PG 87Procopius Gazaeus
Commentary on Judges
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1041–1042page 1 of 19
PG 87:1041Ἰησοῦ στρατευόμενοι, καὶ συγκάμωσιν ἡμῖν οἱ ὑπὸ 496 Μωϋσέως λαβόντες την κληρονομίαν, οὔπω δὲ κατοικήσαντες ἐν αὐτῇ, ἀπολύονται ἕκαστος εἰς τὰ ἴδια μετὰ τῶν τελῶν τῶν ὑπὸ Ἰησοῦ δεδομένων, ὡς ἂν ἕκαστος κατοικήσῃ ἐν εἰρήνῃ, παντὸς πολέμου καθαιρεθέντος. Οὗτοι δὲ καὶ μέγαν οἰκοδομοῦσι βωμὸν, καὶ ἀπό στασιν ἐγκληθέντες ἀπολογοῦνται, ὡς τὸ θυσιαστήριον ἐστιν ὅπου Ἰησοῦς ἄρχει. Εκείνου δὲ τοῦτο μέσ μημά τε καὶ σύμβολον. Ὡς ἂν μὴ τοὺς ἐκτὸς Ἰορδάνου ξένους μετὰ χρόνον οἱ ἐντὸς εἶναι νομίσωσι, κω λύοντες αὐτοὺς τῆς τοῦ ἱεροῦ μετοχῆς. Δηλοῖ δὲ ταῦτα, ὡς ὁ λαὸς τῆς περιτομῆς ὁ πρότερος, οἱ υἱοὶ Ρουσὶν τοῦ πρωτοτόκου, οἱ υἱοὶ Γάδ ἄλλου πρωτοτόκου, οἱ υἱοὶ Μανασσῆ ἄλλου πρωτοτόκου, κατά χρόνον δηλονότι, ποιοῦσι βωμὸν οὐ τὴν ἀληθινόν, ἀλλὰ σύμβολον· ἵνα μὴ διέλωμεν αὐτοὺς ἀπ' ἐκείνων. Αδελφοὶ γὰρ ἡμῶν οἱ πρὸ τῆς παρουσίας Ἰουδαῖοι, καὶ τὸ ἀληθινὸν μυστήριον ᾔδεσαν ὡς οὐκ ἔχουσιν. Αλλ' αἱ παλαιαὶ θυσίαι τῶν ἀληθινῶν τύπος ἐτύγ χανον, ὅπου ἦν Ἰησοῦς. Αμφότεροι τοίνυν γινόμεθα μία ποίμνη, εἷς ποιμήν. Ως γὰρ πάλαι ἀπέθνησκεν ὁ λαὸς, καὶ ἦλθεν Ααρών, καὶ ἔστη μεταξὺ τῶν τε θνηκότων καὶ τῶν ζώντων, καὶ ἀπὸ τῶν λοιπῶν τὸν θάνατον ἔστησεν· οὕτως ὁ ἀληθινὸς ἀρχιερεὺς μετ ταξὺ τῶν τεθνηκότων καὶ τῶν ζώντων τῶν τε μέχρι τῆς παρουσίας τὸν Ἰουδαϊσμὸν τετηρηκότων, καὶ τὸν αὐτὸν μὴ δεξαμένων, καὶ ἑαυτοὺς μᾶλλον ἢ τὸν Ἰη σοῦν νεκρωσάντων, δι' ὧν ἐφ' ἑαυτοὺς τὸ αἷμα φέ ρειν ἐτόλμησαν Ἰησοῦ. Διὸ καὶ πᾶν αἷμα δίκαιον ἔφθασεν ἐπ' αὐτούς. Μεταξὺ τοίνυν ἐλθὼν ἔστησεν ἀφ' ἡμῶν τὴν τοῦ θανάτου νομὴν, τῶν νεκρῶν Ἰου δαίων μηδὲν ἔτι ποιούντων ἀληθινὸν τῶν ὑπὸ νόμου διῃρημένων. Παρ' ἡμῖν γὰρ ὁ ἀληθινὸς ναὸς ὁ ἐκ λί θων ζώντων, καὶ Ἰησοῦς ὁ ἀληθινός. Τοῖς ἀγνοοῦσι τοῦ παρόντος βιβλίου την δύναμιν, καὶ ὅτι πᾶσα Γραφή θεόπνευστος καὶ ὠφέλιμος, ἀνόνητον εἶναι δοκεῖ, πολέμους καὶ μάχας ὡς τὰ πολλά διηγούμενον. Οὐ γὰρ σκοποῦσιν, ὡς τυπικῶς μὲν ἐκείνοις συνέβη, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, καὶ κατ' αὐτὸ τὸ ῥητὸν ὠφελῆσαι λίαν δυνά μενον· ὅταν ὁρῶμεν ὅσον δύναται Θεοῦ λατρεία, καὶ πάλιν ἀπόστασις. Καὶ ὡς ἡ μὲν, καθαιρεῖ τοὺς ἐχθροὺς, κἂν ἀπέλθωσιν· ἡ δὲ, τούτοις υποχειρίους ἐργάζεται. Τοιγαροῦν ὁ θεῖος Παῦλος ἐκ τούτων πλεῖστα λαμβάνει τὰ παραδείγματα, γράφων· ἐπισ λείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψών, καὶ Ιεφθάε· οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, καὶ τὰ ἑξῆς.
col. 1043–1044page 2 of 19
PG 87:1043Ἠρώτων δὲ, φησίν, ἐν Κυρίῳ, πάντως ἀποδραμόντες εἰς τὴν κιβωτόν εἰς Σηλώμ, ἀλλ' οὐ μαντείαις ἀκολουθοῦντες Ἑλληνικαῖς. Θέλουσι δὲ νῦν ἐπὶ τῶν Χαναναίων στρατεύσασθαι. Οὐδὲ γὰρ πᾶσαν τὴν ἐπηγγελμένην ἔλαβον γῆν. Ὑπελείποντο δὲ τῶν ἀλο λοφύλων τινὲς καὶ μέσοι καὶ πέριξ· ἵνα τῷ τούτων φόβῳ πρὸς Θεὸν ἐπιστρέφωνται. Καθὰ γὰρ Πέτρος φησί, ο Κάμνουσα γὰρ ψυχὴ ἐγγίζει Θεῷ Καὶ Ησαΐας, • Ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.» Καὶ παρανομοῦντες δὲ, οὐκ ἄξιοι τῆς πάσης ἐγένοντο γῆς. Έδει δέ που τάχα καὶ συνεστάλθαι τοὺς ὅρους. Τρεῖς γὰρ τοῦ ἐνιαυτοῦ προσέταττεν ὁ νόμος ἐνώπιον ὀφθῆναι Θεοῦ εἰς ἕνα συνιόντας τόπον, ἐν ᾧ τὰς ἀπαρχὰς καὶ τὰς θυσίας επλήρουν. Πόρρω τοίνυν οἰκεῖν οὐκ ἠδύναντο. Καὶ εἶπε Κύριος, Ιούδας ἀναβήσεται. Δύο γὰρ ἐπίστευσαν ταῖς ὑποσχέσεσι, καὶ τῶν ἐξ Αἰγύπτου πάντων ἀπολωλότων ἐσώθησαν. Καὶ ὁ μὲν τετίμηται στρατηγίδι τιμῇ· τοῦ δὲ Χάλεβ ἡ φυλὴ δι' αὐτὸν ὀφειλομένης τυγχάνει τιμῆς. Εὐδοκιμεῖ δὲ καὶ ἄλλως ἐν ἅπασιν ἡ τοῦ Ἰούδα φυλή, ὅς τύπος ἦν τοῦ Χρι στοῦ· πρὸς ἂν εἴρηται τὸ κατὰ σάρκα παρὰ τοῦ παι τρός· ι Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» "Οθεν καὶ ὡς ὑπήκοος γενόμενος τῷ παι τρί, τὸν Συμεὼν παρέλαβεν (ὅπερ ὑπακουσμὸς ἑρ μηνεύεται), καὶ τῆς πεπατημένης πόλεως (Ιεβοῦς γὰρ τοῦτο δηλοί), καὶ τῶν ἐν αὐτῇ σαλευομένων (οὕτω γὰρ ἑρμηνεύονται Χαναναίοι) κρατήσας, καὶ πάντα σάλον καὶ ταπείνωσιν ἐκβαλὼν διαβολικὴν, εἰρήνης ὅρασιν ἡμᾶς ἀπειργάσατο. Ἐπάταξε δὲ Κύριος ἐν χειρὶ αὐτοῦ καὶ τὸν Φερεζαῖον ἐν Ζεδέκ. Δηλοῖ δὲ ὁ μὲν Φερεζαίος, διασκεδασμὸν· ὅτι οὐ μόνον διὰ τὸν Ἰσραὴλ ὁ νοητός Ἰού δας ἦλθε Χριστὸς, ἀλλὰ καὶ διὰ τὰ διεσκορπισμένα τέκνα τοῦ Θεοῦ· οὓς καὶ ἐπάταξεν ἐν Ζεβέκ. Πόλις δὲ αὕτη τοῦ ᾿Αδωνιζεβέκ, ὃς ἑρμηνεύεται Κύριος τοῦ Ζεβέκ. Ο δηλοῖ φαυλισμὸν κενόν. Τίς δὲ ὁ τού του κύριος ἢ ὁ διάβολος ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ὑπὲρ πάντα Θεὸν ἢ σέβασμα, καὶ λέγων "Ανεπιγράφου. τελευτήσαντος τοίνυν Ἰησοῦ, καὶ τῶν υἱῶν Ἰσραὴλ ἐναυλον ἐχόντων ἔτι τῶν θαυμάτων τὴν μνήμην, καὶ τῆς εὐερ γεσίας τὸ μέγεθος, καὶ τοῦ προηγησαμένου στρατο ηγοῦ τὴν διδασκαλίαν, ἐπυνθάνοντο τοῦ τῶν ὅλων Θεοῦ, τις μετ' ἐκεῖνον ἡγήσηται τοῦ λαοῦ, καὶ πρὸς τοὺς Αμορραίους ἐχθροὺς παρατάξηται. Καὶ τὸ ἐγχείρημα θεοφιλές τε καὶ ὅσιον. Οὐδὲ γὰρ τῇ ἀρχῇ ἐπ επήδων τινὲς φιλαρχίας νοσούντες· ἀνέμενον δὲ γνῶναι τὴν ἄνωθεν ψῆφον, τὴν τῶν προηγησαμένων χειροτονίαν θεόθεν γεγενῆσθαι μαθόντες, καὶ διὰ τῆς συναγωγής Κορέ, Δαθάν τε καὶ ᾿Αβειρών μὴ τοιούτοις ἐγχειρεῖν παιδευθέντες. Καλῶς δὲ τὸ «ἐν Κυρίῳ, ο προσέθηκεν. Ούπω γὰρ ἦσαν τῇ τῶν ματαίων προσδραμόντες λατρεία μετὰ τὴν Ἰησοῦ τελευ τήν. Οὐδὲ ἐν τοῖς τοῦ Πέτρου, οὐδ᾽ ἄλλοθί που ἐν τῇ θείᾳ Γραφῇ εὕρηται.
