Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 2825–2826page 1 of 6
Procopii Rhetoris de Sancta Sophia
PG 87:2825ΚΘ'. Τὰ δὲ τῶν ὡρῶν τεταγμένα, καὶ πάντα κατὰ φύσιν προέρχεται. Τὸ γὰρ Θεῖον εὐμενὲς, ἐπ' εὐσεβέσιν ἔργοις ὁσίως τιμώμενον· καὶ φαιδραὶ μὲν αἱ πόλεις, ἄλλη κατ' ἄλλα σεμνυνομένη· πᾶσαι δὲ κοινὸν προβέβληνται κόσμον, τὰς σὰς εἰκόνας ἐπ' εὐεργεσίαις 10 ἱστῶσαι· καὶ μετ' ἐκείνων ἡμεῖς· ἐφ' αἷς δήμου μὲν οὐ συνάγομεν θέατρα καὶ παρὰ σοι, κριτῇ σώφρονι, λίαν ἀπεῤῥιμμένα· ἐν τούτοις γὰρ φορτική τις ἡ τέρψις· καὶ ὄχλον ἀγοραῖον ἰδεῖν ἔστιν εὐφραινόμενον. "Οθεν ταῦτα μὲν χαίρειν ἑῶμεν· λό γοι δὲ τὰς τὰς εἰκόνας τιμῶσι, καὶ λόγων ἀγῶνες, καὶ διὰ τούτων αἱ Μοῦσαι. Λ'. Ἀλλὰ τί ποτε ταύταις ἐπιγράψομεν; τί τῆς ἀξίας εχόμενον; ἢ πάντως ἐκεῖνα· «Ἡ πόλις τὸν εὐεργέτην δι' οὗ νῦν αὐχένα τε γαῦρον ἐπαίρω καὶ πόλις εἰμί;» ἀλλ᾽ εἴη σὲ μὲν ἐσαεὶ διέπειν τὴν Ρωμαίων ἀρχὴν, πλείστους δὲ τοιούτους ἀγαθοὺς ἔχειν ἄνδρας τῶν πραγμάτων προεστηκότας· τὰς δὲ πόλεις ἐπ᾽ εὐτυχίαις στεφάνους πλέκειν, καὶ γραφὰς ἀνατιθέναι, καὶ ᾅδειν ὑμνούσας 10· ποιητῶν δὲ παῖ δας καὶ ῥήτορας, ἀμφὶ σοὶ κινοῦντας τὴν γλῶτταν, εὐπορεῖν ἀεὶ καὶ τοῖς σοῖς τροπαίοις ἀβρύνεσθαι β. 10 εὐεργεσίαις Ν., εὐεργεσίας 10 ὕμνους Ν. ὁρῶν. Ἀναστάσιος 'Ανέκδοτα, Ανεκδότων
col. 2827–2828page 2 of 6
PG 87:2827ΠΕΡΙ ΠΡΟΚΟΠΙΟΥ ΡΗΤΟΡΟΣ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΣΟΦΙΑΣ. "Ανδρε, ἀγελαῖοί ποτε καὶ ὁ συρφετός ὄχλος ου στινιανῷ βασιλεῖ ἐν Βυζαντίῳ ἐπαναστάντες, τὴν Νίκα καλουμένην στάσιν εἰργάσαντο· ήπερ μο ἀπαρακαλύπτως ἀκριβολογουμένῳ ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδιήγηται λόγοις. Ενδεικνύμενοι δὲ ὡς οὐκ ἐπὶ τὸν βασιλέα μόνον, ἀλλ' οὐδέν τι ἧσσον ἐπὶ τὸν Θεὸν, ἅτε ἀποφράδες, τὰ ὅπλα ἀντῆραν· ἐμο πρῆσαι τῶν Χριστιανῶν