PG 87Procopius Gazaeus
Commentary on the First Book of Kings
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1079–1080page 1 of 20
Proœmium
PG 87:1079508 κην ἐζήτει τοὺς ἀδικήσαντας. Ἡ δὲ τούτων φυλή μὴ δοῦσα, παρεσκευάζετο πολεμεῖν. Καὶ τὰς δύνα πρώτας μάχας κατὰ κράτος νικᾷ. Εν αἷς ἐπέτρεψε μὲν ὁ Θεὸς συμβαλεῖν, οὐ μὴν καὶ νίκην τοῖς ἡττη μένοις ἐπηγγείλατο. Δίκην γὰρ ἐχρεώστουν ὑπὲρ ἀσε βείας προτέρας, καὶ πλημμελημάτων ἰδίων. Καὶ οὐκ ἦν αὐτῶν ἀγανακτεῖν ἐπὶ τοῖς ἁμαρτήσασιν. ὡς δὲ γνόντες τῆς ἥττης τὴν αἰτίαν, πικρότερον ἔκλαυσαν, καταφυγόντες ἐπὶ τὴν κιβωτόν, τότε Θεὸς καὶ νέα κὴν αὐτοῖς ἐπηγγείλατο. Καὶ δόντες πρότερον δίκην, οὕτω παρὰ τῶν ἀσελγεία φονευσάντων τὸ γύναιον.... τὴν προσήκουσαν τιμωρίαν ἐδέξαντο. Καὶ ὡς ἐξ ὧν ἔπαθον ὠφελημένοι και μετριάζοντες, φιλάνθρωπο λίαν ἐπὶ τοῖς ἔτι σωζομένοις ἐγένοντο. Ὁ δ' οὖν Θεὸς κατ' οὐδέτερον κατηγορίας ἄξιος. Οὔτε γὰρ τὴν ὀρ γὴν τὴν κατὰ τῶν ἡμαρτηκότων ἐκώλυσεν· ἡ γὰρ ἂν ἀσελγείαις χαίρειν αὐτὸν, παῖδες εἶπον αἱρετικῶν, καὶ ταῦτα τιμωρίαν κατὰ τῶν μοιχευσάντων ὁρίσαν τα· οὔτε τοὺς ἁμαρτωλούς, ἐπεξιόντας δὲ τοῖς τῶν ἄλλων ἁμαρτήμασιν, ἀθώους κατέλειπε, δίκην ἐκεί σαντας τῷ πρὸ τούτου μακροθυμοῦντι Δεσπότῃ. Δύω δ' οὖν ὠφελοῦνται τὰ μέγιστα· μή τε συμφωνεῖν ἐν ἁμαρτίαις, ὡς οἱ Βενιαμίν, μήτε κολάζειν τους ἡμαρτηκότας ώμότερον· εἰ καὶ πικροτέραν οἱ Βενιαμῖται τὴν δίκην ὑπέσχον, ὡς πρὸς τῷ πλημμελήματι καὶ τοσούτους ἀδίκως ἀπεκτονότε; ἐξ Ἰσραὴλ, εἰ καὶ τῷ Θεῷ δικαίως. ΕΙΣ ΤΗΝ ΠΡΩΤΗΝ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. ΠΡΟΟΙΜΙΟΝ. Πλείστοι προφῆται γεγένηνται, ὧν τὰς μὲν βίβλους οὐχ εὕρομεν, τὰς δὲ προσηγορίας ἐκ τῆς τῶν Παρα λειπομένων μεμαθήκαμεν ἱστορίας. Τούτων συν έγραψεν ἕκαστος ὅσα συνέβαινε γίνεσθαι κατὰ τὸν οἰκεῖον καιρόν. Αὐτίκα γοῦν, καὶ ἡ πρώτη τῶν Β σιλειῶν καὶ παρὰ Εβραίοις, καὶ παρὰ Σύροις, Προ φητεία Σαμουήλ ὀνομάζεται. Οἱ τοίνυν τὰς Βασιλείας συγγράψαντες, ἐξ ἐκείνων λαβόντες τὰς ἀφορμάς, μετὰ πλεῖστον συνέγραψαν χρόνον. Πῶς γὰρ οἷόν τε Σαμουήλ, τὸν τῷ Σαούλ, ἢ καὶ τῷ Δαβίδ, συνημα κότα, τὰ μετὰ ταῦτα συγγράψαι μέχρι τῆς τοῦ Να βουχοδονόσορ τελευτῆς, ὃς αἰχμάλωτον ειλήφει την Ἰσραήλ; τὰ δὲ τοῖς συναγαγοῦσι παραλειφθέντα.
col. 1081–1082page 2 of 20
Caput ICaput II
PG 87:1081Ετεροί τινες ἱστοριογράφοι παρέδοσαν, τὸ βιβλίον Παραλειπομένων καλέσαντες. ΚΕΦΑΛ. Δ'. Καὶ ἐγένετο ἄνθρωπος. Εἷς τῶν υἱῶν Λευῖ, ἐγές νετο, Κάαθ πατὴρ δὲ τοῦ Ἰσαὰρ, οὗ ἔκγονος μὲν ὁ Κορέ, ἀπόγονος δὲ Ἑλκανά, τοῦ Σαμουὴλ ὁ πατήρ. Ἡ δὲ διαδοχὴ οὕτως· Καάδ, Αμιναδαβ, Κορέ, Ασερ, Ελκανα, Σούφ, Θέου, Ελίου, Ἱεραάμ, Ελκανα, Σαμουήλ. Ἡ δὲ διαδοχὴ οὕτω· Κορέ, Απείρ, Ελκανα Σαμουήλ. Ο δὲ Ηλὶ ἐκ τῆς τοῦ Ἰθάμαρ ἦν πα τριᾶς· ἀλλὰ διὰ τὴν τῶν παίδων παροινίαν σὺν παντὶ γένει τῆς ἱερατικῆς ἐγυμνώθη τιμῆς. Πῶς δὲ Ελ κανὰ ἐξ ᾿Αρμαθαὶμ ῶν, Εφραθαῖος ονομάζεται Μήποτε συνέβαινεν αὐτὸν ἐκ τῶν δύω πόλεων ὁρμα σθαι· καθ᾿ ὃ ἐν μὲν τῇ Ἐφραθὰ ἐγεγέννητο, ἐν τῇ ᾿Αρμαθαὶμ ἐτέθραπτο· ὡς καὶ ὁ Σωτὴρ ἐν Βηθλεὲμ γεννηθείς, εχρημάτισε και Ναζωραίος τῆς ἀνατο φῆς ἕνεκεν. Καὶ φωνὴ αὐτῆς οὐκ ἠκούστο. Τῆς ᾿Αννης προσο ευχομένης τὰ χείλη μόνον ἐκινεῖτο, φωνὴ δὲ οὐκ Ακούετο. Πόθεν τῷ συγγραφεῖ τὰ ῥήματα τῆς προσ ευχῆς ἱστόρηται; Πλὴν εἰ μή τις, ὡς εἴρηται συγχωρήσεις, τοὺς πνευματοφόρους συγγεγραφη κέναι τα γενόμενα κατὰ καιρὸν τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος. Τί ἐστι, «Γυνὴ ἐν σκληρᾷ ἐγώ εἰμι;» Τουτέστι κεκακωμένη, νηστεύουσα. Τὸ δὲ, Μὴ δῶς τὴν δούλην σου εἰς θυγατέρα λοίμην Θεοδοτίων, Ὡς μίαν τῶν ἀπαιδεύτων ἢ ὥσπερ τὸν νοήμονα λέγει τὸν σοφόν, οὕτω τὸν παρά νομον υἱὸν λοιμοῦ. ΚΕΦΑΛ. Β'. Εστερεώθη ἡ καρδία μου. Αξιάγαστος τῆς Αννας ἡ ὑμνῳδία. Οὐ γὰρ μόνον ἐφ᾽ οἷς εἴληφεν ἀνυμνεῖ τὸν Δοτῆρα, ἀλλὰ καὶ προφητείᾳ τὸν ὕμνον ἑκέρασε, καὶ τῆς τοῦ παιδὸς μετέλαβε χάριτος. Κυήσασα γὰρ ὑποφήτην, προφητεύει μετὰ τὸν τό κον. Καὶ Ἐλισάβετ δὲ τῆς Ἰωάννου μετέλαβε χάρι τοῦ, καὶ ἡ Μαρία τῆς Ἰησοῦ. Κλονουμένη καὶ εἰς ματαίους ἐμπίπτουσα λογι σμοὺς διὰ τὴν ἀπαιδίαν, ἐπιτυχοῦσα τῆς προσευχῆς ἐστερέωμαι ἐν τῷ παρασχομένῳ τὴν εὐτεκνίαν Θεῷ. Τῇ πίστει οὖν δῆλον ὅτι ἐστερέωται, ἡνίκα ἔτει δου θῆναι αὐτῇ τέκνον δωρεάν. Επλατύνθη τὸ στόμα μου. Ελαβον κάγω παρ ῥησίαν εἰπεῖν· Οὐκ εἰμὶ στεῖρα. Ἐν ᾧ ὠνείδιζόν με ἡ Φενιάνα καὶ οἱ αὐτῆς. Πρὸς γὰρ αὐτοὺς ἀποτεινομένη, τα ἑξῆς φησι τὸ «Μή καυχάσθε, καὶ μὴ λα λεῖτε. Ει ΝΟΤΑ. Σούφ, Ανέμου, Ἱεραὰμ, Ελκενή, Σαμουήλ; ὁ τῆς Αὐγ. κώδ. ἐν ᾧ τὰ ἑξῆς οὐ κεῖται. Ἐκ τῶν τοῦ Θεοδωρίτ. δέ εἰσι τῶν ἐν σελ. 992. Τό, ὡς εἴρηται, οὐ κεῖται ἐν τῷ τῆς Αὐγ. κώδι Ως θυγατέρα λύμην; ὁ τῆς Αὐγ. κώδ.
