὲ τέταρτον φέρειν ὅλως ἀδυνατοῦσα, τέλεον τῆς κακίας ἐξίσταται. κβ'. Ἐὰν οἰκέτης βασιλεύσῃ. Ἐὰν ὁ δουλεύων σαρκὶ εἰς παραλόγους ἐπιθυμίας, ἐπιστατήσῃ ἐννό μως αὐτῇ κατὰ πρᾶξιν, καὶ καθάρῃ αὐτὴν θείῳ φό ῳ ἀπὸ παντὸς λογισμοῦ τῆς κατ' ἐνέργειαν ἁμαρτ τίας. Καὶ ἄφρων πλησθῇ σιτίων. Καὶ ἐὰν ὁ μὴ ἔγνω κὼς Θεὸν, ἐμφορηθῇ τῶν ἐν πνεύματι θεωρημάτων αὐτοῦ, διαβὰς τὰς κατ' αἴσθησιν ἐπιφανείας τῶν ὁρατῶν· καὶ τοῖς λόγοις τούτων φωτισθεὶς ὡς τισιν ἀκτῖσι τοῦ τῆς δικαιοσύνης ἡλίου, καὶ αὐτὸν τὸν τοῦ παντὸς αἴτιον Θεὸν, ἐκ τῶν τούτου ποιημάτων κατα λαβών. κγ. Καὶ οἰκέτις, ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυ ρίαν. Καὶ ἐὰν ἡ κατὰ διάνοιαν δουλεύουσα τῇ ἁμαρ τία ψυχὴ ἀπελάσῃ ταύτην αὐτῆς. Καὶ μισητὴ γυνὴ, ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ. Πρὸς δὲ, καὶ ἐὰν τελειωθεῖσα, ἐπιτυχής γένηται τοῦ ἀγαθοῦ νυμφίου αὐτῆς Θεοῦ Λόγου· κολληθεῖσα αὐτῷ, καὶ πνεῦμα ἐν γενομένη, ἀποστρεφομένῳ αὐτὴν πρότερον, διὰ τὸ ἐγκεῖσθαι ταύτην ἐπιμελῶς εἰς τὰ πονηρὰ, οὐδὲ λογισμὸν ἐμπαθῆ ὅλως ἔτι ἐπιδέξασθαι δύναται, διὰ τὸ γενέσθαι ὅλην τοῦ πνεύματος, καὶ τετάσθαι τὸ ἐπιθυμητικὸν αὐτῆς ὅλον πρὸς Κύριον. κδ. Τέσσαρα δέ ἐστιν ἐλάχιστα ἐπὶ τῆς γῆς ταῦτα δέ ἐστι σοφώτερα τῶν σοφῶν. Τὰ τέσσαρα Ει
col. 1531–1532page 156 of 162
PG 87:1531ἐπὶ τῆς γῆς εὐτελῆ ταῦτα, σοφωτέρα τῶν ἐκ Θεοῦ μὲν σοφίας δύναμιν λαβόντων ἀνθρώπων ὡς λογικῶν, ζώντων δὲ ὡς ἔτυχεν, ἀποδείκνυνται. κε'. Οι μύρμηκες, οἷς μὴ ἔστιν ἰσχὺς, καὶ ἑτοι μάζονται θέρους τήν τροφήν. Οι τε μύρμηκες, πάνυ τυγχάνοντες ἀσθενεῖς, ἐν θέρει δὲ τὴν τοῦ χειμῶνος τροφὴν εὐτρεπίζοντες· ὅπως μὴ τοῦ και ροῦ τῆς τῶν καρπῶν συλλογῆς παρελθόντος, λιμώ ξωσιν. κς'. Οι χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρὸν, οι ἐπονήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους. Καὶ οἱ ἀκανθόχοιροι, γένος ὄντες ἀδύνατον, καὶ τὰς οἰκή σεις ἐν πέτραις ποιούμενοι, ἵνα φυλάττοιντο ὑπὸ τούτων σκεπόμενοι. κα. 'Αβασίλευτόν ἐστιν ἀκρὶς, καὶ στρατεύει ἀφ' ἑνὸς κελεύσματος εὐτάκτως. Καὶ ἡ ἀκρὶς, τὴν ἐννόμως ἐπιστατοῦντα μὴ ἔχουσα, ἅτε ζώον τυγχάνουσα άλογον, καὶ ὡς ἀφ' ἑνὸς τοῦ Δεσποτικοῦ εὐτάκτως κινουμένη προστάγματος. κη'. Καὶ καλαβώτης χερσὶν ἐρειδόμενος, καὶ εὐάλωτος ὤν, κατοικεῖ ἐν ὀχυρώμασι βασιλέως. Καὶ ὁ τοῖς ἐμπροσθίοις ποσίν οἷα χερσί, τοῦ παρα τυχόντος δραττόμενος, κἀντεῦθεν στηριζόμενος, καὶ καλῶς τὰς βάσεις ποιούμενος γαλεώτης, εὐχείρωτος