Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 893–894page 1 of 49
PG 87:893Ἱκανούσθω ὑμῖν κατοικεῖν ἐν τῷ ὄρει τούτῳ. Οὐδαμοῦ προείρηται τοῦτο σαφῶς, εἰ μὴ κατὰ τὸ Σαμαρειτικὸν μόνον ἀντίγραφον ἐν τοῖς Αριθμοῖς μετὰ τὸν περὶ τῶν δύω σαλπίγγων νόμον· ἐν δὲ τοῖς Ἰουδαῖκοῖς, δυνάμει νοεῖται. Ἐν τῷ γὰρ εἰπεῖν μετά τὰς σάλπιγγας, «Καὶ ἐξῆραν οἱ υἱοὶ Ισραήλ, ο δη λοῖ ὡς τοῦ Θεοῦ κωλύσαντος ἐπὶ πλέον ἐνδιατρίψαι τῷ τόπῳ.
col. 895–896page 2 of 49
PG 87:895Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Ταῦτα ἐν τῇ Εξόδῳ πρόσκειται τοῖς Σαμαρειτικοῖς ἀντιγράφοις, ὅτε καὶ ὁ πενθερὸς αὐτῷ συνεβούλευσε μερικωτέρους ἄρχοντας καταστῆσαι καὶ καθόλου, τὰ λεγόμενα μὲν εἰρῆσθαι, μὴ εἰρημένα δὲ φανερῶς, ἐν τοῖς Σα μαρειτικοῖς ἀντιγράφοις εὑρίσκεται· καὶ τὸ περὶ τῶν υἱῶν Ἰσραήλ, ὡς αὐτῶν εἰρηκότων τῷ Μωϋσεί περὶ τῶν κατασκόπων. Εἰκὸς γὰρ ἦν ἀποστατοῦντας αὐτοὺς τῷ Θεῷ, τὴν γῆν ἐθελῆσαι μαθεῖν. Διὸ καὶ ἐρωτήσαντος Μωϋσέως τὸν Θεὸν, μετ' ἐμβριμήσεώς φησιν, «Απόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν, ο ὡς δὴ ἀπιστούμενος. Καὶ ἐμοὶ ἐθυμώθη Κύριος δι' ὑμᾶς. Ἐγὼ γὰρ, φησὶν, οὐκ ἠπείθησα τῷ Θεῷ, ἀλλὰ τὴν ὑμετέραν ἀντιλογίαν μὴ φέρων καὶ ἀπείθειαν, ολιγώρως περί ὑμᾶς διετέθην, καὶ ῥήματα ἐφθεγξάμην τὴν ἀπόφασιν ταύτην κινήσαντα κατ' ἐμοῦ. Οὐ προσθήσετε πρὸς τὸ ῥῆμα. Καὶ μετ' ὀλίγον ἐρεῖ, οὐκ ἐκκλινεῖς δεξιὰ οὐδὲ εὐώνυμα. Καὶ ἐν Παροιμίαις φησί· «Μὴ προσθῇς τοῖς λόγοις τοῦ Θεοῦ, ἵνα μὴ ἐλέγξῃ σε, καὶ ψευδής γένῃ.» Οὐ δέ χονται γὰρ προσθήκην οἱ λόγοι Κυρίου, πλήρεις ὑπο άρχοντες. Είρηται γοῦν περὶ τοῦ Χριστοῦ· «Ἐπειδὴ ἐπλήρωσε τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς αὐτῶν.» Ὅτι αὕτη ἡ σοφία ὑμῶν καὶ ἡ σύνεσις. Σοφών γὰρ καὶ συνετῶν ἡ φυλακὴ τῶν ἐντολῶν Κυρίου. Τὸ δὲ εἰρημένον, «ἐναντίον τῶν ἐθνῶν,» συμφωνεί τῷ· ο Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἂν ἴδωσι,» καὶ τὰ λοιπά. ιν, το
col. 897–898page 3 of 49
PG 87:897Προλέγει τὰ ἐκ παραβάσεως αὐτοῖς ἐσόμενα δεινά, καὶ ὡς ἔσται διὰ μετανοίας σωθῆναι. Καὶ τῶν ση μείων ὑπομιμνήσκει, καὶ τῆς ἐπιφανείας τῆς ἐν Σινά. Καὶ ὅτι «Τοιαῦτα οὐκ ἐποίησε παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς,» κατὰ τὸν Δαβίδ. Οὐκ ἄρα τὰ ἐν τῷ νόμῳ Μωϋσέως οι πρὸ Μωϋ σέως ἐφύλαττον δίκαιοι. Βούλεται αὐτοὺς μελετᾷν ἀεὶ τὸν νόμον, καὶ τοὺς ἐξ αὐτῶν διδάσκειν. Περὶ παντὸς γὰρ δικαίου φησὶν ὁ Δαβίδ ι Ο νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτ τοῦ, οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ. Ἐν τῇ Ἐξόδῳ παραθαρρύνων αὐτοὺς, δεδοικότας τῶν Αἰγυπτίων τὴν δύναμιν, ἔφασκε ο Κύριος που λεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε.» Εν "., ταῦθα δὲ τῶν ἤδη δυνάμει Θεοῦ κατηγωνισμένων υπέμνησε.
col. 899–900page 4 of 49
PG 87:899Οὐκ εἶπε δὲ, ἀλλὰ καὶ ἐπὶ παντὶ ῥήματι, ἀλλ ἄνευ τοῦ, καί· ὡς ἔλεγεν· Οὐκ ἐπὶ τῷδε, ᾧ οἴεσθε μόνῳ, ἀλλ' ἐπὶ τῷδε. Καὶ δῆλον, ὅτι τὸ μάννα το ἐκπορευόμενον ἐκ τοῦ στόματος, ῥῆμα ἦν· ἐπεί τι κοινὸν ἔχει τὸ μάννα ἐξ οὗ διδασκόμεθα, οὐκ ἐπ' ἄρτῳ μόνῳ ζῆν τὸν ἄνθρωπον, πρὸς τὸ τοῦ Θεοῦ ῥῆμα, ἐφ᾽ ᾧ ζῶμεν, Τὰ ἱμάτιά σου οὐ κατετρίβησαν ἀπὸ σοῦ· οἱ πόδες σου οὐκ ἐτυλώθησαν. Ικανή μαρτυρία τοῖς βουλομένοις ζῆν ἀπερισπάστως. Ἧπερ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις οὐ κέχρηται πρὸς ἄνδρας τὸν νόμον μετ λετώντας διακενής. «Εἰ γὰρ ἐπιστεύετε, φησί, Μωϋσεῖ, ἐπιστεύετε ἂν καὶ ἐμοί, ο Οθεν ἐκ τῶν πᾶσι προδήλων αὐτοὺς ἐκτρέπει, τὰ πετεινὰ καὶ τοῦ ἀγροῦ τὰ κρίνα προσθείς. Οὐκ ἐδεήθησαν δὲ ὑποδημάτων οἱ πάλαι, μηδεμιᾶς λύμης ἐκ τῆς ὁδοῦ προσ τριβομένης αὐτῶν τοῖς ποσίν· εἶχον δὲ καὶ ἀτρι εῖς ἐσθῆτας, καὶ τὸ μάννα, καὶ τῆς ἀκροτόμου τὸ ὕδωρ, πάντα πρὸς ζωὴν αὐτάρκη. Περιττὴ δὲ καὶ ἀνόνητος ἐπιθυμία τὸν ὄλεθρον αὐτοῖς προεξένησεν, ὡς καὶ ἡμῖν τὰ σαρκικὰ περιέπουσιν. Οὐ δύνασθε γάρ, φησί, δυσὶ κυρίοις δουλεύειν.» Εἰ δὲ καὶ πρὸς βραχὺ παιδευτικῶς τῶν ἐπιτηδείων ὑστερηθῶμεν, δῆλον ὡς ἵνα περιεχώμεθα ἐν ἅπασι τοῦ Θεοῦ. Κό ρος γὰρ πατὴρ ὕβρεως ὕβρις δὲ ὑπερηφανίας· ἡ δέ, πτώσεως. Ότο "Ωσπερ οὗτοι μετὰ τὸ διελθεῖν τὴν Ἐρυθραν θά λασσαν, καὶ ᾗ φησιν ὁ ᾿Απόστολος, εἰς τὸν Μωϋσῆν βαπτισθῆναι, διῆλθον τὴν ἔρημον τὴν φοβεράν, οὗ ὄφις δάκνων καὶ σκορπίος, τύπος ὄντες τοῦ νοητού ὄψεως, ἐφ᾿ ὃν καὶ πατεῖν ὁ Κύριος ἡμῶν ἐδωρήσατο οὕτω καὶ μετὰ τὸ ἀληθινὸν βάπτισμα διὰ πειρασμῶν ἐξάγονται εἰς τὴν ἔρημον οἱ πιστοί, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, ὧν τύπος Χριστός· μεθ᾿ οὗ λέ γουσι τῷ πειράζοντι· «Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος.» Εἰς γῆν ἀγαθὴν καὶ πολλήν. Τὸ μὲν, τὸ γόνιμον δηλοῖ· τὸ δὲ, μῆκος καὶ πλάτος της χώρας. Οὐ τοσαύτη γὰρ ἡ Αἴγυπτος πρός..... πάλιν δια στέλλων, φησίν, ὕδωρ ἔχειν ἐξ οὐρανοῦ καὶ πηγῶν. Τὸ γὰρ ἐκείνης ἐπείσακτον. Εἶτα πεδίων μνησθείς, ἐπειδὴ τοῦτο κοινὸν πρὸς τὴν Αἴγυπτον, τὸ τῶν ὀρέων προσέθηκε. Πάλιν εἰπὼν κοινά, πυροὺς καὶ κριθάς, τοὺς ἰδιάζοντας επιφέρει καρπούς, δεῖξαι βουλόμενος, τὰ μὲν ἐκείνης παρὰ ταύτῃ, ἀλλ' οὐχ ἀνάπαλιν. Ὀλίγη δὲ τῆς Αἰγύπτου καὶ ἐλαία, ἥτις οὐδὲ πρὸς ἔλαιον ἐπιτήδειος, καὶ ἄμπε λος. σε 16. πρὸς αὐτήν. ΝΟΤΑ.
col. 901–902page 5 of 49
PG 87:901Εχει, φησὶ, καὶ μέταλλα χαλκοῦ. Πάλαι γὰρ εἶπε. Δηλοῖ δὲ ἡ μέχρι καὶ νῦν ἐν Παλαιστίνῃ τῶν χαλκικῶν Ἰούδων ἀτέλεια· ἔστι δὲ μέτρον γῆς ἴσως τοῖς πάλαι μεταλλευταῖς χορηγούμενον. Οὐ γὰρ διὰ τὴν δικαιοσύνην σου. Χαυνοῦσθαι διὰ τούτων ἀποτρέπει· καὶ δείκνυσιν ἐκβὰν τὸ προ ειρημένον πρὸς Ἀβραάμ. Αναπεπλήρωνται γὰρ λοιπὸν τῶν ᾿Αμορραίων αἱ ἁμαρτίαι. Οτι δὲ οὐ διὰ τὴν δικαιοσύνην αὐτοῦ ταῦτα, ἀναμιμνήσκει πάντων ὧν ἡμαρτήκασιν, ἀφ' οὗ ἐξῆλθον ἐξ Αἰ γύπτου, οὐ κατὰ τάξιν, ἀλλ' ὡς ἐν κεφαλαίῳ πρὸς τὸ χρήσιμον, χειραγωγῶν αὐτοὺς πρὸς εὐσέβειαν ἀπειλαῖς καὶ ἀγαθῶν ὑποσχέσεσιν. Σιωπῇ νῦν τὴν αἰσθητὴν περιτομὴν, ἐπεὶ ἀκρόβυστοι ἦσαν· Ἰησοῦς γὰρ αὐτοὺς ἐν Γαλγάλοις πε
col. 903–904page 6 of 49
PG 87:903430 ριέτεμε· τὴν δὲ τῆς καρδίας, ὡς τιμιωτέραν ὑπὸ έβαλεν. Πάλιν ὑπέμνησε τῶν ἐν Αἰγύπτῳ καὶ τῇ ἐρήμῳ, μνήμην άληστον αὐτοῖς ἐμποιῆσαι σπουδάζων, και τὰ τὸν λέγοντα Παῦλον • Αδελφοί, τὸ τὰ αὐτὰ λέγειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφα λές.» Καὶ ἀπῆραν ἐκ Βηρώθ. Ανω ἐν τοῖς ᾿Αριθμοίς καταλέγων τους σταθμούς καὶ τὰς ἐπάρσεις τῶν [Χ, υἱῶν Ἰσραήλ, οὐκ ἐμνήσθη τοῦ τόπου τούτου· ἀλλ' εἶπε τὸν ᾿Απρὼν ἐν ὥρ τῷ ὄρει τετελευτηκέναι. Ἐνταῦθα γὰρ ἐν ἐπιτομῇ ἀνακεφαλαιούμενος, οὐ μέμνηται κατά τάξιν τῶν τόπων, ἢ τῶν καιρῶν. Καὶ γὰρ πρὶν ἐλθεῖν ἐν Ὥρ τῷ ὄρει καὶ τελευτῆσαι τὸν 'Ααρών, ἦλθον εἰς Γαδγὰς καὶ εἰς Ἐτεβαθά. Ἐνταῦθα δὲ ἐναλλάξ φησι, καὶ πάλιν ἐπανατρέχει ἐπὶ τὰ πρότερα, λέγων· «Ἐν ἐκείνῳ τῷ καιρῷ διέστειλε Κύριος τὴν φυλὴν Λευΐ.» Τοῦτο δὲ ἐποίησεν ἐν τῷ ὄρει Σινά, ὅπου καὶ ἐν μ' ἡμέραις καὶ νυξιν ὑπερηύξατο τοῦ λαοῦ πταίσαντος. Ἔστι γὰρ γῆ εἰς ἣν σὺ εἰσπορεύῃ.... καὶ ποτί ζωσι τοῖς ποσὶν αὐτῶν, ὡσεὶ κῆπον λαχανίας. | Επισκοπεῖται τῆς ἐπαγγελίας τὴν γῆν διαπαντός, ήγουν ἐκζητεῖ αὐτὴν, κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς.] Ταῦτα δὲ λεγόμενα, τὸν μὲν μειρακιώδη προ τρέπεται Ισραήλ, ἡμῖν δὲ νοητῶς ἐπιβάλλειν δίδωσ σι τοῖς λεγομένοις. Αὐτὸς γάρ ἐστιν ὁ πάσης τῆς κτίσεως ποιητὴς, καὶ τοῦ ἐλέους αὐτοῦ πλήρης ἡ γῆ καὶ οὐ μᾶλλον ταύτην ἐφορᾷ ἢ ἐκείνην, εἰ μή τι διὰ τὴν τῶν οἰκητόρων εὐσέβειαν. υπερ δὲ εἶπον, δίδωσιν ἐννοεῖν, ὡς οὐ περὶ γῆς αἰσθητῆς αὐτοῖς διελέγετο, ἀλλὰ περὶ νοητῆς καὶ τοῖς ἐξ οὐ ρανοῦ ὄμβροις πιαινομένης, καὶ μηδὲν ἐκ τῆς τοῦ κόσμου σοφίας καὶ γηίνης μεταλαμβανούσης, τῆς ὑπὸ πόδας κειμένης, διὰ τὸ ταπεινὸν καὶ χαμαίζηλον. Ταύτην τὴν γῆν, εἴτουν τὴν Ἐκκλησίαν, διαπαντός εφορᾷ ὁ Θεὸς, ἀπ' ἀρχῆς τε τοῦ ἐνιαυτοῦ και ἕως τῆς συντελείας τοῦ ἐνιαυτοῦ· τοῦτον γὰρ καὶ ἐκάλεσεν Ησαΐας ἐνιαυτὸν Κυρίου δεκτόν, καθ' δ ἐπέλαμψεν ὁ μονογενής τοῦ Θεοῦ Λόγος, καὶ ὡς ὑετὸς κατέβη ἐπὶ τὴν γῆν· καὶ ἐπιβλέπει ἐπὶ πάν τὴν αὐτοῦ Ἐκκλησίαν. • Οἱ ὀφθαλμοὶ γὰρ αὐτοῦ τας τοὺς κατοικοῦντας τὴν οἰκουμένην, τουτέστι φησὶν, ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. ν Πρώιμον και όψιμον. Ἡμῖν δὲ τοῖς τελειοτέροις τὸν διὰ τῶν προφητών πρώϊμον ὄντα, καὶ τὸν ἐπὶ ΝΟΤΑ. Ημᾶς δὲ νοητῶς ἐπιβάλλειν ποιεῖ. Αὐτὸς γὰρ, κτ. Ο τῆς Αὐγ. κώδ. Πλέον δὲ γῆν ἐφορὰ διὰ τὴν τῶν οἰκητόρων εὐσέβειαν. Η νοητὴ δὲ τὴ οὐρανίοις όμβροις πιαίνεται. Μηδὲν ἐκ τῆς, κτ. Ὁ αὐτ. Τοῦ ἐκλεκτοῦ, κατὰ τὸν Ἡσαΐαν, ἐνιαυτοῦ ἕως τῆς συντελείας, καθ᾿ ὄν, κτ. Ὁ αὐτο
col. 905–906page 7 of 49
