PG 87Procopius Gazaeus
Commentary on Joshua
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 991–992page 1 of 25
PG 87:991καὶ οὗτοι ὑπὸ σὲ εἰσι. Χριστὸς δὲ προδηλοῦται, βασι ὁμαλῶν λεὺς ὢν τοῦ λαοῦ, ὥσπερ εἴρηται παρὰ τὴν γένεσιν τοῦ Σωτῆρος ὑπὸ τῶν ἐλθόντων Μάγων, «Ποῦ ἐστιν ὁ τεχθείς βασιλεὺς τῶν Ἰουδαίων; Καὶ διὰ τοῦ Μιχαίου λέγεται, «Εκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα τῷ Ἰσραήλ.» Δῆλον γὰρ, ὅτι τὰ λεγόμενα περὶ ἑνὸς Θεοῦ, τὴν ἐν υἱῷ φανέ ρωσιν ἔχει, τοῦ Πατρὸς ἐν αὐτῷ θεωρουμένου τε καὶ δοξαζομένου. ᾿Απὸ Ἀραβωθ Μωάβ· Ακύλας, τό, Αραβώθ, ἀπὸ ὁμαλῶν, ἐξέδωκεν, ὅ ἐστιν, ἀπὸ τῆς πεδιάδος. Καὶ ἔδειξεν αὐτῷ Κύριος πᾶσαν τὴν γῆν Γαλαάδ. Καλῶς τὸν Κύριος, προστέτακται. Σωματικοῖς γὰρ ἐφθαλμοῖς τὰ τοσοῦτον διεστῶτα ὁμοῦ βλέπειν ἀδύ νατον. Οπερ εἶπεν Εβραίοις ἐπιστέλλων ὁ θεῖος Απο τολος· «Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ο ἀλλὰ πόρρωθεν αὐτὸς ἰδόντες, καὶ ἀσπασάμενοι. (Οπερ καὶ ὁ μακάριος πέπονθε Μωϋσῆς.) Καὶ ἔθαψαν αὐτὸν ἐγγὺς οἴκου Φογώρ· ὡς ἂν ἐγγίζων καταλύσῃ τὴν τοῦ δαίμονος πλάνην. Καὶ οἱ προσοικοῦντες δὲ τοῦ Ἰσραὴλ εἰς τὸν νομοθέτην ὁρῶντες, ἀπεσκευάζοντο τὴν ἀσέβειαν. Καὶ οὐκ εἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης. Οικονομίας καὶ τοῦτο Θεοῦ, μήπως αὐτὸν ὑπερθαυμάζοντες, προσκυνήσωσιν· ἀλλ' οὐδὲ τῶν ἁγίων ὁ θάνατος τοῖς ἀνθρώποις καταλαμβάνεται, τίμιος ὧν ἔναντι Κυρίου. "Ην δὲ, φασί τινες, καὶ μετασκευασθὲν τὸ σῶμα Μωϋσέως ὑπὸ τοῦ Πνεύματος. Πῶς γὰρ ἀνέστη, ἐφ' ἡμέρας μ' μὴ φαγών, μὴ πιών, μὴ καθευδήσας, εἴπερ ἔμεινεν ἄνθρωπος; καὶ ἐπεὶ τοιοῦτον ἦν αὐτοῦ τὸ σῶμα, οὐ δεὶς οὐδὲ τὴν αὐτοῦ ταφὴν ἔγνω. Δεινὸν ὀργὴ καὶ ἀπιστία, μὴ συγχωροῦντα τέλους τυχεῖν ἀγαθοῦ. Ο δὴ καὶ πέπονθε Μωϋσῆς τύπος ῶν τοῦ νόμου· δς ὀργὴν κατεργαζόμενος, καὶ πρὸς τὴν πίστιν ἀντίκειται, καὶ πρὸς τὰς ἄνω μονὰς καὶ τὴν γῆν τῶν πραέων ἀνάγειν οὐ δύναται. Περὶ ἧς φησι καὶ Δαβίδ·. Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυ ρίου ἐν γῇ ζώντων.» Πρὸς ἃ μόνος ὁδηγὸς ὁ ἀληθινὸς Ἰησοῦς, ἔνδον εἶναι ποιῶν, καὶ διδοὺς τὴν κατά
col. 993–994page 2 of 25
PG 87:993παυσιν, τοῦ νόμου μέχρι μόνον προθύρων ἄγειν ισχύοντος. Μωϋσῆς ὁ θεράπων μου τετελεύτηκε. Νῦν οὖν ἀναστὰς, διάβηθι τὸν Ιορδάνην. Τετελεύτηκε Μωϋσῆς, ἀπέθανεν ὁ νόμος, Μωϋσῆς χρηματίζων, κατὰ τὸ· «Εχουσι Μωσέα καὶ τοὺς προφήτας.» Μεθ᾽ ἂν ὁ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας διαβιβάζει τὸν Ἰορδάνην, καθά φησι πρὸς Νικόδημον· «Ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Ης αὐτὸς προκατήρξατο, οὐ δεόμενος, ἀλλ᾽ ἁγιάζων τὰ ὕδατα. Πᾶς ὁ τόπος, ἐφ᾿ ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτόν. Ἡ μὲν ἐπαγγελία αὕτη, ὁ δὲ ἀγὼν μέγας, ἔθνη νικῆσαι τὰ νοητά. Και δεῖ ἐνταῦθα τὸ τοσοῦτον διανύσαντας στάδιον ἐπιθῆναι τῶν ἄνω μονῶν· μᾶλλον δὲ πρὸ τούτων, ἀρετῆς τε καὶ ἀληθείας, ὁδηγοῦντος ἡμᾶς Ἰησοῦ εἰς ὁδὸν εἰρήνης, τοῦ καὶ δόντος πατεῖν ἐπάνω ὄψεων καὶ σκορπίων, καὶ χαρισαμένου κληρονομίαν ἐθνῶν. Ἐπι βῶμεν δὲ καὶ ῥητῶν, ὡς δεῖ, Γραφικῶν, καὶ τὸ νοη θέν ἐστιν ἡμέτερον. Ο μὲν οὖν Θεὸς ἕως Εὐφράτου δώσειν αὐτοῖς ἐπηγγείλατο, ἀναξίοις δὲ φανεῖσιν οὐκ ἐπλήρωσε τὴν ὑπόσχεσιν, ἀλλὰ Δαβίδ καὶ Σολομῶνι γενομένοις ἀξίοις. Τὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον. Τὴν ἔρημον ὑπέταξεν ὁ Πατὴρ τῷ Χριστῷ. Περὶ ἧς εἴρηται, Ευφράνθητι, ἔρημος ἡ διψῶσα.» Καί·. Πολλὰ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Καὶ οὐ τὸν Λίβανον ὑπέταξεν Ἰησοῦ, τὸν Ἰσραήλ, οὕτως ἐν προφήταις καλούμενον, ὃς καὶ καλλιέλαιος εἴρηται· ἀλλὰ τὰ ἔθνη, τὸν ᾿Αντιλίβανον, ἐγκεντρισθέντα μὲν ἐν Ἰσραὴλ, ἀντ᾿ αὐτοῦ δὲ γενόμενα. Καὶ ὥσπερ ἤμην μετὰ Μωϋσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ. Οὐδὲ γὰρ Μωϋσῆς ἰδίᾳ δυνάμει τοὺς ἐχθροὺς ἐτροπώσατο. Τοιοῦτον καὶ τό·. Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ισχυε, φησὶ, καὶ ἀνδρίζου. Ἐγὼ γάρ σε ἐνισχύσω ὑπομονὴν καὶ δύναμιν χαριζόμενος, ὡς ἂν καὶ διέλοις τοῖς ἐσομένοις τὴν γῆν. ᾿Αλλὰ φύλαττε, καὶ ποίει κατά πάντα τὸν νόμον. Αὐτῷ δὲ προστάττει ἅπερ καὶ τὸν λαὸν διδάσκειν ἐχρῆν. «Πᾶς γάρ, φησίν, ὅστις ποιήσει κατὰ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξει τοὺς ἀνθρώπους ὁμοίως ποιεῖν, μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Καὶ Λουκᾶς δὲ περὶ τοῦ ἀληθινοῦ φησιν Ἰησοῦ· τῶν ἤρξατο ποιεῖν τε καὶ διδάσκειν.» Πᾶσαν γὰρ ἐπλήρωσε δικαιοσύνην, ὑπὸ νόμον γενόμενος ὡς ἄνθρωπος. Καὶ ὅσα ἐνετείλατο αὐτῷ Μωϋσῆς πεποίηκεν, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, καὶ τὴν υἱοθεσίαν ἀπολαύωμεν. Οὐκ ἐξέκλινεν ἀπ' αὐτῶν δεξιὰ ἢ ἀριστερά, φάσκων· «Ιῶτα ἐν, ἢ ΧΧΥΗ,
col. 995–996page 3 of 25
PG 87:995νηται.» Διὸ καὶ Ἡσαΐας λέγει περὶ αὐτοῦ· Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται, καὶ δοξασθήσεται, καὶ μετεωρισθήσεται σφόδρα, ο θεοπρεπεί σοφίᾳ πάντα ποιῶν, καὶ φθεγγόμενος. μία κεραία οὐ μὴ παρέλθῃ ἐκ τοῦ νόμου, ἕως οὗ γέ Συνέσεως χρεία τῷ τὸν νόμον ἀναγινώσκοντι, καὶ πρὸ ταύτης, πίστεως. «Ἐὰν γὰρ, φησί, μὴ πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε.» Δεῖ δὲ καὶ μελέτης συνεχεστέρας. Ὃν καὶ μακαρίζων φησὶν ὁ Δαβίδ·. Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. ο - ο Λύχνος γάρ, φησί, τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.» Δι' οὗ ῥωσθεὶς, ἐκβαλεῖ πᾶσαν δειλίαν καὶ φόβον. νί Ετοιμάζεσθε ἐπισιτισμόν, ὅτι ἔτι τρεῖς ἡμέραι, καὶ διαδήσεσθε τὸν Ἰορδάνην τοῦτον. Ταῦτα διὰ τῶν Γραμματέων Ἰησοῦς δεδήλωκε τῷ λαῷ· οὓς ὁ μὲν Ἀκύλας, ἐκβιβαστές φησιν· ὁ δὲ Σύμμαχος, ἐπιστάτας. Ἐοίκασι δὲ κατὰ τοὺς παρὰ Ρωμαίοις ἐκσκέπτορας εἶναι, δι' ὧν δηλοῦσι τοῖς δήμοις οι ἄρχοντες τὸ δοκοῦν. Επισιτισμὸν δὲ συλλέγειν ἀπὸ τοῦ μάννα προστάττονται, πρὸς τῷ πρὸς ἡμέραν ἀρ κοῦντι ἐπὶ τρεῖς ἡμέρας καὶ τὸν ἀρκέσοντα πρὸς τὸν τῆς διαβάσεως χρόνον. Οὐ γὰρ ἡδύναντο τότε συλλέγειν, πρὸς τὴν διάβασιν ἀσχολούμενοι. Διὰ τῶν τριῶν οὖν ἡμερῶν ἐκ προσθήκης συνέλεγον καὶ τὸν τῆς ἡμέρας τῆς διαβάσεως. Καὶ μετ' ὀλίγα· Καὶ ἄλλως δὲ, τῷ μέλλοντι διαβῆναι τὸν Ἰορδάνην ἐπισιτισμού χρεία, καὶ τῶν ἐκ μετανοίας ἔργων, ὡς ἂν εἶποι μετὰ Χριστοῦ· «Εμόν ἐστι βρῶμα τὸ ποιῆσαι τὸ θέλημα τοῦ πέμψαντός με. › Καὶ τῷ Ἡλίᾳ δὲ λέγει Αναστὰς φάγε, ὅτι μακρὰν ἡ ὁδὸς ἀπὸ σοῦ. ὁ Θεοῦ γὰρ ὁδὸς ἐργασίαν ἀρετῆς ἀπαιτεῖ· καὶ δεῖ μὴ απ τοσχεδιάζειν, ἀλλὰ τοῦ θείου λουτρού προκαθαίρεσθαι. Τάχα διὰ τοῦτο κεκράτηκεν ἐν πολλαῖς Ἐχ κλησίαις τῇ τετράδι τῆς ἁγίας ἑβδομάδος προκατα ηχεῖσθαι τὰ νῦν, ὡς εἰπεῖν ἀκούοντας· «ἑτοιμάζεσθε ἑαυτοῖς ἐπισιτισμόν. Ετι γάρ γ' ἡμέρας ὑμεῖς διαβήσεσθε τὸν Ἰορδάνην.» Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, πάντα ευσχημόνως, καὶ κατὰ τάξιν γινέσθω.» Εἰς βασιλείαν οὐρανῶν δια βαίνεις, οὐκ αἰσθητῶν δεῖ σοι βρωμάτων· ὡς ἂν καὶ ᾧ συνάπτεσθαι μέλλεις νυμφίῳ ἀπολαύσῃ τοῦ σοῦ σιτισμοῦ, καὶ ὧν ἐπιφέρῃ καρπῶν. Ἀλλὰ πῶς τὸ μάννα τοὺς διαβεβηκότας τὸν Ἰορδάνην ἐκλέλοιπεν; Οτε οἱ μὲν ἐν Χριστῷ νήπιοι τὸ πᾶν ἐξ οὐρανοῦ συνεργοῦνται· οἱ δὲ προβεβηκότες, καὶ ἐξ ἰδίων ἔργων ἐπισιτίζονται. ΔΙΧ, 7. * 111, 13. Καὶ τῷ 'Ρουβὶμ, καὶ τῷ Γάδ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ εἶπεν Ἰησοῦς. [Οὗτοι διὰ Μωϋ
col. 997–998page 4 of 25
PG 87:997σέως ἐκληρώθησαν τὴν γῆν, ἐπειδὴ πολλοὶ διὰ τοῦ νόμου πρὸ τῆς χάριτος ἐτελειώθησαν. Καὶ ἐπεὶ πρω τότοκος Ἰσραὴλ ὀνομάζεται, διὰ Μωϋσέως οι πρωτότοκό: τοὺς κλήρους ἐδέξαντο, Ρουβήν, καὶ Γάδ, καὶ Μανασσής.] Διαβαίνουσι μέντοι καὶ οὗτοι εὔζωνοι πρὸ τῶν ἄλλων. Οἱ γὰρ ἐξ Ἰουδαίων πεπιστευκότες, ἡγήσαντο τῆς τῶν ἐθνῶν σωτηρίας. Διατὶ μὴ γ' καὶ Ο' φυλαί, ἀλλὰ δύω ἥμισυ φυλαὶ ὑπὸ Μωϋσέως, καὶ ἐννέα ἥμισυ κληροδοτοῦνται ὑπὸ Ἰησοῦ; ὡς ἂν ἄρο μονία γένηται τῶν δύω λαῶν σημαινομένων διὰ φυ λῆς, ἢ τὸ μητρῷον γένος εἰς Αἰγυπτίους, εἰς Ἰσραὴλ δὲ τὸ πατρῷον ἀνέπεμπε. Τάχα δὲ, φασί, καὶ οἱ πρόσ τεροι ήψαντο μὲν τῆς Τριάδος, οὐ μὴν καθαρώς. οὕτω γὰρ τὸ τῆς οἰκονομίας προσέκειτο, εἰ καὶ Χριστὸν προεκήρυττον· ἀλλ᾽ ἡρμόσθησαν διὰ τοῦ λείποντος, δηλουμένου διὰ τοῦ ἡμίσεως τοῦ τελοῦντος ὑπὸ τὸν Ἰησοῦν. Έλειπε δὲ καὶ ταῖς ἐννέα καὶ ἡμίσει φυλαῖς εἰς τὸ τῆς δεκάδος τέλειον οἱ ἐξ Ίσ ραὴλ τοῖς ἀπὸ τῶν ἐθνῶν. 'Αρμοζομένων δὲ ἀμφοτέρων, σύμφωνοι αἱ ιβ' φυλαὶ αἱ ὑπὸ Μωϋσῆ τε καὶ Ἰησοῦ. Διαβιβασθέντες δὲ τὸν Ἰορδάνην οὗτοι, παλινδρομοῦσι. Καὶ εἴποις ἂν κατ' ἰδιάζουσαν θεωρίαν ἐοι κέναι τούτοις τοὺς μετὰ τὴν χάριν εἰσηγουμένους τὸν νόμον. Κατὰ δὲ τὴν προῤῥηθεῖσαν ἀλληγορίαν, χωρίς ἡμῶν οὐ τυγχάνουσι τῶν ἐπαγγελιῶν οἱ τοῦ προτέρου λαοῦ, τοῦ Θεοῦ κρεῖττόν τι περὶ ἡμῶν προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Γυναῖκες γὰρ αὐτῶν καὶ παῖδες ἀνεπαύσαντο μόνοι πρὸ τοῦ Ἰορδάνου· αὐτοὶ δὲ τὸν λαὸν ὁδηγοῦσι περιζωσάμενοι τὴν ὀσφὺν αὐτῶν ἐν ἀληθείᾳ. Καὶ μετὰ βίον γὰρ συναγωνίζονται τοῖς πιστοῖς ὅσοι ἄνδρες γεγόνασι τὰ τοῦ νηπίου καταργήσαντες, οἵους ὁ Παῦλος τοὺς Ἐφεσίους φησί, Κορινθίων χρηματιζόντων παρθέ Διαφορὰ γὰρ ἐν τοῖς σωζομένοις. νων. Καὶ ὅστις μὴ ἀκούσῃ τῶν ῥημάτων σου. Τοιαῦ τα καὶ οἱ τοῦ Χριστοῦ μαθηταί· «Τοὺς μὲν οὖν χρό νους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς,» καὶ τὰ ἑξῆς. Καὶ ὁ Χριστὸς δέ φησιν· «Ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ πιστεύσητε, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Καὶ ἀπέστειλεν Ἰησοῦς υἱὸς τοῦ Ναυῆ ἐκ Σάτο τειν δύω ἄνδρας κατασκοπεῦσαι τὴν γῆν. Προλέγει τὸν πρῶτον βίον τῆς πόρνης, ἵνα θαυμάσῃς τὴν ἐκ τούτου μετάστασιν. Τὸ μὲν οὖν δέξασθαι ΤΗΙΙ, 24. Ελειπον. Ανάγν. Υιός Ναυή ἐν Σαττίν. Αἱ αὐτο
