PG 87Procopius Gazaeus
Commentary on the Fourth Book of Kings
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1179–1180page 1 of 11
Caput Primum
PG 87:1179Η απήρεν Αχαάδ, τῆς ἰδίας εὐσεβείας ἀνάξια δε δραχώς. Επιζητήσας γὰρ προφήτην, καὶ τοὺς μεν δοπροφήτας ἀποπεμψάμενος, καὶ τὸ πρακτέον παρέ τοῦ Μιχαίου μεμαθηκώς, τῆς εὐσεβείας προτετίμηκε τὴν φιλίαν. Πλὴν διὰ τὴν ἄλλην αὐτοῦ ἀρετὴν τῆς θείας κηδεμονίας ἀπέλαυσεν. Καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι αὐτοῦ. Αἱ πόρναι ὑπὸ τὴν ἕω κατὰ τὸ ἔθος ἐλούσαντο, οὐκ ἐξεπίτηδες εἰς τὸ αἷμα βουλόμεναι λούσασθαι, ἀλλ' εἰς τὸ πηγαῖον, ὡς εἰώθεισαν, ὕδωρ· τοῦτο δὲ ἦν και χρωσμένον τῷ αἷματι. Καὶ τὰ τῆς τιμωρίας ἀνθρωπίνως ἔδοξεν είναι πικρότερα. Τινὲς δὲ, θείας άνα γραφῆς ἀνάξιον τοῦτο νομίσαντες, ἔφασαν, ὅτι, ὅσα τῆς αὐτῆς πράξεως ἐκοινώνουν, θεασάμενοι ἐπεί σαντο λοιπὸν ὡς πρός τι. Καὶ εἰ μὴ αὐτὴν ἕξιν ἐπ έβαλον εὐθέως, καὶ κατὰ τοῦτο ἐλούσαντο ἐν τῷ αἱ ματι αὐτοῦ, τοῦ θανάτου ᾿Αχαάβ καθαρισμοῦ αὐτῶν γενομένου. Κωλυτικὸς γὰρ ὤφθη τῆς ἐκείνων ἀκο λασίας. Οὕτω καὶ τοῦ τιμωρουμένου, ὁ ἄκακος τα ουργότερος γίνεται, κατὰ τὸ ἐν ταῖς Παροιμίαις. Ού τω κατὰ Δαβίδ, καὶ ὁ δίκαιος τὰς χεῖρας αὐτοῦ νέο 'πτεται ἐν τῷ· αἵματι τοῦ ἁμαρτωλοῦ. ΕΙΣ ΤΗΝ ΤΕΤΑΡΤΗΝ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. διατρητους ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Καὶ ἠθέτησε Μωαβ ἐν Ἰσραήλ. Δασμὸν ἔφο ρον οι Μωαβίται τῷ ᾿Αχαάβ, ὡς ὑπήκοοι. τελευτήσαντος δὲ ἐκείνου, καταφρονήσαντες τοῦ υἱέος, ἀπὸ έκοψαν. Εἰς τὸ δικτυωτὸν ὑπερῷον. Οἶκος ἦν θερινός, πολλὰς ἔχων φωταγωγούς δικτυοειδείς κατεσκευασμένας, ἃς διατρήτους ονομάζουσιν οἱ πολλοί. Προσόχθισμα. Προσοχθίσματα, καὶ βδελύγματα, τὰ εἴδωλά φησιν ἡ Γραφή. Βδελυρὰ γὰρ, καὶ μίσους ἄξια, ὁ δηλοῖ τὸ προσόχθισμα· ὡς ἡ Ρεβέκκα φησί Προσώχθισα τῇ ψυχῇ μου, διὰ τὰς θυγατέρας τῶν Χαναναίων, τουτέστι, Μεμίσηκα. Καὶ ὁ Δαβίδ· Κα προσοχθίσματα καὶ βδελύγματα προσόχθισμα; Προσώχθισα τῇ ψυχῇ μου, διὰ τὰς θυγατέρας τῶν Χαναναίων; κίᾳ δὲ οὐ προσώχθισα, τουτέστιν, οὐκ ἐμίσησεν Κακίᾳ δὲ οὐ προσώχθισα, αὐτήν. Θρηνεῖν δὲ ἄξιον τὴν τῶν δυσσεβῶν ἀλο γίαν. Οὐ γὰρ μόνον τὰ μέγιστα τῶν ζώων ἐθεοποίησαν, ἀλλὰ καὶ τὰ σμικρότατα, καὶ μίσους μεστά. Τί γὰρ μυταρότερον μυίας; Αλλ' ὅμως, τὸν τῶν ὅλων καταλιπόντες Θεὸν, τὸ ταύτης Ινδαλμα περί ζωῆς ἐπηρώτων. Πλὴν ἔστι μαθεῖν ἐξ ὧν Εὐσέβιος ἐν ἀρχῇ τῆς Εὐαγγελικῆς προπαρασκευῆς ἐκ τῶν Φίλωνος παρατίθεται, ὡς δαίμων ἦν, οὕτω λεγό
col. 1181–1182page 2 of 11
Caput II
PG 87:1181μενος· μᾶλλον δὲ γυνή παλαιά τις, ἣν ἐθεοποίησαν. Καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ. Οἱ τὸν προ φήτην ἐπὶ τοῖς πεντηκοντάρχοις ώμότητος αἰτιώμενοι, κατὰ Θεοῦ λανθάνουσι βλασφημοῦντες. τοῦ τὸ πῦρ ἀποστείλαντος. Χρὴ γὰρ εἰδέναι τῆς θείας οι κονομίας τὸ δίκαιον, καὶ ὡς ἐν δίκῃ κολάζει τε, καὶ πάλιν εὐεργετεί. Δῆλοι δὲ ἦσαν οἱ πεντηκόνταρχοι μετὰ τῶν ἐπομένων τῷ σκοπῷ πεπομφότος συμβαίνοντες. Ο γὰρ τρίτος, ἐπιεικείᾳ καὶ πίστει προσ ενεχθείς, τῇ πείρα τὴν δύναμιν τοῦ προφήτου μα θών, διασώζεται. Τινὲς δέ φασιν, ὡς μετὰ πολλῆς ειρωνείας προσελθόντες εκάλουν τὸν δίκαιον, κατα βαίνειν ἐκέλευον πρὸς αὐτούς. Οθεν ἀντ᾽ ἐκείνου πῦρ κατελθόν, τοὺς ἀσεβοῦντας κατέφλεξεν, εἰς παιδείαν τοῦ μὴ δεῖν διασύρειν καὶ παίζειν διο καίους. ΚΕΦΑΛ. Β'. Οτι οὐκ ἦν αὐτῷ υἱός. Παῖς γὰρ ἀεὶ μετὰ πα τέρα κατά νόμον τὴν βασιλείαν ἐδέχετο: ῎Απαιδος δὲ ὄντος τοῦ τελευτήσαντος, τῶν ἀδελφῶν ὁ πρεσβύτατος. Οθεν ἡ τοῦ Δαβὶδ βασιλεία, μέχρι τῆς αἰχμ αλωσίας, διὰ παίδων κατῆλθε. Τοῦ δὲ Ἰεχονίου πρὸ τῆς παιδοποιίας, ἁλόντος, Ματθανίας, ὁ καὶ Σεδεκίας, κατέσχε τὴν βασιλείαν, θεῖος ὢν αὐτοῦ πρὸς παρ τρός. Καὶ πεντήκοντα ἄνδρες ἀπὸ τῶν υἱῶν τῶν προς