PG 87:905τῆς αὐτοῦ ἐνσάρκου παρουσίας όψιμον ἐκπεμφθέντα ἐπ' ἐσχάτου τῶν ἡμερῶν. Οὕτω γὰρ καὶ τῶν πνευματικῶν ἀπολαύσομεν χαρισμάτων. Ἐὰν δὲ παραβῆτε, φησί, σχήσει τὸν ὑετὸν, κατά τὸν Ησαΐαν, ἐντελεῖται ταῖς νεφέλαις τοῦ μὴ δού και ὑετόν. Ἰδοὺ γὰρ νῦν παρ' αὐτοῖς, οὐ προφητεία:, οὐ πνευματικά χαρίσματα, λιμὸς δὲ ἀγαθῶν· καὶ ἐκ τῆς γῆς ἀπώλοντο, πάλαι μὲν ἐξ εἰδωλολατρείας παραδοθέντες Βαβυλωνίοις, νῦν δὲ διὰ τὸ σταυρῷ παραδοῦναι Χριστόν. sμί Καὶ κατοικεῖ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ 'Αντι λιβάνου καὶ τοῦ Εὐφράτου. Ἐν ψυχαῖς νοσούν των ἀγνωσίαν Θεοῦ, καὶ προσκειμένων εἰδώ. λοις. Καὶ τὸν φόβον ὑμῶν. Τί γὰρ δικαίου φοβερώτερον ἀνθρώποις ἢ δαίμοσιν; εῇ καὶ θῆρες ἄγριοι, φησίν, εἰρηνεύουσι, τὸν κατ' εἰκόνα τοῦ Θεοῦ ἐπιγιγνώσκοντες χαρακτήρα. Τὴν εὐλογίαν· καὶ τὴν κατάραν, καὶ ἀλλαχοῦ, «Τὴν ζωὴν καὶ τὸν θάνατον. ο Ἐπεὶ καὶ διὰ πυρὸς αὐτοῖς ἐχρημάτισε, δηλῶν, ἐὰν μὲν ὑπὸ ακούσῃ, τὸ φῶς· ἐὰν δὲ παρακούσῃ, τὸ πῦρ. Καὶ δώσεις τὴν εὐλογίαν ἐπ' ὅρους Γαριζιν, καὶ τὴν κατάραν ἐπ᾿ ὅρους Γαιδάλ. Ἑρμηνεύεται τὸ μὲν Γαριζεὶν, ὄρος λελυτρωμένων, ἢ διατομή παροικίας αὐτῶν· τὸ δὲ Γαιβάλ, ὄρος μεματαιωμένον, ἢ ὠδίνων αὐτῶν. Εἰκότως ἄρα ἐφ' οὗ μὲν αἱ εὐλογίαι, ἐφ' οὗ δὲ αἱ κατάραι. Κεῖται δὲ ταῦτα κατὰ τὸ ἀνατολικόν μέρος Ιεριχοῦς ἐπέκεινα τοῦ Γαλγάλ τόπου. Οἱ δὲ Σαμαρείται νομίζουσιν αὐτὰ παρακεῖσθα: Σικίμοι; πόλει τῇ καὶ Συχέμ, ἔνθα παρὰ τῷ φρέατι διελέχθη Κύριος τῇ Σαμαρείτιδι. Η νῦν καλεῖται Νεάπολις, καλεῖται δὲ καὶ Σαμάρεια· ἐπεὶ τὸ ὄρος, ὅ φασι Γαριζειν ἦν τοῦ Σωμήρ, δς υἱὸν ἔσχε τὸν Σομορών. Ἐβεβαιώθη δὲ τούνομα μετά τοὺς ἀποσταλέντα; ἐκ τοῦ βασιλέως τῶν ᾿Ασσυρίων ἐγκαθίσαι τῇ γῇ. Τὰ δὲ τῶν παροικούντων ἔθνη, οἱ ἀπέστρεψαν τὴν καρδίαν τῶν Σαμαρειτών, ὡς ἀποστρεφομένους ἐν ταῖς εὐχαῖς ὁρᾶν πρὸς τὸ ὄρος, ὡς ἂν ἔχοι τῶν εὐχομένων ἡ γῆ κλίμακος τε καὶ θέσεως. Οἱ γὰρ ἱερεῖς τῶν ἐθνῶν τῶν σ' γνόντες, ὡς ἐνεδήμησεν Εσδρας βδελυττόμενος τὰ εἴδωλα, νόμον ἔχων Θεοῦ τὸν κελεύοντα τὸν εἰδωλολατροῦντα λιθο βαλεῖσθαι, σπεύσαντες ἐπῆραν ἀπὸ τῶν ὑψηλῶν οίκων τὰ εἴδωλα, καὶ ἐν μυχῷ τινι τοῦ Γαριζειν κατέκρυψαν όρους, ὡς ἡ παράδοσις ἔχει. Καὶ κειμέ Ἐπὶ τοῦ Γαριζὶν ὅρους τοῦ κατὰ τὴν Σαμά ρειαν, ὁ τῶν ἄλλων ὁρῶν ἐστιν υψηλότατον. Ιώσηπ. ἐν 8 κεφ. τοῦ 11 βιβλ. περὶ Ἰουδαϊκ. ἀρχαιολόγο Ισ. ἀναγνωστ. οὕτω· τῇ γῇ τὰ τῶν παροικούντων ἔθνη, ἃ ἀπέστρ
col. 907–908page 8 of 49
PG 87:907και ηγνοηκασι τοῦτο. Αδύνατον γὰρ ψεύσασθαι τὴν κἂν Γραφὴν λέγουσαν, «Ἔμειναν ποιοῦντες τὸν νόμον τοῦ Θεοῦ, καὶ προσκυνοῦντες τὰ αὐτῶν εἴδωλα. Ἐπὶ δὲ τοῦ ὄρους, ὅπερ ἐνόμισαν Γαριζειν, ναὸν κατασκευάσαντες ηύχοντο· καίτοι εἰ ἦν Γαριζειν καὶ Γαιβάλ ὄρη τὰ παρακείμενα Νεαπόλει, ἅπερ εἰσὶν ὑψηλότατα, πῶς ἂν κάτωθεν ἢ τῆς εὐλογίας ἢ τῆς κατάρας ήκουον, ἑκατέρας ἄνω λεγομένης, καὶ πλείστου τοῦ ὕψους, ὡς νῦν ὁρᾶται, τυγχάνοντος; Εἰς γὰρ τὸ παρ' αὐτῶν λεγόμενον Γαριζειν, α' καὶ φ' ὡς φασι, βαθμίσιν ἀνέρχονται. Εχει δὲ καὶ ἡ ἀκο λουθία τῆς βίβλου τοῦ Ἰησοῦ, ὡς κατὰ ἀνατολήν Ιεριχούς τὰ δύω καθέστηκεν όρη, ἔνθα καὶ τόπος τὰ Γάλγαλα δύω σημείοις ἀπέχοντα τῆς πόλεως. Ἡ δὲ Σίκιμα τῆς Ἱεριχούς βορειοτέρα τε καὶ ντι κωτέρα σημείοις αὐτῆς ἀπέχουσα νβ'. Λ νων κάτω τῶν εἰδώλων, οἱ Σαμαρείται προσεύχονται, Οὐ ποιήσετε πάντα ἃ ὑμεῖς ποιεῖτε ὧδε. Καὶ ζῶντος ἄρα Μωϋσέως παρέβαινον, καὶ ὅμως συν εγινώσκοντο. «Οὐ γὰρ ἤκατε, φησίν, ἕως τοῦ νῦν εἰς τὴν κατάπαυσιν.» Οθεν ἐπ' ἀκριβείας οὐκ ἀπητοῦντο φυλάττειν τὸν νόμον, οὐδὲ θυσίας προσ φέρειν ἐξῆν. Νῦν δὲ, κατὰ τὸν προφήτην, «Εν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματι αὐτοῦ, καὶ θυσία καθαρά. Ἀλλ' ἐν πάσῃ ἐπιθυμίᾳ ψυχῆς σου θύσεις, καὶ φαγῇ κρέα, ὅσα δηλονότι μὴ εἰσιν ἀφορίσματα, * θυσιάσματα Κυρίῳ τῷ Θεῷ. Ὡς ἐπιθυμεῖς δὲ, φη σιν, εψήσεις και φαγῇ. Επιλέγει συνεχῶς τό, «Πρόσεχε σεαυτῷ.» Οπερ οἱ τῆς ἔξω φιλοσοφίας μεταβαλόντες εἰς τὸ, «Γνώθι σεαυτόν, ο πολυθρύλλητον, ὡς ἴδιον ἀπόφθεγμα πεο ποιήκασι. Καὶ ἐπ' αὐτῆς δέ φησιν αὐτὸ τῆς λέξεως ή Γραφή. Οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί. ο Καὶ πάλιν, ο Ἐὰν μὴ ἐπιγνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξί.» Τοῦτο δὲ Θεὸς παρακελεύεται συνεχῶς, εἰδὼς τῆς ἁμαρτίας τὸ πλῆθος ἐν τῇ ὁρμῇ πληροῦσθαι τῇ κατὰ πρόθεσιν. Ἐπὶ τοῦ γὰρ ὁ λόγος πρὸς ἑαυτὸν ἐπιστρέ
col. 909–910page 9 of 49
PG 87:909φοντος, ὅπερ ὀφθαλμοῦ τοῦ ἔξωθεν ὁρῶντος ἀλλό τριον. Οὐ προσθήσεις ἐπ' αὐτοῦ, οὐδὲ ἀφελεῖς ἀπ' αὐτοῦ. Διττὸν τὸ ἁμαρτάνειν· ἢ τὸ ὑποβαίνειν, ἢ τὸ ὑπερβαίνειν τὰς ἐντολάς. Οἱ μὲν γὰρ ἐγκρατείς, τῷ ποιῆσαι στάθμιον μέγα, ἀφρίκασιν ἑαυτοὺς τῆς Ἐκκλησίας· οἱ δὲ ὑδαρέστερον τὰ περὶ τοὺς γάμους καὶ τὰς τροφὰς οἰκονομήσαντες, τῷ στάθμιον ἑαυτοῖς πεποιηκέναι μικρόν, οὐ τεύξονται τῆς βασιλείας τοῦ Θεοῦ. Δέδεται μετὰ γυναικός; Ἐὰν στάθμιον σεαυτῷ μέγα ποιήσῃς, οὐ φροντίζεις τῆς γυναικός· ἀλλ' ὅρα μὴ τῇ σῇ ἀπόληται σωφροσύνῃ, δι᾿ ἣν Χριστός ἀπέθανε. Τῶν δὲ τῆς δικαιοσύνης μέτρων Εκπτωσις τούτων ἑκάτερον. ᾿Εὰν δὲ παρακαλέσῃ σε ὁ ἀδελφός σου ἐκ πα τρός σου. Πίστεως ἀδικουμένης, ἐῤῥέτω φύσις καὶ γένος. Οἷον τὸ τοῦ Σωτῆρος, «Ο φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος.» Καλὸν δὲ ἀρμόσαι τούτοις διὰ τὰ εἰρημένα τῷ μακαρίω Ἱερεμία, ἔχοντα οὕτως· «Εκαστος ἀπὸ τοῦ πλη στον αὐτοῦ φυλάξασθε, καὶ ἐπ' ἀδελφοῖς αὐτῶν μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίως πορεύεται, ἕκαστος κατὰ τοῦ φίλου αὐτοῦ πορεύεται κατεπαιρόμενος, ἀλήθειαν οὐ μὴ λαλήσωσι.» Οὐ φοιβήσετε. Ἐξ Ελληνικῆς συνηθείας ἡ λέξις παρέσπατται. Απόλλωνα γάρ τινα μυθολογοῦσι θεὸν, τὸν αὐτὸν εἶναι λέγοντες τῷ ἡλίῳ, ὅν περ ὀνομάζουσι Φοῖβον, τὸν καθαρὸν δῆθεν σημαίνοντες. Δηλοῖ οὖν ἡ λέξις τὸ μὴ περικαθαίρεσθαι. Οὐ γὰρ οἶδε σώματος καθαρμός μολυσμούς ἀπονίψαι ψυχῆς. Τὴν ἀρχὴν δὲ μολύνειν οὐκ οἶδε νεκρός, ἢ λεχώ, καὶ τὰ τοιαῦτα. Θεοῦ δὲ μόνου περικαθάραι ψυχήν, ἄφεσίν τε δοῦναι πλημμελημάτων. Ο πεποίηκεν ὁ Χριστὸς, τὸ θεῖον ἡμῖν δωρησάμενος βάπτισμα. "Ωσπερ γὰρ νόμον τις παραβὰς κοσμικόν, οὐκ ἂν φύγοι τὴν δίκην, μὴ βα σιλέως ἡμέρου χαρισαμένου τὴν ἄφεσιν· οὕτω τις ΝΟΤΑ. Ισ. καί. Ὁ δὲ τῆς Αύγ. κώδ. Τοιοῦτον καὶ τὸ Ἱερεμίου, Εκαστος, κτι
col. 911–912page 10 of 49
PG 87:911προσιὼν τῷ φύσει Θεῷ, ἀκούσεται λέγοντος, «Εγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνη σθήσομαι.» Τί οὖν ἐροῦμεν περὶ τῶν κατὰ νόμου καθάρσεων; Πρῶτον μὲν, τύπον εἶναι καθάρσεως κρείττονος· ἔτι δὲ διαφέρειν τῶν Ἑλληνικῶν, αντι νες μετ' ἐπῳδῶν ἐγίνοντο ἁλῶν τε, καὶ δάφνης, κρι θῆς τε καὶ θαλάσσης, καὶ παρόδου διὰ πυρός. Ερ ὧν κυρίως τό, φοιβήσετε. Τῆς γὰρ εἰδωλολατρείας τὸ χρῆμα. Εἰ δὲ κατὰ νόμον τὸν σωματικὸν ἀδελφὸν προς ἧκεν ἐλευθεροῦν, πόσῳ γε τὸν κατὰ πνεῦμα μᾶλλον ἡμῖν; Καὶ δεῖ τοῖς τοιούτοις ὡς ἐλευθέροις συνεῖναι, κἀκείνους ὡς ἀγαπητοῖς εὐνοεῖν τοῖς δεσπόταις, μὴ τὸ δοῦλον αἰσχυνομένους, ἀρετὴν δὲ διώκοντας ἐν υπερ ἔτυχον σχήματι, Οὔς οἱ τελείως ἐλευθεροῦντες, ἀμείνους, κατὰ τὸ, ο Ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ, ν οὐκ ἐν ὡρισμένῳ τινὶ χρόνου. Χρόνου γάρ κρείττον τὸ πνευματικὸν, καὶ ἀεὶ τούτοις ἑβδόμη πάρα εστιν ἡ τοῦ κόσμου συντέλεια. Οὐ δυνήσῃ θύσαι τὸ πάσχα ἐν οὐδεμιᾷ τῶν
col. 913–914page 11 of 49
PG 87:913πόλεών σου. Εἷς γὰρ τύπος, καὶ μία πόλις, ἡ και θολική Εκκλησία, ἡ καὶ νομίμους ἔχουσα τοὺς ἱερ ουργούς, ἀλλ' οὐχ ἑαυτοῖς ἁρπάζοντας την τιμήν κατὰ τοὺς ἀποστατοῦντας τῆς Ἐκκλησίας. Οἴπερ ὡς ταυροί τινες ὑβρισταὶ πρὸς τὸ σφίσι δοκοῦν ενται. Αὕτη τοίνυν ἡ πόλις ἐπιτηδεία μόνη πρὸς τὴν τοῦ πάσχα θυσίαν. Α' γὰρ τῶν αἱρέσεων μάνδραι κατά νόμον ἀπόβλητοι. Ἐν μὲν οὖν Αἰγύπτῳ θύειν αὐτοῖς μόνον προσ τέτακται τὸν ἀμνόν· ἐν Ἀριθμοῖς δὲ καὶ ἐνταῦθα προτέθηκε βόας καὶ πρόβατα. Τό, ο Εψήσεις καὶ ὀπτήσεις, ν οὐ πρὸς τὸν ἀμνὸν ἀποδέδοται· ὀπτὰ γὰρ μόνον ἔφη δεῖν ἐσθίειν ἐκεί τους τὰ κρέα· πρὸς δὲ τὰ λοιπὰ τὰ μετὰ τὸν ἀμνὸν, καὶ τὰς ὑπολοίπους θυσίας τὰς τηνικαῦτα προς αγομένας, εἰς ἰδικὴν βρῶσιν θυόμενα. Οὐδὲ ἐπιγνώσονται πρόσωπον. Τὸν γὰρ κριτὴν προσήκει τύπου σώζειν Χριστοῦ. Καὶ λιθοβολήσουσιν αὐτούς. Ασεβείας γὰρ προκειμένης, καὶ δι᾿ εὐσεβοῦς σκληρότητος θερα πενέσθω Θεός. Ἐὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει. Ο Ταῦτα τοῖς κατὰ πόλιν κριταῖς. Τὸ δὲ, ἀναμέσον αἵματος αἷμα, περὶ μάχης ἀκουστέον προελθούσης εἰς αἷμα, ἢ τραύματος καὶ φόνου, παρὰ τοῖς κρι ταῖς διαφόρως κρινομένου. υπερ σαφηνίζει τὸ, ἀγα μέσον κρίσεως κρίσις· ἦγουν ἰδικόν τι λέξας, εἶτα πρὸς τὸ γένος ἀναδραμών, αὖθις ἰδικώτερον δια τάττεται, εἰπὼν, ἀναμέσον ἀφῆς ἀφή· οἷόν τις ἐν μάχῃ πληγὴν πρῶτος ἐπήνεγκε, τοῦ πλησίον ἀψά μενος. Καὶ ἀναμέσον ἀντιλογίας ἀντιλογία. Οἷον, εἰ μάχη γένοιτο λογικὴ εἰς ζήτησιν τυχόν νομικὴν ἢ καὶ ὕβριν τείνουσα. Ἐλεύσῃ, φησί, πρὸς τοὺς ἱερεῖς τοὺς Λευίτας, καὶ τὴν κριτήν. Τύπον γὰρ εἶχεν, ὁ μὲν κριτής Μωϋσέως, οἱ δὲ ἱερεῖς οἱ Λευίται τῶν ο πρεσβυτέρων, ἐφ' οὓς τὰ βαρύτερα τῶν κριμάτων ἀνέφερον. Σύμ φωνον δὲ τῷ παρόντι τὸ, «Επερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεί σοι, τοὺς πρεσβυτέρους σου, καὶ εβοῦσί σοι.»
col. 915–916page 12 of 49
PG 87:915Κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν ἦν ἐὰν είπωσί σοι ποιήσεις. Πᾶς γὰρ κρίνειν τὸν λαὸν ἐγκεχειρισμένος, τάξιν ἔχει τοῦ πάντων νομοθέτου τε καὶ κριτοῦ. Διόπερ ἡ τῆς ἀπειθείας ὕβρις εἰς Θεὸν ἀναφέρεται. Αλλ' οὐδὲ ἀργύριον, ἢ χρυσίον πληθύνει ἑαυτῷ σφόδρα, μετρίως δε, δηλονότι διὰ τὰς ἀπαραιτήτους δαπάνας. Τὸ δὲ παρὰ τοῦτο, πλεονεξία, ἐξ ἀδίκων πόρων, ἢ ἀπανθρώπου γνώμης, μὴ διορ θουμένης τοῖς ἐν χρείᾳ τὴν ἔνδειαν, μηδὲ τιθεμένης ἐπὶ Θεὸν τὴν ἐλπίδα, κατὰ τὸ, «Ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ' ἐπήλπισεν ἐπὶ πλήθει τοῦ πλούτου αὐτοῦ. Γράψει ἑαυτῷ τὸ Δευτερονόμιον. Τοῦτο οὐδενὶ ἄλλῳ μεμαρτύρηκεν ἡ Γραφή, πλὴν Ἰωσίᾳ τῷ βασιλεῖ, [μόλις εὑρεθέντος ἐν οἴκῳ Θεοῦ τοῦ βι βλίου· καὶ ἀναγνούς διέρρηξε τὴν ἐσθῆτα δι᾽ ἃ παρ ηνόμησαν, καὶ ἀνέγνω τὸ βιβλίον ἐν τοῖς ὠσὶ παντὸς τοῦ λαοῦ.] Μελετήσει. Ο τῆς Αὐγ. κώδ. Όπερ. 1) αὐτ.