col. 999–1000page 5 of 25
PG 87:999τοὺς ἄνδρας, θαυμαστὸν οὐδὲν· πανδοκευτρίας γάρ τὸ ἔργον· τὸ δὲ τῆς πίστεως ὑπερβάλλει. Κύριον ὁμολογεῖ τὸν Θεὸν, κατά τό ο Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. ο Οπερ ὁ Ἰσραὴλ ἐκ τοῦ ἐν τῷ Σινᾷ φανέντος ἀκούσαντες ἐκ μέσου φθεγγομένου πυρός, αὐτίκα παρέβησαν μοσχοποιήσαντες, καὶ, ο Οὗτοι, φήσαντες, οι θεοί σου, Ἰσραήλ. Αὕτη δὲ, οἷά τις μαργαρίτης ἐν βορβόρω κρυπτόμενος, οὐ θεοῖς ἐπιγράφει τὴν ἔξοδον Ισραήλ, ἀλλ', Ηκούσαμεν οἷα Κύριος ὁ Θεὸς ὑμῶν ἐποίησε τοῖς Αἰγυπτίοις. Καὶ ὁ μὴ παρέλαβε δι' ἀκοῆς, ἐκ Θεοῦ διὰ πίστεως ἤρπασε. Τύπος ὄντως τῆς Ἐκκλησίας, ἢ πρότερον πορνεία τῇ τῶν δαιμόνων εφέρετο, κατὰ τό· «Η μεν γάρ ποτε καὶ ἡμεῖς ἀπειθεῖς, καὶ τοῦ Χριστοῦ τοὺς κατασκόπους ἀποστόλους ἐδέξατο, ἑτοιμάζοντας Κυρίῳ λαὸν κατεσκευασμένον, καὶ ἐπὶ τὸ δῶμα τούτους ἀνήγαγεν. Οὐδεὶς γὰρ κατάσκοπος Ἰησοῦ δύναται εἶναι χαμαί, οὐδὲ μεῖναι κάτω. Καὶ εἰ μέλλοιμεν αὐτοὺς ὑποδέξασθαι, τελείαν οἰκοδομητέον οἰκίαν, ἔχουσαν δῶμα καὶ στεφάνην, ἵνα ὑποδέξασθαι τούτους δυνώ μεθα, καὶ ἀναβιβάσαι ἄνωι. Προφήτις ἀντὶ πόρνης ἐγένετο, • Επίσταμαι λέ γουσα, ὅτι Κύριος ὁ Θεὸς ὑμῶν παρέδωκε τὴν γῆν ταύτην ὑμῖν. κ Αξια τοῦ θείου συνεβούλευε Πνεύματος· Πορεύεσθε εἰς τὴν ὀρεινήν. Διὸ θαυμάζων αὐτὴν ὁ Παῦλος φησί· < Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους, ο πᾶσιν αὐτὴν τοῖς ἁγίοις συναριθμήσας. Καὶ ἡ σοφία δὲ ὅση. Ερωτωμένη γὰρ ὑπὸ τῶν ἐπιζητούντων, οὐκ ἀρνεῖται τῶν κατασκόπων τὴν εἴσοδον. "Ακρατον γὰρ ψεῦδος ἀπίθανον. Αλλ' εἰποῦσα, Ναί, τὸ ψεῦδος πεποίηκεν ἀξιόπιστον. Ἐπήνεγκε γάρο Ως τήνδε τὴν ὁδὸν ἀνεχώρησαν.» Ἡ γὰρ ἐξ ἀρω χῆς ἄρνησις εκίνει πρὸς ἔρευναν. Μισθὸν πανοικὶ τὴν σωτηρίαν ἐδέξατο τῷ σημείῳ τοῦ κοκκίνου πιστεύσασα, τοῦ Χριστοῦ τὸ αἷμα στο μαίνοντι. Ο μὴ δεξαμένοις Φαρισαίοις φησίν· «Οι τελῶναι καὶ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασι λείαν τῶν οὐρανῶν.» Εοικε δὲ τοῦτο τὸ κόκκινον τῷ ἐπιδεθέντι τῇ χειρὶ τοῦτο σε χνι, 50. Λείπει. Έννοητέον δὲ πάντως, τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ.
col. 1001–1002page 6 of 25
PG 87:1001Καὶ ἐχάλασεν. αὐτοὺς ἐν σχοινίῳ διὰ τῆς θυ ρίδος· ὅτι ὁ οἶκος αὐτῆς ἐν τῷ τείχει, καὶ ἐν τῷ τείχει αὕτη ἐκάθητο. Τεῖχος Ιεριχούς τῆς ἀσε βείας αὐτῆς τὸ ὀχύρωμα, ἐφ᾽ ᾧ Ραὰν ἐκαθέζετο ἀλλὰ πιστεύσασα, ευάλωτον αὐτῆς ἀπέδειξε τὸ ὀχύ ρωμα. Τὸ δὲ σπαρτίον τὸ ἔντριτον οὐ διαρραγήσεται, δι' οὗ καὶ διέδρασαν οἱ κατάσκοποι. Δι' οὗ σχοινίου καὶ τὸν Ἰωσὴφ ἐκ τοῦ λάκκου ἀνήγαγον, Ιερεμίαν τε καὶ τὸν Δανιήλ· δι᾿ οὗ καὶ Δαβίδ διὰ θυρίδος ἔφυγε χαλασθείς, καὶ Παῦλος διὰ σαργάνης ἐν Δα μασκῷ· οἵ τε πατριάρχαι πάντες διὰ τούτου τὸ ζῶν ὕδωρ ἐκ τῶν φρεάτων ἀνέφερον. Εἰς τὴν ὀρεινὴν ἀπέλθετε. Ὠφεληθείσα γὰρ, τὰ ὑψηλὰ μεταδιώκειν ὑπέθετο καταλιποῦσι τῆς ἀσεβείας τὰ χαμαίζηλα δόγματα. Καὶ ὁ Δαβὶδ δέ φησιν, «Ηρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, πό θεν ἥξει ἡ βοήθειά μου.» Καὶ Ἡσαΐας, «Επ' ὅρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος την Σιών, ὑψώ σατε, μὴ φοβείσθε.» Οὐκ ἐφ᾽ ἂν δὲ ὄρος φευκτέον, ἀλλ' ἐπὶ πάντα, τοὺς ἁγίους προφήτας καὶ ἀποστόλους, μὴ καὶ συναντήσωσιν ἡμῖν οἱ τοῦ βασιλέως Ἱεριχοῦς τοῦ κόσμου τούτου ἄρχοντες. Διὸ φευκτέον ἐπὶ τὴν ὀρεινὴν, πάντα ἔχοντας ἄνω. Ταύτην οὐκ ἴσασι τὴν ὁδὸν οἱ διώκοντες ἡμᾶς. Ορῶν γάρ ἐστιν ὁ Θεὸς τοῦ Ἰσραήλ, καὶ οὐ κοιλάδων. Οθεν οὐκ ἀναβήσονται εἰς τὰ ὄρη· ἐπὶ δὲ τὴν προτέραν ἀνα στρέψουσι πλάνην. Καὶ οὕτω φησίν, «Ὑμεῖς ἀπελεύσεσθε τὴν ὁδὸν ὑμῶν, τὸν εἰπόντα·. Ἐγώ εἰμι ἡ ὁδὸς, ο δι' ἧς ὁδεύων τις, τὴν ἁγίαν Τριάδα θεάσεται ᾿Αθῶοί ἐσμεν τῷ ὅρκῳ σου τούτῳ. Τούτοις ὅμοια καὶ Μωϋσῆς ἐνετείλατο, χρίσαι τῷ αἵματι σταθμοὺς καὶ φλιάς, καὶ μὴ ἐξιέναι μηδένα τῆς θύ ρας, ὅπως φύγωσι τὸν ὀλοθρευτήν. Κἀκεῖ γὰρ τὴν Εκκλησίαν ἐτύπου, ὡς κανταῦθα διὰ τῆς οἰκίας Ραάβ, ἐν ᾗ ὡς ἐν τύπῳ καὶ τὸ ἐν Αἰγύπτῳ ἐθύετο πρόβατον. Καὶ νῦν τῆς πίστεως ἡ ὁμολογία διὰ τοῦ σπαρτίου σημαίνεται. Πᾶς οὖν πιστὸς ἐν τῇ μάνδρᾳ τῶν προβάτων με νέτω, τῷ σημείῳ τῷ τοῦ Χριστοῦ σφραγιζόμενος. ο Εξιὼν γάρ τις, ἔνοχος ἑαυτῷ γίνεται. Τοιαῦτα καὶ Παῦλος ἐν Μιλήτῳ τοῖς πρεσβυτέροις Εφέσου φησί Διὸ μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρός εἰμι ἀπὸ τοῦ πάντων αἵματος,» καὶ τὰ ἑξῆς. ᾿Εὰν δέ τις ἡμᾶς ἀδικήσῃ, ἢ καὶ ἀποκαλύψῃ τοὺς λόγους ἡμῶν τούτους, ἐσόμεθα ἀθῶοι τῷ ὅρκῳ τούτῳ. Αδικούνται γὰρ οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, τῶν μαθητῶν ἐκλαλούντων τὰ τῶν δογμάτων ἀπόρρητα. Ρίπτουσι γὰρ τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Διὸ καὶ πρὸς Τιμόθεον
col. 1003–1004page 7 of 25
PG 87:1003επιστέλλων ὁ Παῦλος τὸ δεύτερον, ἔλεγεν ἤκουσας παρ' ἐμοῦ μετὰ πολλῶν μαρτύρων, ταῦ τα παράθου πιστοῖς ἀνθρώποις, ο δηλαδὴ τοῖς διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα έχουσι προς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Ταῦτα βεβαιωσάμενοι παρὰ τῆς Ῥααβ οἱ κατά σκοποι, ὑποστρέψαντες ἀπήγγειλαν τὰ συμβεβηκότα τῷ Ἰησοῦ. Ὡς καὶ Παῦλος καὶ Βαρνάβας ἐλθόντες εἰς 'Αντιόχειαν πάντα ἔλεγον, καὶ ὡς ήνοιξε τοις έθνεσιν ὁ Θεὸς θύραν πίστεως. Ἵνα ἐπίστησθε τὴν ὁδὸν, ἣν πορεύσησθε ἐν αὐτῇ. Αἰτίαν ἀποδίδωσιν οὐ πρὸς τὰ προσεχὲς τὸ μὴ δεῖν πλησιάζειν, ἀλλὰ πρὸς τὸ περιμεῖναι μέχρι διελθοῦσα τούτοις ὁδοποιήσειεν ἡ κιβωτός, διαιρουμένου τοῦ ὕδατος. Ἐπὶ μὲν οὖν Μωϋσέως ἄγοντος διὰ θαλάττης, ὕδατος ἁλμυροῦ, οὐδεμία τάξις ἐγί νετο, ἣν νῦν ὁρῶμεν, Ἰησοῦ στρατηγήσαντος, καὶ τοῦ Κυρίου πληροῦντος τὸ σύμβολον. Τὸ δὲ ὕδωρ ὁμοίως διαιρεθέν, ἑκατέρωθεν πήξιν ὑπέμενεν, ἔνθα γέγονε τοῦ Κυρίου τὰ γράμματα. Ο γὰρ ποιήσας τὰ ἀμφότερα ἐν, καὶ τὸ μεσότειχον τοῦ φραγμοῦ λύσας, ἐκεῖνος δύω οἶδεν, εἰ καὶ πρὸς ἄν τι συνέλθοιεν. Ορα δὲ τὸ ὕδωρ εἶχον, ὥσπερ α δούμενον τὴν κιβωτόν, μεθ' ὧν μυστηρίων ἐπήγετο καὶ τοὺς διακομίζοντας ἱερεῖς. Περιείχε δὲ τὰς πλά κας, καὶ τοῦ μάννα τὴν πάμνον, καὶ τὸ κέρας τοῦ μύρου, καὶ τὴν ῥάβδον Ααρών την βλαστήσασαν. “Α δὴ περιέχει καὶ ἡ τοῦ ἀρχιερέως ψυχή, δύναμιν λαβοῦσα παρὰ Θεοῦ τοιαῦτα ποιεῖν, δι᾿ ἐπικλήσεως ἁγιάζουσα, ὡς ἐν πλαξὶ λιθίναις φέρουσα τὰ θεό πνευστα λόγια. Μέλλων οὖν τις διαθῆναι τὸν Ἰορδάνην, μὴ τολμηρῶς χωρείτω, περιμένων τὴν ἐκ τῶν ἱερέων παρασκευήν, τῇ στάσει τῆς κιβωτοῦ ἁγια ζόντων τὰ ὕδατα, καὶ τῇ διαβάσει παρεχομένων τὴν ἄδειαν· ἣν ηγνόουν οἱ ταύτην οδεύοντες, τῆς Εκκλησίας ἀγνοοῦντες τὰ νόμιμα, καὶ ταῦτα προ μανθάνειν ὀφείλοντες. Δισχίλιοι δὲ πήχεις, φασί, δύο περιόδους σημείο νουσι, τὴν μὲν κατηχήσεως, τὴν δὲ τῆς κρίσεως, καθ᾿ ἣν ἀλείφονται κατὰ πάσης ἀντικειμένης δυνά μεως, βατὸν αὐτοῖς τὸ ὕδωρ ποιούμενοι. Δύνανται δὲ σημαίνειν καὶ τὸν τῶν ἐτῶν ἀριθμὸν, περί που δισχιλίων ὄντων μέχρι τὸ Χριστοῦ δειχθείη μυ στήριον, φανέντος ἡμῖν ἐν σαρκί. Ον καὶ τῷ τῆς δυάδος ὑλικωτέρῳ καὶ ἀκαθάρτῳ παρέστησεν ἀρι θμῷ. Αγνίσασθε εἰς τὴν αὔριον, ὅτι αύριον ποιήσει Κύριος ἐν ὑμῖν θαυμάσια. Προτελεῖσθαι γὰρ δεῖ καὶ προκαθαίρεσθαι τοὺς μέλλοντας θεωρεῖν τὰ θαυ μάσια τοῦ Θεοῦ. Πῶς γὰρ οὐ θαυμαστόν, ἀποδύσασθαι μὲν τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐπιθυμίαις, ἐνδύσασθαι δὲ τὸν καινν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα, καὶ τοὺς ἀορά
col. 1005–1006page 8 of 25