col. 1045–1046page 3 of 19
PG 87:1045Τα πάντα καταλήψομαι τῇ χειρί μου ὡς νοσσιάν, “, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ. ο Ον ὁ Χριστὸς ἐξενεύρισε, πᾶσαν ὁδὸν αὐτοῦ καὶ πρᾶξιν περιελών, ἄκρα χειρῶν αὐτοῦ καὶ ποδῶν ἀποκόψας· καὶ τὸ ἀνταπόδομα αὐτοῦ ἀνταπεδόθη αὐτῷ. Εβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομε μένοι, ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τρα πέζης μου. "Ανδρας, φησὶν, ἀρεταῖς διαπρέψαντας, οὖς ὕστερον εζώγρησεν ὁ διάβολος τὰς κατὰ Θεὸν ὁδοὺς καὶ πράξεις περιτεμῶν, καὶ ψευδῆ γνῶσιν αὐ τοῖς ἐμβαλὼν, ἐκ τῆς ἰδίας τροφῆς τὰ εὐτελῆ παρα σχὼν περισσεύματα. Οὓς καὶ οἱ φησιν, ὡς κακῶς ἀπὸ τῶν πράξεων τῶν ἀγαθῶν σαββατίσαντας, ὡς .. πρὸς αὐτοὺς λέγεσθαι τὴν Ησαίου φωνὴν ἐκ Θεοῦ Τὰ Σάββατα ὑμῶν μισεῖ ἡ ψυχή μου.» Καὶ αὐτὸς δὲ λοιπὸν ᾿Αδωνιζεσὲκ ἀκρωτηριασθείς, ἐν Ἱερουσαλὴμ ἀποθνήσκει. ὡς γὰρ ζῇ Χριστὸς ἐν Παύλῳ καὶ τοῖς κατ' αὐτὸν, οὕτω θνήσκειν ἐν αὐτοῖς ὁ διάβολος λέγεται. Οἱ καί φασι, ο Χάρις δὲ τῷ Θεῷ τῷ διδόντι τὸ νίκος ἡμῖν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ.» Καὶ δώσεις μοι λύτρωσιν ὕδατος. Τοῦτο πρόσ κειται τοῖς ἐν Ἰησοῦ λελεγμένοις περὶ αὐτῆς, ἐμ φαῖνον τὴν διὰ τοῦ ἁγίου βαπτίσματος ἄφεσιν, τῶν τα τῆς ὑπερηφανίας ὑψωμάτων καὶ τοῦ ἐπαιρομένου κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ τῶν ταπεινῶν νοη μάτων καὶ γεωδῶν. Ὁ δὲ Σύμμαχος ἐξέδωκε, Κτῆς σιν ἐν ὑψηλοτέροις καὶ κτῆσιν ἐν ταπεινοτέροις, δηλῶν κτῆσιν νοημάτων υψηλοτέρων τῇ θεωρίᾳ, καὶ ταπεινοφροσύνης τῆς τοῦ διαβόλου τὴν ὑπερηφανίαν διαφευγούσης. Ὁ δὲ ᾿Ακύλας φησί, Τὴν Γολλάθ τὴν ἄνω καὶ τὴν Γολλὰθ τὴν κάτω, κτήματα οὕτω λεγόμενα, ἅπερ ἀντὶ προικὸς ἠξίου παρὰ Χά λεβ λαβεῖν. Τῆς γὰρ ἁλώσεως Δαβεὶρ ἆθλον εἶχε τὴν Ασχάν. Ηβούλετο δὲ καὶ προῖκα τοῦ γάμου λαβεῖν. Τὴν γὰρ πόλιν μετὰ τῆς γυναικὸς ἀριστεῖον ἐκτή σατο. Πλὴν οὐ φησιν ή Γραφή σαφῶς, ὅτι τὴν πόλιν παρέσχεν αὐτῷ. Εκ τῆς πόλεως τῶν Φοινίκων, Ιεριχούς φησιν. Αρὰδ δὲ πόλις Αμορραίων παρακειμένη τῇ ἐρή μῳ Κάδης, ἥτις ἐστὶ Φαράν. Καὶ ἔστι νῦν κώμη ἀπὸ τετάρτων σημείου Μαλααθών, τῆς δὲ Χεβρών ἀπὸ εἰκοστοῦ. Τῆς Γραφῆς λεγούσης, ὡς οὐχ εἷλον αἱ τοῦ Ἰούδα καὶ τοῦ Συμεὼν φυλαὶ Γάζαν, Ασκάλωνα, Αζωτον, Ακκαρών, Ιώσηπος 'Ασκάλωνα καὶ Αζωτον ΝΟΤΑ. Ἡ δὲ Ἰούδα φυλὴ καὶ Συμεωνὶς, τὰς μὲν κατὰ τὴν ὀρεινὴν τῆς Χαναναίας πόλεις εἷλον, τῶν δ' ἐν τῷ πεδίῳ καὶ πρὸς θαλάσσῃ Ασκάλωνά τε καὶ Αζωτον. Διαφεύγει δ' αὐτοὺς Γάζα καὶ ᾿Ακκάρων. Πεδίων γὰρ ὄντων, καὶ πολλῆς ἁρμάτων εὐπορίας κακῶς ἐποίουν τοὺς ἐπελθόντας. Ἐν βιβλ. 5. κεφ 2. Περὶ Ἰουδαῖκ. ἀρχαιολογ. Οὐ πάνυ δὲ σαφές περὶ τοῦ Ἰωσήπου φησὶν ὁ Προκόπιος. Εἰ μὴ τὸ τῶν δ' ἐν τῷ πεδίῳ, τῶν τ' ἐν τῷ πεδίῳ, ἀναγνωσθείη.
col. 1047–1048page 4 of 19
PG 87:1047ηλωκέναι φησί, Γάζαν δὲ καὶ 'Ακκαρών διά τη τὰ πεδία καὶ τὸ πλῆθος τῶν ἁρμάτων οὐκ ἔλα σου. σε Εἰς τῆν Χεττιείμ. Την Κύπρον φησί. Τὴν Μαγεδδώ. Ταύτην εἷλεν Ἰησοῦς ὁ ἀποκτείνας αὐτῆς τὸν βασιλέα· καὶ γέγονε φυλής Μανασσή ἣν οὐ κατέσχεν. Ὁ γὰρ ἀλλόφυλος οὐκ ἐξαιρεθεὶς, ἐπισυστὰς πάλιν εἷλεν αὐτὴν καὶ τὰς ἄλλας. Ἰσραὴλ δὲ πάλιν ἰσχύσας, ὑποφόρους τούτους εἰργάσατο. Αγχὼ, τὴν νῦν Πτολεμαΐδα φησίν. Οὐδὲ τοὺς κατοικοῦντας Δωρ. Μεθόριον γὰρ ἦν αὕτη τῶν δύο φυλών. Επάνω ᾿Ακραβίν. Οριον τοῦτο τῆς Ιδουμαίας ἀνατολικόν. ᾿Απὸ τῆς πέτρας καὶ ἐπάνω, πόλις τοῦ Ἰδουμαίου. Αγγελος Κυρίου. Εύγε τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Αμαρτάνοντας παιδεύει, καὶ ἀθυμοῦντας παρακαλεῖ πρὸς εὐσέβειαν ἐπιστρέφων τὸν Ἰσραήλ. Καὶ ἐξαπέστειλεν Ἰησοῦς τὸν λαόν. ἐπανάληψις. Πολλὰ γὰρ εἶπεν ἤδη μετὰ θάνατον Ἰησοῦ, ὡς καὶ τὰ ἑξῆς ἐπαναλαμβάνει τὰ περὶ τῶν εὐσε βῶς τετελευτηκότων, καὶ τῶν ἐξ ἐκείνων ἀσεβησάντ των, πρὸς οὓς καὶ ἀπεστάλη ὁ ἄγγελος. Τὴν γὰρ αἰτίαν παρενέβαλε, δι᾿ ἣν περιγενέσθαι τῶν ἐχθρῶν οὐ δεδύνηνται. Αλλ᾽ ἐπεὶ ἐλθόντος, ἔκλαυσαν, τοῦ ἀγγέλου, τοὺς κριτὰς αὐτοῖς ὁ Κύριος ήγειρεν. Εν ταῦθα γὰρ ἡ τῆς ἐννοίας ἀπόδοσις. Καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνο μενόντων, καὶ κατεπρονόμευσαν αὐτούς. Πληγαίς ἐπιγινώσκουσα, καθά φησιν Ἱερεμίας· «Πόνοις καὶ γὰρ καὶ πόνοις ἡ ψυχή διορθοῦται, τὸν Δεσπότην μάστιξι παιδευθήσῃ, Ιερουσαλήμ. ο Βασιλέως Συρίας Μεσοποταμίας. Ιώσηπος Ασσυρίας εἶναι βασιλέα φησὶ τὸν Χουσαρεταθώμ. Εἰ δὲ τοῦτο, καὶ Συρίας. Πάσης γὰρ ἦρχον τῆς ᾿Ασίας Ασσύριοι. Καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον. Την κραυγὴν τὴν ἐπαινετὴν τὴν ἐπὶ μετανοίᾳ, περὶ ἧς φησι καὶ Δαβίδ· «Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου.» Καὶ, «Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε.» Καὶ ἐνίσχυσεν ὁ Θεὸς τὸν Αἰγλὼμ βασιλέα [.] Μωάβ. Η γὰρ ἐξ Ἰσραὴλ ἀναχώρησις τοῦ Θεοῦ τοῖς πολεμίοις παρείχεν ἰσχύν. Ἐν τῇ κατὰ τὴν Όξον. τῆς Γραφ. ἐκδός. οὕτω. Ος ἐβασίλευσεν ἐν Ἀσώρ. Ην καὶ μόνην ένα
col. 1049–1050page 5 of 19
PG 87:1049έπρησεν· Ἰησοῦς, ὡς τῶν λοιπῶν προκαθεζομένην βασιλειῶν, καὶ ἄρχουσαν τῶν ἀλλοφύλων. Εἰς ὄρος Βαθώρ. Ορος Βαθὼς ἐν τῇ πεδιάδι κεῖται ἀπὸ σημείων ι' Διοκαισαρείας κατὰ ἀνατολάς. Οριον δὲ τοῦτο φυλῆς Ἰσσάχαρ καὶ φυλῆς Νεφθαλείμ· ἧς ἦν Κεδὲς ἡ πόλις ἱερατική τε καὶ φυγαδευτήριον τῆς Γαλιλαίας. Εἰς σκηνὴν Ἰαὴλ γυναικὸς Χαβὲρ τοῦ Κιναίου. Χάβερ τοῦ Κιναίου. Υἰωνὸς οὗτος Ἰοθὼρ τοῦ γαμ βροῦ Μωϋσέως. ὓς ἐκεῖ πρώην διαγων, θεασάμενος τοῦ πολέμου τὴν ἔφοδον, πόρρω που τῆς μάχης ἐγένετο, καὶ τὴν ἑαυτοῦ σκηνὴν ἔπηξε πρὸς δρῦν ἀναπαυομένων πλησίον τῆς Κεδές. Τῷ Σισάρα ὕδωρ αἰτοῦντι γάλα παρέσχετο, ὡς ἂν καὶ μᾶλλον ὡς εὐνοούσῃ πιστεύσεις· καὶ καθυγραν θεὶς, καὶ τοῖς περιβολαίοις θαλπόμενος, κατενεχθείη πρὸς ὕπνον. Ἐθάρησε δὲ τὴν ἀρχὴν ταῖς προ υπαρξάσαις σπονδαῖς αὐτῷ τε καὶ Χάβερ τοῦ ταύτης ἀνδρός. Και σε Δεββώρα καὶ Βαράκ υἱὸς 'Αμβινεέμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγοντες. Ἐν τῇ θείᾳ Γραφή πρώτη μὲν ᾠδὴ ἡ ἐν τῇ Ἐξέδῳ· Ασωμεν τῷ Κυ ρίῳ, ἐνδόξως γὰρ δεδόξασται.» Δευτέρα ἡ ἐν τοῖς Αριθμοῖς ἐπὶ τῷ φρέατι· τρίτη ἐν τῷ δευτερονομίῳ· «Πρόσεχε, οὐρανέ, καὶ λαλήσω.» Τετάρτη ἐν τοῖς Κριταῖς, ἡ παροῦσα. Χρὴ δὲ τὸν ἐφθακότα ταύ την άδειν, ήτοι μέλισσαν ήδη γεγονέναι· Δεώρα γὰρ οὕτως ἑρμηνεύεται· ἢ ἀναβεβηκέναι, ὥστ᾽ ἂν αὐτὸν εἶναι καὶ ἀστραπήν· ὁ δὴ σημαίνει Βαράκ ᾄδων ᾠδὴν ἐπινίκιον, ἐκλειπόντων βασιλέων τῶν που