Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1209–1210page 1 of 6
Caput IICaput IIICaput VIICaput X
PG 87:1209ΕΙΣ ΤΗΝ ΔΕΥΤΕΡΑΝ ΤΩΝ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ ΚΕΦΑΛ. Β'. Καὶ τὶς ἰσχύει οἰκοδομῆσαι αὐτῷ οἶκον; Δηλοί τῷ Χιρὰμ τὴν οἰκείαν θεογνωσίαν. Τίς γάρ, φησίν, ἄξιον οἶκον ἀνεγερεῖ τῷ Θεῷ, ἂν οὐκ ἔχει χωρεῖν ὁ οὐρανὸς ὁ ὑπέρτερος; Πλὴν κατὰ δύναμιν αὐτῷ προσάγω σέβας, καὶ τιμήν. Ὅσον δὲ τῶν εὐσεβῶν ὀνίνησιν ἡ φιλία, δεδήλωκεν ὁ Χιράμ, λέγων· «Εὐ λογητός Κύριος, ὁ Θεὸς Ισραήλ, ὅς ἐποίησε τὸν οὐρανὸν, καὶ τὴν γῆν·, ὡς δὴ προγνοὺς ἐκ Δαβίδ, ὡς ὁ Θεὸς Ἰσραήλ ἐστι ποιητής οὐρανοῦ τε καὶ γῆς. Ὁ δὲ τῶν μέτρων ἀριθμὸς τοῦ ναοῦ δια φωνίαν οὐκ ἔχει πρὸς τὸν ἐν ταῖς Βασιλείαις· ἑάν τις τοῖς μὲν τεσσαράκοντα πήχεσιν τοῦ μήκους, προσθῇ τοὺς εἴκοσι τοῦ Δαβείρ· τοῖς δὲ πέντε καὶ εἴκοσι ὕψους, τῶν διωρόφων, καὶ τριωρόφων τὰ μέτρα. Ἐκ πόλεως Δαβίδ. Την Σιών οὕτω καλεῖ, ἦν ὠχύρωσε, τειχίσας ἐν αὐτῇ τὰ βασίλεια. Ἐν τῇ ἑορτῇ. Δῆλον ὅτι τῶν σκηνοπηγιῶν. Ο μὴν γὰρ, φησὶν, ἕβδομος. ΚΕΦΑΛ. Γ'. Δαβείρ. Τὸ ἄδυτον καὶ ἄψαυστον οὕτω καλεῖ, ὅπερ Αγια ἁγίων ἔθος ὀνομάζειν τῇ θείᾳ Γρα φη. ΚΕΦΑΛ. Ζ'. Οδῶν Κυρίου, ὧν ἐποίησεν ὁ Δαβίδ. Πάλιν ἐδίδαξεν, ὡς Δαβίδ εἰσιν οἱ Ψαλμοί. Εὐσεβῶν δὲ Σαλομών, οὐκ ἀφῆκεν οἰκεῖν ἐν οἴκῳ Δαβὶδ τὴν θυ γατέρα τοῦ Φαραώ. Αγία γάρ, οὗτός φησί, Θεοῦ εἰσῆλθεν ἐκεῖ ἡ κιβωτός Κυρίου. Τὰ δὲ ἀγώγιμα ξύλα πεύκινα κέκληκεν ὁ Ἰώσηππος, ἅπερ ἐν Βα σιλείαις ὑποστηρίγματα τοῦ οἴκου Κυρίου φησίν, καὶ τοῦ οἴκου τοῦ Βασιλέως. Καὶ ὃν ἄνθρωπον ἐκεῖ φησι τοῦ Θεοῦ βρωθέντα ὑπὸ τοῦ λέοντος, Ἰωὴλ ἐνταῦθα. ΚΕΦΑΛ. Ι'. Καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ ἀπὸ τοῦ Θεοῦ. "Ων γὰρ κήδεται Θεός, τούτους τὰ πρακτέα σοφίζει. Τούτου δέ τις στερη ρηθεὶς, ὡς ἔτυχεν, φέρεται. Εδοξε δὲ τῷ Θεῷ διελεῖν τὴν βασιλείαν, ἀνθ' ὧν Σολομὼν ἐπλημμέλησε. Τοῦ δὲ Θεοῦ τὸν λαὸν ἀποστήσας Ἱεροβοάμ, καὶ τοὺς ἱερεῖς αὐτοῦ, καὶ Λευΐτας, ἀπήλασεν, ἰδίους
col. 1211–1212page 2 of 6
