Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1755–1756page 1 of 12
Caput VI
PG 87:1755ΚΕΦΑΛ. Γ'. 8. η'. Μία ἐστὶ περιστερὰ τελεία τῇ μητρὶ αὐτῆς, ἐκλεκτὴ τῇ τεκούσῃ αὐτήν. Εἴτουν ἡ μετὰ τὸ πιο στεῦσαι Θεῷ, καὶ φόβῳ μὲν τῶν ἀπειλῶν καθαρθῆναι, ἐλπίδι δὲ τῶν ἐπαγγελιών φωτισθῆναι, ἀγαπητικῶς διατεθεῖσα περὶ τὸ ἀγαθόν καὶ μηδ' ἕτερόν τε ποιοῦσα αὐτό, ἀλλὰ δι' αὐτὸ ὡς φύσει καλόν. Αύτη γὰρ μία μέν ἐστιν, ὡς κατὰ θέσιν ἑνωθεῖσα τῷ ἑνὶ καὶ μόνῳ Θεῷ, καὶ παρ' αὐτῷ ἀκίνητος μένουσα ; περιστερὰ δὲ, ὡς πνευματικὴ καὶ τελεία τῇ πανταιτία σοφίᾳ, ὡς πρὸς ταύτην ἀνατατικῶς δι' ἑκάστης ἀρετῆς συναχθεῖσα, τὴν ἐν αὐτῇ ποιησαμένην τὴν πρόοδον, κατὰ τὴν ἑκάστης ἀρετῆς γένεσιν· τινε σοφίᾳ καὶ ἐκλελεγμένη ἐστὶν ἀπὸ τῶν δουλίδων καὶ μισθωτῶν, ὡς υἱοθετησαμένῃ ταύτην κατὰ τὴν ἐν χάριτι θέωσιν. Εἴδοσαν αὐτὴν θυγατέρες, καὶ μακαριοῦσιν αὐτ τὴν, βασίλισσαι καὶ παλλακαὶ αἰνέσουσιν αὐτήν. Δηλονότι ἐν πείρᾳ τῶν κατορθωμάτων αὐτῆς γεγό νασιν αἱ μόνον πιστα: ταύτης μαθήτριαι, ἃς ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας ἀπέτεκε, καὶ μόνῳ λόγῳ αὐτὴν ἐκθειάσουσιν. Αἱ δὲ διὰ φωτισμοῦ ἔργων καὶ δικαιοσύνης, τῆς τοῦ Θεοῦ βασιλείας ἀντιποιούμενα:, καὶ αἱ διὰ φόβον τῶν κολάσεων παντοίων κακῶν ἀπὸ εχόμεναι· καὶ δι' ἔργων ἐπαινέσουσιν αὐτήν, ἐπει δήπερ δόξα τῆς διδασκάλου ἐστὶ τῶν μαθητριῶν ὁ φωτισμὸς καὶ ἡ κάθαρσις· περὶ ἧς καὶ ἐροῦσι θ'. Τίς αὕτη ἐκκαλύπτουσαν ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ἥλιος, θάμβος ὡς τετα γμέναι; Δηλαδή θαυμασία τίς ἐστιν [] διδάσκαλος ἡμῶν, ὡς ταῖς μὲν ἀποστάσαις τῶν ἔργων τοῦ σκό τους διὰ καθάρσεως, μήπω δὲ τὰ ἔργα τῆς δικαιοσύνης καταλαβούσαις, διὰ φωτισμοῦ γνώσεως συγκαταβαίνουσα διδασκαλικῶς, ὥστε ἑωθινὸν φῶς ἐν τῷ τὰ μὲν τέως ἀχώρητα ταύταις μυστήρια κρύπτειν, παραδηλοῦν δὲ τὰ χωρητὰ, καὶ ταῖς ἀπειλαῖς τῶν μελλουσῶν κολάσεων πρὸς ὑπακοὴν ἐπιστύφειν ταῖς δὲ πιστευσάσαις μὲν τῷ τῆς ἀληθείας κηρύγμα τι, μήπω δὲ καθαρθείσαις τῶν τοῦ σκότους τῆς και κίας ἔργων, ἀγαθή ἐστιν· ὡς ταῖς πρὸς μετάνοιαν διδασκαλίαις, καθάπερ τι σεληνιακὸν φῶς, τὴν νύκτα ψυχή. ἐκκλύπτουσα. ἐκκύπτουσα. ΝΟΤΑ.
col. 1757–1758page 2 of 12
PG 87:1757τῆς ἁγνείας τούτων καταφαιδρύνουσα· ταῖς δ᾽ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατούσαις ἐναρέτοις ψυχαῖς, ἐκλελεγμένη ἐστὶν, οἷάπερ τις ἥλιος, τῶν λοιπῶν κατ' οὐρανὸν φώτων αἴγλῃ τε καὶ μεγέθει διαφανές στερος· ὡς ἀνατέλλουσα ταύταις φῶς ἀληθοῦς γνώ σεως, κἀντεῦθεν ἐκπλήττουσα τὰς ὁρώσας αὐτὴν καθάπερ ἐπιφάνειά τις ἀγγελικῶν τάξεων· καὶ ταῦ τα μὲν αἱ μαθήτριαι περὶ τῆς διδασκάλου ειρήκασι τάδε δ' αὕτη περὶ τούτων πρὸς τὸν Νυμφίον φησίν. ι. Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννή γιατι τοῦ χειμάρρου· ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπε λος, εἰ ἤχθησαν αἱ ῥόαι. Ητοι συγκατέβην ἐκ τοῦ ὕψους της μυστικῆς θεωρίας, ταῖς γεωργούσαις ψυ χαῖς, οἱονεὶ καρύα, κατὰ μὲν τὸ ἐκτὸς λέπυρον πικρὰ, κατὰ δὲ τὸ ἐντὸς σκληρά κατ' αὐτὸν δὲ τὸν ἔνδον τῶν τοιούτων λεπύρων καρπὸν, ἡδέα· τὴν τῇ πικρία τῶν ἀκουσίων πεφυλαγμένην γλυκύτητα τῶν ἀρετῶν, ἀπό τε τῶν κατ' ἔλλειψιν αὐτῶν, καὶ τῶν καθ᾽ ὑπερβολὴν παθῶν, ὥστε θεάσασθαι ἐν τῇ ὑπο μονῇ αὐτῶν κύημά τι οὔσῃ τῆς ῥεούσης θλίψεως, ἐκ τοῦ χειμῶνος τῶν πειρασμῶν· ἡ θλίψις γὰρ ὑπομονὴν κατεργάζεται· εἴτε εὐχαριστία, εἴτε δυσφημία προσ ἀγεται σοι τῷ ἰατρικῶς, ἀλλ' οὐ τιμωρητικῶς παιδεύοντι. Θεάσασθαι δὲ πάλιν, ἐάν τε αὐτὸς ὁ ἐν Εὐ αγγελίοις ειρηκώς, ὅτι «Εγώ εἰμι ἡ ἄμπελος, ο ἐν τῇ ὑπομονῇ ταύτῃ προδείκνυσαι ὡς ἄνθος βήτρυος ποιοῦντος οἶνον, τὸν φύσεως ἐκστατικὴν κατὰ τὴν τῆς θεώσεως χάριν. Ο γὰρ ἐν ὑπομονῇ καὶ αὐτῆς τῆς ἰδίας φύσεως ὑπερορῶν, τὴν ὑπὲρ φύσιν τῆς θεώσεως δέχεται χάριν· καὶ ἐὰν αἱ δίκην ῥοιῶν τῷ μὲν φαινομένῳ λεπύρω στυφουσῶν, τῷ δ' ἐντὸς τού του κεκρυμμένῳ καρπῷ, τοὺς γενομένους γλυκαινου σῶν· πεφυλαγμέναι μὲν τῷ τοῦ φόβου του στυπτι κῷ, εὐφραίνουσαι δὲ τοὺς γευσαμένους τῇ τῆς εἰς σὲ ἐλπίδος γλυκύτητι ἀρεταὶ, δηλαδή ή φρόνησις καὶ ἡ ἀκεραιότης, δίκην ἀνθοῦντος καρποῦ ἐδείχθησαν ἐν τῇ ὑπομονῇ· ἡ μὲν φρόνησις, τὴν εἰς σὲ πί στιν, ὥς τινα κεφαλὴν ἀπὸ τοῦ ἐχθροῦ φυλάττουσα ἄτρωτον· ἡ δ᾽ ἀκεραιότης, τὴν εἰς τὸν πλησίον ἀγά τὴν ἀσάλευτον ἐν ταῖς τῶν πειρασμῶν ποικίλαις ἐπαγωγαῖς· καθὼς αὐτὸς ἐν τοῖς Εὐαγγελίοις είρη κας· ι Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡσεὶ ὄφεις, καὶ ἀκέραιο: ὡς αἱ περιστεραί.» Ἐκεῖ δώσω τοὺς μαστούς μου σοί. Πάντως ἐν τῷ προειρημένῳ κήπῳ τῶν ἀρετῶν, ὅς ἐστιν ἐν ταύ ταις πεφυτευμέναι μαθήτριαι, αἳ τὴν εἰς αὐτὰς ἠθικὴν καὶ φυσικὴν διδασκαλίαν μου, οἷάπερ γάλακτι, φυσικῇ καὶ καταλλήλῳ τροφῇ ταύτας τρέφουσι, προσάξω σοι τῷ Νυμφίῳ ὡς ἐντεῦθεν τὸ σὸν ποιοῦσα θέλημα· καὶ σοὶ τὰς μαθητευομένας μοι προσάγουσα, οἴονεί, φησί, πρὸς αὐτὰς, ὅτι εἰ καὶ συγκατέβην ὑμῖν ἐκ τοῦ μυστικώτερον ὁρᾶν ἐν ἑαυτῇ τὸν Νυμ φίον μου, εἰς τὸ θεάσασθαι αὐτὸν καὶ ἐν ὑμῖν ὡς εἴρηκα. ια΄. Οὐκ ἔγνων, ψυχή μου. Δηλαδὴ οὔπω ἐθεασάμην αὐτὸν ἐν ὑμῖν, ὡς μὴ τελειωθείσαις ἔτι κατὰ Χριστόν. Οὗτος δ᾽ ἐντεῦθεν
col. 1759–1760page 3 of 12
Caput VII
PG 87:1759Ει Εθετό με άρματα Αμιναδάς. Εἴτουν πεποίηκε με οχήματα ἑαυτοῦ, ὡς ταῖς διδασκαλίαις φέρουσαν αὐτὸν ἐφ' ἑαυτῆς πρὸς ὑμᾶς, διαφόρως και καταλλήλως ὑμῖν· ᾿Αμιναδαβ γὰρ, ἄρχων λαοῦ μου, ἐρ μηνεύεται, ὅς ἐστι Χριστὸς ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν· αἱ δέ φασι πρὸς αὐτήν ιβ'. Επίστρεφε, ἐπίστρεφε, ἡ Σουλαμῖτις, ἐπίστρεψε, ἐπίστρεψε, καὶ ὀψόμεθα ἐν σοί. Ήτοι, Συγκατάβαινε ἀπὸ τοῦ ὕψους τῆς μυστικής θεωρίας, πρὸς τὴν διὰ τῶν τεσσάρων γενικῶν ἀρετῶν ἠθικὴν διδασκαλίαν ἡμῶν: συμμετριάζουσα κατὰ τὰς εἰρη μένας ἀρετὰς τετραχῶς, ταῖς ἔτι ὑπὸ τῶν παθῶν ὀχλουμέναις ἡμῖν, ἡ δι' ἀπάθειαν εἰρηνεύουσα· ἡ Σουλαμῖτις γάρ, εἰρηνεύουσα, ἑρμηνεύεται· καὶ θεα σήμεθα ἐν σοὶ, ἃ μήπω ἐν ἑαυταῖς ἑωράκαμεν, διὰ τὴν ἡμετέραν ἀτέλειαν· ἐρωτᾷ δὲ αὕτη αὐτάς. ΚΕΦΑΛ. Ζ'. α'. Τι ὄψεσθε ἐν τῇ Σουλαμίτιδι, ἡ ἐρχομένη, ὡς χοροὶ τῶν παρεμβολών; "Ηγουν, Τί ἐν ἐμοὶ θεά σεσθε, τῇ εἰρηνευούσῃ; ὡς μηκέτι πολεμικῶς καὶ ἀγωνιστικῶς, κατὰ τὴν πρᾶξιν τὴν κεκρυμμένην μου διάθεσιν φανερούσῃ διὰ τοῦ σώματος, ἀλλὰ λογι στικῶς καὶ γνωστικῶς τοῖς ἀληθῶς ἀγαθοῖς ἐμμενού σῃ διὰ τελειότητα, ἡ ἐκ τοῦ κατὰ τῶν παθῶν πολέμου επανερχομένη πληθύς, ὥσπερ τινὲς ἐπινικίους ᾄδοντες ὕμνους χοροὶ τῶν ἐκ πολέμου ἐπανερχομένων. Γενναίως γὰρ ἐν τῷ κατὰ τῶν παθῶν πολέμῳ ἀγωνισάμεναι κατὰ τοὺς τρόπους τῶν ἀρετῶν, ὡς ἐπινικίους ὕμνους, τους τούτων λόγους ᾄδετε γνω στικῶς· αἱ δὲ τὸν ταύτης ἔπαινον ποιεῖσθαι ἀπαρ χόμεναι, φασίν Τι ωραιώθησαν διαβήματά σου ἐν ὑποδήμασι, θύγατερ Ναδάβ! Δηλονότι θαυμάσιον κάλλος ἐνδείκνυνται αἱ κατὰ τὰς ἀρετὰς συγκαταβατικαὶ πρὸς ἡμᾶς πορεῖαί σου, ἐν τοῖς τούτων κατὰ πρᾶξιν τρό ποις· οὓς οἷάπερ υποδήματα, ὑπεδέδενται· ἵνα διὰ σώματος δειχθῶσι ταῖς ἀτελέσιν ἡμῖν, καὶ τυπωθῶμεν πρὸς ἀρετὴν, τῷ κατὰ σὲ παραδείγματι, θύγατερ Θεοῦ, ὡς ἀκούοντα τὸν λόγον αὐτοῦ οἷα πατρὸς ὃς πάντων μὲν, κἂν μὴ θέλωσιν, ἄρχει, σοῦ δὲ καὶ ἑκουσίως· Ναδάβ γάρ, ἄρχων ἢ ἡγεμὼν ἑκουσιαζόμενος ἑρμηνεύεται· οὕτω δέ εἰσιν αἱ κατὰ ἀρετὴν πορεῖαί σου ὡραῖαι. "Οτι Ρυθμοί μηρών σου, ὅμοιοι ὁρμίσκοις, ἔργα χειρῶν τεχνίτου. Δηλαδὴ αἱ κατὰ λόγον εύτακτοι κινήσεις, τῶν περὶ τὰ ἐν γενέσει καὶ φθορᾷ καταγι νομένων πρακτικών σου δυνάμεων, τῆς ἐπιθυμίας, λέγω, καὶ τοῦ θυμοῦ, ὡς ὑπὸ τοῦ τεχνίτου λόγου, ἀπὸ τῶν γεννητῶν καὶ φθαρτῶν πρὸς τὰ ὑπὲρ ταῦτα καμπτόμεναι, παρεικάζονται ὁρμίσκοις εἰργασμένοις ὑπὸ χειρῶν τεχνίτου, καμπτοῖς τῷ σχήματι. β'. Καὶ ἐμφαλός σου κρατὴρ τορνευτός, μὴ ὑστερούμενος κράμα. Πάντως τὸ αἰσθητικόν σου, δι' οὗ ὡς δι' ἐμφαλοῦ τὸ ἐν μήτρᾳ βρέφος τρέφει φυσικῶς τὴν κατ' αἴσθησιν θεωρίαν τῶν ὄντων, συλ ληφθεῖσα ὑπὸ τῆς πάντων μητρὸς σοφίας, καὶ τῇ και κίᾳ νηπιάζουσα, δοχεῖόν ἐστι τῆς φυσικῆς τῶν ὁρατῶν
col. 1761–1762page 4 of 12