col. 917–918page 13 of 49
PG 87:917Οτι δὲ οὐδὲ ἄλλον τινὰ δηλοῖ τῶν προφητών, ἔῆλον ἐκ τοῦ πολλούς γεγονέναι προφήτας, ὡς περὶ ἑνὸς δὲ κατ' εξαίρετον λέγεσθαι. Ὃν δὴ καὶ κατ' απο τὸν γενήσεσθαί φησι Μωϋσῆς. Ον περ καὶ προσο δοκῶντες Ἰουδαῖοι μετὰ τοσούτους γεγονότας προ μήτας ἠρώτων τὸν Ἰωάννην, «Σὺ εἶ ὁ προφήτης;» “Ο δέ φησιν, Οὐκ εἰμὶ, καίτοι προφήτης ὤν. Πῶς οὖν κατὰ τὸν Μωϋσέα Χριστὸς, καὶ μείζων ἐκείνου; Ο μὲν γὰρ ἠλευθέρωσεν ἐξ Αἰγυπτίων λαὸν ἕνα Χρι στὸς δὲ τῆς τοῦ διαβόλου δυναστείας πᾶσαν τὴν γῆν. ὑποχειρίους πάντας ἔχων ἀνθρώπους, νεανιευόμενος ἔλεγε: «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου ὡς νοσσιάν, καὶ ὡς καταλελειμμένα ὁρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεται με, ἢ ἀντείπει α Αὖθις ὁ μὲν τὸν λαὸν διὸ θαλάσσης διεβίβασεν Ερυ Ορᾶς καταποντίσας τους Αἰγυπτίους· ὁ δὲ τὰ ἔθνη πάντα διὰ βαπτίσματος, καταποντίσας μετὰ τοῦ δια βόλου τοὺς δαίμονας· ὅπερ ἔτι δηλοῖ καὶ ἡ διὰ τοῦ Ἰορδάνου διάβασις, σώσασα μὲν εὐσεβεῖς, ἀσεβεῖς δὲ διώκοντας φθείρασα. Ὁ μὲν μάννα δέδωκεν αἰσθη τόν· ὁ δὲ Χριστὸς ἑαυτὸν, ἄρτον ἐξ οὐρανοῦ κατα βάντα. Μεσίτης ἦν ὁ Μωϋσῆς Ἰσραὴλ καὶ Θεοῦ ἐθνῶν δὲ πάντων καὶ τοῦ Πατρὸς ὁ Χριστός. Νομο θέτης ἐκεῖνος ὑπηρετούμενος τῷ Θεῷ· ὁ δὲ κατ' αὐτ θεντίαν ὡς Θεὸς εἰκότως νομοθετεί, λέγων·. Ἠκού σατε ὅτι ἐξέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, μηδὲ ὀργίζεσθαι εἰκῆ,» καὶ τὰ ἑξῆς. Εφ᾽ οἷς ἐπιλέγεται, ὅτι ἐξεπλήττοντο πάντες ἐπὶ τῇ διδαχῇ αὐτοῦ. "Ην γὰρ διδάσκων αὐτούς, ὡς ἐξουσίαν ἔχων· οὗ τὴν νομοθεσίαν οἱ ἐθνικοὶ παρεδέξαντο. Δι προλέγει Δαβίδ, «Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτούς. Γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν.» "Οπερ ὁ Μωϋσῆς οὐκ ἠγνόηκεν, ὡς Θεὸς καὶ νομοθέτης ἐστὶν ὁ Χριστός. Καίτοι γὰρ περὶ τῶν ἰδίων νόμων εἰπὼν, οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν, ἐννοήσας τὴν τῶν Δεσποτικῶν ἀξιωμάτων υπεροχὴν παρεγγυά, λέγων, «Αὐτοῦ ἀκούσεσθε κατά πάντα ὅσα ἐὰν λαλήσῃ πρὸς ὑμᾶς, ὦ τουτέστι κἂν τὸν δι᾿ ἐμοῦ νόμον ἐθέλῃ μεταποιεῖν. Ἵνα δὲ μὴ μόν νον Μωϋσέως ὁ λόγος ὑπάρχῃ, βεβαιοί τοῦτον ὁ Πα τὴρ, λέγων, ο Ορθῶς πάντα ὅσα ἐλάλησας, προφή τὴν ἀναστήσω αὐτοῖς ὥσπερ σε, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ.» 'Αλλ' ἐρεῖ τις, ὡς καὶ τοῖς ἄλλοις προφήταις ῥῆμα παρέσχεν αὐτός. Αλλ' ἐκεῖνοι μὲν δουλοπρεπῆ τὴν διακονίαν ποιούμενοι, Τάδε λέγει Κύριος, ἔλεγον· ὁ δὲ, ὡς ἂν φύσει Θεός, τῷ μὲν λεπρῷ φησι, «Θέλω, καθαρίσθητι·, τῷ δὲ νεανίσκω νεκρῷ, «Σοὶ λέγω, ἐγέρθητι, καὶ Λαζά ρῳ, «Δεῦρο ἔξω.» Ως δὲ δημιουργὸς ἐπετίμα θα λάσσῃ καὶ πνεύμασι, ο Σιώπα, λέγων, πεφίμωσο. Η Ορᾷς πῆ μὲν οὐσιῶδες ῥῆμα, πῆ δὲ κατ' ἔλλαμψιν μερικήν. Διό φησιν ὁ Παῦλος, ο Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως τοῦ Πατρός.. Ἐπήνεγκε δὲ καὶ τῆς ἐνσάρκου παρουσίας τὴν αἰτίαν ὁ Μωϋ Χ,
col. 919–920page 14 of 49
PG 87:919τὴν ἐν Σινᾷ τοῦ Θεοῦ διὰ πυρὸς ἐπιφάνειαν, λέγοντας Μωϋσεῖ, «Λάλει πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, μή ποτε ἀποθάνωμεν.» Διὸ τῆς εὐλα βείας Θεὸς αὐτοὺς ἀποδεξάμενος, ο Προφήτην, φη σὶν, αὐτοῖς ἀναστήσω. ο ὡς γὰρ ἀσθενεστέροις τῆς κρείττονος θεωρίας τὴν ἀνθρωπίνην αὐτοῖς ἐπιφάνειαν ἐπηγγείλατο. Ἀλλ᾿ ἐπεὶ τοῖς ἐκ περιτομῆς ὁ προφήτης ἀναστήσεσθαι προθεσπίζεται, εἰκότως φη σὶν ὁ Σωτήρ, ο Οὐκ ἦλθον εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οίκου Ισραήλ. ο Διὸ καὶ τοῖς ἀποστόλοις παρήγγελλεν·. Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτών μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλ. λον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οίκου Ισραήλ δηλῶν, ὡς αὐτοῖς προηγουμένως κατὰ τὴν προφητείαν ἀπέσταλτο. Τοιγαροῦν μὴ δεξαμένων ἀπελέγχει μὲν αὐτοὺς ἐν ἑτέροις. λέγων, ο Διότι ἦλθον, καὶ οὐκ ἄνθρωπος, ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων,» καί φησι πρὸς αὐτοὺς, «Αρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασι λεία τοῦ Θεοῦ, καὶ δοθήσετα: ἔθνει ποιοῦντι τους καρποὺς αὐτῆς,» - «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» . τῆς αὐτοὺς δείξας τοὺς ἐξ Ισραήλ παραιτησαμένους Καὶ ὃς ἐὰν λαλήσῃ ἐπ' ὀνόματι θεῶν ἑτέρων, ἀποθανεῖται ὁ προφήτης ἐκεῖνος. Διόπερ ὁ Κύριος πανταχοῦ τῷ Πατρὶ τοὺς οἰκείους ἀνατίθησι λόγους, Απ' ἐμαυτοῦ, λέγων, λαλῶ οὐδέν· ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός μου ᾿Αλλὰ ταῦτα μὲν ἐπὶ τῶν ὁρωμένων, ἐπὶ δὲ τῶν λανθανόντων μάρτυ; Θεὸς καὶ τὸ συνειδός, δύω ταῦτα καὶ τρεῖς δὲ μάρτυρες ἡ ἁγία Τριάς. "Ης ὁρώσης καὶ ἀκουούσης, ὁ ᾿Αβελ καὶ ἀποθανών, ἔτι λαλεῖ. Μάρτυς γὰρ πιστὸς ὁ Θεὸς, λέγων, Μὴ ἀπ' ἐμοῦ κρυβήσει ταί τι; ν ο Πάντα γάρ γυμνὰ καὶ τετραχηλισμένα 57. ἐνώπιον τοῦ Θεοῦ, ο τῶν λογισμῶν κατηγορούντων, σε δότη. κιν. ΑΛΙ, ΝΟΤΑ. Μέρος τοῦ προλαβόντος, ἐν ᾧ ὡς ἔτυχε παρέρριπται, οὐδεμίαν σχεδὸν τοῖς προλαβοῦσιν ἔχουν συνάφειαν.
col. 921–922page 15 of 49
PG 87:921ἢ καὶ ἀπολογουμένων, καὶ οὐκ ἔστι προσωποληψία παρὰ τῷ Θεῷ, ο Οὐδὲ τέρπεται ἐπ' ἀπωλεία ζών Μάρτυς δὲ πιστὸς οὐ ψεύδεται, ὡς ἡ Σοφία φησίν, οἱ δὲ ψευδεῖς ἀπολοῦνται, ο κατὰ τοὺς ἀδίκους ἐπὶ Σουτάνῃ δικαστάς τε καὶ μάρτυρας. • Μάρτυς γάρ ψευδῆς οὐκ ἀτιμώρητος ἔστσι, ο κατὰ τὴν Παρο μίαν, ο Λάκκον γὰρ ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον ἂν εἰργάσατο.» Τὲν τῆς νομοθεσίας σκοπὸν καὶ Ἱερεμίας ἐδήλωσε λέγων, ο Αγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεό. τητι, ὅτι ἦρεν ἐφ' ἑαυτῷ. Δώσει ἐν χώματι στόμα αὐτοῦ. Εἰ ἄρα ἐστὶν ἐλπὶς, δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασθήσεται ὀνειδισμοῦ· ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται Κύριος.» Τοιοῦτον καὶ τὸς ὁ ᾿Αγα πήσεις τὸν πλησίον του, και μισήσεις τὸν ἐχθρόν σου. Ο γὰρ καταργήσας τὰ τοῦ νηπίου Δαβίδ, καὶ εἴ τις τούτῳ παραπλήσιος ἦν, ἐχθρὸν ἔχων τὸν Σαούλ, οὐκ ἐμίσει αὐτόν. Διὸ καὶ εὐαγγελικῶς ἄγαν φησὶν, «Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός.»
col. 923–924page 16 of 49
PG 87:923Οὐχὶ ἐξολοθρεύσεις τὰ δένδρα αὐτῆς, ὡς ἂν μὴ ἄχρηστος γένηται κεκρατηκόσιν ἡ γῆ. Οὐδὲ γὰρ τὸ δένδρον πολέμιόν φησιν, ὡς ἀντιστῆναι πολιορκοῦσι τὴν πόλιν.
col. 925–926page 17 of 49
PG 87:925Οτε ἀποδώσει δηλονότι ἑκάστῳ κατὰ τὰ ἔργα αὐ τοῦ, οὐχ ὑπερέψεται τὸν πρωτότοκον υἱὸν τῆς μισουμένης, ἀλλ' ἐπιγνώσεται δοῦναι αὐτῷ διπλᾶ· ὅτι τε πρὸ τῆς χάριτος γεγόνασι, καὶ πολιτείαν εὐαγγελικὴν ἐπεδείξαντο, καὶ διὰ πίστεως ἐμαρτυρήθησαν. Ὥστε καὶ εἰς κόλπους αὐτῶν, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τοὺς σωζομένους ἅπαντας ἀνα 1 παύεσθαι, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Φησὶ δὲ καὶ Παῦλος, «Ελαβε δὲ ᾽Αβραὰμ περιτομήν σφρα γίδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν ἀκροβυστία, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι' ἀκροβυστίας· εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δι καιοσύνην· καὶ πατέρα περιτομῆς, οὐ τοῖς ἐκ περι τομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστία πίστεως τοῦ πατρὸς ἡμῶν ᾿Αβραάμ., Ορᾷς ὡς διπλοῦν παρὰ τοῦ πατρὸς ἔσχε τὸν κλῆρον, καίπερ ὧν τῆς μισουμένης, πατήρ χρηματίζων ἐθνῶν καὶ τῶν ἐκ περιτομῆς. Ὡς εἰς κόλπους αὐτῶν ἅπαντας ἀναπ. Ὁ τῆς Λ γ. κώδ.
col. 927–928page 18 of 49
PG 87:927α "Οτι κεκατηραμένος ὑπὸ Θεοῦ πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Ακύλας καὶ Θεοδοτίων ἐξέδωκαν, κατάρα Θεοῦ κρεμάμενος. Ὁ δὲ θεῖος ᾿Απόστολος, οὔτε ὑπὸ Θεοῦ, οὔτε Θεοῦ φησι, μνησθεὶς τοῦ ῥητοῦ πρὸς Γα λάτας οὓς ἀνοήτους καλεῖ. Καὶ ἴσως διὰ τοῦτο παρέλειπεν, ὡς οὖσαν ὑπὲρ αὐτοὺς τὴν προσθήκην. Η τάχα τις, ὡς βλάσφημον, ἐκ τῶν ἀρχαιοτέρων ἐξεῖλε βιβλίων. ὕστερον πρότερον Πρῶθ᾽ ὕστερόν ἐστι τὸ, ο Καὶ ἀποθάνῃ, καὶ κρεμάσητε αὐτὸν ἐπὶ ξύλου.» Οὐ γὰρ μετὰ τελευτήν τις σταυροῦται, διὰ δὲ τοῦ σταυροῦ τελευτᾷ. ᾿Αλλὰ πῶς κατάρατον τὸν διὰ σταυροῦ μόνον ἐκά λεσε θάνατον, κἂν ἐκ παροράματος γένηται δικα στῶν; ἐφ᾽ ὁμοίοις ἢ καὶ χείροσιν ἁμαρτήμασιν ἄλο λων επαγομένων ἐσθ' ὅτε τιμωριῶν δικαίως. Πῶς δὲ οὐ δόξει τὸ τῆς αἰτίας ἀλλόκοτον, τὸ διὰ τοῦτο κα ελεῖν αὐτὸν τοῦ σταυροῦ καὶ θάψαι, ἐπειδὴ κατάρατος ἐστιν ὑπὸ Θεοῦ; ὡς δέον ἐπιμένειν, εἰ μὴ κατά ρατος ἦν· καίτοι τοὐναντίον ἐχρῆν. Πῶς δὲ οὐδεμιᾶς ἁμαρτίας ἢ ἀσεβείας σταυρὸν εἰπὼν δεῖν εἶναι τὴν δίκην, νῦν τοῦτο παρέῤῥιψεν; Οὐκοῦν πανταχόθεν συνάγεται τὸ διὰ τὸν Χριστὸν μόνον εἰρῆσθαι τὸν λή γον. Οστις ήμελλεν ὑπὲρ ἡμῶν κατάρα γενέσθαι. Καὶ ἐπεὶ Θεὸς ἦν, εἰκότως εἴρηται, κατάρα Θεοῦ. Θεὸς γὰρ ὑπάρχων, ἔσχεν ὑπὲρ ἡμῶν τὴν κατάραν. "Οτι γὰρ οὐχ ἑτέρως κατάρα σταυρὸς ὀνομάζεται, δηλοῖ τὸ περὶ Πέτρου ειρημένον·. Τοῦτο δὲ εἶπε ση μαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Εἰ γὰρ φύσει κατάρα, διατί δοξάσει τὸν Θεὸν, ἔφη, καὶ μὴ ἁπλῶς, τελευτήσει; οὐ γὰρ δόξα Θεοῦ τὸ φύσει δεινὸν ὄν, τ καὶ κατάρα Θεοῦ. Ἐν κεφ. 5, ἐπ. 15.
col. 929–930page 19 of 49
PG 87:929Καὶ ποιήσεις στεφάνην τῷ δώματί σου. τριγχὸν δεῖ γενέσθαι, φησίν, ὑπερανεστηκότα τοῦ κατα στρώματος· ὡς αὐλῆς τύπον ἔχειν τὸ δῶμα, βραχυτέροις τοίχοις περιφραττόμενον. Δεῖ δὲ καὶ τὰς εἰς ὕψος ἀγούσας ἀρετὰς ταπεινοφροσύνῃ τειχίζεσθαι. Ψυχῆς γὰρ πτῶσις ἀλαζονεία. Οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου διάφορον, ἵνα μὴ ἁγιασθῇ τὸ γέννημα. Ωσπερ ἀνάθημα λέ γεται πᾶν ἀνατιθέμενον τῷ Θεῷ· λέγεται δὲ καὶ ἐπὶ τοῦ φευκτοῦ καὶ κεκατηραμένου, διὰ τὸ κατάρατον εἶναι τὸν ἀναθημάτων ἁπτόμενον· καὶ ὅτι τὸ μὲν ὡς ἅγιον ἀφορίζεται, μὴ ἀπτομένου τινός· τὸ δὲ, ὡς ἐναγές· οὕτω τὸ ἅγιον κατὰ διττόν λέγεται τρόπον. Καὶ τὸ μὲν ἐπὶ καλοῦ, περιττὸν ἀποδεικνύναι· ὅτι δὲ κἂν ἀσεβεῖς ὡσί τινες, ἀφορισθῶσι δὲ πρός τινα διακονίαν, ἅγιοι λέγονται, δηλοῖ Σοφονίας, λέγων Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ. Διότι ἐγγὺς ἡ ἡμέρα τοῦ Κυρίου, ὅτι ἡτοίμασε Κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίακε τοὺς κλητούς αὐτοῦ, τοὺς Βα βυλωνίους οὕτω καλῶν. Καὶ Μιχαίας δέ φησιν «Ηγίασεν ἐπ' αὐτὸν πόλεμον. Καὶ τὸ, «Ἐγὼ δὲ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς. Ηγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτούς. Γίγαντες ἔρχονται πληρῶσαι τὴν θυμόν μου, ο περὶ τῶν μετὰ Κύρου κατὰ Βαβυ λῶνος στρατευομένων.
col. 931–932page 20 of 49
PG 87:931ἑτερογενές. Οὐκ ἐνδύσῃ κίβδηλον, ἔρια καὶ λίνον ἐπὶ τὸ αὐτό. Ακύλας τὸ κίβδηλον παρέδωκεν, ἀντικεί. μενον· ὁ δὲ Σύμμαχος, ἑτερογενές. Στρεπτὰ ποιήσεις ἑαυτῷ ἐπὶ τῶν δ' κρασπέδων, πρὸς διηνεκή μνήμην τοῦ νόμου, πῆ μὲν, Αφάψεις αὐτά, φησίν, ἐπὶ τῶν χειρῶν σου. Πῆ δὲ, «Καὶ ποιήσεις σεαυτῷ κράσπεδα ἐπὶ τῶν πτερυγίων ἐξ ὑακίνθου κεκλωσμένης, ὡς ἂν ἡ θέα τὴν μνήμην ἐργάζοιτο.