φητῶν. Ιδίωμα τῆς Ἑβραῖδος, ἅμα δὲ καὶ Σύρων, υἱοὺς προφητῶν, καὶ υἱοὺς ἀνθρώπων, προφήτας, καὶ ἀνθρώπους λέγειν ὡς τό· ο Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;» Καί· Κατὰ τὸ ὕψος σου ἐπο ανώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. • Πολλοὶ δὲ ἦσαν προφῆται, ὡς ὁ λόγος εδήλωσεν. Εσκλήρυνας τοῦ αἰτῆσαι. Οὐ φθονῶν τῆς χά ριτος τῷ μαθητῇ τοῦτό φησιν, ἀλλὰ τῶν ἄλλων ἀνα θρώπων κηδόμενος. Ἐπεὶ γὰρ τρισὶν ἔτεσι, καὶ μη σὶν ἐξ, δυσσεβοῦντας τοὺς ἀνθρώπους επαίδευσεν ἀνάγκη δὲ ἦν, τὸν διπλῆς κληρονομοῦντα τῆς χάρι τοῦ διπλάσια εργάσασθαι πράγματα. Ἐν δὲ τούτων, ἢ διὰ τοῦ λιμοῦ τιμωρία. Φειδοῖ κεχρημένος εἶπεν, Εσκλήρυνας τοῦ αἰτῆσαι. Τοῦτο δὲ καὶ ἐκ τῆς Ιστορίας μανθάνομεν. Ἑπτὰ γὰρ ἔτεσιν ἐπηνέχθη τοῖς ἀνθρώποις ἡ τοῦ λιμοῦ τιμωρία. Αρμα Ισραήλ, καὶ ἱππεὺς αὐτοῦ. Οἱ τῶν ἄλ λων ἐθνῶν βασιλεῖς ἵπποις κεχρημένοι, καὶ ἅρμασι, παρετάττοντο. Τούτου χάριν τὸν μέγαν Ἠλίαν ἅρμα, καὶ ἱππέα, τοῦ Ἰσραὴλ προσηγόρευσεν ὡς ἀποχρῶν τα, καὶ μόνον τοὺς πολεμίους καταγωνίσασθαι, καὶ παρασχεῖν τοῖς ὁμοφύλοις τὴν χάριν. Ποῦ δὴ ἐστιν ὁ Θεὸς Ηλίου ἀμφώ; Μιμούμενος τὸν διδάσκαλον, τῇ μηλωτῇ τοῦ Ἰορδάνου τὸ ὕδωρ ἐπάταξεν, οὐδὲν εἰρηκώς. ἱκανὴν δὲ νομίσας εἰς θαυματουργίας τὴν μηλωτήν, τοῦ δὲ ὕδατος οὐχ
col. 1183–1184page 3 of 11
Caput IIICaput IV
PG 87:1183δ ύπείξαντος, τὸν τοῦ διδασκάλου Θεὸν καλεῖ, τὸν τοῖς Αμφώ ὁ κρύφιος, ἀνθρώποις ἀόρατον καὶ ἀνέφικτον. ᾿Αμφὼ γὰρ ὁ κρύφιος ἑρμηνεύεται παρὰ τοῖς ἄλλοις ἑρμηνευ ταῖς. Δυνατοί, εύζωνοι, Υἱοὶ δυνάμεως. Δυνατοί, εύζωνοι. Καὶ κατηράσατο αὐτὰ ἐν ὀνόματι Κυρίου. Ευερ γέτης αὐτῶν τε καὶ τῶν τεκόντων διὰ τῆς τιμωρία; ἐγένετο. Τῶν μὲν, παύσας αὐξανομένην τῷ χρόνῳ τὴν πονηρίαν· τοὺς δὲ, παιδεύσας, μὴ οὕτω τους παῖδας ἀνάγειν, ἐν φόβῳ δὲ Θεοῦ, καὶ τῇ τῶν δικαίων αἰδοῖ. Καὶ τοὺς ἄνδρας μειζόνως ἐπαίδευσεν, ὁ μηδὲ παίδων φεισάμενος. Τοῦ δὲ Θεοῦ πάντως ἡ κρίσις ἐκείνους ἀνεῖλεν ἐκ τῶν παίδων, οὓς ἔγνω χείρους ἐσομένους, τῇ τούτων ἀναιρέσει τοὺς μὴ τοιούτους Ει παιδεύσασα. "Οτι δὲ τοὺς ἁγίους ὁ Θεὸς ἐκδικεῖ, δεν Ει δήλωκεν, ἐπ' ᾽Αβραὰμ μὲν ἐν Αἰγύπτῳ, ἐπ᾽ Ἰσαὰκ δὲ ἐν Γεράροις· ἵνα σιωπήσω τὸν ᾿Αβελ. Καὶ Δαβιδ δὲ περὶ τοῦ δικαίου φησίν· Οἱ εὐλογοῦντες αὐτὸν, κληρονομήσουσι γῆν. Καὶ οἱ καταρώμενοι αὐτὸν, ἐξολοθρευθήσονται. Κἂν γὰρ πρὸς τὸ παρὸν ἐκφύγοιεν, ἀλλ' οὐ τὴν μέλλουσαν δίκην. ΚΕΦΑΛ. Γ. "Ος ἐπέχειν ὕδωρ ἐπὶ χεῖρας Ηλιού. Αντ' ἐγκωμίου τοῦτό φασιν. Τοσοῦτον εἶχον θαῦμα τοῦ με γάλου προφήτου. Μὴ ὅτι κέκληκε Κύριος τοὺς τρεῖς βασιλείς τούτους; Ἡ ἀνάγκη καὶ τοὺς θρασεῖς ἐπιεικεῖς ἀπερ γάζεται. Λάβετέ μοι ψάλλοντα. Δαβίδ, ὁ προφητικῆς ἅμα καὶ βασιλικῆς ἠξιωμένος χάριτος, καὶ τὴν ἱερατικὴν σοφῶς ἔταξε λειτουργίαν. Καὶ τοὺς μὲν ἱερέας, κατά τὸν Μωσαϊκὸν νόμον ταῖς σάλπιγξι κεχρῆσθαι προς έταξε· τοὺς δὲ Λευίτας, κινύραις, καὶ νάβλαις, και κυμβάλοις, καὶ τοῖς ἄλλοις ὀργάνοις. Ἐχρῶντο δὲ τῇ πνευματικῇ τοῦ Δαβιδ μελωδία. Τούτων ένα μετα κληθῆναι προσέταξεν ὁ προφήτης. Εκείνου δὲ ψάλ λοντος, ἡ τοῦ Πνεύματος χάρις, ἣν χεῖρα Κυρίου και λεῖ, τὸ πρακτέον ἐσήμαινεν. ΚΕΦΑΛ. Δ'. Καὶ σὺ εἶδας, ὅτι δοῦλος ἦν Κυρίου. Τινὲς τὸν ᾿Αβδιοῦ τοῦτον εἶναί φασι, τὸν οἰκονόμον τοῦ ᾿Αχαάδ. *Ος ἑκατὸν ἄνδρας ἔνδοθεν κατακρύψας, διέθρεψεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι· δι' οὓς καὶ δανειστῇ προσωμίλησεν. Εἰ ἔστι σοι λόγος λαλῆσαι πρὸς τὸν βασιλέα Δυνάμενος αὐτῇ παρασχεῖν τὴν θείαν ἐπικουρίαν, καὶ τῆς ἀνθρωπίνης αὐτὴν ἀξιῶσαι βούλεται προ μηθείας. Οὐκ ἔστιν, ἐν μέσῳ τοῦ λαοῦ μου ἐγὼ κατοικῶ. Απραγμοσύνῃ, φησί, χαίρω, καὶ εἰρηνικῶς διάγω καὶ πρός τινα ἔχειν ἀμφισβήτησιν οὐκ ἀνέχομαι. Οὕτω καὶ ψυχὴν πᾶσαν, ἐπειδὰν τὰς κοσμικὰς ἀπο κάψεις σχέσεις τὸ Πνεῦμα τὸ ἅγιον, στείραν οὖσαν, ἀπεργάζεται γόνιμον.