PG 87:1761γνώσεως, καλῶς τῇ μαχαίρᾳ τοῦ Πνεύματος ἐξεσμένον, καὶ τῆς ἀπάτης ἀπηλλαγμένον· κἀντεῦθεν ὡς μὴ ἀλόγως αἰσθητῶν ἀντιλαμβανόμενον, οὐ ψιλὰς τὰς ἐπιφανείας τῶν ὁρατῶν ἐπιφέρεται, ἀλλὰ πάσας τοῖς πνευματικοῖς τούτων λόγοις κεκερασμένας. 'Η δὲ κοιλία σου, θημωνία σίτου, πεφραγμένη ἐν κρίνοις. Ητοι τὸ φανταστικόν σου, ὅπερ οἷα κοιλία σὺν τοῖς περιττώμασι, τοὺς ἐκ τῶν βρωμάτων χυμούς ἀδιακρίτους τούτων επιφερομένη, ἅμα ταῖς ἐμφανείαις τῶν ὁρατῶν, τοὺς τούτων επιφέρεται λό τους· ἀπόθεσίς ἐστι καὶ διαμονὴ, ὅπερ τὸ θημωνία δηλοῖ τοῦ ἔνδοθεν τῶν φανθεισῶν ἐπιφανειῶν, ὡς ὑπὸ ἀσταχύων σίτου περικαλυπτομένου τῆς ἐν ὅλοις ἀλη θείας λόγου, ἄχρις ἂν μετ' ἐπιστήμης διακρίνασα, ἐφελκύσηται αὐτὸν ἡ διάνοια, καὶ γυμνὸν παντὸς ἐπι καλύμματος και προβλήματος παραπέμψῃ τῷ νῷ πεφυλαγμένη δέ ἐστιν ἡ ὑπόθεσις αὕτη, ἐν τῇ διὰ τῶν κρίνων τοῦ ἀγροῦ παραδειγματιζομένῃ ἐν Εὐαγ γελίοις αμεριμνίᾳ· ἵνα μὴ ὑπὸ τῶν τοῦ βίου δια φθαρῇ μεριμνῶν, καὶ τοῦ ἐν ταύτῃ πνευματικοῦ κοιλία σου. γ. Οἱ δὲ δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος. "Ηγουν Ἡ φυσικὴ καὶ ἡ ἠθικὴ διδα σκαλία σου, δι' ὧν τὰς ἀτελεῖς τρέφεις ἡμᾶς, οἷάπερ γάλακτι, τοῖς φυσικοῖς λόγοις καὶ τρόποις, πρὸς τὴν ἐν Χριστῷ τελειότητα, ἅμα ἐκ σοῦ κατὰ μὲν θεωρίαν ἐξυδερκῶς, κατὰ δὲ πρᾶξιν ἄλγον ἐπιδεικνυμένης. Προς τούτοις δὲ, 5. Τράχηλός σου, ὡς πύργος ἐλεφάντινος. Είτε ουν τὸ συνάπτον τῷ νῷ τὴν αἴσθησιν λογικόν σου, καθάπερ τράχηλος τῇ κεφαλῇ τὸ λοιπὸν σῶμα, οἷα μὲν πύργος αἴρεται κατ' ἀρετὴν ἀπὸ τῶν σαρκικῶν, καὶ πρὸς τὰ πνευματικὰ καὶ οὐράνια· οἷα δ' ἐλεφάντινος, λεῖον ὑπάρχει καὶ καθαρόν, διὰ τὸ ἀπηλλάχθαι τῆς κατ' ἔλλειψιν ἀρετῆς καὶ ὑπερβολὴν, μολυντικής τῆς ψυχῆς ἀνισότητος. Καὶ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσσεβών, ἐν πύλαις θυγατρὸς πολλῶν. Δηλαδή αν θεωρητικαὶ τῆς ψυχῆς σου οἷάπερ λίμναι συναγωγοί τῶν ἐκ ταύτης εἰσρεόντων υδάτων, συνάγουσιν ἐν τῇ αὐξή σε: τῆς κατ' ἀρετὴν θείας καρποφορίας, ὅπερ τὸ Εστεβών ἑρμηνεύεται, διὰ μέσων τῶν αἰσθήσεων, δι' ὧν ὧ; τινων πυλῶν εἰς νεαρὰν ψυχὴν ἡ τῶν ὅλων γνώσις εἰσιέναι πέφυκε, τὴν τικτομένην κατὰ θεω μίαν γνῶσιν ἐκ τῆς διαφόρου φύσεως τῶν ἔντων. Πρὸς δὲ τούτοις, Μυκτήρ σου, ὡς πύργος τοῦ Λιβάνου, σκο πεύων πρόσωπον Δαμασκού. Δηλονότι τὸ οἷάπερ εὐωδίαν ἀπὸ δυσωδίας διαχωρίζον, τὰς ὑποθήκας τῶν εἰς διακονίαν ἀποστελλομένων διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν λειτουργικῶν πνευμάτων, ἀπὸ τῶν ὑποδολῶν τῶν τῆς πονηρίας πνευμάτων διακριτικὸν σου· οιονεί πύργος ὑψηλοτάτου κατὰ τὸν Λίβα τον δρους, ἀποβλέπον κατὰ πρόσωπον τῆς πόλεως Δαμασκοῦ· καὶ τὰς ἐκεῖθεν τῶν ἐχθρῶν ἐφόδους τῷ άλγος? λόγον? καρποῦ ὁ καλὸς γεωργὸς στερηθῇ· καὶ οὕτω μὲν
col. 1763–1764page 5 of 12
PG 87:1763Ισραήλ μηνύων, ἀνέπαφόν τε τῆς παρ' αὐτῶν βλά Η πνευματικής ης διατηρεῖ· τοιοῦτον δέ σου ἐστι τὸ διακριτικόν. ε'. Κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος. Πάντως Χριστὸς ὁ Νυμφίος σου, ὁ ζῶν καὶ ἐνεργής λόγος, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ Πνεύματος, ἐπίγνωσίς ἐστιν ἐν σοὶ περιτομῆς, ὅπερ Κάρ μηλος ὀνομάζεται, περιελών σου τὸ ἀπὸ γενέσεως τῶν παθῶν κάλυμμα, τῇ μαχαίρᾳ τοῦ Πνεύματος· κάνε τεῦθεν τὸ ὄμμα της διανοίας σου καθαρῶς ὁρᾷν δύνα ται τὰς μηχανὰς τῶν νοητῶν ἐχθρῶν, μή τινος πάτ θους ἐπισκοτοῦντος αὐτῷ. Διόπερ Καὶ πλύκιον κεφαλῆς σου, ὡς πορφύρα. Ήτοι, Ἡ διὰ λόγων καὶ τρόπων πλεχθεῖσά σοι διδασκαλία αὐτοῦ Χριστοῦ, οἷα βασιλείας Ενδυμά ἐστι τοῦ νοός σου περιβολή, ἐν ᾗ οὗτος παθῶν γίνεται αὐτοκράτωρ, καὶ ὑπάρχει Βασιλεὺς δεδεμένος ἐν παραδρομαίς. "Ηγουν μή τινι ὑποκείμενος πάθει, ἀλλὰ τῇ σχοίνῳ τῆς εἰρημένης θείας διδασκαλίας δεδεμημένος ἐν παρόδοις τῆς παρούσης βιοτῆς, ἵνα μὴ καταπέσῃ τῷ κατ' αἴσθησιν τῶν προσκαίρων ολισθηρῷ. Διὰ γοῦν ταῦτα πάντα, ς'. Τί ὡραιώθης! καὶ τί ἡδύνθης! Εἴτουν θαυ μάσιον περιεβάλου κάλλος, δηλαδὴ τὸ καθ᾽ ὁμοίωσιν τοῦ ἀρχετύπου, καθ' δ τῷ Νυμφίῳ συγγινομένη, καὶ ἀπολαύουσα τούτου, ἐπλήσθης σωματικῆς ὁ ἀφράστου ἡδονῆς· καὶ γὰρ Αγάπη ἐν τρυφαῖς σου. Δηλονότι ταῖς κατ' ἀρε τήν· γευσαμένη γὰρ· καὶ θεασαμένη ὅτι Χριστὸς ὁ Κύριος, οὐκ ἔτι φόβῳ τῷ ἀγαθῷ ἐντρυφᾷς, ἀλλ' ὅλης τῆς ἀγάπης τούτου ἐξήρτησαι, ἥτις ἔξω βάλλει τὸν φόβον. "Οθεν, ζ'. Τὸ μέγεθός σου ώμοιώθη τῷ φοίνικι. Πάντως τὸ κατ' ἀρετὴν ὕψος σου, παρείκασται τῷ τῇ μὲν γῇ οὐκ εἰς βάθος ἐῤῥιζωμένῳ, εἰς ὕψος δ᾽ ἱκανῶς ἀνα τρέχοντι φοίνικι· καὶ γὰρ καὶ αὐτὴ τῶν γηίνων διὰ τὴν ἀνάγκην τοῦ σώματος ἄκροις τοῖς λογισμοῖς ἐπι ψαύουσα, αὐτῶν ἅπτῃ τῶν οὐρανίων, εἰς μέτρον