ρευθέντων ὁδοὺς διεστραμμένας. Δηλοῖ ἡ ῥῆσις· «Ἐν τῷ ἄρχοντας ἐν τῷ Ἰσραὴλ ἀναφαίνεσθαι,» καὶ τὸν λαὸν αὐτοῖς ὑπείκειν ἑκόν τα, τὸν Κύριον εὐλογεῖτε. Οταν γὰρ συνδράμῃ ἄρ χων τε νόμιμος καὶ λαὸς εὐπειθής, δοξάζεται Θεός ἐξ οὗ ἀρχή τε πᾶσα καὶ τάξις ἐν τῷ παντί· θά τερον γὰρ θατέρου χωρὶς ἀσθενές τε καὶ ἅτα στον. Ἐγώ εἰμι τῷ Κυρίῳ ἐγώ εἰμι, ᾄσομαι. Ταῦτα τοῖς βασιλεῦσι τῶν ἀλλοφύλων καὶ σατράπαις φησίν ὡς οὐ τῇ ἐμῇ δυνάμει, Θεοῦ δὲ συνεργοῦντος, ἐκρά τησα. Ο καὶ ἄδω, φησίν, ὡς αἰτίῳ τῆς νίκης. Ος καὶ τὸν Ἰσραὴλ ἐξελέξατο, καὶ ἀξιοῖ τούτου καλεί. σθαι Θεός. Ἐν τῷ ἐκπορεύεσθαί σε ἐκ Σηείρ. Τὴν ἐξ Αἰ γύπτου φησὶν ἐπάνοδον τοῦ λαοῦ, προηγουμένου Θεού, ὅτε ἔσπευσαν ἡγεμόνες Ἐδώμ· ὅπερ ᾿Ακύλας φη σὶν, ἐκλογήθησαν. Καί γε οὐρανὸς ἐταράχθη· αἱ ἀγγελικαί δυνά μεις εἰς τὴν ὑπὲρ τοῦ λαοῦ διανέστησαν συμμαχίαν. Θεοδοτίων δέ φησιν, Εσταξε δρόσους. Ο δηλοί τὸ Ἐπὶ τὸν λαὸν ἔλεος τοῦ Θεοῦ. Καὶ αἱ νεφέ λα: δὲ, φησίν, ἔσταξαν ὕδωρ. Ἐπήγασε γὰρ διψῶντε
col. 1051–1052page 6 of 19
PG 87:1051λαῷ· σημαίνοι δ᾽ ἂν ἴσως καὶ τὸν δι᾿ ἀγγέλων νότ μον δοθέντα. *Ορη ἐσαλεύθησαν. Οἱ τῶν ἐθνῶν ἐν ἀρχαῖς υπερέχοντες, ήγουν οι τούτων ἄρχοντες δαίμονες. Τοῦ Σινᾶ, Σύμμαχος ἐξέδωκε, Τοῦτο ἔστι Σινά ἵνα ᾖ, τοῦ Κυρίου Σινά. Τίς δὲ οὗτος ὁ Κύριος ἐπ ενήνοχε. Σύμφωνα δὲ τούτοις καὶ ὁ Δαβὶδ ἐν ξζ' φησί ψαλμῷ· «Ο Θεὸς ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ γῆ ἐσείσθη, καὶ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ, ἀπὸ προσώπου του Θεοῦ Ἰσραήλ· ο εἰς τὸν Χριστὸν ταῦτα λαβών. "Ος διαβὰς ἐκ Σηεὶρ καὶ Ἐδώμ· οὕτω γὰρ τὸν Ησαῦ καλεῖσθαί φησιν ἡ Γραφή, σύμβολον ὄντα τοῦ νομικοῦ λαοῦ· ὃς θηριώδης ὢν, ἐφώνει κατὰ Χριστοῦ χρηματίσαντος Ἰακώβ. Εἰς τοὺς δύω γὰρ λαοὺς οἱ τῆς Ρεβέκκας ἐλήφθησαν υιοί. Μέλλων οὖν ἐξ αὐτοῦ διαβαίνειν, ἐρήμου καὶ ἀοικήτου τυγχάνοντος, έσεισε μὲν τὴν γῆν ἐπὶ τοῦ σταυροῦ, ἐξ οὐρανοῦ δὲ σταγόνας ἐξέπεμψε τὰς τοῦ πνεύματ τος δωρεὰς ἀναληφθεὶς εἰς αὐτόν. Ὅτε καὶ αἱ τού του δυνάμεις πυνθάνονται, «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Εδώμ;; Εἶτα τοῦτον Ιουδαίοις σαφηνία ζων, φησί, Θεοῦ Ἰσραήλ. Ο γὰρ φανεὶς τοῖς ἡμετέροις προγόνοις ἐν τῷ Σινὰ, τὴν γῆν ἐπὶ τοῦ σταυ ροῦ συνέσεισε, τῆς ἡμετέρας μανίας εἰς ἔλεγχον ο ἐξετάραξε δὲ καὶ τὸν οὐρανὸν, ἡλίου τὰς ἀκτῖνας συστείλαντος, καὶ τῶν ἐκεῖ δυνάμεων ἐπὶ τῷ δεσποτικῷ πάθει τεταραγμένων. Μεθ' & λοιπὸν τοῖς πιο στεύσασιν αἱ νοηταὶ νεφέλαι τὰς θείας ἐξ οὐρανοῦ παρέσχοντο δωρεάς. Ορη δὲ τὰ πνευματικὰ τῆς πονηρίας ἐσάλευσε διὰ τῆς εὐαγγελικῆς διδαχῆς. Φησὶ γὰρ θεραπεύσας τὸν σεληνιαζόμενον· Ἐὰν ἔχητε πίστιν, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι ο οὕτω καλέσας τὰ δαιμόνια. Καλεῖ δὲ πρόσωπον Κυ ρίου Θεοῦ Ἰσραὴλ, τὸν υἱόν. «Ἐσημειώθη γάρ, φη σὶν, ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε, εις τῷ εὐαγγελικῷ κηρύγματι ἔθνη καὶ πόλεις διέσεισεν ἵνα τὸν ἐν ταῖς ἡμετέραις ψυχαῖς καταλείπω σει σμὸν, καὶ τὴν ἐκ τῆς πλάνης καὶ τῶν γηίνων μετά στασιν τῶν ἐν ἡμῖν κλονηθέντων παθῶν. Οὕτω καὶ ἡ παροῦσα νῦν ᾠδὴ τοῖς πολεμίοις τοῖς ὁρατοῖς ἐπεμβαίν νουσα, πρὸς τοὺς νοητούς διὰ τούτων ἀνέδραμεν, Ἐν ἡμέραις Σαμεγὰρ υἱοῦ 'Ανάθ. ὡσεὶ ἔλεγε Καὶ ταῦτα μὲν τὸ τηνικαῦτα γενήσεται, νυνὶ δὲ ἐν ἡμέραις Σαμεγὰρ, ἐν ἡμέραις Ἰαὴλ ἐξέλειπον βασι λεῖς. Οσον δὲ ἧκεν εἰς τὴν ἱστορίαν τὴν γραφικήν, ἄδηλος ὁ Σαμεγάρ. Ιώσηπος δέ φησιν αὐτὸν ἄρξαι τοῦ Ἰσραὴλ αἱρεθέντα, καὶ καταλῦσαι τὸν βίον ἐν τῷ πρώτῳ τῆς ἀρχῆς ἔτει. Ἰαὴλ δέ φησι τὴν ἀνελοῦσαν τὸν Σισάρα. Ἐφ᾿ ἧς καὶ τοῦ Σαμεγάρ ἐξέλειπον βασιλεῖς, καὶ δεδιότες ἐν τῷ δεσμῷ, τὰς ἐπ᾿ εὐθείας ὁδοὺς οὐκ ἐτράποντο, τὰς δὲ διεστραμμένας· αἱ τῆς εἰδωλολατρείας ὑπάρχουσι τύπος. "Ορα σελ. 140.
col. 1053–1054page 7 of 19
PG 87:1053Εξέλειπον δὲ, φησί, Φαραζὰν ἐν Ἰσραὴλ, ὅπερ έρμη νεύεται δυνατοί, μέχρι Δεώρας. Ο δὲ Σαμε γάρ, πάροικος δηλοῖ· Ανὰθ δὲ, ταπείνωσις, ἢ ἀπόκρισις Ἰαὴλ δὲ, ἀνάβασις. Ηνίκα τοίνυν γένηταί τις παρ οικος τοῦ βίου τοῦ παρόντος, υἱὸς ὢν τῆς ταπεινώσεως, κατὰ τὸν εἰπόντα· ι Μάθετε ἀπ' ἐμοῦ ὅτι πραός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ,» καὶ τύχοι δι' αὐτῆς ἀναβάσεως· ὁδὸς γὰρ ὑψώσεως ἡ ταπείνωσις θεωρεῖ καὶ τοὺς πορευθέντας διεστραμμένας ὁδοὺς βασιλεῖς ἐκλιμπάνοντας, πρὸς οὓς ἡμῖν ἡ πάλη, οὐ προς αἷμα καὶ σάρκα. "Ος καί φησι • Παροικός εἰμι ἐγὼ καὶ παρεπίδημος.» Και, • Οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.» "Οτι ἕως ἐξανέστη μήτηρ ἐν τῷ ᾿Ισραήλ. Την πρὸ αὐτῆς, μητρὸς τρόπον ἐπεχούσης, πολιτευσαμένην ἀσέβειαν ἐν τῷ Ἰσραὴλ διηγεῖται. Πρέτισαν θεοὺς κενούς, ὡς ἄρτον κρίθινον. Ὥσπερ γὰρ ἄν τις σιτίνου παρακειμένου άρτου, καχεξίαν νοσῶν, ἀλλάξηται κρίθινον· οὕτω τοῦ ἀληθοῦς Θεοῦ τοὺς ματαίους ἀνθείλοντο. Σκέπη νεανίδων σειρομαστῶν, ἐὰν ὀφθῇ Σειρομάστησ ἐν μ' χιλιάσιν ἐν τῷ Ἰσραὴλ, ἡ καρδία μου ἐπὶ τὰ τεταγμένα τῷ ᾿Ισραήλ. Ωσπερ ὁ ἄρτος ὁ κρίθινος, καὶ ἡ ἀπὸ γυναικῶν ἐν πολέμῳ σκέπη δι' ὀργάνων πολεμικῶν· ἀσθενῆς ἐστιν· οὕτως ἐλπὶς ἐν εἰδώλοις. Οἷς οἱ πιστεύοντες, κἂν ὦσιν ὁπλῖται πολ λοι κατ' Ἰσραὴλ συνιστάμενοι, ἡ καρδία μου ἐφ' ἅπερ ἔταξεν ὁ Θεὸς τῷ λαῷ· ἐλπίζειν ἐπὶ Κύριον, φυλάττειν τὰς ἐντολὰς αὐτοῦ, καὶ μὴ λατρεύειν θεοῖς ἑτέροις, καὶ ὅσα τῷ νόμῳ διείρηται. ἂν ἡμῖν φυλαττομένων, αὐτὸς πολεμήσει ὑπὲρ ἡμῶν. Τὰ γὰρ ὅπλα ἡμῶν, οὐ σαρκικά, ἀλλὰ πνευματικά. «Οὐ γὰρ φου βηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ συν επιτιθεμένων μοι.. Τὰ γὰρ τεταγμένα φθέγξομαι τῷ Ἰσραήλ· ο 'Ανάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου.» Οι δυνάσται τοῦ λαοῦ, εὐλογεῖτε τὸν Κύριον, φάσκοντες· «Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τους θλίβοντας ἡμᾶς.» Επιβεβηκότες ἐπὶ ὑποζυγίων ἐπὶ λαμπινῶν, καθήμενοι ἐπὶ κριτήριον, καὶ πορευόμενοι ἐφ' ὁδῷ, φθέγξασθε φωνήν. Οι δυνάσται, φησίν, Ἰσραήλ, καὶ προπορευόμενοι ἐν ὁδῷ τοῦ λαοῦ, καὶ ἐπὶ τὸ κρίνειν τεταγμένοι, ὡς ἔν τινι λύρᾳ τὴν ἐπι νίκιον ᾠδὴν ἀνακρούεσθε. ᾿Εκεῖ δώσουσι δικαιοσύνην Κυρίῳ. Ἐκεῖ· ποῦ; Ενθα πάντων εὐφραινομένων ἡ κατοικία ἐν αὐτῷ. Οὐ γὰρ ἔστι χαίρειν τοῖς ἀσεβέσι, ο λέγει Κύριος. Οὐδὲ δώσουσιν ἐν συνεδρίῳ ἁμαρτωλῶν δι καιοσύνην Κυρίῳ. • Ἐπὶ γὰρ τὸν Ἰσραὴλ ἡ μεγα λοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέ Ἐκ τῆς 2 τοῦ Ἰωάν. ἐπιστ. ἴσ. ἐλήφθη.
