PG 87Procopius Gazaeus
Commentary on the Second Book of Kings
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1119–1120page 1 of 14
Caput Primum
PG 87:1119ρησεν ὁ Θεὸς τὰς γυναῖκας τῶν περὶ τὸν Δαβίδ ἀν δραποδισθῆναι, καὶ τὰ παιδία, ὡς ἂν ἀλγοῦντες τοῖς Αμαληκίταις ἐπιστρατεύσωσι, καὶ τὴν πανωλεθρίαν κατὰ τὴν θείαν αὐτοῖς ἐπενέγκωσι πρόρρησιν καὶ ἵνα λείαν πλείστην λαβὼν πέμψῃ τοῖς ὁμοφύλοις, καὶ εἰς εὔνοιαν αὐτοὺς ἐφελκύσηται πλείονα. Προσάγαγε τὸ Ἐφούδ. ᾿Ακύλας· ἔγγισόν με τὴν ἐπωμίδα. Ἐρωτᾷ δὲ περὶ τοῦ γεδδούρ, ὃ δηλοί παρ' Εβραίοις τὸ σύστρεμμα, καὶ τὸ πειρατήριον. Καλεῖται δὲ οὕτω τὸ ληστρικόν σύστημα. Καὶ 'Ακύλας ἐξέδωκε, μονοζώνου συστρέμματος. ἔγγισόν μοι τὴν ἐπωμίδα. (τὸ σύστρεμμα, καὶ τὸ πειρατήριον) τὸ ληστρικόν σύστημα, μονοζώνου συστρέμμα. της. Υπέστησαν δὲ οἱ ἑβδομήκοντα ἄνδρες Ακύ λας· ἡτόνησαν τοῦ διαβῆναι. Διότι ἠνωχλήθην ἐγώ. Ακύλας, ἠρρώστησα ᾿Απὸ ἑωσφόρου· "Ακύλας, σκοτομήνης. Σύμ μαχος, ἀφ' οὗ συνεσκότασε. ἀντὶ τοῦ, ἡρρώστησα τριταίος, ὃς ἔστι τρεῖς ἡμέρας. ΕΙΣ ΤΗΝ ΔΕΥΤΕΡΑΝ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. Χλιδώνα, ΡΟ ΚΕΦΑΛ. Α'. Περιπτώματι περιέπεσεν, ἀντὶ τοῦ, ἡττήθη ὁ Ισραήλ. Τὸ συνῆψαν αὐτῷ· Ακύλας, καιέλα Τον χλιδῶνα. Κόσμος ἐστὶ χρυσοῦς, ἢ τοῖς βρα χίοσι περιτιθέμενος, ἢ τοῖς καρποῖς τῶν χειρῶν. Ὁ δὲ ᾿Ακύλας, βραχιάριον αὐτὸ κέκληκεν. "Οτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ, λέγων. Είγε φιλοσόφου ψυχῆς! Δυσμενούς γὰρ ἀκούσας σφα γὴν, πικρῶς ὀλοφύρατο. Ὁ δὲ μεμηνυχώς, οὐδὲν ἠδικημένος, ἐπετώβαζε τῷ θανάτῳ. Καὶ ταῦτα σύν αὐτῷ πεπτωκότος Ιωνάθαν, καὶ πλείστου στρατού. Καὶ πλάττεται μάτην εἶναι σφαγεύς. Ην δὲ καὶ Αμαληκίτης, καθ' ὧν πάλαι θανατική ψήφος ἐξ ηνέχθη παρὰ Θεοῦ. Μάτην οὖν τινες ἐγκαλοῦσι τῷ 11 Εἰδ περὶ τούτου. Καὶ ἐθρήνησε Δαβίδ. Πολλὰ τὸν θρῆνον εἰργάσα το, τοῦ Ἰωνάθαν ὁ πόθος, ἡ περὶ τὸν λαὸν φιλοστοργία, τῶν δυσσεβῶν ἀλλοφύλων ἡ νίκη, καὶ πρὸς τούτοις τοῦ Σαούλ ἡ σφαγή. "Ον γὰρ ἡδεῖτο ζῶντα, πολὺ μᾶλλον ἠλέησε τεθνηκότα. Γέγραπται δὲ, φησὶν, ὁ θρῆτες ἐν βίβλῳ τοῦ εὐθέος. Ο δηλοῖ τὸ ἐκ πολλῶν προφητικῶν βίβλων
col. 1121–1122page 2 of 14
Caput II
PG 87:1121τὴν ἱστορία», γεγράφθαι. Ζητητέον δὲ, εἰ κατὰ φι λόσοφον τὸ θρηνεῖν, καὶ τίνας αὐτῷ θρηνητέον, καὶ εἰ διὰ τοὺς θνήσκοντας θρηνήσειεν, ἢ δι᾽ ἑαυτὸν, ὡς οἱ τὸν κοπετὸν ἐπὶ Στεφάνῳ, ποιήσαντες. Στήλωσον Ισραήλ. Ακύλας, ἀκρίβωσαι. Οὐχ ἡ τυχοῦσα, φησίν, ἡ πληγή. Βασιλεὺς ὁ πεσών, καὶ βασιλέως υἱὸς, καὶ τῶν ὁμοφύλων οἱ ἄριστοι. "Οτι δὲ λίαν αὐτὸν ἡνία τῶν ἀλλοφύλων τὸ κράτος, τὰ ἐφεξῆς μαρτυρεί. Στήλωσον Ισραήλ, ἀντὶ τοῦ, ὡς στήλην ἐφ' ὑψηλοῦ ἱσταμένην ἔχει τὸ γεγονὸς πτῶμα· ἀντὶ τοῦ, μέμνησο τῆς νῦν πληγῆς, καὶ ζήτει τὴν αἰτίαν τῆς θεομηνίας. ᾿Αγροὶ ἀπαρχῶν· Ἀκύλας, ἀφαιρεμάτων Θεο δοτίων, θανάτου. Προσωχθίσθη θυρεός· Ακύλας, ὑπεβλήθη. Ορη τὰ Γελβουέ. Ἐπαρᾶται τοῖς ἀψύχοις ὑπὸ τῆς ὀδύνης, ὥσπερ οἱ μόριόν τι τοῦ σώματος πά σχοντες, ἢ ταῖς τοίχοις, ἢ τῇ κλίνῃ, προσαράσσουσι τὰς χεῖρας, τὰς ἀλγηδόνας μὴ φέροντες. Δηλώσεις δ' ἄν τι καὶ ὑψηλότερον, Χριστοῦ θρηνοῦντος τὸν πρῶτον λαόν, καὶ τοὺς ἀστειοτέρους τοὺς ἐν αὐτῷ καὶ τῆς νομικῆς λατρείας τὸ παρὰ τοὺς ἐθνικούς ύψη. λόν. Ελεγε γάρ Ιερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀπο κτείνουσα τοὺς προφήτας, ο καὶ τὰ ἑξῆς. Θάνατος γὰρ αὐτῶν, ἡ τῶν ἐξ οὐρανοῦ δωρεῶν ἐρημία. Και τὰ τό·. Ἰδοὺ ἀφίεται ἡμῖν ὁ οἶκος ὑμῶν ἔρη μος.» Ἡ ἀγάπησίς σου ὡς ἀγάπησις τῶν γυναικῶν. Ἵνα δείξῃ τῆς φιλοστοργίας τὸ θερμόν τε καὶ γνή στον. Τοιαύτη γὰρ ἡ τοῦ ἀνδρὸς περὶ τὴν γυναῖκα διάθεσις ὡς τὸν περὶ τοῦ γάμου νόμον εἰπεῖν· «Αν τὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσοντα: οἱ δύο εἰς σάρκα μίαν.» Τοῦτο καὶ ὁ Ἑλκανὰ δεδήλωκε, την 'Ανναν ψυχαγωγῶν· ι. Οὐκ ἀγαθό; σοι γὰρ ἐγώ, ἔφη, ὑπὲρ δέ και τέκνα; ν Ο οὖν ἐπὶ τῶν γαμούντων, εἰς σάρκα μίαν, τοῦτο ἐπὶ τῶν ἀγαπώντων, εἰς ψυχὴν μίαν. ἀκρίβωσαι, Μὴ εἰς νίκος καταφάγεται ἡ ῥομφαία; Οὐ δια καιον, φησί, τους νικώντας πανωλεθρίαν επάγειν τοῖς ἡττωμέναις ζητεῖν. Πολλάκις γὰρ οἱ νικώντες ἡττῶνται, καὶ οἱ διώκοντες φεύγουσι. Διό φησιν, ὅτι πικρὰ ἔσται τὰ ἔσχατα. Ὑπέμνησε δὲ καὶ τῆς συγγενείας, και πέπεικε 1. Τὸ δὲ, πικρὰ ἔσται τὰ ἔσχατα· ὅτι τοῖς ἀδελφοῖς πολεμεῖν μεταμέλον Έχει. ΚΕΦΑΛ. Β'. Καὶ εἶπεν, Εἰς Χεβρών. Ἐκ τῶν φαινομένων ἔστινεἰπεῖν, διὰ τὸ τοὺς πατριάρχας ἐκεῖ κατοικῆσαί τε καὶ ταφῆναι. Καὶ ὅτι τῆς Ἰούδα φυλῆς, ὅθεν ἦν ' ἐπὶ τῷ φόνῳ. Η Τὰ ἑπόμενα οὐ περιέχει ὁ τῆς Αὐγ. κώδ.