PG 87:1005Ξε τους ἐχθροὺς νοητῶς ὁρᾶν ἐναποπνιγέντας τῷ ὕδατι; Αντ' αίσχους δὲ, κάλλος ἀνειληφότας, καὶ πᾶν φρόνημα καταλιπόντας γεώδες, πτεροφυεῖν ὡς ἀετούς, καὶ ταῖς ἁμαρτίαις γηράσαντας ἀνακαιν! ζεσθαι, καὶ πεσόντας εἰς γῆν, οὐρανοῦ πολίτας ἐγκαταγράφεσθαι, καὶ ὄντας ἐχθρούς, υἱοθεσίας ἀξιωθῆναι; Τοιαῦτα κατέδειξεν ὁ τῶν ψυχῶν Ιατρὸς τὰ θαυμάσια, συνθλάσας τὰς κεφαλὰς τοῦ δράκοντος ἐπὶ τοῦ ὕδατος, ἀναγεννήσας ἡμᾶς ὕδατι καὶ πυρί. ὓς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ Ιορδάνου, καὶ ἐν Ἰορδάνῃ στήσεσθε. Οράτωσαν οἱ μεμνημένοι τους τύπους ὠδίνοντας την αλή θειαν. Καὶ ὀλοθρεύων ὀλοθρεύσει ἀπὸ προσώπου ὑμῶν τὸν Χαναναῖον. Ἡ διάβασις τῆς κιβωτού, φησί, σημεῖον ὑμῖν ἔστω τῆς τῶν ἐθνῶν ἀπωλείας ὡς ἐφ' ἡμῶν τῶν ἀντικειμένων δυνάμεων, εἴ τις ἐν Ἰορδάνῃ γένηται κιβωτὸς τοῦ Θεοῦ, τὰ τῆς πίστεως ἐν ἑαυτῷ περιέχων μυστήρια, τῆς γεώδους ἀπάρας κατὰ τοὺς Ἰσραηλίτας σκηνῆς, γεγονώς τῇ διανοίᾳ μετέωρος, ἀνεχόντων ἱερέων, καὶ προβαδιζόντων τῷ τύπῳ τῶν πράξεων, καὶ τῷ ὕδατι βαπτόντων τοὺς πόδας. «Ο γὰρ λελουμένος οὐ χρείαν ἔχει τοῦ λού σασθαι. Εστι γὰρ ὅλος καθαρός· ἀλλ᾽ ἵνα νίψῃ μό νον τοὺς πόδας. Καὶ ἡ νύμφη δέ φησιν ἐνιψάμην τους πόδας, πῶς μολυνῶ αὐτούς; Ὥσπερ δὲ τῷ ἁμαρτωλῷ πᾶσα ἡ κτίσις πολεμεῖ, ὡς ἐπὶ τῶν Αἰγυπτίων, οὕτω γίνεται πάντα τῷ δικαίῳ βατὰ, Ερυθρὰν διοδεύοντι θάλατταν, καὶ τὴν ἔρημον τὴν πολλὴν, τὴν ἐξ οὐρανοῦ χορηγουμένῳ τροφήν. Καὶ ὁ ἀὴρ δὲ τούτῳ βατός, κατὰ τὸν «Αρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀέρα. Καθόλου γὰρ ἤκουσε, μή ".» φοβεῖσθαι·. Ἐὰν γὰρ διέλθῃς διὰ πυρὸς, φλόξ οὐ κατακαύσει σε. Καὶ τάχα ὅσον μὲν ἐγγὺς εἶ Αἰγύπτου, θάλασσαν διοδεύῃ, οὐδέπω οὔσης κιβωτοῦ, οὐδὲ ἱερέων χειρ αγωγούντων σε οὐδὲ Λευϊτῶν· ἐπὰν δὲ ἔλθῃς εἰς τὰ ὅρια τῆς ἁγίας γῆς, καὶ παραδέξηταί σε Ἰησοῦς, καὶ αὐτὸς γένηταί σοι οδηγός, τότε ίσταται σε 6 Ἰορδάνης. "Αν γὰρ ἀληθῶς ἧς Ἰησοῦς, τὸ ὕδωρ τοῦ Ἰορδάνου ἐντραπήσεται, καὶ ἀναχωρήσει εἰς τὰ ὀπίσω· τὸ δὲ ἄλλο ὕδωρ ἀπελεύσεται εἰς τὴν θάλασσαν τῶν ἁλῶν. Τών γάρ μετὰ τὸ βάπτισμα ἀπολομένων, τὸ ὕδωρ τοῦ Ἰορδάνου εἰς τὴν θάλασσαν άπεισι τῶν ἀλῶν· τὸ δὲ ἄλλο, τὸ ὕδωρ ἐστὶ τῶν δικαίων, πήγμα ἐνυπάρχον ἀνάλογον τῷ πεπη
col. 1007–1008page 9 of 25
PG 87:1007γέναι τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ καταβεβηκότα, επει δὴ καὶ σὺ σέβεις τὸν ἕνα Θεόν. Ενωθεὶς γὰρ τῷ Θεῷ, παρὰ τῷ πήγματι στήσῃ. Καὶ μακάριοι οἱ δυνηθέντες μή μακρὰν εἶναι τῆς κιβωτού. Ο γὰρ λοιπὸς Ἰσραὴλ, εἰ καὶ σώζεται, ἀλλὰ μακράν ἐστι τῆς κιβωτοῦ ἀπὸ δισχιλίων πήχεων. Παραλαβὼν ἀπὸ τοῦ λαοῦ δώδεκα ἄνδρας. Εἰς τύπον τῶν ιβ' μαθητῶν· οἱ δὲ ιβ' λίθοι, τοῦ ἑνὸς ἀκρογωνιαίου καὶ ἐκλεκτοῦ καὶ ἐντίμου τοῦ τεθέντος ἐν τῷ θεμελίῳ τῆς Σιών. Τὸν αὐτὸν γὰρ πάντε; ἐκή ρυττον Χριστὸν καὶ αὐτὸν ἐβάσταξον ἐπ᾽ ὤμων. Λαμ βάνονται δὲ ἀπὸ τῆς στάσεως τῶν ποδῶν τῶν ἱερέων. Επ' αὐτῶν γὰρ ἦσαν ἑστῶτες, κατὰ τὸ «Έστησας ἐπὶ πέτραν τοὺς πόδας μου.» Τοῦτον βούλεται τίθεσθαι εἰς τὰς στρατοπεδαρχίας αὐτῶν, ὅπου ἂν παρέβαλλον ἐν νυκτί· ἵνα ὑπ' αὐτοῦ φωτιζόμενοι μὲν, λέγοιεν «Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε· ο φυλαττόμενοι δὲ, «Σύ μου εἴ καταφυγὴ ἀπὸ θλίψεως τῆς περι εχούσης με.» Δεῖ δὲ, φασὶ, καὶ τῆς παραδόξου δια βάσεως ὑπόμνημα καταλιπεῖν αὐτοὺς τοῖς υἱοῖς. Αλλοι δὲ τίθενται ιβ' παρὰ τὴν διάβασιν, τὴν στεῤῥὰν πίστιν τῶν διαβεβηκότων σημαίνοντες, κατά τὸν ᾿Απόστολον, λέγοντα· «Πάντα ἰσχύω ἐν τῷ ἐνα δυναμοῦντί με Χριστῷ.» Εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αίροντες τὴν κα βωτὸν τῆς διαθήκης ἐν τῷ Ἰορδάνῃ. Δείκνυσιν, ὡς διὰ τῶν ἱερέων διαβαίνουσιν οἱ βουλόμενοι, καὶ ὡς μυσταγωγίας τηνικαῦτα καιρός. Ανήγγειλαν γάρ, ο φησὶ τῷ λαῷ· καὶ ὡς δεῖ προθυμίας τῷ διαβαίνοντι φησὶ γὰρ, «Καὶ ἔσπευσεν ὁ λαός· ο ὡς καὶ τὸ, Μετὰ σπουδῆς ἔδεσθε τὸ Πάσχα. • Επικατάρατος γὰρ ὁ ποιῶν τὸ ἔργον Κυρίου ἀμελῶς. Καὶ οἱ λίθοι πρότερον ἔμπροσθεν αὐτῶν. Ἱερεῖς οἱ λοιποὶ τῶν ἑρμηνευσάντων ἐξέδωκαν. Λίθοι γὰρ καὶ οἱ ἅγιοι λέγονται. • Λίθοι γάρ, φησίν, ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς.» Καὶ ὁ Πέο τρος φησίν, ο Ὡς λίθοι ζῶντες ἐποικοδομεῖσθε εἰς οἶκον πνευματικὸν, εἰς ἱεράτευμα, τοῦ ἐνέγκαι πνευματικὰς θυσίας.» Καὶ ὁ εἷς δὲ λίθος δύναται διὰ τούτων σημαίνεσθαι ὁ ἀποδοκιμασθεὶς μὲν ἐξ ἀνθρώπων, παρὰ δὲ Θεῷ ἐκλεκτός, ἔντιμος. Οὗ καθ᾽ ὁμοιότητα, καὶ οἱ ἅγιοι, λίθοι λέγονο ται. Τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν. Σημειωτέον ὅτι ἡ τετρὰς, εἴτε μονάδων, εἴτε ἑκατοντάδων, εἴτε ἑτέρου πλείονος ἀριθμοῦ, ἐπὶ κακώσεως κεῖται. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηύξησε Κύριος τὸν Ἰησοῦν. Ηὔξησε Κύριος τὸν Ἰησοῦν τὴν κατ' ἀρετ τὴν αὔξησιν τὴν ἡλικίᾳ πρέπουσαν νοητῇ. Εφοβοῦντο
col. 1009–1010page 10 of 25
PG 87:1009δὲ τὸν μὲν τοῦ Ναυῆ, κατὰ τὸν φόβον τὸν νομικόν καὶ δούλοις προσήκοντα· τὸν δὲ ἡμέτερον ἡμεῖς Ἰησοῦν, τὸν ἁγνὸν φοβούμεθα φόβον, καὶ διαμένοντα εἰς αἰῶνα αἰῶνος. Διαβάντων, τὸ ὕδωρ αὖθις τὴν ὁδὸν τὴν ἀρχαίαν ἐφέρετο, ὅλην πληρῶν τὴν κρηπίδα, ὡς ὁ τότε ἀπῄτει καιρός. Αύξει γὰρ καὶ ὁ μυστικὸς Ἰορδάνης, ὅτε που λύς ἐστι τῶν πιστευόντων ὁ ἀριθμὸς, κατὰ τὸ, Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε, ὅτι λευκαί λοιπόν εἰσιν αἱ χώραι πρὸς θερισμόν.» Καὶ πάλιν, Ο μὲν θερισμός πολύς, οἱ δὲ ἐργάται ὀλίγοι.» Οὐχ ἁπλῶς δέ φησι θερισμόν, ἀλλὰ, πυρῶν, κατὰ τοὺς Ο. Οπερ σύμβολον τροφῆς λογικῆς. Διαπερῶσι τὸν Ἰορδάνην τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου, ἐν ᾧ καὶ τὸ Πάσχα, καὶ ἡ μεγάλη τῶν Αἰ γυπτίων πληγή. ίστησι τους ιβ' λίθους καὶ εἰς ὑπόμνησιν τοῖς υἱοῖς, καὶ εἰς ἔκπληξιν τοῖς ἔθνεσι, καὶ τὴν ὡς ἑνὸς ὄντος τοῦ Θεοῦ διδασκαλίαν· οὐ γὰρ πρὸς ἐπίδειξιν τοῦ Θεοῦ, πρὸς δὲ τὴν τῶν ὁρώντων καὶ ἀκουόντων σωτηρίαν. Θρυλληθέντος τοῦ θαύματος, ετάκησαν πάντες οἱ τῇ παλαιᾷ δυσσεβείᾳ πεποιωμένοι. Καὶ δέον· αὐτοὺς ἀποθεμένους τὰ ὅπλα, τὸν Θεὸν ἐπιγνῶναι, καὶ πρὸς εἰρήνην ἰδεῖν· οἱ δὲ πάλιν ἦσαν θρασείς. Πλὴν τὸ παρὰ Μωϋσέως προφητευθὲν πέφηνεν ἀληθὲς, Ετά κησαν, λέγοντος, πάντες οἱ κατοικοῦντες Χα ναάν.» ι Εξήγαγε Μωϋσῆς τὸν λαὸν ἐξ Αἰγύπτου, ἀλλ' οὐκ ἤκουσεν, ὅτι σήμερον ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύ πτου ἀφ' ὑμῶν. Ἰησοῦς γὰρ ὁ περικαθαίρων, τῆς ἁγίας γῆς ἀξίους ποιῶν. Παράδοξον δὲ, εἴτε Ἰησοῦς τὰς τοσαύτας χιλιάδας ἐν τρισὶν ἡμέραις περιέτε μεν, εἴτε πολλῶν περιτεμνόντων, ὡς εἰκὸς, διὰ τὸ καὶ πληθυντικῶς μαχαίρας εἰρῆσθαι πετρίνας, δυ νηθῆναι τῇ τρίτῃ ἡμέρᾳ, ἣ γοῦν τῇ μετ' αὐτὴν ἐπι τελέσαι τὸ Πάσχα τότε μάλιστα τῆς ὀδύνης ἐπιτεινομένης, ὡς ἐπὶ τῶν Σχεμιτῶν ἔφησεν ἡ Γραφή. Εκάτερον ἄρα τῆς συνεργείας τῆς κρείττονος, τοῦ το τε
col. 1011–1012page 11 of 25
PG 87:1011έγγὺς ἀδυνάτου πρὸς τὸ τοῦ βαπτίσματος μυστήριον ἡμᾶς ἐπανάγοντος. Καὶ ἔφαγον ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα. Καλῶς γε ὁ τύπος, μετὰ τὴν ἐν Χριστῷ περιτομὴν, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος λύτρωσιν, τὴν τοῦ Πάσχα ἡμῖν εἰσηγεῖται τροφήν, την μυ στικὴν αἰνιττόμενος εὐλογίαν. Τὸ γὰρ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ὥσπερ ὁ Χριστὸς ἐσθίων τὸ Πάσχα το νομικόν μετὰ τῶν μαθητῶν, καὶ μεταξύ τοῦ ἄρτου τῆς εὐχαριστίας καὶ τὸ ποτήριον εὐλογήσας, τὸ νομικὸν Πάσχα κατέπαυσεν, ἀρχὴν καὶ πάροδον τῆς καινῆς καὶ νοερᾶς θυσίας λαβούσης· οὕτω καὶ ὁ τοῦ Ναυῆ παῖς ὡς ἐν τύπῳ ἡνίκα τοῖς ἐκ τοῦ νέου σίτου φυραθεῖσιν ἀζύμοις πεποίηκε τὸ Πάσχα, ἡ παλαιὰ βρῶσις, τὸ μάννα, ὑπεχώρησε, καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐξέλιπεν. ο Εἶδεν ἄνθρωπον ἑστηκότα εναντίον αὐτοῦ, καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. Μετὰ τὴν εἰς Χριστὸν πίστιν λοιπὸν ὁ πρὸς τοὺς πολεμίους ἐστὶν ἀγὼν τοῖς καθωπλισμένοις όπλοις πνευματικοῖς, καὶ ταῖς τοῦ Θεοῦ τεθαρρηκόσιν ἐπαγε γελίαις. Ἀλλ᾿ εἰκὸς ἦν ἄνθρωπον ὄντα τὸν Ἰησοῦν, καὶ πανταχόθεν πολεμίοις κεκυκλωμένον πρὸς δει λίαν ὀκλάσαι. Τοιγαροῦν δείκνυσιν αὐτῷ Θεός, ὡς ἀόρατος αὐτῶν ὑπερμαχήσεις δύναμις. Οπλίτου γὰρ καὶ τοῦ φανέντος τὸ σχῆμα. Οὕτω καὶ Μωϋσεῖ πρὸς Φαραώ καταβαίνοντι Επτασία πρὸς θάρσος εφαίνετο· οὕτω καὶ Ἰακὼβ ἐπὶ τοῦ Ἡσαῦ· οὕτω καὶ τῷ παιδαρίῳ τοῦ Ελισσαιδ πλῆθος ἁρμάτων· πρὸς ἣν Ἰησοῦς ἀμφιβάλλων, πυνθάνεται, μὴ τῶν δι' ἐναντίας φενακιζόντων ἡ θέα. Ἐθάρρησε δὲ, ὡς ἴδιος ὁ φανείς. Οὐ γὰρ ἂν τοὔνομα Κυρίου φέρειν ἐτόλμησεν ἐπὶ στόματος. "Ο καὶ ἄλλου λέγοντος, οἱ δαίμονες ὡσεὶ καπνὸς δια λύονται. Διὸ καὶ τῷ ὀνόματι τοῦ Θεοῦ προσήγαγε τὴν προσκύνησιν. Οὐ γὰρ τῇ κτίσει λατρεύουσιν οἱ ἅγιοι. Οὐ πρὸς τὸ φανὲν οὖν, οὐδὲ τὸ, Δέσποτα, οὐδὲ τὸ, «Τί προστάσσεις τῷ οἰκέτῃ σου;» Ετοιμός είμι πειθαρχεῖν τῷ ὑμετέρω προσ τάγματι. Οὕτω παρασκευάζεσθαι δεῖ τοὺς λειτουργοῦντας Θεῷ, καὶ λέγειν μετὰ τοῦ θεσπεσίου Δαβίδ, ε Ετοίμη ή καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου. Βάρσος δίδωσι τῷ Ἰησοῦ, ὥσπερ καὶ τῷ Μωϋσῇ καὶ τοῖς μαθηταῖς δὲ ὁ Κύριος, λέγων, «Μὴ αἴρειν ῥάβδον, μηδὲ πήραν, μηδὲ ὑποδήματα·, δοὺς αὐτ τοῖς ἐξουσίαν πατεῖν ἐπάνω ἔφεων καὶ σκορπίων. Οὐδὲν γὰρ ὑμᾶς, φησὶν, ἀδικήσουσιν. Λῦσον τὸ ὑπόδημα.Τινὲς τὸ «Λῦσαι τὸ ὑπόδημα, τὸ, Κίνησον τὸν πόδα σου κατὰ τῶν ἐχθρῶν, δηλῶσαί φασιν. Ὁποῖόν ἐστι τὸ, ο Ἐπὶ τὴν Ιδουμαίαν ἐκε τενῶ τὸ ὑπόδημά μου, ἐπὶ [ἀντι, ὀρθότερ.] του, καταπατῶ. ᾿Αλλ' ἡ αἰτία κωλύει, λέγουσα· «Ο γὰρ Ισ. ἀναγνωστ. οὕτω, μεταξὺ τὸν ἄρτον.