col. 1083–1084page 3 of 20
PG 87:1083Μὴ καυχάσθε, καὶ μὴ λαλεῖτε. Μη μεγάλα φρονείτω Φεννάνα ἐν τοῖς ἀνθρωπίνοις πλεονεκτήμασι. Δέχεται γὰρ καὶ τὰς εὐπραξίας καὶ κακοπραγίας, Θεοῦ βουλήσει, μεταβολή. Τὸ δὲ, Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα. Σύμμαχος, Καὶ οὐκ εἰσὶ παρ' αὐτῷ προφάσεις. *Ότι στείρα έτεκεν ἑπτά. Τὴν τῆς Ἐκκλησίας προκηρύττει πολυγονίαν. Ἐν ἑπτὰ γὰρ ἡμέραις ἅπας ὁ χρόνος ἀνακυκλεῖται. Καὶ τῆς Ἐκκλησίας οἱ παῖ δες τὴν οἰκουμένην ἐπλήρωσαν, ἀσθενησάσης τῆς Ἰουδαίων συναγωγῆς τῆς ἐν τέκνοις πολλοῖς προφή ταις τε καὶ δικαίοις. "Αλλως γὰρ ἡ ᾿Αννα ἕνα μόνον ἐτετόκει τὸν Σαμουήλ. Τόξον δυνατῶν ἠσθένησε. Πάντα τὰ ἀντίθετα ταῦτα εἰς τὴν τῶν ἐθνῶν Ἐκκλησίαν καὶ τὴν τῶν 'Ἰουδαίων Συναγωγὴν προφητεύεται, ἀντιστραφείσης τῆς καταστάσεως, καὶ τῆς χάριτος εἰς τὰ ἔθνη μετ ταβάσης Πλήρεις ἄρτων ἠλαττώθησαν· Σύμμαχος καὶ Θεοδοτίων· Κεχορτασμένοι ήλαττώθησαν, ἀντὶ τοῦ, ἐμισθάρνησαν. Ο. Καὶ οἱ πεινώντες παρῆκαν γῆν. Ακύλας, συν ετρίβησαν· Σύμμαχος, ἀνενδεεῖς ἐγένοντο. Κύριος θανατοῖ καὶ ζωογονεῖ. Οὐ μόνον τὴν κοινὴν προαναφωνεῖ ἀνάστασιν, ἀλλ' ὅτι καὶ ἔμελλε Χριστός πολλῶν ἁγίων ψυχὰς συνανιστῶν ἑαυ τῷ, ὡς καὶ τὰ σώματα πρὸς καιρὸν ἀνέστησεν. Ὥστε γνωσθῆναι ἀπολυθείσας τὰς ψυχὰς τῶν αἰωνίων δε σμῶν, καὶ εἰς ἑτέρους μεταβάσας τόπους, εἰς οὐρα νὸν καὶ παράδεισον. Κύριος πτωχίζει καὶ πλουτίζει. Τὰ ἐσόμενα πά λιν προλέγει. Ταπεινοῦται μὲν γὰρ ὑψωθεὶς ὁ Σαούλ ὑψοῦται δὲ Δαβὶδ ἐκ προβάτων Ταύτης τῆς διανοίας καὶ τῆς προῤῥήσεως ἔχεται καὶ τὰ ἑξῆς. Τοῦ καθίσαι αὐτὸν μετὰ δυναστῶν. Ἔξουσι μὲν δώδεκα θρόνους οἱ μαθηταὶ, καὶ οἱ λοιποὶ δὲ πιστο ἐν ἀναπαύσει μέλλουσιν ἔσεσθαι. Ο δηλοῦται διὰ τοῦ θρόνου. Διδοὺς εὐχὴν τῷ εὐχομένῳ. Ἀντὶ τοῦ, εἰς πέρα; ἄγων τοὺς θεαρέστους τῶν ἀνθρώπων. Κύριος ἀσθενῆ ποιήσει. Προμηνύει τὴν τοῦ δια βόλου κατάλυσιν. «Ο φρόνιμος, ἀλλ᾽ ἢ ἐν τούτῳ καυ χάσθω. Οὐκ εἶπεν, Ἐν τούτῳ καυχάσθω τις, ἐν τῷ δικαιοπραγεῖν· ἀλλὰ πρῶτον ὡς θεμέλιον τὴν πίστιν τεθεικεν ἐπὶ τὴν πέτραν· ὅς ἐστι Χριστός· καὶ οὕτως ἐπέταξε τὴν ἀρετήν. Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησε. Προφητεύει τὴν τοῦ Σωτῆρος ἀνάληψιν, καὶ τὴν τοῦ παναγίου Πνεύματος ἐπιφοίτησιν, καὶ τῶν ἀποστολι ΝΟΤΑ. Αφ' οὗ εἶπον τοῖς ἀπειθοῦσιν Ἰουδαίοις, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη, οἱ μαθηταί. Καὶ ταῦτα κεί ται ἐν τῷ εἰρημ. Τόμ. Το, Σύμμαχος, ἐν τῷ τῆς Αὐγ. κώδ. οὐ κεῖ. και. Οὐ μόνον τὴν ψυχὴν τοῦ Λαζάρου, καὶ τῆς Ευγατρὸς τοῦ ἀρχισυναγώγου, ἀλλὰ καὶ πάτα: ἀν άξειν τὰς τῶν δικαίων ψυχὰς ἐξ ᾄδου, ὅτε κατήλθεν ἐκεῖ ἔμψυχος ὤν, καὶ τὰ σώματα πρὸς καιρὸν ἐποίησεν ἀναστῆναι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, και ὀφθῆναι τοῖς ἐν Ἱερουσαλήμ· ἵνα γνῶσι ὅτι ἀπελύθησαν οἱ ἅγιοι ἐκ τοῦ δεσμωτηρίου τῶν ψυχῶν, καὶ εἰς ἑτέρους μετέβησαν τόπους, ἐν παραδείσῳ, ἢ ἐν οὐρανοῖς μετ' ἀγγέλων. Ταῦτα ἀντὶ τῶν ἑξῆς ἐν τῷ εἰρημ. Τόμ. τῆς σειρ. εἰς τοὺς ψαλ. τῷ ᾿Ανωνύμῳ ἐπιγεγραμμένα. Ἀπὸ προβάτων εἰς ἐπιστασίαν ἀνθρώπων ὑπὸ τοῦ Θεοῦ κληθείς. Ταύτης, κτ. ὁ αὐτο
col. 1085–1086page 4 of 20
Caput III
PG 87:1085κῶν κηρυγμάτων τὸ μεγαλύφωνον, καὶ τὴν δευτέραν παρουσίαν Χριστοῦ. Αὐτὸς γὰρ, φησί, κρινεῖ ἄκρα γῆς δίκαιος ὤν· ἔτι δὲ καὶ τοὺς αὐτοῦ κατὰ σάρκε γεγονότας προγόνους, οἱ ἀπὸ Δαβὶδ μέχρι τῆς αἰχ μαλωσίας διήρκεσαν. Δώσει γάρ, φησίν, ἰσχὺν τοῖς βα σιλεῦσιν ἡμῶν. Ἱκανῶς δὲ συνέστειλεν καὶ τῶν ἐπ ηρμένων τὸ φρόνημα, πᾶσαν γνῶσιν, καὶ πᾶν ἐπιτή. δευμα θεῖον, ἐκ Θεοῦ προειπούσα τοῖς ἀνθρώποις ἐγε γίνεσθαι. Περιεζωσμένον ἐφοὺδ Βὰρ καὶ διπλοίδα μικράν. Ακύλας φησίν, ἐπένδυμα ἐξαίρετον. Σύμμαχος, ἐμοὺδ λινοῦν, καὶ ἐφεστρίδα μικράν. Θεοδοτίων, Ἐγὼδ Βάρ, καὶ ἐπενδύτην μικρόν. ᾿Αλλὰ πῶς ὁ Σαμουήλ, Λευΐτης ὤν, τῷ ἐφοὺδ ἐκέχρητο; μόνῳ γὰρ ἀφώριστο τῷ ἀρχιερεῖ. Εἰκὸς οὖν τὸν Ηλὶ τὴν θείαν αὐτῷ χάριν ἐπανθοῦσαν ἑωρακότα, καὶ παραδόξως τεχθέντα, καὶ πρὸ ὠδίνων ἐπαγγελθέντα, καὶ ἔνδον ἐν τῇ θείᾳ σκηνῇ τρεφόμενον, ὡς ἁγίῳ, καὶ Ναζω ραίῳ, ὡς καὶ τοὔνομα δηλοί, καὶ κομιδῇ νέῳ μετα δοῦναι ταύτησι τῆς τιμῆς. Διὰ δὲ τοῦ ἐφοὺδ πλεῖστα προεδήλου τῶν ἀγνοουμένων ὁ Θεός. Εἶπα, Ο οἶκός σου, καὶ ὁ οἶκος τοῦ πατρός σου. Δοκεῖ μὲν ἡ πρόῤῥησις τὸ τούτου γένος τῆς ἀρχιερωσύνης γυμνοῦν. Αινίττεται δὲ πάσης τῆς Ἰουδαϊκῆς τὴν παῦσιν. Εἶπον γὰρ, φησὶν, Ο οἶκός σου, καὶ ὁ οἶκος τοῦ πατρός σου, διελεύσεται ενώπιόν μου ἕως αἰῶνος. Τοῦτο δὲ οὐ τῷ Ιθάμαρ ὑπέσχετο, ἀλλὰ τῷ ᾿Ααρών. Οὐκοῦν κατὰ πάσης αὐτῶν ἀπεφήνατο τῆς φυλῆς, καὶ μαρτυρεῖ τὰ δρώμενα. Καὶ ἐπιβλέψῃ κραταίωμα ναῶν. Τὸ ῥητὸν ἠστέρισται, ὅπερ οὕτως ἐξέδωκε Σύμμαχος. Καὶ ὄψῃ θέτε ψιν κατοικήσεως ἐν παντὶ ᾧ εὐεργετηθήσεται Ισραήλ. Τινὲς δὲ, κραταίωμα ὤν, ἐκθέμενοι οὕτως ἑρμήνευσαν· Τοῦ ὄντος λέγει Θεοῦ. Ἐγὼ γὰρ εἰμὶ, φησίν, ὁ ὤν. Τούτου κραταίωμα κέκτηκε τὴν ἱερωσύνην, τὴν κατὰ τὴν τάξιν Μελχισεδέκ. Δίκας δὲ τέτικεν ὑπὲρ τῶν παίδων Ηλί. Καὶ ταῦτα παραινέσας αύτ τοῖς τὰ προσήκοντα. Οὐ γὰρ ἔδει τούτοις πραοτέρων φαρμάκων. Αλλά μετὰ πρώτην και δευτέραν παραίνεσιν τῶν ἱερῶν περιβόλων ἐχρῆν ἀπελαύνεσθαι παρανομεῖν γὰρ καὶ τοὺς ἄλλους ἐδίδασκον. Καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν.. Ταῦτα ἀρ μόττει ἀνθρώπων μὲν οὐδενὶ, μόνῳ δὲ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, ὃς ἀρχιερεὺς ἡμῶν ὠνομάσθη, τὴν ὑπὲρ ἡμῶν θυσίαν ἀναφέρων τῷ Πατρί. Χριστοὺς δὲ τοὺς ἱεροὺς ἀποστόλους καλεῖ, καὶ τοὺς τὴν ἐκεί νων διαδεξαμένους διδασκαλίαν. Χριστῷ μὲν οὖν κυρίως προσῆκεν ἡ πρόῤῥησις, κατὰ δὲ τὴν ἱστορίαν τῷ Σαδούκ, ὃς ἐκ τοῦ Ἐλεάζαρ κατάγων τὸ γένος, τὴν ἀρχιερωσύνην διὰ τοῦ Σολομῶντος ἐδέξατο. ΚΕΦΑΛ. Γ'. Καὶ ὁ λύχνος τοῦ Θεοῦ πρινὴ ἐπισκευασθῆναι. Δείκνυσιν ὡς εὐθὺς μετὰ τὴν ἑσπέραν ἀρξαμένων ἐπένδυμα ἐξαίρετον, ἐπενδύτην μικρόν. κραταίωμα ὧν Τοῦ ὄντος λέγει Θεοῦ, ὁ ὤν,
col. 1087–1088page 5 of 20
Caput IVCaput V
PG 87:1087γὰρ τὸν ἱερὸν λύχνον ἅπτειν εἰώθεισαν. Περὶ μέσας δὲ νύκτας ἐπέβαλλον ἔλαιον. Τὸν καιρὸν τοίνυν δ συγγραφείς δηλῶσαι θελήσας, ἔφη μηδέπω κατα σκευασθῆναι τὸν λύχνον. Τὴν τοιαύτην δὲ ἡλικίαν της πολιᾶς προτετίμηκεν ὁ Θεός. Καὶ τὸν ὀκτὼ ἐνεν κοντα ἔτη βεβιωκότα, καὶ τεσσαράκοντα ἔτη ἀρχῇ; ἀξιωθέντα διπλῆς. Κριτής γὰρ ἦν, καὶ ἀρχιερεύς. Καταλιπών τῷ σμικροτάτῳ διελέχθη παιδίῳ· διδά σκων ὅσῳ πολιᾶς ἀμείνων νεότης ἀρετῇ κοσμουμένη. Διὰ δὲ τοὺς παῖδας μόνους ἀπεστράφη Θεὸς τὸν Ηλ. Δῆλος γάρ ἐστιν οἰκείοις κοσμούμενος κατορθώματι. Πρῶτον γὰρ οὐκ ησχύνθη παρακαλέσαι τὸν νέον, μηνύειν αὐτῷ τὰ θεόθεν ἀπαγγελθέντα, σὺν ἔρχῳ ψῆφον μαθών, τὴν ἀξιέπαινον ἀφῆκε φωνήν. Κύριος δὲ, καὶ ἀραῖς, μηδὲν ἀποκρύψαι κατέδησεν. Εἶτα την τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει, ἀλλ' οὐδὲ τῶν παίδων τὴν σφαγὴν ἤνεγκεν ἀγενῶς πατὴρ, καὶ πρεσβύτης. Διὰ δὲ τὴν ἁλοῦσαν ἔπεσε κιβωτὸν, καὶ ἀθυμήσας οὐ μετρίως, ἀπέθανεν. καθεύδειν ἐπεφάνη τῷ Σαμουὴλ ὁ Θεός. Εν ἑσπέρα φαγέδαινα Εἰ ἐξιλασθήσεται. Δοκεῖ πως ὧδε ἐμποδίζειν τῇ μετανοίᾳ, μὴ διδοὺς αὐτοῖς ἐλπίδα συγχωρήσεως. Ἀλλὰ πρόσχες τὸ ῥητόν· φησὶν, ὅτι Ἐν θυσίαις οἱ συγχωρῶ αὐτοῖς, τουτέστιν ἐὰν μὴ δι' ἔργων, καὶ μετανοίας τελείας. Οὐ γὰρ ψιλόν ἐστι τὸ ἁμάρτημα, ἵνα διὰ θρεμμάτων ἐξιλάσωνται με, ἀλλὰ τὸ τῆς ὕβρεως εἰς ἐμὲ ἀνῆκε. ΚΕΦΑΛ Δ'. Καὶ ἡ κιβωτὲς τοῦ Θεοῦ ἐλήφθη. Διπλὴν τὸ γε ἐδίδαξεν, εννόμως μὲν βιοῦντας τῇ τοῦ Θεοῦ προμη γονός ὠφέλειαν ἐβλάστησε. Τοὺς μὲν γὰρ Ἑβραίους θείᾳ θαῤῥεῖν· παρανομοῦντας δὲ, μήτε αὐτῷ, μήτε τῇ κιβωτῷ πεποιθέναι. Τί δήποτε γὰρ εἰς ἐπικουρίαν ἔλαβον πολέμου, παρανομοῦντες τὴν κιβωτόν, τὴν τὸν νόμον ἔνδοθεν ἔχουσαν ἀποκείμενον; Οἱ δέ γε ἀλλόφυλοι, δείσαντες μὲν ἡνίκα φανείσης τῆς κιβωτ τοῦ ἐλάλαξαν οἱ Ἑβραῖοι, ὠφελοῦντο. καταφρονήσαντες δὲ μετὰ τὴν νίκην, καὶ οἷον ἀκροθίνιον ταύ την τοῖς οἰκείοις ἀνατεθεικότες εἰδώλοις, ἔμαθον τῇ πείρᾳ τοῦ Θεοῦ ἰσχύν. Εβραϊκὸν ἔχει, τεσσαράκοντα. Έχει γὰρ Ἀμβαείμε. Καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ εἴκοσι έτη. Το Καὶ οἱ λοιποὶ δὲ πάντες οὕτως ἐξέδωκαν. ΚΕΦΑΛ. Ε'. Καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν. Ακύλας» μέν φησιν, ὡς τὸ τῆς φαγεδαίνης ἐσχή κατι πάθος. Ιώσηπος δὲ δυσεντερίαν φησὶν, ὅπερ πρὸς τὴν Γραφὴν οὐ διαφωνεῖ. Ἀκρατῶς γὰρ φέρο μένη γαστήρ, πλήττειν οἶδε καὶ τὸν δακτύλιον. Τὸ δὲ τῆς ἕδρας ὑπέμειναν πάθος, ὡς δυσσεβῶς τὴν καίω τὸν τὴν θείαν παρὰ Θεὸν ἡδρακότες ψευδώνυμον. Ι.. Αρμαείμ. 'Ακάκιος.