διὰ τὴν οἰκείαν ὑπάρχων ἀσθένειαν, καὶ ἐν αὐτοῖς τοῖς ὀχυρωτάτοις οἴκοις τῶν βασιλέων οἰκῶν ριγαροῦν πρὸς ταῦτα, κἂν τὰ ἄλογα ζώα βλέ πων, ἄνθρωπε, ὁ λόγῳ τιμηθεὶς, καὶ ὡς εἰκὼν Θεοῦ πρὸς τὸ ἀρχέτυπον ὁρᾷν κελευσθείς, μὴ τὴν Ει ἀσθένειαν τῆς σαρκὸς εἰς ἀθέτησιν προβάλλου τῆς τοῦ Θεοῦ ἐντολῆς· ἀλλ' ἐν τῷ παρόντι τῆς έργασίας καιρῷ, εὐτρέπιζε σεαυτῷ τὴν εἰς τὸ μέλλον ἀπόλαυσιν· καὶ ἐν ταῖς τῶν πειρασμών προσβολαῖς, ὑπὸ τὴν σκέπην τῆς νοητῆς πέτρας κατάφυγε, ἥτις ἐστὶν ὁ Χριστός· καὶ αὐτεξούσιος ὢν, ἔπου τῷ θείῳ προστάγματι· τὴν πανοπλίαν τοῦ Πνεύματος ενδυσάμενος, καὶ εὐτάκτως τῷ ἀρχε κάκῳ ἐχθρῷ ἀνταγωνιζόμενος, ἐν τῷ πρῶτον μέν σε τῷ τοῦ Θεοῦ φόβῳ καθαίρεσθαι· ἔπειτα δὲ τῇ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν φωτίζεσθαι, καὶ οὕτω τῇ ἀγάπῃ γίνεσθαι τέλειον· καὶ ταῖς πρακτικαῖς τῆς ψυχῆς δυνάμεσι, τῇ τε ἐπιθυμίᾳ καὶ τῷ θυμῷ, οἷα τισι χερσί στηριζόμενος, καλῶς βαῖνε διὰ τῶν τοῦ Θεοῦ ἐντολῶν· ἵν' εἰ καὶ ὑπάρχεις ευάλωτος τῷ ἐχθρῷ διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς, ἀνεπιβούλευτος αὐτῷ διαμένῃς ἐν τοῖς θείοις προστάγμασιν· ἐν οἷς παραμένουσι καὶ οἱ ἐπιστατοῦντες ἐννόμως ταῖς εἰρημέναις δυνάμεσιν ἔμφρονες λογισμοί. κθ', λ'. Τρία δέ ἐστιν ἢ εὐύδως πορεύεται, καὶ τέταρτον δ καλῶς διαβαίνει· σκύμνος λέοντος, ισχυρότερος κτηνῶν· ὃς οὐκ ἀποστρέφεται, οὐδὲ καταπτήσσει κτήνος. Καθάπερ τὰ τρία ταῦτα, ἀκω λύτω; διέρχεται, καὶ τὸ τέταρτον διαβαίνει καλῶς· ὁ τε σκύμνος τοῦ λέοντος, ὑπάρχων τῶν κτηνῶν ἰσχυ ρότερος, καὶ μήτε πτοούμενος κτῆνος, μήτε ἀπὸ τοῦ του ἡττώμενος· καὶ ὁ ἀλεκτρυὼν ἐν ἀλεκτορίσι περι πατῶν ἄφοβος· καὶ ὁ τράγος, ἀγέλης αἰγῶν πρὸς τὰς ἐν τοῖς ὑψηλοτέροις τόποις νομάς προηγούμενος πρὸς δὲ, καὶ βασιλεύς, ὁ δῆμον ἔθνους ὑπηκόου ἑαυτῷ διδάσκων, οὕτω καὶ ὁ ἐκ τοῦ νοὸς, οὗ τὸ ἡγεμονικόν
col. 1533–1534page 157 of 162
Caput XXXI
PG 87:1533ὑπεμφαίνει ὁ λέων, τικτόμενος λόγος, διέρχεται κατ'; ἀρετὴν ἀπτόητος τοῖς παρακειμένοις αὐτῇ κατ᾽ ἔλε λειψιν καὶ ὑπερβολὴν πάθεσι· καὶ τέλος τῶν πρα κτῶν εὑρίσκει τὸ ἀγαθόν. λα'. Καὶ ἀλέκτωρ εμπεριπατῶν θηλείαις εὔψυχος. Καὶ αὐτὸς δὲ ὁ νοῦς, ὃς τὰς τοῦ Ἡλίου τῆς δια καιοσύνης ἀκτῖνας, οἷά τις ἀλεκτρυών προορᾷ, ταῖς αἰσθήσεσιν ἐνδιατρίβων, καὶ πρὸς τοὺς λόγους τῶν ὄντων διαβαίνων, καὶ τέλος τῶν γνωστῶν εὑρίσκων τὴν ἀλήθειαν, οὐ δέδοικε τὰς κατασπώσας τῇ σχέσει τῶν ὑλικῶν ἐπιφανείας τῶν ὁρατῶν. Καὶ τράγος ἡγούμενος αιπολίου· καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει. Ο δ' οὕτως ἔμφρονι λόγῳ καὶ Φοί, κατὰ πρᾶξιν καὶ θεωρίαν ἐνεργῶν τὴν ἀρετὴν καὶ τὴν γνῶσιν, βεβαίαν τε ἔχων πληροφορίαν τοῦ ἀγα θοῦ, καὶ ἄληστον γνῶσιν τῆς ἀληθείας· προηγείται τῶν τῆς ἀριστερᾶς διὰ τὴν ἁμαρτίαν ὄντων μερίδος ἐπανάγων τούτους ἀπὸ τῶν κάτω καὶ σαρκικῶν, πρὸς τὰ πνευματικὰ καὶ οὐράνια· καὶ τὰς τοῦ μαθητευομένου αὐτῷ πλήθους θεωρητικάς τε καὶ ὀρεκτικάς δυνάμεις, κατὰ λόγον ῥυθμίζει· καὶ πείθει μὴ ὡς ἔτυχε φέρεσθαι. λβ'. Ἐὰν πρόῃ σεαυτὸν εἰς εὐφροσύνην, καὶ ἐκτείνῃς τὴν χεῖρά σου μετὰ μάχης, ἀτιμασθήση. Ἐὰν κατὰ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς σου, ἐκδῷς σεαυτὸν ταῖς σαρκικαῖς ἡδοναῖς, καὶ τὸ τοῦ θυμοῦ δραστικὸν κατὰ τῶν ὁμοφυῶν ὁπλίσῃς, τοῖς ἀνοήτοις κτήνεσιν ὁμοιωθεὶς, ὑβρισθήσῃ, ὡς δοῦλον παθῶν τὸ λογιστικὸν καταστήσας. λγ. Αμελγε γάλα, καὶ ἔσται βούτυρον. σου τυρόν]. Υποδέχου ὡς γάλα, πίστει ἁπλῇ, τὴν τῶν θείων λογίων διδασκαλίαν· καὶ συλλέγοντι τὸν νοῦν ταύτης ἐν πνεύματι, ὑπάρξει σο: οὕτω στερεὰ καὶ πίων τροφή. Ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι. Ωσπερ δὲ εἰ ἐκβιάζῃ μυκτήρας, αἷμα ἐξενεχθήσεται, οὕτω καὶ διστάζοντός σου περὶ τὴν πίστιν, καὶ λόγους ἀπαιτοῦντος διαλεκτικῶς, ἐξενεχ θήσονται διενέξεις καὶ ἔριδες. ΚΕΦΑΛ. ΛΑ. α', β'. Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ Θεοῦ, βασι λέως χρηματισμὸς ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ τί, τέκνον, τηρήσεις; τί;"Απερ σοι αὐτὸς ἀπαγγέλλω λόγια, μεμάθηκα ταῦτα παρὰ Θεοῦ· ἅ εἰσι πλοῦτος ἐμοῦ τοῦ λαχόντος ἐννόμως ἀνθρώποις ἐπιστατεῖν παρὰ τῆς δίκην μητρός θρεψαμένης σοφίας· τί λοι πὸν φυλάξεις, υἱέ; φύλασσον τὰ ἐμὰ λόγια. Ρήσεις Θεοῦ, πρωτογενές, σοὶ λέγω, υἱέ τί, τέ κνον ἐμῆς κοιλίας; "Η λόγια πάντως Θεοῦ; πρὸς σὲ ποιοῦμαι τὸν λόγον, υἱὲ, ὃς ἂν καὶ εἴης, τὸν ἀπο τεχθέντα μοι κατὰ τὴν πρώτην και πνευματικὴν γέν νησιν· τί, τέκνον, δ ταῖς τῆς ἐμῆς διανοίας ὠδῖσιν ἐγέννησα διδασκαλικῶς; γ'. Τί, τέκνον ἐμῶν εὐχῶν; Τί, τέκνον, οἷου τυχεῖν καρεκάλουν Θεόν, τηρήσεις; Μη δὺς γυναιξὶ σὺν πλοῦτον. Μὴ τὸν πλοῦτον
col. 1535–1536page 158 of 162
