Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 2837–2838page 1 of 3
PG 87:2837τετέλεστο, ἀλλ' ἔμενεν ἔτι. Οἱ δὲ πεσσοί, ὧν δὴ υπερ θεν ἡ οἰκοδομία ἐγένετο, τῶν ἐγκειμένων σφίσιν οὐκ ἐνεγκόντες τὸ μέγεθος, ἀμηγέπη ἐξαπιναίως ἀπορ ῥηγνύμενοι, οὐκ ἐς μακρὰν διαλυθησομένοις ἐῴκεισαν. Οἱ μὲν οὖν ἀμφί τε τὸν ᾿Ανθέμιον καὶ Ἰσίδωρον τοῖς συμπεπτωκάσι περίφοβοι ὄντες, ἐπὶ τὸν βασιλέα τὸ πρᾶγμα ἦγον, δυσέλπιδες ἐπὶ τῇ τέχνῃ γε γενημένοι. Αὐτίκα δὲ ὁ βασιλεὺς, ὅτῳ μέν ποτε ἠγμένος, οὐκ οἶδα, Θεῷ δὲ, οἶμαι (οὐ γάρ ἐστι μηχανικός), εἰς τὸ πέρας αὐτοῖς περιελίξαι τὴν ἀψίδα ταύτην ἐπήγγελλεν. Αὐτὴ γὰρ, ἔφη, ἐφ' ἑαυτῆς ἀνεχομένη, τῶν ἔνερθεν πεσσῶν οὐκέτι δεήσει. Καὶ εἰ μὲν ὁ λόγος ἀμάρτυρος ἦν, εν οἶδα ὅτι κόλαξ τε ἂν ἔδοξεν εἶναι καὶ ἄπιστος ὅλως· ἐπεὶ δὲ μάρτυρες πάρεισι τῶν τηνικάδε πεπραγμένων πολλοί, οὐκ ἐκε νητέα ἡμῖν ἐπὶ τὰ τοῦ λόγου λειπόμενά ἐστιν. Οἱ μὲν οὖν τεχνῖται τὰ ἐπιτεταγμένα ἐποίουν· ἡ δὲ ἀψις ἐπ' ἀσφαλούς ᾐώρητο πᾶσα, ἐπισφραγίζουσα τῇ πεί ρα τὴν τῆς ἐννοίας ἀλήθειαν. Τοῦτο μὲν οὖν ταύτῃ ἐξείργασται· κατὰ δὲ τὰς ἄλλας ἀψίδας, αἵ τε πρὸς μεσημβρίαν τετραμμέναι εἰσὶ καὶ βοῤῥᾶν ἄνεμον, τοιόνδε ξυνενηνέχθη γενέσθαι· Οἱ μὲν λώρο: κα λούμενοι ᾐώρηντο. Βαρυνόμενα δὲ αὐτοῖς ἐπεπονήκει τὰ ἔνερθεν πάντα· κίονές τε οἱ τῇδε όντες, χάλικας μικρούς, ὥσπερ ἀποξυσθέντες, ἀφίεσαν Καὶ αὖθις μὲν ἄθυμοι τοῖς συμπεπτωκόσιν οἱ μηχανικοί γεγενημένοι, τῷ βασιλεῖ τὰ σφίσι παρόντα εἰσήγγελλον. Αὖθις δὲ ὁ βασιλεὺς ἀντετεχνήσατο τάδε. Τούτων δὴ τῶν πεπονηκότων τὰ ἄκρα ὅσα τῶν ἀψίδων ἐπ έψανε, διελεῖν μὲν ἐν τῷ παραυτίκα ἐκέλευσεν· ἐντιθέναι δὲ πολλῷ ὕστερον, ἐπειδὰν τὸ τῆς οἰκοδομίας ὑγρὸν ἀπελώφησεν αὐτοῖς μάλιστα. Καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν· ἡ δὲ κτίσις διαγέγονε τὸ λοιπὸν ἐν ἀσφαλεῖ οὖσα. Φέρεται δέ τι μαρτύριον ὁ βασιλεὺς τοῦ ἔργου τοιάνδε. ΝΟΤΑ. Χάλικας μικρούς ὥσπερ ἀποξυσθέντες, ἀφίε σαν. πεσσοί μαρμαρώσεις, ΠΡΟΚΟΠΙΟΥ ΣΟΦΙΣΤΟΥ ΓΑΖΗΣ ΜΟΝΩΔΙΑ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΣΟΦΙΑΝ ΠΕΣΟΥΣΑΝ ΥΠΟ ΣΕΙΣΜΟΥ. 131: Τοῦ Προκοπίου σοφιστοῦ Γάζης μονωδία εἰς τὴν Αγιαν Σοφίαν πεσούσαν ὑπὸ σεισμοῦ.