col. 1089–1090page 6 of 20
Caput VICaput VIICaput VIII
PG 87:1089Δέγοι τιν οἱ Γετθαῖι. Υποτοπήσαντες τὴν πλη γὴν μή εἶναι θεήλατον, ἀλλὰ νόσον ἐκ λοιμικῆς τι νος καταστάσεως, πρὸς ἑαυτοὺς μετενεγκόντες πά σχουσι παραπλήσια. ΚΕΦΑΛ. Γ'. Καὶ ἐγένετο ἡ κιβωτός τοῦ Θεοῦ ἐν ἀγρῷ τῶν ἀλλοφύλων μῆνας ζ'. Μηδεμιᾶς πόλεως δέξασθαι τολμώσης τὴν κιβωτόν, ἔξω ταύτην ἐν ὑπαίθρῳ κατ ἔλειπον· οὕτω τῆς πληγῆς ἀπαλλαγῆναι νομίσαντες. Διὸ καὶ τῶν ἐκ γῆς ἐτιμωροῦντο καρπῶν, πείσαντος αὐτοὺς τοῦ Θεοῦ. Ὡς αὐτὸς καὶ τοῖς Αἰγυπτίοις τὰς διαφόρους ἐπενηνέχει πληγάς. Ετι γὰρ ἔναυλον εἶχον ἐκεί νων τὴν μνήμην, ὡς μαρτυρεί παρ' αὐτῶν εἰρη μένα. Εν θέματι βαεργάζ. Σύμμαχος οὕτως· θέτε ἐν τῷ λαρνακίῳ ἀπὸ πλαγίου αὐτοῦ· ἡ δὲ ᾿Ακύλας, ἐνυπήκουρας. Ὁ δὲ Ἰώσηπος αργο εκ φησι τὸ γλωσσόκομον. Ο δὲ Θεὸς τῇ τῶν μάντεων ἐπηκολούθησε γνώμῃ συγκαταβαίνων. Καὶ γὰρ μεῖζον τὸ κατορθούμενον τὸ καὶ αὐτοὺς μαρτυρῆσαι τοὺς έναν τίους τῇ τοῦ Θεοῦ δυνάμει, καὶ τὴν περὶ τούτου ψῆ φον τοὺς αὐτῶν διδασκάλους ἐξενεγκεῖν. Ει ἐν τῷ λαρνακίῳ ἀπὸ πλαγίου αὐτοῦ, ἐνυφή κουρας. τὸ γλωσσόκομον, Εκ πόλεως ἐστερεωμένης, καὶ τὰ ἑξῆς. Ἀκύλας Ισχυρᾶς φησιν. Ο δὲ Σύμμαχος, τετειχισμένης. Εως κώμης ἀτειχίστου, καὶ ἕως "Αβελ της μεγάλης, δι' ἧς ἀφῆκαν τὴν κιβωτὸν Κυρίου. Τις δυνήσεται παραστῆναι; ᾿Αντὶ τοῦ στῆναι, καὶ ὑποστῆναι, ἔμπροσθεν Κυρίου, ὡς οἱ λοιποί. Ο μὲν οὖν Ιεχονίου παῖδες, ὡς δυσσεβεῖς, καὶ τοῖς εἰ δύλοις λατρεύοντες, ἐδυσφόρησαν ἰδόντες τὴν κιβω τὸν, καὶ δίκην ἔτισαν. Ὁ δὲ λαὸς ἐπαιδεύθη, τῆς κι φωτοῦ προκινδυνεῦσαι μὴ βουληθείς, καὶ μῆνας ἑπτὰ παρὰ τοῖς ἀλλοφύλοις ταύτην ἀφεὶς, καὶ μὴ τὸν ὑπὲρ αὐτῆς ἀναδεξάμενος πόλεμον. ΚΕΦΑΛ, Ζ'. Καὶ τὰ ἄλση Ασταρώθ. Ακύλας οὕτω, τὰ τῆς Αστάρτης ἀγάλματα. Οὕτω δὲ καλοῦσι τὴν Αφρο δίτην, ἐκ τοῦ ἀστέρος παρονομάσαντες. Αὐτῆς γὰρ εἶναι τὸν ἑωσφόρον μυθολογοῦσι. Καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνός. Πριν γὰρ τὸν θεῖον οἰκοδομηθῆναι νεών, ἐν διαφόροις τόποις ἐλάτρευον τῷ Θεῷ. Τοῦ γὰρ λαοῦ τὸ πρόχειρον εἰς ἀσέβειαν ἐπιστάμενος, ἑνὶ τὴν θείαν λατρείαν περι ώρισε τόπῳ. Τοῖς γὰρ εὐσεβέσι, καὶ τὸν τοῦ νόμου σκοπὸν ἐπισταμένοις, ἅπας εἰς τὴν τοῦ Θεοῦ λατρείαν ἀφιέρωτο τόπος. Καὶ γὰρ Ηλίας ὁ πάνυ, τοῦ Θεοῦ νεὼ πρὸς ἑαυτὸν ἅπαντας κατὰ τὸν νόμον καλοῦντος, ἐν τῷ Καρμήλῳ θυσιαστήριον ᾠκοδόμησε, και ου σίαν προσήνεγκε. ΚΕΦΑΛ. Η. Καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτοῦ ἐν τῇ ὁδῷ αὐτοῦ. Καὶ πῶς οὐκ ἔτισεν ὑπὲρ τῶν παίδων δίκας ισχυρά. τετειχισμένη Ει καὶ οἱ μὲν πλεκτὸν ὡσανεὶ κόφινον· οἱ δὲ ἐκ τριχών, οἷα τὰ σακκία.
col. 1091–1092page 7 of 20
Caput IXCaput X
PG 87:1091ὁ Σαμουήλ, ὥσπερ Ἠλί; τὰ τούτων τοίνυν ἀδικήματα ἦν, οὐκ ἀσεβήματα, καθάπερ ἐκείνων, οἱ ταῖς λαγνείαις τὴν θείαν σκηνὴν κατεμόλυνον, καὶ τὰ πρωτεῖα τῶν ἱερείων ὑφήρπαζον. Οὗτοι δὲ, δωροδοκίαν κατηγοροῦνται· καὶ ταύτην ηγνόησε Σαμουήλ. Ὤκει γὰρ πόῤῥω τῶν παίδων ἐν ᾿Αρμαθὲμ, ἐκείνων οικούντων Βερταβέτε. Καὶ ἦν πονηρὸν τὸ ῥῆμα ἐνώπιον Σαμουήλ. Ἐπειδὴ παρὰ τὸν θεῖον νόμον ἡ αἴτησις ἦν. Ὁ γὰρ Θεὸς καὶ βασιλέως ἐπλήρου χρείαν αὐτοῖς. Ὁ δὲ προ φήτης ὑπουργὸς ἦν, οἷόν τις στρατηγός, ἡ δημαγωγὸς. ΚΕΦΑΛ. Θ'. Ευμεγέθης ἀνὴρ καὶ ἀγαθός. Οὐ ψυχῆς ἀρετὴν αὐτῷ μαρτυρεῖ, ἀλλ᾽ εἶδος καὶ μέγεθος. Επεξηγείται ια γὰρ ὅτι τὸ σῶμά φησιν ἀγαθός 4. Ἰδοὺ εὔρηται ἐν τῇ χειρί μου τέταρτον σί κλου. Τοῦτο τῆς Σαούλ ὑποψίας, οὐ τῆς τοῦ προ φήτου δωροδοκίας. Ετόπασε γὰρ χρῆναι τι αὐτῷ προσενεχθῆναι, ὡς ἄρχοντι, καὶ προφήτῃ. Αλλ' οὐδὲν προσενήνοχεν. Τουναντίον δὲ φιλοφροσύνης ἀπέλαυσεν. Εἰ δὲ σύνηθες ἦν τοὺς προφήτας λαμβάν νειν, οὐκ ἂν εἴρητο ὑπὸ Μιχαίου τοῦ προφήτου Καὶ οἱ προφῆται αὐτῆς μετ' ἀργυρίου προεφήτευον.» Οὕτω δὲ νοήσεις καὶ τὰ ὑπὸ τοῦ Ἱεροβται ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν εἰρημένα πρὸς τὴν για ναῖκα αὐτοῦ, ὅτι ἠρεώστησεν αὐτῷ τὸ παιδάριον, καὶ ἀπέστελλεν αὐτὴν πρὸς Ἀχίαν τὸν Σιλωνίτη» ἐπερωτῆσαι αὐτὸν περὶ τοῦ παιδαρίου. Καὶ ἐνταῦθε γὰρ Ιεροβοάμ μὲν φαίνεται λέγων τῇ γυναικὶ, δώρα τῷ προφήτῃ λαβεῖν. Ἐν δὲ τῇ Γραφῇ, λαβὼν ὁ προ φήτης οὐ φαίνεται. Δύνανται οὖν ὑπονοεῖν ὡς φαῦλοι ταῦτα ψευδῶς περὶ προφητῶν, οἱ ἢ οὐκ ἐλάμβανον, ή παρὰ δικαίων ἐλάμβανον. Οὐ γὰρ τὸ λαβεῖν ὁπωσ οὖν, ψεκτόν· ἐπεὶ καὶ οἱ ἀπόστολοι παρὰ τὸ δέον ἐποίουν διακινούμενοι. Ὡς καὶ Παυλός φησι, ο Καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε %. Ιδού μαρτύριον, παράθες αὐτὸ ἐνώπιόν σου!. Ταύτην αὐτῷ παρατέθεικεν, ὡς μέλλοντι βασιλεύει, καὶ τοῦ λαοῦ προκινδυνεύειν. Διὸ μαρτύριον ταύτην καλεῖ. 'Ο δὲ Σύμμαχος ἀντὶ τοῦ, μαρτύριον, τὸ ὑπο λειφθὲν ἐξέδωκεν. Καὶ ἀντὶ τοῦ, ὅ τι εἰς μαρτύριον τέθειται σοι Ο τι ἐπίτηδες τετήρηταί σοι. Τὸ δὲ, παρὰ τοῦ λαοῦ, Θεοδοτίων ἐξέδωκεν, ὅτι ἐλέχθη, τὸν λαὸν ἐκάλεσα. Ακύλας δὲ, τὸ λέγειν, τὸν λαὸν κέκληκα. ΚΕΦΑΛ. Γ. Καὶ ἐφίλησεν αὐτόν. Ινα τῆς ἐνοικούσης αὐτῷ χάριτος μεταδῷ. Πολλὰ δὲ δίδωσιν αὐτῷ σημεία. Ἐπειδὴ εἶδεν αὐτὸν ἀμφιβάλλοντα, καὶ τὴν οἰκείαν . ἀντὶ τοῦ, εὐειδὴς, καὶ ὑψηλὸς ἐν μεγέθει σώματος,: τοῦ μέντοι Σα μουὴλ τὸ ἀδωροδόκητον διδάσκει τον μόσχον τίνος ὑμῶν εἴληφα, καὶ ὅσα ἐπὶ παντὸς εἴρηκε τοῦ λαοῦ. Εἰς μαρτύριον τὴν κωλάν.