ἡλι κίας τοῦ πληρώματος τοῦ Χριστοῦ φθάσασα. Καὶ οἱ μαστοί σου τοῖς βότρυσιν. "Ηγουν ή ἠθικὴ καὶ ἡ φυσική διδασκαλία σου· δι' ὧν ἡμᾶς ἔτι νηπίας οὔσας, γάλα ἐπότισας, εἰσαγωγικῶς πρὸς θεοσέβειαν ἐκπαιδεύουσα· νῦν ὁμοιοῦνται τοῖς τοῦ φοίνικος βότρυσιν, ἐν τῷ ἐστιν ἡμᾶς προκοψάσας εἰς τελειότητα, τὴν θειοτέραν διδασκαλίαν, ὡς μελι τώδη γλυκύτητα τῶν βοτρύων τοῦ φοίνικος· τὸ γοῦν μέγεθός σου τῆς διδασκάλου, τῷ φοίνικι παρεικάσασα ἡ μαθητευομένη σοι πληθύς. η. Εἶπα· Αναβήσομαι ἐπὶ τῷ φοίνικι· κρατήσω τῶν ὕψεων αὐτοῦ, καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου. Δηλαδὴ ἐν ἐμαυτῇ βου λευτικῶς ἔφην Ανελεύσομαι μιμητικῶς ἐπὶ τὴν κατ᾿ ἀρετὴν τῆς διδασκάλου μου τελειότητα, καὶ τὰ κατὰ γνῶσιν ὑψηλότατα αὐτῆς καταλήψομαι θεωρήματα καὶ αἱ φυσικῶς οἷα μαζοι τρέφουσαι με διδασκαλίαι σου, ὑπάρξουσι πάντως ὡς βότρυες τῆς ἀληθινῆς ἀμπέλου Χριστοῦ, χορηγοῦσαί μοι τὴν κατὰ χάριν
col. 1765–1766page 6 of 12
PG 87:1765θέωσιν· ἥτις δίκην οίνου, φύσεως τὸν νοῦν ἐξιστᾷ, καὶ πρὸς τὰ ὑπὲρ φύσιν μεθίστησιν. Ἐντεῦθεν δὲ Καὶ ὀσμὴ ῥινός σου, ὡς μῆλα. Εἴτουν, Ἡ πλη ρουσά με νοητῆς εὐωδίας τοῦ παναγίου Πνεύματος χάρις· ἦν αὐτὴ μὲν εἰσέπνευσας, ἀπὸ τοῦ Νυμφίου ταύτης μεταλαβοῦσα· ἐμοὶ δὲ ταύτην ἐνέπνευσας, μεταδοῦσά μοι αὐτῆς, οἷάπερ μῆλα, τὴν ὥραν μὲν εὐπρεπή, εὐώδη δὲ τὴν ὀσμὴν, καὶ τὴν γεῦσιν ἡδέα εὐπρεπὴς μὲν κατὰ τοὺς τρόπους τῶν ἀρετῶν, εὖ πνους δὲ κατὰ τοὺς λόγους αὐτῶν, καὶ γλυκεῖα κατά τὴν πεῖράν μοι ἔσεται. θ. Καὶ ὁ λάρυγξ σου ὡς οἶνος ἀγαθὸς, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητας· ἱκανούμενος χείλεσί μου καὶ ὁδοῦσιν. Ητοι ὁ διδασκαλικὸς λόγος σου, ο άπερ οἶνος κάλλιστος, καρδίας εὐφραντικὸς ὑπάρξει μοι, προφερόμενος αὐτῷ ἀγαπητῷ μου· οὗ μοι αὐτὴ τὸν πόθον ἐνέσταξας, εἰς ἀπλανεῖς κατ' ἀρετὴν ὁδοὺς ἐν τῷ ἔχεσθαι τούτου ὡς ἀληθείας, καὶ μὴ συγχωρεῖν με εἰς τὰ κατ' ἔλλειψιν τῆς ἀρετῆς πάθη ἢ καθ' ὑπερβολὴν πλαγιάζειν· πρὸς δὲ καὶ ἀρχῶν ταῖς τε ὀρεκτικαῖς μου δυνάμεσι, δι' ὧν οἷα χειλέων, πᾶν ἀσπάζομαι τὸ κατὰ βούλησιν· καὶ ταῖς διανοητικαῖς, δι' ὧν ὥς τινων οδόντων πρὸς βρῶσιν πνευματικὴν, τὸ δυσχερὲς τῶν νοημάτων καταλεαί να τῆς γοῦν πληθύος τῶν μαθητευομένων, ἀπαιτη τάσης τὸν διδάσκαλον, ἐπιστρέψαι ἀπὸ τοῦ ὕψους τῆς μυστικῆς θεωρίας, καὶ συγκαταβῆναι κατὰ τὴν ἠθι τὴν φιλοσοφίαν αὐταῖς, ὥστε θεάσασθαι ἐν αὐτῇ τὰ εἰρημένα ταύτης πνευματικὰ κάλλη, καὶ συναναβή και ταύτῃ διὰ μιμήσεως. Πρὸς ταύτας αὕτη φησίν ι. Εγώ τῷ ἀδελφιδῷ μου, καὶ ἐπ' ἐμὲ ἡ ἐπι στροφὴ αὐτοῦ. Ηγουν, Ἐγὼ τῷ ἀγαπητῷ μου τὴν ὑπὲρ ὑμῶν δέησιν προσαγάγω, ἡ ἀναθεμένη ἐμαυτὴν ὅλην αὐτῷ, καὶ χωρὶς αὐτοῦ μηδὲν ποιεῖν βουλομένη καὶ ἐπ᾿ ἐμὲ τὴν οὕτω φρονοῦσαν, ἡ ἀπὸ τῆς ἰδίας περιωπῆς ἐπιστροφὴ αὐτοῦ ἔσται, ἐπακούοντος τῆς ὑπὲρ ὑμῶν δεήσεώς μου, καὶ δι᾿ ἐμοῦ ὑμῖν ἐπικαμ πτομένου τε καὶ ὁρωμένου τοῦ ἀοράτου· ἀναφέρουσα δὲ αὐτῷ τὴν ὑπὲρ ὑμῶν αἴτησιν. Καί φησιν ια΄. Ελθὲ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν. Εἴτουν, Δεύρο, ἀγαπητέ μου, ἐξέλθωμεν ἐγώ τε ἡ μυ στικῶς θεωροῦσά σε, καὶ αὐτὸς οὕτω μοι θεωρούμενος, πρὸς τὸν χορὸν τῶν μαθητευομένων μοι· δν ὥσπερ ἀγρόν τινα τριβόλων καὶ ἀκανθῶν τῶν συμ πνιγουσῶν αὐτὸν τοῦ βίου μεριμνῶν καὶ λογισμῶν ἐμπαθῶν, ἐξεκάθηρα· ἐξέλθωμεν δὲ, φανερώσοντες αὐτῷ τὴν πνευματικὴν συνάφειαν ἡμῶν, ἐν τοῖς κατὰ πράξιν τρόποις τῶν ἀρετῶν· ἐξιόντες δ', ὡς εἴρη ται, Αὐλισθῶμεν ἐν κώμαις. Ήγουν κατασκηνώσωμέν σου ἐν ψυχαῖς, ταῖς ἐν τῷ ὀνόματί σου πάσας τὰς θεωρητικὰς καὶ τὰς ὀρεκτικὰς δυνάμεις αὐτῶν, καὶ τὰς αἰσθήσεις ἐπὶ τὸ αὐτὸ συναθροιζούσαις, οἷάπερ κῶμαι τοὺς οἰκοῦντας αὐτάς· αὐτὸς μὲν οἰκητήριόν σου, ἐν ἁγίῳ Πνεύματι ταύτας ποιούμενος, ἐγὼ δὲ αὐτὴν παριστῶσα ταύταις παράδειγμα πρὸς σὴν εὐ αρέστησιν. 19'. Ορθρίσωμεν εἰς ἀμπελῶνας. Αὐτὸς μὲν ὁ Ηλιος τῆς δικαιοσύνης, ἀνατέλλων φῶς γνώσεως ταῖς η
col. 1767–1768page 7 of 12