PG 87:1535σῶν φρενῶν ταῖς ἀλόγοις ἐπιθυ; κατ' αἴσθησιν ἡδονῆς, καταναλώσῃς· μόνους τοὺς ποικίλους ταύτης τρόπους ἐπινοῶν. Τὸν σὸν νοῦν καὶ βίον εἰς υστεροβουλίαν. Μηδὲ τὸ τοῦ νοός σου θεωρητικόν, καὶ τὸ περὶ τὴν ἐν σαρκὶ καὶ κόσμῳ βιοτήν σου πρακτικὸν, εἰς πεί ραν ἐκδῷς τοῦ κακοῦ· ἐξ οὗ σοί ποτε συμβήσεται μεταμέλεσθαι. δ'. Μετὰ βουλῆς πάντα ποίει· μετὰ βουλῆς οινοπότει. Μετὰ λογικῆς διακρίσεως μεταλάμβανε τῆς δίκην οἴνου εὐφραινούσης καρδίαν πνευματικώς φυσικῆς θεωρίας τῶν ὄντων· ἥτις ἐὰν ἀχαλίνωτος ᾖ, τὸν νοῦν τῆς ἀληθείας μεθίστησι, καὶ φέρει κατά κρημνοῦ. ε'. Οἱ δυνάσται θυμώδεις εἰσὶν, οἶνον μὴ πινέ τωσαν, ἵνα μὴ πιόντες, ἐπιλάθωνται τῆς σοφίας, καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς. Οἱ δυναστεύοντες κατὰ τῶν παθῶν, καὶ τὴν ἠθικὴν κατορθοῦντες φιλοσοφίαν, ώπλισμένοι εἰσὶ τῷ θυμῷ κατὰ τοῦ νοητοῦ ὄψεως· λοιπὸν τοῦ παρ᾽ ἀνθρώπων ἐπαίνου, τοῦ δίκην οίνου τούτους εὐφραίνοντος, μὴ μεταλαμβανέτωσαν· ὅπως μὴ μεταλαβόντες αὐτοῦ, ἐπιλάθωνται τῆς σοφίας· ἧς ἴδιον τὸ ἐπιδείκνυσθαι τὸ ὑψηλὸν ἐν τῷ ταπεινῷ· καὶ σκοτισθέντες τῇ ἐκ τῶν ἐπαίνων ἐπάρσει, αδυνατήσωσιν ἐπισκέπτεσθαι τε τοὺς περικειμένους ἀσθένειαν, καὶ τὰ κατ' αὐτ τοὺς διακρίνειν καλῶς, καὶ τῆς προσηκούσης ἀξιοῦν θεραπείας. 5'. Δίδοτε μέθην τοῖς ἐν λύπαις. Παρέχετε την ἐκ τῶν ἐπαίνων εὐφροσύνην τοῖς ἀποτυγχάνουσι τῆς περὶ τὴν ἐπίκηρον δόξαν, καὶ τὸν φθειρόμενον πλού τον ἐπιθυμίας. Καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις. Καὶ ἐγκωμίων ἀξιοῦτε τοὺς ἐν ὀδύναις σωματικαῖς. ζ. Ἵνα ἐπιλάθωνται τῆς πενίας, καὶ τῶν πό των μὴ μνησθώσιν ἔτι. Οπως ἐκεῖνοι μὲν ἐν λήθη γένωνται τῆς πιεζούσης τούτους ἐνδείας τῶν ἀναγ καίων· οὗτοι δὲ ἀμνημονήσωσι τῶν ὀδυνῶν τῆς σαρ κός. η. Ανοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρίνε πάντα ὑγιῶς. Πλάτυνε τὸ δίκην στόματος δεκτικὸν τοῦ ἐκ τοῦ οὐρανοῦ καταβάντος ἄρτου, νοερόν της ψυχῆς σου, θείαις ἐννοίαις· καὶ διάκρινε πάντα και λως. θ'. "Ανοίγε σὸν στόμα, καὶ κρίνε δικαίως. πλάτυνε καὶ αὐτό σου τὸ φαινόμενον στόμα, προφορά θείων ῥημάτων· καὶ ἀποδίδου ἑκάστῳ τὸ πρόσφορον. Διάκρινε δὲ πένητα καὶ ἀσθενῆ. Διακρίνειν δὲ καλῶς σοι παρακελεύομαι, τήν τε τοῦ ἐνδεοῦς ἀνάγ κην, καὶ τὴν τοῦ ὀδύναις συνεχομένου σωματικαῖς κἀντεῦθεν πάντως, τούτων ἑκατέρῳ τὸ κατάλληλον φάρμακον. ι. Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Σύνοικον, τὴν τοὺς μὲν κατ' ὀδύνην ἀκουσίους πειρασμούς γενναίως ὑπομένουσαν, τοῖς δὲ καθ᾽ ἡδονὴν ἑκουσίοις μὴ ὑπου πίπτουσαν, τελειοποιὸν σοφίαν, σπανίως νοῦς ἀνθρώπινος κτήσεται· ὅτι σπάνιον ἡ τοῦ ἀγαθοῦ κτῆσις, καὶ πρέσαντες· κἂν πολὺ τὸ μεθέλκον εἴη καὶ προ καλούμενον.