col. 1093–1094page 8 of 20
Caput XICaput XIICaput XIII
PG 87:1093ὁμολογοῦντα πενίαν. Τούτου χάριν βεβαιοῖ τὴν τῆς βασιλείας ἐπαγγελίαν ταῖς προῤῥήσεσι. Καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον. Ἐπειδὴ ἄγροικος ἦν, γεωργεῖν ἐπιστάμενος μόνον, χειροτονήσας αὐτὸν βασιλέα, βασιλικὸν αὐτῷ φρόνημα δέδω κεν. Εἰ καὶ Σαούλ ἐν προφήταις; Σύμμαχος, Μὴ ἔτι καὶ Σαούλ; Οὐκ ἔσχε δὲ διηνεκές τῆς προφητείας τὸ χάρισμα, εἰς δήλωσιν δὲ τῆς πνευματικῆς δωρεᾶς κατ' ἐκεῖνον προεφήτευσε τὸν καιρόν. Οὕτως καὶ οἱ ἑβδομήκοντα πρεσβύτεροι, εὐθὺς μὲν ἐκλεγέντες ὑπὸ Μωϋσέως προφητεύειν ἠξίωνται, οὐ μὴν ἔτι καὶ μετὰ ταῦτα. Σοφιζόμενοι δὲ παρὰ Θεοῦ, τοῦ λαοῦ τὰς ἀμφισβητήσεις διέλυον. Ο οἰκεῖος αὐτοῦ. 'Ακύλας φησίν, ὁ πατράδελφος. Καὶ κατακληροῦται φυλὴ Βενιαμίν. Οὐδὲ τοῖς θείοις προφήταις ἐπίστευον οἱ πονηρίᾳ συζῶντες. ὡς ἂν οὖν μὴ τοπάζωσι χάριτος ἀνθρωπίνης εἶναι τὴν ψῆφον, κλήρῳ τὴν κρίσιν ἐπέτρεψεν, τὸ δοκοῦν ἐμφαίνοντι τῷ Θεῷ. Κληρωθεὶς δὲ Σαούλ ἐπειράθη λαθεῖν, ὑπὲρ τὴν ἀξίαν αὐτοῦ τὴν ἐξουσίαν ὁρῶν. Ὑπὸ Θεοῦ δὲ τῷ προφήτῃ δεχθείς, τὴν ἐπὶ παντὸς τοῦ λαοῦ χειροτονίαν ἐδέξατο. ΚΕΦΑΛ. ΙΑ'. Ἐν τῷ ἐξορύξαι ὑμῶν πάντων δεξιὸν ὀφθαλμὸν. 'Αχρήστους αὐτοὺς εἰς πόλεμον ἀποφῆναι βουλόμενος. Ο γὰρ εὐώνυμος ὀφθαλμός, τῇ ἀσπίδι καλύπτεται, ὁ δὲ δεξιὸς, τοὺς πολεμίους ὁρᾷ· οὗ τις ἑστερημένος, εὐάλωτος. Οὕτω καὶ δυνάμεις αἱ πονη ραὶ τὰ δεξιὰ τῶν νοημάτων περικόπτειν ἐπείγονται. ΚΕΦΑΛ. ΙΒ'. Αποκρίθητε κατ' ἐμοῦ ἐνώπιον Κυρίου. Κρι τὴς ὢν ἐξίστατο τῆς ἐξουσίας, καὶ ταύτην παρεδίδου τῷ βασιλεῖ. Καὶ τὰ καθ᾿ ἑαυτὸν εἰπὼν, καὶ σύμψη τον κτησάμενος τὸν λαὸν τὴν ἔννομον ἐκείνου έξου σίαν ἐδίδαξεν. Καὶ νῦν κατάστητε, καὶ δικάσω ὑμᾶς, ἐνώπιον Κυρίου, καὶ τὰ ἑξῆς. Σύμμαχος οὕτως, Καὶ νῦν παράστητε, ἵνα, διακριθῶ πρὸς ὑμᾶς ἔμπροσθεν η Κυρίου, περὶ πασῶν τῶν ἐλεημοσυνῶν τοῦ Κυρίου, ὧν ἐποίησεν. ΚΕΦΑΛ. ΙΓ'. ΥἹὺς ἐνιαυτοῦ Σαούλ ἐν τῷ βασιλεύειν αὐτόν. Ο Σύμμαχος ἐξέδωκεν, υἱὸς ὡς ἐνιαύσιος Σαούλ. Δηλοῖ δὲ τοῦτο τὴν ἁπλότητα τῆς ψυχῆς τοῦ Σαούλ, ἣν εἶχε βασιλεύων, ᾗπερ οὐκ ἐπὶ πλεῖστον ἐχρήσατο. "Οθεν πρόσκειται. Καὶ δύο ἔτη ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ, μετὰ τῆς ἁπλότητος δηλαδή. Μεθ' & ὑπο κλίνας πρὸς πονηρίαν, τῆς θείας γεγύμνωται χάρι της. Οθεν ὁ λοιπὸς, ὃν ἐβασίλευσε, χρόνος τῇ τοῦ Σουλ δημαγωγία λελόγισται. Καὶ ἐπάταξεν Ιωνάθαν τὸν Νασείμι. Ακύλας Νομ πατράδελφος, Οι
col. 1095–1096page 9 of 20
Caput XIV
PG 87:1095τὸ ὑπόστημα. À ἐξέδωκε, τὸ ὑπόστημα. Οἱ δὲ ἀλλόφυλοι, τοὺς Ε ὑπόστημα εἰς τὴν συνταγήν. εἰς τὸν καιρόν. ὖνιν, σκάφιον, ἀξινάριον, δικέλλαν, (τρι δοντα) βού κεντρον, τὸ ἄροτρον, (ή στάσις) φέρων επενδύ την (συμβολικῶς), βραίους νικήσαντες, ἐν τοῖς ὀχυροῖς χωρίοις φρουράν ἐγκατέστησαν, ἣν ὑπόστημα καλεῖ. Ην Ιωνάθαν ἄρδην κατηκόντισεν. Τὸ μέντοι, ἠθετήκασιν οἱ δοῦλοι, ὁ Ακύλας, Ακουσάτωσαν οἱ δοῦλοι, ἐκδέω κεν. Καὶ διέλειπεν ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ, ὡς εἶπε Σαμουήλ. Ακύλας και Σύμμαχος, εἰς τὴν συνταγήν· Θεοδοτίων, εἰς τὸν καιρόν. Ην γὰρ παρεγγυήσας ὁ Σαμουήλ τῷ Σαούλ ἑπτὰ αὐτὸν ἡμέ μας προσμεῖναι, εἶθ' οὕτως καλλιερημένον παρα τάξασθαι. Ο δὲ τοὺς ἀλλοφύλους ἀθροισθέντας ἰδὼν, οὐκ ἀνέμεινε κατὰ τὰς ἐντολὰς τὸν προφήτην, δεν αὐτῷ καὶ τῆς βασιλείας ἡ στέρησις προμηνύεται. Καὶ τοῦ προσώπου Κυρίου οὐκ ἐδεήθην, ἀλλ ἐνεκρατευσάμην. Σύμμαχος, καὶ πρινὴ τὸ πρόσ ωπον Κυρίου λιτανεύσω, καὶ βιασθεὶς, καὶ τὰ ἑξῆς. Τὴν δὲ θυσίαν μή γενομένην διὰ τοῦ προφήτου δέη σιν, οὐκ οἶδε Θεοῦ. Καὶ ζητήσει Κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ. Ταύτην δηλοῖ τὴν μαρτυρίαν ὁ Στέ φανος 6, εἰπών· • Εὗρον Δαβίδ, τὸν τοῦ Ιεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου.» Καὶ ἐξῆλθε διαφθείρων ἐξ ἀγροῦ Αλλοφύλων. Σύμμαχος, Καὶ ἐξῆλθον οἱ διαφθείροντες ἐκ τῆς παρεμβολῆς τῶν Φυλιστιαίων. Καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο. νενικηκότες γὰρ αὐτοὺς οἱ ᾿Αλλόφυλοι, πάντα τὸν σίδηρον ἔλαβον, καὶ κτήσασθαι διεκώλυσαν ἕτερον. Τὸ θέριστρον αὐτοῦ, καὶ τὸ σκεῦος αὐτοῖ,καὶ ἕκαστος τὴν ἀξίνην αὐτοῦ, καὶ τὸ δρέπανον αὐ τοῦ. Σύμμαχος, τὴν ΰνιν, καὶ τὸ σκαφίcr αὐτοῦ, καὶ τὸ ἀξινάριον, καὶ τὴν δίκελλαν. Ακύλας, τάλλα μὲν ὡσαύτως· ἀντὶ δὲ τοῦ δρεπάνου, τριόδοντά φησιν. Θεοδοτίων τὸ θέριστρον, βούκεντρον ἐξ έδωχεν. Ἐς τὸν ὀδόντα. Σύμμαχος, τὸ ἄροτρον. Ο δε σίκλος ἐπὶ σταθμοῦ λαμβανόμενος, ἡμιούγκιον εἷλο κεν· ἐπὶ δὲ ἀργυρίου, εἴκοσι οβολούς. Καὶ ἐξῆλθεν ἐξ ὑποστάσεως τῶν Αλλοφύλων ἐν τῷ πέραν Μάχμας, Θεοδοτίων, ἡ στάσις Αλο Ο λοφύλων εἰς τὴν διάβασιν Μάχμας. ΚΕΦΑΛ. ΙΔ', Αἴρων ἐμούδ. Ακύλας, Φέρων επενδύτην. Ἐὰν τάδε εἴπωσι πρὸς ὑμᾶς, ἀπόστητε ἐκεῖ. Οὐ συμβολικῶς, ἀλλ' ὡς πιστὸς γνῶναι θέλων τὸ θέα λημα τοῦ Θεοῦ. Ρομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ. Αγνοοῦντες γὰρ ἀλλήλους ἀνεῖλον, μιγάδες γάρ ἦσαν. Καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὁ Ν. εἰς. 1 ἀπειθῆσαι.
col. 1097–1098page 10 of 20
Caput XV
PG 87:1097Κύριος. Εἰ ἀνοήτως ἀνεθεμάτισεν ὁ Σαούλ, τί δή πατε τὸν ἀναθεματισμὸν ἐβεβαίωσεν ὁ Θεός; Πρῶτ τον αὐτὸν ἐλέγχει ἀνοήτως ἐπαρασάμενον, ἔπειτα δι δάσκει μηδὲ τῶν τοιούτων ἀναθεμάτων καταφρονεῖν. Ἐνταῦθα δὲ ὁ μὲν σκοπὸς εὐσεβής, εἰς Θεοῦ γὰρ ὡρίσθη τιμήν. Ἐχρῆν δὲ σκοπεῖν, ὡς ὁ τῶν μαχο μένων πόνος, καὶ δίψαν ἀνάγκη ποιεῖ. Ἰωνάθαν δὲ καὶ τῇ ἀγνοίᾳ συνέζευκτο, καὶ ταύτην ἔχων πρὸς ἀπο λογίαν, ὅμως ἄχρις αὐτῆς ἐκινδύνευσε τῆς ζωῆς, Αλλ' ἀπηλλάγη διὰ τὴν τοῦ λαοῦ δικαίαν συνηγορίαν. ΚΕΦΑΛ. ΙΕ΄. Μεταμεμέλημαι, ὅτι ἔχρισα τὴν Σαούλ εἰς βασ σιλέα. Μεταμέλεια Θεοῦ ἡ τῆς οἰκονομίας μεταβολή. Οἷον προϋβάλετο τὸν Σαούλ, διὰ τὸ τοῦ σώματος ἀξιοθέατον, οὐκ αὐτὸς τοῦτο τιμῶν, πάντων γὰρ δη μιουργός, διὰ δὲ τὸν λαὸν, τὰ κατ' αἴσθησιν μόνα καλὰ θαυμάζοντα. Ἐπεὶ καὶ Ζακχαίος, μικρὸς ὤν, τὸν Δεσπότην ἐδέξατο. Καὶ Σαμουήλ, νέος ὢν, τῆς θείας ἐπιφανείας ηξίωται. Προτιμήθη δὲ καὶ τῶν μειζόνων καὶ πρεσβυτέρων ἀδελφῶν ὁ Δαβίδ. Οὐδὲ γὰρ μέγεθος, ἢ πολιὰν, ἀρετῆς προτιμᾷ. Διόπερ ἀν θρωπίνως φησί, Μεταμεμέλημαι· ἀνθρώποις καὶ τού τοῖς ἀγροίκοις διαλεγόμενος· τὴν ἐπὶ Δαβὶδ μετά βασιν τῆς βασιλείας δηλῶν. *Αγες, καὶ ἐπαγγελῶ σοι. Εἰ καὶ προφήτης, ἀλλ' αἰτεῖ παῤῥησίαν, ὡς πρὸς βασιλέα διαλεγόμενος. Αναμιμνήσκει δὲ αὐτὸν τῶν πρὸ τῆς βασιλείας αὐτ τοῦ λόγων. Διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ. Τοῖς τοῦ ᾿Αδὰμ καὶ ὁ Σαούλ πρὸς τὸν προφήτην κέχρηται λόγοις· ὅμοιον γὰρ τῷ, «Ἡ γυνή, ἣν ἔδωκας μετ' ἐμοῦ, αὐτή μοι ἔδωκεν.» Ιδού, οὐ θέλει ὁ Κύριος ὁλοκαυτώσεις. Διὰ τὸ τὸν Σαούλ εἰπεῖν, εἰς θυσίαν ἀνενηνοχέναι τὰ βουκόλια, καὶ τὰ ποίμνια "Οτι ἁμαρτία οἰώνισμά ἐστιν παραπικρασμός. Αδικία καὶ θεραφεὶν ὀδύνην, καὶ πόνους ἐπ άγουσιν. Σύμμαχος, "Οτι ἁμαρτία τῆς μαντείας τὸ προσερίζειν· ἡ δὲ ἀνομία τῶν εἰδώλων τὸ ἀπιθεῖν. Ισον οὖν ἤγαγε τῇ ἀσεβείᾳ τὸ ἀπιθῆσαι ἡ Θεῷ. Φησὶ δέ τις τὴν ἄνοιαν ἴσως τὴν ἐνίων αἰνίττεσθαι, οἰωνὸν ὑποπτευόντων κακὸν, τὸ νενικηκότας μὴ κερ δῆναι τὴν λείαν. Ὥσπερ δὲ τὸ ἐφοὺδ ἀνέκειτο τῷ Θεῷ, καὶ δι' αὐτοῦ τοῖς ἐρωτῶσιν ἐσημαίνετο τὸ πρακτέον οὕτω διὰ τοῦ θεραφεὶν αἱ τῶν εἰδώλων ἐδηλοῦντο προβλήσεις. Προήδει μὲν οὖν ὁ Θεὸς τοῦ Σαούλ καὶ τὰς ἐσομένας παρανομίας, ἀλλ' ήρκεσεν ἡ παροῦσα καὶ μόνη τὴν ἐσχάτην αὐτῷ τιμωρίαν ἐπενεγκεῖν. Δέον γὰρ ἦν συνιδεῖν, ὡς Θεοῦ φιλανθρωπίας μία στα γὼν πᾶσαν ἀγαθότητα τῶν ἀνθρώπων νικᾷ ὁ καὶ φιλανθρωπότερος ᾤετο φανεῖσθαι Θεοῦ μηδέν τε κε Ν. ἀπειθῆσαι.