col. 1013–1014page 12 of 25
PG 87:1013τόπος, ἐν ᾧ σὺ ἕστηκας, ἅγιός ἐστι.» Θεοῦ τοίνυν» ἐνεργοῦντος, ὑπολελύσθαι προσήκει τὸν ὄφιν τὸν δάχνοντα μηδαμῶς, λογιζομένους ὅτε καὶ τὴν ἐξ ἁμαρτιῶν αποβαλούμεθα νέκρωσιν. Διατί σάλπιγξι κερατίναις, καὶ ταῖς τοῦ Ἰωβὴλ σαλπίζειν ἐκέλευσε; Πᾶν ζῶον κερασφόρον όπλα ἔχει καὶ τεῖχος τὸ κέρας, ὡς καὶ ἡμῖν κέρας ὁ Κύ ριος, κατὰ τὸ, ο Υπερασπιστής μου καὶ κέρας σω τηρίας μου. ο - ο Εν σοι γάρ, φησί, τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν.» Τῶν δὲ μαχίμων, οὐ τῶν ἀποδεδειλιακότων ἐστὶν ἐλεῖν τὴν Ιεριχώ. Τοὺς μὲν γὰρ ἐρεβίζουσι, τοὺς δὲ καταπτοοῦσιν αἱ σάλπιγγες, ὅπλα ἔχοντας σαρκικά. Τοιαῦτα τῆς Ἱεριχούς τὰ τείχη, καὶ πίπτουσιν ὑπὸ σάλπιγγι. Καὶ ἡ παρεμβολῇ δὲ τοῦ Μαδιάμ τῶν τ' σαλπιζόντων νενίκηται. Ἐν ἓξ δὲ ἡμέραις σαλπίζουσιν οἱ ἱερεῖς. Διόλου γὰρ τοῦ ἐν ἓξ ἡμέραις αἰῶνος οἱ ἅγιοι πάντες άφεσιν ἁμαρτημάτων κηρύττουσι· τοῦτο γὰρ αἱ τοῦ Ἰωὴλ ἐξήλουν σάλπιγγες· ἐν ᾧ πάντων ἄφεσις γίνεται, καὶ ἐπὶ τοὺς οἰκείους τόπους αποκατάστασις. Προ διαμαρτύρονται τοίνυν αἱ σάλπιγγες· «Μετανοήσατε ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Περὶ ἧς φησι τῷ λαῷ, ο 'Ακούσατε τῆς φωνῆς τῆς σάλπιγγος· και εἶπαν, Οὐκ ἀκουσόμεθα.» Και Ησαΐᾳ δὲ λέγεται, Ὡς σάλπιγγι ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγ γειλον τῷ λαῷ τὰ ἁμαρτήματα αὐτῶν.» Καὶ πρώην μὲν ἅπαξ που τῆς ἡμέρας ἐκύκλουν οἱ ἅγιοι κηρύτα τοντες ἅπασι τῆς εὐσεβείας τὴν γνῶσιν· τῇ δὲ Εβδόμῃ ἡμέρα, τουτέστι τῇ συντελείᾳ τοῦ αἰῶνος, ἑπτάκις ἐκύκλωσαν, τουτέστι πολλάκις, ἀπόστολοι σε καὶ μαθηταὶ τοῦ Κυρίου, καὶ πάντες οἱ ἐφεξῆς τῆς Ἐκκλησίας διδάσκαλοι μετάνοιαν καὶ ἄφεσιν κηρύττοντες τῷ λαῷ, οἷς οἱ μὴ πεισθέντες ἀπολοῦνται κατὰ τὴν πόλιν Ιεριχώ, τύπον τῆς συντελείας ὑπάρχουσαν. Τὸ ἀλαλάζειν τὸν λαὸν, σημεῖον τοῦ τοὺς ἁγίους ἀναγγέλλοντας ἐπευφραίνεσθαι, καὶ διηγουμένους τὰ μεγαλεῖα τοῦ Θεοῦ, καὶ νίκην τὴν κατὰ τῶν ἐχθρῶν. Τὸ προβαδίζειν τῆς κιβωτοῦ τοὺς μαχίμους, τὸ ἕτοιμον δείκνυσι καὶ τῶν ἁγίων τὸ πρόθυμον· τὸ δὲ τὴν οὐραγίαν ἀκολουθεῖν, τὸ μηδένα δεῖν τῆς τοῦ
col. 1015–1016page 13 of 25
PG 87:1015Θεοῦ παρατάξεως ἀπολείπεσθαι, κατὰ δύναμιν δὲ πάντας ἀνθίστασθαι ταῖς ἀντικειμέναις δυνάμεσιν, ἢ παραταττομένους, ἢ τοῖς ἀγωνιζομένοις ἀκολουθοῦντας. Τὸ μηδὲν ζωγρηθῆναι, τὴν παντελῆ τῶν ἀσεβῶν ἀπώλειαν δείκνυσι. Ἐν τῷ πρωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτὴν, καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλης αὐτῆς· τουτέστιν ἀρξάμενος τοῦ θάπτειν τοὺς παῖ, δας ἅμα τῷ καταβαλέσθαι θεμέλιον, πρὸς τῷ τέλει τὸν ἔσχατον αὐτῶν θάψει. Ἀντὶ δὲ τῆς κατασκαφείσης, ἑτέραν ήγειρε ρίζαν ὁ ἐκ Βαιθήλ φυλῆς Ἐφραίμ. Καὶ ὁ Κύριος Ἰησοῦς Χριστὸς τῆς ἰδίας παρουσίας ηξίωσε. Καταβληθείσης δὲ καὶ ταύτης, ὑπὸ Ῥωμαίων διὰ τὴν ἀπιστίαν ἐκ τρίτου συνέστη. Ανάξεις δὲ οὕτω τῶν λεγομένων τὸν νοῦν· Τὴν 18 ριχώ, σελήνην φασὶν ἑρμηνεύεσθαι· δηλοῖ δὲ τοῦ σκότους τὸν ἄρχοντα, τὸν διάβολον. Οὗτος οἰκοδομῶν τὴν ἀσέβειαν, τοὺς πρωτοτόκους ἑαυτοῦ λογισμοὺς ὑπὸ τῶν εἰσόδων τῶν ἐκείνου διόλλυσι, καὶ αὐτῶν ἐν αὐτῷ πρωτοτόκων νοουμένων. ὡς γὰρ ὄφις, ἀρχὴν ζητεῖ τῇ κεφαλῇ παρεισδύσεως, τοῦ λοιποῦ σώματος ἀκολουθοῦντος εὐκόλως μέχρι καὶ τῆς λεπτοτάτης ούτ ρᾶς. Ην ὁ δεξάμενος συμπληρώσας τὴν κακίαν, ἐπέθηκε πύλας. Διὸ τηρεῖν αὐτοῦ τὴν κεφαλὴν ᾿Αδάμ προσετάττετο, ὡς ἐκείνου τὴν πτέρναν τηρήσαντος. Αρχὴν γὰρ μόνον θέλει καὶ σπέρματα, ἐξ ὧν ὁ δεξάμενος ὠδίνει ἀδικίαν, καὶ πόνον συλλαβὼν τίκτει ἀνομίαν, μέχρι τῶν ἐσχάτων γενόμενος θήραμα. «Αφρων γάρ, φησὶν, ἀλλοιοῦται ὡς ἡ σελήνη. • Περὶ ἧς καὶ Δαβὶδ περὶ Χριστοῦ προφητεύων φησίν, Ανατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. ῆς οἱ πρωτότοκοι καὶ κεφαλαὶ χρηματίζουσι. Περὶ ὧν φησι, ο Συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, καρυ φὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις. Ο Καὶ πάλιν, ο Σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δρά κοντος ἐπὶ τοῦ ὕδατος.» Τὰς ἐκ τούτων καὶ ἐπ' Περὶ ὧν φησι καὶ Δαβίδ, «Καθελεῖς αὐτοὺς, καὶ οὐ αὐταῖς οἰκοδομίας καθαιρεῖν Ἱερεμίας ετάττετο, μὴ οἰκοδομήσῃς αὐτούς.» Και, «Τοῦ ἐχθροῦ ἐξω έλιπον αἱ ρομφαίαι.» Και, ο Πόλεις καθεῖλες.» Πολλαὶ δὲ αἱ πόλεις, ὅσοι βίοι, καὶ τρόποι, καὶ πολιτεῖαι, κατὰ τὰς διαφορὰς τῶν τῆς κακίας εἰδῶν ἃς καθεῖλεν ὁ Κύριος. Τοιοῦτοι τινες ἦσαν καὶ οἱ τῶν Αἰγυπτίων πρωτότοκοι, οὓς ὁ Θεὸς ἐξηφάνισεν. Ἐφ᾽ οἷς Αἴγυπτος ἅπασα τῆς ἀπεδείας ᾠκοδόμει τὰ δόγματα. Διὸ καὶ λίαν τούτους θρήνησαν.
col. 1017–1018page 14 of 25
PG 87:1017Σὺν πάσῃ συγγενείᾳ καὶ κτήσει τοῦτον ηφάνισαν, ἀναγαγόντες, φησὶν, εἰς Εμεκαχώρ· ὅπερ ἐξέδωκαν Θεοδοτίων καὶ Σύμμαχος, κοιλὰς ᾿Αχώρ. Κεῖται δὲ ἐν βορείοις Ιεριχούς, εἰς ἔτι νῦν οὕτω πρὸς τῶν ἐπι χωρίων λεγόμενον. Αχώρ δὲ, διαστροφὴ ἑρμηνεύεται. Τοὺς δὲ διεστραμμένους, καὶ ταῖς θείαις ἐντο λαῖς ἀπειθήσαντας, ὁ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, καὶ τούτου χάριν ἐρχόμενος, εἰς φάραγγα τὸν ᾅδην ἐμβαλὼν ἀπολέσει κακῶς. Θεὸς δὲ καὶ τιμῶν ἀγαθοὺς, καὶ πονηροὺς τιμωρούμενος, δι' ἀμε φοῖν τοὺς ἀνθρώπους προτρέπεται. Τοὺς δὲ προσ ήκοντας "Αχαρ ὡς συνειδότας ἀπώλεσε. Τοῦ δὲ Θεοῦ κατακαυθῆναι προστάξαντος, λιθόλευτος γίνεται διὰ σφοδρὰν ὁρμὴν τοῦ λαοῦ, μὴ ἀναμείναντος τοῦ θανάτου τὸν τρόπον μαθεῖν, δεικνύντος ἀλλότριον ἑαυτὸν τοῦ πλημμελήματος. Ἀλλ᾿ ὁ μὲν δίδωσι δί κην, ἡ δὲ συναγωγὴ πρὸς εὐσέβειαν ἀσφαλεστέρα καθίσταται, φοβουμένη τὴν ἱεροσυλίαν, ὡς τὴν ἧτταν γεννήσασαν. Αὕτη δὲ τοῖς μὲν πολεμίοις οὐδὲν μέγα παρέσχηκεν, ἄνδρας λ' καὶ ἐξ, καὶ ἀποκτείνασι πάν τως τοὺς ἐν ἁμαρτίαις χείρονας, ἰδίων πταισμάτων ὑπέχοντας ἐν καιρῷ τιμωρίαν, οὐ παραδεδωκότος αυτ τοὺς τοῦ Θεοῦ, μὴ συνήθως δὲ βοηθήσαντος δι' οἶκο νομίαν. 'Αλλ' οὐδὲ παρεῖδε παντελῶς. "Η γὰρ ἂν οὐ τοσοῦτοι μόνον ἀπώλοντο. Καὶ ἄλογα δὲ σὺν ἀψύχοις ἠφάνιστο, ὡς μολυνθέντα τῷ κλέμματι, καὶ μηδενὸς αὐτῶν μετέχειν ὀφείλοντος, τοῦ τῆς ἀσε βείας μεγέθους οὕτω μᾶλλον ἐμφανισθέντος. Καὶ μᾶλλον αὖ ἐφοβήθησαν ὁρῶντες τοῦ Θεοῦ τὴν ὀργὴν καὶ μέχρι τούτων χωρήσασαν. ᾿Αλλὰ καὶ τῶν Ἱεριχὼ πάντων ἀνατεθέντων Θεῷ, πῶς αὐτῷ τὰ κλοπή μοτ λυνθέντα παρέσχοντο; καὶ ἕτερον δὲ πάλιν ᾠκονόμει διὰ τούτων Θεός. Πεπτωκότων γὰρ τῶν Ἱεριχούς αὐτομάτως τειχών, ἢ πάντες οι Παλαιστίνην οἰκοῦντες τειχῶν εἴσω παρέμενον ταῦτα παθεῖν προσδοκήσαντες, καὶ ἦν λοιπὸν ὀχληρόν τε καὶ πολυχρόνιον ἑκάστῃ πόλει τὸν αὐτὸν εἰσάγεσθαι τρόπον· ἢ πρὸς ἱκετείαν χωρούντων ἐπὶ τῷ σωθῆναι· δουλεύοντας ὡς οἱ Γαβαωνῖται, δέος ἦν ἐκ τοῦ συνοικεῖν μεταδοθῆναι τῆς αὐτῶν ἀσεβείας τῷ λαῷ τοῦ Θεοῦ. Εἰς ἣν καὶ μηδενὸς ἀπατῶντος, ὠλίσθαινον. Νῦν δὲ διὰ τὴν ἦτ ταν θαρρήσαντες οἱ ἀλλόφυλοι, τύχῃ τινὶ καὶ ψεύδει τὰ γεγονότα παρέχοντες, καὶ πανδημεί λοιπὸν παν ταχόθεν ἐξιόντες ἀπώλοντο, μακροῦ πολέμου και τρι βῆς τὸν Ἰησοῦν ἀπαλλάξαντες. Εστησε γὰρ αὐτῷ καὶ τὸν ἥλιον ὁ τούτου ποιητής, τῇ νίκῃ τέλος δι ρούμενος. Εἰ τοίνυν ἡ τῶν ὀλίγων Ισραηλιτῶν φυγή, τὸν μὲν ἱερόσυλον καὶ τοὺς συνειδότας εκόλασε, Η ορθόπερ. Τὰ ἑξῆς ἄχρι τοῦ, ἐπέθηκε, τὰ αὐτὰ τοῖς τοῦ Μοψουεστίας τὰ ἐν σελ. 48.
