Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1147–1148page 1 of 16
Caput Primum
PG 87:1147αὐτοῦ, καὶ συνάξει τὸν σἶτον αὐτοῦ εἰς τὴν ἀποθή (νοητόν) κην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.» Ταύ την ἄρα τὴν ἅλω τὴν νοητὴν ἐξεπρίατο Χριστός πεν τήκοντα σίκλων· τουτέστιν, οὐκ ἐλαφρῶν τιμημάτ των. ᾿Αλλὰ καὶ τὸν ἀριθμὸν ἐμφαίνουσι τῆς ἀφέσεως. Ἑαυτὸν γὰρ δέδωκεν ὑπὲρ αὐτῆς, καὶ ἔπηξεν ἐν αὐτῇ θυσιαστήριον. Καὶ ἐπείπερ ἐστὶν ἀρχιερεὺς, καὶ αὐτ τὸς τὸ θύμα προσεκόμισεν ἑαυτὸν, ὡς ἐν τύπῳ τοῦ ἁλοῦντος μόσχου. Καὶ γέγονεν ὁλοκαύτωμα, και εἰρηνικὴ θυσία. Λέλυται γὰρ τὸ μεσολαβοῦν ἐν Χρισ στῷ. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν κατὰ τὰς Γραφάς. Κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι. αφελη θεὶς τὸν πατέρα και Σολομών ἔφη· «Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ τῶν καρπῶν δικαιοσύνης.» Εν ἐκείνῳ δὲ τῷ χωρίῳ τὸν νεὼν ᾠκοδόμησε Σολομών. Φησὶ γὰρ ἡ ἱστορία Προσέθηκεν ὁ Σολομὼν ἐπὶ τὸ θυσιαστήριον ἐπ' ἐσχάτῳ, ὅτι μικρὸν ἦν ἐν πρώτοις.» Ὑποδηλούσε τὴν κατὰ καιροὺς ἐσομένην τοῦ Εὐαγγελίου προχο πήν. Καὶ ἡ Ἐκκλησία γὰρ διὰ παντὸς ἐκ μικροτέρας εὐρύνεται, καὶ προστίθενται πλείους. ΕΙΣ ΤΗΝ ΤΡΙΤΗΝ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. πρεσβύτερος προβεβηκώς ἡμέραις πρεσβύτερος οι πρεσβύτης. Ει Ει ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Καὶ ὁ βασιλεὺς Δαβὶδ πρεσβύτης σφόδρα. Την τήσεις, εἴπου το πρεσβύτερος ἐπὶ φαύλου ὑπὸ τοῦ προσώπου τῆς Γραφῆς εἴρηται, ἢ ἐπὶ ἁγίου· καὶ, εἰ τὸ προβεβηκὼς ἡμέραις λέγεται· καὶ, εἰ διαφέρει πρεσβύτερος καὶ πρεσβύτης. Καὶ ἦν τῷ βασιλεῖ σύγκοιτος. Τὸ τῆς παρθένου ἀκμαῖον ἐπενόησαν, ὥστε ζώσας καὶ ζεούσης νεότητος σάρκας παραμυθεῖσθαι τὸν Δαβίδ. Ιματίων μὲν γὰρ φύσις τηρεῖν πέφυκε τοῦ σώματος τὴν ζέσιν, ἀλλὰ καὶ πλείονα ποιεῖν ἣν εὗρεν· οὐδὲν δὲ τὸ ψυ χρὸν ὠφελεῖν· ἡ δέ γε ζέουσα σαρξ τῆς προσούσης θέρμης τῷ ταύτης δεκτικῷ μεταδίδωσι. Καὶ 'Ορνιὰ υἱὸς ᾿Αγγὲς Δαβίδ. 'Αδωνίας, καὶ Ο γὰρ ἦν διώνυμος. Καὶ πρόβατα, καὶ ἄρνας. Μήποτε πρόβατα μὲν τὰ ἐκ ποιμνίου καὶ ἐξ αἰπολίου, ἄρνας δὲ τὰ ἐκ ποι μνίου, καὶ μόνα μιᾶς ἡλικίας. Τὸν ἐχόμενον Αϊν. Τὸ συσσίτιον ἐπετέλεσε παρά τινα πηγὴν πρὸ τοῦ ἄστεος ἀναβλύζουσαν, παρ' εν βασιλικὸς ἐτεθήλει παράδεισος. Οὕτω γὰρ ζώση που ἔφη. Καὶ ὁ Σύμμαχος δὲ τὴν ᾿Αῖν πηγὴν ἡρμήνευσεν, ὡς καὶ ὁ Σύρος καλεῖ.
col. 1149–1150page 2 of 16
Caput II
PG 87:1149Καὶ Νάθαν ἦλθε πρὸς Βηρσαβεέ. Τινὲς ἀνοήτως ὑπέλαβον ἀλγῆσαι τὸν Νάθαν, ὡς μὴ κληθέντα εἰς τὸ συσσίτιον· διὸ ταῦτα ποιῆσαι. Ὁ δὲ προφήτης, τὴν τοῦ Θεοῦ ψῆφον εἰδὼς (δι' αὐτοῦ γὰρ ἐδήλωσε τῷ βασιλεῖ·: Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον· ἀλλ᾿ ἰδού, υἱὸς τίκτεταί σοι, Σολομῶν ὄνομα αὐτῷ, οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου» ), θεασάμενος τὸν προ νίαν παρὰ τὴν θείαν βουλὴν τὴν βασιλείαν ἁρπάζου τα, ἀνέμνησε διὰ τῆς Βηρσαβεέ τὸν βασιλέα τῆς θείας προῤῥήσεως· εἶτα εἰσελθὼν, τοὺς ἐκείνης ἐβεβαίωσε λόγους. Καὶ ἄρνας, καὶ πρόβατα. Καὶ ἐνταῦθα διάφορα ταῦτά φησιν. Καὶ καταβιβάσατε αὐτὸν ἐπὶ τὸν Γειών. Γειών μὲν ὁ Νεῖλος, ὡς Ἱερεμίας. Καὶ νῦν τί σοὶ καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γειών; Επωνόμασαν δὲ καὶ τὸν Σιλωάμ Γειών. Η, ὡς ἄγαν σμικρόν είρω νικῶς αὐτὸν οὕτω καλέσαντες· ἦ, ἐπειδὴ καὶ αὐτὸς ἐξ ἀφανῶν ἔξεισιν υπονόμων, ὥσπερ ὁ Νεῖλος. Τάξει δὲ κέχρηται, προτάξας Σαδώκ τὸν ἱερέα, εἶτα Ναθαν τὸν προφήτην, καὶ μετὰ ταῦτα Βαβαίαν υἱὸν Ἰωδιέ τὸν στρατηγὸν, ἔχοντα σφενδονήτας, καὶ τοξότας, τὸν Χερεθθὶ, καὶ Φιλεθθί. Ὑπὲρ τὸ ὄνομά σου. Ἔδεσαν ὡς οὐδεὶς, πατρικὴν ἔχων φιλοστοργίαν, ἐζηλοτύπησε παῖδα. Οἱ γὰρ τοιοῦτοι καὶ λαμπροτέρους εύχονται τοὺς παῖδας ἰδεῖν. Τοιγαροῦν καὶ Δαβὶδ οὕτως ἐφήσθη τοῖς ὑπὸ ς τῶν ἀρχόντων εἰρημένοις, ὅτι καὶ τοῦ γήρως αὐτὸν ἀναστῆναι κωλύοντος, κατακεκλιμένος προσεκύνησε τὸν Θεὸν, ταῖς ὑποσχέσεσι δεδωκότα τὸ πέρας. ΚΕΦΑΛ. Β'. Καὶ κραταιωθήσῃ, καὶ ἔσῃ εἰς ἄνδρα δυνάμεως. ὡς ὄντος ἐπὶ Σολομῶντι τοῦ γενέσθαι εἰς ἄνδρα ταῦτά φησι. Πρῶτον δὲ ἐνισχύει ὁ ἐσόμενος εἰς ἄν δρα. Φυλάσσειν ὁδὸν αὐτοῦ, καὶ τὰ ἑξῆς, μέχρι τοῦ, όπως συνίῃς. Τοῦτ' ἔστι, μηδὲ τὸ τυχὸν τῶν γεγραμμένων παραβῆναι τολμήσης. Όπως συνίῃς. Ἐὰν γὰρ μὴ τὰ προγεγραμμένα σχῶμεν, οὐ συνίεμεν & ποιήσομεν. Καὶ νῦν οἶδας ἃ ἐποίησέ μοι Ιωάβ. Πώς τῷ παιδὶ προσέταξεν, ὅπερ αὐτὸς οὐ πεποίηκεν; Ἠδέσθη μὲν τοῦτο αὐτὸς, ὡς τοσούτων κινδύνων γενόμενον κοινωνόν. Αμα δὲ καὶ δεδιὼς ἔλεγεν· «Υιοί Σερουίας σκληρότεροί μου εἰσιν.» Εώρα δὲ καὶ συγκατασκευάζοντα αὐτὸν τῷ 'Ορνίᾳ τὴν τυραννίδα. Εφοβήθη τοί ναν, μὴ ἀποκτείνῃ τὸν νέον, ἢ δοκῶν εὔνους, ὡς τὸν ᾿Αβεννήρ, καὶ τὸν ᾿Αμεσσά· ἢ καὶ φανερῶς διελών τὸν λαόν. Καὶ τῷ Σεμεῖ δὲ συγγνώμην δούς, νῦν ἀντ ελεῖν αὐτὸν προσέταξε τῷ παιδί, δεδιὼς αὐτοῦ τὸ τυραννικὸν καὶ θρασύ. Καὶ ὡς προφήτης εἰδὼς, ὡς οὐ φείσεται καιρὸν εὐρὼν οὐδὲ τοῦ παιδός· ὅς γε καὶ τῆς τοῦ Σολομῶντος προστάξεως ολιγώρησε. Φυλά νι