col. 1099–1100page 11 of 20
Caput XVI
PG 87:1099& λευσθείς ἀποκερία,αι τῆς λείας, ἐπανῆλθε τὰ κάλ λιστα κομισάμενος. Καὶ αὐτὸς ὁρίσας τροφῆς μη δένα μεταλαβεῖν, τὸν ἴδιον ὅρον ἐκδικεῖν κατηπείγετο, μηδὲ παιδὸς ὁ δῆθεν ἐλεήμων φειδόμενος. Του δὲ Θεοῦ τὸν ᾿Αμαλὴν ἀναθεματίσαντος, οὐ διὰ τὴν εἰς αὐτὸν ἀσέβειαν, διὰ δὲ τὸ περὶ τὸν λαὸν ἀπηνὲς, πιο ραβὰς λαμβάνει τὰ κάλλιστα, μηδὲ τῷ τοῦ ᾿Αχαρ σωφρονισθεὶς ὑποδείγματι. Εἰ δὲ παρίδε μέχρι νῦν ὁ Θεὸς τὴν δίκην τοῦ ᾿Αμαλήκ, τῆς αὐτοῦ καὶ τοῦτο φιλανθρωπίας, τοσοῦτον εἰς μετάνοιαν ἐνδεδωκότος αὐτοῖς, καὶ πληρωθῆναι τὰς ἁμαρτίας αὐτῶν περι μείναντος, ἀντὶ μετανοίας προστιθέντων αὐταῖς. Καίτοι τοσαῦτα περὶ τὸν Ἰσραὴλ ἐγεγόνει τὰ θαύ ματα, δι' ὧν ἐχρῆν ἐπιστρέφεσθαι. Εἰ δὲ, τῶν πρώτ των ἡμαρτηκότων, οὗτοι κολάζονται, πρῶτον μὲν ἐπὶ τούτων τὸ μέτρον πεπλήρωται, τοσαῦτα προσ θέντων. Έπειτα, κρίσεως οὔσης, κἀκεῖνοι τὴν δί κὴν οὐκ ἔφυγον· καὶ οὗτοι κολασθέντες, εἰς παρά δειγμα τοῖς ἄλλοις ἐγένοντο, μετρουμένων προς ἀξίαν καὶ τῶν ἐνταῦθα κολάσεων, καὶ τῶν ἐν τῷ μέλλοντι· εἰ καὶ ὁ χρόνος διὰ τὴν οἰκονομίαν διάφορος, μηδὲ τούτων ἐνταῦθα τὸ προσῆκον ἀποτισίν των. Μία γὰρ δίκη πρὸς τὸ παρὸν, πῶς ἂν πρὸς πολ λάς, καὶ μεγάλας ἀσεβείας ἀρκέσειεν; Ἢ γὰρ ἂν οὐδὲν ἂν ὑπῆρχε μακαριώτερον ἡ ἁμαρτωλοῖς τῶν ἐνταῦθα κολαζομένων. Κρίνεται δὲ καὶ ἔθνος, ὡς ἔθνος· καὶ οἱ κατὰ μέρος, πρὸς τὴν ἀξίαν. Καὶ ἔσταξε Σαμουὴλ τὴν ᾿Αγάγ. Ως ὁ Φινεές τὸν Σαμβρί. Τὸ γὰρ παρὰ Θεοῦ κελευόμενον, εὐω σεβές. ΚΕΦΑΛ. 14'. Πῶς πορευθῶ; καὶ ἀκούσεται Σαούλ, κτλ. (; άνθρωπος δειλιᾷν προϊσχεται. Προσετάχθη δὲ προφάσει θυσίας χωρεῖν, οὐ ψευδῶς. Ψεύδεσθαι γὰρ οὐ δι δάσκει Θεός, ἀληθῶς γὰρ ἐπετέλεσε την θυσίαν. Εβ μέθη τοίνυν αὐτῷ κρύψαι τὸ ἔργον, εἰπεῖν δὲ τὸ πάρεργα Διατί οὐ λέγει ὀνομαστὶ τὸν Δαβίδ, ἀλλ᾽ ἕνα τῶν υἱῶν Ἰεσσαί; ίνα μὴ πάθῃ Δαβὶδ ταὐτὰ τῷ Ἰω σὴφ ὑπὸ τῶν ἀδελφῶν. Ὥστε ἡ ἄγνοια μήτηρ ἀσφαλείας. "Η Αγνόησε τὸ ζητούμενον, τοῦ Θεοῦ συν στέλλοντος πρὸς τὸ μέτριον τὸν προφήτην. Μόνον γὰρ ἐκείνου ἡ πάντων γνῶσις. Καὶ εἶδε τὸν Ἐλιάδ, κ. τ. λ. Εἰ εὐθὺς ὥρμησαν ἐπὶ τὸν Δαβίδ, ἐκ προλήψεώς τινος ἐδόκει τοῦτό ποιεῖν. Ελθὼν δὲ διὰ πάντων, ἔδειξεν ὡς ὁ Θεὸς, τους ἄλλους ἀποκρίνας, τὸν Δαβὶδ ἐξελέξατο. Εἰ γὰρ καὶ τούτου γεγονότος οἱ ἀδελφοὶ τὸν φθόνον ἐγύμνωσαν, ἐν τῇ παρατάξει τὸν Δαβὶδ θεασάμενοι, τί ἂν, μὴ τούτου γεγονότος, οὐκ ἔπραξαν;
col. 1101–1102page 12 of 20
Caput XVII
PG 87:1101Ο μὲν Ησαύ πυῤῥάκης ἦν, ὡσεὶ δορά, δασὺς δὲ τὴν ἐξ ἁμαρτίας ἔχων νεκρότητα, καὶ φονῶν κατὰ Ἰακώβ· ὁ δὲ Δαβίδ πυράκης μετὰ κάλλους ὀφθαλμῶν, ἵνα τὸ διορατικόν δηλώσῃ τοῦ Δαβὶδ κ, καὶ τὸ γοργὸν τῆς ψυχῆς. Οἱ γὰρ σώματος τοῦτο ἔπαινος. Ἐξελέξατο δὲ προπαιδαγωγούμενον ἐν τῇ ποιμαντικῇ, καὶ διὰ τῆς τῶν λοχευομένων κηδεμονίας ἀν θρώπων ἄρχειν ἐκδιδασκόμενον. Καὶ Πνεῦμα Κυρίου απέστη από Σαούλ, καὶ συνεῖχεν αὐτὸν πνεῦμα πονηρόν. Τοῦ θείου Πνεύματος ἀποστάντος, χώραν ἔσχε τὸ πονηρόν. Οὕτω τῆς ἀποστολικῆς χάριτος τὸν Ἰούδαν καταλιπούσης, εἰσελήλυθεν εἰς αὐτὸν ὁ διάβολος. Εἰωθότως δὲ ἐπὶ Θεὸν ἀναφέρει τὴν αἰτίαν τῆς τοῦ πονηροῦ πνεύματος ἐνοικήσεως· οὐχ ὅτι αὐτοῦ δεδωκότος, ἀλλ᾿ ὅτι ἀφελομένου τὸ ἅγιον, πάροδο; ἐγένετο τῷ πονηρῷ τοῦ τὰ δοκοῦντα ποιεῖν. Τὸ γὰρ θεῖον Πνεῦμα ἐν τῇ τῆς βασιλείας χρίσει δεδομένου τῷ Σαούλ, εἰκότως ἐν τῇ ταύτης ἀποπτώσει πρὸς τὸν ἀντ' ἐκείνου χειροτονούμενον συναπέπτη, καὶ χώραν ἔσχε τὸ ἐναντίον. "Αλλως γάρ, ἐξουσία κατ᾽ οὐδενὸς αὐτοῖς δέδοται δίχα τῆς θείας συγχωρήσεως. Ανδρα ειδότα ψάλλειν. Η διὰ τῶν μουσικῶν ὀργάνων λατρεία παρὰ Θεοῦ μὲν οὐ δέδοται, ἐπενοήθη δὲ τῷ Δαβὶδ εὐσεβέστατα. Πάθῳ γὰρ θείῳ πυρούμενος, τὰ πρὸς ἀμέλγειαν τοὺς ἀνθρώπους ἐκκαίοντα μετέβαλεν 1 εἰς εὐσέβειαν, μέλος ενάρθρου φωνῆς ὕμνοις θείοις ἐγκεράσας· ὡς ἂν τὴν μὲν αἴσθησιν διεγείροι τὸ μέλος, τὸ δὲ νόημα μετ᾿ αὐτοῦ τὸν θεῖον πόθον ἀνάπτοι. Τοῦ θείου τοίνυν Πνεύματος ὁ Δαβὶδ τὴν ἐνέργειαν ὑποδέδεκτο, καὶ ἐνεργοῦντος αὐτοῦ, τὸ πονηρὸν ἡσύχαζε πνεῦμα. Καὶ ὁ ἀνὴρ σινετὸς, καὶ πολεμιστής. Πῶς ἀνὴρ, καὶ πῶς συνετὸς ἐν λόγῳ, πῶς δὲ καὶ πολεμιστῇ; ὁ πρόβατα ποιμαίνων; Οὐκ ἄρα ἀφ' ἑαυτοῦ ἐλάλησεν εἰπὼν, ἀλλὰ τὰ ἑτόμενα, ὡς παρόντα προς εἶπε· καὶ μαρτυρεῖ τῷ Δαβίδ ἅπερ ἔμελλον εξω ΚΕΦΑΛ. ΙΖ'. Εδωκε δὲ τὰ ὅπλα Σαούλ, καὶ οὐκ ἠδύνατο βα στάσαι Δαβίδ. Οἱ συγχωρεῖ γὰρ τοῦτο Θεό;, ἵνα γυμνὸς νικήσῃ· ἵνα μὴ τὰ ὅπλα μερίσωνται τὴν τῶν κατορθωμάτων νίκην Καὶ γνώσεται πᾶσα ἡ γῆ, ὅτι ἔστι Θεὸς ἐν Ισραήλ. Προφητεύει παραταττόμενος, καὶ προαγορεύει τὴν τῆς οἰκουμένης θεογνωσίαν. Καὶ ἐπάταξε τὸν ἀλλόφυλον. Λίθῳ δὲ τὸν ἀλλό φυλον ἀναιρεῖ, προμηνύων τὸν ἐξ αὐτοῦ κατὰ σάρκα λίθον τμηθέντα χειρῶν ἄνευ. Καὶ τῇ ῥομφαίᾳ δὲ τοῦ ἀλλοφύλου χρησάμενος, αὐτὸν ἀνεῖλον· ἵνα τὴν τοῦ Σωτῆρος προδηλώσῃ νέα * Τὰ ἄχρι τοῦδε ταὐτὰ τοῖς τοῦ Ὀριγ. τοῖς ἐν σελ. 480 τοῦ 2. Τόμ. τῆς τοῦ Ῥου. ἐκδόσ. έβαλλεν, - Τὰ ἑξῆς ἐν τῷ τῆς Λύν. κώδ. οὐ κεῖται.» Τὰ αὐτὰ καὶ ἐν σελ. 577 τοῦ 5 Τόμ. του Χρισοστο κατὰ τὴν τοῦ Μοντρούκ. ἔκδ.
col. 1103–1104page 13 of 20
Caput XVIII
PG 87:1103κην. Σταυρῷ γὰρ ο προσηλώσας τὸν Δεσπότην, διὰ Ει (τὰ ἱμάτια) μανδύαν τῶν μανδύων, σταυροῦ τῆς τυραννίδος ἐξέπεσε. Καὶ ἵνα πληρωθῇ τὰ, Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη δ ἁμαρτωλός. Υἱὸς τίνος οὗτος ὁ νεανίας; Πῶς ἡγνόησεν ὁ Σαούλ τὸν Δαβίδ; ἢ, ὅτι μεμηνώς οὐκ ᾔσθάνετο τη κιθάρα χρωμένου; ἢ, ὅτι ὁ φθόνος αὐτὸν παρεκίνησεν ἀκριβῶς μαθεῖν ὅθεν ἐστίν; Ψυχὴν ἀγαπῶν τοσοῦτον. 'Ακύλας, κατὰ τὴν ψυχὴν αὐτοῦ. Τοῦτο δὲ καὶ ὁ θεῖος νόμος παρει γυρ· ο 'Αγαπήσεις τὸν πλησίον σου, ὡς σεαυτόν.» ΚΕΦΑΛ. ΙΗ'. Καὶ τὸν μανδύαν. Εἶδος ἐφεστρίδος. Οἶμαι δὲ, φησὶν, Αρκαδικὴν εἶναι, ἢ τὸ παρὰ τῶν πολλῶν μαντίον λεγόμενον. Οἱ μὲν Ἑβδομήκοντα διεῤῥω γάτα φασὶ τὰ ἱμάτια τοῦ τὴν ἀναίρεσιν τῶν Ἠλ παίδων μηνύσαντος. Ὁ δὲ ᾿Ακύλας τὸν μανδύαν ἐξέδωκεν. Καὶ ὁ τῶν ᾿Αμανιτῶν βασιλεὺς τῶν Δαβιδ πρέσβεων ἀνεῖλε τῶν μανδυῶν τὸ ἥμισυ, ἕως τῆς ἀναβολῆς τῶν ἰσχίων αὐτῶν. Καὶ ἐπέπεσε πνεῦμα πονηρὸν ἐπὶ Σαούλ, καὶ προεφήτευεν, κ. τ. λ. Ομωνύμως· καὶ τοὺς ψευδα προφήτας γὰρ προφήτας φησὶν ἡ Γραφή· καὶ θεοὺς, τοὺς ψευδωνύμους. Οἱ δὲ ψευδοπροφῆται τοῖς μαινομένοις ἐῴκεσαν, ὁποῖος ἦν ὁ Σαούλ. ᾿Αλλ' ἐκεῖνος μὲν, τῆς θείας γεγύμνωται χάριτος· ὁ δὲ Δαβίδ, ψάλλων τὴν μὲν τοῦ δαίμονος μανίαν ἐπράϋνεν, τὸν δὲ τοῦ Σαούλ κατέπανε φθόνον Οὐχ ὅτι δὲ Πνεύματος ἁγίου τυχών, προεφήτευε. Πῶς γὰρ ἐν ταὐτῷ ἦν οἷόν τε πονηροῦ τε καὶ ἁγίου μετέχειν Πνεύματος; Αλλ' ὅτι τὸ πονηρὸν πνεῦμα πνίγων αὐτὸν, παρεσκεύαζε η τοιαῦτα λαλεῖν· ὡς ἀφαιρεθήσεται μὲν αὐτὸς τὴν βασιλείαν, μεταστήσεται 4 δὲ εἰς ἐκεῖνον καθ' οὗ ὁ φθόνος. Οἷον καὶ ἐπὶ Παῦλον καὶ Σίλλαν ἐγένετο, ἐφ᾽ ὧν ἡ τὸ τοῦ Πύθυν νος ἔχουσα πνεῦμα, ἐδέα· «Οτι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσί.» Θεοῦ γὰρ βουλομένου, ἀναγκάζονται καὶ τὰ δαιμόνια ὁμολογεῖν τὴν ἀλήθειαν. Καὶ Κύριος παντοκράτωρ ἦν μετ' αὐτοῦ. Οὕτω τὸ πανάγιον ὠνόμασε Πνεῦμα. Ταύτης γὰρ ἦν ήξίω Ο μένος τῆς χάριτος. Μὴ ἔστω ἡ χείρ μου ἐπ' αὐτῷ, ἀλλ᾽ ἔστω ἐπ' αὐτῷ ἡ χεὶρ τῶν ἀλλοφύλων. Έδειξεν ἡ ἱστο μία τοῦ Σαούλ τὸν σκοπὸν, ὡς ἐπιβουλῆς ἦν, οὐκ εὐεργεσίας, ο γάμος. Αλλ' ἢ ἑκατὸν ἀκροβυστίας ἀλλοφύλων. Διὰ τὰ μὴ κεφαλάς; Επειδήπερ ὑπώπτευσεν, ὅτι τῶν ὀμβούλων τινὰς ἀνελών, οἴσει τούτων τὰς κεφαλαίου δὴ χάριν τὰς ἀκροβυστίας ζητεῖ, ὁ δηλοῖ τὰ ἀνα λόφυλον Γὰρ ὁ Διάβολος. Ο τῆς Αὐγ. κώδ. Τὰ αὐτὰ δὲ εἰσι τοῖς τοῦ Θεοδωρίτ. ἡ Ἐπαίει. Ὁ τῆς Αἰγ. κώδι Βασιλεύσει δὲ ὁ φθονούμενος. ῾Ο αὐτ. σε μια ρ'.