col. 2839–2840page 2 of 3
PG 87:2839ο *Ην ἄρα καὶ συμφορὰ συμφορᾶς, καὶ πάθος πάθους, καὶ λύπη λύπης, καὶ οιμωγὴ οίμωγῆς, καὶ θρήνος θρήνου μείζων τε καὶ ἀργαλεώτερος· καὶ τὰ μὲν ἄλλα τῶν παθημάτων ὅσα καὶ βίβλο: καὶ μνῆμαι φές ρουσι· πόλεων κατασκαφάς, ναῶν ἐρημώσεις, οι κιῶν ἐρειπώσεις, ἀγαλμάτων συμπτώσεις, μετα αναστάσεις, ἀπαγωγάς, αἰχμαλωσίας ἔγνωμέν τε καὶ οἴδαμεν· εἴδομέν τε ἃ οὐκ ἂν ἠλπίσαμεν· οὐκ ἂν προσεδοκήσαμεν· οὐκ ἂν εἰς νοῦν ποτε ἀνετυπώσα μεν· καὶ οὗ μεῖζον οὐκ ἦν κακὸν ἢ ἰδεῖν ἢ ἀκοῦσαι καὶ οὗ προαποθανεῖν πᾶς ἂν ηὔξατο· τί τοῦτο; τὸν κόσμον ἡμῶν, τὸν οὐρανὸν ἡμῶν, τὸν ἥλιον, τὴν σκέ πην, τὴν καταφυγὴν, τὴν ἐλπίδα, τὴν μόνην ψυχ γωγίαν, τὴν μόνην ἀντίληψιν, τὸ ἔρεισμα, τὸ ἱλαστήριον, τὸν περικαλλῆ ναὸν, τὸν ἀσύγκριτον οἶκον ᾠκοδόμησεν ἡ Σοφία ἐπὶ τῷ ἑαυτῆς ὀνόματι· καὶ ᾧ ὑπήρεισε τοὺς ἑπτὰ στύλους ἐκείνους· ὑπὲρ οὗ καὶ τὰ ἑαυτῆς ἔσφαξε θύματα· καὶ τὸν κρατῆρα ἐκέρασεν. "Ω τοῦ πάθους! ὢ τῆς συμφορᾶς! ὦ τοῦ μεγέ θους τῶν κακῶν! ὢ τῆς Ἰλιάδος! Τίς οὐκ ἂν καὶ τὴν γλῶσσαν ἐνδάκοι ὥστε μὴ εἰπεῖν; τίς οὐκ ἂν ἐκὼν ἀποπνιγείη πρὶν ἐκλαλῆσαι τοῦτον ἐκεῖνον ἂν ὁ Θεὸς ἐξελέξατο, ᾧ ἐπεφοίτα, ᾧ μᾶλλον εἰπεῖν ἐνεδήμει, ᾧ ἠρέσκετο, ᾧ ἐπετέρπετο, εἰς ὃν ἀπέκειτο τὰ τι μιώτατα, τὸ μύρον, τὸ χρίσμα, τὸ βασιλικὸν λέγω, καὶ τὸ ἱερατικὸν, εἴπω τὸ παράδοξον τὸ τοῦ Χριστοῦ σῶμα καὶ αἷμα, ἐν ᾧ ἐθύετο οὗτος; Τίς εἰπεῖν τολ μήσει τὸ γεγονός; τίς ἐνέγκοι ψυχὴ προενεγκεῖν τὴν φωνήν; οὗτος διώνυμος· ὁ περιβόητος, ὁ ἄσυλος ἔπεσεν, οἶμαι! ἔπεσε σεισμῷ κλονηθεὶς καὶ βρασμῷ γῆς τιναχθείς· καὶ ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, οὐκ ᾔδέσθη σε ἄρα; οὐκ ἐλέησε πίπτοντα; πρὸς σὲ γὰρ ὁ λόγος, ναὲ τοῦ Θεοῦ· καὶ χώμα γινόμενον καὶ διαλυόμενον· καὶ κονιορτὸν πρὸς αὐτὴν πάλιν αἱμόμενον καὶ ἀναφερόμενον οὐκ ἐπ εστράφη. Οὐδὲ κατενύγη ἐπὶ σὲ ὁ εὐσπλαγχνος. Αθυ τος δὲ ἔσται καὶ ἀκαλλιέργητος· καὶ διαμενεῖ ἀμελῴδητος· ἀνθ' ὧν οὐκ ἔπαθέ τι ἐπὶ τῇ συντριβῇ σου· ἀλλ' ἔθηκε τὸ πρόσωπον αὐτοῦ ὡς στερεάν πέ τραν· ἵν᾿ ἰδῇ καὶ αὐτὸ εἰ καὶ νῦν ὡς ἔοικεν ἐπιλέλησται· ἵν᾿ ἀνθρωπίνως εἴπω, καὶ περιπαθῶς ὡς ἄνθρωπός τε ἐγένετο· καὶ τὰ σωματικὰ ἀνεδέξατο ὑμεῖς δὲ ὡς υἱοὶ Σιὼν οἱ τίμιοι καὶ ἀντιθέμενοι χρυσ σίῳ· οἱ λειτουργοί, καὶ ἱερεῖς, καὶ θύται τοῦ μεγάλου καὶ καινοῦ θύματος· καὶ εἴ τι ἕτερον ἐν διακόνοις καὶ ὑποδιακόνοις· καὶ τοῖς αἴρουσι τὰ σκεύη και καθαιροῦσι· καὶ μελουργοῖς, καὶ ὑμνῳδοῖς, καὶ ψάλτας σύστημά τε καὶ πλήρωμα! ο?, ὡς Ἱερεμίας φησί, τρυ φεροί τε καὶ κακῶν ἀπαθεῖς· καὶ τὰς ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι περιφέροντες, πῶς νῦν μετατέ θεῖσθε; ποῦ ἀθροίζεσθε; πῶς ἐστράφη ἡ χαρὰ ἡμῶν εἰς πένθος; πῶς αἱ ἑορταὶ εἰς θρήνους; Οὐ καλὸν ἦν ἡμῖν καὶ ὅσιον, ὡς καὶ ἐμοὶ ἔδοξε καὶ πᾶσι, προαποθανεῖν, ἢ συναποθανεῖν τῷ πτώματι; Ἐπεὶ δὲ ὁ Θεὸς ζῇν ἡμῖν ἔδωκε καὶ ἐγκατάλειμμα ἡμῖν ὑμᾶς ὑπο ελείπετο, ζητῶ ποῦ τὸ ἱερὸν ὑμῶν κάθηται νῦν ἢ ἴστα ται σεμνολόγημα· ποῦ ἡ σύνοδος· ποὺ ἡ συνέλευσι
col. 2841–2842page 3 of 3
PG 87:2841ποῦ ἡ συζήτησις τῶν Γραφικῶν ῥητῶν τι περὶ τῆς συμφορᾶς ἐκείνη; φιλοσοφεί τε, περὶ εὐδοκήσεω; περὶ παραχωρήσεως, περὶ οἰκονομίας, περὶ τῶν ἀνεφίκτων χρημάτων· εἴ τις ἐδόθη ὑμῖν ἢ ἀπεκαλύφθη λόγος· εἴπατε καὶ ἡμῖν· καὶ μὴ ἐάσητε μόνῳ τῷ ἀποσπάσματι τοῦ ἱεροῦ ὕμνου προσανέχειν· οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ,λέγων, ἄρχων ή προφήτης ή ἡγούμενος· οὐδὲ ὁλοκαύτωσις· οὐδὲ θυσία, οὐδὲ προσ φορά, οὐδὲ θυμίαμα. Οὐ τόπος τοῦ καρπῶσαι ένα ώπιόν σου καὶ εὐρεῖν ἔλεος· ἀλλ' ὑμεῖς μὲν καὶ σώ ζοισθε καὶ ἴδοιτε τὴν νέαν Ιερουσαλὴμ ἀναγομένην τι εἰς ὕψος καὶ ἀνακαινιζομένην, καὶ ταῖς εὐχαῖς συγκάμοιτε, και δοξασθήσοισθε ἐν αὐτῇ καὶ λαμ. πρυνθήσοισθε· σὺ δὲ, ἥλις, καὶ σελήνη, καὶ ἀστέρες ὑμεῖς, που ποτε ἄρτι φαίνετε; τοῦ αὐγάζετε; ποῦ τὰς ἀκτῖνας ἀνίσχοντες πέμπετε; ποῖος ὑμᾶς ἕτερος οἶκος ἐκδέχεται καὶ ὑποδέχεται; τίνι ἐναβρύνεσθε νῦν; τίνι ἀντιλάμπετε; ποίῳ ἔργῳ ἐνσεμνύνεσθε; τίς ἰδεῖν ὑμᾶς ἄνω βλέπων ἐθέλοι; τίς οὐχὶ μᾶλλον Κατακύπτων ἐν σκότει διαπορεύεται, καὶ φῶς ἀποστρέφεται; Οὐκ ἔδει σε περιβαλέσθαι σκότος τὸ πένθιμον; ἐκεῖνο τοῦτο ἤδη δεύτερον, φωστήρων ἄριστα καὶ μέγιστε ἥλιε; οὐχὶ καὶ σὲ, πανσέληνε, κωνοειδεῖ τινι σκιάσματι ὑποδραμείν καὶ ὑποκρυβῆναι ἢ ἐκλείψαι; Αλλ' οὕτω παρείδετε τὸ γεγονὸς ὡς ἀγένητον· καὶ ποῦ ἐνδοξασθήσεσθε; Έγωγ' οὖν πολλάκις ὑμᾶς εἶδον ἐν τῷ σελασφόρῳ περιγνάμπτῳ ναῷ ἐκείνῳ· καὶ ἰδὼν ἐθαύμασα καὶ τὴν αἰτίαν ἠρεύνησα, δι' ἣν τοῦτο ὑπέστητε. Καὶ τὸ τοῦ ναοῦ κάλλος αἴτιον ἔμαθον τῆς διατριβῆς ἐκείνη:. Καίτοι δυσέρωτας ὑμᾶς ᾤμην εἶναι ἡ ἀνέρωτας· ποτὲ δέ μοι καὶ δι' ὅλης ἐφάνης τῆς ἡμέρας, ήλιε, εμφιλοχωρῶν ἐκεῖσε· καὶ στρεφόμενος καὶ φαίνων καὶ λάμπων· καὶ ἑκὼν οὐκ ἀφο ίστασο ἢ μεθίστασο· ἕως ἡ νὺξ ἐπῆλθε τὴν διάδοχόν σο: σελήνην φέρουσα. Καὶ τοῦτο ἐγὼ βλέπων ἐλογιζόμην ὅτι καὶ γίγαντα καὶ νυμφίον ἐκ τοῦ παστοῦ ἐξερχόμενον ὁ μελωδός Δαυτό σε προανεφώνησε. Προείδε γάρ σε ἐκεῖνος τοῦ παμφαοῦς ἐκείνου ναοῦ ἐρῶντα. Καὶ εἶπε δέ σοι ταῦτα. Καὶ νῦν τοῦτον οὐκ ἐνετράπης πίπτοντα δι' ὧν ἧς μείζων· δι' ὧν ἐνδοξοτέρας, δι' ὧν φαιδρότερος ἔσῃ· καὶ σὺ πάντων ἀδόξαστος ταπεινωθήσῃ μικρὸν καὶ στυγνάσεις ἐπὶ τῷ πτώματι· ἵνα μάθῃς ἀλλοιωτός καὶ αὐτὸς καὶ τρε πτὸς γεγονώς, καὶ φθορᾷ ὑποκείμενος· οὗτος δὲ εἰ μὲν ἀναστήσεται, καὶ ὑψωθήσεται, καὶ ἑδραιωθήσεη ται, ἢ συντελεσθήσεται, οὐκ ἐμὸν εἰδέναι· τὸ δ' ἐμὸν εἰ ἐπιδιώσω, εἰ εἰσέλθω, εἰ εἴδω, εἰ προσκυνήσω, εἰ θεοκλυτήσω, Θεοῦ ἄρα τοῦτο κἀκεῖνο εἰδότος.
Continue reading PG 87: Joannes Monachus →≣ entire volume