col. 1151–1152page 3 of 16
PG 87:1151ξασθαι τοίνυν αὐτῷ τούτου πονηρίαν παρεκελεύσατο. Καὶ ἐτάφη εν πόλει Δαβίδ. Οὕτω καλεῖ τὴν Σιών ἡ Γραφή, ἥτις ἦν ἡ ἄνω πόλις. Πᾶσα δὲ νῦν Ἱερουσαλὴμ ονομάζεται· ἐν ᾗ τετάφθαι τοῦτον, καὶ τοὺς μετ' αὐτὸν βασιλέας, λέγει Ιώσηππος. Τὸ δὲ μνῆμα παρὰ τὸν Σιλωάμ εἶναι, ἀντροειδὲς ἔχον τὸ σχῆμα, καὶ βασιλικὴν δηλοῦν πολυτέλειαν. Ἔφη δὲ καὶ που λὺν αὐτῷ συγκατορυγῆναι χρυσὸν παρὰ τοῦ Σολο μῶντος. Υρκανὸν γὰρ τὸν ἀρχιερέα, πολιορκουμένης ὑπ' ᾿Αντιόχου τῆς πόλεως τοῦ Δημητρίου παιδός, ἀνοίξαντα τὸ μνῆμα, λαβεῖν ὀγδοήκοντα. Δαβὶδ δὲ τετελεύτηκεν ἐτῶν ἑβδομήκοντα, βασιλεύσας μὲν τρια κοντούτης, βασιλεύσας δὲ τεσσαράκοντα. Τὸ δὲ ἐκοι μήθη, πρῶτον ἐπὶ Δαβὶδ εἴρηται, δηλοῦν τελευτήν. Επιστήσεις δὲ, εἰ διὰ Χριστὸν ταῦτα γέγραπται· ὃς ἀναπεσὼν ἐκοιμήθη ὡς λέων, καὶ ὡς σκύμνος. Διή περ είρηται· «Ἐγὼ ἐκοιμήθην, καὶ ὕπνωσα, ο καὶ τὰ ἑξῆς. ὡς Καὶ ἀνεῖλε τὸν ᾿Ορνίαν. Νεμεσῶσί τινες, ἀδελφὸν ἀποκτείναντι. Διάφοροι δὲ τῶν ἀνθρώπων οἱ βίοι. Οἱ μὲν γὰρ ἀσκοῦσι τὴν ἄκραν φιλοσοφίαν· οἱ δὲ, τὴν καλουμένην πολιτικὴν ἀρετήν· ἄλλοι βασι σιλείαν, ἢ στρατηγίαν, ιθύνουσιν. Εκαστον ἄρα πρὸς τὸν βίον ἐξεταστέον. Σολομῶν τοίνυν οὐ προφητικήν εἶχεν οὐδὲ πολιτικὴν τελειότητα, τὴν δὲ βασιλεῦσιν ἁρμόττουσαν. Πειραθείς τοίνυν, ᾔδει τὸν Ορνίαν τυραννεῖν ἐφιέμενον, καὶ συγγνοὺς τὸ πρῶτον, εἰ σωφρονήσειε· νῦν ἀνεῖλεν, αἰτοῦντα τὴν σύνευνον τοῦ πατρός· ὅπερ τυραννίδος ὑπῆρχεν ὁδὸς, καὶ του λέμων εμφυλίων ἀρχή. Πρὸς Ἰωάβ, εἰς τὴν σκηνὴν τοῦ Κυρίου. Κατὰ τὸν νόμον τὸν φονευτὴν ἀποκτεῖναι κελεύει, προσφυγόντα τῇ τοῦ Κυρίου σκηνῇ. Εἰς ἱερέα πρῶτον, ἀντὶ Ἀβιάθαρ. "Ην γὰρ Όρο νίᾳ κοινωνήσας τῆς τυραννίδος, ὡς δηλοῖ καὶ τοῦ Σταυ λομῶντος τὰ ῥήματα. Πλήν ὁ Σολομῶν καὶ τῆς θείας προῤῥήσεως γέγονεν ὑπουργός. Τῷ γὰρ Ηλὶ καὶ διὰ Σαμουήλ, καὶ δι᾿ ἄλλου προφήτου, προηγόρευσεν ὁ Θεὸς τοῦ γένους τὴν ἀτιμίαν. Φρόνησιν τῷ Σολομῶντι, καὶ σοφίαν πολλήν. Ἐκ παραλλήλου τὴν σοφίαν ἐδήλωσε, Τούτου χάριν, καὶ τῶν πάλαι γεγενημένων σοφῶν ἀορίστως ἐμνή σθη. Καὶ τοὺς Αἰγυπτίους προτέθεικεν, δοκοῦντας παρὰ πᾶσιν εἶναι σοφούς. Ως γὰρ ἱστόρησαν Ελλη νες, Φερεκύδης ὁ Σύριος, καὶ Πυθαγόρας ὁ Σάμιος, καὶ ᾿Αναξαγόρας ὁ Κλαζομένιος, καὶ Πλάτων ὁ ᾿Αθη ναῖος, πρὸς τούτους ἐξεδήμησαν, φυσιολογίας χάριν, καὶ θεολογίας ἀκριβεστέρας· διὸ φησὶν ἡ Γραφή. Καὶ Μωϋσῆς ἐπαιδεύθη πάση σοφίᾳ Αἰγυπτίων, οὓς ἐνίσ και Σολομῶν, θεόθεν, δῶρον τὴν σοφίαν κτησάμενος. Ψόγον δὲ τοῖς ἐπαίνοις συνέζευξεν ἡ Γραφή. Γυναῖκε γὰρ ἀλλόφυλον παρανόμως ηγάγετο.
col. 1153–1154page 4 of 16
Caput IIICaput IVCaput V
PG 87:1153ΚΕΦΑΛ. Γ. ᾿Επὶ τὰς ἄρσεις. "Αρχων τῶν μετακομιζόντων λί θους, καὶ ξύλα, Τούτους δὲ νωτοφόρους ἐν Παραλειπομέναις καλεί. Καὶ ἐπὶ τοῦ πλινθίου. Από μέρους τακτικοῦ τὸ πᾶν ἐδήλωσεν στράτευμα. Τοῦτο δὲ καὶ πλαίσιον ὀνομάζουσι, δηλοῦντες τὸ τετράγωνον τῆς τάξεως σχῆμα. Ὁ αὐτὸς δὲ ἦν οὗτος τῷ νῦν παρὰ Ρωμαίοις μαγίστρῳ τῶν φρουρούντων τὸν βασιλές στρατοπέδων ἡγούμενος. Καὶ ὁ λαὸς ἐθυμίων ἐν τοῖς ὑψηλοτάτοις. Οὐκ εἰδώλοις, ἀλλὰ Θεῷ, παρὰ τὸν νόμον. Ἐν ἑνὶ γὰρ θύειν προσέταξε τόπῳ. Πλήν συγγνώμης ἐτύγχανον, οὐκ ἔχοντές που νεών. Εντεῦθεν δὲ νοητέον καὶ τὰ περὶ τῶν ἄλλων ἱστορούμενα βασιλέων, ὡς ἐξῆραν τὰ ἄλση, καὶ τὰς στήλας τοῦ Βααλ συνέτριψαν, πλην τὰ ὑψηλὰ οὐκ ἐξῆραν. Τὸ δὲ αὐτὸ καὶ περὶ Σολομῶντος ἐπήνεγκεν, ὡς ἐν αὐτοῖς ἔθυεν, ἀλλ᾽ οὐκ ἐν τῇ σκηνῇ πρὸ τῆς κιβωτοῦ. Εἰ γὰρ εἰδώλοις ἔθυεν, οὐκ ἂν αὐτῷ Θεὸς ἐπεφαίνετο. Καί γε. δ οὐκ ᾐτήσω, δέδωκά σοι. Σύμφωνον τῷ· «Αἰτεῖτε δὲ τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν διο καιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Καὶ ἰδοὺ ἐνύπνιον. Τουτέστι, μνησθεὶς τοῦ ὀνεί ρατος, ἀπιών, Θεῷ προσήγαγε χαριστήρια. ΚΕΦΑΛ. Δ'. Καὶ Σαδούκ, καὶ Ἀβιάθαρ, ἱερεῖς. Καὶ μὴν ἔπαυσε τὸν ᾿Αβιάθαρ, ἀλλὰ τῆς ἀρχῆς, οὐ τῆς ἱερω σύνης. Ταύτην γὰρ οὐκ ἐκ χειροτονίας, ἀλλ᾽ ἐκ γε νικῆς εἶχον διαδοχῆς. Τῷ βασιλεῖ, καὶ τῷ οἴκῳ αὐτοῦ. Τὰ χορηγούμενα τῇ τραπέζῃ τοῦ βασιλέως ἀνήλισκον οὐ μόνοι θεράποντες, ἀλλὰ καὶ οἱ φρουροῦντες στρατιῶται, καὶ ἄρχοντες. Καὶ ἐσοφίσατο ὑπὲρ Αιθάμ. Ησαν τότε τινὲς ἐπὶ σοφίᾳ λαμπροί. Ο δὲ Αἰθάμ, καὶ Αἰμαθ, τῶν ψαλμ ῳδῶν ἦσαν, ἐν κινύραις, καὶ ναύλαις, καὶ κυμβάλοις, τὸν Θεὸν ἀνυμνοῦντες. Περὶ τῶν ξύλων. Τὰς φύσεις, καὶ τὰς δυνάμεις, καὶ τῶν βοτανῶν, καὶ τῶν δένδρων, καὶ τῶν ἀλόγων, ἐφυσιολόγησεν. Ἐξ ὧν εἰκὸς καὶ τοὺς γεγραφότας Ιατρικὴν ἐρανίσασθαι πάμπολλα. ΚΕΦΑΛ. Ε'. Καὶ ἔδωκεν αὐτὰς Φαραώ. Κατεγγυήσας, φησί, τὴν θυγατέρα τῷ Σολομῶντι, τὰς πόλεις εἰς προῖκα παρέσχεν αὐτῇ. Χρίσαι τὸν Σολομώντα. Χρίσιν την χειροτονίαν καλεῖ. Οὐ γὰρ ἀλλόφυλος έχρισε τὸν βασιλέα τοῦ Ἰσραήλ. Ὡς οὖν πατρῴος φίλος, σύμψηφος τῆς βασι λείας ἐγένετο. Μεχίρ. Το Μεχίρ, μέτρον ἑρμηνεύεται· τὸ δὲ Β:θ, * ἄλλοι βάτον ἑρμήνευσαν. Εστι δὲ μέτρον Παλαι νι, 33. νωτοφόρους πλαί στον Ει
col. 1155–1156page 5 of 16
Caput VI