col. 1123–1124page 3 of 14
Caput III
PG 87:1123ὁ Δαβίδ, ή Χεβρών τότε μητρόπολις ἦν. Ετι γὰρ τὴν Ει μονοζώνου, Ἱερουσαλήμ Ιεβουσαίοι κατεῖχον, διόπερ ἐπήνεγχεν ὡς ἀνῆλθον, καὶ κατῴκουν ἐν ταῖς πόλεσι Χεβρών, καὶ ὡς φυλέτην δὲ ἡ τοῦ Ἰούδα πλέον ἠγάπα φυλή. Οθεν φησί, ο Καὶ ἔρχονται οἱ ἄνδρες Ιούδα, καὶ χρίουσι τὸν Δαβὶδ ἐκεῖ.» Τουτέστι, χειροτονοῦσι. Εκεχρίκει γὰρ αὐτὸν τῷ θείῳ ἐλαίῳ Σαμουήλ ο προ φήτης. Τον Μεμφιβοσέθ. Τοῦτον οἱ λοιποὶ ἑρμηνευταί Εἰσβάαλ ονομάζουσι. Καὶ ἐνώπιον ἡμῶν παιξέτωσαν. Παιδιὰν τὴν τούτων εκάλεσεν συμπλοκήν, τῇ κοινῇ καὶ μεγίστη παρατάξει παρεξετάζων τὴν μερικήν. Μὴ εἰς νίκος καταφάγεται ἡ ῥομφαία; Οὐ δίσ καιον, φησί, τοὺς νικώντας πανωλεθρίαν ἐπάγειν τοῖς ἡττωμένοις ζητεῖν. Πολλάκις γὰρ οἱ νικῶντες ήτ τῶνται, καὶ οἱ διώκοντες φεύγουσιν. Διό φασι ὅτι πικρὰ ἔσται τὰ ἔσχατα. Ὑπέμνησε δὲ καὶ τῆς συγ γενείας, καὶ πέπεικεν. ᾿Απῆλθον εἰς δυσμάς. Καταλιπόντες τὴν Ῥαμά καὶ τὴν Γαβαών, τὰ τοῦ Σαούλ οἰκητήρια, τὰς καλεομένας παρεμβολάς, βασιλικὴν ἀπέδειξαν πόλιν. ΚΕΦΑΛ. Γ'. Καὶ ὁ τέταρτος Ονια. ᾿Ακύλας, 'Αδωνίας. Τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πα τρός μου; Οὐ γὰρ ἐξῆν ταῖς παλλακίσι τῶν βασι λέων συγγενέσθαι τοὺς μὴ ὄντας βασιλεῖς. Διὸ καὶ ᾿Αβεσσαλώμ ταῖς τοῦ πατρὸς ἐμίγη, Γέλων και τῦναι τὴν βασιλείαν. Καὶ 'Αδωνίας ο ήρηται τυραννικὸν φρονήσας, ὅτι ἠθέλησε μεγῆναι τῇ τοῦ πατού παλλακῇ. Ἐὰν μὴ ἀγάγῃς τὴν Μελχόλ. Καίτοι παράνη μου ἀναλαβεῖν τὴν συνημμμένην ἑτέρῳ. Φησὶ δὲ καὶ δι' Ἱερεμίου Θεός, ο Ἐὰν ἀπολύσῃ ἀνὴρ τὴν γυ ναῖκα αὐτοῦ, καὶ πορευθῇ, καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ανακάμψει πρὸς αὐτὸν ἔτι, ο 'Αλλ' ὁ Δαβίδ οὐκ ἀπολέλυκε τὴν Μελχόλ, ἀλλ' ὁ Σαούλ αὐτὴν ἀποσπάσας παρανόμως ἑτέρῳ κατηγγύησεν, ὅθεν συνέγνω τῇ βία Δαβ.δ. ᾿Απὸ τῆς ἐξοδίας. Ακύλας, τοῦ· Γεδδούρ μονοζώνου. Καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ. Πρόφασιν μὲν ἔσχεν ἀληθῆ τοῦ Ασαήλ τὴν σφαγὴν, αἰτίαν δὲ τὸν φθόνον, εἰδὼς, ὅτι τῆς στρατηγίας ἀξιωθήσεται, πάντα τῷ βασιλεῖ προσάγων τὸν Ἰσραὴλ, φιλαρχῶν τοίνυν ἐμιαι φώνησεν. Καὶ κρατῶν σκυτάλης. Γονομενὴς καὶ λεπρός, κατὰ νόμον ἀκάθαρτοι, καὶ τῆς κοινῆς πολιτείας και χωρισμένοι. Σκυτάλῃ δὲ χρῶνται οἱ τὸ σῶμα περ πηρωμένοι. "Οθεν Ακύλας τυφλὸν τὸν τοιοῦτον ἐξ έδωχεν. Εἰ κατὰ θάνατον Ναδάλ ἀποθανεῖται Αβεν
col. 1125–1126page 4 of 14
Caput IVCaput V
PG 87:1125νήρ. Ο μὲν γὰρ ἦν ἀπηνὴς, καὶ ἄδικος, καὶ ἀχά ριστος. Ο δὲ ᾿Αβεννὴρ ἐν συμβολαίοις ἴσος, φησίν, καὶ ὡς ἀνδρεῖος ἐν μάχαις, οὐ τὰ τῶν ἡττωμένων ὑπέμεινε πάθη. Υπόκρισις δὲ φιλίας επήνεγκεν αὐτῷ τὴν σφαγήν. Αλγῶν ἐθρήνει Δαβίδ. 'Ο δὲ θρήνος τοῦ λαοῦ τὴν εὔνοιαν ηύξησεν. Υιοί Σαρουίας σκληρότεροί μου εἰσιν. Αιτίαν λέγει, δι᾿ ἣν τὸν Ἰωὰ δι' ᾿Αβεννήρ οὐκ ἀπέκτεινεν, ἔνθα γὰρ ῥᾴδιον τῷ δικαίῳ χρῆσθαι θυμῷ, ουδεμίαν ποιεῖται φειδώ. ΚΕΦΑΛ. Δ'. Καὶ χρίουσι τὸν Δαβίδ. Πάλιν ἀντὶ τοῦ, χειροτονοῦσιν αἱ ἄλλαι φυλαί. Διότι ἀντέστησαν οἱ χωλοὶ, καὶ οἱ τυφλοί. Ετι τὴν Ἱερουσαλὴμ κατεῖχον Ιεβουσαίοι. Τοῦ δὲ ἐμφυλίου παυσαμένου πολέμου, κατὰ τούτων ἐστράτευσεν ὁ βασιλεύς. Ἐκεῖνον δὲ καταφρονοῦντες, τοῖς ἀναπήροις ἀνελθοῦσιν ἐπὶ τὸ τεῖχος, ἐπιτωθάζειν ἐκέλευον τῷ Δαβίδ, ἤδη τὴν ἀκρόπολιν ἔχοντι. Πε ριοχὴν γὰρ ταύτην καλεῖ. Τοὺς οὖν πολεμίους πάνε τας ἀκοντίζειν ἐκέλευσε, κατὰ τὴν ἀρχῆθεν τοῦ Θεοῦ γεγενημένην ἀπόφασιν. Οθεν καὶ τὴν Σιών ὠνόματα πόλιν, τουτέστι τὴν ἄνω πόλιν. Τὸ δὲ, ἀπτέσθω ἐν παραξιφίδι, ὁ Σύμμαχός φησιν, ὃς ἂν τύχῃ Ἱερου σαῖον, καὶ κατακρατήσῃ ἐπάλξεως. Ο δὲ ᾿Ακύλας, πᾶς πατάσσων Ιεβουσαῖον, καὶ ἄψεται ἐν κρου νισμῷ. Δηλοῖ δὲ τὸν δεῖν σφοδρῶς πατάξαι, καὶ πρὸς αἵματος ἔκχυσιν. Καὶ Κύριος παντοκράτωρ μετ' αὐτοῦ. Αἰσχυνέσθωσαν αἱρετικοί. Οὕτω γὰρ τὸ θεῖον Πνεῦμα πολύ λάκις ἐκάλεσαν. Εἰς τὴν κοιλάδα των Τιτάνων. Τους Γίγαντας καὶ Τιτάνας ὠνόμαζον, οὓς Ραφαειν Εβραίοι φασιν. Τοιούτους ἄνδρας ἔσχε καὶ ἡ Χεβρών, καὶ ἡ Γέθ. Έξ ὧν ἦν καὶ ὁ Γολιάθ, καὶ οἱ τοῦ Δαβὶδ ἀριστεῖς, ὧν τὰς ἀνδραγαθίας ἐθαύμασεν ἡ Γραφή. Εικός τοίνυν, ἐν τῷδε τῷ χωρίῳ πάλαι τινὰ τούτων γεγενῆσθαι παράταξιν, ὅθεν οὕτως ὠνόμασται. Καὶ παρέστη αὐτοῖς πλησίον τοῦ κλαυθμῶνος. Ακύλας οὕτως, ἐξ ἐναντίας τῶν ἀπίων. Ως δὲ παιδοτρίβης αὐτὸν ἀλείφει πρὸς ἀρετὴν, πείθων μὴ τῇ οἰκεία δυνάμει θαῤῥεῖν, τὴν δὲ θείαν ἀναμένειν ἐπικουρίαν. ΚΕΦΑΛ. Ε΄. ᾿Απὸ τῶν ἀρχόντων Ιούδα. 'Ακύλας, ἀπὸ τῶν ἱερέων. Καὶ Ὀζα, καὶ οἱ ἀδελφοὶ αὐτῷ, υἱοὶ 'Αμιναδάβ. Τινές φασι τὸν Ὀζὰ προπετείας δοῦναι δίκην, ὡς ἐπαμῦναι πειραθέντα τῇ κιβωτῷ· ἢ παντὸς τοῦ λαοῦ προστατεύουσα, τῆς ἑτέρων ἐπικουρίας οὐκ ἔχρηζεν. Ἰώσηπος δέ φησιν, ἐπειδὴ, Λευίτης οὐκ ὤν, ἐτόλ μησεν ἄψασθαι τῆς κιβωτοῦ· καίτοι τοῦ ᾿Αμιναδαβ ἦν υἱὸς, ᾧ παρέδοσαν τὴν κιβωτὸν οἱ ἀπὸ Βηθα μὺς, ἀφεθεῖσαν ὑπὸ τῶν ἀλλοφύλων, τῆς Λευϊτικής ὄντι φυλῆς. Λέγει γὰρ ἡ Γραφή, ο Ηγίασεν τὸν υἱὸν αὐτοῦ Ελεάζαρ, φυλάσσειν τὴν κιβωτόν διαθήκης περιοχήν τὴν ἄνω πόλιν. ἔπαλξιν, ἐν κρουνισμῷ, ἐξ ἐναντίας τῶν ἁπίων,
col. 1127–1128page 5 of 14
Caput VI
PG 87:1127καὶ τοῦ ᾿Αμιναδάβ παῖδες ἐπορεύοντο ἔμπροσθεν ἐκ πλαγίων τῆς κιβωτοῦ. Πῶς δὲ προ πετείας ἔτισε δίκην, ὅπου, κλιθείσης τῆς ἀμάξης, ἐχρῆν προσερεῖσαι τὴν χεῖρα; ἑτέρα τοίνυν ταύτης αἰτία, τοῦ γὰρ νόμου προστάξαντος, ἐπ᾽ ὤμων τους ἱερέας φέρειν τὴν κιβωτόν, ἐφ᾽ ἀμάξης ἐπέθηκαν, ἠπατημένοι τῷ παρὰ τῶν ἀλλοφύλων οὕτω πεμ φθεῖσαν μηδὲν λυμήνασθαι. Δέον σκοπεῖν, ὡς οὔτε τὸν νόμον ᾔδεσαν ἐκεῖνοι, οὔτε παρῆσαν αὐτοῖς ἐς ρεῖς Κυρίου. Τοιγαροῦν πεπτωκότας Οξι, καὶ 110 διδ φοβηθεὶς εἰς τὰ βασίλεια ταύτην εἰσαγαγεῖν, ὡς εἰκὸς, τὴν ἀφὴν ὑποπτεύσας. ὡς δὲ τὸν δεξάμενον αὐτὴν ᾿Αβεδδασαν κ εἶδεν εὐλογημένον, ἄγει πρὸς ἑαυτὸν, οὐχ ἁμάξῃ χρησάμενος, ἀλλὰ τοῖς ἱερεῦσι κατὰ τὸν νόμον ἀνακρουόμενος τοῖς ὀργάνοις, καὶ στολήν Εξαλλον, τουτέστι ποικίλην, ἐνδεδυμένος 1. *Ο δὲ σαφῶς ἐδήλωσε τῶν Παραλειπομένων ή βίβλος. Ηραν γάρ, φησί, τὴν κιβωτόν, ὡς ἐνετείλατο Μωϋσῆς ἐν λόγῳ Κυρίου Θεοῦ Ἰσραήλ, ο ὑπ' ἀναφορεῦσιν, κατὰ τὴν Γραφήν, ἐν ὤμοις αὐτῶν. Ἀλλ' εἰ τοῦτο, πῶς μόνος Οζὰν ἔπαθε, καὶ μὴ πάντες οἱ Λευίται; Τί δὲ μὴ ἐξ ἀρχῆς, ἀλλὰ νῦν στηρίζειν ἐπιχειρῶν; Η τοίνυν αὐτὸς εἰσηγήσατο τὸ ἐφ' ἀμάξης βαλεῖν, διὸ καὶ μόνος ἐπαμύνειν ἠξίωσεν, ὅθεν τάχα καὶ προὔταξεν αὐτὸν τῶν ἀδελφῶν ἡ Γραφή. Καὶ πέπονθε κακῶς, ὅτε τὸ ἀποβὰν ἐκ τοῦ βαλεῖν ἐφ' ἁμάξης τεθέαται, παρὰ τὸ σφάλμα παι δεύσαντο, αὐτὸν τοῦ Θεοῦ, ἢ καὶ ἄλλως ὑπῆρχεν ἀνάξιος. Κυρίου. Διὸ Ει Καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ καρδίᾳ αὐτῆς. ήθη βασιλέως ἀλλότριον τὸ δημοσίᾳ χορεύειν. Οὐ γὰρ ᾔδει τοῦ θείου πόθου τὰ κέντρα, ἅπερ διὰ τῶν πρὸς αὐτὴν ἀνέφηνε λόγων. Ἐπήγαγε δὲ τού τοις ἡ Γραφή, ὡς οὐκ ἐγένετο παιδίον αὐτῇ, τοῦ διασυρμοῦ τὴν δίκην ἐμφαίνουσα· καὶ διὰ τὸ, μη δένα ἐξ ἐκείνου βασιλεῦσαι του σπέρματος. Εικός γὰρ ἦν τοὺς ὑπηκόους τὸν ἑκατέρωθεν βασιλικὴν προτιμῆσαι τῶν ἄλλων. Ἀρχεῖτο δὲ Δαβίδ, τῇ εὐρύθμῳ κινήσει τοῦ σών ματος τὴν ἔνδον δημοσιεύων διάθεσιν, ἅμα δὲ παι δεύων ἡμᾶς μὴ ἐπαισχύνεσθαι τὸν σταυρόν. Τότε μὲν γὰρ ὄρχησις ὠνειδίζετο, νῦν δὲ σταυρός ἐστιν ὁ χλευαζόμενος. ᾿Αλλὰ τῷ μὲν Δαβὶδ ἐδόθη τῆς εὐλα βείας μισθὸς ἡ πολυτεκνία· τοῦτο γὰρ και το νόμῳ μέγα ἦν ἀγαθόν· τῇ δὲ Μελχόλ τῆς ἀπιστίας μισθός ἀτεχνία. Καὶ ἀποκαλυφθήσομα: ἔτι οὕτως, καὶ ἔσομαι ἀχρεῖος. Ακύλας, Καὶ ἀτιμασθήσομαι ἔτι ὑπὲρ τοῦτο, καὶ ἔσομαι ταπεινός. ΚΕΦΑΛ. Γ'. Καὶ εἶπε Ναθὰν πρὸς τὴν βασιλέα, Πάντα, όσα ἂν ἐν τῇ καρδίᾳ σου, βάδιζε, καὶ ποίει. Οὐχ ἅπαντα προήδεσαν οἱ προφῆται, ἀλλ᾽ ἅπερ ἡ θεία χάρις ἀπεκάλυπτεν. Οὕτως ὁ Σαμουὴλ ἐγνόησε είνα ᾿Αβελδαραί μι Ο τῷ νόμῳ. Ο τῆς Αὐγ. κώδ.