col. 1185–1186page 4 of 11
Caput V
PG 87:1185Κατὰ τὸν καιρὸν τοῦτον, ὡς μωρα αὕτη. Τοῦτο πρὸς τὸν πατριάρχην ὁ τῶν ὅλων ἔφη Θεός· «Κατά τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάββα υἱός. • Δηλοί τοίνυν δι' ὧν εἴρηκεν ὁ προφήτης, ὡς αὐτὸς ἐφθέγγετο δι' αὐτοῦ ὁ τῶν ὅλων Κύριος. Ο δὴ χάριν καὶ ἀποφατικῶς δέδωκε τὴν ὑπόσχεσιν. Καὶ ἐκόμισεν αὐτὸν ἐπὶ κλίνην τοῦ ἀνθρώπου τοῦ Θεοῦ. Μαθοῦσα γὰρ τοῦ προφήτου την δύναμιν, καὶ τελευτῆσαν τὸ παιδίον ἤλπιζεν ἀναστήσεσθαι. 'Η δὲ εἶπεν· Ειρήνη. Προτειπεῖν αὐτὸν βούλομαι. Ειρήνη σοι. 'Αντὶ τοῦ, Καλῶς διάγετε, ὑγιαίνετε. καλῶς διάγετε, ὑγιαίνετε, Καὶ Κύριος ἀπέκρυψεν ἀπ' ἐμοῦ. Οὐ γὰρ πάντα ᾔδεισαν οἱ προφῆται, ἀλλ' ἅπερ ἡ θεία χάρις αὐτοῖς ἀπεκάλυπτεν. "Οτι ἂν εὑρήσῃς τινὰ, μὴ εὐλογήσῃς αὐτόν. ᾔδει αὐτοῦ τὸ φιλότιμον. Ἡ δὲ κενοδοξία, τὴν θαυ ματουργία, κωλύει. Καὶ ἐπέθηκε τὸ πρόσωπον αὐτοῦ ἐπὶ τὸ πρόσο ωπον αὐτοῦ. Ινα τῆς τοῦ ζῶντος ὁ τεθνεώς μετα λάβῃ ζωῆς· τῆς πνευματικῆς δῆλον ὅτι χάριτος τὴν ζωὴν χορηγούσης. Ειδάδ. Ενεφύσησεν, ερμήνευσαν. Καὶ ἐνέπνευσεν ἐπ' αὐτόν. Οἱ λοιποί, συνεκάλυψεν. Αριώθ. Οι λοιποί, ἀγριολάχανα. Λάβετε ἄλευρον, καὶ ἐμβάλλετε εἰς τὸν λέβητα. Τοῦ δηλητηρίου τὴν ἐνέργειαν ἡμβλυνεν οὐχ ἡ τοῦ ἀλεύρου φύσις, ἀλλ' ἡ τοῦ προφήτου χάρις. Ὡς καὶ τῆς πηγῆς ἄγονον οὐχ ἄλες μετέβαλον. ΚΕΦΑΛ. Ε'. Λοῦσαι ἐν τῷ Ἰορδάνῃ ἑβδομον. Ἰδεῖν μὲν αὐ τὸν, ὡς λεπρὸν ἠνέσχετο, ὡς ὑπὸ τῶν νόμων πολι τευόμενος. Προστάττει δὲ τὸ προκείμενον. Σώματος γὰρ ἦν ἡ λέπρα, ὅπερ ἐκ τῶν τεσσάρων στοιχείων συνέστηκεν. Ἑπτὰ δὲ ἡμέραις ὁ παρὼν βίος ἀνακι κλεῖται. Τῆς δὲ ψυχῆς ἡ κάθαρσις κατὰ τὸν ἀριθμὸν τῆς ἁγίας ἀποτελεῖται Τριάδος. Καὶ ἐθυμώθη Νεεμμάν. Οὐ νοῶν, ὅτι Ἰωάννης ἡμῶν ἐστιν ὁ ἀπολούων τοὺς διὰ τὴν λέπραν ἀκαθάρτους, καὶ ἰώμενος. Προφήτου δὲ ἔργον, πέμψαι ἐπὶ τὸν θεραπεύοντα. Τὸ δὲ ἐπιθεῖναι τὴν χεῖρα, καὶ καθαρίσαι, μόνου τοῦ Κυρίου μου Ἰησοῦ ἔργον ἦν, τοῦτο μόνον εἰπόντὸς τῷ πιστεύσαντι· «Θέλω, καθα ρίσθητι. ο Πρὸς γὰρ τῷ λόγῳ καὶ ἥψατο αὐτοῦ, καὶ ἐκαθαρίσθη ἀπὸ τῆς λέπρας αὐτοῦ. Καὶ οὐκ ἠθέλησε λαβεῖν. Ὁ γὰρ προφήτης την πολυπόθητον πενίαν παντὸς προτετίμηκε πλούτου, τὴν Εὐαγγελικὴν προλαβὼν νομοθεσίαν· Δωρεάν ἐλάβετε, δωρεὰν δότε. ενεφύσησε, συνεκάλυψε, ἀγριολάχανα, Ει ὥρα, Ἰορδάνης.