PG 87:1155στῖνον, πεντήκοντα ξέστας, καὶ χοεῖς χωρῶν τέσσαρας', ὡς Ιώσηππος ἔφησεν. ΚΕΦΑΛ. Γ'. Λίθους ἀπελεκήτους. Ἐκ τοιούτων λίθων ᾠχη δόμησε τὸν νεών, κατὰ θείαν πρόνοιαν τοιούτους εύω μῶν, ὡς μὴ δεῖσθαι σιδήρου πρὸς ἁρμονίαν ἀκριβεστάτην· τμητοῖς δὲ λίθοις τὸν τοῦ ἱεροῦ περίβολον ᾠκοδόμησε, καὶ τὰ βασίλεια, καὶ τὸ τῆς μητροπόλεως τεῖχος, καὶ τὰς ἄλλας πόλεις. ἃς ὀχυροτέρας ἀπέφηνεν. Τεσσαράκοντα πήχεις τὸ μῆκος αὐτοῦ. Μετ' ὀλίγα, καὶ ἄλλων εἴκοσι πήχεων ἐπιμέμνηται τοῦ οἴκου του Αγίου τῶν ἁγίων, ὡς εἶναι τοὺς πάντας πήχεις ἑξήκοντα. Ὁ δὲ νεὼς ἐτέτραπτο πρὸς ἕω, ὡς ἂν οἱ προσευχόμενοι μὴ τὸν ἥλιον ἀνίσχοντα προσ (θέσιν) μαντρί δας ἐνδέσμους Ει κυνήσωσιν, ἀλλὰ τὸν τοῦ ἡλίου Δεσπότην. Ἐλὰμ δὲ φησὶ τὸ προπύλαιον. Θυρίδας δεδικτυωμένας κρυπτάς. Φωταγωγούς ὁ νεὼς εἶχεν, ἔνδοθεν μὲν εὐρείας, ἔξωθεν δὲ λίαν στενάς, διατρήτοις λίθοις κεκαλυμμένας. Τοῦτο γὰρ δηλοῖ τὸ ῥητὸν, οὐχ ὡρῶντο γὰρ ἔξωθεν. Μέλαθρα δὲ τοὺς οἰκίσκους καλεῖ, τοὺς κύκλῳ συνέχοντας τὸν νεὼν, ὡς καὶ διακρατεῖσθαι, καὶ μηδένα τῶν Λευϊτῶν τοῦ νεὼ προσψαύειν τοῖς τοίχοις, καὶ τὰ τῆς θείας λειτουργίας ἀποτίθεσθαι σκεύη. Δαβεὶς δὲ, τὸ Ἅγιον τῶν ἁγίων καλεῖ. Η πλευρὰ, ἡ ὑποκάτω πέντε πήχεων. Θαυματ ζέτω μηδεὶς, εἰ πενταπήχεις μὲν, οἱ ἐπίπεδοι ἦσαν οἶκοι· ἐξαπήχεις δὲ, οἱ διώροφοι· ἑπταπήχεις δὲ, οι τριώροφοι. Οι τοίχοι γὰρ ἦσαν εὐρύτεροι κάτωθεν, ὥστε φέρειν τῆς οἰκοδομίας τὸ βάρος. Αφαιρουμένου δὲ κατὰ μέρος τοῦ εὔρους, προσετέθη τοῖς μὲν διωρί φοις ὁ πήχυς, τοῖς δὲ τριωρόφοις οἱ δύο. Ἰώσηππος μέντοι φησί, καὶ αὐτὸν τὸν νεὼν διώροφον γενέσθαι, καὶ πᾶν τὸ ὕψος ἑκατὸν καὶ εἴκοσι πήχεων. Ο καὶ τῶν Παραλειπομένων ἡ βίβλος δηλοῖ. Καὶ πᾶν σκεῦος σιδηροῦν οὐκ ἠκούσθη. Οἱ μὲν γὰρ τοῦ νεὼ λίθοι, ἦσαν αὐτοφυεῖς· τοὺς δὲ τοῦ περιβόλου, ἐν τῷ ὄρει ξεσθῆναι, καὶ ἀλλήλοις συναρμοσθῆναι, προσέταξεν. Καὶ ἑλικτὴ διάβασις εἰς τὴν μέσην. Ευρύτατος γὰρ ἂν ὁ τοῖχος, κοχλιοειδῆ τὴν ἀνάβασιν εἶχεν ἐπὶ τὴν δευτέραν θέσιν καὶ τρίτην, ὡς ὑπερῴων ὄντων ἐν τῷ νεῷ. Σανίσιν δὲ αὐτὸν κεδρίναι, ἐκάλυψε, καὶ χρυσῷ δὲ τὰς σανίδας· ἐνδέσμους δὲ, τὰς ἱμαντρίδας ἐκάλεσεν. Κατὰ πέντε δέ, φησὶ, λίθων πήχεις τὰς ἱμαντώσεις παρείχεν. Καὶ ἐποίησε θυσιαστήριον κατὰ πρόσωπον τοῦ Δαβείρ. Τὸ γὰρ θυσιαστήριον τοῦ θυμιάματος πρὸ τοῦ καταπετάσματος ἔκειτο· ἔνθεν μὲν ἔχων τὴν τράπεζαν, ἔνθεν δὲ τὴν λυχνίαν. Τὴν αὐλὴν τὴν ἐσωτέραν. Ὥσπερ' ὁ ναὸς εἰς δύο πέντε.
col. 1157–1158page 6 of 16
Caput VIICaput VIII
PG 87:1157διῄρητο, οὕτω καὶ τὰ ὑπαιθρα. Τούτων γὰρ τὰ μὲν ύπαιθρα, κ.ε ἦν βατὰ παντὶ τῷ λαῷ· τὰ δὲ, τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις. Διείργε δὲ τούτους ἀπ' ἐκείνων Οριγγίον οὐχ ὑψηλὸν, ὥστε καὶ τοὺς ἀπεσχοινισμένους τῶν ἔνδον, ἔξωθεν θεωρεῖν τὴν τῶν θυσιῶν ἱερουργίαν. Διὰ τριῶν δὲ, φησί, δόμων ἱμάντωμα διέτεινον κέδρινον. ΚΕΦΑΛ. Ζ'. Καὶ δύο ἐπιθέματα. Αντὶ τοῦ, ἐπίστυλα. Καὶ μέλαθρον ἐπ' ἀμφοτέρων τῶν στύλων. Τὸ ἐπίστυλον. Τὴν θάλασσαν. Λουτηρα χαλκοῦν, ὃν διὰ τὸ μέ γεθος ἐκάλεσε θάλασσαν, εἰς τὸ νίπτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῷ. Εἶδος δὲ ἡ θάλασσα εἶχεν ἡμισφαιρίου, πήχεων δέκα τὴν διάμετρον τὸ δὲ κυκλοειδές, τριά κοντα τριῶν πήχεων· τὸ δὲ πάχος, σπιθαμής. Τῶν δὲ δύο σπιθαμῶν, τῆς ἐντεῦθεν, φημί, καὶ τῆς ἐκεῖθεν, τῇ διαμέτρῳ συμμετρουμένων, ἕνδεκα πήχεις εὑρί σκονται. Τριπλασιαζόμενοι δὲ οὗτοι, ποιοῦσι τρεῖς καὶ τριάκοντα. Βλαστὸν κρίνου. Τοῦ λουτῆρος τὸ χεῖλος ἐπικλινὲς ἦν εἰς τὰ ἔξω, τὰ φύλλα του κρίνου μιμούμενον. Δέκα Μηχανώθ. Τῶν Παραλειπομένων ἡ βίβλος λουτῆρας τὰς μηχανὰς ὠνόμασεν. Ο δὲ Ἰώσηππος, βάσεις. Τετραγώνους δὲ αὐτὰς λέγει γεγενῆσθαι, τροχοὺς ἐχούσας ὑποκειμένους, τοῖς τῶν ἁρμάτων ἑοικότας. Εἶχον δὲ αὗται ἄνω χειρῶν ἐκτυπώματα, στεφανοειδή φέροντα κύκλον. Δέκα χυτρογαύλους. Λουτήρας επικειμένους ταῖς βάσεσιν, ἐν δὲ τούτοις ἔπλυνον τὰ ἱερεῖα, καὶ τὰ τούτων ἐντὸς, καὶ τοὺς πόδας, ὡς ἐν ταῖς Παραλειπομέναις φησίν. Καὶ τὰς θερμὰς τρεῖς. Θερμὰς καλεῖ τοὺς θερμαντῆρας, ἐν οἷς τὸ ὕδωρ θερμαίνειν ειώθαμεν. Τὰ ἅγια Δαβίδ. "Απερ ἐκ τῶν πολέμων ἀνέθηκεν ἀκροθίνια. Τὸν οἶκον δρυμοῦ τοῦ Λιβάνου. Τοῦτον τοῦ δι καστηρίου πεποίηκε πρόδομον. Εἶχε δὲ στύλους και δρίνους ελε'. "Οθεν εἰκὸς αὐτὸν οἶκον κληθῆναι δρυ μοῦ τοῦ Λιβάνου, διὰ τὸ πλῆθος τῶν κεδρίνων κιόνων μιμουμένων τοῦ Λιβάνου τὸ ἄλσος. Πέντε καὶ τεσσαράκοντα ὁ στίχος ὁ εἰς. Τρί στωον ἦν, ἐχούσης ἑκάστης στοᾶς πέντε καὶ τεσσαράκοντα κίονας. Τὴν γὰρ τετάρτην στοὰν ἀπετέλει τοῦ δικαστηρίου τὰ προπύλαια, ἅπερ φησὶν Αἰλάμ. Αἱ δὲ στοαὶ ἀλλήλαις κατὰ τὰ ἄκρα συνήπτοντο διά... χωρα ἐπίχωρα τρισσῶς. Τὰς δὲ στοὺς ἐκάλεσε μέσ λαθρα. ΚΕΦΑΛ. Η'. ἐλάλησας ἐν τῷ στόματί σου, καὶ ἐν ταῖς χερσί σου ἐπιλήρωσης. Ανθρωπίνως φησίν, ὅτι, οἷς εἶπας, τὸ πέρας ἐπέθηκας. *Οτι εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς. Φύσιν ἔχων, φησίν, ἀπερίληπτον χειροποίητον ναὸν κατεσκεύασας, οὐκ ἐν τούτῳ που Ει μηχανάς βάσεις.
