Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1201–1202page 1 of 4
Proœmium
PG 87:1201ΕΙΣ ΤΗΝ ΠΡΩΤΗΝ ΤΩΝ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ. ΠΡΟΟΙΜΙΟΝ. Όσα παρέλιπεν ὁ τὰς Βασιλείας συγγεγραφώς, ταῦτα συντέθεικεν ὁ τὴν παροῦσαν ὑπόθεσιν ἐνστησάμενος. Ὡς καὶ τούνομα τοῦ βιβλίου δηλοῖ, ἅπερ ἐκ πλείστων προφητικῶν συνελέξατο. Πολλὰ δὲ καὶ τῶν ἐν ταῖς Βασιλείαις τούτοις συνήρμοσε, μίαν συνέχειαν φυλάττειν ἐσπουδακώς. Ανωθεν δὲ γενεαλογεῖ τὴν πᾶσαν ἐξ ἑνὸς δεικνὺς ἀνθρωπότητα. Ἐπειδὴ δὲ μόνης τῆς Ἰούδα βασιλείας ποιεῖται τὴν μνήμην, διδάσκει, τίνες τούτων αἱ κῶμαι, καὶ πό λεις, καὶ πόθεν ἐκλήθησαν. Εντεῦθεν μανθάνομεν, ὡς Ναθάν, ἐξ οὗ τὸν Χριστὸν Λουκᾶς γενεαλογεί, γνήσιος ἦν ἀδελφὸς Σολομῶντος, ἐκ Δαβὶδ καὶ Βηρ σαβαιέ. Καὶ τὸν Ῥηχὰς δὲ, τὸν πολλαχοῦ τῆς Γρα φῆς ἐπαινούμενον, ὧδε δείκνυσιν ἐκ τῆς Ἰούδα φυ λῆς. Λέγει δὲ καὶ Ῥουδὴν τῶν πρωτοτοκείων ἐκ πεπτωκέναι, τοῦ πατρὸς τὴν κοίτην μιάναντα ταῦτα δὲ τὸν Ἰωσὴφ εἰληφέναι. Τὸν δὲ Ἰούδαν εἰς ἡγεμονίαν προτιμηθῆναι, διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ δύναμιν. Μάλιστα δὲ, διὰ τὸν ἐξ αὐτοῦ κατά 547 σάρκα βλαστήσαντα Κύριον. Τοῦτο γὰρ δηλοῖ τὸν εἰς ἡγούμενον ἐξ αὐτοῦ. Οἱ μὲν γὰρ ἄλλοι, πρόσο καιροι οὗτος δὲ, μόνος ἐξ αὐτοῦ προῆλθεν, αιώ γιος ὢν βασιλεύς. Διδάσκει δὲ καὶ ὡς αἱ πέραν Ἰορ δάνου φυλαὶ τοὺς ἀλλοφύλους ἐνίκησαν, εἰς Θεὸν καὶ μόνον ἐλπίσασαι. Γενεαλογεῖ δὲ καὶ τοὺς ἱερέας, καὶ τοὺς Λευΐτας. Καὶ Σαδδούκ, τὸν ἐπὶ τοῦ Δαβὶδ ἀρχιερατεύσαντα, δείκνυσιν ἐνδέκατον ἀπὸ ᾿Ααρών καὶ τὸν Σαδδοὺς ἔκγονον 'Αζαρίαν πρῶτον ἱερατεῦσαι, μετὰ τὴν ὑπὸ Σολομῶντος κατασκευὴν τοῦ ναοῦ. Ἐξ ὧν ἦν Ιωσεδέκ, ὁ μετὰ τὴν ἅλωσιν ἀπαχθεὶς εἰς Βαβυλῶνα. Ούπερ ἦν υἱὸς Ἰησοῦς, ὁ ἱερεὺς ὁ μέγας, ὁ τοὺς αἰχμαλώτους σὺν τῷ Ζοροβάβελ ἀναγαγών. Εντεῦθεν μανθάνομεν, ὡς ὁ ἐπαναστὰς Κορὲ τῷ Μωϋσεῖ ἀνεψιαδοῦς ὑπῆρχεν αὐτῷ, τοῦ Ἰσαὰρ ἔκ γονος, υἱοῦ μὲν Καάθ, ἀδελφοῦ δὲ ᾿Αμράμ, τοῦ Μωϋσέως πατρός· καὶ ὡς οἱ τούτου παῖδες τῆς τοῦ πατρὸς οὐ μετεσχήκασι δίκης. Σαμουήλ γοῦν ὁ μέν γας ἐξ αὐτοῦ κατάγει τὸ γένος, καὶ Αἰμὰν ὁ ψαλτῳδὸς ἔκγονος ἦν Σαμουήλ. Υἱὸς γὰρ ἦν Ἰωὴλ τοῦ υἱοῦ Σαμουήλ. Αζάρ δὲ ὁ ψαλτῳδὸς ἐκ τοῦ Γεδσώμ κατῆγε τὸ γένος, υἱοῦ Λευί, ἀδελφοῦ Καάθ. Καὶ Ἐθὰμ δὲ, τῶν ἀδόντων εἷς, ἐκ τοῦ Μεραρί, τοῦ Λειν, κατῆγε τὸ γένος. Λέγει δὲ καὶ ἱερέων, καὶ Λευϊτῶν, τὸ διάφορον. Λέγει δὲ καὶ τῆς αἰχμαλω Γεδσώμ. Γερσώμ.