col. 1129–1130page 6 of 14
PG 87:1129χρίσαι προσήκει. Οὕτως ὁ Ελισσαίος περὶ τοῦ πάθους τῆς Σωμανίτιδος λέγει, ο Καὶ Κύριος ἀπο ἔκρυψεν ἀπ' ἐμοῦ. Καὶ νῦν ὁ Ναθὰν ἐπαινέσας τὸν βασιλέως σκοπόν, ἐνόμισεν ἀρέσκειν τὸ ἔργον Θεῷ. Οπερ καὶ αὐτὸς, προφήτης ὤν, ηγνόησεν ὁ Δαβίδ. Οὐ σὺ οικοδομήσεις μοι οἶκον. Οἶκον προσευχῆς κατασκευάζειν οὐκ ἐᾷ τὸν Δαβίδ· τοὺς ἐν αὐτῷ προσεύχεσθαι μέλλοντας φιλανθρωπίαν διδάσκων. Οἱ γὰρ τὸν προφήτην ὁρῶντες, οὐκ ἐπιτραπέντα τὴν οἰκοδομὴν, διὰ τὸ φόνον ἄψασθαι, εἰ καὶ δικαίως, καθαρὰς ἔχειν ἐπαιδεύοντο τὰς χεῖρας. Ολως δὲ προείλετο τὴν Δαβὶδ ὁ Θεὸς, περὶ μὲν τὰς γυναῖκας ἀρχαίως βεβιωκότα, καὶ τῷ πράγματι χρώμενον ἀδεῶς, πρὸ τῆς χάριτος τῆσδε κατά νόμον λατρείας, εὐχῶν τε καὶ ψαλμῳδίας, καὶ τῆς περὶθεὸν ἀγάπης, " τῆς τε τοῦ λαοῦ σωτηρίας, πολλὴν πεποιημένον προ νοιαν. Καὶ πρὸς μὲν φίλους πιστόν, εὐγνώμονα δὲ πρὸς εὐεργέτας, καὶ περὶ τοὺς ἀδικοῦντας οὐ χαλε πόν. Ἔτι δὲ καὶ φιλόπτωχον, εἰ καί τις ἄλλος πώς ποτε. Τἂν ἕνεκα, κατὰ τὴν καρδίαν εἶναι λέγεται τοῦ Θεοῦ. Εἰ δέ που, θνητὸς ὤν, ἐσφάλη, ἐμέμψατο μὲν ὁ Δεσπότης, οὐκ ἀπεστράφη δὲ τὸν πλὴν ὀλίγων και λέν. Ως γὰρ ἐν ζυγῷ δικαίῳ πλείονα πολλῷ τῶν ελαττωμάτων εὗρε τὰ κατορθώματα. Τα η Καὶ κατασκηνώσει καθ' ἑαυτόν. Κατὰ τὸν θεῖον γὰρ πολιτευόμενος νόμον, τῶν ἄλλων ἐθνῶν κεχώ ριστο. Καὶ ἀπὸ τῶν ἡμερῶν ὧν ἔταξα κριτάς. Ἐπειδὴ ο ἐν τῷ καιρῷ τῶν κριτῶν, ποτὲ μὲν Ἀμμωνίταις καὶ Μωαβίταις, ποτὲ δὲ Μαδιηναίοις καὶ ἀλλοφύλοις ἐδού λευον, ὑπέσχετο αὐτοῖς ἀκέραιον σώζειν βασι λείαν, καὶ τῶν συχνῶν τούτων ἀπαλλάξειν μεταβολῶν. Καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως τὸν αἰῶ να. Καὶ ἐν τῇ τετάρτῃ τῶν Παραλειπομένων είρηται παραπλήσια, δι' ὧν σαφῶς ἡ περὶ Χριστοῦ παρίσταται προφητεία. Διόπερ ἔλεγον οἱ Ἰουδαῖοι Χριστῷ Ἡμεῖς ἡκούσαμεν ἐκ τοῦ νόμου, ὅτι Χριστὸς μένει εἰς τὸν αἰῶνα, ᾧ ἡτοίμασε τὸν θρόνον οἰκοδομήσαντι οἶκον τὸν ἐκ λίθων ζώντων πνευματικῶν, εἰς ἱερά τευμα ἅγιον τῷ ὀνόματι τοῦ Πατρός. Καὶ τούτου τὸν θρόνον ἀνώρθωσεν ἕως εἰς τὸν αἰῶνα ὁ Θεός. Καὶ ὁ ᾿Απόστολος δὲ ἐκ τῶν προκειμένων είληφε ῥητῶν ἐν τῇ πρὸς Ἑβραίους τό· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.» Και τὰ περὶ τοῦ διαιωνίζοντος θρόνου. Πάντα γὰρ ἐπὶ τοῦ Σολομῶντος οὐχ ἁρμόζει λεχθῆναι. Πῶς γὰρ εἰς αἰῶνα ὁ τούτου θρόνος ἀνώρθωται; Εἰ γὰρ τῇ διαδοχῇ τῶν ἐκγόνων ἐρεῖς, ἔδει τοῦτο πρὸ Σολομῶντος εἰρῆσθαι Δαβίδ. Δεύτερον, πῶς πληροῦται το «Ημέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος;» Εἰ γὰρ ἀληθὲς οὐκ ἔσται τότε ἀνωρθωμένος, πῶς οὖν εἰς τὸν
col. 1131–1132page 7 of 14
Caput VII
PG 87:1131τὸ, Καὶ ἐὰν ἔλθῃ ἡ ἀδικία αὐτοῦ, «ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν; Μήποτε οὖν, ὥσπερ ἀναλαμβάνων τὰ ἡμέτερα πάθη, φησὶν αὐτὸς πεπονθέναι, καὶ πεπεινηκέναι, καὶ δεδιψηκέναι, καὶ φέρειν εἴρηται τὰς ἀσθενείας ἡμῶν, καὶ ἐνδύσασθαι τὰς ἀρχὰς, καὶ ἐξουσίας, ἵνα ὕστερον αὐτὰς ἐκδυσάμενος, ἐν παρ ῥησία θριαμβεύσῃ ἐν τῷ ξύλῳ; Καὶ ἐν τῷ εἰκοστῷ πρώτῳ ψαλμῷ τῷ· «Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.» Ἐν δὲ τῷ ἑξηκοστῷ ὀγδόῳ· «Ο ζῆλος τοῦ οἴκου σου καταφάγεται με.» Λέγει δὲ καί·. Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλεια! μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν.» Οὕτως τό· «Καὶ ἐὰν ἔλθῃ ἡ ἀδικία αὐτοῦ.» Καίτοι οὐδὲ ἐνταῦθα εἴρηται, Ἐὰν ἀδικήση αἰῶνα Αλλ' εἰ περὶ Χριστοῦ ταῦτα, πῶς ἁρμόσει ο Ει υδραγωγίου, ἐπιφάνειαν, ἐγκαθέτους ἑστηλωμένους ἀναμιμνήσκων, ἀλλ', Ἐὰν ἔλθῃ ἡ ἀδικία αὐτοῦ.» Ἡμεῖς δὲ οἱ αὐτοῦ, καὶ ἡμεῖς ἡ ἀδικία, πρὸς οὓς εἴρηται· «"Ητέ ποτε σκότος·» καὶ ἐπεὶ ὑπὲρ ἡμῶν ἀπέθανεν, δύναται ἐπὶ τοῦτο ἀναφέρεσθαι τό· Καὶ ἐὰν ἔλθῃ ἡ ἀδικία αὐτ τοῦ, «καὶ ἐξελέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν, καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων.» Οπερ αὐτὸν, ὡς φύσει Θεόν, καὶ ὡς ἀναμάρτητον κατὰ τὸ ἀνθρώπινον, ἀλλότριον ἀνδρῶν καὶ υἱῶν ἀνθρώπων ὑπέφηνεν. Καὶ κατεσμικρύνθη ταῦτα ἐνώπιόν σου, Κύριέ μου. Τὸ παντοδύναμον τοῦ Δεσπότου διδάσκων, Εθαύμασα, φησί, τὴν τῶν ἐπηγγελμένων ὑπερβολὴν, εἰς ἐμαυτὸν ἀποβλέψας. Σμικρὰ γὰρ ταῦτα, τῇ στ δυνάμει παραβαλλόμενα.. ΚΕΦΑΛ. Ζ'. Καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίῳ. Τοσοῦτον ἦν τῶν ζωγρηθέντων τὸ πλῆθος, ὡς μὴ ἀνασχέσθαι τούτους ὑποβαλεῖν ἀριθμῷ. Εκέλευσε γὰρ αὐτοὺς ἐπὶ τῆς γῆς κατακλιθῆναι πρηνεῖς· καὶ σχοινίον ἐπ' αὐτῶν διατείνας, τριχῆ τούτους εμέρισε. Καὶ τὰς δύο διαφθείρας μερίδας τὴν μίαν εζώγρησεν. Ακύ λας δὲ, τὴν ἀφωρισμένης, χαλινὸν ὑδραγωγίου ἐξέδωκεν. Καὶ παρέλυσεν Δαβὶδ πάντα τὰ ἅρματα. Ο θεῖος γὰρ ἔλεγε νόμος, «Οὐ πληθυνεῖς σεαυτῷ ἵππον.» Ἵνα μὴ τούτοις, τῇ δὲ θείᾳ θαῤῥῶσι δυνάμει. Βασιλεὺς Ἀμάθ. Ακύλας, τὴν ἐπιφάνειαν τῆς Συρίας. Ἐν πάσῃ τῇ Ἰουδαία = ἔθηκεν ἐστηλωμένους. Πεπλήρωται νῦν τὸ πρὸς Ἰακὼβ ἐπαγγελθὲν ὑπὸ Ἰσαάκ· «Γίνου γὰρ, ἔφη, κύριος τοῦ ἀδελφοῦ σου. Πατάξας γὰρ, ὑπόφρουρον τὴν Ιδουμαίαν ἐποίησεν. Εστηλωμένους δέ φησιν τοὺς ἐγκαταστάντας φρου ρούς, οὓς νῦν τίνες ἐγκαθέτους φασίν. Ἐπὶ τῶν ἀπομνημάτων. Ακύλας, ἀναμιμνήσκων Καὶ ᾿Αβιμέλεχ υἱὸς ᾿Αβιάθαρ. Γραφικὸν ἁμάρ τημα τοῦτό φασιν· ἀνάπαλιν γὰρ Αβιάθαρ υἱὸς ᾿Αβιμέλεχ. Ιδουμαίᾳ. Ι. ἀναμιμνήσεων.