col. 1159–1160page 7 of 16
Caput IXCaput X
PG 87:1159ριγραφόμενος, ἀλλ᾽ ἐν αὐτῷ τὴν οἰκείαν ποιούμεν ἐπιφάνειαν. ὡς δηλοῖ τὸ εἶναι τοὺς ὀφθαλμούς σου ἀνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυχτός. Καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ. Σαφῶς διά του των ἁπάντων ἐφ' ἑκάστῳ τὸν Θεὸν οὐκ ἐκ τοῦ οἱ κου τοῦ ἐπὶ τῆς γῆς, ἀλλ' ἐκ τοῦ οὐρανοῦ εἰσακούειν φησίν. Καὶ ὁμολογεῖ οὐκ αὐτῷ Θεῷ, ἀλλὰ τῷ ἐν ματι αὐτοῦ ᾠκοδομηκέναι τον ναόν. Ηδει γὰρ αὐ τὸν ἀχώρητον, καὶ τὰ πάντα πληροῦντα. Καὶ Ἡσαΐας δέ φησιν·. Οὕτω λέγει Κύριος· Ο ουρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποιον οἶκον οἰκοδομήσετέ μοι; λέγει Κύριος. "Η τίς τόπος τῆς καταπαύσεώς μου; Καὶ εἶπε τοῦ κατοικεῖν ἐν γνόφῳ. • Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ,» φησὶν ὁ Δαβίδ. Καὶ πάλιν «Καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.» Καὶ πάλιν Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ.» Τὸ δὲ σκότος, καὶ γνόφος, τῆς θείας φύσεως αινίττεται τὸ ἀόρατον. Φησὶ τοίνυν, ὅτι τὸν ἥλιον ἐν οὐρανῷ τεθεικώς, ὥστε τοὺς ἀνθρώπους ἀπολαύειν τοῦ φωτός. Αὐτὸς εἶπε τοῦ κατοικεῖν ἐν γνάφῳ, νοητῶς μὲν, τὸ ἀκατάληπτον δηλῶν, αἰσθητῶς δὲ, τὸν ναὸν αινιττόμενος. φωταγωγοὺς γὰρ ἄγαν είχε σμικροτάτους. Ἐπειδὴ καὶ ἑτέρους οἰκίσκους εἶχε κύκλῳ. Διό φησιν. Εἶπας, Οικοδόμησον οἶκόν μοι, οἶκον εὐπρεπῆ σεαυτῷ, τοῦ κατοικεῖν ἐπὶ καινότητος. Οὐδὲ γὰρ αὐτὸς ἐδεῖτο τῆς τοιαύτης οικοδομίας, ἀλλὰ διὰ τὴν τῶν ἀνθρώπων χρείαν οἰκοδομηθῆναι προσέταξεν. Τοῦ δὲ νεὼ τὴν Ο κατασκευὴν, καὶ τὸν χρυσὸν, καὶ τὸν ἄργυρον, καὶ τῶν σκευῶν τὸν ἀριθμὸν, Δαβὶδ τῷ Σολομῶντι παρ ἔδωκεν, ὡς ἡ τῶν Παραλειπομένων βίβλος φησί. Πάντα γὰρ ἐν γραφῇ ἐκ χειρὸς Κυρίου έδωκε Δαδίδ τῷ Σολομῶντι. Φησὶ δὲ, καὶ ὡς μαρμάροις ὁ νεώ; ἐπεποίκιλτο. Λίθους γὰρ ὄνυχος, καὶ πληρώσεως λίθους πολυτελεῖς. Καὶ πάλιν, λίθον τίμιον, καὶ λί θους Παρίους εἰς πλῆθος. Επὶ βιβλίου τῆς ᾠδῆς. Πολλὰ γὰρ ἦν, ὡς εἰ ρηται, βιβλία προφητικά, καὶ τοῦτο σαφῶς ἐν Παρα λειπομέναις δειχθήσεται. Ἑπτὰ ἡμέρας, καὶ ἑπτὰ ἡμέρας. Ἐν τῇ τῆς Σκηνοπηγίας ἑορτῇ συνεκάλεσε τὸν λαόν. Ἐπανηγύ ρισαν γὰρ ιδ' ἡμέρας. Ἑπτὰ μὲν, τῶν ἐγκαινίων ἑπτὰ δὲ, τῆς σκηνοπηγίας. Ογδόην τοίνυν καλεί, Ο τὴν μετὰ τὰς ἑπτὰ τὰς τελευταίας ἡμέρας. ΚΕΦΑΛ. Θ'. Ἐν Γαισιών Γαβέρ. Ταύτην Ιώσηππος την και λουμένην Βερονίκην φησίν. Ἔστι δὲ παραλία πόλις Αιθιόπων τῶν πρὸς Αἰγύπτῳ. Εἰς Σώφορα. Χώρα τίς ἐστι Ἰνδίας, ἣν οι γεων γράφοι Χρυσὴν ὀνομάζουσιν. ΚΕΦΑΛ. Γ'. Βασίλισσα Σαβά. Εθνος ἐστὶν Αιθιοπικόν. Εν τεῦθεν δὲ κεῖσθαί φασιν αὐτοὺς τῆς θαλάττης της
col. 1161–1162page 8 of 16
Caput XICaput XII
PG 87:1161Ινδικῆς. Ονομάζουσι δὲ αὐτοὺς Ομηρίτας, καταν-; τικρὺ δὲ εἰσι τῶν Αὐξωμιτῶν, μέση δὲ τούτων κα κείνων ἡ θάλαττα. Ξύλα πολλὰ σφόδρα πελεκητά. Ἴσως τὰ λεῖα, καὶ ἔζων ἀπηλλαγμένα. Ιώσηπος δὲ πεύκινα ταῦτα, φησί, μηδὲν τοῖς παρ' ἡμῖν ἐοικότα πευκίνοις. Τοῦ συκίνου & γὰρ ξύλου καὶ λευκότερα εἶναι, καὶ Λειότερα, καὶ στρυφνότερα. Καὶ νάβλας, καὶ κινύρας. Ανὰ δέκα μὲν φθόγγους ἔχει τούτων ἑκάτερον. Φασὶ δὲ τὴν μὲν νάβλαν δακτύλοις, τὴν δὲ κινύραν ἀνακρούεσθαι πλή κτρι. Καὶ ναῦς ἐκ θαρσὶς χρυσίου. Ενταῦθα Ινδικήν τινα χώραν οὕτω ὠνόμασεν. Οἱ δὲ τὸν Ἰεζεχιήλ έρ μηνεύσαντες τὴν Καρχηδόνα τὴν τῆς Λιβύης προκαθημένην οὕτως ώνόμασαν. ΚΕΦΑΛ. ΙΑ'. Εθυμία, καὶ ἔθυεν τοῖς εἰδώλοις αὐτῶν. Δῆλος ὁ λόγος, ὅτι αὐτὸς μὲν, ᾠκοδόμησεν αὐταῖς τὰ τεμένη ἐκεῖναι δὲ, τοῖς εἰδώλοις ἐλάτρευον. Εκ χειρὸς τοῦ υἱοῦ σου λήψομαι αὐτήν. Σύ μὲν γὰρ, φησίν, ἔχει; ἐπικουροῦντα τὸν πατέρα ἐκεῖνος δὲ, πατρικῆς βοηθείας γεγύμνωται. Σκῆπτρον ἐν δώσω τῷ υἱῷ σου. Προςθήσω, φησί, τὸν Βενιαμὶν τῇ τοῦ Ἰούδα φυλῇ. Μάλα δὲ εἰκότως συνήψε τὰς δύο φυλάς. Τὸ μὲν γὰρ βασιλικόν, εἶχεν τὸ τοῦ Ἰούδα γένος, τὸν δὲ θεῖον νεών, ἡ τοῦ Βενιαμίν. Οπως ἡ θέλησις, ἡ τῷ δούλῳ μου Δαβίδ.῎Ανω θεν, φησί, προϊδὼν τὴν τοῦ Δαβὶδ ἀρετὴν, ἐξελεξάα μην αὐτὸν, καὶ εὐδόκησα ἐν αὐτῷ. Τοῦτο γὰρ λέγει θέλησιν. Καὶ ὥρισα αὐτὸν, καὶ τὸ γένος αὐτοῦ, βα σιλεύειν τῆς Ἱερουσαλήμ, ἐν ᾗ ἐβουλήθην τὸ ἐμὸν όνομα σέβεσθαι. Τεσσαράκοντα ἔτη. Ὁ δὲ Ιώσηππος, ὀγδοήκοντα ἔτη, φησίν, ἐβασίλευσε Σολομῶν, καὶ ἐτελεύτησεν ἐτῶν ἐνενήκοντα τεσσάρων ΚΕΦΑΛ. ΙΒ'. Η μικρότης μου παχυτέρα ἐστὶν τῆς ὀσφύος τοῦ πατρός μου. Εν Παραλειπομέναις σαφέστερον Ο βραχύτατός μου δάκτυλος παχύτερος τῆς ὀσφύος τοῦ πατρός μου ἐστιν. Οὕτω δὲ καὶ ὁ Σύρος ἑρμήνευσε, καὶ Ιώσηππος. "Οτι παρὰ Κυρίου ἦν, ἡ μεταστροφή. Ως τὸ, Εσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ.» "Οταν γὰρ ὁ Θεὸς καταλείπῃ τινὰ, καθάπερ σκάφος ἀκυ βέρνητον φέρεται. Τοῖς δ᾽ οὖν ἀνοήτοις χρησάμενος λόγοις, πληρωθῆναι παρεσκεύασε τοῦ Θεοῦ τὴν ἀπό φασιν. Θυγάτηρ Ανάν, υἱοῦ Νάας, βασιλέως υἱῶν Αμμών. ἱκανὸν τοῦτο τὴν Ἰουδαίων βασιλείαν ἐν τρέψαι, ὅτι ἐπ᾿ εὐγενείᾳ βρενθύονται, καὶ τοὺς ἐξ ἐθνῶν τῷ Σωτῆρι πεπιστευκότας ἀλλογενεῖς ὀνομάζουσιν. Εὑρίσκεται γὰρ αὐτῶν καὶ τὸ βασιλικόν γέ νος ἀλλόφυλον. Καὶ ἐξῆλθεν Ιεροβοὰμ ἐξ Αἰγύπτου. Δὶς τὰ αὐτὰ Τι, πευκίνου.