Caput VCaput XIICaput XIIICaput XIVCaput XVI
PG 87:1211αὐτὸς προβαλόμενος. Ἐνταῦθα οὖν δηλοῖ, ὡς οὐ ἑκόντες ἀπῆλθον οἱ τοῦ Θεοῦ λειτουργοί, Ενθα εν νεώς. ΚΕΦΑΛ. ΙΒ'. Σουχιεὶμ, καὶ Χουσιείμ Τρωγλοδύται, καὶ Αἰθ πες. Καὶ ἐνετράπησαν ἄρχοντες. Σύμμαχος, έγ σιμάχησαν. Διὸ καὶ Θεὸς μετέβαλε τὴν ὀργὴν, του μὴ πανωλεθρίαν ἐπενεγκεῖν αὐτοῖς. Δώσω δὲ αὐτοῦ, φησίν, ὡς σμικρὸν εἰς σωτηρίαν. Αντὶ τοῦ, Τ σπινθήρα τῆς εὐλογίας τῆς οἰκουμένης ἐν αὐτοῖς δια φυλάξω. Οὐ γὰρ μὴ στάξῃ ὁ θυμός μου ἐπὶ Ἱερα σαλὴμ ἐν χειρὶ Σουσακίν. Ο ἐστιν, Εἰς ὕστερον τ λάξω την τιμωρίαν, ἐπὶ τοῦ παρόντος ζυγὸν μόνο δουλείας αὐτοῖς ἐπιθεὶς, ὡς ἂν γνῶσιν ἀπὸ συγκρίσεως, ὅπως χρηστὸς ὁ ἐμὸς ζυγὸς, καὶ ὡς βαρὺς τῶν ἀνθρώπων. ΚΕΦΑΛ. ΙΓ'. Οὐχ ὑμῖν γνῶναι; Ἐχρὴν ὑμᾶς, φησί, γνώναι ὡς θεόσδοτος, ἡ τοῦ Δαβίδ βασιλεία, καὶ τέλος ούχ ἔχουσα, κατὰ τὴν θείαν ὑπόσχεσιν. Πῶς οὖν ἀπὸ στάντες ὑπὸ τυράννω γεγένησθε; Διαθήκην δὲ ἀλός αἰωνίαν τὸ βέβαιον τῆς βασι λείας ἐκάλεσε. Καὶ βάρβαροι γὰρ περὶ συνθήκες βέβαιοι, ἀλῶν τραπέζης κ μεταλαμβάνοντες. Καθὼς οἱ λαοὶ τῶν γαιῶν. Ὡς καὶ τὰ λοιπὰ ἔθνη. Τοὺς γὰρ οὐκ ὄντας χειροτονοῦσιν ἱερέας τοῖς οὐκ οὗτι θεοῖς. ΚΕΦΑΛ. ΙΔ'. Καὶ τὰ ὑψηλά. Τὰ παρανόμως τῷ Θεῷ ἐν τοῖς βουνοῖς ἀνακείμενα. Καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γερά ρων. Πόλις Παλαιστίνης τὰ Γέραρα, διὸ καὶ σάλτον ὠνόμασται Γεραριτικὴν περὶ τὴν Ἐλευθερόπολιν, ἐνθ... ἀποίκους' Αιθιόπων οἰκεῖν, καὶ ἄλλους τινάς, Αμαζονεὶμ καλουμένους· οὓς προϊὼν ἐχει μάσει Λίβυας, ἐν τοῖς ᾿Ανανίου τοῦ προφήτου λο γοις. ΚΕΦΑΛ. ΙΕ΄. Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ οὐκ ἔσται εἰρήνη τω ἐκπορευομένῳ. Προλέγει τῶν Ασσυρίων τὴν ἔ οδον. Πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν. Πάλιν τὰ παρανόμως ἀνακείμενα τῷ Θεῷ. ΚΕΦΑΛ. 17'. Διὰ τοῦτο διεσώθη δύναμις βασιλέως Ισραήλ. Αλῶν τραπέζης. ἀλῶν καὶ τραπέζης. Ελληνικούς μεταδοὺς ἁλῶν τε καὶ τραπέζης, ἀπέπεμπεν εἴκαδε. Ενθ... ἀποίκους. ἔνθα φασίν ἀποίκους.
col. 1213–1214page 3 of 6
Caput XIXCaput XVIICaput XXCaput XXI
PG 87:1213Εἰ γὰρ ἐπίστευσας, φησίν, ἄρδην ἂν πάντας ἀπ έκτεινας. ΚΕΦΑΛ. ΙΖ'. *Οτι επορεύθη ἐν ὁδοῖς Δαβὶδ τοῦ πατρὸς αὐτ τοῦ ταῖς πρώταις. Τουτέστι, κατ' ἀρχὰς τοῦ Δαβίδ ἐζήλου τὴν ἀρετήν. Καὶ ὑψώθη ἡ καρδία αὐτοῦ. Ἐν ἐπαίνῳ τοῦτό φησιν. Ἐπήγαγεν γὰρ ἐν ὁδοῖς Κυρίου. Εκουσιαζόμενον δὲ λέγει τῷ Κυρίῳ, τὸν οὐχ ὑπὲρ ἁμαρτημάτων προσφέροντα, δῶρα δὲ προσκομίζοντα τῷ θεῷ. ΚΕΦΑΛ. ΙΘ'. 'Αλλ' ή λόγοι ἀγαθοὶ εὐχέλησαν ἐν σοί. Δ δάσκει, ὡς ἐλαττοῖ νὰς ἐπὶ τοῖς ἁμαρτήμασι τιμω μίας τὰ φθάσαντα κατορθώματα· ταῦτα γὰρ ἐκεί. νοις ἀντιμετρεῖ· καὶ ὡς δεῖ φεύγειν πᾶσαν ἀσεβῶν φιλίαν τε καὶ συγγένειαν. Δεξάμενος δὲ τὸν ἔλεγχον ὁ βασιλεὺς, οὐ μόνον εὐσεβείας, ἀλλὰ καὶ πάσης εὐνομίας ἐφρόντισε, καταστήσας κριτὰς ἐν πάσαις ταῖς πόλεσι, καὶ παραινέσεις αὐτοῖς δικαστικὰς ὑπου θέμενος, καὶ ἐπιστήσας αὐτοῖς Αμαρίαν τὸν ἱερέα, δι' οὗ τῶν ἀγνοουμένων γνώσονται τὴν ψῆφον παρὰ Θεοῦ· καὶ Ζαβαδίαν, εἰς τὸ περὶ τῶν δοκούντων αὐτοῖς ἐπαναφέρειν τῷ βασιλεῖ· καὶ τοὺς Λευΐτας, εἰς διδασκαλίαν τοῦ νόμου. Τοὺς γὰρ διδάσκοντας, γραμματέας ἐκάλεσαν. ΧΙΧ. Καὶ ἔσται Κύριος μετὰ τοῦ ἀγαθοῦ. Οὐχ ἁπλῶς ἔφη, μεθ' ὑμῶν. ΚΕΦΑΛ. Κ'. Καὶ ἔδωκας αὐτὴν τῷ σπέρματι 'Αβραάμ τοῦ φίλου σου. Ανέμνησε τοῦ προπάτορος, ἵνα διὰ τῆς πρὸς ἐκεῖνον ἐπαγγελίας τύχῃ τῆς βοη θείας. Οὐ κρινεῖς ἐν αὐτοῖς; Ερωτηματικῶς. Ομολογεί δὲ καὶ τὴν ἰδίαν ἀσθένειαν. Ακούσατε, πᾶς Ιούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, καὶ ὁ βασιλεὺς Ἰωσαφάτ. Τιμῶν διεῖλεν ἀπὸ τῶν ἄλλων, ἐξαίρετονὀνομάζων αυτ τόν. Κατοικοῦντας δὲ λέγει, τοὺς ἀπὸ τῶν ἄλλων φυλών. ψαλτωδούς. Λευΐτας ὑμνοῦντας, οὐχ ὁπλοφόρους, πρυτάττει τῆς στρατιᾶς. Ἐν Γεσιωνγαβὲρ. Τῷ Ἰνδικῷ πελάγει παρά κειται, Βερονίκη καλουμένη. ἃς ἐφιλίασας τῷ Οχοσίᾳ. Ορα γὰρ τῆς κακῆς συγγενείας τὸ τέλος. Ἰωρὰμ γὰρ, ὁ τούτου παῖς, τοῦ κηδεστοῦ ᾿Αχαάβ ἐξήλωσε τὴν ἀσέβειαν, καὶ τοὺς ἀδελφοὺς πάντας ἀπέκτεινε· καὶ τὰ λοιπά, φησὶν ἡ Γραφή. ΚΕΦΑΛ. ΚΑ'. Διὰ τὴν διαθήκην, ἣν διέθετο τῷ Δαβίδ. Οὕτως ὠφελεῖ προγόνων εὐσέβεια. το Έστησε ψαλτωδούς.
col. 1215–1216page 4 of 6
Caput XXIVCaput XXIXCaput XXVCaput XXVIII
PG 87:1215'Εν γραφῇ παρὰ 'Ηλίου. Οὐ γὰρ ἦλθε προς αυ τὸν, ἐδήλωσε δὲ δι' ἐπιστολῆς. Ανθ' ὧν οὐκ ἐπορεύθης ἐν ὁδῷ Ἰωσαφάτ του πατρός σου, καὶ ἐν ὁδοῖς ᾿Ασὰ βασιλέως Ιούδα. Οὐκ ἄρα παντελῶς ἦσαν ἀδόκιμοι. Καὶ τοὺς ὁμόρους τῶν Αἰθιόπων. Προϊών τ τους 'Αμαζονεὶμ καλεῖ. ΚΕΦΑΛ. ΚΑ'. Ιδοι Κύριος, καὶ κρίναι. Καὶ οὐ διήμαρτε τῆς αἰτήσεως. Σύροις γὰρ μετ' ἐνιαυτὸν παρεδόθησαν. Ἐν αἵμασιν υἱῶν ᾿Ιωδαὲ τοῦ ἱερέως. Εφη γὰρ πρὸς Νῶε Θεός· «Ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντί τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ο ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. Πλὴν οὐ ζήλῳ θείῳ τοῦτον, ἀλλ' ὡς μιαιφόνοι ἀπέκτειναν, δι' ὅπερ αὐτοὺς Αμπ σίας ἀνεῖλεν. ΚΕΦΑΛ. ΚΕ'. Μὴ πορευέσθω μετὰ σοῦ δύναμις Ισραήλ. Διά τὴν αὐτῶν ἀσέβειαν. ΚΕΦΑΛ. Κα'. Ἐν ταῖς ἡμέραις Ζαχαρίου, τοῦ συνιόντος ἐν δράσει Θεοῦ. Δῆλον, ὡς πολλοὶ Ζαχαρίαι γεγένηντα οὗτός τε καὶ ὁ τοῦ Ἰωδαέ, ὃν Ἰωὰς κατέλευσεν. Περὶ δὲ τοῦ νῦν ἐπὶ Ὀξίου ἔοικεν Ησαΐας ὡς ἀπὸ τοῦ Θεοῦ λέγειν· • Ποίησόν μοι μάρτυρας πιστούς ἀνθρώπους, τὸν Οὐρίαν, τὸν ἱερέα, καὶ Ζαχαρίαν, υἱὸν Βαραχίου.» Ἡ γὰρ ὅρασις ἐπὶ Οζίου γεγονέναι προγέγραπται. Καὶ τότε ἦν Ησαΐας. Αραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς Πέτρας. Πέτραν τὴν οὕτω καλουμένην πόλιν φησίν. 'Υψώθη ἡ καρδία αὐτοῦ. Διὸ τὸ τῶν ἱερέων ὑφής πασε πλεονέκτημα, δέον ἀκοῦσαι τοῦ προγόνου 11 διδ, Εἰς τὸ τέλος μὴ διαφθείρης, διὸ καὶ λεπρούτα, καὶ ταυτὸν πέπονθε τῷ Ἀδάμ· ὅς, Θεὸς εἶναι βου ληθείς, καὶ τὸ εἰκὼν εἶναι Θεοῦ προσαπώλεσεν. Καθ. ἧστο γὰρ οἴκοι, μηδὲ ὡς βασιλεὺς χρηματίσαι δυνά μενος. ΚΕΦΑΛ. ΚΗ'. Ανθ' ὧν ἀπεκάλυψεν ἐν τῷ Ἰούδα. Αντί του, ἐδίδαξεν αὐτὸν ἅπερ οὐκ ᾔδει, τὴν τῶν ξένων ἐθνῶν διδάξας ἀσέβειαν. ΚΕΦΑΛ. ΚΘ'. Καὶ ἐξιλάσαντο περὶ παντὸς Ἰσραήλ. Οὐ περὶ μόνων τῶν δύο φυλών. Ἐν χειρὶ τῶν προφητῶν. Καὶ Δαβὶδ ἄρα προ φήτης. Εἰπὼν γὰρ, Δαβίδ, καὶ Γάδ, καὶ Ναθαν, και νῶς ἐπήγαγε, τῶν προφητῶν. Εν λόγοις Δαβίδ, καὶ Ἀσὰς τοῦ προφήτου. Οὐκοῦν ὑμνοποιὸς καὶ ᾿Ασάφ.