col. 1187–1188page 5 of 11
Caput VICaput VII
PG 87:1187Καὶ περὶ τοῦ λόγου ἱλάσεται μοι Κύριος. Συγ γνώμην αἰτῶ, φησί, διὰ τὴν βασιλικὴν ἀνάγκην ἀναγκαζόμενος πρὸς τὸν ψευδώνυμον θεὸν εἰσελθεῖν. ΚΕΦΑΛ. Γ'. Ο δὴ, Κύριε, καὶ αὐτὸ κεχρημένον. ἐπικλήσεως, οὐ βλασφημίας, ὁ λόγος· ὡς καὶ παρὰ τῷ Δα διδ τό «Ο Κύριε, σῶσον δή ὦ Κύριε, ευόδωσαν δή.» Διὰ δὲ τῶν ἔργων ὁ προφήτης Ελισσαίος ἀπο ἔδειξεν, ὅτι τὸν στερεόν λόγον τοῦ Θεοῦ, ὃν ἀμελῶς ἀποβαλόντες οὐχ εὑρίσκομεν, ἀποληψόμεθα πάλιν διὰ τῆς τοῦ ξύλου οἰκονομίας. Ότι γὰρ ἀξίνῃ παρ ἔοικεν ὁ τοῦ Θεοῦ λόγος, Ἰωάννης ὁ Βαπτιστής φησι περὶ αὐτοῦ· «Ηδη δὲ ἡ ἀξίνη πρὸς τὴν βίζαν τῶν δένδρων κεῖται.» Καὶ Ἱερεμίας φησίν·. Ο λόγος Κυρίου ὡς πέλυξ κόπτων πέτραν.» Τοῦτον οὖν κε κρυμμένον ἀφ᾿ ἡμῶν ἡ τοῦ ξύλου πεφανέρωκεν οἱ κονομία. Ἐπεὶ γὰρ διὰ ξύλου ἀπεβάλομεν αὐτὸν, διὰ ξύλου πάλιν εἰλήφαμεν, ἐπιδεικνύντος τὸ ὕψος, καὶ μήκος, καὶ πλάτος, καὶ βάθος, ἐν αὐτῷ. Τῇ γὰρ θείᾳ τῶν χειρῶν ἐκτάσει τους δύο λαοὺς εἰς μίαν συνήγαγε κεφαλὴν τὸν Πατέρα.Οτι εἷς Θεὸς, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. Το Φελμωνί. ὡς ἂν εἴποι τις, εἰς τόνδε τὴν τέ που. Καὶ ἀποσταλήτωσαν εἰς τὸν Κύριον αὐτῶν. Ε σφαγήσονται, φησίν, οὐ γνωσθήσεται τῆς θαυματουργίας τὸ μέγεθος· εἰ δὲ πάλιν ἐπανέλθοιεν προς τὸν πέμψαντα, μαθήσεται κἀκεῖνος τοῦ Θεοῦ τοῦ ἡμετέρου τὴν δύναμιν. Κύπρου περιστερῶν. Ἡ γὰρ τῆς πολιορκίας ἀνάγκη παρεσκεύαζεν αὐτοὺς ἀντὶ ἀλῶν κεχρῆσθαι τῇ κόπρῳ. Εἰ στήσεται ἡ κεφαλὴ Ελισσαιέ. Δέον ἱκετεύο σαι τὸν προφήτην, ὥστε τὴν ὑπὲρ αὐτοῦ πρεσβείαν προσενεγκεῖν τῷ Θεῷ, ἠπείλησεν ἀναιρεῖν ὡς ἐπίσ τηδες παρορῶντα τῆς συμφορᾶς τὴν ὑπερβολὴν, ἀλλ' εὐθὺς μεταμεληθείς, ἔδραμε τὸν φόνον ἐπισχεῖν. Τοῦτο γὰρ δηλοῖ τό· Οὐκ ἰδοὺ φωνὴ τῶν ποδῶν τοῦ Κυρίου αὐτοῦ; ΚΕΦΑΛ. Ζ'. Καὶ παρῴκει ἐν γῇ ἀλλοφύλων. Οὐκ ἄρα πάσης ἦν τῆς γῆς ὁ λιμὸς, Ἰσραὴλ δὲ μόνος θεηλάτοις πλη γαῖς ἐπαιδεύετο μετὰ τοσαύτην ἐπιμέλειαν δυσσε ῶν. Τῆς δὲ τοῦ προφήτου χάριτος τὸ διπλοῦν, ὁ τοῦ λιμοῦ διπλάσιος χρόνος δηλοί. Καὶ ἦλθεν Ελισσαιὲ εἰς Δαμασκόν. Ο γὰρ οὐκ ἔφθασεν ἀναληφθεὶς Ηλίας ποιῆσαι, προστάξαντος τοῦ Θεοῦ, τόν τε Αζαὴλ χρίσαι ἐπὶ Συρίας, καὶ τὸν Ἰηοῦ ἐπὶ Ἰσραήλ, τοῦτο νῦν Ελισσαίος ἥκει ποιή σων, ἐθέλων πρῶτον χρίσαι τὸν ᾿Αζαήλ. Καὶ εἰπὲ αὐτῷ, Ζῶν ζήσῃ. Μὴ μηνύσῃς αὐτῷ τὸν
col. 1189–1190page 6 of 11
Caput IXCaput VIII
PG 87:1189θάνατον, φησὶν, ἵνα μὴ μετ' ἀθυμίας ὑπεξέλθοι τὸν βίον. Καὶ ἐπέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ, καὶ ἀπέθανεν. Ην γάρ, φησὶν Ιώσηππος, ἀσεβής τε καὶ μιαιφόνος. Αὐτὸς γὰρ εἰρήκει· Θεὸς ὀρέων ὁ Θεὸς Ἰσραήλ.» Καὶ σωθεὶς ὑπὸ ᾿Αχαάβ, ἀχάριστος περὶ τὸν εὐεργέτην ἐγένετο. Ορα δὲ τῆς κακῆς συγκ γενείας τὸ τέλος. Υἱὸς γὰρ ἂν Ἰωσαφάτ ἀνδρὸς εὔ. σεβοῦς Ἰωράμ, ὑπὸ τῆς ὁμοζύγου, θυγατρός Αχαάβ, πρὸς ἀσέβειαν ἔκλινεν. Καὶ ἐπέπεσεν ἐπὶ τὸν ᾿Εδώμ. Ηρχε τῶν Ἰδου μαίων ὁ τῆς Ἰούδα φυλῆς βασιλεύς. 