col. 1163–1164page 9 of 16
Caput XIII
PG 87:1163πολλάκις ἀναγκάζεται λέγειν, ἐπειδὴ περὶ δύο βασι λειῶν διῃρημένων συγγράφει. Καὶ ἔστιν ὅτε πολλάκι; περὶ τῆς ἑτέρας τιθεὶς διήγημα, καὶ πρὸς τὴν ἑτέ ραν μεταβαίνων, ἀναγκάζεται ἀναλαβεῖν τὰ ἤδη προειρημένα, καὶ τὴν ἀκολουθίαν φυλάξαι. Πρὸς Σαμέαν τὸν Σαλαμίτην. Πῶς ἄνω μὲν Αχίαν τὸν Σιλωνίτην εἶπε ῥῆξαι τὸ περιβόλαιον, καὶ δοῦναι δέκα ρήγματα τῷ Ἱεροβοάμ· ἐνταῦθα δὲ, Σαμέαν τὸν Σαλαμίτην; Εκάτερον γέγονε, τὸ μὲν, ζῶντος· ὅθεν μετὰ χρηστῆς ἐλπίδος Ιεροβοάμ, εἰς τὴν Αἴγυπτον ἔφυγεν· τὸ δὲ μετὰ τὴν ἐκεῖθεν ἐπ ἀνοδον, ἀναμιμνῆσκον αὐτὸν τῆς θείας προρρήσεως. Ωστε μαθόντα θεόσδοτον εἶναι τὴν βασιλείαν, τοῖ; θείοις νόμοις κοσμῆσαι τὴν ἐξουσίαν. Τὴν μίαν ἐν Βεθήλ, καὶ τὴν μίαν ἔδωκε ἐν Δάν. Οριον τῆς τῶν δέκα φυλών βασιλείας. ᾿Απὸ νόμου μὲν, ἡ Βεθήλ, ἀπὸ βορρά δὲ, ἡ Δάν. Ἵνα οἱ μὲν πρὸς ταύτην, οἱ δὲ πρὸς ἐκείνην συντρέχοντες, καὶ διὰ τὸ πελάζειν μὴ δυσχεραίνοντες, άσμενοι δέξωνται τὸ μὴ τρέχειν εἰς τὴν μητρόπολιν. Κατὰ τὴν ἑορτὴν, τὴν ἐν τῷ Ἰούδᾳ. Τῇ πεντεκαιδεκάτῃ τοῦ ἑβδόμου μηνὸς ἐπιτελεῖν εἰώθεισαν κατὰ τὸν νόμον τῆς Σκηνοπηγίας τὴν ἑορτήν. Ούτως δὲ τῇ πεντεκαιδεκάτη τοῦ ὀγδόου μηνός τῶν δαμάσ λέων ἐπετέλεσε την πανήγυριν. ΚΕΦΑΛ. ΙΓ'. Καὶ προφήτης άλλος πρεσβύτης. Τοῦτόν τινες ψευδοπροφήτην νομίζουσι. Μήποτε δὲ τοῦ Θεοῦ μὲν ἦν προφήτης, ψευδέσι δὲ λόγοις ἐχρήσατο περὶ τὸν ἄνθρωπον τοῦ Θεοῦ· οὐ βλάψαι θέλων, μεταλαβείν δὲ τῆς εὐλογίας. Τοιγαροῦν ὁ Θεὸς δι' αὐτοῦ προεἶπε τῷ ἀνθρώπῳ τοῦ Θεοῦ τὸ ἐσόμενον. Καὶ τοῖς δὲ περὶ τοῦ Ἰωσίου προῤῥηθεῖσιν ἐπίστευσε, καὶ σὺν ἐκείνῳ ταφῆναι προσέταξεν. Καὶ ἐψεύσατο αὐτῷ. Κατὰ τοῦτο ἴσως ψευδοπροφήτης, διαπλάσας θείας φωνὰς τῇ τῆς εὐλογίας ἐπιθυμίᾳ. Καὶ ἐθανάτωσεν αὐτόν. Διδάσκει διὰ τοῦ διηγήματος, ὡς δυνατοὶ δυνατῶς ἑτασθήσονται. Οὐ γὰρ ἔδει τὸν θείας ἀκηκοότα φωνῆς, κατὰ μηδὲν ὑπ' ἀν θρώπου παρατραπῆναι, Θεοῦ δὲ πάλιν ἀναμεῖνα φωνήν, & προσέταξε λύουσαν. Εἰκὸς δὲ καὶ πρὸς βεβαίωσιν τῆς περὶ τοῦ θείου θυσιαστηρίου προββές σεως τήνδε γενέσθαι τὴν τιμωρίαν. Εἰ γὰρ τροφῆς μετάληψις οὕτως ἐκδικεῖ τὴν παράβασιν, πόσω μάλο λον τὸ τοῦ Δημιουργοῦ προτιμῆσαι τὰ εἴδωλα, ζώων ἀλόγων ινδάλματα; Μηνύει δὲ τοῦ προφήτου τὸ πά θος, τῶν νεκρῶν τὴν ἀνάστασιν. Ὁ γὰρ περιόντα μὲν ἐκδεδωχὼς τῷ θηρίῳ, τελευτήσαντος δὲ ἀξιώσας τι μῆς, οὐ τὴν ψυχὴν, ἀλλὰ μόνον τὸ σῶμα· δῆλον ὡς οὐ περιέψεται διαλυθεν, καὶ φθαρέν. Αποδώσει τ τῇ ψυχῇ τὸ ὄργανον, δι᾿ οὗ τὸν ποιητὴν τεθεράπευκεν. "Ανθρωπος μέντοι Θεοῦ οὐ πᾶς προφήτης εν μασται, ἀλλ᾽ οἱ τελείαν τὴν ἀρετὴν κεκτημένοι, Μωϋσῆς, καὶ Ἠλίας, καὶ εἴ τις τοιοῦτος. Δηλοῖ τεί
col. 1165–1166page 10 of 16
Caput XIVCaput XVCaput XVI
PG 87:1165νυν ή προσηγορία, ὡς τοῦ πρεσβύτου προφήτου πολύ τιμιώτερος ἦν. ΚΕΦΑΛ. ΙΔ'. Καὶ σύνδεσμος γέγονεν ἐν τῇ γῇ. Οὕτω καὶ Ἰεζάβελ, τοῦ Ἰωρὰμ μαθοῦσα τὴν τελευτὴν, καὶ τὴν Ιδου βασιλείαν, εβόησε, Σύνδεσμος, σύνδεσμος· τουτο ἐστιν, ἀποστασία, καὶ τυραννίς. Εἰς τὸ Θεκουέ. Ἐν τῷ Λεξικῷ τῶν Ἑβραϊκῶν ὀνομάτων ἑρμηνεύεται καὶ, σαλπισμός. Ἐξ ὧν δὲ, φησὶν, ἐν Παραλειπομένοις ἔοικε δηλοῦν, ὡς ἐδίδοτο ταῦτα τοῖς τὰς θύρας τῶν βασιλείων φυλάττουσιν προϊόντος δὲ τοῦ βασιλέως, οἱ μὲν τούτων, ἡγοῦντο οἱ δὲ, παρέτρεχον. Ηνίκα δὲ εἰς τὸν νεών παρεγίνοντο, ἀπήντων οἱ ἀποστρέφοντες ἀπὸ τοῦ ναοῦ φύ λακες, καὶ ἐδέχοντο ταῦτα παρ' αὐτῶν. Καὶ ταῦτα κατέχοντες, πρὸ τῆς πύλης ἑστήκεισαν τοῦ ναοῦ, ἵνα τὰ μὲν ὅπλα, μείνῃ πρὸ τῶν θυρῶν, οἱ δὲ ταῦτα κομίζοντες, σὺν τῷ βασιλεῖ τὸν Θεὸν προσκυνήσωσιν. Εἰκὸς δὲ καὶ οἶκον γεγενῆσθαι πρὸ τῶν θυρῶν, ὥσ τε τοὺς ὁπλοφόρους ἐκεῖ τὰ ὅπλα κατατίθεσθαι.... ἐῴκεσαν... τῶν δορυφόρων τινὲς προλαμβάνοντες προσκυνεῖν, καὶ περιμένειν πρὸ τοῦ νεώ, παρατηροῦντες τὴν ἄφιξιν τοῦ βασιλέως. Οἱ καὶ τοῖς προ πέμπουσιν αὐτὸν προαπαντώντες, καὶ χεῖρας ἐπιτιθέντες, ἀφώπλιζον αὐτούς, ὡς συνεισιόντας τῷ βασι λεῖ, καὶ ἀπετίθεντο μέχρι πάλιν ἐξίοι, ΚΕΦΑΛ. ΙΕ'. *Οτι τῷ Δαβὶδ δέδωκεν αὐτῷ Κύριος κατάλειμμα ἐν Ἱερουσαλήμ: Αἰτίαν ἀπέδωκε, δι᾿ ἣν ὄντες ἀσεβεῖς ἐβασίλευσαν, ὡς ἂν διὰ τὸν πρόγονον διαρκέσαντες. Τοῦ μέντοι ᾿Αβία τὰ πρῶτα, τῶν Παρα λειπομένων ἡ βίβλος ἐπῄνεσε· τῶν δὲ τελευταίων, “; συμφώνως τοῖς νῦν κατηγόρησεν. Τὰ δὲ ὑψηλὰ οὐκ ἐξῆρεν. Τὰ τῷ Θεῷ ἐν ὑψηλοῖς ἀνακείμενα θυσιαστήρια. Δεύρο, διασκέδασον τὴν διαθήκην σου. Κατα λιπὼν τὸν Θεὸν, τὴν τῶν Σύρων ἡσπάσατο συμμαχίαν. Εποίησεν Λασὰ τὸ πονηρὸν ἐνώπιον Κυρίου. Σαφέστερον ἐν Παραλειπομέναις. Ἐν γὰρ τῇ ἀῤῥων στίς, φησίν· «Αὐτοῦ οὐκ ἐζήτησε τὸν Κύριον. Αλλὰ τοὺς ἰατρούς.» Καὶ τοὺς ἐπῳδαῖς καὶ μαγγανείαις κεχρημένους οὕτω καλεῖ. Η ὅτι τὸ πᾶν ἐπίστευσε τοῖς ἰατροῖς, τὴν εἰς Θεὸν οὐκ ἔχων ἐλπίδα δηλοί. Ἐκ Θεοῦ γὰρ καὶ τέχναι, καὶ βοτάναι. Καὶ μετὰ τῆς εἰς αὐτὸν πίστεως ταῦτα καλὰ ὑπουργοῦντα τοῖς προσήκουσιν αὐτῷ· χωρὶς δὲ ταύτης, ἀνό νητα. ΚΕΦΑΛ. 17'. Καὶ εἰσῆλθε Ζαμβρὶ, καὶ ἐπάταξεν αὐτόν. Τούς πονηροὺς γὰρ δι' ἀλλήλων ὁ Δεσπότης κολάζει Θεός, καὶ τῷ πονηροτέρῳ τὸν πονηρὸν παραδίδωσιν, οἷόν τισι δημίοις κεχρημένος αὐτοῖς. Τοῦ Κυρίου τοῦ ὄρους Σομόρων. Ἀπὸ τοῦ Σεβήρ τὸ ὄρος ἐκλήθη Σομόρων. Ἀπὸ δὲ τοῦ ὄρους, ἡ πόλις xνι,
col. 1167–1168page 11 of 16
Caput XVII