col. 1133–1134page 8 of 14
Caput IXCaput VIIICaput X
PG 87:1133Καὶ ὁ Φιλετοὶ, καὶ ὁ Χερηθί. Τοὺς σφενδονήτας, καὶ τοὺς τοξότας, οὕτω καλεῖ. ΚΕΦΑΛ. Η'. Τοὺς μανδύας. Η τὰ καλούμενα Αρκαδίκια, ἢ τὰ μαντία. Ο δὲ ᾿Ακύλας, χιτώνας, φησίν. ΚΕΦΑΛ. Θ'. Καὶ εἰ ὑγιαίνει ὁ πόλεμος. "Αλλη ἔκδοσις, καὶ εἰς εἰρήνην τοῦ πολέμου. ΚΕΦΑΛ. Γ'. Τοῦ ποιῆσαι τῷ ἀνδρὶ τῷ ξένῳ. Ξένον καλεῖ τὸν πονηρὸν λογισμόν, ὡς ἔξωθεν ἡμῖν προσβάλλοντα, καὶ μὴ κατὰ φύσιν ὄντα ἐν ἡμῖν. Ὅτι ἄξιος ὁ ἀνὴρ, ὁ ποιήσας τοῦτο, θανάτου. Τοῦτο μὲν, ὑπερβολικόν· τὸ δὲ ἀποτίσαι τετραπλασίονα, κατὰ νόμον. Εἶναί σοι εἰς γυναῖκα. Αινίττεται ὁ λόγος, ὅτι πλέον ὁ Θεὸς ἐχαλέπηνεν ἐπὶ τῷ γάμῳ, ἢ τῇ πρὸ τούτου μοιχεία. Τὴν μὲν γὰρ, πόθῳ καρωθεὶς ἐξ ειργάσατο· ὁ δὲ, λογισμοῦ συγκατάθεσιν ἔχει. Δέον γὰρ ἐπὶ μοιχείᾳ καὶ φόνῳ θρηνεῖν, γάμῳ παρανόμῳ συνήνεσε. Καὶ λήψομαι τὰς γυναῖκας, καὶ δώσω τῷ πλη σίον σου. "Ομοιον τῷ· «Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰ: πάθη ἀτιμίας.» Τοῦ Θεοῦ δηλοῦν τὴν συγχώρησιν. Οπου γε καὶ Ἰακώβ τὴν Σίκιμα παρά γνώμην αὐ τοῦ καταστραφεῖσαν ὑπὸ Συμεὼν καὶ Λευὶ τῶν παί δων, οἷς ἐπηράσατο, κληρονομίαν ἀφιεὶς Ἰωσήφ "Ην ἔλαβον, φησί, τῷ τόξῳ μου,» τὸ τῶν υἱῶν αὐτ τοῦ, καὶ παρὰ γνώμην γεγονός, οἰκειούμενος ἔρ γου. Οὐ μὴ ἀποθάνῃς. Διπλοῦν κατὰ τὸν νόμον ὤφειλε θάνατον, ἐπὶ μοιχείᾳ καὶ φόνῳ, τὸν δὲ ἡ τῆς ἁμαρ τίας ὁμολογία παρήνεγκεν. Παρώργισας τοῖς ἐναντίοις Κύριον. Ακύλας σαφέστερον, παρώξυνας, φησίν, τοὺς ἐχθροὺς Κυ ρίου. Γυμνωθεὶς γὰρ τῆς θείας κηδεμονίας, παρ εσκεύασε τοὺς ἀλλοφύλους νικᾶν, καὶ μέγα φρονεῖν κατὰ τοῦ τῶν ὅλων Θεοῦ. Προσήλυτος δὲ Οὐρίας Ρ. Χετταίον γὰρ αὐτόν φησιν ὁ Θεός. Καὶ ὁ υἱός σου, ὁ τεχθείς σοι, θανάτῳ ἀπεθα νεῖται. Ελεγχος γὰρ τῆς παρανομίας ἐγίνετο ζῶν. Εὐσεβοῦς οὖν βασιλέως κηδόμενος ὁ Θεὸς, τὸ τούτου παρήνεγκεν όνειδος. "Ητοι μοιχίδιον. Τοσοῦτος δὲ ὁ καταβληθεὶς τῆς μετανοίας καρπός, ὡς καὶ προπάτορα αὐτὸν τῆς κατὰ σάρκα γεννήσεως ἑαυτοῦ ἐκ ταύτης γεγενῆσθαι τῆς γυναικός. Εἰεδίδια. Ακύλας, ἔνεκεν Κυρίου. Σύμμαχος, εἰς βασιλέα ἀφωρισμένον. Καὶ διέπρισεν ἐν πρίοσιν. Οὐκ ὠμότητος τουρ γον, ἀλλὰ δικαίας ποινῆς. Τῶν γὰρ Ισραηλιτών, τὰ μαντία. χιτῶνας. (παρώργισας] παρώξυνας,
col. 1135–1136page 9 of 14
Caput XICaput XIICaput XIII
PG 87:1135ὡς ἔγνωμεν, Αμμωνῖται τους δεξιούς ἐξώρυττον χειριδωτός, καρπωτός, Οι ΧΙΙ ὀφθαλμούς. Καὶ τὰς ἄλλας δὲ τούτων ὠμότητας οἱ προφῆται διδάσκουσι. ΚΕΦΑΛ. ΙΑ'. Καὶ 'Ιωνάθαν ἀνὴρ φρόνιμος σφόδρα. Καίτοι παράνομα συνεβούλευσεν. Επαινεῖ οὖν τὰς φρένας, εἰ καὶ κακῶς ἐκεῖνος αὐταῖς ἐχρήσατο, ὡς καὶ τὸν ὄφιν φρονιμώτατόν φησιν ἡ Γραφή. Τοιγαροῦν καὶ τῆς κακῆς συμβουλῆς ἔτισε δίκας. «Εἰ ἐθεώρεις γάρ, φησί, κλέπτην, συνέτρεχες αὐτῷ, καὶ κατὰ μοιχοῦ την μερίδα σου ἐτίθεις. κ Χιτών αστραγαλωτός. Σύμμαχος, χειριδωτός. Ακύλας, καρπωτός. Ἀντὶ τοῦ, καρποὺς ἐνυφασμέν νους ἔχων. Οἱ νῦν δὲ αὐτὸν καλοῦσι πλουμαρικόν. Ὁ δὲ Ιώσηπος, τὸν μέχρι τῶν ἀστραγάλων δ ήκοντα. Πρὸς Θολομμί. Πρὸς τὸν πάππον ἀπέδρα, τὸν πρὸς μητρός. Μαὰχ γὰρ, ἡ μήτηρ αὐτοῦ, θυγάτηρ ἦν τοῦ Θολομμί, δ; τῆς Γεσσὶρ ἐβασίλευσεν. ΚΕΦΑΛ. ΙΒ΄. Καὶ θανατώσομεν αὐτὸν, ἀντὶ τῆς ψυχῆς τοῦ ἀδελφοῦ αὐτοῦ. Αινίττεται τὴν Δαβίδ, μήτε τὸν Αμμών κολάσαντα, μήτε τοῦ ᾿Αβεσσαλώμ τὴν ἀθυ μίαν ἀποσκεδάσαντα, ἀνηκέστου δὲ τοῦ πράγματος γεγονότος διακενής ὀργιζόμενον. Καὶ ἐκ τοῦ παρελθεῖν τὸν βασιλέα τον λόγον τοῦτον. Πῶς δύνασα: 9, φησί, τὸν υἱόν μου τῆς σφαγῆς ἀπαλλάξαι, μὴ ἐπαναγαγών σου τὸν υἱόν; ἐκεῖνο γάρ, φησίν, ἔσται τούτου παράδειγμα. Εἰ δ μή, ἀντιλέξουσιν οἱ φυλέται, εύλογον ἔχοντες αἰτίαν, τοῦ σοῦ παιδὸς τὴν φυγήν. Μὴ δῶς οὖν, φησί, τῷ λαῷ τοῦ Κυρίου τοιαύτην ἀντιλογίας πρόφασιν. Είτε περὶ τοῦ τεθνηκότος τὸν βασιλέα ψυχαγωγεί. 6; γὰρ ὕδωρ ἐκχυθὲν οὐ συνάγεται, οὕτως οὐκ ἀναπτήσεται τεθνηκώς. Τί οὖν καὶ τοῦ ζῶντος ἀποστερηθῆναι φιλονεικεῖς; Οπως κυκλώσῃ τὸ πρόσωπόν σου. Εξ εὐθείας, φησίν, οὐκ ἦν ἱκετεῦσαί σε. Οθεν ὑπέθετό μοι χρήσ σασθαι τῷ κύκλῳ τῶν λόγων τούτων, ἵνα ἐν τῷ τι πλανημένῳ πάθει τὸ οἰκεῖον ἰδὼν, ἣν ἔμελλες ἐν τιθέναι θεραπείαν ἐμοὶ, ταύτην ἐπιθῇς σεαυτῷ. ΚΕΦΑΛ. ΙΓ. Απόστρεψον τὴν κιβωτὸν Θεοῦ εἰς τὴν πόλιν Καὶ εὐσεβὴς ὤν, καὶ προφήτης, ᾔδει τί πέποιθεν κιβωτός, εἰς τιμωρίαν τῶν παρανόμων ληφθείσα, Ἐκεῖνοι μὲν γὰρ ἀνῃρέθησαν, αὕτη δὲ δορυάλωτος είληπται. Ταῦτα διανοηθείς, ἀποστραφήναι ταύτην ἠξίωσεν, ὡς μεθ' ἑαυτοῦ μὴ δυνάμενος περιφέρειν τὸν τῶν μοιχῶν, καὶ φονέων, κατήγορον νόμον, οἷς ἔνοχος ἦν, ο ᾿Αθῶον γὰρ καὶ δίκαιον οὐκ ἀποκτενεῖς.» Οταν δὲ, φησὶν ὁ νομοθέτης, καθάρῃ μου τὸν τῆς ψυχῆς ὀφθαλμόν, τότε δυνήσομαι τὴν εὐπρ πειαν ταύτης ἰδεῖν.