col. 1537–1538page 159 of 162
PG 87:1537Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Κρείττων δὲ ἀσυγκρίτως πάντων τῶν κατὰ τὸν βίον πολυτίμων τε καὶ λαμπρών αὕτη ἐστίν. ια'. θαῤῥεῖ ἐπ' αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτ τῆς. Αφοβός ἐστιν ἐν αὐτῇ τοῦ ταύτῃ συμβιοτεύοντος ἡ διάνοια βοηθὸν αὐτὴν κεκτημένου, καὶ ἐπ' αὐτῇ θαῤῥοῦντος, ὡς οὔθ᾽ ὑπὸ τῶν ἡδέων απατηθήσεται, οὔθ᾽ ὑπὸ τῶν ἀλγεινων ηττηθήσεται. ιβ', ιγ'. Η τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον, μηρυομένη έρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἡ τοιαύτη ἐν τοῖς τοῦ συνοίκου αὐτῆς κατὰ τῶν νοητῶν ἐχθρῶν ἀγωνίσμασιν, οἷά τίνων ἀγαθῶν λαφύρων, εὐπορήσει τῶν ἀρετῶν περιποιεῖται γὰρ ταύτας αὐτῷ, ἐν τοῖς κατ' αὐτῶν τροπαίοις· παρ' ὅλην τε τὴν παροῦσαν ζωὴν έργα ζομένη τό τε δίκην μαλλοῦ τραχὺ τῶν διαφόρων ἐπι τηδευμάτων τοῦ κατὰ Θεὸν βίου, καὶ τὴν οἷα λίνον λεπτυνομένην ἐν πνεύματι εἰς τὰ νοήματα τῶν ἐν τοῖς οὖσι λόγων φυσικὴν θεωρίαν αὐτῶν, ἐχρήσατο τούτοις δεόντως, ταῖς ἑαυτῶν κατ' ἀρετὴν καὶ γνῶ σιν ἐνεργείαις, εἰς ἔκφασιν πάντως τοῦ ἀγαθοῦ, καὶ κατάληψιν τῆς ἀληθείας. ιδ'. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν. Ωμοιώθη νηῒ τοῦ βίου τὴν θάλασσαν διαπλέου σα, καὶ πραγματευομένη ἐν τῷ παρόντι τῆς παν ηγύρεως καιρῷ, τὰ τοῖς δικαίοις κατὰ τὸ μέλλον ἀπο κείμενα ἀγαθά. ιε'. Συνάγει δὲ αὕτη τὸν βίον, καὶ ἀνίσταται ἐκ νυκτῶν· καὶ ἔδωκε βρώματα τοῖς ἐν τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Συλλέγει δὲ ἡ τοιαύτη κατὰ νοῦν τὸν πνευματικὸν πλοῦτον τῆς γνώσεως τοῦ Ποιητοῦ ἐκ τῶν ποιημάτων αὐτοῦ· καὶ πρὸς τὸν πόθον τούτου ἐκ τῶν περὶ ταῦτα ἐγείρεται σχέσεων, αἷς ὡς ἐν νυξὶν ἐκάθευδε· τοῦ νοὸς μήτε κινουμένου πρὸς γνῶσιν, μήτε ἐνεργοῦντος τὰς ἀρετάς· καὶ οὕτω πρὸς τὸν θεῖον διεγερθεῖσα πόθον, παρέσχε τῷ μὲν οἰκητηρίῳ ἑαυτῆς νοί, τροφὰς διαφόρων πνευ ματικῶν θεωρημάτων τοῦ ψυχὰς στηρίζοντος θείου Λόγου· ταῖς δὲ διακονούσαις τῷ λόγῳ δυνάμεσιν, οἷα ἐπιπειθέσιν αὐτῷ, τῇ τε ἐπιθυμίᾳ καὶ τῷ θυμῷ, τὰς ἐργασίας τῶν τοῦ Θεοῦ ἐντολῶν· ὡς πείσασα τὴν μὲν ἐπιθυμίαν, ὀρέγεσθαι τῶν ἐφ' ἅπερ αὗται προτρέπουσι· τὸν δὲ θυμὸν, ἀποστρέφεσθαι τὰ ἀφ' ὧν ἀποτρέπουσι. ις. Θεωρήσασα γεώργιον, ἐπρίατο· ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Και τανοήσασα γνωστικῶς τὸν ἐν ὅλῃ τῇ φύσει καὶ τῇ Γραφῇ γεωργούμενον θεῖον Λόγον, ἐκτήσατο τοῦτον καθ᾽ ἕξιν· τὴν κατὰ ψυχὴν διάθεσιν, ὥς τινα κατα βαλλομένη δραχμήν· ἀφ᾽ ὧν δὲ τρόπων καρποφοροῦσιν αἱ παρὰ ταύτης κινούμεναι πρακτικαὶ τῆς ψυχῆς δυνάμεις, ὡς ἀγρόν τινα κατεφύτευσε τὸ σαρκίον, τῇ ἐναρέτῳ πολιτεία. ιζ', ιη'. Αναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτ τῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον· καὶ ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Αναστείλασα σωφρόνως τὴν ἐπιθυμίαν ἀπὸ τῆς τῶν η
col. 1539–1540page 160 of 162
PG 87:1539προσκαίρων ὀρέξεως, καὶ περισφίγξασα ταύτην κατά θυμὸν ἀνδρικῶς, ἐστήριξε ταύτας τὰς παρ' αὐτῆς κινουμένας πρακτικὰς δυνάμεις, κατ' έμφρονα λόγο, ἐν τῇ ἐργασίᾳ τῶν τοῦ Θεοῦ ἐντολῶν· τὸ μὲν ἐπιθυμητικὸν, πρὸς τὴν τοῦ Θεοῦ καὶ τοῦ πλησίον ἀγάπην ἐπιμόνως κινήσασα· τὸ δὲ θυμικόν, κατὰ τοῦ ποικίλως ταύτῃ ἐπιβουλεύοντος νοητοῦ ἔφεως καὶ ἔργος αὐτοῖς κατὰ νοῦν ἐπειράθη, ὅτι ἀγαθὸν τὸ ποιεῖν τὰ θεῖα προστάγματα· καὶ διαφυλάττει άσβεστον τὸν παρ' αὐτῆς τῇ ψυχῇ πυρσευόμενον κατὰ πράξιν ἐν πνεύματι λόγον τῆς γνώσεως· ἤγουν τὸν νόμον τοῦ πνεύματος, λάμποντα ταῖς ἀστραπαῖς τῶν ἔργων τῆς δικαιοσύνης, καὶ ὅλον διασκεδάζοντα τὸν σκοτασμὸν τοῦ χοϊκοῦ φρονήματος τῆς σαρκός. ιθ'. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα· τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Τὰς κρίσεις ἑαυτῆς, πρὸς τὰς συντεινούσας εἰς σω τηρίαν ψυχῶν ἀρετὰς, ὑφαπλοί ταύταις πάντως ταῖς διακρίσεσιν, ὥς τισι πήχεσι δεξιῷ τε καὶ εὐωνύμῳ, μετροῦσα τὰς τῶν ἀρετῶν συμμετρίας· καὶ περιας ροῦσα τὰς ἐκ δεξιῶν ὑπερβολάς, καὶ τὰς ἐξ εὐωνύμων ἐλλείψεις αὐτῶν· τὰς δὲ κινουμένας ὑπ' αὐτῆς, ὥστε μὴ ἀλόγως φέρεσθαι πρακτικὰς δυνάμεις, στη ρίζει εἰς τὸν δίκὴν ἀτράκτου συμπλέκοντα λόγον την αἴσθησιν τῷ νοῖ, ἐν τῷ τοὺς κατ' αἴσθησιν τύπους πρὸς τὴν κατὰ νοῦν ἀνάγειν ἀλήθειαν ταῖς ἑαυτοῦ συστροφαῖς. κ. Χεῖρας αὐτῆς διήνοιξε πένητι καρπὸν δὲ εξέτεινε πτωχῷ. Δαψιλῶς ταῖς κατ' ἐπιστήμην αὐ τῆς ἐνεργείαις τῶν κατ' ἀρετὴν τρόπων, τοῦ πλούτου μετέδωκε τοῦ κατὰ πράξιν ἤθους, τῷ συντραφένει τη τούτου ἐνδείᾳ δι' ἀλογίαν σαρκίῳ, κατὰ λόγον τοῦτο ῥυθμίσασα· καὶ τῆς φθοροποιοῦ ἡδυπαθείας ἐξανα στήσασα· τὸ δὲ θεωρητικόν, οὗ ἐξήρτηται τὸ πρακτικὸν οἷα καρποῦ χείρ, ἐξήπλωσε κατὰ γνῶσιν, τῷ εἰς ἄγνοιαν τοῦ ὄντως καλοῦ, διὰ τὴν πρὸς τὰ ὑλικὰ σχέσιν περιπεσόντι νοῖ· ἀνακαλεσαμένη καὶ ἐγείρασα τοῦτον τοῦ πτώματος, ὡς αὐτοῦ βοηθός. κα'. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, όταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῇ ἐν διδύσκονται. Οὐ μεριμνᾷ ὁ ταύτῃ σύνοικος νους περὶ τῶν ἐν τῷ οἰκητηρίῳ αὐτοῦ σαρκίῳ παθημάτων, ὁπόταν ταῖς πνευματικαῖς θεωρίαις ἐνασχολῆται πάντες γὰρ οἱ τούτου ἐν αὐτῷ λογισμοί, περιβάλλονται διὰ σωφροσύνην καὶ ἀνδρείαν, τὸ ἔκ τε τοῦ Ο φλογμοῦ τῶν καθ᾽ ἡδονὴν ἑκουσίων πειρασμῶν, καὶ τοῦ κρυμοῦ τῶν κατ᾽ ὀδύνην ἀκουσίων, ἀπαθές. κβ'. Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς. Κατεσκεύασε τῷ συνοίκῳ αὐτῆς νοῖ, κατά τε θεωρίαν καὶ πρᾶξιν διττά. περιβλήματα· τοῖς λόγοις ταῦτα τῶν ὄντων, καὶ τοῖς τρόποις τῶν ἀρετῶν ἐξυφάνασα. Ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Εαυτῇ δὲ οἷά τινα περιβόλαια, τὰ περί τε τῆς οἰκ κονομίας καὶ τῆς θεολογίας ὑπὲρ νοῦν δόγματα· και ραδηλοῖ γὰρ βύσσος διὰ τὸ ἀπὸ γῆς ἔχειν τὴν γένε σιν, τὰ περὶ τῆς τοῦ Θεοῦ Λόγου ἐν σαρκὶ οἰκονομίας δόγματα· ἡ δὲ πορφύρα, διὰ τὸ βασιλικόν, τὰ περὶ τῆς πάντων δεσπότιδος τρισυποστάτου Θεότητος. κγ'. Περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ
col. 1541–1542page 161 of 162
Title Page
PG 87:1541αὐτῆς ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Περιφανὴς δὲ γίνεται ὁ ταύτῃ συνοικῶν νοῦς, ἐν ταῖς ὥς τισι πύλαις εἰσ αγωγοῖς τῆς τῶν ὁρατῶν φαντασίας αἰσθήσεσιν, οπό ταν περὶ ταύτας συνεδριάσῃ τῇ ἐπιθυμίᾳ καὶ τῷ θυμῷ, ταῖς οἷα προηγουμέναις ἐκ γενέσεως τῆς λο γικῆς ἐνεργείας πρεσβυτέραις δυνάμεσιν· ἔμφρονι λογισμῷ δι' ἐγκρατείας καὶ ὑπομονῆς ὑποτάσσων αὐτάς· αἴπερ ψυχικαί δυνάμεις, τῷ παθητῷ τοῦ χοϊκοῦ ἡμῶν σαρκίου παραμένουσιν, ὡς τῆς ψυχῆς φύσει, τῆς μὲν συστάσεως τοῦ σώματος κατ' ἐπιθυμίας ὀρεγομένης, τὴν δὲ φθορὰν τούτου κατὰ θυμὸν ἀποστρεφομένην. κι'. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι· περιζώματα, τοῖς Χαναναίοις. Νεκρώσεως τῶν , ἐμπαθῶν λογισμῶν εἰργάσατο περιβόλαια· καὶ τοῖς καθαρθεῖσι μὲν ἀπὸ τῶν κατ' ἐνέργειαν παθῶν, περ φοινιγμένοις δ' ἔτι τοῖς κατὰ διάνοιαν, ἀπημπόλησε καταβαλοῦσι πρὸς αὐτὴν οἷόν τι τίμημα τὴν ἀπὸ τῶν κατ' ἐνέργειαν παθῶν ἐγκρατευσαμένην προαίρεσιν ἐγκράτειαν δὲ καὶ ὑπομονὴν τῆς κατὰ Θεὸν σκληρᾶς ἀγωγῆς, περισφιγγούσας τὸ παθητικόν τῆς ψυχῆς μέρος ἀπεργασαμένη, κατ' ἔμφρονα λογισμὸν τῶν τοῖς κατ' ενέργειαν ἁμαρτήμασι τεταπεινωμένων (ταπεινοὶ γὰρ οἱ Χαναναίοι ἑρμηνεύονται), ἀπέδοτο τούτοις αὐτὰς, λαβοῦσα τὸ ἐπιθυμητικὸν αὐτῶν, καὶ τὸ θυμικὸν τῷ λόγῳ ἐπιπειθῆ. Στόμα δὲ αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐνα νόμως· καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στόμα τὸ ἐκφέρον τὰ ταύτης διδάγματα, εκώλυσε μὲν προφέρειν τὰ ὡς ἔτυχε παρεμπίπτοντα, διέθετο δὲ τὰ τοῦ Θεοῦ ἐντάλματα φθέγγεσθαι· κἀντεῦθεν ἔταξε τὴν γλῶτταν λαλεῖν κατὰ καιρὸν τὰ προσε ήκοντα. κε'. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ δύο φράνθη ἐν ἡμέραις ἐσχάταις. Δύναμιν καὶ κάλλος περιεβάλετο, καθ' ἔξιν τοῦ ἀγαθοῦ νοεράν τῆς ψυχῆς, καὶ ἐν σαρκὶ ἐνέργειαν σχούσα γὰρ κατὰ τὸ τριμερές τῆς ψυχῆς ἐνδιάθετον τὸ ἀγαθὸν, ἐνδιάθετον δὲ ἀγα θὰν ἡ πίστις ἐστι, ταύτην κέκτηται δύναμιν ἐνεργητικὴν ἐν σώματι, τοῦ κόσμου τῶν ἀρετῶν, ἐνεργουμένην ταύτην τοῖς τούτων τρόποις ἀποδεικνύουσα κἀντεῦθεν ἐν οἷστισιν οὕτως αὐτὴν ἀποδεικνύει Αγαλλιάσατο περὶ τὸ τέλος τῆς παρούσης αὐτῶν ζωῆς, ὡς τὸν κατὰ Θεὸν δρόμον τετελεκότων. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς. Ἐπιμελουμένη τοῦ κατὰ ψυχὴν νοεροῦ οἰκητηρίου αὐτῆς, καὶ τοῦ κατὰ σῶμα αἰσθητικοῦ, ἀποκαθαίρει τούτων, ταῖς κατὰ θεωρίαν καὶ πρᾶξιν ἐν τούτοις κινήσεσιν αὐτ τῆς, πάντα χαῦνον καὶ ἄνανδρον λογισμὸν, καὶ βίον διακεχυμένον καὶ βορβορώδη. Σἶτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Λογισμοὺς δὲ τρέ φοντας κατ' ἀρετὴν τὴν ψυχὴν ἀνεξετάστως, οὐδαμῶς παρεδέξατο· φυλαττομένη ἐκ τῶν ἀπὸ δεξιᾶς δι᾿ ἀπροσεξίαν ἐκ ῥαθυμίας τὴν ψυχὴν ἀπατώντων. κς'. Στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως. Διδάσκει δὲ τὰ ἀληθῆ δόγματα, καὶ τὰ θεῖα ἐντάλματα.