col. 1055–1056page 8 of 19
PG 87:1055..: λαις. Καὶ, θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. ὁ Καὶ ἐνίσχυσαν, φησὶν, ἐν τῷ Ἰσραήλ. Κύριος γὰρ ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει. Λαὸς δὲ αὐτοῦ οἱ δι καιοι. Τότε κατέβη ὁ λαὸς Κυρίου εἰς τὰς πόλεις αὐτ τοῦ. Τότε. Πότε; ὅτε δίκαιοι ἐνίσχυσαν ἐν τῷ Ἰσραήλ. Πόλεις δὲ νοήσεις τοῦ Ἰσραὴλ, καὶ τὰς κατὰ Θεὸν αὐτοῦ πολιτείας, καὶ τῶν ἐντολῶν τὴν τήρησιν. Εξεγείρου, ἐξεγείρου, Δεββῶρα. Δικαιοσύνην αύξησον, ἐνίσχυσον τὸν λαὸν, διανάστηθι πρὸς τὴν τοῦ Θεοῦ δόξαν, καὶ τὴν σωτηρίαν τοῦ Ἰσραήλ. Ενισχύων ἐξανίστασο Βαράκ. Ενδυναμοῦ, καὶ διανίστασο, κατὰ τὸ πρὸς Μωϋσέα· Σὺ δὲ αὐτοῦ . στῆθι μετ᾿ ἐμοῦ. Καὶ κατὰ Δαβὶδ εἰπόντα Εστῶτες ήταν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ.» Καὶ, ο Έστησας ἐπὶ πέτραν τοὺς πόδας μου. • Ενισχύων οὖν ἐξανίστασο, καὶ λέγε Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Και, «Ισχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, ο ᾿Αλλὰ καὶ σύ, Δεββῶρα, κατίσχυσον τὸν Βαράκ. Διδόασι γὰρ καὶ ἡμῖν ἐν Κυρίῳ δύναμιν καὶ οἱ ἅγιοι, θαρ ῥεῖν ἡμᾶς· κατὰ τῶν πολεμίων παρασκευάζοντες. Πᾶν δὲ νόημα αἰχμαλώτιζε Βαρὰκ εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· κἂν ἐκλυθῇς πρὸς τοῦτο, κατὰ τὴν Ἰωνάθαν, ἐκ τῆς ἐργασίας Δεώρας γευσάμενο;, ἴσχυε, τοῦ μέλιτος τοῦ προφητικοῦ. Τότε κατέβη κατάλειμμα τοῖς ἰσχυροῖς λαὸς Κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς ἐξ ἐμοῦ. Ὁπότε ἐμεγαλύνθη ἡ ἰσχὺς αὐτοῦ. Ὁ κατά Θεὸν ἀνδρεῖος, καὶ νικῶν τοὺς ἀοράτους ἐχθροὺς μεγαλύνεται, τὴν θείαν δύναμιν ἐκ τῶν ἀρετῶν με γάλην ἔχων ἐν ἑαυτῷ. Ἐν γὰρ τοῖς τούτων ἐρήμοις ἀσθενεῖ καὶ σμικρύνεται. Τὴν δὲ δύναμιν ταύτην προφητικοί χορηγοῦσι λόγοι, πνευματικὴν διδόντες Ισχύν. Κύριος, ταπείνωσόν μοι τοὺς ἰσχυροτέρους μου. Εἰ μὴ γὰρ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, πόσῳ μᾶλλον δαίμονες καὶ ὁ Σατανᾶς οἱ κατα βληθέντες δι' ἔπαρσιν; λέγειν. Ην γὰρ αὐτὸς φυλῆς μὲν Μανασσῆ· μετ' Λαὸς Ἐφραὶμ ἐτιμωρήσατο αὐτοὺς ἐν κοιλάδι. Ἐπειδὴ Δεββῶρα ἐν ὄρει Ἐφραὶμ ἐκαθέζετο, κγ' οὖν τῶν ἐπὶ τοῦ ᾿Αὠδ γενομένων πρὸ τῶν ἐπὶ τοῦ Βα ρὰν ἔοικε με μνῆσθαι· ὅτε ἀναβας ᾿Απδ ἐξ Ιεριχούς, ἐσάλπισε κερατίνῃ ἐν ὄρει Ἐφραὶμ· καὶ συναχθέντες επάταξαν την Μωάβ. Ἴσως δὲ καὶ μετὰ τὸ νι κῆσαι Βαράκ συνεστράφησαν ἅπαντες εἰς τὸν χει μάρξουν Κισσών, καὶ τοὺς περιλειφθέντας ἀνεῖλον. Ο διὰ συντομίαν παρέλειπεν ἡ διήγησις, τελείαν εἰποῦσα τὴν κατ' αὐτῶν νίκην. Καλεῖ δὲ πολλάκις ἡ Γραφὴ τοὺς Ἰσραηλίτας ἐκ μέρους Εφραίμ. Είν κὸς δὲ καὶ τὴν κατὰ Γεδεών γενομένην νίκην προ Ἐμεγαλύνθη ἡ ἰσχὺς αὐτοῦ. Ἡ τοῦ ᾿Αλλ Εκδ. ΝΟΤΑ. Κύριε, ταπείνωσόν μοι τοὺς ἰσχυροτέρους μου. Η αυτο
col. 1057–1058page 9 of 19
PG 87:1057ἐκεῖνον δὲ κατέβησαν οἱ τῆς φυλῆς τοῦ Ἐφραὶμ, καὶ συναγωνισάμενοι, τελείως ετρέψαντο τους Μα διηναίους, καὶ τοὺς σὺν αὐτοῖς ἐν κοιλάδι. Τὸ δὲ, Αδελφούς σου, Βενιαμὶν ἐν λαοῖς σου, ἄλλος ἐξέδωκεν, Οπίσω σου Βενιαμὶν ἀδελφοί σου,» τουτέστι συνήν τῷ Ἐφραὶμ καὶ ὁ Βενιαμὶν ἐν τῇ παρατάξει, ὡς ἀδελφὸς ὢν Ἰωσὴφ, εἰκότως καὶ τοῦ ἐξ Ἰωσὴφ Ε φραὶμ ἀδελφὸς ὀνομάζεται κατά συνήθειαν γραφικήν. Ως καὶ τὴν Σάρραν ἀδελφήν φησιν 'Αβραάμ, τουτο ἐστιν ἀδελφόπαιδα. Ἐξ ἐμοῦ Μαχεὶρ κατέβησαν ἐξερευνῶντες. Ο Μαχεὶρ υἱός ἐστι Μανασσῆ πέραν τοῦ Ἰορδάνου μετὰ 'Ρουβὴν καὶ Γὰδ κληρωσάμενος. Οστις πατά ξας τὴν Γαλαάδ, κατεκληρονόμησεν αὐτὴν, ὥς φησιν ἐν τοῖς Ἀριθμοῖς. Ὁμομήτριος δὲ καὶ ὁμοπάτριος ἀδελφὸς τῷ Ἐφραὶμ ὁ Μανασσῆς. Καὶ οὗτοι οὖν, φησί, τοῖς ἰδίοις ἐπαμύνοντες ἀδελφοῖς, κατέβησαν ἐξερευνῶντες τοὺς πολεμίους. Γράφεται δὲ καὶ οὕτως· «Ἐξ ἐμοῦ Ἐφραὶμ ἐξ εῤῥίζωσεν αὐτοὺς ἐν ᾿Αμαλήκ.» Συνὴν γὰρ τῷ Μωαβ πολεμοῦντι τὸν Ἰσραὴλ Αμμάν τε καὶ ᾿Αμα λήκ. «Ἐξ ἐμοῦ τοίνυν ἐστὶν ὁ Ἐφραίμ, ο τουτέστι τῆς συγγενείας μου. Ἐν ὄρει γὰρ Ἐφραὶμ ἐκαθα έζετο ἡ Δεββῶρα. υπερ δὲ εἴρηται, τὸν ἐπὶ τοῦ Γε δεὼν ἴσως αἰνίττεται πόλεμον τὸν κατὰ Μαδιηναίων καὶ ᾿Αμαλητικῶν. Καὶ ἐν Ζαβουλών Κύριος ἐπολέμει μοι ἐν δυ νατοῖς. Οἱ γὰρ μετὰ Βαρὰκ Ζαβουλών ἦσαν καὶ Νεφθαλιμ νικήσαντες Σισάρα. Ἐν αὐτοῖς οὖν Κύριος ὑπὲρ ἡμῶν, φησὶν, ἐπολέμει. Ἐκεῖθεν ἐν σκήπτρῳ ἐνισχύοντος ἡγήσεως ἐν Ισσάχαρ μετὰ Δεββώρας ἐξαπέστειλε πεζοὺς αὐτ τοῦ εἰς τὴν κοιλάδα. Σκήπτρον τοῦ ἐνισχύοντος, ἤτοι ὁ Ἐφραὶμ· ἐκεῖθεν γὰρ ἡ Δεββῶρα· ἤτοι ὁ Νεφθαλίμ, ὅθεν ώρμητο Βαράκ. Τῷ οὖν σκήπτρῳ τοῦ ἐνισχύοντος καὶ ἡγουμένου καὶ ὁ Ισσάχαρ ἐξε απέστειλε μετά Δεββώρας πεζούς. Καὶ ἀρχηγοὶ ἐν Ισσάχαρ μετὰ Δεββώρας καὶ Βαράκ· οὕτω Βαρὰκ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ. Ως εἶναι μᾶλλον σκήπτρον τοῦ ἐνισχύοντος καὶ ἡγουμένου τὸν Ἐφραὶμ, διὰ Δεββῶραν. Αὕτη γὰρ καὶ ἡγήσατο, καὶ ἐνίσχυσε Βα ράκ τε καὶ τοὺς λοιπούς. Κοιλάδα δέ φησι, διὰ τὸ ἐν χειμάῤῥῳ γεγονέναι τὸν πόλεμον. "Ινα τί σὺ κατοικεῖς ἐν μέσῳ χειλέων; Ἴσως πρὸς πάντα λέγει τὸν Ἰσραήλ· Τί δήποτε, φησί, τοῦ Θεοῦ δεδωκότος ὑμῖν ἄριστον στρατηγόν, ἀναμέσον κατοικεῖτε τῶν Χαναναίων τῶν ἑτερογλώσσων καὶ ἀλλοφύλων; Ἰδοὺ γὰρ ὁ Βαρὰν ἐκίνησε κατ' ἐκείνων τοὺς πόδας, τῶν διηρημένων ἐξ ἡμῶν καὶ Θεοῦ, καὶ μηδὲ πρὸς ἑαυτοὺς συμφωνούντων. Η γὰρ ἂν ἦσαν χείλος ἔν. Ισ. δς. ΝΟΤ Ε. Εξαπέστειλε πεζοὺς αὐτοὺς εἰς κοιλάδα να τί σὺ κατοικεῖς ἐμμέσῳ (ἐν μέσῳ ὀρθότερ.) χιλίων, ἐξέτεινεν ἐν ταῖς αὐτοῦ διαιρέσεσι μεγάλοι ἀκριβα. σμοί. Εἰς. ἡ ἐν Όξον. Εκδ.