col. 1217–1218page 5 of 6
Caput XXXIICaput XXXIIICaput XXXIV
PG 87:1217Καὶ ἀντελάβοντο αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ Λ Λευίται Ολίγοι ἦσαν τῶν ἱερέων ἀγνοὶ, καὶ οὐκ ἀντ εἶχον πρὸς τὴν ἱερατικὴν λειτουργίαν. Οθεν οἱ Λευΐ ται (προηγνίσθησαν γὰρ ἀντελάβοντο τῶν ἱερῶν. Τοῦτο δὲ καὶ νῦν, φασί, γιγνόμενον ἔστιν ἰδεῖν. Πρε σβυτέρου γὰρ οὐ παρόντος, καὶ τῆς χρείας κατεπειγούσης, ἀναγκάζεται καὶ διάκονος προσφέρειν τῷ δεομένῳ τὸ βάπτισμα. Καὶ προϊὼν δὲ λέξει, πῶς, πολλοῦ συνελθόντος πλή θους, θύειν ἠναγκάσθησαν οι Λευίται, μηδαμῶς ἀρε κούντων τῶν ἱερέων. Διὰ δὲ τὸ ἐξαπίνης κληθῆναι τοὺς ἐξ Ισραήλ, οἱ πλείους τῶν συνελθόντων, ἁγνισθῆναι μὴ φθάσαντες, ἔφαγον τὸ πάσχα, καὶ συγκ γνώμης έτυχον, διὰ τὴν τοῦ βασιλέως εὐσέβειαν, καί περ παρανομήσαντες. ΚΕΦΑΛ. ΛΒ'. Μετὰ δὲ τοὺς λόγους τούτους, καὶ τὴν ἀλή θειαν ταύτην, ἦλθε Σενναχερείμ. Διδάσκει νῦν, ὅτι καὶ τοὺς θεοσεβεῖς ἄνδρας δοκιμάζων ὁ Θεὸς συμ φοραῖς περιπεσεῖν συγχωρεῖ, καὶ διαλύει τὰ δυσχερή καὶ ὅτι δεῖ Θεῷ θαῤῥοῦντας μὴ καθῆσθαι διακενής, συνεισφέρειν δὲ καὶ τὰ παρ' ἑαυτῶν. Ωσπερ Εζε κίας πρὸς τὸν πόλεμον ηὐτρεπίσατο, καὶ μετὰ τὸ πάντα ποιῆσαι, φησὶ, Μετ᾿ αὐτοῦ βραχίονες σάρκινοι, μεθ᾿ ἡμῶν δὲ, Κύριος ὁ Θεὸς ἡμῶν· τὸ ἄμαχον δεικνὺς τοῦ Θεοῦ, καὶ τῶν ἀνθρώπων τὸ σαθρόν τε καὶ πρόσκαιρον. Νικήσας δὲ, καὶ ὑψωθεὶς, ἐταπεινώθη, κατὰ τὸ, Ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται. Όμως, διὰ τὴν εὐσέβειαν, αὐτόπτης οὐκ ἐγένετο τῶν λυπηρῶν, τελευτήσας πρὶν τοὺς πολεμίους ἐλα θεῖν. Διδάσκει δὲ ἡ Γραφή, ὡς διὰ τὸν ἀναποδισμὸν τοῦ ἡλίου ἀπέστειλε πρὸς αὐτὸν τῶν Βαβυλωνίων ὁ βασιλεύς, τοῦ πυθέσθαι παρ' αὐτοῦ τὸ τέρας, ὃ ἐγέ νετο ἐπὶ τῆς γῆς. Ἰηών. Τὸν Σιλοὰμ οὕτω καλεῖ. Καὶ ἐγκατέλιπεν