PG 87:1767καρποφορούσαις ψυχαῖς τὴν τῶν πόνων ὑπομονήν Υπερ, ὥς τις βότρυς διὰ πολλῶν θλίψεων ἀποστάζει τὸν διὰ τὴν ἐλπίδα τῆς μελλούσης μισθαποδοσίας εὐφραντικόν τῆς καρδίας οἶνον· ἐγὼ δὲ κατὰ τὴν εἰρη μένην ἀνατολὴν, τους τρόπους τῆς ὑπομονῆς ταύταις ὑποδεικνύουσα τῷ κατ' ἐμὲ παραδείγματι· οὕτω δ' ὀρθρίσαντες, Ιδωμεν ει ήνθησεν ἡ ἄμπελος· ήνθησεν ὁ κυπρισμός· ήνθησαν αἱ ρόαι. Ήτοι θεασώμεθα σύ τε ὁ ἐν τῷ κρυπτῷ βλέπων, κἀγὼ ἡ ἐν τῷ φα νερῷ, ἐὰν ἡ εἰς σὲ τῶν μαθητευομένων μοι πίστις ἥτις εἰς τὰς διαφόρους ἀρετὰς, οὗ εἰς κλίματα ἄμπελος διαιρεῖται, ἤνθησεν ἐντός τε καθ' ἕξιν τοῖς λόγοις τῶν ἀρετῶν, καὶ ἐκτὸς κατ' ενέργειαν τοῖς τρόποις αὐτῶν. Ὁ γὰρ κατὰ τοὺς λόγους τῶν ἀρε τῶν ἀνθισμὸς τῆς ψυχῆς, κυπρίζει κατὰ τοὺς τρό πους αὐτῶν ἐν σαρκί· ἧς πίστεως τὸ ῥηθὲν μυστικὸν καὶ φανερὸν ἄνθος, ῥοῶν ἐστιν ἄνθος, αίπερ ἐντὸς μὲν τὸ γλυκὺ τοῦ καρποῦ περιφέρουσιν, ἐκτὸς δὲ τὸ τοῦ λεπύρου πικρόν· καὶ γὰρ καὶ ὁ τῆς πίσ στεως καρπός, κατὰ μὲν τὴν κεκρυμμένην τῆς ψυχῆς διάθεσιν, εὐφραντικός ἐστι, διὰ τὴν τῆς μενούσης μισθαποδοσίας ἐλπίδα· κατὰ δὲ τὴν ἐκτὸς τῆς σαρ κὸς, ὀδυνηρός, διὰ τὸ τῆς ἀρετῆς ἐπίπονον. Ἐκεῖ δώσω τοὺς μαστούς μου σοι. Δηλονότι ἐν τῷ εἰρημένῳ ἀγρῷ τῶν μαθητευομένων μαι, προς αγάγω σοι τῷ Νυμφίῳ μου τὴν πρὸς ταύτας έθεσ κὴν καὶ φυσικὴν διδασκαλίαν μου· ὡς διὰ τούτων αὐτὰς πρὸς τὴν μυσταγωγίαν ἀνάξασα, ἐν τῷ ἀπο δεῖξαι τὴν τῶν ὅλων φύσιν, σὲ τὸν ταύτης αἴτιον αἰνιττομένην συμβολικῶς ἀλήθειαν, καὶ οὐχὶ κατά τοὺς ματαιόφρονας Έλληνας, παρασκευάσασα ταύτος ταῖς φυσικαῖς ἐννοίαις, μακράν σου τῆς ἀληθείας ἀπάγεσθαι. ιγ'. Καὶ γὰρ αἱ μανδραγόραι ἔδωκαν ὀσμήν. Πάντως αἱ τῶν αἰσθητῶν ἐπιφάνειαι, κατὰ τῆς Γραφῆς σύμβολα, ἅπερ τὸν τούτοις κατ' αἴσθησιν εναπομένοντα νοῦν, καὶ μὴ δι' αὐτῶν πρὸς τὴν ἀλή θειαν ἐγρηγορότως διαβαίνοντα, ναρκἂν καὶ ηλιθιαν ὡς τινες μανδραγόρας παρασκευάζουσι, παρέσχον εὐωδίαν τῶν τῆς ἐν ὅλοις ἀληθείας λόγων πνευματικῶς θεωρούμενα. Εντεῦθεν δὲ Καὶ ἐν θύραις ἡμῶν πάντα τὰ ἀκρόδρυα. Ει τουν, Ἐπὶ ταῖς αἰσθήσεσί μου, αἴπερ ώς θύρας τινὲς εξάγουσι μὲν ἐμὲ πρὸς ἀναζήτησίν σου, ὡς πάντων αἰτίου, διὰ τῆς τούτων φυσικῆς ἐν πνεύματι θεω ρίας· εἰσάγουσι δὲ κατὰ γνῶσιν πρός με διὰ μέσου νοός. Πρόθυροί εἰσι πάντες οἱ τοῖς τε συμβόλοις τῆς Γραφῆς, καὶ ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν, ἅπερ ὡς δρυές τινες ἀλογίαν Ἰουδαϊκὴν καὶ Ἑλληνικὴν ἔτρεφον εγκεκεντρισμένοι τῆς ἐν ὅλοις ἀληθείας λ γοις. "Οθεν, Νέα πρὸς παλαιὰ, ἀδελφιδέ μου, ετήρησά σοι. Δηλαδὴ τοὺς νεάζοντας, τῇ καινοποιῷ τοῦ Πνεύματος χάριτι, εὐαγγελικούς λόγους πρὸς τοῖς παλαιωθεῖσιν ὑπὸ τῆς Ἑλληνικῆς καὶ Ἰουδαϊκῆς ἀνοίας, φυσ σικοῖς καὶ γραπτοῖς, ἀγαπητέ μου, ἐφύλαξα σοι τοῖς μὲν γραπτοῖς, καθαρθεῖσα καὶ ἠθικῶς παιδευθεῖσα, τοῖς δὲ φυσικοῖς φωτισθεῖσα, καὶ τοῦ παντὸς
col. 1769–1770page 8 of 12
Caput VIII
PG 87:1769αἴτιόν σε διὰ τῆς τῶν γεγονότων θεωρίας κατιδοῦσα, καὶ τοῖς πνευματικοῖς τελειωθεῖσα, θεολογοῦσά σου τὸ μετὰ Πατρὸς καὶ Πνεύματος ὁμοούσιον. Λοι πὸν ΚΕΦΑΛ. Η. α. Τις δψη σε ἀδελφιδός μου θηλάζοντα μα στους μητρός μου; Ηγουν ἐπειδήπερ μὴ ἡ πρώτη του παρουσία, πρὸς τὸ ἀπολαῦσαί σου ητοίμασται, τίς μοι κατὰ τὴν δευτέραν σου παρουσίαν παράσχῃ σε τὸν ἀγαπητόν μου μεθ᾿ ἡμῶν ἐν τῇ τοῦ Πατρὸς βασιλείᾳ, ἥτις ἐστὶν ἡ μήτηρ ἡμῶν τῶν πιστῶν, ἄνω Ἱερουσαλήμ; Πίνοντα τὸ καινὸν πόμα ῥέον ἐξ αὐτῆς εἰς ἡμᾶς κατὰ χάριν ἀμέσως, ὡς τὸ ἀπὸ μα ζῶν μητρὸς γάλα εἰς τὰ ἔκγονα ταύτης, κἀντεῦθεν τρεφόμενον τὴν τῶν ψυχῶν ἡμῶν σωτηρίαν, τὸ τέ λος τῆς πίστεως τῶν ὑπὲρ φύσιν τὴν μέθεξιν, τὴν θείαν καὶ ἀνεννόητον ἡδονήν· ἦν αὐτὸς ποιεῖν πέφυ κας φύσει, κατὰ χάριν τοῖς ἀξίοις ἐνούμενος· οὕτω γάρ. Εὑροῦσα έξω φιλήσω σε· καί γε οὐδὲ ἐξουδε τώσουσι με. Ητοι ἐπιγνοῦσά σε, οὐχ ὥσπερ νῦν κατὰ πίστιν, ἀλλὰ κατ᾽ εἶδος ἐν τῇ ἔξω τῆς θεϊκῆς σου ουσίας ἡμετέρᾳ οὐσίᾳ τὴν ἀφθαρσίαν ἡμῖν καὶ τὴν ἀτρεψίαν ἐπὶ τῆς κοινῆς δωρούμενον ἀναστάσεως, ἀπολαύσω σου ἀμυκτηρίστως· κἂν νῦν παρὰ τῶν τὰ τοῦ κόσμου φρονούντων ἐξευτελίζομαι, ὡς διὰ τὴν περὶ σὲ διάθεσιν, πάντα περιφρονοῦσα τὰ πρόσκαιρα· τίς δ' ὁ τρόπος τῆς ἀπολαύσεως ἔσταιμοι; Καὶ γὰρ β. Παραλήψομαί σε· εἰσάξω εἰς οἶκον μητρός μου, καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με· πο τιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος βοών μου. Δηλονότι παρὰ σοῦ χαριζομένου μου τὴν θέωσιν, λάβω σε ποθοῦσά σου τὴν λαμπρότητα· καὶ ἐν τῷ ταύτην θεάσασθαι, εισαγάγω σε εἰς νοῦν, ὃς οἶκος • μέν ἐστι τῆς διὰ βαπτίσματος τεκούσης με οἷα μητρὸς, τοῦ Παναγίου Πνεύματος χάριτος, ὡς ταύτης διὰ τὸ καθ' ὁμοίωσιν χωρητικός ταμιείον δὲ πάλιν αὐτῆς, ὡς τοὺς ἀποκρύφους ταύτης θησαυ τοὺς διὰ τὸ κατ' εἰκόνα ἔχων ἀποθέτους ἐν ἑαυτῷ Στις με χάρις συνέλαβε διὰ πίστεως· πρὸς τούτοις δὲ προτάξω σοι τῷ διψώντι τὴν σωτηρίαν μου, ὥς τι πόμα, τήν τε ἀπὸ τῆς συνθέσεως τῶν ἐν πάσῃ τῇ κτίσει καὶ τῇ Γραφῇ διαφόρων λόγων Αρτυσμένην μα ἄληστόν σου, ὡς ἀληθείας, γνῶσιν ήτις οἷά περ εὐώδης οἶνος, ἱλαρύνων καρδίαν, εὐφραίνει τὰς μεταλαμβανούσας ταύτης ψυχάς· καὶ τὴν ἀεννάως μοι βλύζουσαν ἀγάπησίν σου, ὡς ἀγαθοῦ, ἀπό τε τοῦ φόβου τῆς ὑπεροχῆς σου, καὶ τοῦ πόθου τῆς μετοχῆς σου, τῶν δίκην ῥοιῶν, τῷ μὲν στυπτικῷ, στηριζόν των με, τῷ δὲ γλυκαίνοντι εὐφραινόντων με· εἶτα πρὸς τὰς μαθητευομένας αὐτῇ στρέφουσα πάλιν τὸν λόγον, διδάσκει τὴν αἰτίαν τῶν παρ' αὐτῆς πρὸς τὸν Νυμφίον ειρημένων, φάσκουσα γ. Ευώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου. Ήγουν ἐπειδήπερ αἱ τῶν ὑποδεχομένων κολάσεων
col. 1771–1772page 9 of 12
PG 87:1771τοὺς ἐξ ευωνύμων τοῦ Νυμφίου μου ἀπειλαὶ, νῦν ὑπὸ δίκην κεφαλῆς ἀρχικὸν τῆς ψυχῆς μου, πάντως τὸ νοερὸν ὑποτάσσουσι τὸ αἰσθητικόν· διὰ τοῦτο ἐν ἐλπίσιν εἰμὶ, ὅτι Καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. Εἴτουν τὰ ὑποδεχόμενα τοὺς ἐκ δεξιῶν ἐπήγγελμαι ἀγαθὰ τῆς τοῦ Θεοῦ βασιλείας, δλην με κατὰ τὸν μέλλοντα αἰῶνα περιέξουσι ψυχῇ καὶ σαρκὶ τὴν ἀπέραντον εὐφροσύνην παρέχοντα. Πάντα δὲ τὰ εἰρημένα διδασκαλικῶς εἰποῦσα, δ'. Ωρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλήμ, ἐν ταῖς δυνάμεσι, καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, τί ἐγείρετε καὶ τί ἐξεγείρετε τὴν ἀγάπην ἕως ἂν θελήσῃ; "Ητοι κατεσφαλισάμην ὑμᾶς ὡς δι' ὅρκου, τῆς τῶν θείων μυστηρίων ἐξηγήσεως, μαθήτρια μου, τῆς ἐν ἁγίῳ Πνεύματι δρώσης τὸν καταλλάξαν τα ἡμᾶς τῷ ἰδίῳ Πατρὶ, αναδιδάξασα τὴν αἰτίαν, δι' ἣν ἐν ταῖς θεωρητικαῖς καὶ ταῖς πρακτικαῖς δυνά μεσι, καὶ ἰσχύσεσι, ταῖς ἐν τῷ παρόντι κόσμῳ ἐνερ γεῖν δυναμέναις· ἐγείρετε κατ' ἀρετὴν, καὶ ἐξεγεί ρετε κατὰ γνῶσιν ἐν ὑμῖν καθεύδειν δοκοῦντα, όταν ἀγνοῆτε τὸ εὐθὲς, καὶ μὴ πράττητε τὸ καλὸν, τὸν ἀγαπήσαντα ἡμᾶς, καὶ δόντα ἑαυτὸν λύτρον ὑπὲρ ἡμῶν, ἕως ἂν εὐδοκήσῃ κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν, αὐτὸς τὰ κατὰ φύσιν οἰκεῖα δρᾷν ἐν ἡμῖν, πάσχουσι κατὰ χάριν αὐτά. Αἱ δὲ θάμβει πληρ ρωθεῖσαι, περὶ τῆς διδασκάλου φασί ε'. Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδὶν αὐτῆς; Δηλαδή, ὁποία ὑπάρχει αὕτη, διδασκαλικῶς ἀπὸ μυστηρίων εἰς μυστηριωδέστερα ἀναβαίνουσα, κεκαθαρμένη ἀπὸ παντὸς ρύπου ἁμαρτημάτων καὶ ἐπερειδομένη ἐπὶ τὸν αὐτῆς διὰ τῆς βεβαίας εἰς αὐτὸν [Νυμφίον] πί στεως; ὁ γοῦν Νυμφίος τὴν ἐπὶ ταῖς μαθητευομέναις τῆς Νύμφης ὁρῶν ἐπιμέλειαν, καὶ ἀποδεχόμενος τὴν ταύτης εἰς τὸ ἀγαθὸν διέγερσιν, ἀναμιμνήσκει αὐτὴν τοῦ προτέρου βίου, ώστε μετριοφρονεῖν, καὶ μὴ διὰ τῶν ἐπαίνων, τῷ τῆς οἰήσεως πάθει περιπεσεῖν· καί φησι πρὸς αὐτήν Ὑπὸ μῆλον ἐξήγειρά σε. Ηγουν ὑπὸ τὴν δί κην μήλου τέρποντος τὰς πλείους τῶν αἰσθήσεων, ἀπάσας ταύτας εὐφραίνουσαν αἰσθητικὴν κτῆσιν, καθευδούσης σου τῇ πρὸς τὰ καλὰ ῥᾳθυμίᾳ καὶ τὴν πρὸς τὰ ὑλικὰ σχέσιν, διήγειρά σου τὸ φρόνημα Ο πρὸς πόθον ἐμὸν λόγοις προνοίας καὶ κρίσεως. Καὶ γὰρ ἐκεῖ ὠδίνησέ σε ἡ μήτηρ σου· ἐκει ὠδίνησε σε ἡ τεκοῦσα σε. Δηλονότι ἐν τῇ σχέσει τῶν ὑλικῶν συνελάβετό σε ἡ προμήτωρ του Εύα τῇ καθ᾽ ἡδονὴν γενέσει, καὶ ἀπέτεκέ σε τῇ κατ' ὀδύνην γεννήσει· ὑφ' ὧν συνείχου τῇ προσπαθείᾳ τῶν αἰ σθητῶν, τὴν μὲν ἡδονὴν διώκουσα, τὴν δ᾽ ὀδύνην φεύ γουσα· κἀντεῦθεν φιλονεικοῦσα, τῆς ἡδονῆς τὸ τέλος, τὴν ὀδύνην φημί, ταύτης αποχωρίσαι, ὅπερ ἀμήχανον. Εἰ οὖν βούλει διαμένειν τῆς τοιαύτης σχέσεως ἐλευθέρα, ζ. Θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου. Εἴτουν ἐν ἐμοὶ τῷ ἀρχετύπῳ μεῖνον, τηροῦσα τῷ μὲν ἡγεμόνι σου νῷ, τὸ κατ' εἰκόνα, κατ' ἀπλανή θεωρίαν, καὶ
col. 1773–1774page 10 of 12