col. 1137–1138page 10 of 14
Caput XIV
PG 87:1137Παραγινόμενος ἕως τοῦ ῥῶς. Εἰς τὴν ἄκραν. Λέγει δὲ τὸν Ἐλαιῶνα, ὅθεν ὁ Δεσπότης ἀνειλήφθη Χριστός. Και προσεκύνησεν ἐκεῖ τῷ Θεῷ, εἰς τὴν σκηνὴν, ὡς εἰκὸς, ὑποβλέψας, καὶ τὴν κιβωτόν, τὴν ἐν ταύτῃ κειμένην. Χουσὶ ὁ ἀρχιεταῖρος Δαβίδ. Τινὲς οὐκ ἐπαινοῦσι τοῦ Χουσὶ τὸ ψεῦδος, ἀγνοοῦντες ὡς σὺν ἀγαθῷ τὸ ψεῦδος ἴσον ἐστὶ τῇ ἀληθείᾳ. ᾿Αγαθῶν γὰρ, καὶ τῶν ἐναντίων, τὸν σκοπὸν ζητητέον, καὶ οὕτως εὑρήσομεν ἑκάτερον ἀγαθόν, ἣ κακόν. Τίς γὰρ οὐκ ἂν τὴν ἀλήθειαν την Ηρώδου κατηγορήσειεν, ἐπὶ φόνῳ γενομένην τοῦ Βαπτιστοῦ; Ἐπεὶ γὰρ ὤμοσεν ὡς οὐκ ἔδει, τὸ ψεῦδος αἱρετώτερον τῆς σφαγῆς. Κανταῦθα τοίνυν ἡ ὑπόκρισις οὐκ ἐπὶ κέρδει χρημάτων, οὐκ ἐφ' ἑτέρων λύμῃ, ἀλλ' ἐπὶ ζωῇ προφήτου και βασι λέως εὐσεβοῦντος ἐγένετο. ΚΕΦΑΛ. ΙΔ'. Ιδού σοι πάντα τὰ Μεμφιβαάλ. Τὴν εὐχερή πειθὼ τοῦ Δαβίδ τινες κατεμέμψαντο. Αλλ' εἴρηται πολλάκις, ὡς οὐχ ἅπαντα γινώσκουσιν οἱ προφῆται. Οὗτος δὲ καὶ πιθανούς λόγους καὶ δῶρα προς ἤνεγκε, τὴν εὔνοιαν ἐνδεικνύμενος. Μαθὼν δὲ τὴν ἀλήθειαν ὁ Δαβίδ, ἀμφοτέροις ἐμέρισε τὴν οὐσίαν. Ἐκείνου τε πάλιν ἐκήδετο. Καὶ τῶν Γαβαωνιτῶν ἑπτὰ τοῦ Σαούλ ἐπὶ τῷ λιμῷ συγγενείς ᾐτηκότων, οὐκ ἐξέδωκε τὸν Μεμφιβαλ, τὰς πρὸς Ιωνάθαν συν θήκας τηρῶν. Καὶ μειώσας δὲ τὴν οὐσίαν, καθεῖλε τὸ φρόνημα τοῦ μὴ τυραννίδα φαντάζεσθαι. Ἴσως καὶ μαθών, τοιοῦτόν τι πεφαντάσθαι τὸν νέον, εἰ καὶ τὴν ἀπολογίαν ὡς ἀγαθὸς παρεδέξατο. Οὐ γὰρ ἂν, τὸν δεσπότου καταψευσάμενον, σὺν αὐτῷ μερι στην ειργάσατο, δέον καὶ τιμωρήσασθαι. Για Ιδού υἱός μου, ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου. Οὗτος, φησί, παλαιὰν εἶχε πρὸς ἐμὲ τὴν δυσμένειαν, ἐκ τῆς τοῦ Σαούλ συγγενείας ὑπάρχων, καὶ ἀξιοῖς τοῦτον ἀμύνασθαι τὴν ἐμὸν υἱὸν φρονοῦντα θεωρῶν κατ' ἐμοῦ. Θεία τοίνυν ἡ ψῆφος, πέρας τοῖς προῤῥηθεῖσιν ἐπάγουσα. Καὶ δεῖ καρτερεῖν, καὶ πραότητι τὴν θείαν μεταβάλλειν ὀργήν. Καὶ ταῦτα μὲν ὁ θεῖος ἀνήρ. Πλὴν οὐ τῆς θείας ἐνεργείας, οὔτε τοῦ ᾿Αμμὼν ἡ παράνομος συνουσία, οὔτε τοῦ ᾿Αβεσ σαλώμ ἡ ἀδελφοκτονία, καὶ ἡ κατὰ τοῦ πατρὸς ἡ τοσαύτη μανία, ἀλλὰ τῆς θείας ἡ τοῦ Δαβὶδ οἰκία γυμνωθείσα κηδεμονίας, σκάφος ἀκυβέρνητον έμιο μεῖτο, καὶ τὰς τῶν πονηρῶν κυμάτων ἐδέχετο τρικυμίας. Οὗτος πᾶσα ἡ βουλὴ ᾿Αχιτόφελ καὶ τῷ Δαβίδ, καὶ τῷ ᾿Αβεσσαλώμ. Πῶς ὁ Δαβὶδ ἐχρῆτο τούτῳ συμβούλῳ, πονηρὰ συμβουλεύοντι; ἀλλὰ δηλῶν, ὡς τοῖς παροῦσιν ἡρμόττετο, καὶ πρὸς τὸν ἑκατέρου τρόπον ἐποιεῖτο τὰς συμβουλάς. Πρὸς μὲν τὸν ἀγα θόν, κρύπτων· πρὸς δὲ τὸν φαύλον, καὶ χαίροντα κακοῖς, τὴν πονηρίαν δεικνύς. Καὶ τὸν Δαβὶδ ἀπο κτείνειν ἠπείγετο, δεδιώς, μὴ συνάξη πρὸς διαλλα κίειο
col. 1139–1140page 11 of 14
Caput XVCaput XVI
PG 87:1139γὰς ἀμφοτέρους ἡ φύσις, καὶ τίσῃ δίκας τῆς προδοσίας. Ομως τὴν δίκην οὐκ ἔφυγεν, παῖδα μὲν ὁπλί σας κατὰ πατρός, αὐτὸς δὲ ὑφ' ἑαυτοῦ δεξάμενος τὴν πληγήν. ΚΕΦΑΛ. ΙΕ'. Σημειωτέον δὲ, ὅτι ἐνταῦθα μὲν υἱὸν ᾿Αραχὶ λέγει τὸν Χουσί, ἐν δὲ τῇ ἐπιγραφῇ τοῦ ἑβδόμου ψαλμού, υἱὸν Ἰεμενεί. Μή ποτε οὖν, ἐπειδὴ μεγάλην ἀριστείαν καὶ ἀνδραγαθίαν ἐκ τοῦ περὶ τῆς φιλίας σχηματισμοῦ ἐνεδείξατο, διὰ τοῦτο υἱὸς Ἰεμενεί, τουτέστιν υἱὸς δεξιᾶς; Παντόφως δὲ ὁ Δαβίδ. τῷ συνετῷ τὸν συνετὸν ἀντέστησε. Σύνεσις γὰρ ἰσχυροτέρα δυνά μεως· ἡ δὲ δύναμις ἄνευ συνέσεως ἀπολλύειν οἷός τοὺς ταύτῃ ἐπιθαρσήσαντας. Καὶ Κύριος ἐνετείλατο διασκεδάσαι τὴν βο λὴν ᾿Αχιτόφελ. Εδίδαξεν ή θεία Γραφή, ὡς ὁ Θεὸς συνέπραξε τῷ Χουσί. Αγαθὴν δὲ λέγει τὴν τῇ τυ ραννίδι συμφέρουσαν. Δι' ὅπερ ἔλεγεν ἐν Ψαλμοῖς ὁ Δαβίδ. Ἰδοὺ ὠδίνησεν ἀνομίαν, συνέλαβεν πόνον, καὶ ἔτεκεν ἀνομίαν· λάκκον ὤρυξεν, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ἐν εἰργάσατο.» Καὶ ἔψυχεν παλάθας. Ακύλας καὶ Σύμμαχος, πτισάνας. Καὶ Δαβὶδ παρεγένετο εἰς Μαναίμ. Μαναΐμο Θεοδοτίων, παρεμβολάς. Τό, Σαπφθὼν βοῶν Θεοδοτίων, Γαλάκτινα μου ΚΕΦΑΛ. 17'. Ο σχάρια. Οὐ στήσεται ἐν ἡμῖν καρδία. Κατ' ερώτησιν, Ἐὰν ζῇς, φησίν, οὐκ ἐτόμεθα πάντες εὔψυχοι; Εἰ δὲ κατὰ ἀπόφασιν, Ἐὰν ἀποθάνῃς, δηλῶν ὅτι ᾿Αθυμήσομεν. Καὶ ἐὰν ἐκ μέρους, φησὶν, ἀποθάνωμεν, οὐχ ἱκανοὶ πρὸς παραμυθίαν οἱ σεσωσμένοι. Κα λύουσι δὲ τὸν Δαβὶδ ἐξελθεῖν, δεδιότες μή τι καὶ πάθῃ· εἰκὸς γὰρ ἦν, κατ' αὐτοῦ μόνου χωρῆσαι τοὺς δυσμενεῖς· ἅμα δὲ καὶ δεδιότες, μὴ νικήσας οἰκτείρη τὸν τύραννον. Φασὶν οὖν, ὡς Ἐὰν ἡττηθέντες ἀπὸ δράσωμεν, τὴν σὴν ζωὴν ἔχομεν ἀποχρῶσαν παρα ψυχήν· ἐὰν δὲ σύ τι πάθῃς, χωρήσει κατά πάντων ἡ συμφορά. Σὺ γὰρ μόνος μυρίαις μοίραις ὑπερέχεις πάντων ἡμῶν. Τοῦτο γὰρ καὶ Σύμμαχος δηλοί, λέν γων· Καὶ σὺ ὡς ἡμεῖς δέκα χιλιάσιν. "Οτι ἔλεγεν· Οὐκ ἔστι μοι υἱός. Καίτοι προεῖπεν ὁ συγγραφεύς, ὅτι τρεῖς ἔσχεν υἱοὺς, μίαν δὲ θυγατέρα, ἀλλ' εἰκὸς, αὐτὸν παιδοποιῆσαι, καὶ το λευτῆσαι τοὺς παῖδας. Ιώσηπος δὲ ἔφη, τοῦτο αυτόν δεδρακέναι, ὡς τῶν παίδων μὲν ἐπὶ πολὺ διαρκεῖν οἱ δυναμένων, τῆς δὲ οἰκοδομίας μᾶλλον φυλαττούσης τὴν μνήμην. Οὐκ ἔστι δὲ αἰτιάσασθαι τ' τὸν Ἰωάβ παρακούσαντα τοῦ Δαβὶδ εἰπόντος φείσασθαι τοῦ μειρακίου, καὶ δυνατῷ. Γ' Οὐκ αἰτιατέον. Ο τῆς Αἰγ. κώδ.