'Αλλ' Ισαάκ προειρήκει περὶ Εδώμ. Εσται καιρὸς ἡνίκα ἂν καθέλῃς, καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τρα χήλου σου. Νυνὶ γὰρ καὶ νικηθέντες, ἄρχεσθαι λοιπὸν οὐκ ἠνέσχοντο. ΚΕΦΑΛ. Η'. Καὶ λάβε τὸν φακὸν τοῦ ἐλαίου. Δι' ἄλλου προς φήτου κέχρικε τὸν Ἰηοῦ. Λάθρα γὰρ τοῦτο γενέσθαι συνέφερεν. "Ωστε καὶ συντόμως ἀναιρεθῆναι τὸν Ἰω ράμ. Εἰ γὰρ προήσθετο, διὰ παρατάξεως πολλοὺς ἦν ἀνάγκη πεσεῖν. Καὶ φεύξῃ, καὶ οὐχ ὑπομενείς. Ἵνα μη συλληφθεὶς κινδυνεύσῃ. Βούλεται γὰρ ἡμᾶς ὁ Θεὸς καὶ ἀνθρωπίναις οἰκονομίαις κεχρῆσθαι. Τοὺς γὰρ λόγῳ τιμηθέντας, εἰς δέον προσήκει κεχρῆσθαι τῷ λόγῳ. Τι ὅτι εἰσῆλθεν ὁ ἐπίληπτος οὗτος πρὸς σέ; Ὡς δυσσεβεῖς ὕβριζον τοῦ Θεοῦ τους θεράποντας, καὶ τὴν αὐτῶν παῤῥησίαν μανίαν εκάλουν. Ιηοῦ δὲ οὐχ ὡς παροινῶν ἀδολέσχην ἐκάλεσεν, λανθάνειν δὲ πειραθείς. Αραμείν. Τους Σύρους οὕτως ἐκάλεσεν. Αραμὰ γὰρ, οι Σύροι. Οὕτω δὲ καὶ οἱ ἄλλοι ἡρμήνευσαν. Καὶ ἡ ἀγωγὴ, ἀγωγὴ Ἰηοῦ. Πόῤῥωθεν ὁ σκοπός, θεασάμενος ὡς οἱ μὲν ἀποσταλέντες οὐκ ἀνέστρεψαν, ὁ δὲ τοῦ πλήθους ἡγούμενος ἔοικεν εἶναι Ἰηοῦ, τοῦτο γὰρ τὸ σχῆμα ἐδήλου, ἐμήνυσεν, ὅπερ ἑώρακεν. Ενια μέντοι τῶν ἀντιγράφων ἔχει· καὶ ὁ ἄγων ἦγε τὸν ᾿Ιηοῦ ὁ Θεός. ΚΕΦΑΛ. Θ'. Ει Ἰδοὺ ἐγὼ συνεστράφην. Εγώ, φησὶν, ὡς τυραννῆσαι βουλόμενος, ἀνεῖλον τὸν Ιωράμ. Τοὺς δὲ ἀδελ φοὺς αὐτοῦ, ἑβδομήκοντα ὄντας τὸν ἀριθμὸν, τίς ἀν εἷλεν; Οὐχ ἡ θελήματος ὀργή, τοῖς οἰκειοτάτοις ὑπουργοῖς χρησαμένη; ᾿Αψευδεῖς ἄρα τῶν προφητῶν αἱ προῤῥήσεις. Καὶ πάντας τοὺς γνωστούς αὐτοῦ. Τοὺς μάν τεις, τοὺς οἰομένους εἰδέναι τὰ μέλλοντα. Ωσπερ γάρ ὁρῶντας καὶ βλέποντας, τους προφήτας εκάλουν, οὕτω καὶ τούτους, ὡς τὰ μέλλοντα δῆθεν καὶ τὰ κε κρυμμένα γινώσκοντας. Καὶ εὗρε τὸν Ιωναδάβ. Εὐσεβὴς ἀνὴρ καὶ αὐτ τὸς, καὶ τὸ γένος. Εν σκηναίς γὰρ διετέλεσαν κατα το γνώστας (ὁρῶντας καὶ βλέποντας,
col. 1191–1192page 7 of 11
Caput X
PG 87:1191οικοῦντες, καὶ τῆς τοῦ οἴνου πόσεως ἀπεχόμενα. Τούτων καὶ ὁ προφήτης Ιερεμίας ἐν ἐπαίνοις ἐμνή σθη. Τὸ δὲ, Καὶ εὐλόγησεν αὐτὸν, ἀντὶ τοῦ, προσεῖπεν αὐτόν. Ἐξ ἀριστερῶν τοῦ Βααλίμ. ἀπὸ διαφθορᾶς, α τὸ βασί λειον, 'Αγίασμα μαρτύριον σύνδεσμον (διαθήκη») Καὶ ἐγὼ δουλεύσω αὐτῷ πολλά. Τον σκοπόν ὁρατέον, εἰ καὶ οἱ λόγοι ψεκτοί. Τοῦτο γὰρ πρὸς τὸ μηδένα διαφυγεῖν. Τοὺς δὲ θείους ἱερέας, ὡς ἀναξίους δῆθεν, ἀπήλασε, τὸ μὴ παθεῖν φυλαττόμενος. Ἐξ ἀριστερῶν τοῦ Βααλίμ. Τὸν τοῦ Βαλ σηκόν οὕτως ἐκάλεσεν. ΚΕΦΑΛ. Ι. Καὶ ἐπορεύθη Οχοζίας ἐπὶ ᾿Αζαήλ. "Οτι γαμ βρὸς ἦν τοῦ ᾿Αχάδ. Καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς βασιλείας. Ὡς ἀσεβὴς, καὶ κρατῦναι θέλουσα τοῖς ὑπηκόοις τὴν ἀσέβειαν, ὡς εὐσεβὲς τὸ βασιλικὸν ἄρδην ἀφανίσα γένος ἠθέλησεν. Ἀλλ᾿ ὁ πάντα σοφῶς ιθύνων Θεὸς παρεσκεύασεν αὖθις τῇ βασιλικῇ τὴν ἱερατικὴν με γῆναι φυλήν, καὶ τὴν Ἰωδας, τὸν σοφώτατον ἱερέα, γῆμαι τὴν Ἰωσαβεαὶ τοῦ Ἰωρὰμ θυγατέρα, ίνα φυ λαχθῇ τοῦ βασιλικοῦ γένους ὁ σπινθήρ. Έκλεψε γὰρ αὕτη τὸν ἀδελφιδοῦν Ἰωάς, ἂν ὁ σοφὸς ἱερεὺς τῇ βα σιλείᾳ μεθ᾽ ἕκτον ἔτος ἀπέδωκεν. Τὸν Χοῤῥὶ, καὶ τὸν 'Ρασίμ. Τους δρομείς, καὶ τοὺς δορυφόρους. Τινὲς δὲ, ἀσπιδηφόρους, καὶ δορυ φόρους. Παρατρέχοντας δὲ λέγει, τοὺς ἡγουμένου; τοῦ βασιλέως, τούτους τριχή διελών. Τοὺς μὲν, ἐκέ λευσε φυλάττειν τοῦ βασιλέως τὸν οἶκον· τοὺς δὲ, τὴν εἴσοδον τοῦ νεώ· τοὺς δὲ, τὴν πύλην τὴν ἑτέραν. Μεσσαέ. Το «Μεσσαὲς οἱ λοιποὶ, ἀπὸ διαφθορᾶς, ἡρμήνευσαν. Δηλοῖ δὲ, ὥστε μηδεμίαν γενέσθαι βλά ην ἐν τῷ οἴκῳ τῷ θείῳ. Τὸ δὲ, δύο χεῖρες ἐν ὑμῖν, ἀντὶ τοῦ, ἄρτιο: ἔστε, καὶ ὑγιεῖς, καὶ ἱκανοὶ φυλάξαι, καὶ τὸν οἶκον τοῦ Θεοῦ, καὶ τὸν οἶκον τοῦ βασιλέως. Ο εισερχόμενος εἰς τὰ Σιδηρώθ, καὶ ἀποθανεῖται. Οὕτως ἐν Παραλειπομέναις φησίν· «Καὶ ὁ εἰσ πορευόμενος εἰς τὸν οἶκον ἀποθανεῖται. Καὶ Ιώσηπο πος ὁμοίως. Ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς. Δηλοῖ ὡς μηνοειδὲς οἱ Λευίται σχῆμα ποιήσαντες τὰ κέρατα εἶχον συνημμένα τῷ οἴκῳ. Ἐν μέσῳ δὲ ὄντα τὸν βασ σιλέα ἐφρούρουν. Ὁ δὲ στρατὸς ὁπλοφορῶν ἔξω εἰ στήκει, τοὺς εἰσιέναι πειρωμένους ἐπέχων. Καὶ ἔδωκεν ἐπ' αὐτὸν τὸ ἁγίασμα, καὶ τὸ μαρ τύριον. Ἐν Παραλειπομέναις ἔχει τὸ βασίλειον, καὶ τὸ μαρτύριον. Δηλοῖ δὲ τὸ μὲν ἁγίασμα, το χρίσμα μαρτύριον δὲ, τὸν βασιλικόν στέφανον. Σύνδεσμο δὲ τὴν τυραννίδα, καθὰ προεἶπον, ὠνόμαζον. Εξω θεν δὲ, φησί, τῶν Σιδηρώθ ἀναιρεθῆναι τὴν Γαβο λίαν 1 προσέταξεν. Ἐν δὲ ταῖς Παραλειπομένεις, < ἐκτὸς τοῦ οἴκου ο φησίν. Διαθήκην ἀνὰ μέσον Κυρίου. Συνθήκης, ὡς οἱ Αθαλίαν,
col. 1193–1194page 8 of 11
Caput XICaput XIICaput XIIICaput XIVCaput XV
PG 87:1193λοιποὶ τῶν Ἑρμηνευτῶν ἐξέδωκαν ἀλλαχοῦ. ῎Ορους Η Συνθήκην, γὰρ αὐτοῖς, καὶ νόμους, παρέδωκε δουλεύειν Κυρίῳ. Φῶς δὲ, ὡς ἀληθῶς, διδάσκαλος ἀγαθός. Οἱ ζῶντος, ἐλάτρευον τῷ Θεῷ. Πλὴν καὶ οὕτως ἦσαν ἀτελεῖς, θύοντες ἐπὶ τῶν ὑψηλῶν τῷ Θεῷ, καὶ οὐκ ἐν νόμῳ τῷ Θεῷ, καθὰ διέταξεν ὁ νόμος. ΚΕΦΑΛ. ΙΑ'. Η Αργύριον συντμήσεως ἀνδρός. Εφη γὰρ ἐν Δευτερονομίῳ, τοὺς ὑπὲρ ἑαυτῶν παρέχοντας τιμήν τῷ Θεῷ, πόσους σίκλους προσήκει διδόναι. "Οπερ νῦν ἀργύριον Ἰωάς προσέταξε τοὺς ἱερέας κομίσασθαι, καὶ θεραπεύειν τὰ πάσχοντα τοῦ ναοῦ, φθειρομένων ξύλων, ἢ λίθων. Τοῦτο γὰρ δηλοῖ τόδε Βέκ, ὅπερ ἐν Παραλειπομέναις ἐπισκευάσαι τὸν οἶκον Κυρίου λέο γει, καὶ πάλιν, τοῦ θεραπεῦσαι τὸν οἶκον Κυρίου. ΚΕΦΑΛ. ΙΒ'. Καὶ μετεμελήθη Κύριος, καὶ οἴκτειρεν αὐτούς. Μεταμέλειαν καλεῖ τὴν ἀπὸ τῆς δυσκληρίας εἰς εὐ κληρίαν μεταβολήν. Λάβε τόξον καὶ βολίδας. Οὐχ οὕτω γὰρ ἐπί στευον τοῖς λόγοις, ὡς ταῖς δι' ἔργων προῤῥήσεσιν. Ὑπολαβὼν δὲ, ὡς αὐτόματος ἀφήσει βέλη πολλὰ, τοῦ πρώτου πεμφθέντος, ἔφη, βέλος σωτηρίας, καὶ τὰ ἑξῆς. ὡς δὲ τρία μόνα ἐξέπεμψεν, ἠχθέσθη, ὡς τῆς Συρίας τρίτον ηττημένης, ἀλλ᾽ οὐ πανωλεθρίαν δεχο μένης. ΚΕΦΑΛ. ΙΓ. ῾Ο ἀκχὰν ὁ ἐν τῷ Λιβάνῳ. Αμεσσίας, τῶν Ἰου δαίων νόμῳ πολέμου κρατήσας, ἤλπισε καὶ τὰς δέκα νικήσειν φυλάς. Καὶ προεκαλεῖτο πρὸς μάχην τὸν βασιλέα τοῦ Ἰσραήλ. Ὁ δὲ τὴν παροιμίαν ἐδήλωσεν, αὐτὸν ἀπεικάσας τῇ κέδρῳ, ἐκεῖνον δὲ τῷ ἀκχάν. Καὶ τοὺς υἱοὺς τῶν συμμίξεων τῶν βδελυγμάτ των. Τουτέστι, τοὺς τῶν ψευδωνύμων θεῶν ἱερέας, τὸ ἄτακτον αὐτῶν πλῆθος δηλῶν. Τὴν Αἰλώμ. Τὴν νῦν ὀνομαζομένην ᾿Αϊλάν, ἐπὶ τῷ στόματι τοῦ ᾿Αραβικού κόλπου κειμένην, ὃν Ερυθράν προσαγορεύουσι θάλατταν. ΚΕΦΑΛ. ΙΔ'. Καὶ ἥψατο Κύριος τοῦ βασιλέως. Σαφέστερον τὸ κατὰ τοῦτον ἐν Παραλειπομέναις φησίν. Ἐν οἴκῳ Απρουσώθ. Οἱ λοιποὶ κρυφαίως ἐξέδωκαν. ΚΕΦΑΛ. ΙΕ'. Καὶ τοὺς υἱοὺς αὐτοῦ διῆγεν ἐν πυρί. Εοικε δηλοῦν τὸ μέχρις ἡμῶν φθάσαν τῆς πλάνης εἶδος. Εν τισι γὰρ πόλεσιν ἅπαξ τοῦ ἔτους ἐν ταῖς πλατείαις ἁπτομένας πυρὰς ἐθεάσαντό τινες, καὶ ταύτας ὑπερ αλλομένους τινάς, καὶ πηδῶντας, οὐ μόνον παῖδας, ἀλλὰ καὶ ἄνδρας· τὰ δὲ βρέφη παρὰ τῶν μητέρων παραφερόμενα διὰ τῆς φλογός, πρὸς ἀποτροπιασμὸν δῆθεν, καὶ κάθαρσιν. Ιώσηππος δὲ καὶ τὸν ἕνα των υἱῶν ὁλοκαυτῶσαί φησι, τὸν ᾿Αχαζ τῷ Βαάλ. Καὶ εἶδε τὸ θυσιαστήριον. Εοικεν οὐ τῷ τῶν Ει [Χιν.] κρυφαίως, ΧVΙ.] Ει
col. 1195–1196page 9 of 11
Caput XVICaput XVII