col. 933–934page 21 of 49
PG 87:933ο Τὸν τῆς περὶ γαστέρα πρὸς αὐτάρκειαν χρείας ἀνορυκτικὸν πάσσαλον δεῖν τῆς ζώνης ἠρτῆσθαί φησι, δι' οὗ γινώσκομεν, ὡς πάσης ἡδονῆς βρω μάτων πέρας ἐστὶν ὁ λαιμός. Τα τυχόντα γὰρ πλη ροῦντα τὴν χρείαν πάσης ἀκαίρου ἐπιθυμίας ἐπικάμπτει ἀσχημοσύνην. Πανταχόθεν δὲ δῆλον, ὡς φυσικῶν περιττωμάτων οὐκ ἂν ἐκέλησε τῷ Θεῷ. Τόποι τοῦ Ἰσραὴλ γνῶσις εὐσεβείας, καὶ ἀρετῶν ἐπιτήδευσις. Οἱ δὲ λοιποί, Ἐν μιᾷ τῶν πυλῶν σου, ἐξέδωκαν, οἰκειότερον. Οἱ γὰρ νεωστὶ προσερχόμενοι οὐκ ἐν τόποις οἰκεῖν, ἀλλ᾽ ἐν πύλαις κυρίως λεχθή σῦνται. Τὸ δὲ, Οὐ θλίψεις αὐτὸν, πρὸς τὸ μὴ ἐπι θεῖναι φορτίον ὑπὲρ αὐτόν· οἷον περιτέμνων μὴ βουλόμενον, ἀναγκάζων τοῦ νόμου τηρεῖν τὰ λοιπά. Εδοξε γάρ, φασὶν οἱ ἀπόστολοι, τῷ ἁγίῳ Πνεύ ματι καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι βάρος ὑμῖν, ἀπέχεσθαι δὲ μόνον εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας.» Οὐκ ἔσται τελεσφόρος ἀπὸ θυγατέρων Ἰσραὴλ, καὶ οὐκ ἔσται τελισκόμενος ἀπὸ υἱῶν Ἰσραήλ. Σημαίνει γὰρ εἶναι πορνοβοσκούς, φόρους ὥσπερ ἀπὸ τοιούτων μισθωμάτων συλλέγοντας. Διό καὶ προανείλε τούτου τὴν πρόφασιν, τὴν πορνείαν ἀπο κηρύξας ἐξ Ισραήλ. Καὶ τὸ, κυνὸς δὲ ἄλλαγμα, τὴν ἀνέδην πορνείαν δηλοί. Τελεσφόρον γὰρ οὐ συγχωρεί νοεῖν τὸν τελοῦντα δαίμοσιν, ὥσπερ οὐδὲ τὸν τελισκόμενον, τῶν ἑκατέρωθεν παρακειμένων ἀπαγορεύσεων τὸ ἀνοίκειον. Τί γάρ. οὐδὲ τὸ ἐπὶ μὲν θυγατέρων εἰπεῖν τελεσφόρον, ἐπὶ δὲ μειρακίων τὸ, τελισκόμενον. Ἀλλ᾿ οὗτος μὲν ὁ λόγος καὶ τὸ περὶ πορνείας νοηθὲν ἀνοίκειον δείκνυσι. Τί γὰρ ἐκώλυε
col. 935–936page 22 of 49
PG 87:935Μήποτε οὖν οὐκ ἄτοπον τῇ πορνεία τὸν περὶ τε λούντων καὶ τελουμένων προσεἐ ίφθαι λόγον; ἐκ. πορνεύουσι γὰρ ἐκ Θεοῦ. Καὶ τοὺς ἐθνικούς ή Γρα φὴ κύνας φησίν· ὥσπερ τό, «Οὐ καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις.» Την γὰρ Συροφοίνισσαν ἐθνικὴν οὖσαν οὕτως ἐκάλεσεν. Οὐδὲν οὖν ἐκκλησιαστικὸν εἰς ἐθνικὸν ἀλλακτέον δόγμα. Επὶ θηλειῶν δὲ τὸ τελεσφόρον φησίν. Ὡς τὰ πολλὰ γὰρ γύναια ταῖς τοιαύταις μαγγανείαις προσ έκειτο. καὶ ἐπὶ ἀῤῥένων εταιρούντων τὸ τελεσφόρον εἰπεῖν; Καὶ γράψει αὐτῇ βιβλίον ἀποστασίου. Ἐπὶ πάσῃ αἰτίᾳ ἀπολύεσθαι τὴν γυναῖκα κελεύει, τῶν Ἰουδαίων τὸ μανικὸν ἐπιστάμενος, και προορῶν μὴ ἀποκτείνας αὐτὴν προσαπόληται. Άλλως γὰρ οὐ βούλεται τοῦτο Θεὸς ὁ ἐξ ἀρχῆς ἄρρεν καὶ θῆλυ ποιήσας αὐτοὺς, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· καὶ τὸ παρ' Ἱερεμίᾳ δὲ κατὰ τὸν νόμον ἐστὶ, τώ, εΕάν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθη ἀπ' αὐτοῦ, καὶ γένηται ἀνδρὶ ἑτέρω, μὴ ἀνακάμπτουσα ἀνακάμψῃ πρὸς αὐτὸν ἔτι,» καὶ τὰ ἑξῆς. Ἐὰν δέ τις λάβῃ γυναῖκα προσφάτως, οὐκ ἐξελεύσεται εἰς τὸν πόλεμον. Προορᾶται μὴ καὶ πέσῃ μαχόμενος, μηδὲ σπέρμα καταλιπών· ἐλεεῖ δὲ καὶ τὴν ἅμα νύμφην καὶ χήραν. Οὕτως ὁ κατορθοῦν ἀρξάμενος ἀρετὴν, οὔπω πρὸς τὴν ὑπὲρ αὐτῆς μά χην ἐστὶν ἱκανός· οὔπω κατ᾿ ἄκρατον σοφίαν τὰ ψευδή διελέγξαι δυνάμενος δίγματα, οὔτε τῷ μὴ λίαν εἶναι πρᾶος ἀνθιστάμενος πρὸς ὀργὴν, κἀπὶ τῶν ἄλλων ὁμοίως. Μύλον μὲν ἔοικε τὴν Παλαιὰν Διαθήκην καλεῖν, ἐπιμύλιον δὲ τὴν Νέον. Ἐξ ὧν ἀμφοτέρων τὸν ἀλη θινὸν κόκκον τοῦ σίτου πρὸς ἀρτοποιίαν ἀλήθευσιν σε
col. 937–938page 23 of 49
PG 87:937οἱ πιστοί. Οὐ γὰρ ἀλέσει χωρὶς θατέρου τὸ ἕτερον. Οὔτ᾽ οὖν Ἰουδαῖοι τὴν παλαιὰν μόνον δεχόμενοι, οὔτε παῖδες αἱρετικῶν μόνην τὴν νέαν ἀλήθουσιν, ἵνα γεύσωνται τοῦ ἐπουρανίου ἄρτου. Διόπερ ὁ Κύ ριος ἐν τοῖς περὶ συντελείας λόγοις περὶ τῶν καλῶς ἡ κακῶς ἀληθουσῶν φησιν· «Εσονται δύο ἀλήθουσαι ἐν τῷ μύλωνι, μία παραλαμβάνεται, καὶ μία ἀφίε ται.» Ουδετέραν οὖν ἐνεχυραστέον, οὐδὲ ἐκποιητέον. Ψυχὴν γὰρ ἄμφω τρέφουσι βρώμασι νοητοῖς. Μνήσθητι ὅσα ἐποίησε Κύριος ὁ Θεός σου τῇ Μαριάμ. Εἰ γὰρ ἐκείνη καταλαλήσασά μου ἐν ὄψεσιπάντων ἐστηλιτεύθη τῷ πάθει, καὶ τῆς παρεμβολῆς Έξω γεγένηται, πόσῳ μᾶλλον ὑμεῖς ὀλιγωροῦντες τοῦ νομοθέτου καὶ μετὰ τὸ παράδειγμα; *Οτι πένης ἐστὶ, καὶ ἐπ' αὐτῷ ἔχει τὴν ἐλπίδα. Φιλάνθρωπον μὲν καὶ τοῦτο· ἡ δὲ νέα, τελειότερον Πωλήσατε τὰ ὑπάρχοντα, φησί, καὶ δότε ἐλεημοσύνην. ο - • Καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἔσται.» “Ο δὴ πολλοὶ ποιήσαντες παρὰ τοὺς πόδας τῶν ἀπο στόλων ἐτίθεντο τὰς τιμὰς, καὶ διεδίδοτο ἑκάστῳ, καθ' ὅ τις χρείαν εἶχεν. Καὶ ἀριθμῷ τεσσαράκοντα μαστιγώσουσιν αὐτόν. Καὶ ἐν Ἰεζεκιήλ φησι·. Μετά μ' ἔτη συνάξω Αἰ γυπτίους ἀπὸ τῶν ἐθνῶν οὗ διεσκορπίσθησαν ἐκεῖ.» Ο μὲν γὰρ εἰς τὸν Θεὸν τῆς ἑβδομάδος ἁμαρτήσας λαὸς, καὶ εἰς τὸ τοῦ Σαββάτου μυστήριον, τῷ ἑπτὰ τῶν δεκάδων ἀριθμῷ κολάζεται· ὁ δὲ Αἰγύπτιος καὶ κοσμικός μηδὲν πλέον σωμάτων καὶ τῶν στοιχείων ἐπιστάμενος· ἅπερ ἐστὶ τὸν ἀριθμὸν δ'· τέσσαρσι δεκάσιν ἐτῶν ἀπολαμβάνει τὰ ἁμαρτήματα. Καὶ ἐπεὶ ὁ μ' ἀριθμὸς Αἰγυπτίων ἐστὶ κόλασις, διὰ τοῦ το οἶμαι τὸν Ἰσραήλ, ἢ τὸν ἁμαρτόντα λαμβάνειν μ' παρὰ μίαν. Καὶ ἐπιφέρει γε ὁ νόμος· «Οὐ προσ θήσεις πληγὰς πλείους, ἵνα μὴ ἀσχημονῇ ὁ ἀδελ φός σου. ο Ασχημοσύνη γὰρ ἦν Ἰσραηλίτῃ κατοικοῦντα τὴν ἁγίαν γῆν ἀριθμῷ κολάζεσθαι Αίγυ πτίων. Ἐπλανᾶτο δὲ καὶ μ' ἔτη κατὰ τὴν ἔρημον ὁ λαός. Εχρήν γὰρ αὐτὸν ἐξελθόντα ἐκ τῆς Αἰγύπτου, τῷ μ' ἀριθμῷ ἀποθέσθαι τὸν ὀνειδισμὸν Αἰγύπτου. χχιν, 08.00 Δε!. 19,
col. 939–940page 24 of 49
PG 87:939Ἰησοῦν, «Καθίσας περίτεμε τοὺς υἱοὺς Ἰσραήλ. Καὶ μετὰ τὴν περιτομήν φησὶ πρὸς αὐτόν· «Νῦν ἀφεῖλον ἀφ᾽ ὑμῶν τὸν ὀνειδισμὸν Αἰγύπτου.» Καὶ πρὸς Ἀβραὰμ δὲ λέγεται περὶ τῶν ἐκγόνων, ὡς δουλώσουσιν αὐτοὺς, καὶ κακώσουσιν αὐτοὺς ν' ἔτη. ὓς ἐστιν ἀριθμὸς δ' ἑκατοντάδων, ἢ μ' δεκάδων. Καὶ πανταχοῦ τῆς Γραφῆς κακωτικὸς ἀριθμὸς ὁ τῶν μ'. μ' γοῦν ἐτῶν πεπληρωμένων, εἶπε Κύριος προς το το Αυνάν. Ἐν τῷ 38 κεφ. τῆς Γεν. Ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς εἰσελεύσεται πρὸς αὐτήν. Μήπω φανερωθείσης τῆς ἀναστάσεως, ἢ τῶν παίδων διαδοχή, καὶ διὰ ταύτης ἡ μνήμη, παραμυθία τοῖς πρὶν ἀνθρώποις ἐτύγχανεν, ἅμα δὲ καὶ τύπον ἐπεῖχε τῆς ἀναστάσεως. Ὃν ὁ παραδὰς Εὐνὰν καὶ τῇ Θάμαρ συγκαθεύδειν μὴ βουληθεὶς, εἰκότως ἀπόλλυται, τὸ σπέρμα χέας ἔνθα μὴ νόμος· ὁ δὲ Βοὸς τηρήσας, καὶ τὴν Ρούθ ἀγαγόμενος, τέρας εἴληφε τὸ πρόγονος εἶναι Χριστοῦ, γεννήσας Ἰεσσαὶ τοῦ Δαβὶδ τὸν πατέρα, τὴν μέλλουσαν ἐπαγγελίαν αναστάσει θνητῇ μιμησάμενος. Εδει γὰρ τὸν δωρησάμενον ἡμῖν τὴν ἀνάστασιν διὰ τῶν φυλαξάντων αὐτῆς τὸν τύπον κατὰ σάρκα και τάγεσθαι, καὶ παύσαντα τοὺς τύπους, αὐτὴν ἡμῖν χαρίσασθαι τὴν ἀλήθειαν. Τὸν μὴ βουλόμενον, ἐχρῆν εἰς τὴν πύλην ἀχθέντα, παρὰ τῆς γυναικὸς ἐμπτυσθέντα, τῶν ὑποδημάτων θάτερον ὑπολύεσθαι· ὡς χωλαίνοντα περί τε νόμον και στοργήν ἀδελφοῦ, καὶ τὴν ἐκείνου νέκρωσιν ἐκδε βηκότα της διανοίας. Ἐν τῇ πύλῃ φησίν· ἐνταῦθα γὰρ οἱ παλαιοὶ τὰς διατριβὰς ἐποιοῦντο, καὶ ξένους ἴσως πρὸς ὑποδοχήν θηρᾶσθαι βουλόμενοι, καθάπερ ὁ Λώτ, ὃς καὶ παν ρουσίας ἀγγέλων ἠξίωται. Ηρμοττε δὲ καὶ ἄλλως τῷ Ἰσραὴλ διὰ σκιῶν εἰσαγομένῳ πρὸς θεοσέβειαν, ἐν πύλαις, ἀλλ' οὐκ ἐν μέσῳ καθῆσθαι τῆς πόλεως. Καὶ ἐκτείνασα τὴν χεῖρα αὐτῆς ἐπιλάβηται τῶν διδύμων αὐτοῦ. 'Αξία γὰρ κολάσεως διὰ τὸ φονικόν τε καὶ ἀναιδές. ΝΟΤ.Ε.
col. 941–942page 25 of 49
PG 87:941Εξαλείψεις τὸ ὄνομα 'Αμαλήκ. Τοῦτο ποιῆσαι διὰ Σαμουὴλ ὁ Σαουλ προσετέτακτο, καὶ μὴ τελείως ποιήσας, τῆς βασιλείας ἐξέπεσε. Είδωλα, πᾶσα πεπλασμένη θεολογία. Αλλ' αἱ μὲν νοεραὶ πιθανότητες, καὶ ὀξυτέρους ἀπατῆσαι δυνά μεναι, λέγοιντο ἂν ἐκ χρυσοῦ ἢ ἀργύρου χωνεύματα τὰ δ᾽ ἀπιθάνως ἠλίθια δόγματα, γλυπτά. Πλὴν καὶ ταῦτα ἔργα χειρῶν τεχνίτου τροπικῶς λέγεται, τιθέ μενα ἐν ἀποκρύφῳ, ὡς ἐν μυστηρίῳ παραδιδόμενα.
col. 943–944page 26 of 49
PG 87:943τὸ χόλ, Επικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμένει σαι αὐτούς. Τό, ἐν πᾶσι, κείμενον παρὰ τοῖς Εβδο μήκοντα, κυροῦται ἀπὸ τοῦ Σαμαρειτικοῦ ἀντιγράφου. Ἐν ᾧ τὸ χόλ, ὅπερ ἐστί, πᾶσιν, ἢ πάντα, φερόμενον εὕρομεν. Οἷς συνάδει καὶ ὁ ᾿Απόστολος, λέγων. «Οσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατά ραν εἰσίν.» Οθεν εἰ ἐκ περιτομῆς ἐλέγχονται ὑπὸ κατάραν ὄντες, τὸ μὴ πάντα ποιεῖν. Αἱ ἀποθῆκαι σου, καὶ τὰ ἐγκαταλείμματά σου. Αποθήκας φησίν, οὐκ ἔνθα σὴς ἀφανίζει, οὐδ' ἂς κλέπται διορύττουσιν, ἀλλὰ τὰς ἀπαγούσας ἡμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἐγκαταλείμματα δὲ, τὰ μέλλοντα καὶ τὰ ἔσχατα. Οὕτω γὰρ ἐξέδωκαν οἱ λοιποὶ, ἐν τῷ, τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξο λοθρευθήσονται, ο ἐν λς' ψαλμῷ λεγόμενον. Οδῷ μιᾷ ἐξελεύσεται πρὸς σέ, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξεται ἀπὸ προσώπου σου. Τὴν κατὰ σου γινομένην αὐτῶν κακὴν συμφωνίαν, καὶ τὴν διαθήκεν σει Κύριος, καθά φησιν ὁ Δαβίδ· «Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.»
col. 945–946page 27 of 49
PG 87:945Ανοίξαι σοι Κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθὸν, τὸν οὐρανὸν, δοῦναι τὸν ὑετὸν τῇ γῇ σου. Καὶ τίς ἐστιν οὗτος ὁ ἀγαθὸς θησαυρός;] Η παρ' ᾧ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώ σεως ἀπόκρυφοι. Αὐτὸς γὰρ καὶ ταῖς νεφέλαις έντε λεῖται, ήγουν τοῖς προφήταις δοῦναι τὸν ὑετὸν τὸν οὐράνιον. • Αὐτὸς γὰρ δώσει χρηστότητα. Καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς. • Δανιεῖς πολλοῖς ἔθνεσι τὸ δεδοκιμασμένον ἀργύριον, σὺ δὲ οὐ δανιῇ. Οὐ γὰρ παρ' αὐτοῖς ἐπιστήμη καὶ σύνεσις. Καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν. Εἴρηται μὲν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, ἁρμόττει δὲ κυρίως τοῖς Χρι στοῦ μαθηταῖς· ὡς λέγειν αὐτοὺς, ο Διὰ τοῦτο ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.» Τοῦτο νῦν ἐξαιρέτως νοσούσι. • Περιδραμον ται γάρ, φησί, ζητοῦντες τὸν λόγον τοῦ Θεοῦ, καὶ οὐ μὴ εὕρωσιν.» Οὐ γὰρ λιμὸν ἄρτου αὐτοῖς ἀπειλεῖ, εἰ καὶ τοῦτο συνέβη ποτέ, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Ἀντὶ δὲ τοῦ, ἐκλιμίαν, ὁ Σύμμαχος, ἀχορτασίαν ἐξέδωκε. «Μελετῶτι γὰρ κενά, μηδενὸς ἀπολαύοντες τῶν λεγομένων.» Ἐπισκοπὴν ἐναντίον τῶν ἐχθρῶν σου, τουτέστι θραυόμενον καὶ προσκόπτοντα, ὡς ἐξέδωκαν οἱ λοι ποί.] ΚΟΤΑ. Αυτούς γὰρ κατέστησεν ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Οἱ καί φησιν. ὑπέταξε, κτ. Ο αὐτ. κώδ. Διαφερόντως. Ὁ τῆς Αὐγ. κώδ.
col. 947–948page 28 of 49
PG 87:947Καὶ παραδοξάσει Κύριος τὰς πληγάς σου. Η τὰς συνήθεις, τουτέστι πληγάς,] ἐπιτείνων, ἢ και νοτέρας ἐπινοῶν. Γἦν οὐ τὴν αἰσθητήν· [ἑτέρα γὰρ οὐχ ἱστόρηται γῆ, πλὴν Σοδόμων καὶ Γομόρρας τὰ τοῦ πυρὸς καὶ τῶν ἁλῶν ὑπομείνασα πάθη·] ἀλλὰ τὴν τροπικῶς λεγομένην γῆν· ἥτις καὶ πάλαι καρποφόρος ὑπάρ χουσα, μετεστράφη εἰς ἄλμην ἀπὸ κακίας τῶν ἐνοι κούντων ἐν αὐτῇ, [καὶ γέγονε κατακεκαυμένη, ἐπειδὴ ταῖς νεφέλαις ἐνετείλατο Κύριος τοῦ μὴ βρέχειν ὑετὸν ἐπ' αὐτήν. Καὶ διαπορεύεται τὸ ἀκάθαρτον πνεῦμα γῆν ὑπάρχουσαν ἄνυδρον καὶ ἔρημον Θεοῦ. Ητις οὐ σπαρήσεται οὐδὲ ἀνατελεῖ, κἂν σπαρῇ πάν χλωρὸν ἐν αὐτῇ,] τὸ νέον βλάστημα τῆς εὐαγγελικῆς πολιτείας, διὰ τὴν κακίαν αὐτῆς δηλονότι, τῶν πετ τεινῶν ἁρπαζόντων τὸν σπόρον. Εσται δὲ ὡς Σόδομα και Γόμορρα, μᾶλλον δὲ ἀνεκτότερον ἔσται ταύταις, ἢ τῇ γῇ ἐκείνῃ, ἣν ὁρῶντες ἐκ γῆς μακρόθεν, τουτέστιν οἱ ποτὲ μακρὰν ἐθνικοὶ τοῦ Θεοῦ, ἐροῦσι τοῖς εἰδωλολάτραις, ὁρῶσί τε καὶ πυνθανομένοις, ὅτι κατέλειπον τὴν διαθήκην Κυρίου.
col. 949–950page 29 of 49
PG 87:949κρυπτὰ Κυρίῳ Θεῷ Χριστὸς ἐλω θὼν εἰς ἀναπλήρωσιν τοῦ νόμου παρέδωκε, τὸ «Αγα πᾶν τοὺς ἐχθροὺς,» καὶ τὰ τοιαῦτα. Απερ ἦν τά λα: τοῖς Ἰσραηλίταις ἀπόῤῥητα. Δι' ἃ καὶ τὸ κάτ λυμμα τῷ προσώπῳ Μωϋσῆς ἐπετίθετο, ὡς καὶ Παῦλος ἐν τῇ δευτέρα πρὸς Κορινθίους φησί, Ινα ζῇς σύ. Ζωὴ γὰρ ἀΐδιος τὸ εἶναι καθαρούς τῇ καρδίᾳ, καὶ ἀγαπᾶν τὸν Θεὸν ἀδιστάκτως. "Οτε καὶ δίδωσι τὰς ἀρὰς ἐπὶ τοὺς ἐχθροὺς ἡμῶν, ἵνα ψάλ λωμεν· «Εξομολογήσομαί σοι, Κύριε, ὅτι ἐκ πάσης βλέψεως εῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου· καὶ, αὐτὸς ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, ο δηλαδὴ τοῖς νοητοῖς. Διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν, τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὺ προσώπου ὑμῶν. 'Αμέλει διὰ τοῦτο, παραβάν των αὐτῶν καὶ εἰδωλολατρευσάντων, ἐν τοῖς Κρι ταῖς εὐχαίρως ο συγγραφεύς ἐπιμέμνηται, λέ γων: η Καὶ χεὶρ Κυρίου εἰς κακὰ ἐπ᾿ αὐτοὺς, ο καὶ τὰ ἑξῆς. Τοῦτο οὖν ἐστι τὸ ξύλον τῆς ζωῆς ἡ ἀγάπη του Θεοῦ· ὥσπερ οὖν τὸ ξύλον τοῦ θανάτου ή παρακοή. Ἐν τοῖς Κριταῖς λέγεται· Καὶ χείρ, κτ. Ο τῆς Αὐγ. κώδ.