PG 87:1167Σαμάρεια, ἡ νῦν Σεβάστη προσαγορευομένη. Εν ᾗπερ ἦν τῶν δέκα φυλῶν τὰ βασίλεια. Εξανδρα που δισθεισῶν δὲ τούτων, καὶ τῆς γῆς ἐκείνης ἐρήμου γεγενημένης, οἱ τῶν Ασσυρίων βασιλεῖς ἐποίκους εἰς ταύτας ἐξέπεμψαν, οὓς ἐκ τῆς Σαμαρείας Σαμπ ρείτας ὠνόμασαν. Ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραήλ. Ἐκ τῶν τοιούτων, καὶ ὁ παρών συγγραφεὺς, καὶ ὁ τῶν Παραλειπομένων, ἔσχον τὰς ἀφορ μάς· πάντα γὰρ συνεγράφετο. Και συνέθετο Ἰωσαφάτ. σπάσατο τοῦ 'Α γιὰ τὴν συγγένειαν, ὡς ἐν Παραλειπομέναις φη σίν. Καὶ ἐδούλευσε τῷ Βαάλ. Τυρίων οὗτος θεός, ὡς εἶπεν Ἰώσηππος· ἡ δὲ Αστάρτη, Σιδωνίων· ταύτη καὶ τὰ ἄλση συνετίθεσαν. Αστάρτη δέ ἐστιν ἡ παρ' Ελλησιν ᾿Αφροδίτη. ΚΕΦΑΛ. ΙΖ'. Ο παρέστηκα ενώπιον αὐτοῦ σήμερον. Οὐ με τρεῖ τὸν παρόντα, ἀλλ' ὡς ἀεὶ καταβαλλόμενος ἀρχὴν καθ' ἡμέραν ἐσπούδασεν εὐαρεστεῖν τῷ Θεῷ, καὶ παριστῶν ἑαυτὸν καθαρὸν τὴν καρδίαν, έτοιμον ὑπο ακούειν τῷ βουλήματι τοῦ Θεοῦ. ᾿Εὰν μὴ διὰ λόγου στόματός μου. Οἱ πάντα τολ μῶντες, τὴν Ἠλιοῦ φωνὴν τολμηρὰν ἀπεφήναντο προφήτης γὰρ ἦν, καὶ προφητῶν ἄκρως, καὶ τῷ θείῳ πυρπολούμενος ζήλῳ. Καὶ ταῦτα τοῦ θείου Πνεύ ματος ἐνεργοῦντος εἴρηκεν, ὅθεν καὶ πέρας ἐδέ ξατο. Ει ; ἡμῖν μετὰ πολλὰς ἐπιγίνεται πάλας τὸ δειλινόν. Καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους. Καὶ πῶς οὐ παρενόμει δι' ἀκαθάρτου ζώου τρεφόμενος; Οτι περ ὁ νομοθέτης διὰ τούτων αὐτῷ προσέφερε τὴν τροφήν, ὥσπερ ὑπέσχετο, διδάσκων ὡς ὁ νόμος πρὸς τὴν τῶν Ἰουδαίων ἀσθένειαν ἔκειτο· διὸ ποτὲ μὲν αὐτὸς παραβῆναι προσέταττεν, ὡς ἐπὶ τῆς ἐν Σαβ βάτῳ πολιορκίας Ιεριχούς, καὶ νῦν διὰ κοράκων τρέ φων Ηλίαν· ποτὲ δὲ τοῖς τὰ τοιαῦτα παραβαίνουσι μὴ μεμφόμενος. Σαμψών γὰρ διὰ μὲν τὴν μέθην καὶ τὴν λαγνείαν ἐγυμνώθη τῆς χάριτος φαγὼν δὲ τὸ ἐκ τοῦ νεκροῦ λέοντος μέλι, κατηγορίας οὐκ ἔτι χεν. Καὶ τοῖς ἁγίοις δὲ προσιόντες εἰς πάλην οἱ δαί μονες, νοητῆς τροφῆς αἴτιοι γίνονται, στηριζομένα; αὐτοῖς τὴν καρδίαν, καὶ γυμναζομένοις τὴν ἕξιν. τῶν ἐστιν ἡ στερεά τροφὴ καὶ ἀθλητική. "Ητις ἕξις Εἰς Σαρεφθὰν τῆς Σιδωνίας. Καὶ διὰ τί πρὸς ἀλλόφυλον; τῆς αὐτῆς αἰτίας καὶ τοῦτο. Κεκώλυκε γὰρ τὴν πρὸς ἀλλοφύλους ἐπιμιξίαν, διὰ τὴν τῶν Ἰουδαίων ἀσθένειαν, ἣν ἂν ἐπέτρεψεν, εἰ ἑδραῖοι ὄντες ὠφελεῖν ἐκείνους ἠδύναντο, καθάπερ ὁ προ φήτης Ηλίας. Ταύτην γὰρ ἐν τῷ νόμῳ τῆς ἀμιξίας αἰτίαν φησί, τὸ μὴ ἐκπορνεῦσαι πρὸς τοὺς θεοὺς αὐτῶν, ἢ τοὺς υἱοὺς τοὺς ἐξ Ισραήλ, ἢ τὰς θυγατέρας, γινομένης ἐπιγαμίας. ᾿Αλλὰ καὶ διὰ τῶν ἔργων ηθέλησε Ηλίᾳ δεῖξαι δαπανωμένην τὴν ἀνθρωπότητα· πρῶτον μὲν εἰς χειμάρρουν αὐτὸν ἀγαγών, καὶ ποιήσας ξηρόν· εἶτα πρὸς χήραν μιᾶς ἡμέρας.
col. 1169–1170page 12 of 16
Caput XVIII
PG 87:1169ἔχουσαν βίον, ἔστι δὲ καὶ τύπος τῆς ἐξ ἐθνῶν κλησίας, δεξαμένη πιστῶς τὴν ὑπὸ Ἰσραηλιτών διωκόμενον, ὥσπερ ἐκείνη τοὺς ἀποστόλους. Ζῇ Κύριος ὁ Θεός σου. Εγε τῆς πραότητος. Οὐκ ἐδυσχέραινεν ἐν τοσαύταις συμφοραῖς αἰτηθεῖσα τρο φήν. ᾿Αλλὰ μόνον ἔδειξε τὴν ἐσχάτην πενίαν, καὶ τὴν ἐπαγγελίαν πιστῶς δεξαμένη προσήνεγκε την τροφὴν, καὶ ταῦτα οὐκ εἰδυῖα τὸν ἄνθρωπον. ᾿Αλλό φυλος γὰρ ἦν, προφητικῆς δυνάμεως πεῖραν οὐ δε δεγμένη. Τί ἐμοὶ καὶ σοὶ, ἄνθρωπε τοῦ Θεοῦ; Αφθόνως ὁ προφήτης ἀπολαύων τῆς τροφῆς, τῆς τῶν ἄλλων ἀνθρώπων ἐπελάθετο συμφορᾶς· οὗ δὴ χάριν ὁ Δε σπότης αὐτῷ τὰς τῆς χήρας ἐπεστράτευσεν οιμωγά;. Ἐπέγνω δὲ καὶ αὐτὸς τὴν αἰτίαν. «Οι μοι γάρ, φησί, Κύριε, ὁ μάρτυς τῆς χήρας, ο καὶ τὰ ἑξῆς. Αξιά γαστα δὲ τῆς χήρας τὰ ῥήματα. Τῷ σῷ φωτί, φησίν, ἐγυμνώθη τὰ κεκρυμμένα μου πλημμελήματα, καὶ οὐχ ὡς ἀλλόφυλος τὴν εἴσοδον οἰωνίσατο τὴν αὐτοῦ, ἀλλὰ ταῖς ἰδίαις ἐπέγραψεν ἁμαρτίαις. Οὕτω τὴν τοῦ προφήτου διδασκαλίαν ὠφέλητο. Ἴσως καὶ δι' αὐτὴν ἡ τοῦ παιδὸς γέγονε τελευτή, ἵνα θεασαμένη τὴν παρὰ φύσιν ἀνάστασιν, βεβαίαν δέξηται τὴν εὐσέ Γειαν. Καὶ ἐνεφύσησε τῷ μειρακίῳ τρίτον. Μετὰ τὴν προσευχὴν, τρὶς ἐμφυσήσας, εἰς ζωὴν ἐπανήγαγε τὸ μειράκιον. Δηλοῖ δὲ ὁ μὲν ἀριθμὸς τὴν προσκυνουμένην Τριάδα, τὸ δὲ ἐμφύσημα τὴν ἐν ἀρχῇ τῆς ψυχῆς γεγενημένην δημιουργίαν. Αλλ' ὁ προφήτης ἔμφυσήσας οὐκ ἄλλην ψυχὴν ἐδημιούργησεν, ἀλλὰ τὴν χωρισθεῖσαν τοῦ σώματος ἐπανήγαγεν. ΚΕΦΑΛ. ΙΗ'. Πορεύθητι, καὶ ὄρθητι τῷ ᾿Αχαάβ. Ο φιλάνθρωπος Θεὸς τῶν ἀνθρώπων τὸ γένος ὁρῶν διαλλύ μενον, καὶ τὸν προφήτην αἰτῆσαι τὸν ἔλεον οὐκ ἐθέ λοντα, καὶ τοὺς μὲν οἰκτεῖραι θέλων, τοὺς δὲ παρὰ γνώμην λῦσαι τὴν ψῆφον οὐκ ἀνεχόμενος, ἔρχεται πρεσβευτής πρὸς τὸν οἰκέτην ὁ Δεσπότης, πρὸς τὸν πηλὸν ὁ Δημιουργὸς, καὶ πείθει λύσαι τῶν νεφῶν τὰς ὠδῖνας τὴν πεδήσασαν γλῶτταν. Εἰ ἔστιν ἔθνος, ἢ βασιλεία. Ἐπειδὴ ὁ προφή της εἰρήκει τῷ ᾿Αχαάβ ο Ζῇ Κύριος ὁ Θεός μου, εἰ ἔσται τὰ ἔτη ταῦτα ὑετὸς, εἰ μὴ διὰ λόγου στόματός μους, λαβὼν τῆς τῶν λόγων ἀληθείας τὴν πεῖραν Αχαάβ, ἀναγκαίως ἐζήτει τὸν δήσαντα πρὸς λύσιν, ἢ πρὸς ἀναίρεσιν, εἰ μὴ πίθοιτο. Και πνεύμα Κυρίου ἀρεῖ σε. ᾿Ανδρὸς ταῦτα μελετῶντος τὰ θεῖα, καὶ τοῦ θείου Πνεύματος ἐπισταμένου τὴν δύναμιν. Επ' ἀμφοτέραις ταῖς ἐγνύαις. Καὶ τὸν Θεὸν γὰρ προσεκύνουν, καὶ τοῖς εἰδώλοις ἐλάτρευον. Ὁ δὲ Θεὸς, φησὶν, οὐ βούλεται τοὺς ψευδωνύμους τιμά. σθαι θεούς, οὔτε αὐτοὶ τὸν ἀληθινὸν τιμᾶσθαι Θεόν. Ὑμεῖς δὲ καὶ ταῦτα κἀκεῖνα ποιοῦντε; οὐδετέρῳ φυλάττετε πίστιν.