τὴν ἐκκλησίαν ἐτόλμησαν (Σοφίαν καλοῦσιν οἱ Βυζάντιοι τὸν νεών, ἐπὶ τὰ καιριώτατα τῷ Θεῷ τὴν ἐπωνυμίαν ἀπεργασάμενοι). Ἐπεχώρει δὲ αὐτοῖς ὁ Θεὸς διαπράξασθαι τὸ ἀσέ ημα, προειδὼς εἰς ὅσον τὸ κάλλος τοῦτο τὸ ἱερὸν μεταστήσεσθαι ἔμελλεν. Ἡ μὲν οὖν ἐκκλησία ἐξηνθρακωμένη τότε ξύμπασα ἔκειτο, βασιλεὺς δὲ Ἰουστινιανὸς τοιαύτην ἀποτετόρνευται οὐ πολλῷ ὕστερον, ὥστε εἰ τῶν Χριστιανῶν τις επύθετο, εἰ βουλομένοις αὐτοῖς διολωλέναι τὴν ἐκκλησίαν εἴη, καὶ τοιάνδε γενέσθαι, δείξας τι τῶν νῦν φαινομένων εκτύπωμα, δοκοῦσιν ἄν μοι ώς συντομώτατα εὔξασθαι πεπονθυῖαν τὴν ἐκκλησίαν θεάσασθαι, ὅπως δὴ αὐτοῖς εἰς τὸ παρὸν μεταβάλοιτο σχῆμα. Ο μὲν οὖν βασιλεὺς άφροντιστήσας χρημάτων ἁπάντων, ἐς τὴν οἰκοδομὴν σπουδῇ ἴετο· καὶ τοὺς τεχνίτας ἐκ πάσης γῆς ἤγειρεν ἅπαντας. Ανθέμιος δὲ Τραλλιανός, ἐπὶ σου
col. 2829–2830page 3 of 6
PG 87:2829φίᾳ τῇ καλουμένῃ μηχανικῇ λογιώτατος, οὐ τῶν κατ' αὐτὸν μόνον ἁπάντων, ἀλλὰ καὶ τῶν αὐτοῦ προγεγενημένων πολλῷ, τῇ βασιλέως ὑπούργει σπουδῇ, τοῖς τεκταινομένοις τὰ ἔργα ρυθμίζων, τῶν τε γενη σομένων προδιασκευάζων ινδάλματα Καὶ μηχα νοποιὸς σὺν αὐτῷ ἕτερος, Ισίδωρος όνομα, Μιλήσιος γένος, ἔμφρων τε ἄλλως καὶ πρέπων Ἰουστινιανῷ ὑπουργεῖν βασιλεῖ. *Ην δὲ ἄρα καὶ τοῦτο τῆς τοῦ Θεοῦ περὶ τὸν βασιλέα τιμῆς, προκαταστησαμένου τοὺς ἐς τὰ πραχθησόμενα χρησιμωτάτους αὐτῷ ἐσο μένους· καὶ αὐτοῦ δὲ βασιλέως τὸν νοῦν εἰκότως ἄν τις ἀγασθείη, τούτου δὴ ἕνεκα, ὅτι δὴ ἐκ πάντωνἀνθρώπων ἐς τῶν πραγμάτων τὰ σπουδαιότατα, τους καιριωτάτους ἀποδέξασθαι ἔσχε. Θέαμα οὖν ἡ ἐκκλησία κεκαλλιστευμένον γεγένηται· τοῖς μὲν ὁρῶσιν ὑπερφυές· τοῖς δὲ ἀκούουσι, παντελῶς ἄπιστον. Ἐπῆρται μὲν γὰρ εἰς ὕψος ούτ ράνιον, ὅσον καὶ ὥσπερ τῶν ἄλλων οἰκοδομημάτων αποσαλεύουσα ἐπινένευκεν, ἐπικειμένη τῇ ἄλλῃ πό λει· κοσμοῦσα μὲν αὐτήν, ὅτι αὐτῆς