col. 1543–1544page 162 of 162
Elenchus
PG 87:1543α'', κη'. 'Η δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν· καὶ ὁ ἀνὴρ αὐτῆς ἤνεσεν αὐτήν. Καὶ ἡ ἐκ ταύτης μετάδοσις τῆς τούτων διδασκαλίας, ἐξήγειρε τῆς αὐτῶν ἀπορίας τοὺς παρ' αὐτῆς διδασκομένους· κἀντεῦθεν οὗτοι τὸν πνευματικὸν κατὰ γνώσιν καὶ ἀρετὴν ἐκτήσαντο πλοῦτον· καὶ ὁ συνοικῶν ταύτῃ νοῦς ἐπήνεσεν αὐτήν, ταῦτα περὶ αὐτῆς διαλογισάμενος. κθ'. Πολλαὶ θυγατέρες εποίησαν δύναμιν. Πλείσται ἐπιστῆμαι τῶν ἀνθρωπίνων πραγμάτων, τὴν φύσιν τῶν ἀνθρώπων ἐνεδυνάμωσαν. Πολλαὶ ἐκτήσαντο πλοῦτον. Πλείσται περιεποιήσαντο ταύτῃ, ἀφθόνως τὰ χρειώδη τῷ σώματι. Σὺ δὲ ὑπέρκεισαι, καὶ ὑπερῆρας πάσας. Αὕτη δὲ ἡ σοφία, οἷα ἐπιστήμη ἐπιστημῶν, ὑπὲρ πάσας τὰς τῶν ἀνθρωπίνων πραγμάτων ἐπιστήμας ὑπάρ χει, ὡς τούτων αἰτία, καὶ ταῖς κατὰ γνῶσιν καὶ ἀρε τὴν ἐνεργείαις ὑπερβέβηκε πάσας, θείων πραγμάτων ἐπιστήμη ὑπάρχουσα. η λ'. Ψευδεῖς ἀρέσκειαι, καὶ μάταιον κάλλος γυ ναικὸς οὐκ ἔστιν ἐν σοί. Ἐπὶ γὰρ τοῖς οὐκ οὖσιν, ἀλλὰ δοκοῦσι καλοῖς, οὐκ ἀρέσκῃ· καὶ ἀνόνητος κομ ψεία σοφίας τῆς ἐν λόγῳ κειμένης καὶ στροφαῖς λέ ξεων, ἐκ τέχνης ἐν προφορᾷ κατ' ευγλωττίαν πρὸς ἀκοῆς ἡδονὴν γοητευομένη, οὐχ ὑπάρχει ἐν σοὶ τῇ ὄντως σοφίᾳ, ὡς τὸ φιλότιμον ἅπαν καταλυούση. Γυνὴ γὰρ συνετή, ευλογημένη. Οὕτω δὲ ταύτην ὁ σύνοικος αὐτῆς νοῦς ἐπήνεσεν, ἐπειδὴ σοφία ἡ τὰς ὀρεκτικὰς τῆς ψυχῆς δυνάμεις συννεύειν ποιοῦσα πρὸς τοὺς λόγους καὶ τοὺς τρόπους τῶν ἐντολῶν ἐπ αινείται· καταλαμβάνοντος τοῦ νοὸς, τῇ τῶν θείων ἐντολῶν πείρᾳ, ὅτι εὐεργετοῦσιν αὐτὸν τὰ θεῖα ταύ της διδάγματα, ὡς τῶν φθοροποιῶν παθῶν ἀπαλλάττοντα, καὶ εἰς τὴν ἀνώλεθρον τοῦ Θεοῦ βασιλείαν εἰσάγοντα. Φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Τὸν δὲ διαμένοντα εἰς αἰῶνα αἰῶνος ἁγνὸν φόβον τοῦ Δεσπότου τῶν ὅλων Θεοῦ, ἐν ὑμῖν δοξαζέτω· ἵνα μὴ εἰς καταφρόνησιν αὐτοῦ περιπέσητε. λα'. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς. Τέλειοι δ' ἐντεῦθεν ὑπάρχοντες, ὡς ὅλοι τῆς σοφίας γενόμενοι, καὶ διαμένοντες άτρεπτοι, προσάγετε ταύτη καὶ ἑτέρους τους ὠφελουμένους διὰ τῶν διδαγμάτων αὐτῆς, ἔργοις καὶ λόγοις ὑποδεικνύντες αὐτοῖς τὰ σωτήρια. Καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς. Καὶ ὁ συνοικῶν ταύτῃ ὑμῶν τῶν διδασκάλων νοῦς, ἐν ταῖς δίκην πυλῶν εἰσαγωγοῖς αἰσθήσεσι τῶν παρ' ὑμῖν διδασκομένων, εὐφημείσθω· ὁρώντων τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξαζόντων τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
Continue reading PG 87: Catena in Canticum canticorum →≣ entire volume