col. 1171–1172page 13 of 16
Caput XIX
PG 87:1171Καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν τόπον ένα. Τίνος ἕνεκα τοῖς ἱερεῦσι τοῦ Βαάλ τὸν πίονα βοῦν ἐκλέξασθαι καὶ πρώτοις ἐπιτελέσαι τὴν θυσίαν ἐπ έτρεψεν; "Η δῆλον ὡς ὁ μὲν ὄντως Θεὸς οὐδενὸς τού των ἐστὶν ἐνδεής. Οἱ δὲ λέγειν ήμελλον, ὡς χαλεπαίνων ὁ Βαάλ, ὡς μὴ προτιμηθείς, οὐκ ἐδέξατο τὴν θυσίαν. δεξαμενήν, Ει Ει ι, Καὶ ᾠκοδόμησε τους λίθους. Καὶ πῶς τοῦ νόμου διαγορεύοντος ἐν ἑνὶ τρόπῳ λατρεύειν, ὁ Ἠλίας ἐν τῷ Καρμήλῳ θυσιαστήριον ᾠκοδόμησε; • Δικαίω νόμος οὐ κεῖται, κατὰ τὸν θεῖον ᾿Απόστολον, ἀνό μοις δὲ καὶ ἀνυποτάκτοις.» Οίους εἶναι συνέβαινε τοὺς ἐξ Ισραήλ. Καὶ τοῦ πανταχοῦ θύειν εἶπερ ἔλα δεν ἄδειαν, ἔμελλον λατρεύειν καὶ δαίμοσιν. Ὁ δὲ προφήτης βουλόμενος δεῖξαι καὶ τοῦ Θεοῦ τὸ δυνατ τὸν, καὶ τῶν δαιμόνων τὸ ἀσθενὲς, ἐπειδὴ διῃρημένης τῆς βασιλείας οὐχ οἷός τε ἦν ἄγειν τοὺς παρα όντας εἰς τὸν ἐν Ἱεροσολύμοις νεών, ἀναγκαίως ἦλθεν ἐπὶ τὸν Κάρμηλον, ἔνθα τὰς πλείονας ἐποιεῖτο διατριβάς. Εποίησε θααλά. Ιώσηππος, δεξαμενήν. Τριστεύσατε. Τῆς προσκυνητῆς Τριάδος πάλιν ἐμφαίνει τὸν ἀριθμόν. Καὶ τοὺς λίθους, καὶ τὸν χοῦν ἐξέλειξε τὸ πῦρ. Ωστε μὴ καθυβρισθῆναι τὸ θεῖον θυσιαστήριον, τῶν δυσσεβῶν ἐκείνων προσφερόντων θυσίας τοῖς δαί μοσιν. ΚΕΦΑΛ. ΙΘ'. Καὶ ἐφοβήθη Ἠλίας. Καὶ πῶς, τοσαύτην ἔχων τὴν δύναμιν; "Οτι οὐ μόνον προφήτης, ἀλλὰ καὶ ἄνθρωπος ἦν. "Αλλως τε καὶ τῆς θείας ἦν οἰκονομίας τὸ δέος. Ινα γὰρ μὴ τῆς θαυματουργίας τὸ μέγεθος ἐπάρῃ τὸ φρόνημα, ἐνδέδωκεν ἡ χάρις το φύσει τὴν δειλίαν εἰσδέξασθαι, ὡς ἂν ἐπιγνῷ τὴν οἰκείαν ἀσθένειαν. Ιδού Κύριος παρελεύσεται. Εδίδαξε τὸν Ηλίαν, ὡς ἡμερότητι καὶ μακροθυμίᾳ πρυτανεύειν ἐδοκίμασε τῶν ἀνθρώπων τὸ γένος. Καὶ ὅτι ῥᾴδιον ἦν αὐτῷ, καὶ κεραυνοὺς ἐπιπέμψαι, καὶ κλονῆσαι τὴν γῆν, καὶ τοῖς ἀσεβέσιν ἀποδεῖξαι τάφον αὐτὴν αὐτοσχέδιον, καὶ βία πνευμάτων ἀπολέσαι τὸ πᾶν. Αλλ' ἡ μακροθυμία μοι φίλη, φησίν. Εκαστον δὲ τῶν ἄλλων ἡ πονηρία τῶν ἀνθρώπων εφέλκεται. Οτι δὲ οὐ πῦρ ὁ τῆς Παλαιᾶς Θεός, Ηλίας διδάσκεται, καὶ δι' αὐτοῦ πάντες ἡμεῖς. Αλλ' οὐδὲ αὔρα λεπτή. Δι' αὔρας δὲ λέγεται παρεῖναι λεπτῆς. Ἐπεὶ γὰρ ἐν γνόφῳ καὶ πυρὶ τοῖς υἱοῖς Ἰσραὴλ ἐπεφάνη, τὸν Ἠλίαν εὑρὼν τῶν ὑψηλοτέρων χωρητικόν, ἐπὶ τὴν τοῦ ἀσωμάτου τοῦτον ἀνήγαγεν ἔννοιαν, ἀπὸ σεισμοῦ, καὶ πνεύματος, καὶ πυρὸς ἐπὶ λεπτὴν αὔραν. Οπερ ἐγγὺς ἂν εἴη τῆς τοῦ Σωτῆρος φωνῆς τῆς, «Πνεῦμα ὁ Θεός.» Καὶ ἔῤῥιψεν ἐπ' αὐτὸν τὴν μηλωτὴν αὐτοῦ. Τί δήποτε τὸν ᾿Αζαήλ, καὶ τὸν Ἰηοῦ, καὶ τὸν Ἑλισο σαῖον χρίσαι προσταχθεὶς, μόνον ἔχρισε τὸν προ φήτην; ᾗ τοίνυν ἔχρισεν αὐτὸν, καὶ τῆς πνευματικῆς
col. 1173–1174page 14 of 16
Caput XXCaput XXI
PG 87:1173αὐτῷ μετέδωκε χάριτος ταύτῃ καὶ τοὺς ἄλλους ἔχρισέ. Την προφητικὴν γὰρ παρ' αὐτοῦ δεξάμενος χά ριν, προσήνεγκεν ἐκείνοις τὸ χρίσμα, καὶ τῆς βασι λικῆς αὐτοῖς μετέδωκε χάριτος. ΚΕΦΑΛ. Κ'. Εὐλόγησε Ναβουθαὶ Θεόν. Ευφήμως εἶπεν ἀντί τοῦ, ἐβλασφήμησεν. Τὴν δὲ νηστείαν γενέσθαι προσέταξεν, ὥστε ταύτῃ δεῖξαι του φόνου τὸ δί καιον. Καὶ διὰ τούτου καὶ τῆς συνήθους αὐτὸν ἐκέλευσεν ἀξιωθῆναι τιμῆς, καὶ προεδρεύειν τῶν ἄλλων, εἶθ' οὕτω τὴν γραφὴν ὑποστῆναι. Διέρρηξε τὰ ἱμάτια αὐτοῦ. Κοῦφος ὢν ᾿Αχαάβ, ῥᾳδίως ἀεὶ μετετρέπετο· ὅθεν αὐτὸν Ιεζάβελ εἰς τοῦτο κατέστησεν ἀσεβείας. Δι' ὅπερ ἡ ἱστορία· Δω ρεάν, φησὶν, ἐπράθη ᾿Αχαάβ, τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, ὡς μετέστησεν αὐτὸν Ἰεζάβελ, καὶ τὰ ἑξῆς. Ὅθεν ὀρεχθεὶς τοῦ ἀμπελῶνος, ήλγησεν ἐπὶ τῷ τοῦ Ναβουθαὶ θανάτῳ. Καὶ πάντα ὅσα ἐποίησεν ὁ ᾿Αμοῤῥαῖος. Νῦν οὐ τὸ Ἰνδικὸν ἔθνος φησὶν, ἀλλὰ πάντας τοὺς Χαναναίους. Αμορραίος γὰρ τῇ Εβραίων φωνῇ καὶ ὁ κατοικῶν ὀνομάζεται. Ο δὲ φιλάνθρωπος Θεός, διὰ μὲν τὴν μιαιφονίαν τὴν πανωλεθρίαν ἠπείλησεν. Διὰ δὲ τὸν ἐπὶ τῷ φόνῳ θρήνον τὴν τῆς τιμωρίας αναλαβὴν ἐχαρίσατο. ΚΕΦΑΛ. ΚΑ'. Εἰ ἐκποιήσει δ' χους Σαμαρείας ταῖς δραξί. Ταῦτα ἔλεγον ἀπειλοῦντες τῆς πολιορκίας τὰ χώ ματα. Εώρακας πάντα τὸν ἦχον. Οἰκείως τῶν ἀπειλητικῶν ῥημάτων τὸν κόμπον οὕτως ἐκάλεσεν. Δι ελύθη γὰρ συντόμως τῇ θείᾳ ροπῇ. Ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χω ρῶν. Οὐ χρήζω, φησί, πλήθους ἐγώ. Ἐν ὀλίγοις γὰρ μειρακίοις, καὶ πολέμων ἀπείροις, τὴν παμε πόλλην ταύτην στρατιὰν διολέσω. Ησαν δέ, φη σί, διακόσιοι 5 τριάκοντα δύο, δι' ὧν ὁ παντοδύναμος Κύριος λβ' βασιλέων κατέλυσε στρατιάν. ΧΧ Θεὺς ὀρέων, Θεὸς Ισραήλ. Ἐπειδὴ τοιούτους εξ ναι τοὺς οἰκείους θεοὺς ὑπελάμβανον, ᾠήθησαν καὶ τὸν ἀληθινὸν καὶ τῶν ὅλων δημιουργὸν μερικὸν εἶ και Θεόν. Αλλ' ἔδειξε καὶ τοῖς οἰκείοις καὶ τοῖς ἀλε λοτρίοις τὴν οἰκείαν ἰσχύν. Τῆς γὰρ συμπλοκῆς ἐν πεδίῳ γεγενημένης, δυοκαίδεκα τῶν ἀντιπάλων μυριάδας Ισραήλ κατηκόντισεν. Ἵνα δὲ κἀκεῖνοι μάθωσιν ὡς θεήλατος ή πληγή, τῶν διαφυγόν των εἰς τὴν Ἀφεκά πόλιν καταπεφευγότων, κατα πεσὸν τὸ τεῖχος, ἑπτὰ καὶ εἴκοσι μυριάδας κατέχωσεν. Εν λόγῳ Κυρίου πάταξον δή με. Οὐκ ἐγώ σοι, φησὶν, ἐπιτάττω, ἀλλὰ τὸ ἐν ἐμοὶ πνεῦμα. Διὸ δὴ τῷ ἀντειπόντι τὸν διὰ τοῦ λέοντος ἐπήνεγκεν ὅλε Όρον. Και συνέτριψεν. Τουτέστιν, ἐτραυμάτισεν. χιλιάδας. τριακόσιοι,
col. 1175–1176page 15 of 16
Caput XXII