ἐστιν· ὡραῖ ζομένη δὲ, ὅτι αὐτῆς οὖσα καὶ ἐπεμβαίνουσα τοσοῦτ τον ἀνέχει, ὥστε δὴ ἐνθένδε ἡ πόλις ἐκ περιωπῆς ἀποσκοπεῖται. Εύρος δὲ αὐτῆς καὶ μῆκος οὕτως ἐν ἐπιτηδείῳ ἀποτετόρνευται, ὥστε καὶ περιμήκης και ὅλως εὐρεῖα οὐκ ἀπὸ τρόπου εὑρήσεται. Κάλλει δὲ ἀμυθήτῳ ἀποσεμνύνεται· τῷ τε γὰρ ὄγκῳ κεκόμψευται καὶ τῇ ἁρμονίᾳ τοῦ μέτρου, οὔτε τι ὑπερ άγαν, οὔτε τι ἐνδεῶς ἔχουσα· ἐπεὶ καὶ τῶν ξυνειθισμένων κομπωδεστέρα, καὶ τοῦ ἀμέτρου κοσμιωτέρα " ἐπιεικῶς ἐστι. Φωτὶ δὲ καὶ ἡλίου μαρμαρυγαῖς ὑπερ φυῶς πλήθει. Φαίης ἂν οὐκ ἔξωθεν καταλάμπεσθαι ηλίῳ τὸν χῶρον, ἀλλὰ τὴν αἴγλην ἐν αὐτῷ φύεσθαι. Τοσαύτη τις φωτός περιουσία εἰς τοῦτο δὴ τὸ ἱερὸν περικέχυται διακέχ. Καὶ τὸ μὲν τοῦ νεὼ πρόσωπον (εἴη δ' ἂν αὐτοῦ τὰ πρὸς ἀνίσχοντα ἥλιον, ἵνα δὴ τῷ Θεῷ ἱερουργοῦσι τὰ ἄρρητα), τρόπῳ τοιῷδε δεδημιούργηται. Οἰκοδομία τις ἐκ γῆς ἀνέχει, οὐκ ἐπ᾽ εὐθείας πεποιημένη, ἀλλ' ἐκ τῶν πλαγίων ὑπεσταλμένη καταβραχύ, καὶ κατὰ τὰ μέσα ὑποχωροῦσα, ἐπὶ σχῆμά τε κατὰ ἥμισυ τὸ στρογγύλον ἰοῦσα, ὅπερ οἱ περὶ τὰ τοιαῦτα σοφοί ἡμικύλινδρον ὀνομάζουσιν, ἐς ὕψος ἀπότομον ἐπαν έστηκεν. Ἡ δὲ τοῦ ἔργου τούτου ὑπερβολὴ ἐς σφαίρας τεταρτημόριον ἀποκέκριται· υπερθέν τε μηνοειδὲς τε αὐτῇ ἕτερον τοῖς προσεχέσι τῆς οἰκοδομίας; Προδιασκευάζων ινδάλματα. του οίκου τὸ σχῆμα, σχή μα Τῷ τε γὰρ ὄγκῳ κεκόμψενται. κομψεύεται
col. 2831–2832page 4 of 6
PG 87:2831ἐπῆσται· τῇ μὲν εὐπρεπείᾳ, θαυμάσιον· τῷ δὲ σφα ἀεὶ διαγελᾷ πρῶτον ἡ ἡμέρα Ὑπεραίρει γὰρ, μημα καταβραχὺ ἐξεπίτηδες παρειμένου τοσοῦτον, μίας ξυμβαίνει είναι, φέγγους διαρκῶς ἀγωγούς εἶναι. λερῷ τῆς συνθήσεως, δοκοῦν τι εἶναι φοβερὸν ὅλως. Δοκεῖ γάρ πη οὐκ ἐν βεβαίῳ ἐπωρῆσθαι, ἀλλ' ἐπικινδύνως τοῖς ἐνθάδε οὖσι μετεωρίζεσθαι· καίτοι δια φερόντως ἐν τῷ βεβαίῳ τῆς ἀσφαλείας ἐστήρικται. Τούτων δὴ ἐφ' ἑκάτερα κίονες