col. 1105–1106page 14 of 20
Caput XIXCaput XX
PG 87:1105Αλλ' ὅμως φθόνῳ δουλεύων ὁ Σαούλ τὸν τοῦ Δα 68 ετήρησε θάνατον. Οτε δὲ σέσωσται διὰ τῆς Μελχόλ, ᾖσε τὸν νη' ψαλμόν· «Εξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός.» Ὅμοιον τῷ· Εάν τίς σε ἀγγαρεύσῃ μίλιον ἐν, ὕπαγε μετ' αὐτοῦ δύω.· Ἐπιτάττεται γὰρ ὁ Δαβὶδ φονεῦσαι ἑκατὸν ἀλλοφύλους, καὶ διακοσίους ἀνεῖλε, καταπατῶν τὴν τοῦ Σαούλ ἐπήρειαν, κατὰ τὴν τοῦ λόγου ἔκδοσιν. ΚΕΦΑΛ. ΙΘ'. Καὶ ἔλαβεν Μελχόλ τὰ κενοτάφια, κ.τ.λ. Ακύλας μορφώματα φησὶν, καὶ τὸ ἦπαρ τῶν αἰγῶν, τὸ πᾶν πλῆθος καὶ στρογγύλωμα τριχών, φυγαδεύσασα δὲ τὸν Δαβίδ, τὴν κλίνην εἰς ἀῤῥωστοῦντος ἐσχημάτισε τύπον, ἱματίων μὲν πλῆθος ἐπιβαλούσα, στρογγύλωμα δὲ τριχῶν ὑποθεῖσα τοῖς ἱματίοις, ὥστε μια μεῖσθαι τὴν κεφαλήν. Τινὲς δὲ μορφώματα τὴν εἰ κόνα φασὶ τοῦ Δαβίδ, ἣν τοῖς ἱματίοις ἐκάλυψε, πλὴν ἐνίων τοῦ προσώπου μορίων. Τὸ δὲ τῶν αἰγῶν ἦπαρ, ἐπειδή φασιν αὐτό τινες κινεῖσθαι μέχρι πολλοῦ μετὰ τὴν τοῦ ζώου σφαγήν. Καὶ ἐγένετο ἐπὶ τοὺς ἀγγέλους Σαούλ πνευμα Θεοῦ, καὶ προεφήτευσαν. Πῶς οὗτοι προφητεύουσι; πῶς δὲ καὶ Σαούλ ὕστερον; Διάφορα τοίνυν τοῦ Δεσ σπότου τὰ θήρατρα. Τοὺς μὲν γὰρ δι᾿ ἀνθρώπων θηρεύει· τοὺς δὲ ἀορασίᾳ θηρεύει. Οπερ ἐπὶ Ελισσαίου γεγένηται. Τούτους δὲ διὰ προφητικῆς χάριτος τὸν Δαβὶδ ἀποκτεῖναι κεκώλυκε. Καὶ Σαούλ δὲ, μετὰ πάντας ἐλθὼν, τῶν τῆς φιλανθρωπίας τυγχάνει δεσμῶν. Προφητεύει μὲν γὰρ, ἀλλ᾽ οὐχ ὁμοίως τοῖς ἄλλοις. Ανάξιος γὰρ ἂν τῆς χάριτος, γυμνωθεὶς τῆς ἐσθῆτος πανημέριος ἔκειτο. Εδήλου δὲ τὸ σχῆμα τὴν τῆς βασιλείας ἀφαίρεσιν. Καὶ δίκας δὲ τίνει τοῦ προφητικοῦ καταφρονήσας πνεύματος. Τῇ γὰρ κατὰ Δαβὶδ ὀργῇ τὸ θεῖον ὕβρισε Πνεῦμα. Ἐντεῦθεν δὲ δῆλον, ὡς ὁ κολλώμενος ἁγίοις, ἅγιος ἔσται, κἂν πρότερον ή πονηρός· καὶ μάλιστα, μὴ παλινδρομῶν αὖθις ἐπὶ τὰ πρότερα. ΚΕΦΑΛ. Κ'. ᾿Αποκαλύψει τὸ ὡτίον μου. Σύμμαχος, Ἐὰν μὴ δηλώσῃ εἰς ἀκοήν μου. Τό, Εμπέπλησται μεταξὺ ἐμοῦ, καὶ ἑξῆς, ᾿Ακύ μορφώματα, στρογγύλωμα, λας και Σύμμαχος Ὅσον βῆμα αναμεταξὺ ἐμοῦ καὶ τοῦ θανάτου. Αγάπησε ψυχὴν ἀγαπῶντος αὐτόν. Ακύλας, Κατὰ τὴν ψυχὴν αὐτοῦ. Τὸ, Επισκεπήσεται ἡ καθέδρα σου, Σύμμαχος, Ζητηθήσεται. Τρισσεύσεις. Ακύλας, τρεῖς ἡμέρας ἀναμενεῖς διὰ τί δὲ τῷ Δαβὶδ διὰ βελῶν ἤγουν ἀκοντίων τὴν τοῦ πατέρος ἐμήνυσεν Ἰωνάθαν ἐπιβουλήν; Τινες διὰ τὸν οἰκέτην φασὶν, ἵνα μὴ μάθῃ τὰ μηνυόμενα. Αλλ' ἐξῆν καὶ μόνῳ παραγενέσθαι· ἀλλ᾽ οὐκ ἂν τὴν ὑπ Τρισσεύσεις. Τό, Σύμμαχος, ἐν τῷ τῆς Αὐγ. κώδ. οὐ κεῖται.
col. 1107–1108page 15 of 20
Caput XXI
PG 87:1107τοῦ ἔργου, εἰς τὸν συντεταγμένον. τάφρον, αξίαν ἐξέφυγε μόνος χωρῶν τοῦ καταμηνύειν τῷ Δαβὶδ τὴν ἐπιβουλήν. "Οθεν πρόεισι μὲν σὺν τῷ παιδί, τὴν δὲ τῆς τοξείας ὑποκρίνεται την γυμνασίαν· καὶ τῷ μὲν Δαβὶδ αἰνίττεται τὴν φυγὴν διὰ τῶν πρὸς τὸν οἰκέτην λόγων· προπέμψας δὲ τὸν οἰκέτην, τὴν φυγὴν Δαβὶδ ὑποτίθεται. Τῇ ἡμέρᾳ τῆς ἐργασίας. Ακύλας, τοῦ ἔργου. ἔργον δὲ καλεῖ τὴν πρώτην φυγήν. Τὸ δὲ Εργάσ οἱ λοιποὶ λίθον ἐξέδωκαν. Εἰς τὴν λαματτάραν. 'Ακύλας, εἰς τὴν σκοπόν ή, φυλακήν. Διττὴ γὰρ ἡ γραφή. Σύμμαχος, εἰς τὸν συντεταγμένον. Ἐν δὲ τῇ τῶν Ἑβραϊκῶν ἑρμηνείᾳ οὕτω κεῖται. Παρὰ μὲν "Ελλησι, τάφρον· παρὰ δὲ Ρωμαίοις, φωσσάτον, παρὰ δὲ Σύροις, σκοπὸν, εἰς ὃν γυμναζόμενοι τὰ βέλη πέμπειν εἰώθασιν.Τινὲς δὲ κοίλον τόπον, ὅθεν Δαβίδ καθεξόμενος ἀνέστη. Ως ἅπαξ καὶ ἅπαξ, ἀντὶ τοῦ, ὥσπερ εἰώθει. Σύμπτωμά τι φαίνεται. "Πετο μή κεκαθαρμένον, μηδὲ ἡγνισμένον, τὸν Δαβὶδ παραιτήσασθαι τὸ συμ πόσιον, διόπερ εσίγησεν. Οτι ἐθραύσθη ἐπὶ τὴν Δαβίδ· Ακύλας, διεπο νήθη· Σύμμαχος, ὠδυνήθη ι· Θεοδοτίων, ἐλυ πήθη, ἀντὶ τοῦ, ἐπεκλάσθη ", καὶ ἡλέησεν αὐτὸν ἐπιβουλευόμενον ὑπὸ τοῦ πατρὸς αὐτοῦ. Συντελέσο αὐτὸν, τουτέστι πάντως ἀνελεῖν. ν Τὸ δὲ, Εἰς τὸ μαρτύριον Δαβίδ, ἀντὶ, ὅπου ἐπηγ γείλατο τὸν Δαβὶδ ἐλθεῖν, παρήγαγεν αὐτόν· Θεσ δοτίων, ὑπερέβη 40. Καὶ Δαβὶδ ἀνέστη ἀπὸ ᾿Αννεγάο ε. ᾿Ακύλας, ἐχόμενα τοῦ νόμου εχόμενα τοῦ νώτου. Ἴσως δὲ κοῖλος τόπος ὑπῆρχει ἐκεῖ. [Οἱ δὲ λοιποί, λίθεν ἐξέδωκαν. ] ΚΕΦΑΛ. ΚΑ'. Πρὸς Αχιμέλεχ. Η βίβλος των Ψαλμῶν, ἐν τῷ τριακοστῷ τρίτῳ, ἀντὶ τοῦ Ἀχιμέλεχ "Αβιμέλεχ της ριέχει ἐν τῇ προγραφῇ, ἐναλλαγής στοιχείου γενο μένης, παρὰ τὴν ὁμοιότητα του στοιχείου τοῦ Πέθ παρα τοῖς Εβραίοις καλουμένου καὶ τοῦ Κάφ. Ὅμοια γὰρ τὰ στοιχεῖα, βραχυτάτης κεραίας μόνης ἐναλλαττούσης. Πῶς δὲ μνησθεὶς ὁ Σωτὴρ ἐν Εὐαγγελίοις τῆς προκειμένης Ιστορίας ἐπὶ ᾿Αβιάθαρ τοῦ ἀρχιερέως φησίν; ἢ τοίνυν 'Αγιμέλεχ διώνυμος ἦν, καὶ ᾿Αβιάθαρ καλούμενος· ἢ δεῖ λέγειν, ὡς τοῦ μὲν Αχι μέλεχ, ὡς ἱερέως, μεμνῆσθαι τὴν ἱστορίαν· τὸν δὲ ᾿Αβιάθαρ ἀρχιερέα τυγχάνειν κατ' ἐκεῖνο καιρού. Φαίνεται δὲ ἡ τῶν Βασιλέων γραφή, τὸν μὲν Ἀχεμέν λεχ, καὶ τοὺς ἱερέας τοῦ Θεοῦ, ἀνηρῆσθαι φήσασα ὑπὸ τοῦ Σαούλ, οὐ μὴν ἀρχιερέα. Επισημήνασθαι δὲ δεῖ, ὡς οἱ ἐπιστήμονες του προτέρου λαού ἧττον ἐφρόντιζον τῶν σωματικῶν τοῦ νόμου παραγγελμά των. Διόπερ, 8 μὴ ἑξὴν κατὰ τὸν Μωϋσέως νόμον, τοῦτο ἔπραττεν ὁ Δαβίδ, τοὺς ἄρτους τῆς προθέσεως ἐσθίων. ᾿Αλλὰ καὶ ὁ ἱερεὺς, μεταδιδοὺς αὐτῷ καὶ * Το, Σύμμαχος ὠδυνηθή, οὐκ ἔχει ὁ τῆς Αὐγ. κώδ. ο Ἐπεκλάσθη, ἀντὶ τοῦ, ἐλυπήθη. Ὁ αὐτ τ ήγαγε τὴν σχίζαν. Ὁ αὐτ. * Υπερέβη σχίζαν. 'Ακύλας, μέλη. Ὁ αὐτός. μέσω Εργάδ. Αργάδ.