col. 951–952page 30 of 49
PG 87:951Γράψατε τὰ ῥήματα τῆς ᾠδῆς ταύτης. Τὸ δει κτικὸν ἐνταῦθα περὶ τοῦ μέλλοντος, ὡς ἐν Εὐαγ γελίῳ· • "Ος ἂν λύσῃ μίαν τῶν ἐντολῶν τούτων.» Εκκλησιάσατε πρός με τοὺς φυλάρχους ὑμῶν. Ενωτικὴ γὰρ ἡ Θεοῦ φωνὴ τῶν ὅσοι πειθόμενοι ταῖς αὐταῖς ἀρεταῖς καὶ δόγμασιν ὑποβάλλονται. Πρώτους δὲ καὶ κατ' ἐξαίρετον τοὺς προύχοντας ἀξιοῖ συλλεγῆναι. Προσεκτικούς αὐτοὺς τῶν λεγομένων ἀποτελῶν. Τοῖς γὰρ τούτων νεύμασιν ἐχρῆν ἀκολουθεῖν τὸ ὑπήκοον. Θεοῦ διὰ Μωϋσέως λαλοῦντος, καὶ τῶν πάντων ἐπικαλουμένου τὸν ποιητήν, τὴν κτίσιν ἐχρῆν εἰς ὑπήκοον ἄγεσθαι. Μή ποτε δὲ καὶ ὡς τῶν τοιούτων φωνῶν κατ᾽ Ἰουδαίων προφερομένων, οὐρανὸς εἰκό
col. 953–954page 31 of 49
PG 87:953τω: ἀνακαλεῖται καὶ γῆ, τὰ καθόλου τῆς οἰκουμένης ἔθνη δηλοῦντα, καὶ τῆς ἐν οὐρανοῖς διατριβής ἄξια; Τὸ ἠρεμαῖον καὶ μὴ κατασύρον τῶν ῥημάτων δηλῶν κατὰ βραχὺ δυνόντων, καὶ τὴν καρδίαν ἁπαλωτέραν πρὸς καρποφορίαν ἐργαζομένων, δρόσον ταῦτα και λεῖ. Οποία καὶ ἡ καταβαίνουσα κατὰ Δαβὶδ ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος. Καὶ αὐτοὶ τοίνυν ὡς δρόσον δεχόμενοι τους λόγους εὐλογηθήσονται. Η άγρωστις πόα τίς ἐστιν ἐπινεμομένη τῇ γῇ καὶ βαθείαις ρίζαις λεπταῖς τε καὶ πολλαῖς καὶ πυκναῖς, οἷόν τισι ζώναις τὴν γῆν περισφίγγουσα· ὡς ἀντα ἔχουσαν ταῖς ἐπομβρίαις, μὴ παρασύρεσθαι, πλέον ἀεὶ ῥιζουμένην. Οὕτως οὖν ἀξιοῖ τὸν λογικὸν ὄμβρον τῷ τῆς διανοίας παραπέμπεσθαι βάθει, μήποτε καὶ ξηρανθῶσι, μὴ δεχόμενοι, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθῶσιν ὑπὸ πυρός, κατὰ τὴν τοῦ Ἡσαΐου φω νήν. ἄγρωστις αγρώστιος, Εἰ γὰρ ἐμεγαλύνθη τὰ ἔργα αὐτοῦ, πόσῳ μᾶλλον αὐτὸς ὁ τούτων δημιουργός! Εκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. Καὶ Ησαΐας δέ φησιν, «Επάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα; Μέγεθος δὲ αὐτῷ οὐ σωματικὸν, κατὰ δὲ τὰς ἀπεί ρους τε ενεργείας καὶ δυνάμεις. Ἐπεὶ καὶ μικρὸς ἀνὴρ τῷ σώματι, μέγας κατὰ σοφίαν ἐπονομάζεται. τουτέστι Καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις σοφίας καὶ κρίσεως οἱ περὶ προνοίας γέμουσι λόγοι, κἂν τὸ τούτων ἡμῖν μὴ φαίνηται δίκαιον· δι' ὧν τὴν πᾶσαν ὥσπερ διαπορεύεται κτίσιν, βάθος πλού του καὶ σοφίας ἔχων, καὶ κρίματα, κατὰ τὸν Παῦ λον, ἀνεξερεύνητα. Ἐν τῷ δικαίῳ πιστὸς, μὴ τὴν ὀρθὴν κρίσιν ψευ δόμενος· καὶ ἀληθὴς ἐπαγγελλόμενος, οὐκ ἀδικῶν τὴν ὑπόσχεσιν. Τὸ δὲ πιστὸν διττὸν κατὰ τὴν θείαν Γραφὴν, ἢ τὸ ἀξιόπιστον, ὅπερ κυρίως ἐπὶ μόνου Θεοῦ· ὡς τό· Πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος οἷον καὶ τὸ παρὰ Πέτρῳ ο Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, πιστῷ κτίστη παρατιθέσθωσαν τὰς ἑαυτῶν ψυχάς. • Πιστὸς δὲ καὶ ὁ πιο στεύων, ὡς ᾽Αβραὰμ πιστὸς, ὅτι τῷ λαλοῦντι πεπί Χ, λι, 33.
col. 955–956page 32 of 49
PG 87:955στευκε, καθὸ καὶ ἡμεῖς πιστοὶ λεγόμεθα. Θεὸς δὲ ψευδώνυμος ἄπιστος καὶ τῷ εἶναι καὶ τῷ ἐπαγγέλλεσθαι. Περὶ ὧν εἴρηται, ο Πίστις οὐκ ἴσχυσεν ἐν αὐτ τοῖς, καὶ ὕδωρ ψευδές είσι.» Ημάρτησαν οὐκ αὐτῷ τέκνα μωμητά. Ακύλας ἐξέδωκε, Διέφθειραν αὐτῷ οὐχ υἱοὶ αὐτοῦ· Σύμ μαχος δὲ, Διέφθειραν πρὸς αὐτὸν οὐχ υἱοὶ αὐτοῦ τὰ σύνολογ. [β.] Τὸ δὲ μεῖζον ἐπήνεγκε τὸν ἐποίησε σε καὶ ἔκτισε σε. Ο καὶ τὴν αὐτοῦ δημιουργίαν δηλοί, καθ' ην πάλιν ἀξιοῖ καλεῖσθαι Πατήρ, ὁμοῦ καὶ διαστέλλει τοῦ φύσει Υἱοῦ τό· Εποίησέ σε καὶ ἔκτισε σε, προς θείς· ὡς ἂν κατὰ χάριν, ἀλλὰ μὴ φύσει νοεῖται Πα σήρ. Προϊὼν δὲ τὸ, ἐγέννησεν, εἰπὼν, οὐ τὸ Πατὴρ, ἀλλὰ τὸ, Θεός, προὔταξεν ὄνομα, λέγων· Θεὸν τὸν γεννήσαντά σε εγκατέλειπες. Η Ινα μή δηλώσῃ φυσικὴν ἡ γέννησις τήν υἱότητα. Καὶ Ἰωάννης δὲ, οὐ πρότερον τὸ ἐγεννήθησαν, φησί, πρὶν τὸ κατὰ χάριν προέταξεν, εἰπώγ· Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. ι Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ τοῦ Θεοῦ ἐγεννήθησαν.» Ὥστε μὴ σοφιζέσθωσαν αἱρετικοὶ πρὸς ἴσον ἄγοντες τῇ ποιήσει καὶ κτίσει τὴν γέννησιν, τὸν Υἱὸν τὸν φύ σει κτίσμα δοξάζοντες. Ποίησις δὲ κτίσις καὶ ἐπὶ μεταποιήσεως λέγεται χωρὶς τῆς ἐξ ἀρχῆς οὐσιώσεως, κατὰ τὰ ἐν Ψαλμοῖς· «Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. ο Καὶ πάλιν ο Καρδίαν καθαρών
col. 957–958page 33 of 49
PG 87:957κτίσον ἐν ἐμοὶ ὁ Θεός. Καὶ πάλιν ὁ Παῦλος πρὸς Εφεσίους φησί Τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμα σε καταργήσας, ἵνα τοὺς δύω κτίσῃ ἐν αὐτῷ εἰς ἕνα: « καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιο 6. σύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.» Καὶ Ἰσαὰκ δέ ".» φησι τῷ Ησοῦ· «Ἰδοὺ Κύριον αὐτὸν ἐποίησά σου.»: « Εὐχῆς δὲ ἄξιον τὸ μεταποιηθῆναι, καὶ κτῆμα χρη ματίσαι Θεοῦ, κατὰ τὸ παρ' Ησαΐα, ο Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς.» Οτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη. ° 'Η ἀρχὴ τοῦ μερισμοῦ τῶν ἐθνῶν ἐπὶ τῇ διασπορᾷ τῶν υἱῶν Αδάμ γενομένη κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ πρό φασιν ἐσχηκέναι δοκεῖ τὴν ἐπὶ τοῦ πύργου οἰκοδομὴν· ὅτι καὶ ὁ κατάλογος τῶν υἱῶν καὶ ἐγγόνων τοῦ Νῶς ἑβδομήκοντα ἦν τὸν ἀριθμόν. ᾿Αλλὰ καὶ οἱ υἱοὶ Ἰακὼς οἱ εἰσελθόντες εἰς Αἴγυπτον, ὡς γέγραπται ἐν τῷ Δευτερονομίῳ· «ἐν ἑβδομήκοντα ψυχαῖς κατέβησαν οι πατέρες ὑμῶν εἰς Αἴγυπτον.» Οὕτω δὲ καὶ οἱ λοιποὶ ἐκδεδώκασιν ἑρμηνευται, κατὰ ἀριθ μὸν υἱῶν Ἰσραήλ. ᾿Αλλὰ πῶς Ἰσραὴλ γέγονεν ἐκλογή; Από Αδάμ εἰς Νῶς τὸν ἀπ' αὐτοῦ δέκατον, ἐτῶν ὄντων ἀμφὶ τὰ βμβ' οὐδεὶς πρὸς πολύθεον πλάνην ἀποκλίνας ιστό ρηται· ἀλλ᾽ ἐφ' ἑτέροις ἀπώλοντο πλημμελήμασιν, ἐπενεχθέντος κατακλυσμοῦ. Τῶν δὲ ἀπὸ τοῦ Νε πανταχοῦ σκεδασθέντων εἰς τὰ πρὸς τῷ μέρη, ἐννακοσίων τεσσαρακονταδύω παρωχηκότων ενιαυτῶν, πρῶτος τῆς Ασσυρίων βεβασίλευκε γῆς Αρβηλος, ἀνὴρ ἀλαζών, καὶ Θεοῦ πρῶτος ὄνομα παρὰ τῶν ὑπὸ χειρα λαβών. ᾧ καὶ προσκυνοῦντες, θυσίας προστ έφερον. Ἐξ οὗ Νίνος οὗ Νινύας. Ο Νινευή πόλις επωνόμασται. "Ην ἀρραγεί περιβόλῳ τετείχικε Σεμίν ραμις ή τούτου γυνή. Ἐπὶ δὲ Νίνου γέγονεν Αβραάμ, ἀνὴρ ἀγαθὸς, καὶ τῶν ᾿Ασσυρίων τὴν κοινὴν ἀσέ βειαν βδελυττόμενος. Ὅθεν ἐκ μέσου τούτων ἡρπάζετο, Θεοῦ πρὸς ἑαυτὸν ὁδηγήσαντος, καὶ ἐκλεξαμένου τοὺς ἐξ αὐτοῦ μετ' αὐτόν. οι σε ΝΟΤΑ. Οικοδομῇ τῶν διαλέκτων σύγχυσιν· ὅτι καὶ οὐ μακρὰν ὁ κατάλογος ἀναγέγραπται τῶν υἱῶν καὶ ἐγὼ γόνων τοῦ Νῶς, περιέχων τους λόγους τῶν ἐθνῶν δν τῶν τὸν ἀριθμὸν ἑβδομήκοντα. ᾿Αλλὰ καὶ οἱ υἱοὶ Ἰακὼς καὶ οἱ υἱοὶ υἱῶν συνάγονται εἰς τὸν ἑβδομήκοντα ἀριθμὸν, οἱ καταβαίνοντες εἰς Αἴγυπτον, καθα ἐν Δευτερονομίῳ γέγραπται· ἐν ἑβδομ. κτ. ἐν σελ. 867. τοῦ 5 τόμ. τῆς εἰς τοὺς Ψαλ. σειρ. καὶ παρά Προκοπ. ἐν τῷ τῆς Αὐγ. κώδ.
col. 959–960page 34 of 49
PG 87:959που Τί οὖν τὸ, κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ· Τὰς νοι ρὰς δυνάμεις ὑπερασπίζειν ἐκέλευσε τῶν ἐθνῶν δ Θεὸς, καὶ εἰς λατρείαν ὁδηγῆσαι τὴν ἑαυτοῦ, καὶ ταύταις ὠφέλειαν προξενών την μεγίστην οδηγούσαις εἰς σωτηρίαν. Καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ. Μερὶς γίνεται τις Θεοῦ, τῆς ἐκλογῆς αὐτὸν ἄξιον ἐργαζόμενος, καὶ μετὰ Δαβὶδ διὰ τοῦτο βοῶν· 4 Με ρίς μου ὁ Κύριος.. Κατὰ γὰρ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας ἐγένοντο. Φησὶ γὰρ δι᾿ ἑνὸς τῶν προφητῶν ὁ Θεός· «Ως σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραήλ, καὶ ὡς σκοπὸν ἐν συχῇ πρώϊμον εἶδον πατέρας αὐτῶν,» τὸ παρ' ἐλπίδα δεικνὺς, καὶ τὸ τῶν εὑρεθέντων τριπόθητον, πάντων εἰδωλολατρούντων ἐν Ασσυρίᾳ. Οἱ δὲ τοῖς Δαίμοσιν οἱ κεῖοι, μερίδες ἀλωπέκων εἴρηνται ἐν Ψαλμοῖς. * Σχοινίῳ γὰρ ἐποίουν τὰς διαμετρήσεις τῆς γῆς. Οὕτω διεμετρήθη καὶ διεμερίσθη ἡ γῆ τοῖς υἱοῖς Ισραήλ. ᾿Απὸ τῆς συνηθείας οὖν εἴρηται τὸ σχοί νισμα. Αὐτάρκησεν αὐτὸν ἐν τῇ ἐρήμῳ. Ακύλας και Θεοδοτίων, Ευρεν αὐτὸν, ἐκδεδώκασι, κατὰ τὸ, Ως σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραήλ. ο Ἐν δίψει καύματος ἐν ἀνύδρῳ. Οὐ γὰρ εἶχε ποταμὸν τὸν εὐφραίνοντα τὴν πόλιν τοῦ Θεοῦ, οὐδὲ τὴν πηγὴν τῆς ζωῆς, οὐδὲ τὸν χειμάρρουν τῆς τρυφῆς "Οθεν ἐν δίψῃ ἦν συγκαιομένη ὑπὸ τοῦ Διαβόλου. Ο Σύμμαχος ἐξέδωκεν ἔτι σαφέστερον· Καὶ ἐν ἀτάκτῳ καὶ ἀοικήτῳ ἀφανισμένη. Ποια γὰρ τάξις παρὰ τοῖς τῇ κτίσει παρὰ τὸν Κτίστην λατρεύουσιν; ἥτις ἀοίκητος τῆς ἁγίας Τριάδος. Οὐ γὰρ κατοικεῖ ἐν σώματι καταχρέῳ ἁμαρτίας, ἐν ἀνθρώποις ποιοῦσι παρανομίαν. Η δὲ ἔρημος οὐ φύσει τοιαύτη, ἀλλ' ἠφάνισται ὑπὸ τῆς ἀντικειμένης δυνάμεως. Νοοῖτο δ' ἂν καὶ οὕτω τό, «Αὐτάρκησεν, αὐτάρκεις γὰρ αὐτοὺς πεποίηκε, μηδενὸς ὑστερεῖσθαι παρασκευάσας ἐν ἐρήμῳ πάντων νοσούσῃ τὴν ἔνδειαν. Εκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτόν. Εδοκίμασε γὰρ τοὺς πατέρας αὐτῶν καὶ διὰ ΝΟΤΑ. το Εὑρὼν οὖν αὐτὸν, ἠρκέσθη αὐτῷ. Οὐ γὰρ ἦν ἕτερος ἱκανὸς εἰς αὐτάρκειαν, καὶ εἰς πίστιν κατηρτισμένος. Ταῦτα ἀντὶ τῶν ἑξῆς ὁ τῆς Αὐγ. κώδ. Ὑμῶν, καὶ διὰ πυρὸς, καὶ διὰ πολλῶν ἐπεί ρασε θλίψ. ἐν σελ. 869. τοῦ 3 τῆς εἰς τοὺς Ψαλ. σειρ. τόμ.
col. 961–962page 35 of 49
PG 87:961πολλῶν ἐπύρωσε θλίψεων. Πρῶτον μὲν ἀπὸ τῆς Ασ συρίας εἰς γῆν Χαναάν μεταστήσας, καὶ πάλιν εἰς Αἴγυπτον, καὶ ἐξ Αἰγύπτου πάλιν εἰς Χαναάν, καὶ μυρίοις πειρασμοῖς περιέβαλε, παιδεῦσαι αὐτοὺς βουλόμενος. Τὸν Ἰακὼς δὲ καὶ εἰς Μεσοποταμίαν ἀπήγαγε, καὶ δουλεῦσαι πεποίηκεν· ὅπως διὰ τῆς ὑπομονῆς καὶ τῆς εἰς Θεὸν ἐλπίδος κατεργάσωνται τὴν ἑαυτῶν σωτηρίαν. Ὡς λέγειν τὸν Ἰακώβ, ο Ὁ ἄγγελος ὁ βυόμενος με ἐκ πάντων τῶν κακῶν μου.» Καὶ πάλιν, «Εἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου 'Αβραὰμ ἦν μοι, καὶ ὁ φόβος Ἰσαὰκ, νῦν ἂν κενόν με ἐξαπέστειλας.» Ἀλλὰ καὶ τοὺς νῦν ἀκούοντας εκύκλωσε μ' ἔτη τὴν ἔρημον, ὡς λέγειν Μωσέα. Καὶ μνησθήσῃ πα σαν τὴν ὁδὸν, ἣν ἤγαγέ σε Κύριος ὁ Θεός σου τοῦτο τεσσαρακοστὸν ἔτος ἐν τῇ ἐρήμῳ· ὅπως ἂν κακώση σε, καὶ ἐκπειράσῃ σε, καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ, ἢ οὐ.: Καὶ πά λιν, ο ὡς εἴ τις παιδεύσαι άνθρωπος τὸν υἱὸν αὐτοῦ, οὕτω Κύριος ὁ Θεός σου παιδεύσει σε. ν Οὐκ ἦν μετ' αὐτῶν Θεὸς ἀλλότριος. * Καθώς φησιν ὁ θεσπέσιος Παῦλος· ποία κοινωνία φωτὶ πρὸς σκότος; ἢ τίς συμφώνησις Χριστοῦ πρὸς Βελίαλ; Ανεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς. Ανεβίβασε, τουτέστιν ὑψηλοτέρους αὐτοὺς τῶν γηΐνων πεποίηκεν. Ὡς γὰρ ᾿Ακύλας φησὶν, Ἐπὶ τὸ ὕψωμα τῆς γῆς αὐτοὺς ἀνεβίβασε, μηδὲν ταπεινὸν ἢ χαμαίζηλον αὐτοὺς ἐνθυμεῖσθαι βουλόμενος. Κατὰ τὴν ἱστορίαν, τὴν γῆν φησι τῆς ἐπαγγελίας, ὡς γεγονότα λαμβάνων τὰ μέλλοντα, εἰ καὶ τὰ μά λιστα ἐπέβησαν ἤδη μέρους αὐτῆς. Συμφωνεῖ δὲ τὸ ἐπαγόμενον· Εψώμισεν αὐτοὺς γεννήματα ἀγρῶν. Οὔπω γὰρ ἔφαγον τῶν γεννημάτων τῆς γῆς· τῷ δὲ μάννα πρὶν διαπεραιωθῆναι τὸν Ἰορδάνην ἐτρέφοντο. ‹ › Αλλ' οὐδὲ μέλι ὄρειον οὔπω ἦσαν δρεψάμενοι, οὐδὲ τῶν ἐλαιῶν· αἱ φιληδοῦσι πέτραις καὶ ὄρεσιν. Εἴποις δ' ἂν ἀλληγορῶν αὐτοὺς ἐψωμικέναι γεν νήματα τῶν πεπληρωμένων εὐωδίας πνευματικῆς, οὓς ηὐλόγησε Κύριος. ᾿Απὸ τῆς Συρίας. Ὁ αὐτο ΝΟΤΑ.