ἐπ' ἐδάφους εἰσὶν, οὐδὲ αὐτοὶ κατ' εὐθὺ ἑστῶτες, ἀλλ᾽ εἴσω κατὰ σχῆμα τὸ ἡμίκυκλον ὥσπερ ἐν χορῷ ἀλλήλοις υπεξανιστάμενο καὶ αὐτῶν ὑπεράνωθεν οἰκοδόμημα μηνοειδές ἀποκρέμαται. Τοῦ δὲ δὴ ἑῴου καταντικρὺ τὰς εἰσόδους ἔχων ἐγήγερται τοῖχος, καὶ αὐτοῦ ἑκατέρωθεν οι τε κίονες καὶ τὰ αὐτῶν ὕπερθεν ὁμοιότατα τοῖς δεδηλωμένοις, ἐν ἡμικύκλῳ ἑστήκασι. Κατὰ δὲ τὰ τοῦ νε μέσα λόφοι χειροποίητοι επανεστήκασι τέσσαρες, οὓς καλοῦσι πεσσούς· δύο μὲν πρὸς βοῤῥᾶν, δύο δὲ πρὸς ἄνεμον νότον, ἀντίοι τε καὶ ἴσοι ἀλλήλοις, κίονας ἐν μέσῳ ἑκάτεροι κατὰ τέσσαρας μάλιστα ἔχοντες. Πεποίηνται δὲ οἱ λόφοι λίθοις εὐμεγέθεσι σύνθετοι, λογάδην μὲν συνειλεγμένοις, ἐς ἀλλήλους δὲ πρὸς τῶν λιθολόγων ἐπισταμένως εναρμοσθείσιν, ἐ; ὕψος μέγα ίκνοῦνται· εἰκάσαις ἂν αὐτοὺς εἶναι σκοπέλους ὁρῶν ἀποτόμους. Ἐπὶ τούτοις δὲ ἀψίδες τέσσαρες ἐν τετραπλεύρῳ ἀνέχουσιν· καὶ αὐτῶν τὰ μὲν ἄκρα ξύνδυο ξυνιόντα εἰς ἄλληλα, ἐν τῇ ὑπερβολῇ ἐρήρεισται τῶν λόφων τούτων· τὰ δὲ δὴ ἄλλα ἐπηρμένα, εἰς ἀπέραντον ὕψος τώρηται. Τῶν δὲ ἁψίδων, αἱ μὲν δύο κατὰ κενοῦ τοῦ ἀέρος ἐπανεστήκασι πρὸς ἀνίσχοντά τε καὶ δύοντά που τὸν ἥλιον αἱ δὲ λειπόμεναι, οἰκοδομίαν τινὰ καὶ κίονας με κροὺς κομιδῇ ἔνερθεν ἔχουσιν· ύπερθεν δὲ αὐτῶν Ο κυκλοτερής οἰκοδομία ἐν στρογγύλῳ ἐπῆρται· ὅθεν οἶμαι, τὴν γῆν ξύμπασαν, καὶ διαλείπει τὸ οἰκοδό ὅσον τοὺς χώρους οὗ δὴ τὸ διῃρημένον τῆς οἰκοδο Ταῦτα δὲ, οἶμαι, γλώσσῃ τραυλιζούσῃ τε καὶ ἰσχνοφώνῳ οὔσῃ, ἀμήχανά ἐστι. Τῶν ἁψίδων τῆς συμπλοκῆς ἐν τετραγώνῳ ἐξειργασμένης, ἐς τρίγωνα τέσσαρα μεταξὺ τὸ ἔργον ἀποτετέλεσται. Καὶ ἡ μὲν τριγώνου ἑκάστου κρηπίς πεπιεσμένη τῇ ἐς ἀλλή λας τῶν ἁψίδων ἐνέρσει, ἐξεῖαν ποιεῖται τὴν κάτω γωνίαν· συναναβαίνουσα δὲ τὸ λοιπὸν εὐρυνομένη τῇ μεταξύ χώρᾳ, ἐς τὸ κυκλοτερὲς τελευτᾷ, ὃ ταύτῃ ἀνέχει· γωνίας δὲ τὰς λειπομένας ἐνταῦθα ποιεῖ ΝΟΤΑ. "Οθεν ἀεὶ διαγελᾷ πρῶτον ἡ ἡμέρα. Δια γελώσης της ὥρας Διαγελώντος ἀεὶ τοῦ ἀέρος διαγελᾷ πρώτ τον ἡ ἡμέρα.. Ταῦτα δὲ, οἶμαι, γλώσσῃ. (λόγω φράσαι ἀμήχανον, ως δεν οἶμαι οὐδὲ γλώσσῃ: τῷ, ἀμήχανά ἐστι, οὐδὲ τῷ ληπτά, καὶ γλώσσῃ. ἀμήχανα, εὐμή χανα