col. 1109–1110page 16 of 20
Caput XXII
PG 87:1109τοῖς σὺν αὐτῷ, τῆς ἁγίας καὶ ἱερατικῆς τροφῆς, μεί ζεν ἐφρόνει τῆς τῶν πολλῶν διανοίας. Πυνθανόμενος δὲ, εἰ καθαρὰ τὰ παιδάρια ἀπὸ γυναικός. Παρέστη α, ὅτι ἡ καθαρότης καὶ ἡ ἀγνεία ἰσοτίμους τοῖς ἱερεῦσι ποιεῖ. Κατὰ ἐρώτησιν ἀνάγνωθι, τουτέστι· Καὶ ταύτην τὴν ὁδὸν καλέσει ἄν τις βέβηλον, ἥτις ἡγίασται διὰ τὰ σκεύη μου, τουτέστι τὴν ἐξόπλισίν μου, καὶ τὸ ἐπὶ πόλεμόν με ἀπιέναι; Δῆλον ἐκ τούτου, ὡς σκευοφόροι ὄντες οἱ παῖδες, καὶ τὰ ὅπλα αὐτοῦ βαστάζοντες, ἡγνίζοντο, ἐξιόντος αὐτοῦ ἐπὶ πόλεμον "Οτι δὲ τὰ παιδάρια ἠκολούθουν αὐτῷ ὡς σκευοφόροι, δῆλονἐκ πολλῶν, καὶ τέως ἐκ τοῦ τέλους της πρώτης τῶν Βασιλειῶν, ἔνθα φησί· • Καὶ εἶπε Σαούλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ· Σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ.» Καὶ παρὰ τὸ τέλος τῆς δευτέρας φησὶν ἐν τῇ ἀπαριθμήσει τῶν δυνατών τοῦ Δαβίδ· «ΓελωρὲΒηρωθαῖος αἴρων τὰ σκεύη Ιωαβ υἱοῦ Σαρουία. • Τοῦτο οὖν λέγει ἐνταῦθα δ Δαβίδ· Ἡγνισμένοι εἰσὶν οἱ παῖδες, διὰ τὸ σκευοφόρους αὐτοὺς εἶναι, εἰ καὶ τὰ μάλιστα νῦν διὰ τὸ φεύ γειν, ὅπλα οὐκ ἐπεφέρετο. Τῶν μέντοι τοῖς ἱερεῦσιν ἀπονενεμημένων μεταλα Εὼν ὁ Δαβίδ, προὐδήλου τὴν πᾶσι προτεθησομένην τοῖς εὐσεβέσι τράπεζαν μυστικήν. Τοῦ γὰρ δεσποτικοῦ σώματος ὁμοίως μεταλαμβάνουσιν ἱερεῖς καὶ λαοὶ ε, ὅσοι μετέσχον τοῦ θείου βαπτίσματος. Ελεύθερον δὲ τὸν Δαβὶδ τῆς ἐκ τοῦ φαγεῖν κατ ηγορίας καὶ ὁ Σωτὴρ ἔδειξεν, εἰς τὴν ὑπὲρ τῶν μα θητῶν ἀπολογίαν τοῦτο εἰρηκὼς τὸ διήγημα. Καὶ ἡ ὁδὸς αὕτη βέβηλος. Εἰπὼν, ὅτι τρεῖς ἡμέ ρας ἡγνεύκασι, προστέθεικεν ὅτι διὰ τὴν προκειμέν νην ἀναγκαίως τῆς ἱερᾶς τροφῆς μεταλήψεται, ὡς ἂν ὑπ' αὐτῆς κρατυνθείς, τὰ προκείμενα κατορθώσῃ. Τὸ δὲ βέβηλον, οὐκ ἐπὶ τοῦ ἀκαθάρτου τέθεικεν, ἀλλ' ἐπὶ τοῦ μὴ ἱεροῦ, ὅθεν καὶ ᾿Ακύλας λαϊκὴν ἐξέδωκεν. Τουτέστιν, εἰ καὶ ἱερεὺς οὐκ εἰμί, ἀλλὰ προφητικῆς τετύχηκα χάριτος. Σκεύη γὰρ αὐτῶν καὶ πανοπλία, ἡ πνευματική δωρεά. Οτι οὐκ ἔστιν ἑτέρα παρέξ αὐτῆς ὧδε. Οὐδὲ γὰρ ἐξὴν ἐν τῇ σκηνῇ τοῦ Θεοῦ ἀποτίθεσθαι ὅπλα πολεμικά. Αὕτη γὰρ ἀνέκειτο χαριστήριον εἰς μνή μὴν τῆς νίκης τῷ τὴν νίκην δωρησαμένω. Καὶ προσεποιεῖτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐτυμπάνιζεν. Ακύλας, παρείετο καὶ προσέκρουεν. ΚΕΦΑΛ. ΚΒ. Δυσσεβεστέρα δὲ τῶν ἄλλων ἡ κατὰ τῶν ἱερέων τοῦ Σαούλ αὕτη μιαιφονία. Τοῦ μὲν γὰρ Θεοῦ ἄρδην τὸν Αμαλήκ ἀφανίσαι προστεταχότος, παρήκουσε, καὶ Βέβηλον, ἀκαθάρτου, μὴ ἱεροῦ, χαριστήριον παρείετο καὶ προσέκρουεν, 4 Ι. παρέστη.» Τὰ ἀπὸ τοῦ, ὅτι δὲ, ἄχρι τοῦ, ὁ Δαδί, οὐ περιέχει ἡ τῆς Αὐγ. κως, ο Ι., ἧς κοινῇ πάντες μετέχομεν οἱ πιστοί.
col. 1111–1112page 17 of 20
Caput XXIIICaput XXIVCaput XXV
PG 87:1111περιεποιήσατο. Νῦν δὲ τοῦ θυμοῦ κινήσαντος, σὺν ΧΧΙΙΙ. η [ἐν τῇ καινῇ.] δρυμῷ, κενῶσαι, τὰς φυσικὰς ἐκε κρίσεις ποιήσασθαι, πλην μάτην, τοῖς ἱερεῦσι καὶ τὴν πόλιν διώλεσεν αύτανδρον· μηδὲ τῇ τῶν δορυφόρων δυσωπηθείς θεοσεβείᾳ, μὴ βουληθέντων ὁ τῇ κατὰ ἱερέων μιαιφονία με ναι τὰς χεῖο ρας. Πρόσκειται δὲ καὶ τὸ, πάντας αίροντας έφυν, εἰς μείζονα τοῦ τολμήματος κατηγορίαν. Τὴν πόλιν τῶν ἱερέων. Εἰς πλείονα τοῦτο κατα ηγορίαν. Οὐ γὰρ ἦσαν Λευῖται, ἐξ ἀρχιερατικῆς δὲ βίζης κατήγοντο. Καὶ διασώζεται υἱὸς εἰς τῷ Αβιμέλεχ υἱῷ ᾿Αχι τώδ. Οἰκονομία δὲ Θεοῦ γέγονε διαφυγῆναι τὸν ᾿Αβιά θαρ, ἵν' ἔχῃ Δαβὶδ τὸν ἐπερωτῶντα τὸν Θεὸν περὶ ὧν βούλεται. ΚΕΦΑΛ. ΚΓ'. Οὗ ἐὰν ἐπορεύοντο. Την πλάνην δηλοῖ· ποτὲ μὲν γὰρ ἐν τῇ Ἰουδαίᾳ, ποτὲ ἐν τῇ ἐρήμῳ διήγον. Εν Μασσαρέθ. Οἱ λοιποὶ ἐξέδωκαν, ἐν τοῖς σκη λαίοις. Ἐν τῇ κοινῇ. 'Ακύλας, δρυμῷ. ΚΕΦΑΛ. ΚΑ'. Καὶ εἰσῆλθε Σαούλ παρασκευάσασθαι. Σεμνῶς ἄγαν. Ο δὲ ᾿Ακύλας, κενῶσαι. Ο δὲ Ιώσηππος, τὰς φυσικὰς ἐκκρίσεις ποιήσασθαι. Ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια. Τουτέστιν, τῶν παρανόμων, τὸ ἁμαρτάνειν· τῶν δὲ φιλοσοφούν των, τὸ φέρειν τὰ πλημμελούμενα. Μετριάζει δὲ λίαν, μαλάξαι σκληρὰν λίαν καρδίαν βουλόμενος. Μὴ ἐξολοθρεύσῃς τὸ σπέρμα μου ὀπίσω μου. Ο βασιλεύς, ὁ τοσούτων ἡγούμενος τὸν φυγάδα, φιλανθρωπίαν αἰτεῖ. Τοσαύτη τῆς κακίας ἀσθένεια. ΚΕΦΑΛ. ΚΕ'. Καὶ ἡ ἐργασία αὐτοῦ ἐν τῷ Καρμήλῳ. Ενταῦθα οὐ τὸ ὄρος εἰρηκέναι φησὶν ὁ Εὐσέβιος, κώμην δέ τινα, μέχρι καὶ νῦν οὕτως ὠνομασμένην, ἐν ᾗ ᾠκηκέναι τὸν Ναβάλο Καὶ πέντε οἶφι ἀλφίτων. Ακύλας ερμήνευσε, σάτα. Τὸ δὲ Γομόρ ἴσον τῷ οἶφι, ὡς ἐν Ἰεζεκιήλ με μαθήκαμεν. Ισως εἰς ἄδικον ἐφύλαξα πάντα τὰ τοῦ Να βάλ. Ακύλας, πλὴν μάτην. Πῶς δὲ ὁ τοιαύτην κατά τοῦ Σαούλ ἐπιδειξάμενος πραότητα, τὸν Ναβὰλ ἀν ελεῖν ἐπειράθη; Αγαν αὐτὸν εὐηργέτησεν ὁ Δαβίδ, οὐ μόνον τοὺς ἰδίους, ἀλλὰ καὶ ἄλλους κωλύων ἐπιβουλεύοντας, ὡς οἱ ποιμένες μεμαρτυρήκασι, λέγοντες ᾿Αγαθοὶ ἡμῖν οἱ ἄνδρες σφόδρα· καὶ ὅμως αὐτὲ μέτρια δι' ἀνάγκην αἰτοῦντι παρέσχετο, ἀλλὰ και προσωνείδισεν. Ὁ δὲ Σαούλ εἶχεν ἀφορμὴν τῆς ἀδι κίας, τὸν διὰ τὴν βασιλείαν φθόνον. Αλλ' οὐδὲν ἧττον Η φεισαμένων τῶν ἱερέων. Ὁ τῆς Αὐγ. κύδ. • ἀλλὰ καὶ ἐξ ἱερατικής φυλής.