PG 87:1195ὅλων Θεῷ τοῦτο πεποιηκέναι, ἀλλ' εἰδώλῳ τινί. Τουτο γὰρ ἐν Παραλειπομέναις αινίττεται, λέγων· καὶ προσέθηκεν ᾿Αχὰς τοῦ ἀποστῆναι Κυρίου.» Καὶ εἶπεν· • Ζητήσω τοὺς θεοὺς Δαμασκοῦ, τοὺς τά πτοντάς με,» καὶ τὰ ἑξῆς. Τὸ δὲ χαλκοῦν θυσιαστήριον. Ο κατεσκεύασε Σολομῶν. Τῆς καθέδρας τῶν Σαββάτων. Πρὸ τοῦ νεὼ τόπον εἶχεν, ἔνθα πρὸ τοῦ καιροῦ τῶν θυσιῶν, ἢ καὶ μετά ταύτας, ἐκαθέζετο. Τοῦτον νῦν ἔνδον ἐποίησεν του ναοῦ, καὶ τῶν βασιλείων τὴν θύραν μετέστησε, την δίοδον διὰ τῶν ἱερῶν περιβόλων ποιούμενος· ὅπερ ἦν καὶ αὐτὸ ἀσεβές. Τοῦτο δὲ πεποίηκε δῆθεν, ἵν' εἰ πολιορκοῖτο τὰ βασίλεια, δύναιτο ἐπ᾽ ἀδείας εἰς τὸν νεὼν εἰσιέναι, συνημμένην ἔχων τὴν εἴσοδον· ὅ δηλοῖ τό· ᾿Απὸ προσώπου τοῦ βασιλέως Ασσυρίων. α μερ κὸν, ΚΕΦΑΛ. ΙΓ'. Στήλας, καὶ ἄλση. Πανταχοῦ τὸ ἄλσος οἱ λοιπό Ασταρώθ ἑρμηνεύουσιν. Δηλοῖ δὲ τοῦτο τὴν ᾿Αστάρ την, ήγουν ᾿Αφροδίτην· ἐν παντὶ δὲ τόπῳ φησ! βωμοὺς ᾠκοδομὴσθαι τοῖς δαίμοσι, καὶ οὐ μόνον ἐν πόλεσι, καὶ κώμαις, ἀλλὰ καὶ ἐν τοῖς κατὰ τὴν ἰδὲν πύργοις, ἐν οἷς ὀλίγοι τινὲς εἰώθεσαν φρυκτωρεῖν. Ἐνταῦθα δὲ ὑψηλὰ τὰ τεμένη τῶν δαιμόνων ἐκά λεσεν. Καὶ ἐποίησαν κοινωνούς. Δοκεῖ τὴν πρὸς τὰ ἔθνη συμφωνίαν οὕτω καλεῖν, καὶ τοὺς ὅσοι τούτου; ἐδίδαξαν ἀσεβεῖν, ὡς ἑξῆς ὑπαινίττεται. Καὶ ἐποίησαν Ἐφούδ, τὸ ταῖς μαντικαῖς ἁρμόττον προρρήσεσιν. Καί γε καὶ Ἰούδας αὐτός. Οὐκ ἄρα διὰ τὴν τῆς βασιλείας, ὡς ἄν τις εἴποι, διαίρεσιν, καὶ τὸ πέρξω γενέσθαι τῆς Ἱερουσαλήμ, ἡσέβησεν Ἰσραήλ, ὅπου καὶ Ἰούδας αὐτός. Καὶ ἀπῳκίσθη Ἰσραὴλ ἀπὸ τῆς γῆς αὐτοῦ εἰς Ασσυρίους ἕως τῆς ἡμέρας ταύτης. Δηλα καὶ τοῦτο, τὸν συγγραφέα μεταγενέστερον ἐκ τῶν προ φητῶν, τῶν συγγραψάντων τὰ καθ' ἕκαστον καιρὸν, μεταλαβόντα τὴν ἱστορίαν. Σαφῶς δὲ καὶ τὰ κατὰ τοὺς νῦν Σαμαρείτας ἐδήλωσεν, ὅθεν εἰσὶ, καὶ πῶς τὸν νόμον τὸν Μωϋσέως ἐξ ἀνάγκης ἐφύλαξαν. Οὐκ ἔγνωσαν τὸν νόμον τοῦ Θεοῦ τῆς γῆς Ετόπαζον γὰρ, μερικὸν εἶναι τῶν ὅλων τὸν ποιητήν. ΚΕΦΑΛ. ΙΖ'. Τὸν ὄφιν τὸν χαλκοῦν, ὃν ἐποίησε Μωϋσῆς, Οὐχ ἵνα προσκυνῆται, ἀλλ᾽ ἵνα προτυπώσῃ τὸ τοῦ τήριον πάθος. Τούτῳ, φησὶν, ὁ λαὸς θυμιών διετούς σεν. Καὶ ἐκάλεσεν αὐτὸν Ἐσθάν. Ἐν τῇ ἑρμηνεία τῶν ῾Εβραϊκῶν ὀνομάτων κεῖται, χαλκός. Εντεύθεν οἶμαι τοὺς Ὀφίτας (αἴρεσις δὲ αὕτη δυσσεβεστάτ Ἐσθηνοὺς ὀνομάζεσθαι. Εἰς τέλος τριῶν ἐτῶν. Ἔτη τρία τέλεια της Σε μαρείας ἡ πολιορκία κατέσχεν.
col. 1197–1198page 10 of 11
Caput XIXCaput XVIIICaput XX
PG 87:1197Ημάρτηκα, ἀπεστράφηθι ἀπ' ἐμοῦ. ᾿Αχαζ, ὁ πατὴρ Εζεκίου, τὸν θαλλαφαλτάρ 6 εἰς συμμαχίαν κατὰ τῶν Σύρων καλέσας, φόρον τελέσειν ὑπέσχετο, καὶ τοῦτον ἐκεῖνος διετέλεσε παρέχων· ὁ δὲ Ἐζεχίας, τὸν ἐπικείμενον δασμὸν οὐκ ἐξέτισε· τὴν δὲ στρα τιὰν ἰδὼν, δώσειν ὑπέσχετο. Τὰς θύρας τοῦ ναοῦ Κυρίου. Οὐ γὰρ ἤρχουν οἱ βασιλικοί θησαυροί, ὅθεν ἐπὶ τοὺς ἱεροὺς κατά τι ἔθος δι' ἀνάγκην ἐτράπετο, ἵνα μὴ καὶ τὸν ναὸν καὶ τὴν πόλιν ἐμπρήσωσιν οἱ πολέμιοι. Μετὰ δὲ τὴν χρείαν, ἀναπληροῦν αὐτοὺς ἐκ τῶν πολέμων εἰώθεσαν. Νυνὶ δὲ καὶ τὰς θύρας ἐχώνευσε τὰς χρυσᾶς, ἃς ἐποίησε, καὶ τοὺς τούτων σταθμούς. Οὐκ ἀπέστησεν τὰ ὑψηλὰ αὐτοῦ; Δηλοῖ πάλιν ὁ συγγραφεύς, ὅτι οὐ μόνον τὰ τεμένη τῶν δαιμόνων ὀνομάζουσιν ὑψηλὰ, ἀλλὰ καὶ τὰ τῷ Θεῷ τῶν ὅλων ἐν τοῖς ὑψηλοῖς τόποις δεδηλωμένα θυσιαστήρια. Καὶ εἶπε τῷ Ἰούδᾳ, καὶ τῇ Ἱερουσαλήμ. Ταῦτα ἔλεγεν ὁ Ραψάκης, Ἑβραῖος ὤν, ὡς εἰκὸς, καὶ πρὸς ἐκείνους αυτομολήσας, ἤτοι ἐξανδραποδισθείς, και, ὡ; εὔνοιαν δείξας τοῖς ᾿Ασσυρίοις, την στρατιάν θαῤῥηθείς. Τῇ γὰρ Ἑβραῖοι χρώμενος, ἐποιεῖτο τοὺς λόγους. ΚΕΦΑΛ. ΙΗ'. "Οτι ἦλθον οἱ υἱοὶ ἕως ὠδίνων. Φλεγόμεθα, φησί, τῷ θυμῷ, τῶν ἀῤῥήτων ἐκείνων βλασφημιών ἐπακούσαντες. Κολάσαι δὲ τοὺς ἄνδρας ἐκείνους, τοὺς δυσσεβεῖς, οὐ δυνάμεθα. "Οθεν ικετεύομεν τὸν τῶν βλασφημιῶν ἐκείνων ἀκηκοότα Θεόν, διδάξαι τοὺς ἀνασίου;, ὡς οὐκ ἔστιν εἷς τῶν καλουμένων ο θεῶν. Ἰδοὺ ἐγὼ δίδωμι πνεῦμα ἐν αὐτῷ. Δειλίαν οξ μα: δηλοῦν. Καὶ γὰρ ὁ θεῖος Απόστολος οὕτως ἔφη, Οὐ γὰρ ἔδωκεν ἡμῖν πνεῦμα δειλίας.» Καὶ ἀπῆρε Σενναχειρίμ. Ο Σενναχειρὶμ τὸν θάτ νατον τηνικαῦτα διέφυγεν, ἵνα πᾶσι μηνύσῃ, ὅση του Θεοῦ Ἰουδαίων ἡ δύναμις. Εὐθὺς δὲ παρὰ τῶν παίδων ἐδέξατο τὴν δικαίαν σφαγήν. Τὴν 'Αραράτ. Τὴν ᾿Αρμενίαν. ΚΕΦΑΛ. ΙΘ'. Καὶ ἀρθήσονται πάντα τὰ ἐν τῷ οἴκῳ σου. Οτι δέον τοῦ Θεοῦ διδάξαι τὴν δύναμιν, καὶ τὴν κη δεμονίαν, ἧς ἔτυχε, τὸν πλοῦτον ὑπέδειξε, τὸν οὐδὲν ἔχοντα μόνιμον. ΚΕΦΑΛ. Κ'. Καὶ ἐποίησε Μανασσῆς τὸ πονηρόν. "Οτι οὐ φύσις ἐν τοῖς ψυχικοῖς, ἀλλὰ γνώμη κρατεί, μαρτυρεῖ Μανασσῆς, τὴν εὐσεβῆ τοῦ πατέρος πολιτείαν καταλιπών, καὶ τὴν ἐναντίαν ὁδεύσας. Πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Ἡλίῳ, καὶ σε λήνῃ, καὶ ἀσπράσιν. Ἠχῆσαι ἀμφότερα τὰ ὦτα. Εκπληκτικὴν ἡγεῖ Ει Οι σθαι τὴν ἀκοήν. Θελαδφαλιτάρο
col. 1199–1200page 11 of 11
Caput XXICaput XXII
PG 87:1199Ει (τοῦ φρουροῦ) Το μέτρον Σαμαρείας, καὶ τὸν σταθμὸν οἶκον Αχαάβ. Ταῖς αὐταῖς καὶ τούτους περιβαλών συμφοραῖς, ὡς ἐκείνων τοὺς μὲν λιμός, τοὺς δὲ πόλεμος ἐδαπάνησεν, οἱ δὲ, ληφθέντες ἀπήχθησαν, καὶ, ὡς τὸν οἶκον ᾿Αχαάβ, πανωλεθρία παρέδωκα. Καί γε αἷμα ἀθῶον ἐξέχεε Μανασσής. Διαφε ρόντω; γὰρ ἀνῄρει τοὺς τῆς εὐσεβείας ἀντεχομένους, καὶ τοὺς τὴν θείαν ὀργὴν αὐτῷ προμηνύοντας. Τοῦ τόν φασι καὶ τὸν προφήτην Ησαΐαν πρίονι διελεῖν. Τοῦτον δέ φησιν ἐν Παραλειπομέναις, μεταμελείς χρησάμενον, τυχεῖν τῆς ἀνακλήσεως.» ΚΕΦΑΛ. ΚΑ'. Βιβλίον εὗρον. Τοῦ Δευτερονομίου. ΚΕΦΑΛ. ΚΒ'. Καὶ τοῖς Μαζουρώθ. 'Αστέρος όνομα, ὡς εἰκὸς, τοῦ Ἑωσφόρου. Τὸν οἶκον τὸν Καδησίν. Ομωνύμως εκάλεσεν ἁγίους τοὺς δαίμονας. Κάδης γὰρ, τὸ ἅγιον. Τὸ δὲ ἄλσος, ὡς εἴρηται, οἱ λοιποί Ασηρώθ ἢ Ασταρώθ ἑρμηνεύουσιν, ὅ τὴν ᾿Αστάρτην δηλοί. Τῆς δὲ 'Αφρο δίτης τὸ ξόανον ἔνδον ἔστησαν ἐν τῷ θείῳ νεώ. Το δὲ, ἐν ᾧ αἱ γυναῖκες ὕφαινον, Ακύλας οὕτως ἐρω μήνευσεν, οὗ ἐποίουν ἐνδύματα τοῖς ἐκπορνεύουσιν ἀπὸ Κυρίου. Πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστήριον τοῦ Κυρίου. Υψηλὰ πάλιν οὐ τὰ τῶν εἰδώλων, ἀλλὰ τὰ τοῦ Θεοῦ θυσιαστήρια κέ κληκε, τὰ ἐν τοῖς ὑψηλοῖς. Τοὺς ἐξ ἱερατικοῦ δὲ γέ νους οὐκ ἀφῆκεν εἰς τὸ θυσιαστήριον ἀνελθεῖν τοῦ Κυρίου, τὸ ἐν Ἱερουσαλήμ, εἰ μὴ ἔφαγον ἄζυμα, Εἰ δὲ τοῖς εἰδώλοις ἐλάτρευσαν, οὐκ ἂν αὐτοὺς ὁ εὐσεβὴς βασιλεὺς συγγνώμης ηξίωσεν. Καὶ ἐμίανε τὸ ᾿Αφέθ. Κατὰ τὴν Εβραϊκὴν ἑρμη νείαν, πτῶσιν σημαίνει. Τόπος δὲ ἦν, ἐν ᾧ διήγον ἐν τῷ πυρὶ τὰ παιδία τῷ Μελχόλ, Αμανιτῶν εἰδώλῳ. Τὸ δὲ Φαρουρί, τοῦ φρουροῦ, παρέδωκαν οι περι Σύμμαχον. Αμεσσοάο. Αφανισμού. Καὶ διεσώθη τὰ ὀστᾶ τοῦ προφήτου του προσ σβυτέρου. Οὐκ ἄρα ψευδοπροφήτης ὑπῆρχεν. Οὐ γὰρ ἂν αὐτοῦ τὰ ὀστᾶ διεσώθη. Ομοιος αὐτῷ οὐκ ἐγένετο βασιλεύς. Ταῦτα καὶ περὶ Εζεκίου προείπεν, καὶ ὅτι μετ' αὐτὸν οὐκ ἀνέστη τοιοῦτος. Εἰ δὲ νῦν πρὸ αὐτοῦ προτάττει τὸν Ἰωσίαν, δῆλον ὅτι καὶ Εζεκίου, καὶ τοῦ Δαβίδ, ἀμφοτέρους. Νῦν οὖν οὐκ ἀλλήλοις τούτους συν έκρινεν, ἀλλὰ τοῖς ἄλλοις, τοῖς δόξασιν εὐσεβεῖν, τῷ Ασά, καὶ τῷ Ἰωσαφάτ, καὶ τῷ Ἰωαθάμ. Αχαζ, τὸν υἱὸν Ἰωσίου. Τὰ κατὰ τὸν Ἀχα, καὶ τὸν Ἰωακίμ, καὶ τὸν Ἰεχονίαν, καὶ Σεδεκίαν, πλατύτερον Ἱερεμίας συνέγραψεν. Τὸν δὲ Ἰωακὶμ, τὸν τοῦ Ἰωακὶμ υἱὸν, Ιεχονίαν καλεῖ. Ἡ δὲ τῶν Παρα λειπομένων βίβλος Ιωακίμ. Τοῦτον ὁ ᾿Ασσύριος, τῆς εἰρκτῆς ἀπαλλάξας, ὁμοδίαιτον εἶχεν, του πλέ ξαντος αὐτὸν ἰασαμένου Θεοῦ.
Page scan enlarged

Notebook

Full View