col. 1141–1142page 12 of 14
Caput XIXCaput XVIICaput XVIIICaput XXCaput XXI
PG 87:1141ἀνελόντα τὸν ᾿Αβεσσαλώμ. Αὐτὸς γὰρ ὁ Θεὸς προλα δὼν ἐκρέμασεν αὐτὸν ἐν τοῖς τῆς δρυός κλάδοις, οἷα κακούργον βασανιζόμενον. "Οπερ θεασάμενος Ἰωάβ, τὸν μὲν πατέρα κεχρῆσθαι τῇ φιλανθρωπία κατέλιπεν, αὐτὸς δὲ ἔχρησε τῷ Θεῷ τὴν κατὰ τοῦ ᾿Αβεσσαλώμ δεξιάν, καὶ ἐπὶ τῇ μυσαρωτάτη καρδία τὰ βέλη κατέπηξε. Καὶ ἐδάκρυσεν ὁ βασιλεύς. Ο γὰρ διὰ φιλανθρωπίαν πενθήσας τὸν Σαούλ, πῶς ἐπὶ παιδὸς οὐκ ἂν ἐνικήθη τῇ φύσει; Θρηνεῖ δὲ καὶ ὡς εὐσεβὴς τὸν διὰ μεταμελείας ἰαθῆναι μηκέτι δυνάμενον. ΚΕΦΑΛ. ΙΖ'. Εἰ μὴ ἀρχιστράτηγος ἔσῃ μοι. Εἰ γὰρ καὶ πολὺ λοὺς ὑπερ Δαβὶδ ὁ Ἰωάβ ὑπέμεινη " κινδύνους, ἀλλ᾽ ἐμίσει τούτου τὸ θράσος. Ηνείχετο δὲ διά τε τὴν εἰς αὐτὸν εὔνοιαν, ἣν ἐκεῖνος ἐφύλαττε, καὶ δεδιὼς ἅμα, μή τι βουλεύσῃ νεώτερον. Νῦν δὲ καιρὸν εὐρών, τὴν στρατηγίαν ἐπαγγέλλεται τῷ ᾿Αμεσσᾷ, ἐν ἀπέδειξεν Αβεσσαλώμ στρατηγόν. "Ην δὲ καὶ αὐτὸς ἀδελφιδοῦς τῷ Δαβίδ. Ο μαθὼν Ἰωάβ, προσχήματι φιλίας τοῦτον ἀπέκτεινεν. ΚΕΦΑΛ. ΙΗ'. Καὶ ἐξελύθη Δαβίδ. Πρεσβύτης γὰρ ὤν, καὶ πλεῖ στα προμαχεσάμενος, ἀπεῖπε τῷ σώματι, ἀλλ' ἐσώθη παραδόξως τοῦ γίγαντος τὰς χεῖρας διαφυγών. Δηλοί δὲ ἡ Γραφή, ὡς οὕτως ἐκάλουν οἱ τότε τοὺς μεγά λους τῷ σώματι, καὶ ῥώμην ἄμαχον ἔχοντας, καὶ οὔτε τοὺς δυσσεβεῖς, οὔτε τοὺς πολυχρονίους, ως τις νες ὑπετόπησαν. ΚΕΦΑΛ. 10΄. Ανὴρ ἐκ Γάδης. Ακύλας, ἀντίδικος, ήγουν ἀντιλογίας· ὁ δὲ Σύμμαχος, πρόμετρος. ΚΕΦΑΛ. Κ'. Τοὺς λόγους τῆς ᾠδῆς ταύτης. Μετὰ τοὺς που λέμους ἐπινίκιον τῷ Θεῷ συντέθεικεν ὕμνον. Καὶ προφητεύει περὶ τοῦ Δεσπότου Χριστοῦ· ἔστι δὲ πλὴν ὀλίγων ὁ αὐτὸς τῷ ζ' ψαλμῷν. ΚΕΦΑΛ. ΚΑ'. Πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοί. Αἰσχυνθήτωσαν Ἰουδαῖοι, προφήτην εἰπεῖν οὐκ ἀνεχόμενοι τὸν Δαβίδ, ὡς ἐνεργῶς τὰ περὶ Χριστοῦ, καὶ τῆς τῶν ἐθνῶν προθεσπίσαντα πίστεως. Εἰ γὰρ Πνεῦμα Θεοῦ ἐν αὐτῷ, καὶ ὁ Θεὸς Ἰακώβ εὐδόκησεν ἐν αὐτῷ λα λῆσαι, καὶ τὰ κρύφια τῆς σοφίας ἐδήλωσεν αὐτῷ, πῶς οὐ προφήτης; Καὶ οὐκ ἐβούλετο ποιεῖν αὐτό. Παιδευθείς γάρ, ἔγνω, ὅσων ἡ ἐπιθυμία πρόξενος συμφορῶν. ἀντίδικος, πρόμετρος. Ξύλῳ αὐτὸν ἀνήρτησεν. Ὁ αὐτ.· Τοῦτό τις τῶν στρατιωτῶν ἰδών, οὐκ ἐτόλμα πληγὴν τῷ διὰ τῆς κόμης πεδηθέντι ἐπαγαγεῖν. [δει γὰρ τὸν τοῦ βασιλέως νόμον. Ιαἀβ δὲ, κτ. Ὁ αὐτ. ὑπέμεινε. πιεῖν.
col. 1143–1144page 13 of 14
Caput XXII
PG 87:1143Ονομαστὸς ἐν τοῖς τρισὶ, ὑπὲρ τοὺς δύο Ινδο ξες. Τοὺς τρεῖς ἐπαινέσας, τὸν ᾿Αβεσσᾶ τῶν δύο μὲν εἴρηκε κρείττονα, τοῦ πρώτου δὲ ἥττονα. Ἐκεῖνος γὰρ ἐννακοσίους ἀνήρει παραταττόμενος· ἑξακοσίους δὲ οὗτος. Πρῶτος δὲ τῶν τριῶν, οὐ κατὰ τὸ ἔργον, ἀλλὰ κατὰ τὴν ἀρχήν. Ιστέον δὲ, ὡς Βανέας, υἱὸς Ἰωάδ, ἀδελφιδούς ἦν τοῦ βασιλέως. Εκγονον γὰρ αὐτὸν ἐκάλεσε τοῦ Ἰεσσαί. Καὶ τοῦτο δὲ, τὴν ἀν δραγαθίαν πολλάκις εἰπὼν, προστέθεικεν, ὅτι ὑπὲρ τοὺς τρεῖς ἔνδοξος ἦν, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦρ χετο. Τῇ γὰρ τῶν τριῶν λειπόμενος ρώμη, ένδοξος ἦν, ὡς τὴν φυλακὴν τοῦ βασιλέως πεπιστευμένος. Κατέστησε καὶ αὐτὸν Δαβὶδ ἐπὶ τὴν φυλακὴν αὐτοῦ. ΚΕΦΑΛ. ΚΡ. Λέγων, Πορεύθητι, ἀρίθμησον τὸν Ισραήλ. Καὶ εἰ Θεὸς ἐκέλευσε, πῶς εὐθύνας ὑπέχει τῆς ἐξαριθμήσεως; Οὐκοῦν οὐ λόγους δεῖ νοεῖν, ἀλλὰ συγχώρησιν τοῦ Θεοῦ. Ἐνέδωκε γὰρ τούτῳ κεχρῆσθαι τῷ λογι σμῷ. Τοιγαροῦν ἐν ταῖς Παραλειπομέναις οὕτω φη σίν· «Καὶ ἀνέστη Σατὰν ἐπὶ Ἰσραήλ, καὶ ἐπέσεισε τὸν Δαβὶδ τοῦ ἀριθμῆσαι τὸν Ἰσραήλ.» Οὕτω δέ και λοῦσιν Ἑβραῖοι τὸν ἀντικείμενον ἀποστάτην. Ἐπε δὴ τοίνυν ταῖς θείαις ἐπαγγελίαις ἐναντίος ὁ τοιοῦτος ἦν λογισμὸς, οὕτως αὐτὸν καλεῖ. Καὶ οὐκ εἶπεν, ἐπὶ Δαβίδ, ἀλλ', ἐπὶ τὸν Ἰσραήλ· καθ᾽ οὗ καὶ τὰ τῆς δ! κῆς ἀπήντηκεν. Οργὴν δὲ Θεοῦ λέγει τὸν διάβολον ή Γραφή. Διὸ Σατὰν αὐτὴν ἐν Παραλειπομέναις φησίν. Καὶ εἴπερ ἡ ὀργὴ εἶπεν, καὶ οὐκ αὐτὸς, ἑτέρα παρ' αὐτὸν εἰποῦσα ἡ ὀργή. Καὶ ὡς νῦν, Επέσεισεν ἡ ὀργή, λέγεται, Κυρίου, οὕτως ἐκεῖ· Επέσεισε Σατάν· εἰ καὶ τοῦ ἁμαρτεῖν αἴτιον τὸ ἐπισεῖσαι. Τὸ αἴτιον ἄρα τοῦ ἁμαρτεῖν ἐστιν ὁ διάβολος, δι' ἀμφοτέρων ὀνομαζόμενος τῶν προσηγοριῶν, καὶ πείθων ἁμαρτάνειν τους ἁγίους ἁμαρτίαν