PG 87:1175ΕΑΡ. ΧΧΙΙ. Καὶ κατεδήσατο εν τελαμώνι τοὺς ὀφθαλμούς αὐτοῦ. Παραβολαῖς οἱ προφῆται κεχρημένοι τὰς θείας προῤῥήσεις προσφέρουσιν, ὡς ἂν ἀγνοοῦντες οἱ τῶνδε τῶν λόγων ἀκούοντες, ὡς καθ᾿ ἑαυτῶν τὴν ψῆφον ἐκφέρουσιν, δικαίως ψηφίζωνται. "Αλλως γὰρ ἐν ἑαυτοῖς, καὶ ἄλλως ἐν ἑτέροις τὴν ἁμαρτίαν ὁρῶ μεν. Τοῦτο καὶ ὁ Νάθαν πεποίηκε τῷ Δαβίδ, τοῦτο καὶ νῦν ὁ προφήτης. Διότι ἐξαπέστειλας σὺ ἄνδρα ὀλέθριον. φιλανθρωπίας ἀδίκου δίκην 'Αχαάβ εἰσεπράχθη. Δεῖ γὰρ ταύτην ἔχειν τὸ δίκαιον. Αὐτὸς δὲ ὠμότητι χρησάμενος κατὰ τῶν προφητῶν, καὶ πάντας άρδην αν ελεῖν βουληθείς, καὶ τοὺς ἑλόντας ἀνελών πάντας, περὶ τὸν τοῦ Ἰσραὴλ πολέμιον τὸ ἡμερον ἔδειξεν, ὅτι δὲ πλεῖστα ἐξήμαρτε διὰ τὴν εὐκολίαν τῆς γνώσ μης, τὰ ἑξῆς μαρτυρεί. Πρὸς οἶκον αὐτοῦ συγκεχυμένος. Πείραν γὰρ ἔχων τῶν θείων προῤῥήσεων (δὶς γὰρ ἐνίκησε και τὰ τοὺς χρησμούς), τὴν προσενεχθεῖσαν έδεισεν ἀπειλήν. Ἀλλ᾿ εὐθὺς πάλιν εἰς τὴν οἰκείαν ἐπανῆλθεν ἀσέβειαν. ΚΕΦΑΛ. ΚΒ. Καθὼς σύ, οὕτως καὶ ἐγώ. Τὰ αὐτὰ σοὶ δρά σω, φησίν. Ως παρατάττῃ, παρατάττομαι. Καὶ ὁ λαός σου πολεμεῖ, καὶ ὁ ἐμός. Ἔδειξε δὲ αὐτοῦ τὴν εὐσέβειαν ἡ Γραφὴ, εἰ καὶ ταύτην έλυμήνατο φιλία, καὶ συγγένεια τοῦ ᾿Αχαάβ, ὡς ἐν Παραλειπομένεις φησίν. Ανάβαινε, καὶ εὐοδώσει Κύριος. Ανέμεινεν ὁρκωθῆναι, εἶθ' οὕτω φάναι τὸ ἀληθές. Ἐπειδὴ γὰρ ὑπελάμβανεν Αχαάβ διὰ μίσος τὸν προφήτην προ λέγειν τὰ λυπηρά, πρῶτον εἶπε τὰ καταθύμια, εἶτα ὁρκωθεὶς τὰ θεῖα μεμήνυκεν. Ως πρόβατα, οἷς οὐκ ἔστι ποιμήν. Δηλοῖ διὰ τούτων, ὡς ἡ ἐκείνου πονηρία τὴν ἧτταν ἐργάζεται. Εἰ γὰρ ποιμένος ἔτυχον εὐσεβοῦς, κατὰ κράτος ἂν τοὺς πολεμίους ἐνίκησαν. Οὐ προφητεύει οὗτός μοι καλὰ, ἀλλ' ἡ κακά. Ο Ιώσηππος τὸν Μιχαίαν ἔφησεν εἶναι, τὸν ἤδη πρότερον τῷ τελαμώνι χρησάμενον, καὶ τὰ λυπηρά τῷ ᾿Αχαάβ προαγγείλαντα, τεκμαιρόμενος τῷ φάναι τὸν ᾿Αχαάβ, ὅτι «Μεμίσηκα αὐτὸν, ὅτι οὐ λέγει περί ἐμοῦ τἀγαθὰ, ἀλλ᾽ ἢ κακά.» Καὶ εἶπεν Κύριος. Τίς ἀπατήσει τὸν ᾿Αχαάβ; Προσωποποιία, διδάσκουσα τὴν θείαν συγχώρησιν. Οὐ γὰρ ὁ ἀληθὴς Θεὸς, καὶ τῆς ἀληθείας διδάσπα λος, προσέταττεν ἀπατηθῆναι τὸν ᾿Αχαάβ, ὁ διὰ τοῦ προφήτου εἰπών • Εἰ κυρίως αὐτοὶ πρὸς Θεόν; ᾿Αποστραφήτω δὲ ἕκαστος εἰς τὸν αὐτοῦ οἶκον ἐν εἰρήνῃ.. Διὰ τούτων τοίνυν ὁ προφήτης ἐδίδαξεν, ὡς τὸ πνεῦμα τῆς ἀπάτης, ὀργάνοις χρώμενον τοῖς δυσσεβέσιν ἀνθρώποις, ψευδῶς ὑπισχνείται τὴν νί κην. Τοῦτο δὲ γίνεται τοῦ Θεοῦ συγχωρήσαντος.
col. 1177–1178page 16 of 16
PG 87:1177Κωλῦσαι γὰρ δυνάμενος οὐκ ἐκώλυσεν. Ἐπειδήπερ ὁ ᾿Αχαάβ τῆς θείας ἦν κηδεμονίας ανάξιος. Τούτῳ δὲ ὅμοιον τὸ ὑπὸ Παύλου λεγόμενον «Πέμψει ὁ Θεὸς ἀνέργειαν πλάνης τοῖς τὴν ἀλήθειαν οὐ παραδεξαμένοις. ο 'Αλλ' ἑρμηνείαι τῆς τοῦ Θεοῦ βουλήσεως τυγχάνουσιν αἱ ὀπτασίαι, οὐχ ὅπερ ἐστὶν αὐτὸν δεικνύουσαι, σωματικοῖς δὲ σχήμασι, καὶ ἀνθρωπίνοις λόγοις, διατυποῦσαι τὰς τοῦ Θεοῦ οἰκονομίας, ὡς αὐτὸς ὁ Θεός φησιν·. Ἐγὼ δράσεις επλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὠμοιώθην.» Οὐκ αὐτὸς φαίνεται, ἀλλ᾽ ὁράσεις πληθύνει. Καὶ ὁμοίωμα δείκνυσι τοῖς προφήταις, βασιλείας μὲν, ὅταν ἐπὶ θρόνου καθ εξόμενον ὁρῶσι, καὶ περὶ αὐτὸν τὴν οὐράνιον στρα τιάν· κρίσεως δὲ, ὅταν πολιὸν βλέπωσι, λευκοῖς ἱμα τίοις κοσμούμενον, διὰ τὸ τῆς κρίσεως σοφόν τε άμα καὶ καθαρόν. 'Ορᾷ καὶ Ζαχαρίας ανέμους ἀνθρωπίνῃ φωνῇ χρωμένους· «Καὶ περιοδεύσωμεν τὴν γῆν, λέγοντας, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται.» Καθά περ γὰρ ἐν εἰκόσι γραφεῖς πόλεμόν τε καὶ εἰρήνην, νίκην καὶ φιλίαν, καὶ ὅσα ἄλλα, σχηματίζουσιν εἰς ἀνθρωπείων σωμάτων εἰκόνας, τοῖς τοιούτοις ὁμοιών μασι τὸ βούλημα δεικνύντες εναργέστερον· κατὰ τὰ αὐτὰ καὶ τὸ Πνεῦμα τὸ ἅγιον προφήταις τε καὶ ἀποστόλοις τὸ θέλημα τοῦ Θεοῦ, καὶ τὴν δόξαν, καὶ τὴν οἰκονομίαν, καὶ τὴν ἀρὰν τὴν κατὰ τῶν ἐπιορκῶν, καὶ ἑτέρων τινῶν, ἐμψύχων ἢ ἀψύχων, καὶ ὅπερ βούλεται μὲν ὁ Θεὸς πληρῶσαι, αἱ δὲ ἑξῆς δυνάμεις πληροῦσιν, ἢ ὅσα τολμᾷ μὲν ὁ διάβολος ἐπιβουλεύειν, συγχωρεῖ δὲ ὁ Θεὸς, ταῦτα τυποῖ διὰ τῶν ὀπτασιῶν, ὡς ἐπὶ τοῦ Ἰώβ. Αἱ γὰρ ὀπτασίαι, καὶ τὰ ἐν ταῖς ὀπτασίαις ῥήματα, μέρος ἐστὶ τῆς τοῦ Θεοῦ συγκαταβάσεως. Οὔτε γὰρ περιστερὰ τὸ Πνεῦμα τὸ ἅγιον οὔτε δὲ τό· < "Ος ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν,» οὕτως, ὡς εἴρηται, νοήσο μεν, ὡς ἐν τόπῳ μὲν ὄντος τοῦ Θεοῦ, δεομένου δὲ τῆς ὑπὲρ ἡμῶν τοῦ Μονογενοῦς ἐντυχίας. Κατὰ τὸν αὐτὸν λόγον οὐδὲ αἱ τῶν προφητῶν ὀπτασίαι, καὶ αἱ φωναὶ, τοῦτ᾽ ἦσαν, ὅπερ ἐδείκνυντο. Τοῦ δὲ Θεοῦ τὴν βούλησιν ἐσήμαινον, ἢ τὴν συγχώρησιν, καὶ τὴν ὑπακοὴν τῶν ὑπακουόντων. Καὶ τὴν ἐπιχείρησιν τῶν τολμώντων. Ως που καὶ τὸ πνεῦμα, τὸ ψευσάμενον διὰ στόματος τῶν ψευδοπροφητῶν, Θεοῦ συγ χωρήσαντος· καὶ ὁ πειράσας δὲ τὸν Ἰὼβ διάβολος, Θεοῦ μὴ κωλύσαντος. Δι' οὗπερ ἐδίδαξεν ἡμᾶς ἡ Γραφή, ὡς τῆς τοῦ Θεοῦ κτίσεως ἐστι, καὶ τῆς δεσποτείας, παρεστώς τῷ πάντων Δεσπότῃ, οὐ τῇ τῆς προθέσεως ὑπακοῇ, ἀλλὰ τῇ τῆς γενετῆς φύσεως ἀκολουθίᾳ, τὴν μὲν γνώμην ἀλλοτριωθεὶς, τὴν δὲ οὐσίαν τοῦ Θεοῦ τυγχάνων. Καὶ Ἰωσαφάτ βασιλεὺς Ἰούδα μετ' αὐτοῦ. Συν 'Θεοδωρήτου ἐκ τοῦ γ' λόγου τοῦ κατὰ Μανιχαίων.
Continue reading PG 87: In Librum Quartum Regum →≣ entire volume