col. 1019–1020page 15 of 25
PG 87:1019τοὺς δὲ κάκιστα β:οῦντας ἀνεῖλε κακῶς, καὶ τὸ μὲν πλῆθος τῶν Ἰουδαίων εφόβησεν, ὅλῳ δὲ τῷ πολέμῳ ταχύτερον τὸ τέλος ἐπέθηκε· θαυμασταὶ μὲν αἱ τοῦ Θεοῦ οἰκονομίαι, θαυμαστὴ δὲ ἀγαθότης ἡ τῶν βλασ φημούντων ἀνεχομένη. Διὰ ταῦτα δὲ καὶ ὁ θεῖος Απόστολος λέγειν ἔοικεν· «Εξάρατε τον πονηρόν ἐξ ὑμῶν.» Μονόβολον Κεῖται ἡ Βαιθὴλ ἀπιόντων εἰς Αἰλίαν ἀπὸ Νέα; Πόλεως ἐν ἀριστερᾷ τῆς ὁδοῦ ἀμφὶ τὸ δωδέκατον Αἰλίας σημεῖον. Εκτεινον τὴν χεῖρά σου τῷ γαισῷ. Ο Σύμμαχος, σὺν τῇ ἀσπίδι, φησίν. "Αλλος, τῷ δόρατι. Αλλος, σημεῖον ἐφόδου καὶ παρατάξεως· οἱ δὲ, ἐμ βόλιον ὁλοσίδηρον. Τῇ δὲ τῶν Ἰβήρων φωνῇ, ἀκόν. τιον, δ Ρωμαῖοι καλοῦσι νύσσον. Ἐπὶ ξύλου διδύμου, τουτέστιν ἐπὶ σταυροῦ. Ἴσως καὶ μονόβολον ἦν. Τότε ᾠκοδόμησεν Ιησούς θυσιαστήριον Κυρίῳ τῷ Θεῷ Ἰσραὴλ ἐν τῷ ὄρει Γαιβάλ. Ενθα αἱ κατά άραι τὸ θυσιαστήριον, εἰς τύπον τοῦ μέλλοντος λύ σαι τὰς κατάρας Χριστοῦ· δι' ὧν κατάρα γέγονεν ἀνθ' ἡμῶν. Προσχώρησεν αὐτοῖς τὰ τῆς μηχανῆς, διὰ τὸ τὸν Ἰησοῦν μὴ ἐρωτῆσαι περὶ αὐτῶν τὸν Θεόν. ο Γαβαών μητρόπολις καὶ βασιλικὴ τῶν Εὐαίων καὶ γέγονε κλήρου Βενιαμίν. Νῦν δὲ κώμη ἐστὶν οὕτω καλουμένη πλησίον τῆς Βαιθήλ προς δυσμαῖς, ὡς ἀπὸ σημείων τεσσάρων παράκειται δὲ τῇ Ῥαμά. “Η καὶ ἀφώριστο Λευίταις πλησίον Ρεμών. Ενταῦθα Σολομών θύσας, χρησμού καταξιοῦται Η δ Βηθὼρ κώμη νῦν ἐστι πλησίον Αἰλίας, κατιόντων ἐπὶ Νικόπολιν ἀπὸ ἑβδόμου σημείου. Η Χεβρών πλησίον Χερμὲλ ἀπὸ βοῤῥᾶ, ἔνθα φρού για στρατιωτῶν ᾠκοδόμηται. Ἱεριμοὺθ δὲ ὡς ἀπὸ σημείων ιδ' Ελευθερουπόλεως περὶ τὴν Ἐσθαώλ, κώμην Οδολλάμ. Λάχεις δὲ κώμη νῦν ἐστιν Ελευ θερουπόλεως, ἀπέχουσα σημείοις ζ' πρὸς νότον ἀπιόν των εἰς Δαρωνάν. Καὶ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς. Ο συγ γραφεύς φησιν· «Οὐ πρῶτος διηγοῦμαι τὸ θαῦμα. Εἴρηται γὰρ βιβλίον τὸ παράδοξον τοῦ πράγματος ἀφηγούμενον. Μωϋσῆς δὲ οὐκ εἶπε, ο Στήτω δ ἥλιος, ο οὐκ ἀνέβλεψεν εἰς τὸν οὐρανὸν, οὐκ ἔδειξε σημεῖον οὐράνιον. Ὁ δὲ Ἰησοῦς φησι, Στήτω ὁ ἥλιος. ΝΟΤ.Ε. (38*) Τὰ αὐτὰ ὁ Εὐσέβ. Καισαρ. ἐν τῷ περὶ τοπικ. ὀνομάτ. σελ. 77. τῆς ἐν Ἀμστελοδ. ἐκδόσ. ἀντὶ δὲ τῶν ἑξῆς, ταῦτα· Βηθθορών ἔνθα κατεδίωξεν Ἰησοῦς τοὺς βασιλεῖς, ἢ γέγονεν υἱῶν Ἰωσήφ, τοῦ Ἐφραίμ. Καὶ εἰσὶ χῶμαι δύω, ὡς ἀπὸ σημείων Αἰλίας ιβ'. ἐπὶ τὴν εἰς Νικόπολιν ὁδὸν, ὧν ἡ μὲν καλεῖται Βηθο μὼν ἡ ἀνωτέρα, ἣν ᾠκοδόμησε Σολομών. Ἡ δὲ κάτω τέρα Λευίταις ἀφωρισμένη. ἐν σελ. 42.
col. 1021–1022page 16 of 25
PG 87:1021Καὶ ἡ Γραφὴ μαρτυρεί, ὡς οὐδέποτε Θεὸς οὕτως τροπώσωμαι. ἀνθρώπων ὑπήκουσεν. Εστησεν οὖν τὸν ἥλιον καὶ Ἰησοῦς ὁ ἐμὸς, καὶ ἐπὶ τῆς παρουσίας αὐτοῦ μείζονά μοι τὴν ἡμέραν κατὰ τῶν πολεμίων πεποίηκεν· ἵνα στρατηγούμενος ὑπὸ τοῦ Ἰησοῦ, τοὺς ἀντιπάλους Εἰς Μακηδὰ ὑγιής. Ἔστιν αὕτη πρὸς ἀνατολὰς Ελευθερουπόλεως ἀπὸ σημείων η'. Ενθα κατέκλεισε τοὺς εʹ βασιλεῖς Ἰησοῦς, τύπον ἔχοντας τῶν δαιμόνων· οἵπερ ἡμᾶς διὰ τῶν ε' πολεμοῦσιν αἰσθήσεων. Περὶ ὧν ὁ Πέτρος φησίν·. Εἰ γὰρ ὁ Θεὸς ἀγγέλων αμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας, παρέδωκεν εἰς κρίσιν τηρουμένους.» Παρεκάλουν δὲ τὸν Ἰησοῦν ἐν Εὐαγγελίοις μὴ ἀπο στεῖλαι αὐτοὺς εἰς τὴν ἄβυσσον. ἂν καὶ τοῖς τραχήλοις ἐπιβαίνειν ἐποίησεν, ὑποτάξας ἡμῖν λαοὺς, καὶ *. ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· «Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ,» παρεγγυῶν. Τὸ δὲ μηδένα γρύξαι τῇ γλώττῃ τῶν υἱῶν Ἰσραήλ, τὸ μὴ διαγογγύσαι παντελῶς ὡς ἐπὶ βλάβῃ τινὶ, κατὰ τό· «Πάντα ποιεῖτε χωρὶς γογγυσμοῦ καὶ διαλογισμῶν. Μὴ φοβῆσθε αὐτοὺς, μηδὲ δειλιάσητε. Οὕτω καὶ ὁ τοῦ πνευματικοῦ πολέμου ταξίαρχος Παῦ λος, ο Τοῦ λοιποῦ, φησίν, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ· ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν Η πάλη πρὸς αἷμα καὶ σάρκα, ο καὶ τὰ ἑξῆς. Εως ἑσπέρας. Τουτέστιν ἕως τῆς συντελείας τοῦ αἰῶνος. Τοῖς γὰρ ἁμαρτωλοῖς νύξ ἐστιν ὁ μέλλων αἰών. Περὶ ὧν ὁ προφήτης ο Ἵνα τί ὑμῖν τὴν ἡμέραν Κυρίου ζητεῖν;» Καὶ αὕτη ἐστὶν ὑμῖν νύξ, καὶ οὐχ ἡμέρα. [Εφη δὲ πρὸς Ἰουδαίους ὁ Κύριος Ἐν ὅσῳ τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτί, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.» Μετὰ δὲ τὴν συν τέλειαν τῷ ἐξωτέρῳ σκότῳ κατακριθήσονται.] Λοβδὰ κώμη νῦν ἐστιν Ελευθερουπόλεως μετὰ τὴν ἅλωσιν ἱερατικὴ γενομένη. Καὶ Λάχεις δὲ κώμη τῆς αὐτῆς πόλεως. Καὶ πάντα δὲ κατεστρέψατο. "Ησαν γὰρ ἤδη πεπληρωμέναι τῶν ᾿Αμορραίων αἱ ἁμαρ τίαι. Ἀπὸ Κάδης Βαρνή. Ερημός ἐστι τῇ Πέτρᾳ πόλει τῆς ᾿Αραβίας παρακειμένη. Ενθα καὶ Μαριὰμ ἐτε λεύτησε, καὶ Μωϋσῆς διστάσας παίει τὴν πέτραν. Μερώμ δὲ κώμη Σεβάστης ἀπέχουσα σημείοις ιβ'. Παραγγέλλεται τῶν ἐπισυστάντων ἐκ βορρά νευροκοπῆσαι τοὺς ἵππους. «Οὐ γὰρ πληθυνείς σεαυτῷ ἵππον, ὁ νόμος φησί, «καὶ τὰ ἄρματα κατακαῦται, ὡς καὶ τὰ τῶν Αἰγυπτίων γέγονεν ὑποβρύχια. Νικήσας ἐδίωξεν ἕως Μαστρεφωμαΐν. "Οπερ νι, Μη φοβηθήτε. Αἱ αὐτ. ΝΟΤΕ. Κατὰ τὸν λέγοντα Προφήτην. Ὁ τῆς Αὐγ. κώδ.