PG 87:1773διάθεσιν ἀγαπητικὴν ἐμοῦ· τῇ δ' ἐνεργητικῇ σου δυνάμει, τὸ καθ' ὁμοίωσιν, κατὰ πράξιν ἀνυπόκριτον, καὶ διάπειρον ἡ ἀποτροπὴν τοῦ κακοῦ· κἀντεῦθεν μενῶ καὶ αὐτὸς ἐν σοί, φυλάττων ὥς τις σφραγίς τοῦ διανοητικοῦ σου τὴν ἕξιν καὶ τὴν ἐνέργειαν, ἀσύλους τῇ σχέσει τῶν ὑλικῶν. Οτι κραταιὰ ὡς θάνατος, ἀγάπη· σκληρὸς ὡς ᾅδης, ζῆλος. Ητοι ἐὰν τῇ ἀγάπῃ καὶ τῷ δι' αὐτὴν ζήλῳ μένῃς, μενῶ καὶ αὐτὸς ἐν σοί· καὶ φυλαχθήσῃ, ὡς εἴρηται· ἐπειδήπερ ἡ μὲν ὁλικὴ εἰς ἐμὲ ἀγάπη, Ισχυρά ἐστιν ὡς πάσας ἐπὶ κακὸν ὁρμήν τε καὶ κίνη σιν καταπαύουσα, δίκην θανάτου· ὁ δὲ δι' ἐμὲ ζῆλος, ἀνένδοτος τῷ κακῷ, ὡς τὰς ἀλόγους ορμάς δεσμεύων, καὶ ἀπροΐτους κατέχων, ο άπερ ᾅδης. Καὶ γὰρ περίπτερα αὐτῆς, περίπτερα πυρὸς φλόγες αὐτῆς. Δηλαδὴ ὅτι ὁ ἐκ πίστεως τῶν ἡπει λημένων κολάσεων φόβος, καὶ ὁ ἐπ' ἐλπίδι τῶν ἐπηγ γελμένων ἀγαθῶν πόθος, εἰσὶ περὶ τὴν ἀγάπην ως τινα πτερὰ κατὰ πρᾶξιν καὶ θεωρίαν ἀνυψούντα αὐτὴν ἀπὸ πάντων τῶν γηΐνων πρός με τὸν ὑπερουράνιον· καὶ οἷα μέν τινος πυρός, τῆς ἀγάπης εἰσὶ περίπτερα· ὡς τοῦ μὲν φόβου καταβαίνοντος 6 πα σαν κακίαν, καὶ ἐγκαθαίροντος τὴν ψυχὴν ἀπὸ παν τὰς παθῶν μολυσμοῦ· τοῦ δὲ πόθου ἐξάπτοντος αὐτὴν πρὸς Θεόν· οἷα δὲ αὐτῆς αὖθις τῆς ἀγάπης εἰσὶ φλόγες, ὡς ταύτης αὐγαζούσης τῇ ψυχῇ, ἔν τε τῷ φλέγεσθαι ταύτην θείῳ πόθῳ, καὶ συντηρεῖσθαι τὸν καταφλέγοντα αὐτὴν πόθον ἁγνῷ φόβῳ, διαμένοντι εἰς αἰῶνα αἰῶνος. Ταύτην δὲ ζ. Υδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγά πην, καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν. Ηγουν αἱ ρέουσαι ὡς πλῆθος ὑδάτων ἐκ τοῦ χειμῶνος τῶν ἀκουσίων πειρασμῶν πολλαὶ θλίψεις, καὶ αἱ τούτων ἀλλεπάλληλοι, ὡς ποτάμια ρεύματα επι αγωγαί, ἐν οἷς τὰ τῆς πονηρίας πνεύματα τὴν εἰς ἐμὲ ἀγάπην σπεύδουσιν, ἢ τέλεον ἐκριζῶσαι διὰ μισο θείας, ἢ κατακαλύψαι διὰ μισανθρωπίας οὐ δυνή σονται, οὔτε πάντη σβέσαι αὐτὴν διὰ βλασφημίας, οὔτε κατακλύσαι καὶ ἀφανίσαι δι' ἀπροσεξίας τῶν ἐντολῶν μου· αἴπερ ἀποδεικνύουσι μὲν τὴν εἰς ἐμὲ ἀγάπην· συμπεραίνονται δὲ εἰς τὴν τοῦ πλησίον πλὴν Ἐὰν δῷ ἀνὴρ τὸν πάντα βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν. Δη λονότι ἐὰν ὁ μὴ τῇ τῶν προσκαίρων ἀπάτῃ ἐκθηλυ. νόμενος, παράσχῃ τοῖς δεομένοις πάντα τὰ ὑπάρχοντα αὐτῷ, διὰ τὴν πρός με αγάπην, εὐτελισμῷ ἐξευτελίζουσιν αὐτὸν αἱ ἀντικείμεναι δυνάμεις πάντως ὡς τὸν Ἰὼβ μετὰ τὴν ἀφαίρεσιν παντὸς τοῦ αἰσθη τοῦ πλούτου αὐτοῦ ἐξηντέλισαν, ἐξαιτούμεναι τοῦτον ἀπ' ἐμοῦ εἰς δοκίμιον τῶν διὰ σαρκὸς ὀδυνῶν, καὶ τοὺς φίλους αὐτοῦ εἰς τούτου ὀνειδισμὸν ἐπεγείρουσι ταῦτα τοίνυν αὐτὴ εἰδυΐα, ὅταν πάσας μου τὰς ἐντο λὰς τηρῆς, καὶ ὀδύνη σοι ἐπέλθῃ σαρκός, κατά συγ χώρησιν ἐμὴν γίνωσκε τὸ τοιοῦτον ἐπισυμβαίνειν ι διαπερον? ο κατακαίοντος?
col. 1775–1776page 11 of 12
PG 87:1775σοι· ἵνα σου ἡ πρὸς ἐμὲ ἀγάπη πᾶσι κατάδηλος Ο γένηται, μὴ ἐνδιδούσης τοῖς πειρασμοῖς, καὶ οὐχὶ διὰ τὸ μὴ εἶναι πρόνοιαν ἐπὶ πάντα διήκουσαν· ἡ δὲ Νύμφη τοῦ Χριστοῦ Ἐκκλησία, ἤδη μὲν τὴν ἑαυτῆς παρ' αὐτοῦ λαβοῦσα ἀσφάλειαν, ποθοῦσα δὲ καὶ τὴν διὰ βαπτίσματος, κατὰ γνῶσιν καὶ ἀρετὴν τελείωσιν τῆς τῶν κατηχουμένων αὐτῆς Ἰουδαίων τε καὶ Ελ λήνων ὁμηγύρεως· περὶ ταύτης φησὶ πρὸς αὐτήν η'. Ἀδελφὴ ἡμῶν μικρά, καὶ μαστοὺς οὐκ ἔχει. Εἴτουν ἡ διὰ τὴν ὁμοφυΐαν ἀδελφὴ ἡμῶν χρηματίζουσα πληθύς, ἀτελῆς ἔτι δι' ἀπιστίαν ἐστί· καὶ διὰ τοῦτο λόγους καὶ τρόπους ἀρετῶν προσφερομένους σοι τῷ Νυμφίῳ οἷα μαζούς, ἵν᾿ ἐν τούτοις ἀπολαύσῃς τῆς σωτηρίας αὐτῆς, οὐ κέκτηται. Καὶ τί ποιήσομεν τῇ ἀδελφῇ ἡμῶν ἐν ἡμέρᾳ ᾗ ἂν λαληθῇ ἡ ἐν αὐτῇ; Δηλαδή τί διαπραξόμεθα ἐπὶ τῇ εἰρημένῃ ἀδελφῇ ἡμῶν, ἐν ᾧ καιρῷ τὸ σὲν κατὰ πίστιν παραδέξεται κήρυγμα; θ'. Εἰ τεῖχές ἐστιν, οἰκοδομήσωμεν ἐπ' αὐτὴν ἐπάλξεις ἀργυρᾶς· καὶ εἰ θύρα ἐστὶ, διαγράψωμεν ἐπ' αὐτὴν σανίδα κεδρίνην. "Ητοι ἐὰν μὲν τῇ πράξει τῶν νομικῶν ἐντολῶν ᾠκοδόμηται δίκην τεί χους, ἐπιθήσωμεν ἐπ' αὐτὴν ὥσπερ ἐπάλξεις ἀργυ ρᾶς τοὺς τηλαυγείς κατὰ γνῶσιν λόγους, τῶν ἐν τῷ νομικῷ Γράμματι συμβόλων. Ἐὰν δὲ τῇ κατ' αἴσθησιν φυσικῇ θεωρία 1*, διαμορφώσωμεν αὐτήν, οἱονεὶ σανίδα κεδρίνην, τὴν τὰς μερίζουσας τὸν νοῦν συν σφίγγουσαν αἰσθήσεις, καὶ ἐξ ἔργων τὴν βεβαίωσιν ἔχουσαν, πίστιν ἀποβαλλομένην τῇ μαχαίρᾳ τοῦ Πνεύματος πᾶσάν τε δόξαν ψευδῆ, καὶ ἀρετῆς ἔλλειψιν καὶ ὑπερβολὴν· κἀντεῦθεν τὴν ἐν σοὶ τελειότητα αὐτὸς μὲν τῇ εἰρημένῃ πληθύς δωρήσῃ, ἐγὼ δ' υπουργήσω· ἐπειδὴ ἤκουσε τῶν τῆς διδασκάλου καὶ νύμφης ῥημάτων ἡ ἐξ Ἰουδαίων πρὸς πίστιν προς καλουμένη ὁμήγυρις· ὅτι τε μαστοὺς οὐκ ἔχει, καὶ τὸ, Εἰ τεῖχός ἐστι, περὶ αὐτῆς εἰρημένον, πρὸς ἀμφότερα ταῦτα τὴν ἀπόκρισιν ποιουμένη, φησὶν ὡσανεὶ δεικτικῶς. ι. Ἐγὼ τεῖχος, καὶ μαστοί σου ὡς πύργου. Πάντως ἡ ἐξ Ισραήλ, τεῖχος μέν είμι, ὡς ᾠκοδομημένη τῇ διδασκαλίᾳ τῶν νομικῶν ἐντολῶν, τοῦ, Οὐ μοιχεύσεις,» καὶ τῶν ἑξῆς· πύργοις δ' ἐοίκασι τὰ δίκην μαζῶν, νηπιώδη τροφὴν καὶ εἰσαγωγικήν μοι κομίζοντα σύμβολα τοῦ νομικοῦ γράμματος ὡς ἀπόρθητόν με φυλάσσοντα τοῖς ἐθνικοῖς ἔθνεσι καὶ γὰρ Ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτοῦ, ὡς εὑρίσκουσα εἰρήνην. Ήγουν αυτή ποτε ὑπῆρχον ἐπισκοπῆς θείας ἀξιουμένη· καὶ κἂν μὴ τότε ἐγνώκειν τὸν κατ αλλάξαντα ἡμᾶς τῷ ἰδίῳ Πατρὶ, τὴν ἀληθινὴν εἰρή νην, ἀλλ' ὡς ταύτην κατὰ τοὺς τύπους ἐν τοῖς προ φήταις ἐγνωκυῖα ἐτύγχανον· πρὸς ταύτην διδασκαλικῶς ἡ Νύμφη φησί· Τί μοι προβάλλῃ τὰ παλαιά; ια΄. Αμπελὼν ἐγενήθη τῷ Σαλομών ἐν Βεβαι λαμών. Δηλαδή πνευματική φυτεία τῆς τῶν πιστῶν Ἐκκλησίας, γέγονε τῷ εἰρηνικῷ βασιλεῖ, ἐν πλήθει ἐθνῶν, ὅπερ τὸ Βεβπελαμών παριστᾷ. Η αυτόν ληθῇ. θύρα
col. 1777–1778page 12 of 12
PG 87:1777Εδωκε τὸν ἀμπελῶνα τοῖς τηροῦσιν. Είτουν παρέσχε τὴν Ἐκκλησίαν ἀποστόλοις καὶ διδασκάλοις, τοῖς ἐγρηγορότως φυλάσσουσιν αὐτήν· ἵνα μὴ αἱ κατ' αὐτῆς ἐπεγειρόμεναι πολυειδεῖς αἱρέσεις, ταύτην καταλυμήνωνται, τῷ τὴν ἑνότητα αὐτῆς εἰς ελλοκότους δόξας καταμερίσασθαι. Ανὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίους. Δηλονότι ὅς τῶν τελουμένων κατήργησε τὰ τοῦ νη πίου ἐν τῷ προσφερομένῳ τούτοις παρὰ τῶν τελε στῶν πνευματικῷ τῆς Ἐκκλησίας καρπῷ, τῇ καθάρσει, φημί, καὶ τῇ φωτίσει καὶ τῇ τελειώσει, κομίσεται οἷάπερ χιλίους ἀργύρους, τὴν διὰ καθαρότητος καὶ φωτισμοῦ τελειότητα· ἀκούσας δὲ ὁ Νυμφίος τῆς Νύμφης περὶ αὐτοῦ πρὸς τὰς μαθητευομένας αὐτῇ λεγούσης, ὅτι Ἔδωκα τὸν ἀμπελῶνα τοῖς τηροῦσιν, ἵνα μὴ δόξωσιν οἱ ἀκούοντες ἀφεστηκέναι τοῦτον τῆς τοῦ ἀμπελῶνος ἐπιμελείας, φησὶ πρὸς αὐτήν 5. Αμπελών μου ἐμὸς ἐνώπιόν μου. Ήγουν κάν τινας φύλακας τῆς Ἐκκλησίας» κατέστησα, ἀλλὰ Δεσπότης ταύτης ἐγὼ καὶ Νυμφίος· καὶ ἡ τού των σπουδή, ἐν τῇ ἐμῇ ἐπισκοπῇ ἰσχύει. Εἰ μὴ γὰρ ἐγὼ φυλάξω, εἰς μάτην ηγρύπνησεν ὁ φυλάσσων· ἡ δὲ Νύμφη ἀνταποκρινομένη πρὸς τὸν Νυμφίον φησίν Οι χίλιοι σοὶ Σαλομών, καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ. Ήτοι ἡ μὲν τελειό της, σοῦ τοῦ τελειωτοῦ δωρόν ἐστιν εἰρηνικέ τε καὶ εἰρηνοποιέ· ἡ δ' εἰς ἑαυτὴν τῆς φύσεως ἡμῶν ἀπο κατάστασις, διὰ τῆς τῶν σῶν ἐντολῶν ἐργασίας, περ ἐ πὶν ἡμῶν τῆς Ἐκκλησίας καρπός, τῆς προαιρέσεως ὑπάρχει τῶν κατ' ἐνέργειαν φυλασσόντων αὐτάς. Καὶ γὰρ ὁ μὲν χίλια ἀριθμὸς, τὴν ἐν Χριστῷ ἐμφαίνει τελειότητα, ἀπροσδεής τελειότητος υπάρ ξων μονάς· ὡς μὴ μόνον τὸν δυνάμει, ἀλλὰ καὶ τὸν ἐνεργεία ταύτης λόγον ἐν ἑαυτῷ φέρων· ὅτι ἐκ μου νάδος ἄρχεται, καὶ διὰ μονάδος δηλοῦται, καὶ μονά δος ἐστὶ ποιητικός· ἡ γὰρ χιλιὰς καὶ μυριάς, τῷ τῆς μονάδος στοιχείῳ γνωρίζονται. Ὁ δὲ διακόσια πάλιν ἀριθμός, τὴν τῆς φύσεως ἡμῶν εἰς ἑαυτὴν διὰ τῆς τῶν ἐντολῶν ἐργασίας δηλοῖ ἀποκατάστασιν· ὡς δε καπλασιάζων κατὰ τὴν δεκάδα τῶν ἐντολῶν, τὸν ἐκ τοῦ τετράκις πέντε συντιθέμενον, κἀντεῦθεν δι λοῦντα τὴν ἐξ ὕλης καὶ εἴδους φύσιν ἡμῶν, εἰκοστὴν ἀριθμόν. Πρὸς δὲ τοῖς εἰρημένοις ἡ Νύμφη, καὶ τάδε πρὸς τὸν Νυμφίον, δι᾿ ἄκραν τὴν μετριοφροσύνην καὶ ἐπιτεταμένον πίθον τῶν μελλόντων ἀγαθῶν, διέξεισιν. ιγ'. Ο καθήμενος ἐν κήποις, ἔτεροι προσέχοντες την φωνήν σου ἀκούτισόν με. Εἴτουν, ὦ Νυμφίε μου, σὺ ὁ ἐπαναπαυόμενος τῇ τε νοητῇ κτίσ σει καὶ τῇ αἰσθητῇ, ὡς τοῖς σοῖς θελήμασι δίκην κή των πεφυτευμέναις, ἄλλοι παρ' ἡμᾶς εἰσὶν οἱ ἀμεταστρεπτὶ πρὸς σὲ ἀτενίζοντες, διὰ τὸ μὴ μερίζεσθαι δεσμῷ σώματος αἱ ἄϋλοι πάντως καὶ ἀγγελικαὶ τά ξεις. Ἐγὼ δὲ ὡς ὑποκειμένη τῷ τοιούτῳ δεσμῷ, δέδοικα τὴν τροπήν· καὶ διὰ τοῦτο τὴν δευτέραν σου κάθοδον ἐπισπεύδουσαν ἱκετεύω σε, ἀκουστὴν ποίησον τὴν Η ἐπιπτεύδουσα. ἐποπτεύουσα? ἐπιπνέουσα
Continue reading PG 87: Supplementum →≣ entire volume