col. 963–964page 36 of 49
PG 87:963Βούτυρον βοῶν, καὶ γάλα προβάτων. «Βού τυρον, νηπίοις πρέπουσα καὶ αὕτη ἡ τροφή, καθά φησιν ὁ ᾿Απόστολος· ι Ως νηπίους ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα. › Βόας δέ φησι, περὶ ὧν [ἱ] αὐτὸς Παῦλος· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἢ δι᾽ ἡμᾶς πάντως λέγει,» καὶ τὰ ἑξῆς. Πρόβατα δὲ καλεῖ τού τους Κύριος ἐν Εὐαγγελίοις· «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων.» Τούτων ἐθήλαζαν τὸ γάλα οἱ υἱοὶ Ἰσραήλ. Η οὐκ ἦν Μωϋσῆς βοῦς ἁλοῶν καὶ ἀροτριῶν τὰς ψυχὰς τῶν υἱῶν Ἰσραήλ, ο Ααρών τε, καὶ Ἐλεάζαρ, καὶ Φινεές, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ τῶν πρεσβυτέρων οἱ ἑβδομήκοντα; καὶ πρόβατον δὲ ἦν Μωϋσῆς, πραὺς ὑπάρχων παρὰ πάντας τοὺς ἀνθρώπους. οι καν, Οἱ γὰρ αὐτοὶ ἦσαν καὶ ἄρνες διὰ τὴν ἐν Χριστῷ νηπιότητα, καὶ κριοί, καὶ ταῦροι τῆς ποίμνης ἡγούμενοι, καὶ υἱοὶ ταύρων, δαμάλεις ὄντες, καὶ Θεῷ ὑπέχοντες τὸν αὐχένα. Μετὰ στέατος νεφρών πυροῦ, καὶ αἷμα σταφυλῆς ἔπινον οἶνον. Οὐ μόνον φησὶ τῆς πνευματικῆς τοῦ Χριστοῦ διδασκαλίας ἀπήλαυον, καὶ πνευματικῆς πέτρας, καὶ τῶν ὁδηγούντων αὐτοὺς διδασκάλων, ἀλλὰ καὶ τῆς μυστικῆς ἠξιώθησαν εὐλογίας, ὡς ἐν τύπῳ μεταλαμβάνοντες. Σταῖς γὰρ νεφρών πυροῦ, ἄρτος ἐστὶν ὁ πνευματικὸς, ὁ στηρίζων καρ δίαν ἀνθρώπου· καὶ αἷμα σταφυλῆς, ὁ οἶνος ὁ εὐφροσύνης ποιητικὸς ὁ ἐκ τῆς ἀληθινῆς ἀμπέλου γινό μενος Καὶ ἔφαγεν Ιακώβ, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἡγαπημένος. Εἴρηται τῷ σοφῷ Σου λομῶντι, ψυχὴ ἐμπεπλησμένη, κηρίοις ἐμπαίζει. Καὶ πάλιν παρεγγυά· «Μέλι εὑρὼν, φάγε τὸ ἱκανὸν, μήποτε πλησθεὶς ἐξεμέσῃς.» Οὐδὲ γὰρ ἤκουσαν, ὥστε κατασχεῖν καὶ πέψαι τὰ εἰρημένα, ἵνα καὶ καρποφορῆσαι δυνηθῶσιν· ἀλλ᾽ ἐπαχύνθη αὐτῶν ἡ καρδία καὶ ἐλιπάνθη, εὐεκτοῦντος τοῦ σώματος, καὶ πολυσαρκίᾳ βαρυνομένου καὶ ἀπελάκτισαν ὡς χοῖροι, τοὺς καλούς καταπατήσαντες μαργαρίτας, καὶ ὡς ἵπποι τὰ χαλινὰ ἀποῤῥίψαντες. «Καὶ τοὺς ἐπισχεῖν βουλομένους ἀποστρέφοντες τοῖς ποσί. ο Μακρύναντες γὰρ ἑαυτοὺς ἀπ' αὐτοῦ, Καὶ τράγοι. Ἐν σελ. 871. τοῦ 5 τόμ. τῆς εἰς τοὺς Ψαλ. σειρ. Στέαρ. Ο αύτ. Γενόμενος. Ὁ αὐτο
col. 965–966page 37 of 49
PG 87:965τα ρεδόθησαν τῇ ἀπωλείᾳ, μήτε ὡς Ποιητὴν ἐπι γνόντες, μήτε ὡς Σωτῆρα καὶ Λυτρωτὴν αἰδεσθέντες. Και παρωξύνθη δι' ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων. Κατ' ἄμφω γάρ υἱοὶ καὶ θυγατέρες οἱ ἐξ Ισραήλ, κατά δημιουργίαν τε καὶ κατ' οἰκείωσιν τὴν παρὰ τὰ λοιπὰ ἔθνη. Γράφεται δὲ καὶ οὕτως· υἱῶν αὐτῶν καὶ θυγατέρων· › ὅτι καὶ τούτοις πρὸς τὴν ὁμοίαν καθηγήσαντο πλάνην· ἢ γοῦν προ αναφωνεῖ τοὺς ὕστερον ἐσταυρωκότας Χριστόν, περι ὧν ὁ προφήτης φησίν· «Αἱ χεῖρες ὑμῶν αἵματος πλή ρεις· ο οἳ καὶ τῶν πατέρων γεγόνασι πονηρότεροι, καὶ δίκην ἔτισαν την προσήκουσαν. Οτι γενεὰ ἐξεστραμμένη ἐστίν· υἱοὶ οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς. Ταύταις ταῖς λέξεσι καὶ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις ἐχρήσατο, εἰπὼν πρὸς αὐτ τούς· ν δ γενεὰ ἄπιστος καὶ διεστραμμένη, έως πότε ἔσομαι πρὸς ὑμᾶς; ἕως πότε ἀνέξομαι ὑμῶν;» Οὐδὲ γὰρ ἕτερόν ἐστι τὸ λεγόμενον· «Η ὅτι ἀπο στρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτῶν.» Γενεὰ γὰρ ἀπιστός ἐστι, μὴ ἔχουσα πίστιν, καὶ ἐξεστραμμένη ἀπὸ τῆς ἀληθείας. Ἡμεῖς δὲ σὺν τῷ ψαλμωδώ βοήσωμεν· «Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ.» *Οτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυ θήσεται ἕως ᾅδου κατωτάτου. Καθάπερ ήδη προ εἶπεν, ὁ Θεὸς ἡμῶν πῦρ, καταναλίσκον τοὺς ἀσε θεῖς, τιμωρούμενος τοὺς ἀνθισταμένους, ὅταν ἐκ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας ἐπιστρέψαι μὴ βουληθῶσι. ν Τὴν οὖν Ἰουδαίων τελευταίαν ἐνταῦθα προβεσπι ζει ἀπώλειαν, ἣν καὶ ὑπέστησαν ὑπὸ Ῥωμαίων μετά τὴν εἰς Χριστὸν παροινίαν, καὶ τὴν τῶν ἐθνῶν κλή σιν. ΣΥΣ, χνη,
col. 967–968page 38 of 49
PG 87:967Πῦρ ἅπαν τὸ γεῶδες γίνεται φρόνημα, καὶ κατ εσθίει τοὺς προστετηκότας τῇ γῇ, καὶ τὰ γεννήματα δὲ τῆς γῆς, πορνείαν, μοιχείαν, εἰδωλολατρείαν, καὶ τὰ ἑξῆς. Ταῦτα γὰρ τῆς ἐν ἡμῖν γῆς τὰ γεννήματα. Καὶ τὰ θεμέλια τῶν ὀρέων, τροπικώς λεγομένων ὀρέων τῶν καὶ ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, φλέξει τοὺς θεμελίους, [καὶ] καταργήσει τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ τὰς ὑπ' αὐτὸν πονη ρὰς δυνάμεις. Συνάξω εἰς αὐτοὺς κακά, καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς. Τὸ μακροθυμεῖν, συνάγειν λέγεται κατὰ τῶν ἀπειθούντων κακά. "Α κυρίως καθ᾿ ἑαυτῶν οἱ μὴ πεισθέντες συνάγουσιν, ὅλον ἐπὶ τέλει καθ' ἑαυτῶν ἐκκενοῦντες τὸ τοῦ ἀκράτου που τήριον, πάσης ἐπ᾿ αὐτοὺς τιμωρίας συντελουμένης. Βέλη δὲ Κυρίου [τά] πρὸς ἐπιστροφὴν καὶ παι δείαν ἐπαγόμενα, καθὼς καὶ ὁ Ἰὼβ λέγει· «Βέλη Κυρίου ἐν τῷ σώματί μου εἰσιν· ὧν ὁ θυμὸς ἐκπίνει μου τὸ αἷμα, ο Αἷμα γὰρ καὶ σὰρξ βασιλείαν Θεοῦ (οὐ κληρονομήσουσι. Εἴποι δ' ἄν τις καὶ κατὰ ἀναφορὰν τῶν ἐν τῇ ἐρήμῳ εἰρῆσθαι τὸ βρώσει ὀρνέων· ὅτε περ εἰς χολέραν αὐτοῖς μετεβλήθη φαγούσι. Ο ὀπισθότονος σπασμὸς τῶν ἐν μάχες μυῶν, ὅλον εἰς τοὺπίσω ἕλκων τὸ σῶμα, καὶ ὡς ἐντεταμένον τόξον ἀπεργαζόμενος. Εἰσὶ δὲ ταῦτα καὶ πάθη ψυχῆς, τὴν ἀπὸ τοῦ Θεοῦ ἀποστροφὴν ἐπιδεικνύμενα, μηδεμίαν εἰς αὐτοὺς ὑποφαίνοντα σωτηρίας ἐλπίδα. Λιμὸν μὲν γὰρ νοήσομεν, καθ᾽ ἂν οὐκ ἔστι παρ' αὐτοῖς λόγος Θεοῦ· βρῶσιν δὲ ὀρνέων, τοὺς κενοὺς λόγους, καὶ μάτην εἰς ἀέρα διῖπταμένους. Οὐ παύσονται γὰρ ἐν τούτοις μελετῶντες ματαίως, ὥς φησιν ὁ Δαβίδ· «Εμελέτησαν κενά, εἰς τοὐπίσω Ο χωροῦντες ἀμεταστρεπτί. κ Βραχεί. Οι ἡμέτεροι κώδ. βράχει. ἐν σελ. 876 τοῦ 3 τόμου τῆς εἰς τοὺς Ψαλ. σειρ. ἐπισφαλῶς πάντες. ᾿Αντὶ τοῦ ράχει· Οσπερ καὶ ἐτέθη.
col. 969–970page 39 of 49
PG 87:969*Εξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα, καὶ ἐκ τῶν ταμιείων φόβος. Τὰ ἐν τῇ πολιορκία συμβάντα κατὰ μέρος εκτραγῳδεῖ. ("Απερ καὶ διὰ Ἱερεμίου καὶ Ἰεζεκιὴλ ὁ θεῖος διηγήσατο λόγος.) Οἱ μὲν γὰρ ἔξωθεν ὑπὸ πολεμίων βαλλόμενοι, οἱ δὲ ἔνδον φόβῳ καὶ νόσῳ καὶ λιμῷ διεφθείροντο. Θεοῦ δὲ μάχαιρα τὰς πονηρὰς πράξεις τιμωρουμένη, τῷ φόβῳ αυ στέλλει, καὶ τοὺς τίκτοντας αὐτὰς λογισμούς, ὥστε μηκέτι τοιαῦτα τεκεῖν. Τομώτερος γὰρ ὁ τοῦ Θεοῦ λόγος, καὶ κριτικὸς ἐνθυμήσεων. Νεανίσκος σὺν παρθένῳ, θηλάζων μετὰ καθ εστηκότος πρεσβύτου. Αρδην αὐτοῖς ἐγίνετο, ἡ ἀπώλεια, ἐπειδήπερ καὶ ὁμοθυμαδὸν τὴν ἁμαρτίαν εἰργάζοντο. «"Η οὐχὶ ὁρᾷς, φησὶν ὁ τῶν ὅλων θεός τῷ προφήτῃ Ἱερεμία, τί οὗτοι ποιοῦσιν ἐν ταῖς ποο λεσιν Ἰούδα καὶ ἐν ταῖς αὐλαῖς Ιερουσαλήμ;» Και ψυχὰς δὲ τὰς διαφόρους ηλικίας νοητέον. [ΧΧΧΙΙ, Εἶπον· Διασπερῶ αὐτοὺς, παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν. Διασπαρέντες γὰρ ἀπ' ἄκρου τοῦ οὐρανοῦ καὶ ἕως ἄκρων αὐτοῦ, καὶ ἐκ βίβλου ζώντων ἐξηλείφθησαν, μηκέτι λαὸς Θεοῦ χρηματίζοντες. Οὐκ ἀπώλοντο δὲ παντελῶς δ.1 τοὺς ἐξ ἐθνῶν. Ἐπέμενον γὰρ τῇ δυσσεβεία την ἐκείνων ἀπώλειαν τοῖς ἑαυτῶν θεοῖς ἐπιγράφοντες, οὐ ταῖς τῶν ἀπολωλότων ἁμαρτίαις. Ταῦτα λεγόντων τῶν Βαβυλωνίων, ἀκούοντες οἱ ἐπὶ τοῦ Ἱερεμίου, φασίν· «Ἠσχύνθημεν, ὅτι ἠκούσα μεν ὀνειδισμὸν ἡμῶν. Κατεκάλυψεν ἀτιμία τὰ πρότα ωπα ἡμῶν, εἰσῆλθεν ἀλλογενεῖς εἰς τὰ ἅγια Κυρίου. Πρὸς οὓς ἀποκρίνεται, λέγων· «Διὰ τοῦτο ἰδοὺ ἡμέ ραι έρχονται, λέγει Κύριος, καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς.» Διὰ ταῦτα τοίνυν, καὶ διὰ τὴν πρὸς τοὺς πατέρας αὐτῶν διαθήκην οὐ πάντες ἀπώλοντο. Καὶ Γολιάθ δὲ παρεμβολὴν ὀνειδίσας ζῶντος Θεοῦ, δίκην κυνὸς ὑπὸ μειρακίου διέφθαρται. εὐηγγελίζοντο δὲ καὶ ἀλλόφυλοι τὸν θάνατον τοῦ Σαούλ τοῖς εἰδώλοις αὐτῶν. "Οτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστι, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη. Θείαν γὰρ οὖσαν ἀπώλε ΝΟΤΑ. κατησθίοντο. Παντελῶς. Εκάτερ. τῶν ἡμετέρ. κωδίκ. και ὁ Προκόπ.τἐν τῷ τῆς Αὐγ. κώδ. ὁ δὲ εἰρημ. 5. Τόμ. ῥᾳδίως. διδόμενοι πάθεσιν ὑπὸ τῶν θηρίων τῶν νοητῶν Τό, ἀποστελῶ, ἀντὶ τοῦ, ἀπέστειλα· ἡνίκα ὄφεις αὐτοῖς ἀπέστειλε θανατοῦντας ἐν τῇ ἐρήμῳ. Θηρία, τοὺς πολέμους νοητέον, δίκην θηρίων αὐτοὺς κατεσθίοντας, καὶ μονονουχὶ τοῖς ὁδοῦσι καταναλίσκοντας, πονηρούς τε ὄντας ἐν τῇ ἐρήμῳ, καὶ μηδὲν εἰς αὐτοὺς ἡμερον ἐπιδεικνυμένους· οἱ τὴν τοῦ Θεοῦ παριστᾶσιν ἐγκατάλειψιν (ε). Τοῖς ἑαυτῶν δὲ παρα Ἔμελλον γὰρ δυσσεβείᾳ μεγαλαυχεῖν, τὴν, κτ. αυτ. (α) Ἐν μὲν τῷ 5. τόμῳ τῆς εἰς τοὺς Ψαλ. σειρ. (σελ. 876, 877.) ὅτι τὴν τοῦ Θεοῦ παρουσίαν ἐγκατα έλειψαν. Τοῖς ἑαυτῶν γὰρ παραδιδόμενοι, κτ. ὁ δὲ Προκόπιος (ἐν τῷ τῆς Αὐγ. κώδ.) οὕτως· ὀδόντας θηρίων ἀποστελῶ εἰς αὐτούς· ἢ ἀντὶ τοῦ ἀπέστειλα· ἵνα πάλιν τοὺς ἐν τῇ ἐρήμῳ δηλώσῃ, ἐν ᾗ πολεμίους δηλοί, δίκην θηρίων αὐτοῖς ἐπιτρέχοντας· ἢ τὴν τοῦ Θεοῦ παρίστησιν εγκατάλειψιν, δι᾿ ἣν τοῖς ἑαυ των, κτ.
col. 971–972page 40 of 49
PG 87:971σαν τὴν βουλήν. Περὶ ἧς Δαβὶδ ἐν οβ' ψαλμῷ φησιν Εκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ ▸ βουλῇ σου ὡδήγησάς με.» Περί ταύτης Ησαΐας φησί. Καὶ καλείται μεγάλης βουλής "Αγγελος.» Επ' '.. αὐτῷ γὰρ ἦν πνεῦμα βουλῆς καὶ ἰσχύος. "Ην ἀπώλεσαν οἱ ἐξ Ισραήλ, ὡς καὶ τὴν ἐπιστήμην. Περὶ ἧς φησι Σολομών, ο Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπι στήμης.» Μύστιν δέ φησι τὴν σοφίαν. Καὶ Ἰὼβ δὲ ταύτην ἀποθαυμάσας, φησί· «Ποῖος δὲ τόπος ἐστὶ τῆς ἐπιστήμης;» Οὐδὲ ταύτην εἶχον οἱ ἐξ Ισραήλ, μὴ παραδεξάμενοι Χριστόν, Θεοῦ σοφίαν, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου, παρ' ᾧ τῆς γνώσεως οἱ θησαυροὶ, καὶ τῶν ὄντων ἡ ἐπιστήμη. Οὐκ ἐφρόνησαν συνιέναι· ταῦτα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον. Ακύλας οὕτως ἐξέδωκεν· Οὐκ ἔστιν ἐν αὐτοῖς φρόνησις· ἔφελον ἐσοφίσθησαν ἐπίστασθαι αὐτήν. Συνετισθήτως σαν εἰς ἐσχάτην αὐτῶν. Ἐπειδὴ γὰρ οὐκ ἔγνωσαν τὰ εἰρημένα, ἐν ἐσχάταις ἡμέραις γνώσονται, κατὰ τὴν τῶν ἐθνῶν κλῆσιν ἀποβαλλόμενοι, μὴ πιστεύσαντες Χριστῷ, τῇ τοῦ Πατρὸς ἐπιστήμῃ τε καὶ βουλῇ. Πῶς διώξεται εἷς χιλίους; Τῆς τοῦ Θεοῦ γὰρ σκέπης γυμνωθέντες, ὑφ᾽ ἑνὸς, ὡς ὑπὸ πλήθους, ἐδιώκοντο. Ωνπερ ἦν τοὐναντίον ἡνίκα τῇ εὐσεβεία προσέκειντο, Οὐ γὰρ ἔστιν εἰπεῖν, ὡς οἱ ἀλλόφυλοι διὰ τὴν ἰσχὺν τῶν εἰδώλων αὐτῶν τούτους ἐδίωκον. Οὐδεμία γὰρ ὁμοιότης πρὸς τὸν Θεὸν ἡμῶν. Ἀλλά καὶ ἄφρονες οἱ τούτους λατρεύοντες, λέγοντες τῷ ξύλο, Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ, Σύ με ἐγέννησας. Δυνατὸν δὲ καὶ περὶ νίκης τῶν ἐξ Ἰσραήλ εύσε Γούντων προλέγεσθαι· ὅτε καὶ τὴν νίκην ἀκονιτί πολ λάκις ἐλάμβανον. Ἐκ γὰρ ἀμπέλων Σοδόμων ἡ ἄμπελος αὐτῶν. * Έφη που καὶ ὁ μακάριος Ἱερεμίας (πρὸς τὴν τῶν Ἰουδαίων συναγωγήν), ὡς ἐκ προσώπου τοῦ Θεοῦ Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον· πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία; › ζηλώσαντες γὰρ Σοδομιτῶν τὰ ἔργα, καὶ τὰ ἐπιτηδεύματα τῶν Γομόρρας πολιτῶν ἀσπαζόμενοι, τὸ γένος ἐκεῖ θεν λέγονται κατάγειν. "Ωσπερ γὰρ οἱ τὰ ἔργα ζη λοῦντες τοῦ ᾿Αβραὰμ καὶ μεταδιώκοντες, υἱοὶ ᾿Αβραὰμ οὐκ ἀπεικότως ἀναγορεύονται· [οὕτω καὶ οἱ τὰ Σου δομιτῶν ἐπιτηδεύματα φιλοτιμούμενοι πάνδεινα, ἀπόγονοι τοῦ ἀποστάτου γίγνοιντο διαβόλου. ] 14 [. Χ, Δείκνυνται. Εν σελ. 879 τοῦ εἰρημ. τόμ. [* Ο Σύμμαχος] σαφέστερον ἑρμηνεύων ἐξέδωκε «Μὴ οὐχὶ τοῦτο ἀπόκειται παρ' ἐμοί;» τουτέστι τὸ θηριώδες αὐτῶν καὶ μιαιφόνον, καὶ ἃ μέλλουσιν ἐγχειρεῖν λυττῶντες κατὰ τοῦ Σωτῆρος αὐτῶν· ἀλλ᾽ ὅμως ἀναβάλλομαι, καὶ δίδωμι χώραν τῷ αὐτεξουσίῳ, ἀναμένων τὴν πρᾶξιν. Οἷς. Αὐτ.