αὐτὸν ὁ Κύριος τοῦ πειράσαι αὐτόν. Δηλοῖ ὁ λόγος, ὅτι ἄμεινον ἐν Κυρίῳ καυχᾶσθαι. Δέον γὰρ αὐτὸν περὶ τῆς θείας δυνάμεως διηγήσασθαι, τὸν πλοῦτον ὑποδεικνύει τὸν πρόσο καιρον. Τὸ δὲ, Πειράσαι αὐτὸν εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀντὶ τοῦ, Ἠθέλησε γυμνώσαι τοὺς λογισμοὺς αὐτοῦ τοῖς ἄλλοις. Αὐτὸς γὰρ γινώσκει η τὰς καρδίας τῶν ἀνθρώπων μονώτατος. ΚΕΦΑΛ. ΑΓ. Καὶ ἔγνω Μανασσῆς, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός. Οὕτως ἡ παιδεία τους βουλομένους ἐνίσ νησιν. Πλὴν ὅτι ὁ λαὸς ἐπὶ τῶν ὑψηλῶν ἐθυσίαζεν. Οτι περὶ τῶν θυόντων ἐν ὑψηλοῖς τῷ Κυρίῳ φησίν, δῆλον. Επήγαγε γὰρ, Πλὴν εἰς κενὸν τῷ Θεῷ αὐτ τῶν. ΚΕΦΑΛ. ΑΔ'. Ἐν Μοσανά. Σύμμαχος, ἐν τῇ δευτερώσει.
col. 1219–1220page 6 of 6
Caput XXXVMonitum in Commentarios ad Proverbia et Cantica
PG 87:1219ΚΕΦΑΛ. ΛΕ'. Τοῦ δοῦναι τὴν κιβωτὸν τὴν ἁγίαν ἐν τῷ οἴκῳ Κυρίου. Καὶ μὴν ἐκ πλείονος ἐκεῖ προαπέκειτο, Εοικεν οὖν ἢ ὁ ᾿Ασσύριος, τὴν πόλιν ἑλὼν ἐπὶ Μα νασσῆ, τὴν κιβωτὸν ἐξαγαγεῖν ἔνδοθεν, ἤ τις τῶν δυσσεβῶν βασιλέων. Χερεσίμ. Εἶδος ἔοικεν εἶναι μαντείας. Συνήπται γὰρ τοῖς ἐγγαστριμύθοις, καὶ τοῖς γνώσταις, καὶ τοῖς Θεραφείν. Καὶ ἐθρήνησεν Ιερεμίας ἐπὶ Ἰωσίαν. Τοσαύτη ἦν ἡ τοῦ ἀνδρὸς ἀρετή, ὅτι καὶ τὸν θρήνον τοῖς ᾠδαῖς δέδωκε, καὶ ταῖς ἀκούσαις, ὥστε τοῦτον ἄδειν καθ' ἕκαστον ἐνιαυτὸν, ἐπιτελοῦντας την μνήμην. Τὰ δὲ κατὰ τοὺς λοιποὺς βασιλέας ὁ προφήτης Ιερεμίας διὰ πλειόνων ἐδίδαξεν. Ὅτι δὲ ἡ παροῦσα συγγραφή μετά πλεῖστον χρόνον ἐκ τῶν προφητικῶν βίβλων συνείλεκται, δῆλον ἐξ ὧν μέμνηται Κύρου, καὶ τῆς ἐπανόδου τῶν αἰχμαλώτων, μετὰ χρόνον γεγενημέν νων. Ἐν ἐπιθαλαμίου τρόπῳ τὴν πρὸς τὸ θεῖον ἀνάκρασιν τῆς ἀνθρωπίνης ἐξ
Continue reading PG 87: Commentarii in Proverbia →≣ entire volume