ἐφ' ᾗ παρέπεται δίκη. Πῶς δὲ τοῦ Δαβὶδ ἀριθμήσαντος ὁ λαὸς τιμωρείται; Οἰκείας πα ρανομίας ἔτισε δίκας, καταλιπὼν τὸν εὐσεβῆ βασιλέι, τὸν παρὰ τοῦ Θεοῦ τῶν ὅλων προχειρισθέντα, καὶ γενόμενος μετ' ἀσεβοῦς καὶ παρανόμου παιδός. Καὶ τὸν μὲν Σαούλ καταψηφισθέντα, καὶ τῆς θείας για μνωθέντα χάριτος, μέχρι τελευτῆς οὐ κατέλιπον, καὶ ταῦτα τοῦ Δαβὶδ ὑπὸ τοῦ προφήτου χρισθέντες. Τὸν δὲ μυρίων ἀγαθῶν αὐτοῖς πρόξενον, καὶ τὸ τῶν ἀλλοφύλων καταλύσαντα θράσος, καὶ προφήτην, οὐ μόνον κατέλιπον, ἀλλὰ καὶ ἀντιπαρετάξαντο. Διὸ καὶ πράττονται δίκας διὰ τοῦ Δαβὶδ εἰς ὃν ἐπαροίνησαν. "Οθεν καὶ ἡ Γραφὴ τὴν ὀργὴν Κυρίου θυμωθής ναί φησιν ἐπὶ Ἰσραήλ, οὐκ ἐπὶ Δαβίδ. Πρόφασις γὰρ ἦν τιμωρίας ὁ γενόμενος ἀριθμός. Τοιγαροῦν μόνους πλήττει τοὺς ἀποστάντας, καὶ τῆς ἀχρήστων μηδα μῶς ἁψάμενος ἡλικίας. Εδει γὰρ καὶ προδιαθεῖναι τὸ μέλλον, τὰς συνεχεῖς ἀποστάσεις προαναστέλλοντα. Εὐσεβῶς δὲ λίαν ὁ Δαβὶδ οὐκ ᾔτησεν ἐν οἷς εἰκὸς ἦν πλεονεκτεῖν βασιλέα τυγχάνοντα. Οὐκ ἂν γὰρ αὐτὸς ἡ πόρει τροφῆς, εἴπερ ἐγεγόνει λιμός· ἀλλὰ καὶ, περιβολὴν ἔχων, ῥᾳδίως ἂν τοὺς πολεμίους διέφυγεν. "Οθεν αἰτεῖ πρᾶγμα μὴ δεχόμενον ἀνθρωπίνην ῥοπὴν, ἐξ ἴσης μοίρας τοῖς ἄλλοις ἐπιτρέπων ἑαυτὸν τῇ τοῦ κρείττονος ψήφῳ.
col. 1145–1146page 14 of 14
PG 87:1145Ἐκ πρωίθεν ἕως ὥρας αρίστου. Συναριθμουμε μων καὶ τῶν νυκτῶν ταῖς ἡμέραις, τὸ δωδεκατημόριον εὑρίσκεται τῆς ἀπειλῆς ἐπενεχθὲν τῷ λαῷ. Ο τως 6 φιλάνθρωπος Θεός μείζοσι μὲν κέχρηται ταῖς ἀπειλαῖς, τοὺς ἁμαρτάνοντας δειδιττόμενος, πολλῷ δὲ τῶν ἀπειλῶν ἐλάττους ἐπιφέρει τὰς τιμωρίας. Οπου γε καὶ χιλίων τριακοσίων τ οὐσῶν χιλιάδων δηλαδὴ τῶν τὴν στρατεύσιμον ἡλικίαν ἀγόντων, καὶ τῶν προώρων, καὶ τῶν ἐξώρων, καὶ μέντοι καὶ γυα ναικῶν ἐξῃρημένων, προσέτι δὲ καὶ τῶν Λευϊτῶν, καὶ τῆς Βενιαμίτιδος φυλῆς. Μεταμεληθέντος γὰρ τοῦ βασιλέως, οὐκ ἠριθμήθη. Ἑβδομήκοντα χιλιάδες ἀνηρέθησαν μόναι, καὶ οὐδὲ ἐν ἀχαρεῖ διεφθάρησαν. Οὐ γὰρ ἐδεῖτο χρόνου ὁ τιμωρὸς ἄγγελος. Ἐν ἀκαρεῖ γὰρ ἀνεῖλε καὶ τὰ τῶν Αἰγυπτίων πρωτότοκα, καὶ τὰς ἑκατὸν καὶ ὀγδοήκοντα χιλιάδας τῶν Ασσυρίων. Τῆς φιλανθρωπίας τοίνυν, ἀλλ' οὐ τῆς ἀδυναμίας, ὁ χρόνος. Τὸ δὲ παρὸν ῥητὸν, οὕτω τινὲς ἑλληγόρη σαν. Κατὰ θείαν ὀργὴν ὁ θάνατος ἐπεκράτει τοῦ λαοῦ Κυρίου μέχρις ὥρας ἀρίστου· ἀπὸ τῆς ἀρχῆς τοῦ αἰῶνος, μέχρι τοῦ καιροῦ τῆς τραπέζης, δηλαδή μέχρι κατῆλθεν ὁ νοητὸς ἄρτος ἐξ οὐρανοῦ. Τότε γὰρ τὸν ὀλοθρευτήν, καὶ θάνατον, δυσωπηθείς κατο έλυσεν ὁ Θεός. "Ος ἐπείπερ ἤθελε, καὶ τοῖς τὴν ἁγίαν οἰκοῦσι πόλιν, τὴν Ἐκκλησίαν, τὴν φθοροποιὸν ἐπ αφεἶναι χεῖρα, τότε κελεύεται παύσασθαι τῶν διὰ ζῶντος ἄρτου τελειουμένων οἰκητύρων τῆς ἐκκλησίας. • Δεδοξασμένα γάρ, φησίν, ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Οὐ γὰρ ἔδει νικᾶν τὸν ἐχθρὸν μετὰ τὴν ἀνάδειξιν τοῦ καιροῦ τῆς ἁγίας τραπέζης, ἣν ὁ τοῦ ἀρίστου καιρὸς ὑπαινίττεται. Ο δὲ σώσας Χριστός, ὡς ἐν προσώπων νοούμενος τοῦ Χριστοῦ, δη ἑαυτὸν ὑπὲρ ἡμῶν προσενήνοχεν, ἑαυτοῦ λέγων εἶναι τὴν ἁμαρτίαν, ὁ μὴ εἰδὼς ἁμαρτίαν. Αὐτὸς γὰρ τὴν ἁμαρτίαν ἡμῶν αἴρει, περὶ ἡμῶν ὀδυνᾶται, καὶ ὡς ποιμὴν ἀγαθὸς τὴν ψυχὴν αὐτοῦ τέθεικεν ὑπὲρ τῶν προβάτων. Καὶ καθ᾽ ἱστορίαν γὰρ ὁ Δαβίδ, ἀγνοῶν τὴν αἰτίαν, οἰκείαν ἁμαρτίαν τὸ γεγενημένον ἐκάλε (νοητός) Κτήσασθαι παρὰ σοῦ τὴν ἅλω. Τὴν Ἐκκλησίαν ἡ ἅλως τυποῖ, δι' ἧς ἡ θάνατος παύεται. Οἶκος γάρ ἐστι τῆς κατὰ φύσιν ζωῆς, τουτέστι Χριστοῦ, ἐφ᾽ ἣν δράγματα ήγουν ασταχύων συλλέγονται δίκην οἱ διὰ τοῦ λόγου τῶν ἁγίων κειρόμενοι ἀπὸ κόσμου, ὡς ἂν εἰς τὰς ἄνω συγκομισθεῖεν αὐλὰς, καθάπερ εἰς ἀποθήκην δεσποτικὴν, μετὰ τὴν τῶν ἀχρειοτέρων καὶ περιττῶν ἀπόθεσιν πράγματός τε ὁμοῦ καὶ φρο νήματος, ὅπερ ὡς ἐν εἴδει τῶν ἀχύρων νοεῖται. Διό περ φησίν· ο Επάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τας χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη,» ὁ θερίζων μισθὸν λαμβάνει. Καὶ πάλιν· ο Ο μὲν θερισμός πολύς, οἱ δὲ ἐργάται ὀλίγοι,» καὶ τὰ ἑξῆς. Καὶ περὶ Χριστοῦ φησιν Ἰωάννης· «Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα τριακοσίων
Page scan enlarged

Notebook

Full View