col. 1203–1204page 2 of 4
Caput XICaput XIICaput XIII
PG 87:1203μελλόντων ἀφήγησιν. Διδάσκει δὲ καὶ ὡς οἱ συν & σίας τὴν αἰτίαν ὁ συγγραφεύς, ὡς ἂν μετ' ἐκείνην γενόμενος. Ἐν ἱστορίαις γὰρ οὐκ ἔστιν εὑρεῖν τῶν οικήσαντες αὐτοῖς τῶν ἀλλοφύλων γεγόνασι δορυ άλωτοι. Ομοίως δὲ καὶ ἱερεῖς, Λευῖται, καὶ Ναι ναῖοι, οὓς εἰκὸς ἱεροδούλους ὑπάρχειν. Πολλοὶ γὰρ αὐτοὺς καὶ τῶν ἄλλων φυλῶν ἀφιέρουν εἰς τὰς ἰε ρέων καὶ Λευϊτῶν ὑπουργίας· υδροφόροι, και ξυλοκόποι, γενόμενοι. Εἰ γὰρ οἱ Γαβαωνῖται, όπως μᾶλλον αὐτοί; τὸ Ναθιναῖοι δὲ, παρ' Εβραίας Θεοῦ δόσις ἑρμηνεύεται. Λέγει δὲ καὶ τοὺς οἰκήτορας Ιε ρουσαλήμ ἐξ Ἰούδα, καὶ Βενιαμίν, καὶ Ἐφραίμ, Μανασσῆ, καὶ Λευί. Κορηνούς δὲ, τοῦ Κορὲ τοὺς ἀπογόνους καλεῖ. Ἐξ ὧν φησι πυλωρούς ὑπὸ Δα βίδ γεγονέναι, καὶ τοῦ Σαμουήλ. Ἐν τοῖς δ' ἐμνή. σθη τῆς σκηνής. Οὔπω γὰρ ἦν οἰκοδομηθεὶς ὁ νεώς. Δηλοῖ δὲ καὶ τὰς ἐφημερίας, δι' ἑβδομάδος ἡμερῶν γενομένας. Τὰ δὲ σκεύη τῆς λειτουργίας ἄλλο φησὶν, ἐπιστεύοντο· καὶ ὅσα τῶν ἀψύχων τῷ βωμῷ προσεφέρετο· καὶ ὡς ἱερεῖς κατεσκεύαζον τὸ θυ μίαμα. Καὶ τὰ περὶ τοῦ τάφου Σαούλ σαφέστερον ἐνταῦθα συγγέγραπται, ὡς ἐτέθη ὑπὸ τὴν ὁρῶν Ἰαβείς. Ὑπὸ τὴν ἄρουραν γὰρ Ιαβείς, ἐν Βασιλείαις φησίν. Καὶ τὰ τῆς ἐγγαστριμύθου. ᾿Απεκρίνατο γέρ αὐτῷ, φησί, Σαμουὴλ ὁ προφήτης. Τοῦ Θεοῦ γενέ σθαι δῆλον ὅτι ποιήσαντος, 8 κατὰ γοητείαν ἐκεῖνος εζήτησεν. Τὴν οὖν τοιαύτην όψιν, Σαμουὴλ ἐκάλεσεν ή Γραφή· παρ' οὗ καὶ μαθεῖν ἐζήτησεν ὁ Σαούλ, εξ τε τινὸς ἀγγέλου δεικνύντος τὸ σχῆμα, εἴτε τῆς τοῦ προφήτου ψυχῆς· τοῦ Θεοῦ τῇ ἐγγαστριμύθῳ τὸ μέλλον δηλώσαντος, ὡς τῷ Φαραὼ τὴν εὐθηνίαν, καὶ τὸν λιμόν· καὶ τῷ Ναβουχοδονόσος, τὰς γενικά; βασιλείας τῆς γῆς. CΑΡ. ΧΙ. σύστρεμμα, σύστημα, Ει ΚΕΦΑΛ. ΙΑ'. Καὶ Κύριος παντοκράτωρ μετ' αὐτοῦ. Θεὸν παν τοκράτορα το πανάγιον ἐκάλεσε Πνεῦμα. Πενταπήχη. Υπερμεγέθεις ἄρα τινὲς γεγόνασιν ἄνθρωποι. ΚΕΦΑΛ. ΙΒ'. Τὰ ᾿Αδοὺρ τῶν ᾿Αμαληκιτῶν. Τὸ σύστημα, ὅπερ ἐν Βασιλείαις εἴρηται σύστρεμμα. Γινώσκοντες σύνεσιν εἰς τοὺς καιροὺς αἰ τῶν. Ἐπὶ σοφίᾳ τούτους ἐθαύμασε, καὶ τῷ προ βλέπειν, οὐ προφητικῶς, ἀλλὰ συνετῶς ΚΕΦΑΛ. ΙΓ'. Καὶ ἐθυμώθη ἐργῇ Κύριος ἐπὶ Οζά. Λευίτη γάρ οὐκ ἐξῆν ἅψασθαι τῆς κιβωτού. Ο δείσας ὁ Δαβίδ, εἰς τὸν βασίλειον αὐτὴν οὐκ εἰσήγαγεν οἶκον, ἀλλ' εἰς τὸν τοῦ ᾿Αβεδδαδά. Θεὸς δὲ, δεικνύς, ὡς οὐκ οἷός διαφορὰν Ἰσραηλιτῶν καὶ ἀλλοφύλου, ζητεῖ δὲ μόνην " εὐσέβειαν, ἐπέκλυσεν αὐτὸν παντοδαπαῖς δωρεαῖς. "Ο θεασάμενος ὁ Δαβίδ, εἰς τὰ βασίλεια ταύτην είσ ήγαγεν, οὐ δι' ἀμάξης, ἀλλὰ, κατὰ τὸν νόμον, διὰ Τι τῶν ἱερέων.
col. 1205–1206page 3 of 4
Caput XVICaput XXIICaput XXIIICaput XXV
PG 87:1205ΚΕΦΑΛ. ΙΕ'. Καὶ ἐπὶ Δαβίδ ἐφοὺδ μόνον. Καὶ μὴν οὐκ ἦν ἱερεύς. Ὁ μὲν οὖν Ακύλας ἡρμήνευσεν, ἐπένδυμα Σύμμαχος δὲ, ἐπωμίδα. Ἀλλὰ ταῦτα καὶ ἱερατικά ἦν, καὶ κοινά. Θεοσεβής οὖν ἂν ὁ Δαβίδ, ἐχόρευε πρὸ τῆς κιβωτοῦ· τὸ δὲ βασιλικὸν ἀποθέμενος σχῆ μα, μένην δὲ φορῶν ἐπωμίδα κοινὴν, ἣν νῦν καλοῦσιν ᾿Αρκαδικήν. Πῶς γὰρ ἂν, θεοσεβής υπάρχων, παρέβη τον νόμον; ΚΕΦΑΛ. 14'. Χελχάλι. ἄρτου. Ἐν ταῖς Βασιλείαις κολλυρίδα φησί. Τότε έταξε Δαβὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν Κύ ριον ἐν χειρὶ 'Αζάρ, καὶ τῶν ἀδελφῶν αὐτοῦ. Τουτέστι, τούτων ἡγουμένων. Αἰνίττεται δὲ, ὡς πάν τες τοῦ Δαβὶδ οἱ Ψαλμοί. Καὶ τούτοις αὐτοὺς ἐνεχείρισεν, ὡς δηλοῖ τὸν ἐν χειρί· τὴν ψαλμῳδίαν δὲ διὰ παντὸς ἐπετέλουν, τῇ διαδοχῇ τοὺς πόνους ἐπικουφίζοντες. Ἐν Γαβαὼν δὲ ἦν ἡ σκηνή. Διό Σαδδουκ ἐκεῖ τὰς θυσίας προσέφερεν. Πῶς οὖν