col. 1023–1024page 17 of 25
PG 87:10238.] 490 ἐξέδωκαν οἱ λοιποί, ἕως τοῦ ὕδατος τῆς θαλάσσης, καὶ ἕως Μασσηφά. Ταύτην δὲ Ιεφθάε κατῴκει πλησίον τῆς Καριαθιαρείμ· ἐν ᾗ καὶ ἡ κιβωτὸς ἦν ποτε, καὶ Σαμουὴλ ἐδίδαξεν. Εστι δὲ μεταξὺ Αἰλίας καὶ Διοσ πόλεως ἐπὶ τῆς ὁδοῦ κειμένη, ὡς ἀπὸ σημείων θ' ἡ Καριαθιαρείμ, ἧς γείτων ἡ Μασσηφά. Εστι Σηεὶρ ἔνθα κατῴκει Ησαῦ. Βαλαγὰς δὲ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου κεῖται ὑπὸ τὸ ὄρος τὸ 'Ἀερμὼν. Ενακίμ πόλις ὀρεινὴ τελοῦσα ὑπὸ Χεβρών. Έχ παντὸς δὲ ὄρους Ιούδα, φησὶ, τὰς ἐνορίας ἐκ τῶν ὕστε ρον καλῶν. Ούπω γὰρ νῦν εἶχεν αὐτήν. Διαστέλλει δὲ τὸν Ἰούδαν καὶ τὸν Ἰσραὴλ ὁ συγγραφείς ὡς νεώτερος. Υστερον γὰρ Ἰούδας μὲν, αἱ δύω φυλαί Ἰσραὴλ δὲ, αἱ δέκα ἐκλήθησαν ἐπὶ Ροβοάμ του υἱοῦ Σολομῶντος. *Τοῦτο σημεῖον τῶν ἐθνῶν καὶ αἱρέσεων τῶν με ταξὺ τῶν πιστῶν· καὶ ἵνα δι᾿ αὐτῶν παιδευόμενοι ἐπιστρέφωσι πρὸς Θεὸν ἁμαρτάνοντες Ασδώδ δὲ Αζωτος. Καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκώς ἡμε ρών Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, Σὺ προβέβηκας τῶν ἡμερῶν. Οὐχ ἁπλῶς οἱ πολυχρόνιοι λέγονται πρεσβύτεροι τῇ Γραφῇ, ἀλλ' οἱ φρόνημα ἔχοντες ἄξιον τιμῆς ἐπουρανίου πρεσβυτερίου. Τοι γαροῦν οὔτε τὸν ᾿Αδάμ, οὔτε τὸν Μαθουσάλα, οὔτε τὸν Νώε πρεσβύτερον είρηκεν, οὓς μᾶλλον ἐχρῆν, ἀλλὰ τὸν ὀλιγοχρονιώτερον ᾿Αβραὰμ πρῶτον εἶπε πρεσβύτερον. Καὶ πρὸς Μωϋσέα δέ φησι Κύριος • Εκλε ξαι σεαυτῷ ἀπὸ παντὸς τοῦ λαοῦ πρεσβυτέρους, οὓς αὐτὸς σὺ οἶδας, ὅτι πρεσβύτεροι εἰσιν.» Εἰ δέ που λέγοι τοῦτο περὶ ἁμαρτωλοῦ ἡ Γραφή, μεθ᾽ ὑποτιμήσεως φησιν· • Οἷον, αὐτὸς ὁ Κύριος εἰς κρίσιν ἤξει μετὰ τῶν πρεσβυτέρων, καὶ μετὰ τῶν ἀρχόν των τοῦ λαοῦ. • Ομοίως δὲ καὶ τὸ προβεβηκέναι ταῖς ἡμέραις ἐπὶ ἁγίων φησίν· Οὐδεὶς γὰρ στρεφόμενος εἰς τὰ ὀπίσω, προβέβηκεν· ἀλλ᾽ εἴ τις τοῖς ἔμπροσθεν ἐπεκτείνεται, τῶν ὄπισθεν ἐπιλανθανόμενος. Καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ σφόδρα. Καίτοι προείπε, «Καὶ ἡ γῆ κατέπαυσε πολεμουμένη,» καὶ ὅτι ὁ Ἰησοῦς ἔλαβε πᾶσαν τὴν γῆν. Νόει τοίνυν τοῦ Κυ ρίου Ἰησοῦ προτέραν μὲν κράτησιν τῆς γῆς, ὅτε ἔσπειρε τὸν λόγον αὐτοῦ εἰς πᾶσαν τὴν οἰκουμένην. Τῷ γὰρ κεκρατηκέναι τάχα τῶν ἐν ἑκάστῳ ἔθνει Δαιμόνων, ἀπελάσαι τε τούτους; ἔσπειρε τὸν λόγον εἰς τὰς Ἐκκλησίας. Αὕτη μία κράτησις τοῦ Ἰησοῦ. Ιδε μοι καὶ ἐπ' ἐκείνῃ δευτέραν, ὅτε πάντων κρατήσει, πολλῶν νῦν μορίων ὑπολειπομένων τῆς γῆς. Διὸ τῇ μὲν προτέρᾳ τὸ, πολεμουμένῃ, πρόσκειται τῇ δὲ δευτέρᾳ, το, πολλὴ σφόδρα. Πλὴν μακάριος πάντες οἱ ἐν τῇ πρώτῃ παρουσίᾳ κεκρατημένοι. Χάρις γὰρ αὐτοῖς, ὅτι πολλῶν ἔτι πολεμούντων ὑπου τάσσονται. Οἱ γὰρ ἐπὶ τῆς δευτέρας ἀνάγκῃ κρατ Τὰ αὐτὰ καὶ ὁ Προκόπ. ἐν τῷ τῆς Αὐγ. κώδ. Τῶν ἡμερῶν. Αἱ αὐτο
col. 1025–1026page 18 of 25
PG 87:1025τοῦνται, ὡς καὶ τὸν ἔσχατον ἐχθρὸν θάνατον καταργηθῆναι. Πάντα δὲ πρῶτον τὰ ἔθνη, καθὰ δοκεῖ τοῖς προφήταις, ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμέν νης ὑποταγήσεται. Πολλῶν τῶν ὑποτασσομένων ὀνομασθέντων ἐθνῶν, ἐπὶ μόνων τῶν Σιδωνίων φησίν, ὡς «Εξολοθρεύσω αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.» Η κοι νὸν τοῦτο κατὰ πάντων λαμβάνων· ἢ ἐπειδὴ Σιδώνιοι ἑρμηνεύονται, θηρευταί. Πᾶσαν γὰρ δύναμιν θηρεύουσαν ψυχὰς ἀνθρώπων ἐξολοθρεύσει. Καὶ τότε μηδενὸς ὄντος θηρεύοντος, ἀναπαύσεται ἕκαστος ὑποκάτω τῆς ἀμπέλου αὐτοῦ, καὶ ὑποκάτω τῆς συ κῆς αὐτοῦ. Δότε ἐξ ἡμῶν τρεῖς ἄνδρας κατὰ φυλήν. Δῆλον ὅτι γεωμετρικῆς ἐπιστήμονας, καὶ ἱκανοὺς ποιότητα γῆς ἀντιθεῖναι ποσότητι. Καὶ κατὰ τὸ μέγεθος ἑκά στῆς φυλῆς ἀφώρισε τους κλήρους ὁ Ἰησοῦς. Ἐξ ἐσται δὲ τῷ βουλομένῳ παρ' Ιωσήπου λαβεῖν ἀπὸ τοῦ πέμπτου λόγου τοῦ περὶ ἀρχαιολογίας εἴ τι περὶ τῆς ἐκφράσεως τῶν κλήρων λέγει σαφέστερον. Χειμάρρουν δὲ Αἰγύπτου τὸν Ρινοκορούρων φη σί. Καθ' ἑτέραν δὲ τάξιν τοὺς κλήρους Αρίθμησεν. Ιστέον δὲ, ὡς τὰ περὶ Σιδῶνα, καὶ Ἀρυκαίους, καὶ Αμαθαίους, καὶ ᾿Αραδίους ἀδιακόσμητα ἦν, ἴσως ὑπὸ γήρως ἐμποδισθέντος Ἰησοῦ, καὶ τῶν μετ' αὐτ τὸν ἡγεμόνων ῥαθυμησάντων. Καθόλου δὲ νοητῶς περὶ τῶν εἰρημένων εἰπεῖν ὑποδείγματι καὶ σκιᾷ τῶν ἐπουρανίων οἱ κατὰ νόμον ἐλάτρευον. Καὶ ὡς τύπος ἦν Ἱερουσαλήμ, καὶ ὁ ναός, καὶ τὸ θυσιαστήριον, ἀρχιερεύς τε καὶ ἱερεῖς οὕτω καὶ αἱ πόλεις καὶ κῶμαι τῆς Ἰουδαίας· ἀλλ' ἐπεδήμησεν ὁ καταργῶν τοὺς τύπους, τὴν ἀληθῆ παρέχων προσκύνησίν τε καὶ κληροδοσίαν. Τῶν κληρονομιῶν αἱ μὲν ὑπὸ Μωϋσέως, αἱ δὲ ὑπὸ Ἰησοῦ διεδόθησαν. Οὐδέτερος δὲ τοῖς Λευίταις δέδωκε κληρονομίαν. Κύριος γὰρ ὁ Θεὸς κληρονομία αὐτῶν ἐστι. Πλὴν ἔστι διαφορά. Ὁ μὲν γὰρ Μωϋσῆς τὴν πρὸ τοῦ Ἰορδάνου γῆν διανείμας, τὸ ἐπιβάλλον ἐκεῖ μέρος τοῖ; Λευίταις οὐκ ἔδωκεν· ἀλλ᾽ Ἰησοῦς ἐκεῖ τε καὶ μετὰ τὸν Ἰορδάνην παρέσχετο. Δῆλον γὰρ ὅτι τὸ ἱερατικὸν ἀληθῶς τάγμα τὸ ἐπισπειρόμενον, καὶ τοῖς πρώτοις, ὡς ἂν ἁγιασθῶσι, καὶ τοῖς δευτέροις, ἵνα μακαρισθῶσιν, ὑπὸ Ἰησοῦ Χριστοῦ διανέμεται. Τῶν δὲ μὴ κληρονομούντων οἱ μὲν ὡς ἀνάξιοι, οἱ δὲ ὡς κρείττονος ἄξιοι κληρονομίας οὐ τυγχάνουσι τῶνδε τῶν κλήρων. Τίς δὲ ἡ κρείττων καὶ Λευϊτῶν καὶ ρέων ἀξία; αὐτὸς ὁ Κύριος, ὃς ἐγενήθη ἡμῖν σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμός, εἰρήνη τε καὶ ἀλήθεια. Πλὴν ὁ κληρονομῶν ταῦτα παροικεῖ τοῖς κληρονομοῦσι τὴν γῆν, ὡς ἂν καὶ αὐτοὶ τῆς κρείττονος κλη ρονομίας μετέχοιεν, εἰ καὶ μὴ προηγουμένως, ἀλλ' ἵνα γένηται, «Ο τὸ πολὺ, οὐκ ἐπλεόνασε· καὶ ὁ τὸ ὀλί γον, οὐκ ἐλαττόνησε. ο Φησὶ δὲ καὶ Παῦλος· «Το
col. 1027–1028page 19 of 25
PG 87:1027ἡ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων υστέρημα, ἵνα καὶ τὸ αὐτῶν περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέ ρημα.» Και παροικεῖ ὁ ἱερεὺς τῆς φυλῆς λαμβάνων γῆν ἦν οὐκ ἔχει, καὶ διδοὺς Κύριον τοῖς μὴ ἔχουσι γινομένης ἀγαθῆς ἀνακράσεως. Κληροδοτεί Μωϋσῆς, ἀλλὰ πέραν τοῦ Ἰορδάνου. Κληροδοτεῖ δὲ Ἰησοῦς μετὰ τῶν ἀρχιφύλων τοῦ Ἰσ ραήλ. Οὕτως Ἰησοῦς ὁ Χριστὸς τὴν ἀληθῆ κληροδοσίαν διδούς, παραλαμβάνει τοὺς ἄρχοντας τοῦ πνευ ματικοῦ Ἰσραὴλ, τοὺς ἀποστόλους, πρὸς οὓς ἔφησεν, ὅτι ο Καθήσεσθε ἐπὶ θρόνους ιβ', κρίνοντες τὰς ι φυλὰς τοῦ Ἰσραήλ.» Παραλαμβάνεται δὲ καὶ Ελεά ζαρ συνιών Ἰησοῦ, τυπῶν ἑκάτερος τὸν ἱερές και ἄρχοντα, τὸν Υἱὸν τοῦ Θεοῦ. Πρῶτος δὲ ὁ Χάλεβ εἰκότως έτυχε κλήρου. Έρ μηνεύεται δὲ, ὡς καρδία· ἔτι δὲ, οὗτος ὁ πάντα προσέχων τοῖς νοήμασιν, ὁ παρὰ πάντα τὰ μέλη, οἷς ἀπετάξατο, χρηματίζων ὡς καρδία, καὶ ὅλως ἀνα στοιχειωθεὶς εἰς ἡγεμονικόν. Ὁ δὲ τούτου πατὴρ Ιεφοννή. Ἑρμηνεύεται δὲ, υἱὸς ἐπιστροφῆς. Ἔστι δὲ παίδευμα Μωϋσέως, καὶ δεύτερον Ἰησοῦ. Τί δέ φησι; «Σὺ ἐπίστῃ τὸ ῥῆμα, δ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν.» Τίς γὰρ οἶδε τὸν νόμον, ὡς Ἰησοῦς ὁ Χρι στός; ὃς καὶ ἀκριβῶς ἡμῖν τοῦτον ἀνήπλωσεν. «Ελά λησε δέ, φησί, Κύριος πρὸς Μωϋσέα περὶ ἐμοῦ καὶ σοῦ.» Προφητεύει γὰρ Μωϋσῆς περί τε Ἰησοῦ, καὶ τοῦ Χάλεβ, ἤτοι, Ως καρδία. Φησὶ σήμερον -Ισχύειν, ὡς ἴσχυε τότε. Ἐν ἀμ φοτέροις γὰρ ισχύει τοῖς λόγοις ὁ ἅγιος, ἔν τε τα λαιῷ καὶ καινῷ, ἐπὶ Μωϋσέως καὶ Ἰησοῦ. Αἰτεῖ ὄρος χαμαιπετὲς, ἐθέλων οὐδὲν, ἐν ᾧ πόλεις μεγάλαι καὶ ὀχυραί, ὡς εἰδὼς πολεμεῖν πρὸς τοὺς Ενακείμ. Πόλεις γὰρ ὀχυρὰς ἐπέδη σοφὸς, καὶ ἐπέβη τὸ ὀχύρωμα, ἐφ᾽ ᾧ ἐπεποίθεσαν οἱ ἀσεβεῖς. Φησὶ γὰρ Σολομών, ο Σοφὸς πόλεις ὠχύρωσε, καὶ καθείλε τὰ ὀχυρώματα, ο δηλαδὴ τοὺς μετὰ πιθανότητος λόγου ἀπατᾷν δυναμένους· οὓς ἐν ὄρει φησίν, ἐπείπερ ὑψώματά εἰσιν ἐπαιρόμενα κατὰ τῆς γνώσεω; τοῦ Θεοῦ. Ταῦτα Χάλεβ ἱκανὸς εἶναι καθαιρεῖν ἐπαγγέλλεται. Εφ᾽ ᾧπερ αὐτὸν εὐλόγησεν Ἰησοῦς. Χεβρών ερμηνεύεται, ἡ συζυγία. Φασὶ δὲ ὅτι τὰ ὀστᾶ τῶν πατέρων ἐκεῖ ἐστι, κατὰ συζυγίαν ἀποκείμενα, ᾽Αβραὰμ καὶ Σάββας, Ἰσαὰκ καὶ Ρεβέκκας, Ἰακὼς καὶ Λείας. Καὶ ἡ γῆ ἐκόπασε του πολέμου. Καὶ πῶς γὰρ ἄν τις κληρονομήσῃ παρ' Ἰησοῦ, μὴ τὸν πόλεμον καταλύσας τὸν ἐν αὐτῷ; Τεσσάρων όντων γενικών κλιμάτων ἐπὶ τῶν ὁρίων Ἰούδα, τὰ δύω λέγων, Λίβα τε καὶ ἀνατολὰς, τὰ λοιπὰ σεσιώπηκε. Μετὰ γὰρ τὰ Λιβυκά, φησί, τοῦ Ἰούδα
col. 1029–1030page 20 of 25
PG 87:1029δρια διαδέχεται. "Απερ ἐστὶ πλησίον τῆς Ιδουμαίας, Στις ἑρμηνεύεται γήινα, μετὰ τὰ ὅρια Ἰούδα. Φησί δὲ καὶ ἀπὸ τῆς ἐρήμου Σιν· ἑρμηνεύεται δὲ πειρασμοὶ. Μεθ' οὓς Ἰούδα κληρονομία. Καὶ ἐπὶ τῶνδε κατὰ Λίβα τῆς φυλῆς ὁρίων οὐδὲν ὠνόμασται κλίμα, ἀλλ᾽ ἢ Λίψ, ἢ δυσμαί, ἢ φάραγξ Αἰγύπτου. Ἵνα ταῦτα καὶ τοὺς πειρασμούς διαπορευθῇ τις, καὶ δυνηθῇ λαβεῖν ὅρια ἐν τῇ φυλῇ τῇ βασιλικῇ· περὶ ἧς γέγραπται· πρόδηλον γὰρ, ὡς ἐξ Ἰούδα ἀνατές ταλκεν ὁ Κύριος. Καὶ προσαναδῆναι τὴν ἀνάβασιν ᾿Ακραβίμ. Ερ μηνεύεται δὲ σκορπίοι, καθ' ὧν πατεῖν καὶ τῶν ὄφεων ἐλάβομεν παρὰ τοῦ Χριστοῦ. Ἀναβῆναι δέ σε δεῖ, τουτέστιν ὑπεραναβῆναι τοὺς σκορπίους τοὺς πολεμοῦντας ἐν Ἰούδα, κληρονομῆσαι βουλόμενον. Ἰεζεκιήλ δέ φησιν· Ὁ δὲ δίκαιος ἐν μέσῳ σκορ πίων κατοικεῖ.» Τὰ δὲ ὄρια ἕως Κάδης. "Οπερ ἅγιον καὶ ἁγιασμὸς ἑρμηνεύεται. Ίδωμεν καὶ τὰ ἐπὶ τῶν ἀνατολικῶν ὁρίων μυστήρια, μὴ ψιλόν νοοῦντες ονομάτων κατάλογον. Λέγε ται τοίνυν ἐν τούτοις πηγή Ηλιούπολις, Ἡλιούπολις γραμμάτων, ἣν ὁ λαβὼν ἐν εὐλογίαις γίνεται. Ἀλλὰ τίς ἐν Ἰούδᾳ τοῦ ἡλίου πηγή; καὶ ποίου ἡλίου; Δῆλον, ὡς περὶ οὗ γέγραπται·. Τοῖς δὲ φο βουμένοις τὸ ὄνομά μου ἀνατελεῖ ήλιος δικαιοσύνης.» Ταύτην τὴν πηγὴν χαρίζεται τοῖς μαθηταῖς, ἵνα πηγή ὕδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον ᾗ ἐν αὐτ τοῖς. Εστι δὲ καὶ πόλις ἡλίου κατ' Αἴγυπτον, τὰ ἐπι φανῆ καὶ ἔνδοξα τοῦ κόσμου σημαίνουσα. Τὰ γὰρ κατὰ Θεὸν ἔνδοξα τῆς κληροδοσίας Ιούδα βασιλικῆς τα φυλῆς, καὶ ἐν γῇ ἁγίᾳ. Πρὸ τῆς μερίδος ἦν ἔλαβεν ἡ φυλή Χάλεβ ἀκληρωτὶ μέρος λαμβάνει διὰ προστάγματος τοῦ Θεοῦ. Τίνα δὲ πόλιν ἔδει τὸν μόνον σωθέντα μετ' Ἰησοῦ παρὰ τὰς χ' χιλιάδας λαβεῖν, ἢ μητρόπολιν τὴν Ἐνάκ, τὴν Χεβρών; ἢν δὴ λαβών, ἀνέβη ἐπὶ τοὺς κατοικοῦντας Δαβείρ· ή πρότερον ἐλέγετο πόλις 4 Γραμμάτων· καὶ κηρύττει, τῷ ταύτην ἐλόντι Ασχὰν διδόναι τὴν θυγατέρα, ἣν εἷλε Γοθονιήλ υἱὸς Κενέζ, ἀδελφὸς Χάλεβ ὁ νεώτερος· δῆλον ὡς ἐξ ἑτέρου παρ τρός, κατά γε τὸν τοῦ γράμματος λόγον. Λαμβάνει δὲ κατ' αἴτησιν ἡ Ἀσχὰν παρὰ τοῦ πατρὸς τὴν Γου νέθλαν τὴν ἄνω καὶ τὴν Γονέλλαν τὴν κάτω τῆς 5 κληρονομίας Ἰούδα. ᾿Αλλὰ τίς ἡ μητρόπολις; Πολ λῶν τοίνυν οὐσῶν πόλεων ἐν τῇ ἁγία κληροδοσία, καὶ ταγμάτων διαφερόντων, δεῖ καὶ τάγμα ταγμάτ των ὑπάρχειν περιεκτικόν τε καὶ κύριον, καὶ οἷον μητρόπολιν, ἣν οι διαφερ. λαμβάνουσι, καὶ ἄλλην ἄλλοι. Πολλὰς γὰρ μητροπόλεις φησὶν ἡ Γραφή, ὡς παρ' Ησαΐᾳ· «Μητρόπολις πιστή Σιών.» 'Ων λαμβάνει τὴν πρώτην ὁ Χάλεβ οὖσαν τῶν Ένα κεὶμ, ὅπερ ταπείνωσις κενή, ήγουν ἀπόκρισις κενή, ἑρμηνεύεται. Μητρόπολιν οὖν λαμβάνει κενῆς "Ισ. διαφέροντες τὴν ἀρετήν.