col. 2833–2834page 5 of 6
PG 87:2833ται. Τούτου δὲ τοῦ κυκλοτερους παμμεγέθης επαν Επηκυίά τις σφαιροειδής θόλος ποιεῖται αὐτὸ δια φερόντως εὐπρόσωπον. Δοκεῖ δὲ οὐκ ἐπὶ στεῤῥᾶς τῆς οἰκοδομίας διὰ τὸ παρειμένον τῆς οἰκοδομίας ἑστάναι· ἀλλὰ τῇ σειρᾷ τῇ χρυσῇ ἀπὸ τοῦ οὐρανοῦ ἐξημμένον, καλύπτειν τὸν χῶρον. Ταῦτα δὲ πάντα ἐς ἄλληλα παρὰ δόξαν ἐν μεταρσίῳ ἐναρμοσθέντα, ἔκ τε ἀλλήλων ᾐωρημένα, καὶ μόνοις ἐναπερειδόμενα τοῖς ἄγχιστα οὖσι, μίαν μὲν ἁρμονίαν ἐκπρο πεστάτην τοῦ ἔργου ποιοῦνται· οὐ παρέχονται δὲ τοῖς θεωμένοις αὐτῶν τινι ἐμφιλοχωρεῖν ἐπιπολὺ τὴν ὄψιν. Ἀλλὰ μεθέλκει τὸν ὀφθαλμὸν ἕκαστον, καὶ μεταβιβάζει ῥᾷστα ἐφ' ἑαυτό· ἀγχίστροφός τε ἡ τῆς θέας μεταβολὴ ἐς ἀεὶ γίνεται, ἀπολέξασθαι τοῦ ἐσο ορώντος οὐδαμὴ ἔχοντος ὅ τι ἂν ποτε αγασθείη μᾶλλον τῶν ἄλλων ἁπάντων. Ἀλλὰ καὶ ὡς ἀποσκοποῦντες πανταχόσε τὸν νοῦν τάς τε ὀφρῦς ἐπὶ πᾶσι συν νενευκότες, οὐχ οἷοί τέ εἰσι ξυνείναι τῆς τέχνης" ἀλλ' ἀπαλλάσσονται ἀεὶ, ἐνθένδε καταπεπληγμένοι τῇ ἐς τὴν ὄψιν ἀμηχανία. Ταῦτα μὲν τῇ δὲ πη έχει. Μηχαναῖς δὲ πολλαῖς βασιλεύς τε Ἰουστινιανός και ᾿Ανθέμιος ὁ μηχανοποιός σὺν τῷ Ἰσιδώρῳ οὕτω δὴ μετεωριζομένην τὴν ἐκκλησίαν ἐν τῷ ἀσφαλεῖ δια επράξαντο εἶναι· ὧνπερ τὰς μὲν ἄλλας ἁπάσας ἐμοὶ εἰδέναι τε ἄπορον, καὶ λόγῳ φράσαι ἀμήχανον. Μία δέ μοι μόνον ἔν γε τῷ παρόντι γεγράψεται, ᾗ δύνα τα: ἄν τις σύμπασαν τοῦ ἔργου τεκμηριῶσαι τὴν δύ ναμιν. Ἔχει γὰρ ὧδε· Οἱ λόφοι ὧνπερ ἐπεμνήσθην ἀρτίως, οὐ κατὰ ταὐτὰ ταῖς ἄλλαις οἰκοδομίαις πε ποίηνται, ἀλλὰ τρόπῳ τοιῷῖς· Λίθων ἐπιβολὴ ἐν τετραγώνῳ διαπεποίηται, σκληρῶν μὲν φύσιν, έρ γασίαν δὲ λείων· ἐκτομὴν δὲ, εἰ μὲν τὰ προύχοντα ποιεῖσθαι τῶν τοῦ λόφου πλευρῶν μέλλοιεν, ἐγγω... νίων· εἰ δὲ τὴν μεταξύ κεκλήρωνται χώραν, ἐν τετραπλεύρῳ γεγενημένων. Συνήρμοσε δὲ αὐτοὺς οὐ Τιτᾶνας, ήνπερ άσβεστον ονομάζουσιν· οὐκ ἄσφαλτος, ἡ Σεμιράμιδος ἐν Βαβυλῶνι φιλοτιμία· οὐκ ἄλλο τοιοῦ τον οὐδέν· ἀλλὰ μόλιβδος ἐς τέλμα χυθείς, καὶ μετ ταξύ πανταχόσε χωρήσας τῶν τε λίθων τῇ ἁρμονία ἐντετακὼς, καὶ συνδέων ἀλλήλοις αὐτούς. Τοῦτο μὲν οὖν ταύτῃ ἐξείργασται. Ἐπὶ τὰ λειπόμενα δὲ τοῦ νεὼ ίωμεν. Χρυσῷ μὲν ἀκιβδήλῳ κατέλειπται ἡ ἐροφή πᾶσα κεραννῦσα τὸν κόμπον τῷ κάλλει • νικᾷ μέντοι Παμμεγέθης επανεστηκυῖα τις σφαιροειδής ὀφρύς συννενευκότες βόλος. νεωτερικόν τρούλον. Ὡς ἀποσκοπούντες πανταχόσε. τὸν νοῦν, ἀποσ ποῦντες, τάς το Κεραννύσα τὸν κόμπον τῷ κάλλει. κόσμον, κόμπον
col. 2835–2836page 6 of 6
PG 87:2835ἢ ἐκ τῶν λίθων αὐγὴ ἀνταστράπουσα τῷ χρυσῷ. Στοαί τέ εἰσιν ἑκατέρωθι δύο, οἰκοδομίαν μὲν τοῦ νεὼ οὐ δεμίαν διειργόμεναι, ἀλλὰ καὶ μεῖζον αὐτοῦ ποιοῦσαι τοῦ εὕρους τὸ μέτρον, καὶ τῷ μήκει μέχρι ἐς τὸ πέρας ξυνεξικνούμεναι, τὸ δέ γε ὕψος καταδεέστεραι. Καὶ αὐταῖς, ἥ τε ὀροφή, θόλος· καὶ ὁ χρυσός, ἐγε καλλώπισμα. Ταύταιν δὲ ταῖν στοαῖν, ἀτέρα μὲν τοὺς άνδρας εὐχομένους διακεκλήρωται· γυναιξὶ δὲ τ' αὐτὸ ποιουμέναις ἡ ἄλλη αἰνεῖται. Παραλλὰς δὲ οὐδὲν έχουσιν, οὐδὲ διαφέρουσι δήπου ἀλλήλαιν· ἀλλὰ καὶ τὸ ἴσον αὐταῖν τῷ ἱερῷ ἐς κάλλος διήκει, καὶ ὡραῖ ζει τὸ ἐμφερές. Τίς ἂν τῶν ὑπερῴων τῆς γυναικωνίτιδος ἑρμηνεύς γένοιτο; ἢ τά; τε παμπληθείς διηγοῖτο στοὺς καὶ τὰς περιστύλους αὐλὰς αἷς ὁ νεώς περιβέβληται; Τίς δὲ τῶν τε κιόνων καὶ λίθων διαριθμήσαιτο τὴν εὐσ πρέπειαν, οἷς τὸ ἱερὸν κεκαλλώπισται; Λειμών! τις ἂν ἐντετυχ[ηκ]έναι δόξειεν ὡραίῳ τὸ ἄνθος. Θαυμάσειε γὰρ εἰκότως, τῶν