col. 1059–1060page 10 of 19
PG 87:1059Ρουβήν μεγάλοι ἀκριβασμοί καρδίας, ἵνα τι μοι κάθησαι ἀναμέσον τῶν Μοσφαιθάν; Το Μοσ φαιθεν ἑρμηνεύουσιν, Ακύλας μὲν, τῶν κλήρων, Σύμμαχος δὲ, τῶν μεταιχμίων. Ο δὲ Ρουβὴν ὁ πρωτότοκος μεγαλόφρων ἐστὶ, καὶ ἄλλως ἐξὺς περὶ τὰ πράγματα. Οπερ ἐπιφέρει καὶ περὶ τοῦ Μανασσῆ. Τί οὖν, φησί, σκοποῦντες καὶ ἀκριβολογούμενο κάθησθε, μὴ πρὸς τὴν μάχην κινούμενοι, μηδὲ τοῖς περὶ τὸν Ρουβὴν πέραν τοῦ Ἰορδάνου μηνύοντες; ἀγαπῶντες εἰ τοὺς ἰδίους φυλάξητε κλήρους. Κα! ταῦτα τὴν νίκην ἰδόντες· δεῖσθε δὲ τῶν σημαινόντων ὑμῖν, καὶ καλούντων εἰς τὴν παράταξιν. Μεγάλοι έξιχνιασμοί καρδίας. Γαλαάδ ἐν τῷ πέ ραν τοῦ Ἰορδάνου κατεσκήνωσε. Κεῖται ἡ Γαλαάδ ἐπὶ τὰ νῶτα τῆς Φοινίκης καὶ τῆς Αραβίας· καὶ συνά πτει τῷ Λιβάνῳ, καὶ παρατείνει διὰ τῆς ἐρήμου μέχρι τῆς ὑπὲρ τὸν Ἰορδάνην Πετραίας. Ἐν ᾗ κατῴκει Σιὼν ὁ ᾿Αμορραίος. Ην ἐκληρώσαντο αἱ δύο ἡμία σεις φυλαί. Καὶ ἐν Ιερεμίᾳ δὲ, «Σύ μοι ἀρχὴ τοῦ Λιβάνου, ο εἴρηται. Εστι δὲ καὶ ὄρος Γαλαάδ, καὶ πόλις ὁμώνυμος ἐπ' αὐτῷ· ἣν ἔλαβεν ἀπὸ τοῦ ᾿Αμορ ῥαίου Γαλαάδ υἱὸς Μαχεὶρ υἱοῦ Μανασσῆ. Οὗτοι οὖν, φησί, πόρρω κατοικοῦσι πέραν τοῦ Ἰορδάνου, δυνά μενοι τῆς ἐντὸς πολλὴν ἄγαν ἑλεῖν. Ἑρμηνεύεται δὲ Γαλαάδ, μετοικησίας μαρτυρία. Τῶν οὖν σκηνούντων καὶ παροικούντων ἐν τῇ γῇ μεγάλοι τῆς καρδίας οἱ εξιχνιασμοί. Υπεραναβεβήκασι γὰρ πᾶσαν ἔννοια, σαρκικήν. Καὶ Δὲν εἰς τί παροικεῖ πλοίοις; Φησὶ γὰρ Ιώσηπος ὡς τῶν ἐξ Ισραὴλ ἀναπεσόντων εἰς ῥᾳθυμίαν, οἱ Χαναναίοι θαῤῥήσαντες, καὶ πλο ρασκευασάμενοι μεγάλας δυνάμεις, τῆς μὲν Ἰούδα φυλῆς τὴν ᾿Ασκάλωνα καὶ ᾿Ακκαρών παρεσπάσαντο, ἄλλας τε ἐν τῷ πεδίῳ πολλάς· τοὺς δὲ Δανίτας εἰς τὸ ὄρος ἠνάγκασαν συμφυγεῖν, τοῦ πεδίου κατα λιπόντες τούτοις οὐδέν. Διὰ πέντε δὲ κατασκόπων μας θόντες γῆν ἀγαθὴν εἶναι καὶ πάμφορον κατὰ τὸ μέγα πεδίον Σιδώνος όρμηθέντες στρατῷ, κτίζουσιν αὐτόθι πόλιν Δὲν ὁμώνυμον τῇ φυλῇ. Όνειδίζεται τοίνυν ὡς παροικῶν. Ὡς καὶ τῷ Ἰσραὴλ λέγεται·. Τί ἐστί σοι, Ἰσραήλ, ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ; › Εἰ γὰρ ἦσαν μετὰ Θεοῦ, ταῦτα οὐκ ἔπασχον. Παραγγέλλει δὲ προ φητικῶς τὸ ὕστερον γενησόμενον. Πλοίοις Ασήρ παρῴκησε παρ' αἰγιαλῶν θα λασσῶν, καὶ ἐπὶ τὰς δικοπὰς αὐτοῦ κατεσκήνωσε Ζαβουλών. Λαός ωνείδισε ψυχὴν αὐτοῦ εἰς θάνατον. Ασσηρῖται γὰρ τὴν ἀπὸ τοῦ Καρμήλου κοι λάδα· τοιαύτη γὰρ πᾶσα ἡ ἐπὶ Σιδώνος τετραμμένη) κεκλήρωνται. Ζαβουλὼν δὲ, τὴν μέχρι Γεννησαρίτι δος λίμνης, καθήκουσαν δὲ ὑπὲρ Κάρμηλον καὶ θάν λατταν, ἔλαχον. Δείκνυσιν οὖν, ὡς διὰ τὴν εἰς Θεὸν παράβασιν συνήχθησαν εἰς στενόν, παρασπώντων ΝΟΤΑ. Ἐν τῷ περὶ Ἰουδαϊκ. ἀρχαιολ. 5 κεφ. τοῦ 5 βιβλ.
col. 1061–1062page 11 of 19
PG 87:1061αὐτοὺς κατὰ μικρὸν τῶν Χαναναίων, καὶ τῶν πλη στον ἐθνῶν. Διὰ τοῦτο γάρ φησι· ο Λαός ὠνείδισε» ψυχὴν αὐτοῦ εἰς θάνατον.» Καὶ τὸν Νεφθαλὶμ δέ φησιν ἐπὶ τὰ ὕψη τῆς χώ μας φυγεῖν, καταλιπόντα τὴν ἰδίαν μερίδα. Οτε γάρ, φησίν, εἶδον τὴν ταπείνωσιν Ισραήλ, θαῤῥήσαντες οἱ Χαναὰν παρετάξαντο. Καὶ ἡμῶν δὲ ἕκαστος ταπεινῶν ἑαυτὸν διὰ τῆς ἁμαρτίας, ὑποχείριος τοῖς δαίμοσι γίνεται. Ἐν Θεννὰρ ἐπὶ ὕδατος Μαγεδδώ. Την Θεννάχ οὐχ εἷλεν ἡ φυλὴ Μανασσῆς· ὅτι μὴ τοὺς ἀλλοφύλους ταύτης μετέστησεν ένθα συνέστη ο πόλεμος πρὸς τὸν Σισάρα. Κώμη δὲ νῦν ἐστι μεγίστη ἀπέχουσα τῆς Λεγεῶνος σημείοις γ'. Καὶ Μαγεδδὼ δὲ φυλῆς γέγονε Μανασσή, ἣν εἷλεν Ἰησοῦς, τὸν βασιλέα τὸν αὐτῆς ἀνελών. Οὐ κατέσχε δὲ αὐτὴν Μανασσῆς, μὴ τὸν ἀλλόφυλον αὐτῆς ἐκβαλών. Ἐκ τοῦ οὐρανοῦ ἐπολέμησαν οἱ ἀστέρες. Φησὶν Ἰώσηπος ὡς συμμισγόντων, χειμὼν ἐγένετο μέγας, ὕδωρ τε πολὺ καὶ χάλαζα κατὰ προσώπου τῶν Χαναναίων εβάλλετο. Καὶ πᾶν ὄργανον πολέμου τούτοις ἄχρηστον ἦν. Πρὸς ὅ θαρρήσαντος Ἰσραὴλ, οἱ μὲν ὑπὸ τούτων ἐβάλλοντο, οἱ δὲ ὑπὸ τῆς οἰκείας ἵππου τεταραγμένοι κατέπεσον, ὑπὸ τῶν ἁρμάτων καταπατούμενοι. Σημαίνουσι δὲ τοὺς χειμῶνας ἀστέ ρες· ἢ καὶ ὑπερβολικὴ Θεοῦ συμμαχίας ἔμφασις· ὡς καὶ τὰ στοιχεῖα μικροῦ δεῖν αὐτοῖς ἐπιτίθεσθαι. Εξέβαλεν αὐτοὺς χειμάρρους Καδημίμ. "Η ὁ αὐτὸς τῷ Κισσών, ἢ ἐν ἀμφοτέροις επολεμήθη Σια σάρα· ἀλλ' ἐν μὲν τῷ Κισσὼν ὑπὸ τοῦ Βαράκ, ἐν δὲ τῷ Καδημὶμ ὑπὸ Δεοδώρας, ὥς φησιν Εὐσέβιος ἐν τῷ Περὶ τοπικῶν ὀνομάτων "Η τοίνυν ἀλλήλοις συμβαλόντες οἱ ποταμοὶ τοὺς Χαναναίους παρέσυρον, Αγ' οὖν ἥττα πρώτη τούτους τῇ δευτέρα παρέπεμψεν. Ἑρμηνεύεται δὲ Καδημὶμ μὲν, φάραγξ ἁγίων Κισ σὼν δὲ, εὐφροσύναι, ἢ σκληρία αὐτῶν. Ἡ οὖν φά ραγξ τῶν ἁγίων ἐξέβαλε τοὺς βασιλεῖς Καναὰν τῆς εὐφροσύνης αὐτῶν, καὶ τῆς σκληρίας αὐτῶν. Μὴ ποιοῦντες γὰρ τὰ δοκοῦντα τοῖς δαίμοσιν, ἀλγύνουσιν αὐτοὺς, τοὺς ἀγγέλους εὐφραίνοντες. Φάραγξ δὲ ἡ τούτων ταπείνωσις δεχομένη τὸν ὑετόν; καὶ χειμάῤῥους ἀποτελοῦσα τοὺς ῥέοντας ἐκ τῆς τῶν πιστευόν των καρδίας κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. «Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν ὁ Θεὸς, ἀλλ᾽ ἢ ἐπὶ τὸν τα πεινὸν, καὶ ἡσύχιον, καὶ τρέμοντα μου τους λόγους;» Διὰ τούτων εὐφροσύνη καὶ σκληρότης καθαιρεῖται τυραννική. Καταπατήσει αὐτοὺς ψυχή μου δυνατή. Ως γὰρ ἰσχυρὸν σῶμα τοὺς αἰσθητοὺς πολεμίους κατα πατεῖ, οὕτω ψυχή δυνατή τους νοητούς. 6 Ἐπὶ ἀσπί δα γὰρ καὶ βασιλίσκον ἐπιβήσῃ.» Τότε απεκόπησαν πτέρναι ἵππων Μαδαρώθ δυναστῶν αὐτοῦ. Μαδαρώθ ἐξέδωκεν ᾿Ακύλας, ΝΟΤΑ. Ἐν τῷ περὶ Ἰουδαῖκ. ἀρχαιολ. 5 κεφ. τοῦ 5 βιβλ. Ἐν τοῖς ἐκδεδομ. οὐχ ευρηται.
col. 1063–1064page 12 of 19
PG 87:1063Λ ἐφορμώντων ἡ εὐπρέπεια, τουτέστι τῶν ἐντρεχε στάτων εἰς παράταξιν ἵππων ἄχρηστοι γεγόνασιν αἱ πτέρναι. Ιππος δὲ τῆς ἀτιμίας τὰ πάθη πτέμναι δὲ τὰς ἀπάτας δηλοῦσι, δι' ὧν τοὺς ἀκεραιοτέρους πτερνίζουσι. Καταράσθε Μαρώς. Περὶ πόλεώς φησι μή συστρα τευσαμένης Βαράκ. Ον ὡς εἰκὸς καὶ ἄγγελον ὀνομάζει Κυρίου. Καὶ τοὺς ἱερεῖς δὲ ἀγγέλους φησὶν ἡ Γραφή - «Χείλη γὰρ ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτῶν· ὅτι ἄγγελο; Κυρίου ἐστίν.» Αγγελον οὖν τὸν Βαράκ, ἢ τὸν ἀρ χιερέα φησὶν, ἢ καὶ τὴν Δεββῶραν, προφῆτιν ὑπάρ χουσαν, ἢ καὶ ἄγγελον ἀληθῶς εἰς συμμαχίαν πεμ φθέντα. Τὴν δὲ Μαρὡς οὐχ εὑρίσκομεν, οὐκ ἐν ταῖς κληρουχίαις, οὐκ ἐν ταῖς Εβραϊκαῖς ἑρμηνείαις, οὐκ ἐν τῷ Περὶ τοπικῶν ὀνομάτων Τῷ τοῦ Εὐσεβίου δῆθεν, οὗ καὶ ἐν σελ. ἐμνήσθη. Κύριος ἐν μαχηταῖς δυνατός. ᾿Αλλ' οὐκ ἐν τοῖς πρὸς ῥᾳθυμίαν ἐκλελυμένοις. Ως γὰρ θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, οὕτως ἐν τοῖς ἔχουσιν ἰσχὺν τὴν πνευματικήν. Κατ' ουσίαν γὰρ ἀσύγκριτον ἔχει τὴν δύναμιν. «Πάντα γὰρ τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς σίαλος λογισθήσεται, κατὰ τὴν τοῦ Ἡσαΐου φωνήν. Και, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη.» Εν λεκάνῃ ἰσχυρῶν προσήνεγκε βούτυρον Ἐν ᾗ δυνάσται καὶ ἰσχυροὶ πίνουσι. Γάλα διεφθορὸς προσήγαγε. Μήποτε δὲ καὶ τὸ γάλα καθ' ὅλου βούτυρον καλεῖ, κατὰ τὸ, ο Βούτυρον καὶ μέλι Ο φάγεται. Τὴν δεξιὰν εἰς ἀποτομὰς κατακοπῶν, ἀντὶ τοῦ, εἰς τέλος ἀχρειῶσαι, ἤγ᾽ οὖν κατὰ τὸν ᾿Ακύλαν, εἰς σφύραν κοπιώντων. Ἀπέτριψε τὴν κεφαλὴν αὐτοῦ..... την γνάθον αὐτοῦ· τουτέστι διήλασε κρόταφον αὐτοῦ, διήλασε κεφαλὴν αὐτοῦ, καὶ ἐπάταξεν. Ο δὲ Σύμ μαχος, Διήλασε διὰ τοῦ κροτάφου τὸν πάσσαλον, καὶ ἔθλασε τὴν κεφαλὴν αὐτοῦ. ῾Ο δὲ Θεοδοτίων, Ἀπέτεμε τὴν κεφαλὴν, καὶ ἔθλασε τὴν γνάθον αὐτοῦ. Τὸ γὰρ, «Απέτεμε Σισάρα, ο οἱ μὲν, ἐσχυ ροκόπησεν· οἱ δὲ, συνετέλεσεν, ἐξέδωκαν. Συγκάμψας ἔπεσε. Πάντως γὰρ ἐκ τῆς τοῦ ἐγκε φάλου συμπαθείας τὸ πᾶν σῶμα... καμφθέν, καὶ κατέπεσε σπώμενον. Διὰ τῆς δικτυωτῆς. Διὰ καγκέλλου, οἷα δῆθεν αἰδουμένη γυνὴ ἐπεσκόπει τοῦ παιδὸς καὶ τῶν σὺν αὐτῷ τὴν φυγήν. Σοφαὶ ἄρχουσαι αὐτῆς ἀνταπεκρίναντο πρὸς αὐτήν. Τὰς θρηνωδούς οὕτω φησὶν ἡ Γραφὴ καὶ ἐν Ιερεμία Τοιαῦται γὰρ τοῖς ἐν πένθει νομίζονται. Προδιαγράφει τοίνυν τὸν ἐπ' αὐτῷ γενησόμενον Σισάρης δὲ καταπηδήσας τοῦ ἅρματος, ὡς εἶχε τὴν τροπὴν γινομένην, φυγών ἀφικνεῖται παρά τους των Κενετίδων γυναῖκα, Ἰάλην ὄνομα· ἢ κρύ και τε ἀξιώσαντα δέχεται, καὶ ποτὲν αἰτήσαντι δι δωσι γάλα διεφθορὸς ἤδη. Ιώσηπ. ἐν βιβλ. 5, κεφ. 5, περὶ Ἰουδαϊκ. ἀρχαιολ. Απέτρεψε τὴν κεφαλὴν αὐτοῦ, καὶ συνέθλασε καὶ διήλασε την γνάθον αὐτοῦ. Αἱ αὐτ. ἐξ ὧν ἀνα πληρωτέον τὰ ἐλλείποντα.