col. 1031–1032page 21 of 25
PG 87:1031ταπεινώσεως. Δύο γὰρ ταπεινώσεις· ἡ μὲν, κεντ ἡ δὲ, πλήρης. Ἡ μὲν ἐπαινετή, περὶ ἧς φησιν ὁ Σωτήρ, «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πραός είμι, καὶ τα πεινὸς τῇ καρδίᾳ.» Και, «Πᾶς ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται· ι καὶ ὁ Παῦλος «Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ.. Ἡ δὲ ψε κτή, ἣν ταπεινοῦται ὁ ἁμαρτωλὸς, καὶ περὶ τοῦ δὲ παρανόμως γυναικί συνιόντος είρηται τη Γραφῇ· ι Εταπείνωσεν αὐτήν.» Ταύτην ὁ Χάλεβ κατήργησε την ταπείνωσιν, Ἐνὰκ λεγομένην, ὦ παῖδες, Σουσί, ὃς ἑρμηνεύεται Εκτός μου. Εκτός γὰρ τοῦ Θεοῦ, καὶ τοῦ ἁγίου ὁ υἱὸς τῆς κενῆς τα πεινώσεως· καὶ Ἀχιμάν, ὅ ἐστιν ἀδελφός μου ἀπὸ βουλῆς· ἀδελφοὶ μὲν γὰρ πάντες, ὁ δὲ ἁμαρτωλὸς ἀπόδουλος, ἀδελφὸς ἐκβεβλημένος βουλῆς· καὶ Θαλαμίν, ὃς ἑρμηνεύεται κρεμασμός, μετέωρες τις καὶ οὐκ ἐστηριγμένος. Οὓς ἀνελὼν ὁ Χάλεβ, ἐπὶ τοὺς κατοικοῦντας ἀναβαίνει Δαβεὶρ, ήτις ην πόλις Γραμ μάτων, καὶ ἑρμηνεύεται λαλιά. Νοητέον δὲ ταύτην τὴν παλαιὰν εἶναι Γραφήν - ή καλουμένη Γραμμάτων γίνεται λαλιά, τυχοῦσα συνετῆς διηγήσεως. Ἐπαγ γέλλεται δὲ τὴν ἑαυτοῦ θυγατέρα τῷ τὰς Γραφάς ἐλόντι· καὶ λαμβάνει την πόλιν Γοθονιήλ, ός ερμη νεύεται Απόκρισις Θεοῦ. "Οταν μοι Θεὸς ἀποκρίνηται, γέγονα ἀπόκρισις Θεοῦ. Εκκόπτω δὲ τὰ γράμ ματα, ἀδελφὸς ὢν Χάλεβ ὁ νεώτερος, τουτέστιν ὁ ἀπὸ τῆς Ἐκκλησίας. Οὐκ ἔτι γὰρ περιτέμνομαι κατὰ τὸ γράμμα, οὐ Πάσχα ποιῶ, οὐκ ἄζυμα, οὐ σαββατίζω. Καὶ τοῦ ἀδελφοῦ μου τοῦ πρεσβυτέρου λαμβάνω τὸ γέννημα, ὁ τοῦ Κενές υἱὸς γεγονώς, ὃς ἑρμηνεύεται & φαυλισμός. Οποῖοι γεγόναμεν οἱ ἐξ ἐθνῶν, τοῦ πρεσβυτέρου ἀδελφοῦ μὴ τοιούτου τυγχάνοντος. "Ην γὰρ υἱὸς Ιεφοννὴ τῆς ἐπιστροφῆς. "Ος δίδωσί μοι τὴν θυγατέρα κατὰ τὸ γεγραμμένον, ο Αρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Ην ἐκβαλὼν τοῦ οἴκου τοῦ πατρὸς, ἐπ᾽ ὄνου φέρω, ὃν ἔλυσαν οἱ μα θηταί· καὶ ἐξ αἰτήσεως εὐλογίαν εἴληφε πατρικήν. Καὶ λαμβάνει Γονέθλαν τὴν κάτω· κληρονομεῖ γὰρ κὰν τῷ παρόντι βίῳ τὸ σχολάσαι Θεῷ· καὶ Γονέθλαν τὴν ἄνω· ἡ γὰρ κατὰ Θεὸν μακαριότης ἐπαγγελίαν ἔχει ζωῆς, καὶ τῆς παρούσης, καὶ τῆς μελλούσης. Ητησε δὲ ταύτην, ὡς εἰς τὸ τῆς μεσημβρίας πεμ πομένη κλίμα καταυγασθῆναι τῷ ἐκεῖθεν φωτὶ, καὶ τῇ τοῦ Θεοῦ ἐξυπηρετήσασθαι ἀποκρίσει, καὶ τῷ τῆς ἐκείνου παρουσίας καιρῷ. Γοθονιήλ γάρ, ἀπό κρισις Θεοῦ, ἢ καιρός μοι Θεοῦ. Καὶ εὐλογίαν λαμ βάνουσι τῷ καλοῦντι ἑτοίμως ἀποκρινόμενοι, Τοῦ τον ἠβούλετο τὸν νότον καταπνέειν τὸν ἑαυτῆς κῆπον ἡ ἐν τῷ ᾿Ασματι τῶν ᾀσμάτων νύμφη· ἐξεγείρου βοῤῥᾶ, λέγουσα, καὶ ο Ερχου, νότε, διάπνευσον κῆς πόν μου.» Καὶ Αμβακοὺμ δὲ, ἐκεῖθέν φησιν ήξειν τὸν Θεὸν, ὡς ἀπὸ τοῦ τῆς μεσημβρίας φωτός. Το γὰρ, ο Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, οἱ λοιποί, ἀπὸ τοῦ νότου ἡρμήνευσαν.» η Ο Πέτρος. ΧΧΙ,
col. 1033–1034page 22 of 25
PG 87:1033Καὶ ὁ Ιεβουσαῖος κατῴκησε ἐν Ιερουσαλήμ, καὶ οὐκ ἠδυνάσθησαν υἱοὶ Ἰούδα ἀπολέσαι αὐτ τούς· καὶ κατῴκησαν οἱ Ιεβουσαῖοι ἐν Ἱερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης. Ἐρωτητέον τοὺς ἐκ παντὸς τρόπου προϊσταμένους τοῦ γράμματος, πῶς ἕως τῆς σήμερον ἡμέρας φη σίν; ὅπερ ἐν τῇ Γραφῇ μέχρι τῆς συντελείας τοῦ παρόντος αἰῶνος δηλοῖ, κατὰ τὸ, «Οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας.» Καὶ πάλιν Μὴ ἀπόστητε ἀπὸ Κυρίου ἐν ταῖς σήμερον ἡμέ ραις, ο ἀντὶ τοῦ, ὅσον τὸ σήμερον καλεῖται. Μηκέτι οὖν τῶν υἱῶν Ἰούδα κατοικούντων ἐν Ἱερουσαλήμ, πῶς ὁ Ἰεβουσαίος οἰκεῖ μετ' αὐτοῦ; τοιγαροῦν ἐπί τι νοητὸν ἀναδράμωμεν ὅμοιον, τὴν περὶ τῶν ζιζανίων ειληφότες παραβολήν· ἃ τῷ σίτῳ κατέλειπε συναυξάνεσθαι, μὴ συνεκριζωθῇ τούτοις ὁ σίτος. Ἐν γὰρ τῇ Ἐκκλησίᾳ εἰσὶν Ιεβουσαίοι καταπατούμενοι, ἁμαρτωλοί τε καὶ τῆς πίστεως ἀλλότριοι. Και οὐκ ἄν τις ἐν τῷ παρόντι παύσεις βίῳ τοιούτους ἔχειν τὴν Ἐκκλησίαν, καὶ μένων ὑπάρχειν ἁγίων. Τί γὰρ ἄν τις ποιήσεις περὶ τῶν ἀμφιβόλων ἁμαρτωλῶν, ὅτε καὶ τοὺς φανεροὺς ἀπελάσειε; τὰ δὲ ὅμοια καὶ περὶ τοῦ Ἐφραὶμ φησιν ἡ Γραφή • «Καὶ οὐκ ἀπώλεσεν Ἐφραὶμ τὸν Χαναναίον τὸν κατοικοῦντα ἐν Γαζέρ.» «Καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ Ἐφραὶμ μέχρι τῆς ἡμέρας ταύτης. • Εφραίμ δὲ, καρποφορία έρω μηνεύεται. Ο καρποφορῶν οὖν οὐ δύναται τὸν Χα ναναῖον, τὸ σπέρμα τὸ ἀλλότριον τὸ κατηραμένου ἐκβάλλειν ἀπὸ τῆς χώρας αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης. Ο δὴ περὶ τῆς Ἐκκλησίας εἰρήκαμεν. Καὶ ἄλλως δέ· Οὐ δύναται ψυχὴ καθαρῶς Ἱερουσαλήμ ἐν τῷ παρόντι βίῳ γενέσθαι μόνην εἰρήνην ὁρῶτα, καὶ μηδὲν ἁμαρτάνουσα· τὸν Χριστὸν ὁρῶσα, τοῦ Θεοῦ τὴν εἰρήνην, καὶ καρποφοροῦσα διαπαντός. Οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου, καὶ διαλογισμῶν ἀλλοτρίων ὡς εὑρίσκεσθαι πάντως Ιεβουσαῖον καὶ Χαναναίον ἐν Ἱερουσαλήμ· εἰ καὶ δεῖ πρὸς τὴν τούτων ἐκβολήν ἀγωνίζεσθαι, Θεὸν καλοῦντας τον μόνον δυνάμενον. Τρίτον δέ φησιν ἡ Γραφὴ τὸν Χαναναίον εἶναι μετ τὰ τῶν υἱῶν Ἐφραίμ, οὐ ψιλήν ἱστορίαν, αλλά τι να δηλοῦσα μυστήρια. Απαξ μὲν γὰρ εἴρηται τὸ, Οὐκ ἀπώλεσεν Ἐφραὶμ τὸν Χαναναίον, ο καὶ τὰ ἑξῆς ἕως τοῦ, «Καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.» Δεύτερον δὲ ἐγενήθη, ἐπεὶ κατ ίσχυσαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐποίησαν τους Χαναναίους ὑπηκόους· τὸ τρίτον, ὅτε ζητοῦντες οἱ Εφραίμ παρὰ Ἰησοῦ μείζω κλῆρον, κελεύονται ἐξολοθρεῦσαι τὸν Χαναναίον, ὡς ἂν εἰς τὸν δρυμόν ἀνελθόντες, ἑαυ τοῖς εὐτρεπίσωσι τόπον. Οὐκοῦν πρῶτον ὁ Χαναναίος μεθ' ἡμῶν ἐστιν, οὐδὲν καθ᾿ ἡμῶν τοσοῦτον δυναμένας· ὑπόφορος μὲν ὤν, οὐχ ὑπήκοος δὲ, οὐδὲ δοῦλος. Ταῦτα γὰρ τὸ δεύτερον γίνεται. Οταν γὰρ τὰ σω ματικὰ ὑποτάσσηται τῇ ψυχῇ, οὐ μόνον ἐστὶ μεθ᾿ ἡμῶν, ἀλλὰ καὶ δοῦλος. Τὸ δὲ τρίτον ἐὰν τελειωθώς
col. 1035–1036page 23 of 25
PG 87:1035μεν, τελείως ἐξολοθρευθήσεται, τῶν ἐπὶ γῆς μελῶν νεκρουμένων. Οὕτω προκύπτειν οἶδεν ὁ κατηχούμενος, τὸν Ἰσραηλίτην λόγον λαβών οἰκεῖ γὰρ μετὰ τοῦ Χαναναίου, στασιαζούσης αὐτοῦ τῆς σαρκὸς, εἶτα νεκρωθείσης κατὰ πᾶν μέλος, πορνείαν, μοιχείαν, ἀκαθαρσίαν. ο Κατῴκει δέ, φησί, μετ' αὐτῶν, ἕως ἂν ἔλθῃ Φαραώ βασιλεὺς Αἰγύπτου· ὅτε καὶ Γεζὲρ ὁ τόπος τοῦ Χαναναίου δίδοται φερνὴ τῇ θυγατρ Φαραώ. Γαζὲρ δὲ, διάτασις ἑρμηνεύεται. Επὰν γὰρ οἱονεὶ ἡνωμένη καὶ διατεταμένη σὰρξ μετὰ τοῦ πνεύ ματος ἐν ἡμῖν ᾖ, ὁμοῦ ἐσμεν ἐν τῇ Γαζέρ, ὅ τε Χαναναῖος καὶ ὁ υἱὸς Ἐφραὶμ ὁ καρποφορῶν. Ὁ δὲ τοιοῦτος καὶ ὡς ηὐλογημένος ὑπὸ Κυρίου μείζονος ἐπιδικάζεται κλήρου, καὶ δρυμόν λαβὼν ἀκάρπων δένδρων, καὶ. χωρίον ὑπὸ Ἰησοῦ, ἐκκόψει ταῖς ἰδίοις καμάτοις αὐτόν· ἵνα γένηται γῆ καρποφόρος, καθαρισθέντων ἐν αὐτῷ Φερεζαίων καὶ Ῥαφαΐν. Δη λοῖ δὲ τὸ μὲν Φερεζαίοι, καρποφορίαν ἣν ἀρξαμεν... σέβειν καρποφοροῦμεν καρποφορίαν ἀκάθαρτον, ἀναμίξ ἔχουσαν ἁμαρτήματα, καὶ δεομένην καθάρσεως· τὸ δὲ Ῥαφαῖν, ἀνειμένας μήτρας· ένα σφο δρὸν καὶ εὔτονον τὸ τῆς ψυχῆς καταστησώμεθα για νιμον. Ταῦτα λέγεται πρὸς τοὺς υἱοὺς Ἰωσήφ, ὃς ἑρμηνεύεται