col. 1113–1114page 18 of 20
PG 87:1113ἐναντίον τῷ, «Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά· ν τὸ μὴ μόνον αὐτὸν, ἀλλὰ καὶ τοὺς αὐτοῦ πάν τὰς ἀνελεῖν κατεπείγεσθαι. Πρὸς ὅ ρητέον, ὡς οὐδὲ ἀνταπέδωκεν ἐκ τῆς τοῦ Θεοῦ κεκωλυμένος προνοίας, τῆς τὰ τῶν ἁγίων ἀναπληρούσης ἐλλείμματα. Δια ταῦτα τάχα φησίν· «Εγὼ δὲ εἶπον ἐν τῇ εὐθηνίᾳ μου, Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Κύριε, ἐν τῷ θελήματα σου παράσχου τῷ κάλλει μου δύναμιν. Απέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος. ο Γίνονται γὰρ ἐγκαταλείψεις, πρὸς τὸ μὴ τοὺς ἁγίους ἐπαίρεσθαι, ὡς Πέτρῳ παρὰ τὴν ἄρνησιν, καὶ Παύλῳ ἄγγελος Σατάν. Διὸ καὶ τὸ τῇ προνοία διακονισάμε νον γύναιον ὑπερηγάπησεν, ὡς εἰκὸς, ὡς ἐμποδὼν αὐτῷ γενομένην τοῦ πάθους. Τὸ δὲ Ναβάλ, ἑρμη νεύεται ἀφροσύνη· ὡς καὶ γυνή φησι, καὶ ἡ τῶν Εβραϊκῶν ὀνομάτων ἑρμηνεία παρέδωκεν. "Η συμ φωνῶν ᾿Ακύλας, ἐξέδωκεν· Ἀπόρευσις μετ' αὐτοῦ. Τοῦ γὰρ λογισμοῦ ὑποῤῥέοντός τε καὶ σβεννυμένου, τὸ τῆς ἀφροσύνης γίνεται πάθος. Ληφθείη δ' ἂν ταῦτα καὶ εἰς τὸν πρῶτον λαόν, τὸν ἀγνώμονα, καὶ κακὰ ἀντ᾿ ἀγαθῶν ἀποδεδωκότα Χριστῷ. Ἐξ οὗπερ ἡ τοῦ Θεοῦ λατρεία μετέπεσεν εἰς τὸν νέον Δαβίδ, δι᾿ ἣν παντελῶς οὐκ ἀπώλετο, ἐπὶ τῇ ἀφροσύνῃ συγγνώμην λαβών, εἰπόντος τοῦ Χριστοῦ· «Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν 8 ποιοῦσιν.» Εν οἷς ζη τῶν βρῶμα οὐχ εὗρεν, ὡς οὐδὲ ἐν τῇ συκῇ, τῇ τυπού σῃ τὴν Ἰουδαίων Συναγωγήν. Τί δήποτε δὲ ὀμωμοκώς ὁ Δαβὶδ καὶ αὐτὸν, καὶ τοὺς σὺν αὐτῷ κτείνειν, παρ ἐξη τὸν ὅρκον; Ρητέον οὖν ὡς ὁ μὲν ὅρκος ἦν τοῦ δικαίου θυμοῦ· ἡ δὲ φειδώ, τοῦ σώφρονος λογισμοῦ. Δεξάμενος γὰρ τῆς ᾿Αβιγαίας τὴν ἱκετείαν, ἔσβεσε τὸν θυμόν· ἄμεινον γὰρ παραθῆναι τῆς ἀπειλῆς τὸν ὅρον, ἢ τοσοῦτον ἐργάσασθαι φόνον. Απόρευσις μετ' αὐτοῦ. Οὐροῦντα πρὸς τοῖχον. Οὐκ οὐρεῖ τις ἑστὼς, οὐδὲ πρὸς τοῖχον, εἰ μὴ σχολάζοι. Τοῦτο οὖν φησιν, ὅτι καὶ τὸν ἀμέριμνον καὶ μηδὲν προσδοκῶντα παθεῖν ἢ οὐροῦντα πρὸς τοῖχον, τὸν ἀσθενῶς διακείμενον, καὶ στῆναι δίχα τοῦ ἐρείδεσθαι τῷ τοίχῳ ἀδυνατοῦν τα. Αλλοι δὲ τὸν κύνα εἰρήκασι. Τοῦτο γὰρ αὐτῷ ἔθος. Ὡς ἂν εἰ ἔλεγεν, Εως κυνὸς οὐχ ὑπολείψομαι. Ἐν ἐμοὶ, Κύριέ μου, ἡ ἀδικία, ἀντὶ τοῦ, ἐμοὶ, φη σι, λόγισαι, ὡς αὐτῇ ἀδικησάσῃ. Ἡ μὴ ἀδικήσασα ταῦτά φησιν, ἵνα ὁ δίκαιος Δαβὶδ ταύτῃ τὰ τοῦ ἠδικηκότος χαρίσηται. Το Νάβαλ δὲ ὄνομα μετέβαλεν ἡ ᾿Αβιγαία, ὅ ἐστι θρηνώδες επίρρημα. Τοιοῦτος γὰρ κἀκεῖνος ἄξιος θρήνου. Ε. Καὶ τὴν ψυχὴν, φησίν, ἐχθρῶν σου σφενδονήσεις. Τοιοῦτόν φησι· Καὶ ἐὰν ὡς ἐν σφενδόνῃ ποτὲ εὐρεθῇς ἐν μέσῳ τῶν ἐχθρῶν σου, οὐκ ἀποτι ναχθήσῃ, οὐδὲ σφενδονηθήσῃ· οἱ μέντοι εχθροί σου ἀποτιναχθήσονται. Καὶ οὐκ ἔσται σοι βδελυγμός. Ακύλας, λυγμός, Ει
col. 1115–1116page 19 of 20
Caput XXVICaput XXVII
PG 87:1115λυγμός. αινίττεται δὲ τὰς τοῦ συνειδότος ἀκίδας. [Τὸ δὲ, βα βαρούχ Ἐν λαμπήνῃ. ἀπήνη. τῇ στρογγυλώσει. Ει μού, Κύριος ευλογητός 1.] Τι δέ, ᾑρετίσατο τὸ πρόσωπόν σου, Σύμμαχος, ἐνετράπην. ΚΕΦΑΛ. Κα. Εν λαμπήνῃ. Εἶδος ἁρμαμάξης, ὡς καὶ ἡ ἀπό νη. Ὁ δὲ 'Ακύλας, τῇ στρογγυλώσει, φησίν. Η διά τὸ σχῆμα τῆς κατασκευῆς, ἢ δηλοῖ τὸ κεκυκλώσθαι τῷ στρατοπέδῳ τὸν βασιλέα. Ἐὰν μὴ Κύριος παίσῃ αὐτόν. Ὡς καὶ τῶν Αἱ γυπτίων τὰ πρωτότοκα, καὶ τὸν λαὸν ἐν τῇ ἐρήμῳ πολλάκις, καὶ Ναδάλ τὸν Καρμήλιον. Τὸ ἐξ· Η ἡμέρα αὐτοῦ ἔλθῃ, τὸν κατά φύσιν θάνατον δη Οὐ μέντοι ὡρισμένην φησὶν εἶναι τὴν ἡμέραν. Το μὲν γὰρ κοινὴν ὥρισται πάντως ἀποθανεῖν· τὸ δὲ καθ᾿ ἕκαστον, οὐκ ἔτι τὸ πότε ἐστί. "Οτι θάμβος Κυρίου ἐπέπεσεν ἐπ' αὐτούς. Αντί δὲ τοῦ θάμβους, Ακύλας, καταφορά· Σύμμαχος, κάρος· Θεοδοτίων, ἔκστασις. "Οτι υἱοὶ θανατώσεως ὑμεῖς οἱ οὐ φυλάσσοντες τὴν βασιλέα τὸν κύριον ὑμῶν τὸν χριστὴν ρίου. Τὸ δὲ, υἱοὶ θανατώσεως ὑμεῖς, ἀντὶ τοῦ ἄξιοι. Τὸ μέντοι δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος πάν λιν εἴληφεν ὁ Δαβίδ, ἵνα τὴν γεγενημένην αὖθις εὐεργεσίαν ἐπιδείξῃ Λέγοντες, Πορεύου, καὶ δούλευε θεοῖς ἀλλο τρίοις. Οὐ διὰ ῥημάτων ἔλεγον, ἀλλὰ διὰ πραγμάτ των Ανάγκαζον ὁρᾷν. Πάντοθεν γὰρ αὐτὸν ἐξελαύνοντες, ἀνάγκην ἐπῆγον, εἰς τὰς τῶν ἀλλοφύλων πόλ λεις, ὡς ὀχυράς, καταφεύγειν. Πολλὴν δὲ καὶ θαυμασίαν ὁ Δαβὶδ ἔσχε τὴν ἀρετὴν, ὅτι τοσαῦτα πάσχων, οὐκ ἠμύνατο δυνηθεὶς δι' ὑπερ βολήν πραότητος. "Οθεν μετὰ παρρησίας φησὶν ἐν Ψαλμοῖς· ο Μνήσθητι, Κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ.» ΚΕΦΑΛ. ΚΖ'. Οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάν σας τὰς ἡμέρας. ᾿Αρχισωματοφύλακα δὲ, ἀντὶ τοῦ, φύλακα τῆς κεφαλῆς μου. Ε. Ι.. Καὶ Σαμουὴλ ἀπέθανεν. Μέλλων τὰ κατὰ τὴν ἐγγαστρίμυθον διηγεῖσθαι, ἠναγκάσθη πάλιν μνη σθῆναι τῆς τοῦ Σαμουὴλ τελευτῆς. Καὶ συνεκαλύψατο Σαούλ. Ἀντὶ τοῦ, συνεκαλύψατο, Σύμμαχος, μετεσχημάτισεν ἑαυτὸν, εἰ πεν 6. Εδήλου δὲ τοῦτο τὴν τῆς βασιλείας ἐναλλαγὴν. Ανδρα όρθιον αναβαίνοντα. Τινές φασιν, άλη θῶς ἀνενηνοχέναι τὸν Σαμουήλ. Οὗ τί ἀσεβέστερον; εἰ περιέργων ἐπῳδαὶ ψυχῶν ἁγίων κρατήσουσιν, ὧν ἔτι ζώντων οὐκ ἐκράτησαν οἱ δαίμονες. Η το νυν δαιμόνιον πλάνον τὸ σχῆμα τοῦ Σαμουὴλ ὑπο κρίνεται, και φησιν & πολλάκις ἀκήκοε τοῦ Σαμουήλ, τὸν χρόνον ἀγνοῦσαν τῆς τοῦ Σαούλ τελευτῆς· Η 1 Τοῦτο οὐ κεῖται ἐν τῷ τῆς Αὐγ. κώδι, συνενωμένον δ' ἦν τῷ προλαβόντι τοῦ Προκοπ., δῆλον δὲ, ὅτι ἐν τῶν τοῦ Θεοδωρίτου ἐστί. 6 Τὰ ἑπόμ. ἐν τῷ τῆς Αὐγ. κώδ. οὐ κεῖται.
col. 1117–1118page 20 of 20
Caput XXVIII
PG 87:1117θεῖος ἄγγελος, ὡς ἐβουλήθη, τὸ εἶδος τοῦ Σαμουήλ ἐσχημάτισεν, τοῦ Θεοῦ καὶ διὰ τῶν ἐναντίων τὴν ψῆφον ἐκφέροντας· ὥς φησι, Κἂν ἀπέλθη πρὸς τὸν ψευδοπροφήτην, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ. Οὕτω διὰ τοῦ Βαλαὰμ εὐλόγησε τὸν λαὸν, καὶ τὴν τῆς οἰκουμένης σωτηρίαν προανεκήρυξε, τοῦ θείου Πνεύματος ἐνεργήσαντος, καὶ νῦν ἐνήργησεν ὀφθῆ. και σχῆμα τοῦ Σαμουήλ. Οὕτω τοὺς ὀφθέντας ἀγγέ λους τῷ ᾽Αβραὰμ, καὶ τὸν ἐκείνων δεσπότην, ἄνδρας ὠνόμασεν. Οὕτω γὰρ ὁρᾶν ὁ πατριάρχης ἐδόκει, διὰ καὶ τράπεζαν αὐτοῖς παρετίθετο. Οὕτω τοὺς οὐκ ὄντας θεοὺς ὀνομάζει θεοὺς ἡ Γραφή, ὡς καὶ νῦν Σαμουήλ, ἵνα τοῦτο δοκῶν ὁ Σαούλ, καὶ τὴν ἀπόφασιν ἐκ τούτου δεξάμενος, στένων ἐξέλθοι τὸν βίον. Εἰ γὰρ, ἐκ τοῦ εἰρῆσθαι τούνομα, νομίσωμεν εἶναι τον Σαμουήλ, καιρὸς καὶ οὓς ἑωρακέναι λέγει θεούς, τούτους ἀληθῶς ἡγεῖσθαι θεοὺς, ἑνὸς κατὰ φύσιν ὑπάρχοντος. Τινὲς δέ φασιν, ὀφθῆναι μὲν ὄντως τὸν Σαμουήλ, ἀλλὰ Θεοῦ τὴν ψυχὴν παραστήσαντος, οὐ τῆς ἐγγαστριμύθου ταύτην ἀναγαγούσης. Μόνον γὰρ ταύτην ἰδεῖν τὸν Σαμουήλ, ἀλλ' οὐκ αὐτὴν ἀναγαγεῖν, ἡ θεία λέγει Γραφή. Ειώθεσαν δὲ ἐν ταῖς νεκυομαντείαις, δαιμόνων ἀπάταις, σκιοειδή βλέπειν φαντάσματα. Εμφασις δὲ τοῦ δαιμόνιον εἶναι τὸ φθεγγόμενον εἶποι τις ἂν τὴν ἄγνοιαν τῆς τοῦ Σαούλ τελευτής. Οὐ γὰρ αύριον, ἀλλὰ μεθ' ἡμέρας φαίνεται τεθνηκώς· εἰ μὴ ἄρα τὸ αὔριον τὸ τὴν τελευτὴν εἶναι πλησίον δηλοί. Η γ' οὖν προληπτικώτερον ἡ Γραφὴ τὰ κατὰ τὸν Δαβὶδ, καὶ τὸν ᾿Αμαλήκ, φθάσασα διηγήσατο πρὸ τῆς τοῦ Σαούλ τελευτῆς· ὡς ἂν εἴποιεν οἱ ὄντως ὀφθῆναι λέγοντες Σαμουήλο ή γ' οὖν ὑπὸ θείας ἐνεργείας σχῆμά τι παραπλή στον. ΚΕΦΑΛ. ΚΘ'. Καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων παρεπορεύον το. Επανάληψις. Ἐνέπεσε πρός με • Σύμμαχος, προσέφυγέ μοι. Ἐλυπήθησαν· Ακύλας, παρωξύνθησαν· Σύμ μαχος, ὠργίσθησαν· Θεοδοτίων, ἐθυμώθησαν. Καὶ εἶπε Δαβὶδ προς Αγχους, Τί πεποίηκά σοι, καὶ τί εὗρες ἐν τῷ δούλῳ σου; Ἐφύλαξε δὲ τὸ σχῆμα τῆς πρὸς ἀλλοφύλους εὐνοίας καὶ μέχρι τοῦ ἐπιστρατεῦσαι ἐπὶ τὸν Ἰσραὴλ, οὐχ ὡς πολεμήσων, ἀλλ' ἴσως τούτοις συνεπιθησόμενος· ὅπερ καὶ ὑπώπτευσαν ἢ προσδοκῶν τὴν διὰ Θεοῦ κώλυσιν. Οπερ καὶ γέγονε. Οὐχ ἥξει μεθ' ἡμῶν εἰς πόλεμον. Θείας καὶ τοῦ το προνοίας. "Η γὰρ ἐγίνετο κατὰ τοῦ λαοῦ Ἰσραήλ ἐμφυλίου αἷματος ἐμπιπλάμενος, ἢ οὐκ ἂν περιείδε τὸν λαὸν ἀπολλύμενον. ᾿Αλλὰ πᾶσαν καὶ τοῦ λαοῦ, καὶ τοῦ Σαούλ ἐποιήσατο πρόνοιαν, ἂν ἔδει παι θεῖν. ΚΕΦΑΛ. Λ'. Καὶ ᾿Αμαληκ ἐπέθετο ἐπὶ τὴν Νότον. Συνεχώ
Page scan enlarged

Notebook

Full View