θυσιαστήριον ὁ Δαβὶδ ἐν τῇ ἄλῳ· πεποίηκε τοῦ Ὀρνα, τῆς κιβωτοῦ μὴ οὔσης ἐκεῖ; Ἀλλὰ διὰ τὴν τοῦ λαοῦ τιμωρίας ἐπείχθη τὸν Θεὸν ἱλεώσασθαι. Δι' ὅ φησιν ἡ ἱστορία, Καὶ οὐκ ηδυνήθη Δαβὶδ πορευθῆναι ἔμπροσθεν αὐτοῦ, τοῦ ἐκζητῆσαι τὸν Κύριον, ὅτι κατέσπευσεν ἀπὸ προσ ώπου τῆς ῥομφαίας ἀγγέλου Κυρίου. Διὸ καὶ τὸν τόπου τῆς θυσίας εἰς νεὼν ἀφιέρωσεν. Τὸ δὲ ταύτης εὐπρόσδεκτον ἔδειξε τὸ ἐξ οὐρανοῦ πῦρ, ὃ τὴν θυσίαν κατέκαυσε. ΚΕΦΑΛ. ΚΒ'. "Οτι αἵματα πολλὰ ἐξέχεας. Αποτρεπτικών σ μιαιφονίας. Οὐ γὰρ ἂν φόνον ἐμέμψατο δίκαιον, ὅ; ἐπὶ τοῦ Φινεές θυσίαν τοῦτον ἐκάλεσεν. Περὶ οὗ φη σιν ὁ Δαβίδ· Καὶ ἔστη Φινεές, καὶ ἐξιλάσατο. Καὶ Μωϋσῆς δὲ, καὶ οἱ Λευῖται, μετὰ τὴν μοσχοποιίαν τρισχιλίους ἀπέκτεινον· καὶ Σαμουὴλ ἀπέκτεινε τὸν Αγάγ· καὶ Ἠλίας ων 1 τοῦ Βαλ τοὺς προφήτας. Εδει οὖν τὸν εἰρηνικὸν Σολομῶντα τύπον φέροντα τοῦ Χριστοῦ, ὅς ἥμελλε τὰς κατὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίας οἰκοδομεῖν, καὶ τὸν Ἰουδαϊκὸν οἶκο δομῆσαι ναόν. Κατὰ γὰρ Παῦλον αὐτός ἐστιν ἡ εἰ ρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἔν. ΚΕΦΑΛ. ΚΙ'. Καὶ ἠριθμήθησαν οι Λευίται. Δηλοί τούτων τὸν επένδυμα επωμίδα. κολλυρίδα ἀριθμὸν, καὶ πῶς αὐτοὺς εἰς διαφόρους λειτουργίας κατέταξεν ὁ Δαβίδ· καὶ ὡς οἱ τοῦ Μωϋσέως ἀπόγονοι τούτοις ἐγκατελέγησαν· καὶ ὡς Σαδδούκ, ὁ ἀρχιερεὺς, τοῦ Ἐλεάζαρ ἀπόγονος ἦν, ὁ δὲ ᾿Αβιμέλεχ, τοῦ Ἰθέμαρ· καὶ ὅτι τοῖς ἀπὸ τούτου, πλείοσιν οὖσιν, δύο μοίρας ἐν ταῖς ἐφημερίαις ἀπένειμε, τοῖς δὲ τοῦ Ἰθάμαρ, μίαν. Τῶν δὲ ἐφημεριῶν μέμνηται καὶ Λουκᾶς ἐν Εὐαγγελίῳ, τὸν Ζαχαρίαν λέγων ἐξ ἐφημερίας Αβιά. Τοῦτον δὲ τὸν ᾿Αβιὰ ἕβδομον εἰληφέναι κλῆρον ἡ προκειμένη βίβλος δηλοί. ΚΕΦΑΛ. ΚΕ'. Τὸν 'Ασάφ, καὶ Αἰμὴν, καὶ ᾿Ιδιθούμ, τῶν ψαλτ 1.