προσθήκη Κυρίου. Ιππος ἐκλεκτὸς καὶ σίδηρος ἐν παντὶ Χαναναίῳ. Ιππος ψευδὴς εἰς σωτηρίαν, ὃς ἐν Ἰσραὴλ οὐχ ενα ρίσκεται, καὶ σίδηρος πολεμικός. Καλῶς εἴρηται τὸ, Καὶ ὅταν ἐξολοθρεύσῃς τὸν Χανα ναῖον. Μένων γὰρ, καὶ τὸν ἐν ἡμῖν Ισραηλίτην σπέρ μα Χαναὰν καὶ οὐκ Ἰούδα ποιεῖ. Πρὸς ἐν ἔφη τὸ, Καλῶς ἐξηπάτησέ σε. Απέστω δὲ τοῦτο, καὶ γε νοίμεθα τέκνα μεμορφωμένα Αβραάμ τε καὶ πατέρων τῶν ἐκλεκτῶν, ὑπὲρ πάντας δὲ τοῦ Χρι στοῦ. Καὶ ἐκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς Σηλώ. Οὐχ ὡς ἐν τῇ συνηθεία συντυχικὸς ὁ κλῆ ρος, οὕτως ἐν τῇ Γραφῇ, ὅτε λέγει κλῆρον Θεοῦ, καὶ κλῆρον ἀποπομπαίου. Καὶ Μωϋσῆς δὲ κατὰ κλήρους τὴν πρὸ Ἰορδάνου γῆν, καὶ Ἰησοῦς τὴν μετὰ τοῦτον διένειμεν. "Ος καί φησι, ο Βαλῶ κλῆρον. Καὶ, ο Ἐξοίσω ἐνώπιον Κυρίου τὸν κλῆρον.» Ούκο οὖν οὐ συντυχικῶς. Λαγχάνει γὰρ ἡ φυλή Βενιαμίν πρώτη ὅπου ἦν Ἱερουσαλήμ, καὶ ἐφεξῆς α! λοιπα!. Ἐν αἷς αἱ τρεῖς τῶν παιδισκῶν τοῦ Ἰακὼβ τελευταῖαι λαγχάνουσι. Καὶ ἐν ἄλλοις δὲ Δὲν τελευταῖος εὑρίσκεται. Καὶ ὁ Σολομών δέ φησιν ἐν Παροιμίαις Αντιλογίας παύει κλῆρος· οὐδὲ ἐν δυνάσταις ἀντι λογίαν εἶναί φησι, παρόντος κλήρου. Καὶ ἐθνικοὶ δὲ χρῶνται κλήροις, ἀλλ' οὐχ ὁμοίως, ὡς ἐπὶ τοῦ Ἰωνᾶ οἱ συμπλέοντες. Καὶ ἐν τῇ Καινῇ δὲ τοὺς ἀποστόλους εὑρήσεις, κλήροις ἀντὶ Ἰούδα τὸν Ματθίαν προβάλλοντας, τῆς εὐχῆς ἐπὶ τοῦτον ἐνεγκούσης τὸν κλῆρον. Εὑρήσεις δὲ τοῦτον καὶ ἐπὶ Χριστοῦ φθάνοντα, καὶ τὰ τῆς Ἐκκλησίας ἐπὶ τῶν σωζομένων μυστήρια. Δέ
col. 1037–1038page 24 of 25
PG 87:1037γεται γὰρ πρὸς Ἐφεσίους περὶ Χριστοῦ· «Ἐν ᾧ καὶ ἐκληρώθημεν, προορισθέντες κατά πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βούλησιν τοῦ ὀνόματος αὐτοῦ· εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ.» Καὶ πρὸς Κολασσαεῖς· «Εὐχαριστοῦντες τῷ Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα του κλήρου τῶν ἁγίων ἐν τῷ φωτί.: Μήποτε οὖν φασιν, ὡς ἐν ἀνθρώποις κλῆροι γίνονται, οὕτω καὶ ἐν δυνάμεσιν; ὓς ἂν οὖν μὴ πρὸς χάριν ἡ τῆς γῆς ἔξεστι διανέμησις, γίνεσθαι τῷ Θεῷ διὰ κλήρων Ἰησοῦς αὐτὴν ἐπιτρέπει. Τοι ούτους δ' ἂν εἴποι τις γεγονέναι κλήρους καὶ ἐπὶ τοῦ διαμερισμοῦ τῶν ἐθνῶν, ὅτε διεμέριζεν ὁ Ὕψι στος ἔθνη. Οὐ γὰρ συντυχικῶς οἱ ἄγγελοι τὴν τούτων ἐπιμέλειαν ἀνεδέξαντο, ὡς οὐδὲ τὴν ἑνὸς ἑκάστου ψυχὴν, θειοτέρῳ δὲ κλήρῳ, καὶ ὑπὲρ ἄνθρωπον. Οἱ δὲ περὶ τῆς γῆς κλῆρος τῆς κληροδοσίας τῆς μελλούσης τὴν οἰκονομίαν σημαίνουσι. Σκιάν γὰρ περιέχει τὰ παλαιὰ τῶν μελλόντων ἀγαθῶν. Καὶ εἴπερ ἔστι προσεληλυθέναι Σιὼν ὅρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, διατί μὴ ὥσπερ Ἱερουσαλὴμ ἐν κλήρῳ γέγονε τοῦ Βενιαμὶν, καὶ ἐφ' ἑκάστης φυλῆς, εἶεν ἄν τινες ἀνάλογοι τόποι, Βηθλεὲμ τυχὸν καὶ Χεβρὼν ἐπουράνιοι, κατὰ τὴν γῆν τῶν πραέων; Ορα τὸν Ἰησοῦν ἐπιεικῇ τε λίαν, καὶ τῆς τοῦ Σωτῆρος ἐπωνυμίας επάξιον. Μετὰ πάντας γὰρ λαμ βάνει τὸν κλῆρον, οὐκ αὐτὸς ἑλόμενος, ἀλλὰ τῶν υἱῶν Ἰσραὴλ δεδωκότων αὐτῷ. Καὶ ταῦτα Χάλεβ τοῦ σὺν αὐτῷ σωθέντος πρώτου λαβόντος τὸν κλῆρον. Καὶ ὁ εἰσαγαγὼν αὐτοὺς, ὁ διανείμας, ὁ πρῶτος ἐν ἅπα σιν, ἔσχατος λαμβάνει· ἵνα ὄντως γένηται πρῶτος. Τοιοῦτον τὸ, «Ταπείνου σεαυτὸν ἔναντι Κυρίου, καὶ εὑρήσεις χάριν.» Καὶ τὸ, ο Ηγούμενόν σε κατέστησαν, μὴ ἐπαίρου. Γίνου ἐν αὐτοῖς, ὡς εἷς ἐξ αὐτῶν.» Λαβὼν δὲ μερίδα, οἰκοδομεῖ τὸν τόπον, ὃν εἴληφε, κοσμῶν αὐτὸν, ὡς ἂν ποιήσειε κλῆρον ἄξιον μερίδος Θεοῦ. Καὶ πᾶς δὲ ὁ ἀληθὴς λαὸς δίδωσι τῷ ἀληθινῷ Ἰησοῦ τόπον οἰκήσεως ἅμα αὐτῷ. Ὃν λαβών, οἶκο δομεῖ καὶ κοσμεί, κρείττονα ποιῶν ἢ παρέλαβεν ἕκαστον αὐτοῦ τόπον γενόμενον. Καὶ ὁ ᾿Αμορραῖος ὑπέμεινε τοῦ κατοικεῖν ἐν Αλλὼρι καὶ ἐν Σαλαμίν· καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Ἐφραὶμ ἐπ' αὐτούς. Αμορραίος ἑρμηνεύεται ὁ λαλητός, ἢ ὁ πικραίνων. Δῆλον δὲ, ὡς οἱ πλείους τῶν ἀνθρώπων λαλοῦσι περὶ χειρόνων δυνάμεων, οὐδὲν δὲ περὶ Θεοῦ. Οἵτινες καὶ πικραίνουσι· οἳ καὶ ὑπο μένουσιν οἰκεῖν ἐν τοῖς κεκριωμένοις ἐθέ λοντες· ὁ δηλοῖ τὸ Ἑλώμ· καὶ ἐν τοῖς εἰρηνικοῖς ΝΟΤΑ. Ελάμ. Αἱ αὐτ. καὶ ὁ Προκόπ. ἐν τῷ ὑπο μνήμ. Ισ. κεκριγμένοις, ἀπὸ τοῦ κρίζω. σε Κριμ
col. 1039–1040page 25 of 25
PG 87:1039ὃ δηλοῖ Σαλήμ, τῶν χειρόνων διὰ τῶν ᾿Αμορραίων σημαινομένων δυνάμεων. Καὶ ἐπεὶ τὸν ὑπέμεινε, πόνον δηλοῖ, τὴν αἰτίαν ἐπήνεγκε· ι Καὶ ἑβαρύνθη ἡ χεὶρ τοῦ Ἐφραὶμ ἐπ' αὐτούς.» Αἱ γὰρ ἀγαθαὶ πράξεις βαρεῖαι ταῖς πονηραῖς ἄγαν δυνάμεσι, βουλομέναις ἡμῖν ἐνοχλεῖν· καὶ ὑποφόρους ἐργάζονται. Τοσοῦτον ἰσχύουσι. Καὶ προσήλθοσαν οἱ ἀρχιπατριῶται τῶν υἱῶν Λευΐ. Οὗτοι κληρονομία ἀρκοῦνται Θεῷ, καὶ δεκάτας λαμβάνουσι γῆς, ὡς καὶ τῶν ἄλλων ἁπάντων. Ἔδει δὲ καὶ τούτους κατὰ κλήρους διανείμασθαι τὰ δικ μενα, καὶ τὸ μὲν ἴσον πᾶσι διὰ τοῦ κληρωθή και φυλάττεσθαι· τὸ δὲ κατ' ἀξίαν, δι' ὧν οἱ κλῆροι κατά θείαν κρίσιν ἀνήγοντο τοῖς πρώτοις τὰ πρωτεία παρέχοντες, καὶ τοῖς ἄλλοις ἑξῆς, ὡς καὶ ἐν τοῖς Αριθμοῖς τάξει τινὶ περὶ τὴν σκηνήν ἐστρατοπεδεύοντο οἱ ἐκ τοῦ Καάθ, καὶ Γερσών, καὶ Μεραρί. Καὶ νῦν δὲ κατανοεῖν ἄξιον τὴν ἄνισον ισότητα, καὶ ἀναλογίαν, καὶ τὴν πρὸς τὰς φυλὰς τῶν ἱερέων καὶ τῶν ἄλλων ἀνάκρασιν. Τεσσάρων γὰρ ὄντων κλι μάτων, καὶ τῶν φυλῶν κατὰ ταῦτα διῃρημένων, τὰς ἀνατολικὰς καὶ πρώτας λαγχάνει Καάθ· ἔνθα καὶ ἡ τοῦ Ἰούδα τὰ πρῶτα φέρει τῶν φυλῶν ἡ τιμιωτάτη, καὶ κατὰ τὴν ἁγίαν γῆν ἀκληρωτεὶ παρ' Ἰησοῦ πρώτη λαβοῦσα τὸν κλῆρον. Τὸν δὲ δεύτερον ἐν ἀνα τολαῖς ἔλαχεν ὁ Γερσώμ, ὡς ἂν ὁ Καάθ μὴ πᾶσαν λάβῃ τὴν ἀνατολὴν, ἀλλὰ κρασίς τις ᾗ Λευϊτικῶν καὶ Ισραηλιτικών ταγμάτων. Εἰ γὰρ πᾶσαν εἴληφεν ὁ Κααθ τὴν ἀνατολὴν, ὕβρις ἦν τοῖς λοιποῖς. Νυνὶ δὲ κατὰ τὴν ἐκ Θεοῦ τῶν κλήρων δικαιοσύνην τοὺς ἐν ἀνατολαῖς, Ιούδαν, Ισσάχαρ, Ζαβουλών, λαγχάνουσε Καάθ, Γηρσών, Μεραρί, οἱ πρῶτοι υἱοὶ τοῦ Λευΐ τοὺς δὲ κατὰ Λίβα, 'Ρουβὶμ, καὶ Συμεὼν, καὶ Γάδ, ἀπὸ Καὰθ κατὰ τὸν δεύτερον τόπον τὸν τοῦ Συμεών. Κατὰ δὲ τὸν πρῶτον ὁ Μεραρί, τὸν τοῦ Ῥουβίμ. Πάλιν ὁ Μεραρὶ τὸν τρίτον κατὰ ἀνατολὰς ἐν Ἀριθε μοῖς, τὸν Ζαβουλών, τῆς τοῦ Θεοῦ δικαιοσύνης μυ στικῶς δηλούσης τὰ μέλλοντα τῆς τῶν ἐκεῖ κλήρων διαμονῆς. Πάλιν τὴν κατὰ θάλατταν Εφραίμ, καὶ Βενιαμίν, και Μανασσῆ, ὁ Καὰθ λαγχάνει τὸν δεύ τερον τὸν Βενιαμίν. Οἱ δὲ λοιποὶ τοῦ Κααθ τὸν Ἐφραίμ. Εἶτα τοὺς ἀπὸ ἡμίσους φυλής Μανασσῆ τοῦ ἐν τῇ ἁγίᾳ γῇ. Εἶτα Γηρσώμ πάλιν τὸ ἥμισυ φυλής Μανασσῆ. Ἐπεὶ δὲ ἔδει καὶ τοὺς ἀπὸ βορρά τιμηθῆναι τόπους τοῦ Ἰσραὴλ τοῖς τάγμασι τοῖς ἱερατικοῖς· ἵνα μὴ πλεονεκτηθῇ τὰ τελευταία τάγ ματα, ὄντων κατὰ βοῤῥᾶν, Δὲν, Νεφθαλείμ, Ασήρ, Κααθ ὁ κατὰ τοὺς λοιποὺς οὐχ ὁ κατὰ τοὺς ἱερεῖς λαμβάνει τὸν πρῶτον καὶ τιμιώτερον τῶν κατὰ βορ ῥᾶν, τὸν Δάν. Ὁ δὲ Γηρσώμ τὸν δεύτερον, τὸν Ασήρ. Εἶτα πάλιν ὁ Γηρσώμ τὸν τρίτον, τὸν Νεφθαλείμ. Εἰ δὲ τῶν καθ᾽ ἱστορίαν ἡ ποικιλία τὸν νοῦν καὶ τὴν μνήμην νικᾷ, τί δεῖ λέγειν περὶ τῆς τῶν μελλόντων οικονομίας; Τότε συνεκάλεσεν Ἰησοῦς τοὺς Ρουβινίτας. Απολύονται οἱ πέραν Ἰορδάνου κληρονομήσαντες. Οταν γὰρ ἀπολαύωμεν τὰς ἐπαγγελίας οἱ ὑπὸ τῷ
Page scan enlarged

Notebook

Full View