col. 973–974page 41 of 49
PG 87:973Τότε γάρ, φησίν, εἰσπράξομαι δίκην, ὅταν ὀρθῶ; μὴ θέλωσι βαίνειν, ἀλλὰ τῆς εὐθείας παρατραπῶ σιν ὁδοῦ, καὶ ἐγγὺς γένωντα: τοῦ ἐκχέαι αἷμα. Τῷ προφητικῷ πνεύματι τὰ πολλοῖς ὕστερον ἐσέμενα χρόνοις, ὡς παρόντα καὶ ἐγγίζοντα θεωρεῖται ἐγγὺς λέγων τῆς ἀπωλείας αὐτῶν τὴν ἡμέ ραν, καὶ τὴν κλῆσιν τῶν ἐθνῶν ἑτοιμοτάτην ἔσε σθαι. Καταψηφιείται γὰρ τοῦ ἰδίου λαοῦ, φησί, «Καὶ ἐγκρινεῖ αὐτοὺς, καὶ ἐπὶ τοῖς ἐξ ἐθνῶν πιστεύουσι παρακληθήσεται· › δούλους γὰρ αὐτοῦ ἐκείνους φη σίν· ἢ καὶ τοὺς Ισραηλίτας ἐλεήσει, καὶ οὐκ εἰς τέ λος ἀπώσεται τὸν λαὸν αὐτοῦ. Μήποτε δὲ ἔτι περὶ τῶν πρὸ τῆς ἐπιδημίας ὁ λά γος, ὅτεπερ αὐτοὺς ἐκ τῆς αἰχμαλωσίας ἀνεκαλέσατο; καὶ δῆλον ἐκ τοῦ ὀνειδίζειν αὐτοῖς τὴν πρό ταύτης εἰδωλολατρείαν, λέγων· «Ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν;» Μετὰ γὰρ ἐκείνην οὐ φαίνονται λοιπὸν εἰ δωλολατρήσαντες. Αναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν. Ταῦ τα [καὶ οἱ λοιποὶ προφῆται, καὶ μάλιστα] Ἱερεμίας [εἰς ἔλεγχον τῆς ἀσεβείας [αὐτῶν], ὀνειδίζων προ έφερε (49)]· φησί γάρ Διὰ τοῦτο τάδε λέγει Κύριος" Ἰδοὺ ἐγὼ ἐπ' αὐτοὺς ἐπάγω κακὰ, ἐξ ὧν οὐ δυνή σονται ἐξελθεῖν ἐξ αὐτῶν· καὶ κεκράξονται πρός με, καὶ οὐκ εἰσακούσομαι αὐτῶν. Καὶ πορεύσονται πρὸς πόλιν Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, καὶ κεκράξονται πρὸς τοὺς θεοὺς αὐτῶν, καὶ οὐ μὴ σώ σουσιν αὐτοὺς ἐν καιρῷ κακῶν αὐτῶν,» καὶ τὰ ἑξῆς. Ιδετε, ἴδετε, ὅτι ἐγώ εἰμι. Τουτέστι, παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε. Καὶ ἐπειδήπερ [εὖ πράττων] οὐκ ἔγνως τὸν εὐεργέ την, καὶ τῶν ἀγαθῶν τὸν χορηγόν, τιμωρούμενος μάνθανε [τὸν ἀπαραιτήτους ὑμῖν ἐπάγοντα τάς πληγάς, ἐξ ὧν ὑμᾶς οὐδεὶς ἐῤῥύσατο τῶν δοξάντων ὑμῖν εἶναι θεών]. θεωρεῖ. Αὐτ. ΝΟΤΑ. Προσέφερεν. Ἐν τῷ εἰρημ. τόμο
col. 975–976page 42 of 49
PG 87:975Ευφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. Εἰ γὰρ καὶ διὰ τὰ πρόβατα τὰ ἀπολωλότα οίκου Ισραήλ παραγεγενῆσθαι φησιν, ἀλλ' ὁ αὐτὸς πάλιν ἐν Εὐ αγγελίοις ἐρεῖ· ο 'Αλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εις ποιμήν.» Εφη δὲ καὶ ὁ θεῖος Απόστολος· ο Ινα τους δύω κτίσῃ λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ πνεύματι πρὸς τὸν Πατέρα.» Ακύλας δὲ ἀντὶ τοῦ, εὐφράνθητε, φησίν, Ενοποιήσατε ἔθνη λαοὺς αὐτοῦ. "Οτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται· καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην. Εφη ἐν Εὐαγγελίοις ὁ Κύριος τοῖς Ἰουδαίοις διαλεγόμενος Καὶ ὑμεῖς [ἐ]πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Οφεις, γεννήματα εχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; Διὰ τοῦτο, «ἰδοῦ, ἐγὼ ἀποστέλλω εἰς ὑμᾶς προφήτας, καὶ σοφούς, καὶ γραμματεῖς· καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς Συναγωγαῖς ὑμῶν, καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν ὅπως ἔλθῃ ἐφ' ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τὴν γῆν, ἀπὸ τοῦ αἵματος Αβελ τοῦ δικαίου ἕως αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.» Ἐκδεδίκηται δὲ καὶ ἀπὸ τῶν ἀοράτων ἐχθρῶν, καθ' ὧν τὸ θάρσος ειλήφαμεν, τῷ θείῳ καθαρισθέντες αἵματι καὶ λουτρῷ· ὡς ἂν γῆ γενόμενοι και θαρά, καρποφορῶμεν ἀνὰ λ' καὶ ξ' καὶ ρ', οὐκ ἀκάνε ", θας καὶ τριβόλους ἔτι βλαστάνοντες, γεγονότες ἀρᾶς τῆς ἀρχαίας ἐλεύθεροι. οι ν, Παραγεγονέναι φησὶν, ἀλλ᾽ οὖν αὐτὸς ἔλεγε, καὶ ἄλλα, κτ. ὁ τῆς Αὐγ. κώδ.
col. 977–978page 43 of 49
PG 87:977Καὶ τελεύτα ἐν τῷ ὄρει εἰς ὃ ἀναβαίνεις ἐκεῖ. Τοῦ γὰρ λαοῦ μέλλοντος διαπερᾶν τὸν Ἰορδάνην, τέλος ἐπιτίθησι τῷ νόμῳ Θεός. Τὸ Σινᾶ, ὅρος ἐστὶ τῆς Φαράν· ἥτις ἐστὶ τῆς ᾿Αραβίας, ὡς ὁ Παῦλός φησιν. Ἡ δὲ Φαράν ἐστι Κά δης, ὥς φησιν ἐν τοῖς Αριθμοῖς. Σηεὶρ δὲ καὶ Εδώμ ἐστιν ὁ Ἡσαν. Οὗ τὸ ὄρος πλησίον Φαράν. Ἐκ Σινὰ δὲ, φησίν, ἥκει Κύριος, ο ἀλλ᾽ οὐκ εἰ; Σινὰ, καὶ ἐπέφανεν ἐκ Σηεὶρ, ὑποφαίνων τὴν κατά σάρκα αὐτοῦ γέννησιν, τοῦ καὶ ἐν Σινὰ φανέντος ἐν εἴδει πυρὸς, καὶ δεδωκότος αὐτοῖς τὸν νόμον. Ὡς ἀναγκαῖον γὰρ αὐτοῖς καὶ σωτήριον τοῦτο τὸ μάθη μα παραδίδωσιν, ὅτι ὀφθήσεται ἐκ Σηείρ· ὅς ἐστιν Εδώμ· Ἐδὼμ δὲ, ὁ γήϊνος. «Καὶ κατέσπευσε, φησίν, ἐξ ὅρους Φαράν, ο τοῦ νόμου τὴν παῦλαν δηλῶν. Οὐ γὰρ ἔτι μόνῳ χρηματίζει τῷ προτέρω λαῷ, ἀλλὰ καὶ πᾶσιν ἤδη τοῖς ἔθνεσι. Γράφεται δὲ καὶ, ι κατά έπαυσεν, ὅπερ δηλοῖ τὸ σπουδάζειν αὐτὸν καταλιπεῖν
col. 979–980page 44 of 49
PG 87:979την σκιάν, πρὸς τὴν ἀλήθειαν ἐπειγόμενον. Ο δὲ ᾿Ακύλας ἐξέδωκεν, ἀνεφάνη. Πέφηνε γὰρ ἐκ τοῦ λαοῦ τοῦ δεξαμένου τὸν νόμον. • Ἐξ Ἰούδα γὰρ ἀνατέταλκεν ὁ Κύριος, ο κατὰ τὸν θεῖον ἀπόστολον. Διὸ καὶ ὁ Σωτήρ φησιν, «Εἰ ἐπιστεύετε Μωϋ σεῖ, ἐπιστεύετε ἂν κάμοί. Περὶ ἐμοῦ γὰρ ἐκεῖνος ἔγραψε.» Γέγραπταί τε πάλιν· «Οτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστί. ο ο Ζήτω Ρουβίμ, καὶ μὴ ἀποθανέτω. Τὴν Ἰακὼ ἐν μέρει κατάραν ἐκ τῆς φυλῆς ἀποτρίβεται· τὸ μὲν αὐτῆς ἀναλύων, τὸ δὲ καταλιπὼν ἐπὶ σχήματος. Εφη γὰρ, «Μὴ ἐκζέσης, ν τουτέστι μὴ ἐκθερμανθῇς, «εἰς πολυγονίαν.» Οπερ ἔλυσεν εἰκότως, διὰ τὴν πρὸς Ἰωσὴφ φιλαδελφίαν. Τὸ δὲ, μὴ βασιλεῦσαι τὴν φυ λὴν, οὐκ ἀνέλυσεν Εἴρητο γὰρ κατὰ μὲν τοὺς (, Σκληρός φέρεσθαι, σκληρὸς καὶ αὐθάδης, καὶ τὰ ἑξῆς· κατὰ δὲ τὸν ᾿Ακύλαν· Περισσὰ λαβεῖν, καὶ ἐκ περισσοῦ κρατῆσαι. Υπερζέσας ὡς ὕδωρ, οὐκ ἔσῃ περισσότερος, τὸ περιττὸν καὶ ὑπερέχον τῆς βασιλείας δηλῶν, ὡς καὶ ὁ Σωτήρ·. Εγώ ἦλθον, φησὶν, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι.» Τὸ δὲ περισσὰ λαβεῖν, καὶ ἐκ περισσοῦ κρατῆσαι, αἰτίαν παρέχει δι᾿ ἣν ἀρᾶται, παραστατικὴν τῆς περιττής ἡδονῆς, δι᾿ ἣν ἐπὶ τὴν κοίτην ἐπαναβέβηκε του παν τρός. Οὕτω καὶ ἐπὶ τοῦ Δαβίδ, τὸ μὲν, «Οὐ μὴ ἀποθάνῃς, ὁ Νάθαν φησί, τὸν ἐκ τοῦ νόμου θάνατον ἀφαιρῶν, τὴν δὲ τῶν αἱμάτων καταλιπὼν ἀπε λήν· καίτοι καὶ περὶ ταύτης εὐξαμένου Δαβίδ· «Ρύ σαι με ἐξ αἱμάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου.» Οὐ γὰρ ἴσον ἐπὶ πάντων τῆς τιμωρίας τὸ μέτρον. Εἰσάκουσον, Κύριε, φωνῆς Ἰούδα. Παρέλιπε τον Συμεῶνα τὸν ἅμα Λευὶ τὴν κατάραν δεξάμενον διὰ τὴν πόρθησιν Σικίμων. "Οθεν ἔλεγεν Ἰακώβ· «Δια μεριῶ αὐτοὺς ἐν Ἰακώβ, καὶ διασκορπίσω αὐτοὺς ἐν Ἱερουσαλήμ.» Αλλ' ὁ μὲν Λευΐ τῆς ἀρᾶς διὰ τῆς ἱερωσύνης ἐπαύσατο, καὶ τὴν διασπορὰν αὐτῷ τὴν ἐν ταῖς φυλαῖς εὐλογημένην ποιεί. Ως γὰρ ξένος ἐν ταῖς ἐκ τῶν φυλῶν ἀπαρχαῖς κατοικίζεται, κατὰ τοὺς ἐν Χριστῷ τελειωθέντας, ξένος καὶ παρεπίδημος ὤν. Ην γὰρ καὶ καθωμολογημένος Θεῷ πρὸ γενέσεως, εἰπόντος Ἰακώβ· ι Καὶ πάντων ὧν ἂν δῷς μοι δεκά σε το
col. 981–982page 45 of 49
PG 87:981τὴν ἀποδεκατώσω. ο Δέκατος δὲ ἀπὸ τοῦ τελευταίου παιδὸς ὁ Λευΐ, τοῦ τέλους εἰς ἀρχὴν καταστάντος διά Χριστόν. "Ος ἀρχὴν τὸ τέλος ἀπέφηνεν, ἐπ' ἐσχάτου τοῦ αἰῶγος ἐλθὼν, καὶ τὴν εὐλογίαν ἀπὸ τοῦ τέλους εἰσαγαγών. Ο δὲ Συμεὼν τῷ Κυρίῳ καταλέλειπται, καὶ ἡ τούτου διόρθωσις. "Ος ἅπαν τὸ ἐλλειφθὲν τῷ νόμῳ διὰ τῆς χάριτος αναπληροί. "Ωσπερ καὶ τὰς δέκα φυλὰς, Ἐφραὶμ ὀνομαζομένας, οὐκ ἀναγαγὼν ὁ Θεὸς ἐν ἀφέσει τῇ παρὰ Κυρίου, ἐπαγγέλλεται διὰ τοῦ Ἱερεμίου ταύτας ἀνάξειν, διὰ Χριστοῦ δηλαδή τῆς εὐεργεσίας ἐφ᾽ ἅπαντας ἁπλουμένης. "Ην προ εδήλου, λέγων· «Έκτισε Κύριος καινὸν ἐν τῇ γῇ, θήλεια περικυκλώσει ἄνδρα.» Καινὸν γὰρ τὸ κυηθῆ και άνδρα χωρίς πατρός, δι' οὗ πάντες ἀνεκαινίσθη μεν. Εἰς 8 καὶ Συμεὼν σιωπηθεὶς μετὰ τῶν ἄλλων παρεπέμφθη φυλῶν. Κοινὴ γὰρ περὶ τοῦ ἔθνους ἐπαγγελία τὸ μὴ παύσεσθαι τὸν Ἰσραήλ, ἔθνος ὄντα ἐνώπιον τοῦ Θεοῦ. Τινὲς δέ φασιν, ὡς Μωϋσῆς τὰς εὐλογίας διδοὺς, τὴν ἰδίαν φυλὴν οὐκ ἂν κατέλιπεν ἀνευλόγητον. Δι' αὐτὸν δὲ Θεὸς εὐλόγησε την φυλήν, ὡς καὶ διὰ τὴν φιλαδελφίαν τὴν τοῦ Ῥουβίμ. Ὁ δὲ Συμεὼν οὐκ ἔσχε πρόφασιν τῆς εὐλογίας τυχεῖν. Στοχάζονται δὲ αὐτὸν καὶ ἀρχηγέτην τῆς κατὰ τοῦ Ἰωσὴφ ἐπιβουλῆς γεγενῆσθαι, καὶ ἐκ τοῦ τὸν Ἰωσὴφ τοὺς μὲν ἄλλους ἀπολῦσαι, αὐτὸν δὲ καθείρξαι. Τι νὲς δὲ καὶ ἐν τῇ τῶν ἀλλοφύλων πορνείᾳ φασὶν ἀρχο ηγὸν γεγενῆσθαι τὸν Συμεῶνα, ὅτε διὰ ζῆλον ὁ Φινεές δεδικαίωται. Τινὲς δέ φασιν, ὡς τῇ φυλῇ Λευΐ συν ευλόγηται. Ως γὰρ τὰ τῆς ἀρᾶς, οὕτω καὶ τὰ τῆς εὐλογίας κοινά. Τὸν δ᾽ οὖν Συμεῶνα παρασιωπήσας ὁ Μωϋσῆς, οὐκ ἐπὶ τὸν Λευὶ κατὰ τάξιν ἔρχεται, ἀλλ' ἐπὶ τὸν Ἰούδαν, ὅτι μὴ ἀπὸ κατάρας εἰς εὐλο γίαν ταύτην ἄγει τὴν φυλήν, ὡς τὴν Λευϊτικήν· καὶ ὅτι οὐκ ἐξ ἱερέων, ἀλλ' ἐκ βασιλέων ήμελλε βλαστήσειν τὸ σῶμα τὸ Δεσποτικόν. Και δύω οὐσῶν ἐν τῷ νόμῳ τιμῶν, τῆς ἱερατικῆς ἡ βασιλικὴ δι' αὐτὸ προ τετίμηται. Διεσπάρη δὲ κατὰ τὴν Ἰακὼβ προφητείαν ὡς ὁ Λευῖ καὶ ὁ Συμεών, πλάγιον τόπον λαβών, διὰ πατῶν τῶν φυλῶν ἐφεξῆς διατρέχοντα. Τὰ δὲ νῦν περὶ Ἰούδα παρὰ Μωϋσέως λεγόμενα, σύμφωνα τοῖς παρ' Ἰακώβ πρότερον εἰρημένοις. Ὡς γὰρ βασιλεί δίδωσι τὴν ἐν πολέμοις βοήθειαν, καθά φησιν ὁ Δαβὶδ ὁ τὴν βασιλείαν κληρωσάμενος· Ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ' ἐμέ. ο Ὅμοιον δὲ τῷ, «Ἰούδα, σὲ αἰνέ σπισαν οἱ ἀδελφοί σου, ο τό· Ἐπὶ τὸν λαὸν αὐτοῦ ἐξάξεις αὐτὸν, κατὰ τὸν Σύμμαχον· καὶ τῷ, Α' χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, τό, Αἱ χεῖρες αὐτοῦ ὑπερμαχήσουσιν αὐτοῦ. Τὴν δὲ παρ᾽ Ἰα κών δηλωθεῖσαν βοήθειαν ἐξ οὐρανοῦ συνελὼν ὁ 8.: « Μωϋσῆς ἔφη·· Βοηθὸς ἐπὶ τοὺς ἐπανισταμένους ³¹, › αὐτῷ ἔσῃ.» Περὶ Χριστοῦ δὲ τὸ λεγόμενον κατὰ Ζα χαρίαν εἰπόντα· Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν. Δότε Λευὶ δήλους αὐτοῦ, καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὀσίῳ. Μέσων τῶν ιβ' λίθων τῶν ἐπὶ 70 ΧΧΥΙΙ, 22.