col. 1207–1208page 4 of 4
Caput XIXCaput XXVICaput XXVIICaput XXVIII
PG 87:1207ῳδῶν τοὺς ἄρχοντας. Τινὲς μὲν ἔφασαν, οὐ τοῦ Θεοῦ κεκλῆσθαι προφήτας, ἀλλὰ τοῦ Δαβίδ, παρ' οὗ τοὺς ὕμνους λαμβάνοντες ᾖδον ἐν τοῖς ὀργάνοις. Οτι δὲ προφητικῆς καὶ αὐτοὶ μετειλήφεσαν χάριτος ἐδήλωσεν ἡ Γραφή, λέγουσα· Τοὺς προφητεύοντας ἐν κινύραις, καὶ τὰ ἑξῆς. Καὶ πάλιν, Υἱοὶ ᾿Ασάρ, ἐχό μενοι Ασάρ τοῦ προφήτου. Καὶ πάλιν, περὶ Ιδι θούμ φησι τοῦ προφητεύοντος ἐξομολόγησιν. Περὶ δὲ τοῦ Αἰμὲν λέγει, Τοῦ ὁρῶντος τῷ βασιλεῖ ἐν λό γοις Θεοῦ· Μωϋσέως δὲ τοὺς ἀπογόνους τῶν ἱερῶν θησαυρῶν ἀπέφηνε φύλακας, ἐν οἷς ἀπέκειτο τὰ τῶν πολέμων ἀκροθίνια, καὶ τὰ δῶρα τὰ προσφερόμενα τῷ θεῷ. ΚΕΦΑΛ. Κα' Εἰς παιδευτάς, καὶ κριτάς. εἰς παιδευτὰς, καὶ κριτάς. Τοῦ γραμματεύειν, καὶ διακρίνειν. Σύμμαχος, ΚΕΦΑΛ. ΚΖ'. Καὶ Βαναίαν. Ἱερεὺς οὗτος, ὁμώνυμος τοῦ ἐν ταῖς Βασιλείαις αὐλάρχου, καὶ ἀδελφιδοῦ βασιλέως, ῥηθέντος ἐκ τῆς βασιλικῆς δηλονότι φυλῆς. ΚΕΦΑΛ. ΚΗ'. Καὶ ψυχῇ θελούσῃ. Τὴν ἀναγκαστήν, φησί, δου λείαν οὐκ ἀποδέχεται. Ἐὰν ζητήσῃς αὐτὸν, εὑρεθήσεταί σοι Εὐαγ γελικὸν τὸ παράγγελμα. «Ζητεῖτε γὰρ, φησὶ, καὶ εὑρήσετε κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. ο Καὶ τὸ παράδειγμα πάντων, ὧν ἐν πνεύματι μετ' αὐτοῦ. Διδάσκει, ὡς οὐ λογισμὸς ἀνθρώπινος ταῦτα διέγραψεν, ἀλλ᾽ ἡ χάρις τοῦ Πνεύματος. Κάππωρε. Σκεύη τινὰ χρυσᾶ, καὶ ἀργυρᾶ, ἐν οἷς Εξυρον τὴν σεμίδαλιν ἐλαίῳ. Πάντα ἐν Γραφῇ ἐκ χειρὸς Κυρίου. "Οπερ ἄνω εἶπεν, ἐν πνεύματι, νῦν ἐκ χειρὸς Κυρίου, φησίν Κύριος ἄρα, τὰ πανάγιον Πνεῦμα. Εως τοῦ συντελέσαι πᾶσαν τὴν λειτουργίων εργασίας Κυρίου. Μετὰ διορισμοῦ τὴν θείαν αὐτῷ κηδεμονίαν ὑπέσχετο. Οἰκοδομῶν γὰρ, εὐσεβεῖ· πλη ρώσας δὲ, πρὸς ἀσέβειαν ἔκλινεν. ΚΕΦΑΛ. ΚΘ'. Καὶ τὶς ἑκουσιάσεται πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον; Μετὰ πλῆθος ἄπειρον χρημάτων, προτρέπει τοὺς ἄρχοντας εκόντας προσενέγκαι δώρα Θεῷ. Καὶ τοῦ λαοῦ τὴν προθυμίαν ἰδὼν, χαριστή Ο ριον ύμνον προσάγει Θεῷ. Ἐπὶ θρόνου Κυρίου εἰς βασιλέα ἀντὶ Δαβίδ. ᾿Αντὶ τοῦ, εἰς τὸν ὑπὸ Θεοῦ δοθέντα θρόνον ἐκάθισε. Δηλοῖ δὲ τῆς προτέρας ἱστορίας τὸ τέλος, ὡς καὶ Σαμουήλ, καὶ Ναθαν, καὶ Γάδ, οἱ προφῆται, βίβλους εἶχον συγγεγραμμένας.
Continue reading PG 87: In Secundum Librum Paralipomenon →≣ entire volume