col. 1065–1066page 13 of 19
PG 87:1065ὑπ' αὐτῶν δὲ ἀμοιβαίων θρήνον. "Ας καὶ ἀρχούσας αὐτῆς, ὡς προηγουμένας τοῦ θρήνου καλεῖ. Οὐχ ευρίσκουσιν αὐτὸν διαμερίσαντα σκύλα. “Η κατὰ πεῦσιν ἐλεεινῶς ταῦτά φησιν, ἢ κατὰ ἀπό φασιν τὰς δοκούσας αἰτίας ἀναιροῦσι τοῦ βράδους. Οὐ γὰρ ὡς νικήσας διανέμει σκύλα τοῖς ὑπηκόοις, ἀλλ᾽ οὐδὲ φίλοις συνεστιᾶται, ὡς ἀριστέως ἀποτε μὴν κεφαλὴν, ἀλλ' οὐδὲ καλλωπίζεται νικηφόρο στολή. Καὶ οἱ ἀγαπῶντες αὐτόν. Τὸν Σισάρα δηλονότι. Εἶτάφησι·. Καθὼς ἡ ἀνατολὴ τοῦ ἡλίου ἐν δυναστείαις αὐτοῦ. ὁ ὡς γὰρ ἡλίου θερινοῦ διανίσχοντος, ὁμίχλη καὶ νέφος καὶ πᾶν ἐμποδὼν διαλύεται· οὕτως ἐν τῷ ἀνατέλλειν τῆς δικαιοσύνης τὸν Ἥλιον, διασκορπισθήσονται οἱ ἐχθροὶ τοῦ Θεοῦ, τὸ σκότος τῇ δυνάμει τοῦ φωτὸς διαλύοντος. Καὶ υἱοὶ ἀνατολῶν. Οἱ "Αραβες, ἀνατολικώτεροι γάρ. Τοῦτο καὶ Ἰώσηπος. Ομοῦ δὲ καὶ τὴν ὡραίαν εἰσέβαλλον καὶ ἐδῄουν, ἐῶντες τὸν χειμώνα σπείρειν καὶ γεωργεῖν. Εῤῥάβδιζε πυροὺς ἐν ληνῷ. Τῷ μὴ φανερῶς ἀλοῆσαι τολμᾷν. Ἰδοὺ ἡ χιλιάς μου ταπεινοτέρα ἐν Μανασσῇ. Εμειναν γὰρ εἰς χιλιάρχους καὶ ἑκατοντάρχους δια ῃρημένος, ἀφ' οὗ τοῦτο συνεβούλευσεν Ιοθόρ τῷ Μωϋσεί. Χιλίαρχος οὖν ὑπάρχων, τοὺς ὑφ᾽ αὐτὸν ὡς ἀσθενεῖς ᾐτιάσατο. Καὶ οἴσω τὴν θυσίαν μου. Τὸ θῦμα τὸ εἰς εὐωχίαν οὕτω καλεῖ. Θυσία γὰρ οὐχ ἡψεῖτο κατὰ τὸν νόμου. Ὑπὸ τὴν δρῦν τίθησι, τὸν ᾿Αβραὰμ μιμησάμενο; καὶ τοῦτον οἰηθεὶς ἀναλώσειν τὰ παρακείμενα. Ο δὲ, τὸν ζωμόν, ὡς ἀνεπιτήδειον, ἐκχέας διὰ τὴν ὑδαρότητά τε καὶ ἔκλυσιν, τὰ κρέα τιθέναι προς τὴν πέτραν ἐκέλευσε. Τῇ ῥάβδῳ πῦρ ἀνάψας, ἀνάλωσεν. 'Η δὲ ῥάβδος σημαίνει πῆ μὲν παιδείαν, ὡς τό· Ράβδῳ τύπτε ἄνδρα ἀκάρδιον·, πῇ δὲ στηριγμὸν καὶ ἀντίληψιν, ὡς τό· «Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὕτη με παρεκάλεσεν.» Ο καὶ νῦν σημαίνει. Ἡ δὲ πέτρα τὸ στεῤῥὸν τῆς πίστεως, δι᾿ ἣν ὁ Πέτρος ὠνόμασται. Ητις, ἀντιλαμβανομένου Θεοῦ, καὶ πρὸς βραχύ πλησιάζοντος, ὡς ὑπὸ πυρὸς δαπανήσει τοὺς πολε μίους. Καὶ τοῦτο τὸ σημεῖον, ὅπερ ήτησε Γεδεών. Διὸ καὶ μετὰ τῶν πιστῶν αὐτὸν ὁ Παῦλος κατέλεξε. Θεῷ γὰρ πιστεύσας, μετὰ τ' ἀνδρῶν ταῖς τοσαύταις χιλιάσι τῶν πολεμίων επέθετο. Αμα δὲ δείκνυσιν ὁ φανεὶς, ὡς Χριστῷ μᾶλλον, τῇ πέτρα, προσενεκτέον τὰς χάριτας, ἐν ᾧ τοὺς πολεμίους συντρίψουσι. Ἔσβεσεν αὐτοῦ καὶ τὴν ταραχήν, εἰπὼν, «Οὐ μὴ ἀποθάνῃς.» Εἰρήνης τυχὸν τὸ θυσιαστήριον, εἰρήνην Κυρίου καλεῖ. • Τύπος δὲ τοῦτο τοῦ πάθους Χριστοῦ, τοῦ προσαγαγόντος ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν
col. 1067–1068page 14 of 19
PG 87:1067ὁ ποιήσας ἀμφότερα ἕν, ο καὶ τὰς θρησκείας τὰς δαιμονικὰς καθελών, τὰς ἐκ πατέρων παραδεδομένας τοῖς ἔθνεσι· καθάπερ ὁ Γεδεών, ὃς καὶ τὸν μόσχου προσάγει τὸν σιτευτὸν τῷ Θεῷ, τὸν ὑπὲρ ἡμῶν προσενεχθέντα τυπούμενον. ΠΟ Τό, Μαώς, Ακύλας ἐξέδωκε, κραταιώματος Σύμμαχος δὲ, κραταιοῦ. Αἰτεῖ καὶ δεύτερον σημεῖον εἰς τὴν τοῦ προλαβόντος βεβαίωσιν. Καὶ ὁ πόνος μόνος ἐδεύετο εἰς τύ πον τοῦ Ἰσραὴλ, ὃς μόνος τῆς θείας ἀπέλαυε χάριτος καὶ ἡ γῆ πᾶσα πάλιν τοῦ πόκου χωρὶς, εἰς τὴν τῶν ἐθνῶν ὁμοιότητα τῶν δεξαμένων τὰς τοῦ Πνεύματος δωρεάς, ἐρήμου ὄντος τοῦ Ἰσραήλ. Ο καὶ Δαβίδ αινιττόμενος ἔφασκε· «Καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν, ο δηλῶν ἐν οα' ψαλμῷ τὴν κατὰ σάρκα γέννησιν, ἡδύο χως γενομένην καὶ μυστικῶς. Οὐ ψοφεῖ γὰρ, οὐ πό κος δεχόμενος ὑετόν, οὐ γῆ σταγόνας. Οὕτως ἡ Δε σποτικὴ γεγένηται σύλληψις. Αμφότερα δὲ συνέλα δεν ὁ Δαβίδ, ο Διὰ τὰ ἔθνη, καὶ τοὺς σωθέντας ἐξ Ἰσραήλ.» Καὶ κατήνεγκε τὸν λαὸν εἰς τὸ ὕδωρ. Τὸ περὶ τῶν λαψάντων, καὶ μή, διαφόρως ἐδέξαντο. Οι μὲν λέγοντες, ὡς ἀσθενεῖς αὐτοὺς τὸν Θεὸν ἐπι λέξασθαι, ὡς νωθεῖς καὶ ἀργούς, καὶ μὴ βουληθέντας ἐξ ἔκνου κλῖναι τὰ γόνατα, καὶ σύντομον πέρας ἐπιθεῖναι τῇ δίψῃ, ἀλλ᾽ ὡς ἐν θορύβῳ διὰ δειλίαν ἁρπάζοντας· ὡς ἂν τὸ ἔργον τῆς θείας φαίνοιτο χάριτος. Καὶ Χριστὸς γὰρ τὰ ἀσθενῆ τοῦ κόσμου, τοὺς ἁλιέας καὶ τὸν σκυτοτόμον ἐπιλεξάμενος, τὴν τῶν ἐθνῶν κατέλυσε προσβολήν. "Ο καὶ δηλῶν Ἡσαΐας φησί· «Τὴν γὰρ ῥάβδον τῶν ἀπειθούντων διεσκέδασεν,» ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. Γυμνοὶ γὰρ οἱ μετὰ Γεδεών. Γυμνοὶ καὶ οἱ παρὰ Χριστοῦ πεμ φθέντες ἀπόστολος, φέροντες τῶν θαυμάτων τὰς λαμπάδας, καὶ τῶν κηρυγμάτων τὰς σάλπιγγας. Οἱ δέ φασι Τί δὲ τοὺς μετὰ Γεδεών τριακοσίους τοὺς λάψαντας ἀνδρικῶς; καὶ πάλιν Καλὸν ἡ ἐγκράτεια, καὶ μαρτυροῦσιν οἱ μετὰ Γεδεὼν τὴν Μαδιάμ χειρωσάμενοι. Οὕτω δέ τινες καὶ τὰ περὶ τῆς μαγίδος τοῦ κρι θίνου ἄρτου τῆς ἐν ὀνείρῳ παρέδωκαν· ἦν ἐξέδωκαν οἱ λοιποί, όλυραν ἢ κολλυρίδα. Ταῦτα γάρ φασιν ἐγκρατείας τεκμήριον τῆς νικώσης τὴν παρεμβολήν Μαδιάμ· 8 σημαίνει πορνείαν, δι' ἧς ἐνήδρευσαν οὗτοι τὸν Ἰσραήλ. ΝΟΤ.Ε. Τον Θεοδώριτον πάντως αινίττεται, οὗ τὸν νοῦν αὐτολεξεί σχεδὸν ἐκτίθησιν. Ο Ναζιανζ. ἐν τῷ 52 λόγ. σελ., 515 τῆς ἐν Παρισ. ἐκδόσ. ῾Ο αὐτὸς ἐν 16 λόγ., σελ. 241, οὕτω· Καλὸν ἐκγράτεια, καὶ πειθέτω σε Δαβίδ, ηνίκα, κτ. μέμνηται δὲ ὁ Ναζιανζ. τοῦ Γεδεὼν καὶ ἐν τῷ 5 λογ.,σελ. 57, λέγων - Λογάδες ὀλίγοι λάπτοντες, καὶ νικαν πιο στευόμενοι, καὶ νικῶντες κατὰ τὰς ἐλπίδας, ο βρα χὺς ἀριθμὸς, τὰς πλείονας χιλιάδας. Μήτι με οὖν ὁ Προκόπι ἐν ἄλλῳ ἀντιγράφῳ ὅπερ ἀναφέρει, εν μηκε;
col. 1069–1070page 15 of 19
PG 87:1069ἐπιφυλλίδες Βορκομμὲν κατὰ μὲν Σύμμαχον, αἱ τρίβολοι· Βορκομμίν κατὰ δὲ ᾿Ακύλαν, τραγάκανθαι. Ἐφούδ, μαντείον ἢ εἴδωλον. Ανδρας κενοὺς καὶ θαμβουμένους. Σύμμαχος, ἀπράγους καὶ ἀπονενοημένους. Δεδοίκασι γὰρ οἱ κακοῦργοι τὴν ἐκ νόμων επιστροφήν. Αφεῖσα τὴν ποιότητά μου· τουτέστιν, Οὐ δέομαι Επεισάκτου τιμῆς, οίκοθεν ἔχουσα καὶ ἐκ τῶν ἰδίων καρπών. Εξέλθοι πῦρ ἐκ τῆς ῥάμνου. Πῦρ γὰρ ἀγαθὴ παρασχεῖν τῶν ξύλων ἐστί. τραγάκανθα. Καὶ ηύξατο εφθάς εὐχὴν τῷ Κυρίῳ. Επαγ- 50.] γελίας τοῦτο θερμότης, και νίκης ἔμως ἀπεγνωσμένης, ἐμβαλόντος αὐτῷ τοῦ Σατανᾶ προφάσει κηδεμονίας προσενεγκεῖν θυσίαν παράνομον, ὡς καὶ τοῖς περὶ τὸν ᾿Αδάμ προφάσει διανοίξεως ὀφθαλμῶν τῆς ἐντολῆς τὴν παράβασιν. Τί γὰρ ἂν γένοιτο τῆς τοιαύτης εὐχῆς ἀσεβέστερον; Ενὴν γὰρ ἀπαντῆσαι καὶ κύνα, καὶ ἵππον, καὶ ὄνον, καὶ κάμηλον, καὶ ὅσα εἰκὸς κεκτήσθαι τὸν πλήθους κρατοῦντα τοσούτου. ᾿Αλλὰ καὶ κακῶς εὐξάμενος, πιστῶς τὸ συντυχικόν οὐκ ἐδέξατο, οὐδὲ τοῦ ᾿Αβραὰμ ἐζήλωσε τὴν εὐσέ Γειαν. Η γὰρ ἂν καὶ τὴν κόρην εἶχεν, ὡς ἐκεῖνος τὸν υἱὸν, καὶ τὸν τῆς εὐσεβείας μισθόν. Νῦν δὲ καὶ τὸ τῆς εὐχῆς ἀπερίσκεπτον, καὶ τὸ τῆς εὐσεβείας νεκρόν. Ὁ μὲν γὰρ τὴν τοῦ παιδὸς θυσίαν οὐδ᾽ εἰς νοῦν ἐνεβάλετο, ἀνάξιον τοῦτο νομίσας Θεοῦ, προσ ταχθεὶς δὲ οὐκ ἐμέλλησεν· ὁ δὲ καθύβρισε καὶ τῇ εὐχῇ τὸν Θεὸν, καὶ τῇ τοῦ πένθους ἀπιστία. Καὶ ἡ θυγάτηρ ἀξία γίνεται τοῦ πατρός. Οὐ γὰρ ἔστερξε τὴν εὐχήν, οὐ τὴν εὐσεβῆ προσφορὰν τῆς θνητῆς ζωῆς προετίμησε, πικρότερον παντός θρήνου τὴν παρθενίαν πενθήσασα, μᾶλλον δὲ τὴν Θεῷ θυ
col. 1071–1072page 16 of 19
PG 87:1071σίαν προσάγεσθαι μέλλουσαν. "Οθεν οὐ κωλύει τὴν σφαγὴν ὁ Θεός. Οὔτε γὰρ αὕτη κατὰ τὸν Ἰσαάκ, οὔτε κατὰ τὸν ᾿Αβραὰμ ὁ Πατήρ. Γεγόνασι δὲ παρά δειγμα οἱ μὲν, εἰς Θεὸν πίστεως, οἱ δὲ, μὴ δεῖν εὔχεσθαι προπετῶς, καὶ τοῦ δεῖν ἀσμένως ἐπιτελεῖν ἅπερ τις ηύξατο. Τοιγαροῦν οὔτε πρὸ αὐτοῦ, οὔτε μετ' αὐτὸν τοιαύτη παρὰ τῶν εὐσεβούντων θυσία γεγένηται. "δεσαν γὰρ ἀκριβῶς, ὡς οὔτε ᾔτησεν ὁ Θεὸς, οὔτε τὴν ἐναγῇ θυσίαν ἐδέξατο. Οὐ διὰ τὴν εὐχὴν οὖν ἡ νίκη, διὰ δὲ τὸ δεῖξαι τὸν Ἰσραὴλ ἀδι κούμενον. Ον καὶ κριτὴν τῆς δίκης εκάλεσεν. Οὐ γὰρ δι' εὐχὴν ἄδικον ἐχρῆν ἀδίκως ἀπολέσθαι τὸν Ἰσραήλ, καὶ νικῆσαι τοὺς ἀδικοῦντας. Αλλ' ὁ μὲν, εὐχῆς ἀδίκου δίδωσι δίκην· ὁ δὲ τοῦ Θεοῦ λαὸς δια εσώζετο. Καὶ τιμωρίαν ὑπέσχον τῶν ἀδικημάτων οἱ δυσμενείς. Τό, «Εγένετο ἐπὶ Ἰεφθάε πνεῦμα Κυρίου, ο νοήσεις, ὡς ἄρτι παρελθὼν εἰς τὴν ἀρχὴν καὶ πρὸ τούτου κρατοῦσι τοῖς πολεμίοις ἐπανιστάμενος, ἐδεῖ το τοῦ παραθαρρύνοντος πνεύματος, ἀλλ' οὐ διὰ τὴν εὔκολον εὐχὴν ἐπεγένετο, οὔτε μὴν τὴν γένεσιν ἔσχεν ἐπαινετήν, οὔτε τὸν πρὸ τῆς νίκης βίον, ἀλλ᾽ οὔτε Θεὸς αὐτὸν λέγεται πρὸς τοῦτο κεκληκέναι. Κινηθέντι δὲ ἅπαξ πρὸς δικαίαν νίκην συνήρχετο. Τινές φασιν, ὡς ἡ τοῦ Ἰεφθάε θυγάτηρ ὑπομένει τὸν δοθέντα καθ' αὐτῆς ὁρισμόν· καὶ προσαχθῆναι Ουσία Θεῷ μᾶλλον αἱρεῖται, ἢ ψευσθῆναι τοῦ παι τρὸς τὴν εὐχήν· καὶ τὸ δηλούμενον ἀγνοοῦσα, τὸν τύπον ἐπλήρου τῆς ἱερᾶς καὶ σωτηρίου θυσίας. Ού τω γὰρ οὐδὲ ἐπιτίμησιν ἔσχε τὸ πραχθέν πλὴν ἅπαξ ἐπράχθη, ἐκ δευτέρου δὲ οὐδαμῶ;. Οὐ γάρ καθ' ὅλου τοῦ χρόνου νόμος τὸ πρὸς σημεῖον γεγο νὸς, καὶ μάλιστα Θεοῦ δεδηλωκότος μηδαμώς βεβουλῆσθαι θυσίας ἀνθρώπων. Χ, *Ο Φαραθωνίτης· πόλις ἐν ὁρίοις 'Αμαλήκ. Θανάτῳ ἀποθανούμεθα, ὅτι θεὸν εἴδομεν. Υπο ετόπαζεν ὁ Μανωὲ μὴ ἄγγελον, ἀλλὰ Θεὸν ἑωρακέ και. Διὸ καὶ τὴν θυσίαν προσήνεγκεν οὐκ αὐτοῦ πρὸς δὲ πέτραν τὴν σημαίνουσαν τὸν Χριστόν. Πώς δὲ γνούς, ὅτι ἄγγελος ἐστι, πάλιν Θεὸν ἑωρακέναι φησίν; Η ἐν τῷ πεμφθέντι τὸν πέμψαντα, ἢ τὸν της μεγάλης βουλῆς ἄγγελον. Καὶ ἡ φωνὴ γὰρ Θεοῦ, μὴ ἀξιοῦντος εἰπεῖν τοὔνομα. Καὶ αὐτὸ γάρ φησι θαυμαστὸν, ὅπερ ἐῤῥέθη πρότερον Ἰακώβ. Ηξίωσε δὲ τῷ Θεῷ προσάγεσθαι τὴν θυσίαν. Η γυνή τελειοτέρα φαίνεται τοῦ ἀνδρός. Διὸ καὶ πρώτη τῆς ὀπτασίας τυγχάνει, καὶ δι' αὐτῆς ὁ ἀνήρ, καὶ διδάσκει τὸν ἄνδρα θαῤῥεῖν. Τῷ Σαμψὼν αἱ τρίχες τὴν πᾶσαν ἐνεποίουν ἰσχύν, δι' ὧν καὶ τὸ πνεῦμα κατηύθυνεν ἐπ' αὐτόν. ᾿Αλλὰ καὶ τῆς ᾿Αννης εὐξαμένης, εἰ τέκοι, σίδηρον ἐπὶ τὴν ΝΟΤΑ. Αὐτῷ πάντως ἀναγνωστ. τῷ Ἀγγέλῳ δῆθεν.