col. 983–984page 46 of 49
PG 87:983λίθων δεικνύμεναι. Δηλοί δ' οὖν προφητείας τὰς διὰ τῆς φυλῆς γινομένας κατὰ ἀποκάλυψιν καὶ... λην ἱερὰν διαπαντὸς ἀπονεμηθεῖσαν αὐτῇ, καταλίμπα νούσῃ τὸ γένος καὶ Θεὸν αἱρουμένῃ, καὶ τὴν τῶν νόμων ἀκρίβειαν. "Ην ἀγνοοῦσιν ἔσθ' ὅτε τοῖς δικα σταῖς παρεδίδοσαν, πρὸς οὓς εἴρηται· ο Φυλάξεις σφόδρα ποιεῖν κατὰ πάντα τὸν νόμον, ὃν ἀναγγείλωσιν ὑμῖν οἱ ἱερεῖς οἱ Λευίται.» Διὰ δὲ τῆς θείας ιερ ουργίας, καὶ τῷ λαῷ τιμωρίαν ἐπαγομένην ἀπο έστρεφον. Διὰ καὶ, ο Εὐλόγησον, φησί, Κύριε, τὴν ἰσχὺν αὐτοῦ.» Δέονται γὰρ αἱ θυσίαι δυνάμεως, δι' ὧν καὶ ἡ τῶν ἐχθρῶν ἰσχὺς κατεβάλλετο. Τὰ γὰρ συμ πίπτοντα τῷ λαῷ πρὸς τὸ ἡγεμονικὸν ἀνάγεται γέ νος· καθὰ καὶ τῷ Μωϋσεῖ τῶν Λευϊτῶν ἄρχοντι λέ τοῦ λογίου δήλωσις ἦν καὶ ἀλήθεια, δι' ἑτέρων δύω γεται τό· Οὐ μὴ συναναβῶ μετὰ σοῦ, διὰ τὸ λαὸν σκληροτράχηλόν σε εἶναι.» Καὶ ἀνάπαλιν τῇ φυλῇ προσῆψε τὰ τοῖς ἡγεμόσι γενόμενα. Τοῦτο γὰρ σαφῶς ἐξέδωκε Σύμμαχος, εἰπών· Τελειότης σου καὶ δια δαχή σου τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασας ἐν δου κιμασίᾳ. 'Εδοκίμασας αὐτὸν ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας. Οὐκ ὤκνησε γὰρ αὐτὸς Μωϋσῆς περὶ ἑαυτοῦ καὶ τοῦ ἀδελφοῦ λέγειν, ὅτι ἐδοκιμάσθη ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας, καὶ κατεδικάσθησαν μὴ εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Νοηθείη δ' ἂν κατὰ τοὺς θ' καὶ ἐπὶ Χριστοῦ τὸ λεγόμενον. Περὶ οὗ φησιν ὁ Παῦλος· «Τοιοῦτος γὰρ ἔπρεπεν ἡμῖν ἀρ χιερεὺς, ὅσιος, ἄκακος, ι καὶ τὰ ἑξῆς. Καὶ πάλιν Κατανοήσατε τὸν ᾿Απόστολον καὶ Ἀρχιερέα της ὁμολογίας ἡμῶν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.» Χρηματίζει γὰρ οὕτω διὰ τὸ ἀνθρώπινον. Αὐτῷ οὖν, φησί, δότε τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν. Διὸ καὶ τοῦτον τοῖς ἑξῆς ἐσαφήνισε. «Τῷ ἀνδρὶ τῷ ὁσίῳ, ν εἰπών. Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, ὡς καὶ τοῦ ᾿Απο στόλου δεδήλωκε τὰ ῥητά. Καὶ ἂν εἶπεν ἄνδρα, Θεὸν ἀποδείκνυσιν, εἰπών· ι Ὡς ἐξεπείρασαν αὐτὸν, ο καθά φησι καὶ Δαβίδ μετὰ τὴν χορηγίαν τῶν ὑδάτων· ι Καὶ ἐξεπείρασαν αὐτὸν ἐν τῇ καρδίᾳ αὐτ τῶν, καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ τὰ ἑξῆς. Ὁ δὴ καὶ νοήσας ὁ Παυλός φησιν· ε Επινον καὶ ἐκ πνευ ματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Ὁ αὐτὸς γὰρ πρὸ σαρκός τε καὶ μετὰ ταύτης ἐτύγχανε. Ο Επήγαγε Μωϋσῆς, «Ο λέγων τῷ πατρὶ καὶ τῇ μητρί, Οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἔγνω, ο προφητεύων τὰ ἐν Εὐαγγελίοις· ὅτε τινὲς τῶν μαθητῶν εἰπόντες Χριστῷ, «Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες, ο ἔφησεν· ο 'Η μήτηρ μου καὶ οἱ ἀδελφοί μου οὗτοι εἰσιν οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ, καὶ ποιοῦντες. ΧΧΧ!!!, οι ΝΟΤ.Ε. 15. τὸ ἐλλειπόν ἐστι, βου. ὥστε λέγειν βουλήν.
col. 985–986page 47 of 49
PG 87:985Τύπος οἱ πάλαι Λευίται, σχολάζοντες τῷ Θεῷ, τῶν ἱερῶν ἀποστόλων, Πέτρου λέγοντος· «Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονία τοῦ λόγου προσκαρτερήσει μεν,» ἐπὶ τὸ πνευματικώτερον μετενηνεγμένων τῶν κατὰ τὸν νόμον. Οὔτε γὰρ ὁ λόγος αὐτοῖς περὶ κρ! σεις καὶ δίκας πραγμάτων, περὶ δὲ μυστηρίων εξω ηγήσεις τῶν ἀποκεκρυμμένων ἐξ αἰῶνος παρὰ θεῷ. Καὶ τῷ Βενιαμὶν εἶπεν· Ηγαπημένος ὑπὸ Κυ ρίου κατασκηνώσει πεποιθώς, καὶ ὁ Θεὸς σκιά σει ἐπ' αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀναμέσον τῶν ὤμων αὐτοῦ κατέπαυσε. Προφητεύεται περὶ τῆς Ἱερουσαλὴμ ἡ τιμὴ τοῦ Βενιαμίν. Ἐν δὲ τῇ Ἱερουσαλὴμ ὁ ναὸς καὶ ἡ τοῦ Θεοῦ κατάπαυσις, καθὰ καὶ Δαβίδ· «Ἐξελέξατο, φησί, Κύριος τὴν Σιών, [ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ.» Καὶ ἀλλαχοῦ· «Ὁ Θεὸς ἐθεμελίωισεν αὐτὴν εἰς τὸν αἰ ῶνα.» Οἷον ἐνταῦθα τὸ, «Σκιάσει ἐπ' αὐτῷ πάσας τὰς ἡμέρας. ὁ ᾿Αλλὰ καὶ, ο ᾿Ανάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτός τοῦ ἁγιάσματός σου. • Συγκεκλήρωται δὲ τῇ Ἱερουσαλὴμ ἡ βασιλεία ἡ ἐν Κυρίῳ κυρουμένη. Περὶ οὗ φησιν ἑξῆς ὁ ψαλ μός· ο Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.» Καὶ ὡς ἄπαυστος ἡ βασι λεία, «Το σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ. Καὶ, Ο θρόνος αὐτοῦ ὡς ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα.» Συνήπτα: δὲ διὰ τοῦτο τῇ βασιλείᾳ καὶ τῇ ἱερωσύνῃ ὁ τόπος τῆς Ιερουσαλήμ. Η μὲν γὰρ βασιλεία, τῇ τοῦ Ἰούδα φυλῇ· ἡ δὲ ἱερωσύνη, τῇ Λευῒ δέδοται. Τὴν ἀμφοτέρων ἅμα κατὰ τὸ ἑξῆς ἐμνημόνευσε. Μετὰ δὲ ταύ τας ἀμφοτέρας τὰς φυλὰς ὁ Βενιαμὶν εὐλογεῖται, καίτοι τοῦ Ἰακὼβ τελευταῖον, κατὰ τὴν τάξιν, Βενια μὲν προφητεύσαντος· ο Βενιαμίν λύκος ἅρπαξ, ο καὶ τὰ ἑξῆς. ᾿Αλλ' ὁ μὲν Ἰακὼβ εἰς τοὺς οἰκήτορας προφητεύει, ὁ δὲ Μωϋσῆς εἰς τὸν τόπον, ὡς ἐν τού τῳ καταπαύσαντος Θεοῦ, καθὰ ἐπὶ τῶν οὐρανίων Χερουβὶμ ἐπεζευγμένων αὐτῷ. Τοιοῦτον γὰρ καὶ τὸ, ᾿Ανὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσεν.» "Ομοιον τῷ παρὰ τῷ Ωσηέ·. Ἐφραὶμ δάμαλις δεδιδαγμένη ἀλοᾷν· ἐγὼ δὲ ἐπιβήσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς.» 'Ο δὲ Κύριος ἐπὶ ὄνου καθήμενος εἰς τὴν Ἱερουσαλὴμ εἰσῄει, τὴν τῶν ἐθνῶν ἀκαθάρ των όντων δεικνύων προτίμησιν.] ΝΟΤ.Ε. Της Ιερουσαλήμ ή τιμή. Του κλήρου γὰρ αὕτη του Βεν. καὶ ὁ τῆς Αἰγ. κώδ. Περὶ ἧς καί. Ὁ αὐτο
col. 987–988page 48 of 49
PG 87:987Τὸν Ἰωσὴφ τοῦ Βενιαμὶν προέταξεν Ιακώβ, τοῦ χρόνου φυλάττων τὴν τάξιν. Ο δὲ Μωϋσῆς μετέταξεν, ἵνα συνάψῃ τῇ βασιλείᾳ καὶ τῇ ἱερωσύνῃ τὸν τόπον. Καὶ ὁ μὲν προὔταξε τὴν ἐπιβουλὴν τὴν κατὰ τοῦ Ἰωσήφ, καὶ τὴν ἐκ Θεοῦ βοήθειαν, καὶ οὕ τως ἐπάγει τὴν εὐλογίαν, μισθὸν τῆς περὶ τοὺς ἀδελ φούς ἀνεξικακίας· ὁ δὲ προτάττει τὴν εὐλογίαν. Γῆν τοίνυν εὔφορον αὐτῷ προφητεύει, διά τε τῶν ἄνωθεν δρόσων, καὶ τῶν κάτωθεν πηγῶν, τῇ τε τοῦ ἡλίου θέρμῃ καὶ τῇ τῆς σελήνης ὑγρότητι τρεφομένων τῶν καρπῶν, καὶ τῶν ὁρῶν καρποφορούντων, καὶ τῶν πεδίων, κατ' εὐδοκίαν Θεοῦ τοῦ θεωρηθέναι τος ἐν τῇ βάτῳ διὰ τῆς ἀγγελικῆς ὀπτασίας (211, ἀποδεξάμενος τὴν πρὸς τοὺς ἐπιβουλεύσαντας ἀνεξικακίαν, καθ᾿ ἣν οὐκ ἠμύνατο πραθείς, ἀλλὰ τοὺς τὰ ἐχθρῶν πράξαντας περιεποιήσατο ὡς ἀδελ φούς. Εὐφράνθητι, Ζαβουλών, ἐν τῇ προελεύσει σου. Εἰκότως, ὡς καρποῦσθαι μέλλων γῆν τε καὶ θάλατταν. Μέχρι γὰρ ταύτης προῆλθε παρ' αἰγιαλούς θαλασσῶν, ὡς Ἰακὼς προεφήτευσε. Ταῦτα δὲ αὐτῷ ἔσται λατρεύοντι Θεῷ. Καὶ Ισσάχαρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ. Καὶ τοῦτον εὐφραίνεσθαι βούλεται, μέσον ἔχοντα κλῆρον τῶν παραλίων, Ζαβουλών τε καὶ Νεφθαλείμ δυτι τολαῖς Ἰωσήφ. "Οθεν ἀμφοτέρων ἀπέλαυε, γῆν ἔχων πίονα, καὶ γεωργία προσκείμενος, καθά προβ λεγεν Ἰακώδ. κωτέρων ὄντων, καὶ τοῦ κατ᾽ ἤπειρον καὶ πρὸς ἀνα Εὐλογημένος ἐμπλατύνων Γ'άδ. Πολεμικὴν τὴν φυλὴν καὶ ὁ Ἰακὼβ ἐδήλου, καὶ κρατήσουσαν τῶν προσπολεμησόντων αὐτὴν, λέγων· Γάδ, πειρατήριον πειρατεύσει αὐτόν· αὐτὸς δὲ πειρατεύσει κατὰ πό δας. Ο δὲ Μωϋσῆς καὶ ἄρχοντας ἐξ αὐτοῦ γενέσθαι προείρηκε. Δικαιοσύνης δὲ προστάτης ὁ ἄρχων, ἧς ἐστιν ἀρχηγὸς καὶ προστάτη; ὁ Θεός. Διὸ καὶ ἐπ ήγαγεν, ὅτι δικαιοσύνην ὁ Κύριος ἐποίησε, καὶ κρίσιν μετὰ Ἰσραήλ. Καὶ τῷ Δὰν εἶπε· Σκύμνος λέοντος, καὶ ἐκπη δήσεται ἐκ τοῦ Βασάν. Η περὶ τῶν Κριτῶν ἱστο ρία δηλοί τὸ τὴν Δἂν φυλήν διὰ πόλεμον κτησαμένην τὸν παράλιον κλῆρον· ὅτε δὴ καὶ τὸ Ἐφο ῃ καὶ τὸ γλυπτὸν ἐπεκομίζοντο, λαβόντες ἐξ οἴκου Μιχα. Διὰ τοὺς εὐαγγελικῆς ὀπτασίας ἀποδεξαμένους. ῾Ο ᾿Αλεξαν. κώδ. οὐκ ὀρθῶς. Διὰ τῆς ἀγγε λικῆς ὀπτασίας. Οτι πραθεὶς οὐκ ἠμύνατο, μᾶλλον δὲ καὶ τοὺ; τωλήσαντας εὐεργέτησεν. Ο τῆς Αὐγο κώλ. Νεφθαλείμ πλησμονή δεκτόν Καὶ τοῦτο ᾿Αποδεξαμένῳ, ὀρθότερ. ἵνα ᾖ, αὐτῷ ἀποδεξαμένῳ. Ἐν κεφ. 18. Δεκτών. Αἱ εἰρημ. ἐκδόσ. καὶ ὁ Θεοδώριτο κατὰ τὴν ἐν Χάλ. Εκδ.
col. 989–990page 49 of 49
PG 87:989τὴν ἑκατέρων εὐπορίαν ἀπὸ τῆς γῆς καὶ θαλάσσης προδηλοῖ· διὰ τὸ πρόσοικον εἶναι θαλάσσης, ὑπο κεῖσθαι δὲ αὐτῷ καὶ τὴν Γαλιλαίαν κατὰ τὸν να τον Τὴν ἀπαλότητα καὶ τὴν τῶν πραγμάτων τρυφὴν ἀπείκασεν ἐλαίῳ· σιδήρῳ τε καὶ χαλκώ, φησί, πρὸς ὑπηρεσίαν αὐτὸν, ὡς ὑποδήματι χρήσασθαι, διὰ θα λάττης εἰσαγομένοις, παραμένειν τε αὐτῷ μέχρι παντὸς τὴν ἰσχύν. Χρὴ δὲ εἰδέναι, ὡς οἱ ἅγιοι Πατέ ρες προηγουμένως τὰς πνευματικάς παρέχονται δωρεάς. Τῶν γὰρ διαφόρων ἐν οὐρανῷ πρὸς τὰς καταστάσεις μονῶν οἱ ἐπὶ γῆς τῶν φυλῶν γεγόνασι κλῆροι, τὴν ἄνω τυπούσης, περὶ ἧς εἴρηται· « κάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν, καὶ ταῦτα Παῦλος δηλῶν, «Επλουτίσθητε, φησίν, ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ γνώσει· ο καὶ, ο Πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ, ο φησὶν ὁ Χριστός • πλὴν καὶ τὰ ἐν γῇ δωροῦνται καλά, δημιουργήσαντος τοῦ Θεοῦ. Οὐκ ἔστιν ὥσπερ ὁ Θεὸς τοῦ ἠγαπημένου. [Ὕμνησις αὕτη Θεοῦ εἰς τὴν παρ' αὐτοῦ δύναμιν φέρουσα] τὰ προειρημένα [ τῷ Ἰσραὴλ ἀγαθά. Ο καὶ οἴκησιν τὸν αἰθέρα λέγει, διὰ τὴν καθαρότητα,] ὑπεράνω δυνάμεων ἀπατῶν, ἃς λέγει βραχίονας αἰωνίους υποκειμένας Θεῷ. "Α δηλοῖ τὸν Ἰσραὴλ, οὐχ ὑπὸ λειτουργικαῖς δυνάμεσι κείμενον, ὥσπερ τὰ ἄλλα ἔθνη, [ἀλλ᾽ εἰς τὸν ἐπὶ πάντων Θεὸν ἀνήκου τα. Οπερ τῇ Ἐκκλησία Χριστοῦ πρόσεστιν.] Αλη θέστερον δὲ καὶ οἰκειότερον κατὰ τό·. Αὐτὸν ἔδωκα κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ. "Ος ἐστιν ἀρχὴ πάσης δυνάμεως, καὶ πάσης ἀρχῆς.» Μακάριος σύ, Ισραήλ. Τις ὅμοιός σοι λαός σωζόμενος ὑπὸ Κυρίου; Δῆλος δὲ ὁ μακαρισμός κατὰ τὸ ἐξαίρετον τῆς παρὰ Θεοῦ τιμῆς καὶ δυνά μεως, ἣν εἶχεν ὁ Ἰσραὴλ τότε. Λέγει δὲ αὐτὸ καὶ περὶ τῶν ἐν τέλει προφητεύων ὁ ᾿Αββακούμ· Ἐπὶ τοὺς ἐχθρούς μου ἐπιι. με, Νῦν μὲν γὰρ τὸ ἀγωνιστικὸν τοῖς δικαίοις ὁρίσας Θεός, ἐπιβιβάζει ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς αὐτῶν· ἵνα τα προτήκοντα δικαίοις πάσχοντες, τῆς δὲ δικαιοσύνης μὴ ἑκστάντες διὰ τὰ πάθη, δικαίαν τὴν ἐπὶ δικαιοσύνη κομίσωνται τιμήν. Ομοιον δὲ τό· Οὐκ ἔστιν ὥσπερ ὁ Θεὸς τοῦ ἠγαπημένου, τῷ ἐν τῷ προοιμίῳ· ι Καὶ ἔσται ἐν τῷ Αγαπημένῳ βασιλεύς.» Καὶ ὡς ἐνταῦθα· «ὑποκάτωθεν αὐτοῦ βραχίονες αιώνιοι. Οὕτως ἐκεῖ καὶ σαφέστερον, πάντες ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου, ο Τὰ αὐτὰ ἄλλως πως ο Προκόπ. ἐν τῷ τῆς Αὐγ. κώδ. καὶ τοῖς ἀνωτέρω δὲ τοῦ Ἀδήλου ὅμοια τὰ παρ' αὐτῷ. Ἐπὶ τοὺς τραχήλους τῶν ἐχθρῶν μου. Ο τῆς Αγ. κώδ. Ως ἂν στεφανωθεῖον ἀγωνισάμενοι. Ο αὐτο
Continue reading PG 87: Commentarii in Josue →≣ entire volume