col. 1073–1074page 17 of 19
PG 87:1073κεφαλὴν οὐκ ἀναβήσεσθαι τοῦ παιδὸς, γεννᾶται Σα μουὴλ ὁ τῷ μεγάλη παραβαλλόμενος Μωϋσεῖ παρὰ τῷ θείῳ Δαβίδ. Φησί γάρ, ο Μωϋσῆς καὶ Ααρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ.· Ἐν δὲ τῷ Ἱερεμίᾳ, «Εάν στῇ, φησί, Μωϋσῆς καὶ Σαμουήλ προ προσώπου μου. ο 'Αλλὰ καὶ τῶν Ἰησοῦ μαθητῶν αἱ τρίχες ἠρίθμηντο. Καὶ περὶ τοῦ δὲ τριχώματος τῆς νύμε φης ἐν "Ασματι λόγος. Εοικε τοίνυν ὁ βιοὺς ἀκριβῶς, καὶ μέχρι τοῦ τυχόντος κατὰ τὸν θεῖον λόγον ἅπαντα πράττειν βουλόμενος, ὡς ἅγιος καὶ Θεῷ ἀνακείμενος ἐπαινετὰ καὶ ἰσχυρὰ ἔχειν καὶ τὰ οἷον αἰσθήσεως ἀμοιροῦντα θειοτέρας, ἅπερ ἐστὶ τὰ βιοτικώτερα, καὶ τῇ ἀνθρωπίνη φύσει διὰ τὴν τοῦ σώματος ἀνάγ την παραλαμβανόμενα. "Ων ὁ ἅγιος οὐ καταφρονεῖ, ὡς μὴ ἁγίων. "Αξια γὰρ τοῦ μέλειν Θεῷ τε καὶ λόγῳ. Εἰς δόξαν γὰρ Θεοῦ τοῖς ἁγίοις καὶ τὸ ἐσθίειν καὶ τὸ πίνειν καὶ πᾶν ὅ τι τοιοῦτον. Καὶ ἀριθμεῖται ταῦτα παρὰ Θεῷ, ὡς ἐν τοῖς Ἀριθμοῖς τὰ ἀπὸ μη νιαίου καὶ ἐπάνω παιδία, οὐ πάντων Ισραηλιτών, ἀλλ᾽ ἤτοι Λευϊτῶν, ἡ μόνα τὰ πρωτότοκα· οὔτε δὲ οἰκέται, οὔτε ὁ ἐπίμικτος, οὔτε γυναῖκες, οὔτε οἱ μὴ δυνάμενοι διὰ νέαν ἡλικίαν ἐξιέναι πρὸς πόλε μον. Τοιοῦτος εἰκότως ὁ Σαμουήλ. Πῶς ἐπὶ ταῖς γυναιξὶν οὐκ ἀφίστατο τὸ πνεῦμα τοῦ Σαμψών; "Η θειότερόν τι τὰ κατὰ τοῦτον δη λοι. Τὸ μὲν γὰρ ὅλον σῶμα τοῦ Σαμψών, σῶμά ἐστι τοῦ Χριστοῦ ἡ Ἐκκλησία διὰ τὸ, «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους· τρίχες δὲ κεφα λῆς οἱ τοιοίδε ἅγιοι, καὶ δύναμιν παρέχοντες δι δασκαλίας καὶ τῆς ἄλλης πολιτείας τῷ ὅλῳ σώματι. Ζητοῦσιν οὖν οἱ ἀλλόφυλοι ποῦ τῆς ὅλης Ἐκκλησίας ἡ δύναμις, μέχρις ἂν εὔρωσιν ἐν τίσιν ἐστίν. Αλλ' ὅσον μὲν οὗτοι τῇ Ἐκκλησίᾳ πάρεισιν, ἔστιν ἀήστη τος, καν δεσμεύηται ὑπὸ τῶν ἀλλοφύλων, διαῤῥη γνύουσιν ὡς ἀσθενεστάτους τοὺς ὑπ' ἐκείνων δε σμούς. Ἐπὰν δὲ ὕπνος καταλάβῃ τὸ σῶμα, καὶ οἷς οὐ χρὴ ἐκθῆται τὰ τῆς δυνάμεως, τότε ξυρεῖται καὶ τὴν δύναμιν ἀποτίθεται. Ασθενοῦντος δὲ τοῦ σώ ματος, οἱ ἀλλόφυλοι οὐ μέχρι τοῦ ἀφελέσθαι τοὺς τὴν δύναμιν αὐτῶν παρέχοντας ἵστανται· ἀλλὰ γὰρ εἴ που καὶ διορατικόν τι εἴη καὶ ὀξὺ βλέπειν δυνάμενον ἐν ὅλῳ τῷ σώματι τῆς Ἐκκλησίας, τοῦτο ἐξορύττουσιν· ὡς ἂν τὸ σῶμα ὑπὸ τῶν πολεμίων ἐμ παίζηται, μέχρι καινοί τινες ἀντὶ τῶν ἀφῃρημένων ἀνατείλωσι τῆς Ἐκκλησίας, ἐν οἷς ἡ θεία δύναμις, λεγόμενοι τρίχες. Τῶν ἀνατειλάντων, οἱ ἀλλόφυλοι συντελοῦνται ἐπιπίπτοντες αὐτοῖς μετὰ τῶν κιόνων τοῦ οἴκου παντός. Εἰ δὲ καὶ αὐτὸς παραπολαύσεις τῇ τοῦ οἴκου καὶ τῇ τῶν ἀλλοφύλων συντελείᾳ τῆς ἑαυτοῦ συντελείας, πνεύματος Κυρίου εὐθύναντος ἐπ' αὐτὸν, καὶ ταῦτα ἐργασαμένου, χρὴ σκοπεῖν, ὡς οὐ ΠΟ ΝΟΤΕ. Τὸν ἴδιον σύνευνον, ὃν ἔθαλπεν, ἦν ἐθώπευεν, ὃν ἐκολ. ῾Ο αὐτ.
col. 1075–1076page 18 of 19
PG 87:1075Λ τὰ αὐτὰ μετὰ τὴν συντέλειαν ἀπόκειτα: τοῖς ἀλλο φύλοις καὶ τῷ Σαμψών. Τὸ γὰρ κατευθύνον ἐπ' αὐτ τὸν πνεῦμα Κυρίου οὐ καταλείπει αὐτόν. Εἰς Χρι στὸν δὲ λαμβανομένῳ προσήκοι ἂν εἰκότως ἥ τε τοῦ λέοντος ἀναίρεσις, καὶ ἡ τοῦ μέλιτος εὕρεσις ἐν τῷ τούτου στόματι κειμένου νεκροῦ, καὶ ἡ τῆς ἀλλοί του μνηστεία, τὴν τῶν ἐθνῶν Ἐκκλησία, σημαίνουσα, καὶ ἡ τῆς δευτέρας, ἥτις ἦν ἐν πόλει πυλῶν καὶ μοχλών. Δηλοῖ γὰρ ὅτι τοῖς ἐν φυλακῇ πνεύματ πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νώε, κατασκευαζομένης κιβωτού. Δι' ἂς ψυχὰς εἰς ἐκεῖνο καταβὰς τὸ χωρίον, ἔλεγεν· «Οτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου.» Καὶ τὰ περὶ δὲ τῆς τρίτης γυναικός Δαλιδά, ἥτις ερμηνεύεται πτωχεύουσα, τοὺς διὰ πτωχείαν ἴσως Ισραηλίτας ἐπιβουλεύσαντας τῷ Δεσπότῃ σημαίνει· διότι συμβιούν αὐτοῖς ἀγαπήσας ἡβούλετο. Τίνες δ' ἂν εἶεν αἱ ἀλώπεκες, αἷς προσάψας λαμ πάδας, τὰς ἀβούρας τῶν ἀλλοφύλων ἐνέπρησεν ἐπὶ τῇ τῆς φιλιστιαίας γυναικὸς ἀγανακτήσας στερήσει; ᾿Αλλὰ καὶ Εσδρας ἐν τῷ δευτέρῳ λόγῳ φησίν, ὡς τῶν ἀπὸ τῆς αἰχμαλωσίας τειχοποιούντων, Ανα βαλλὰ καὶ Τωβίας ὁ ᾿Αμμανίτης ἔλεγον· «Μη θύ σουσιν ἢ φάγονται ἐπὶ τοῦ τόπου αὐτῶν; οὐχὶ ἀνα βήσεται ἀλώπηξ, καὶ καθελεῖ τὸ τεῖχος λίθον αὐτ τῶν;» Καὶ ὁ Σωτὴρ περὶ Ηρώδου· «Είπατε τῇ ἀλώπεκι ταύτῃ.» Καὶ περί τινων ἀσεβῶν ἐν τῷ ξ ψαλμῷ φησιν ὁ Δαβίδ· «Μερίδες ἀλωπέκων ἔσον ται. ι Καὶ ἐν Ασματι τῶν ᾀσμάτων φησίν ο Πιά σατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας.» Περὶ μὲν οὖν τῶν ἀσεβῶν τῶν ἐν τῷ ψαλμῷ προλέγει·. Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχὴν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς, παρα δοθήσονται εἰς χεῖρας ῥομφαίας.» Πάντων μὲν τῶν φαύλων εἰσιόντων εἰς τὰ γήϊνα, τῶν δὲ ματαιότητε περιβαλεῖν ἐθελόντων τὴν τοῦ δικαίου ψυχήν, ὑπὸ αγαγεῖν τε αὐτὴν μυθώδεσι λόγοις ἐν τοῖς κατωτάτω ἐσομένων αὐτῆς, κατὰ διάθεσίν τε καὶ τὰ ἐπακολουθοῦντα τῇ τοιαύτῃ διαθέσει κολαστήρια, & δὴ χεῖρας ῥομφαίας φησί, δηλαδὴ τῆς φλογίνης. Εκαστος δὲ τῶν ἀνθρώπων μερίς ἐστιν ἤτοι τοῦ Θεοῦ, ἡ τινὸς τῶν είληχότων ἀνθρώπους, ὅτε διεμέριζεν ὁ Ὕψιστος Εθνη. Μετασταίη δ᾽ ἄν τις ἀπὸ μερίδος εἰς ἑτέρου μερίδα. Διὸ μερίδες ἀλωπέκων οἱ τὴν τοῦ Θεοῦ μας ταιοῦν ἐσπουδακότες ψυχήν, μερίδες κακῶν καὶ πανούργων Δυνάμεων, τῶν ἀρχὴν σπειρασῶν ψευδωνύμου τινὸς γνώσεως. ἂν οἱ πεισθέντες μερίδες εἰσο ελθόντες εἰς τὰ κατώτατα τῆς γῆς, οἱ κατὰ τὸ Εὐ αγγέλιον καὶ ἀλωπέκων ονομάζονται φωλεοί. Ἐν οἷς ὁ γενόμενος σὰρξ Λόγος, καὶ διὰ τοῦτο ονομαζόμενες Υἱὸς ἀνθρώπου, οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνει καὶ ἀναπαύσεται. Οπερ εἴρηται οὐ πρὸς μαθητὴν, ἀλλὰ Γραμματέα λέγοντα, «Ακολουθήσω σοι.» "Ην δὲ ἄρα πετεινῶν οὗτος καὶ ἀλωπέκων μερίς. Τοῖς τοιού τοις παρέδωκε τὰ γεννήματα τῶν ἀλλοφύλων ὁ Σαμ ψὼν εἰς ἐμπρησμόν, διὰ τῆς ἀσυμφώνου τῶν συν
col. 1077–1078page 19 of 19
PG 87:1077δεδομένων ἀλωπέκων πορείας. Τάχα γὰρ τέλος τοιού τόν ἐστι τοῖς μοχθηροίς γεωργοίς παραδιδομένοις ὡς ἄλλο τι τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός· οὕτω ταῖς ἀλώπεξιν ἐπιφερομέναις λαμπάδας εἰς ἀφανισμὸν αὐτῶν. Ἔστι τις πρῶτος λέων ὁ ἀντικείμενος διάβολος, καὶ ἔστι τις ἔσχατος πάντων ὁ ἐπὶ συντελείᾳ φανερωθησόμενος, ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ἐπαιρόμενος ἐπὶ πάντα λεγόμενον Θεόν, ἢ σέβασμα. Μεταξὺ δὲ τοῦ ἀπ' άρ χῆς ἀνθρωποκτόνου καὶ τοῦ ὑστέρου λέοντος κατά γενεὰν λέοντες προσπολεμοῦσιν ἀνθρώποις. Καὶ οὐκ ἦν γενεὰ ὅτε λέων οὐκ ἦν. Καὶ κατὰ τὴν Σαμψών γενεὰν λέων τις ἦν παρὰ τὴν ὁδὸν, ὃν ἀπέκτεινεν οὗπερ ἐν τῷ στόματι τεθνηκότος εὑρίσκεται μέλι. Νεκρώσωμεν οὖν τὸν ἐπιβουλεύοντα λέοντα. Ζῶντος γὰρ ἐν τῷ στόματι οὐκ ἂν εὑρίσκοιτο μέλι. Λέγεται δὲ πᾶς λέων ζῶν καὶ δυσωδέστατον ἔχειν τὸ στόμα. Παράδοξον οὖν τὸ ἐκ δυσώδους στόματος εὑρεθῆναι μέλι τὸ πάντων γλυκύτατον. Σιαγὼν τόπος ἦν ἀνώνυμος πρότερον, κληθείς ἀπὸ τῆς σιαγόνος τοῦ ὄνου, ἣν ἔλαβεν ὁ Σαμψών, καὶ ἀνεῖλε τοὺς ἀλλοφύλους, ὀνησιφόροις λόγοις νε κρώσας τούτων τα δόγματα. Πρὸς τοὺς κατηγοροῦν ας ῥητέον, ὡς οὐδαμοῦ φησιν ἡ Γραφὴ κατευθύνειν ἐπ' αὐτὸν τὸ Πνεῦμα, ὅτε ἐπόρνευεν, ἢ ὅτε τὴν ἀλλόφυλον ἔλαβεν, ἐξ ἧτ περ ἀπώλετο. Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον οὐ καθάπερ ἡ ψυχὴ τοῖς σώμασι συνοικεῖ· ἀλλὰ πάρεστι μὲν ὡς ἀπερίγραφον, ἐνεργεῖ δὲ ὅσα βούλεται. Ο καὶ προ γινώσκον τὴν ἀγριότητα τοῦ Σαμψών, οἶνου καὶ τῶν ἐξ ἀμπέλου προσέταξε τοῦτον ἀπέχεσθαι· μὴ τὴν ἐξ οἴνου μανίαν τῇ φυσικῇ προσλαβών, καὶ κατὰ τῶν ὁμοφύλων ἀνήκεστα δράσεις. Οὐκοῦν διὰ τὴν εὐχὴν τιμία ἦν ἡ κόμη Θεῷ. Καὶ τοῦτο δεδήλωκεν ὁ Θεὸς περὶ παντὸς Ναζωραίου νο μοθετῶν, καὶ τοῦτο ἐν νόμῳ τῷ παιδαγωγῷ. Καὶ ἐγένετο ἀνὴρ Λευΐτης παροικῶν ἐν μηροῖς δρους 'Εφραίμ. Τὴν κατὰ τὴν γυναῖκα τοῦ Λευΐτου περιδεῖν ὁλικίαν ὁ λαὸς οὐκ ἠνέσχετο, καὶ πρὸς δια
Page scan enlarged

Notebook

Full View