μὲν τὸ ἁλουργὸν, τῶν δὲ τὸ χλστ. ζων· καὶ οἷς τὸ φοινικὸν ἐπανθεῖ, καὶ ὧν τὸ λευκών ἀπαστράπτει· ἔτι μέντοι καὶ οὗ ταῖς ἐναντιωτά ταις ποικίλλει χρόαις, ὥσπερ τις ζωγράφος, ἡ φύσις. Οπηνίκα δέ τις εὐθὺς, ὡς οὐκ ἀνθρωπείᾳ δυνάμει ἢ τέχνῃ, ἀλλὰ Θεοῦ ῥοπῇ τὸ ἔργον τοῦτο ἀποτετόρνευται· ὁ νοῦς δὲ οἱ πρὸς τὸν Θεὸν ἐπαιρόμενος ἀεροβατεῖ, οὐ μακράν που ἡγούμενος αὐτὸν εἶναι, ἀλλ᾽ ἐμ φιλοχωρεῖν μάλιστα οἷς αὐτὸς είλετο. Καὶ τοῦτο οὐ τὴν πρώτην μόνον ἰδόντι ξυμβαίνει, ἀλλὰ διηνεκές ἑκάστῳ τ' αὐτὸ τοῦτο δοκεῖ, ὥσπερ ἐνταῦθα τῆς ὄψεως ἀρχομένης. Τούτου κόρον οὐδεὶς τοῦ θεάματος ἔλαβε πώποτε· ἀλλὰ παρόντες μὲν τῷ ἱερῷ ἄνθρωποι τοῖς ὁρωμένοις γεγήθασιν· ἀπιόντες δὲ, τοῖς ὑπὲρ αὐτοῦ διαλόγοις ἀποσεμνύνονται. Έτι μέντοι τῶν κειμηλίων τοῦ νεὼ τοῦδε τά τε χρυσώματα, καὶ τὰ ἐν ἀργύρῳ καὶ λίθοις ἐντίμοις ἅπαντα μὲν φρέ σαι ἀκριβολογουμένῳ ἀμήχανον, ἅπερ Ἰουστινιανός βασιλεὺς τῇδε ἀνέθηκε. Ενὶ δὲ μόνῳ τεκμηριοῦσθαι τοῖς τάδε ἀναλεγομένοις ἐφίημι. Ο γὰρ τοῦ ἱεροῦ τὰ μάλιστα χῶρος ἀβέβηλος, καὶ μόνοις ἱερεῦσι βα τὸς, ὅνπερ καλοῦσι θυσιαστήριον, λιτρῶν ἀργύρου μυριάδας ἐπιφέρεται τέτταρας. Τὰ μὲν οὖν Κωνσταντινουπόλεως ήνπερ Μεγάλην καλεῖν νενομίκασι, συνελόντι τε καὶ ἄκρῳ δακτύλω διαριθμησαμένῳ εἰπεῖν, λόγῳ τε βραχυτάτω τὰ τῶν πραγμάτων ἀξιολογώτατα φράσαι, τῇ δὲ Ἰουστινιαν δεδημιούργηται βασιλεῖ. Οὐ χρήμασι δὲ αὐτὴν ὁ μα σιλεὺς ἐδείματο μόνον, ἀλλὰ καὶ πονουμένῃ τῇ δια νείᾳ καὶ τῇ ἄλλῃ τῆς ψυχῆς ἀρετῇ, ὥσπερ ἐγὼ απ τίκα δηλώσω. Τῶν ἁψίδων, ὧνπερ ἐπεμνήσθην ἀρ τως (ἰώρους δὲ αὐτὰς οἱ μηχανοποιοὶ ἐπικαλοῦσι, μία τις, ἢ πρὸς τὸν ἀνίσχοντα ἤλιόν ἐστιν, ἐπανειστή και μὲν ἑκατέρωθεν ἤδη· οὔπω δὲ ὅλη τὸ μέσον συν Καὶ τὰς περιστύλους αυλάς. στοα!, αύ λήν διαυλογία ζειν αὐλὰς
Continue reading PG 87: Monodia in Sanctam Sophiam Terræmotu Collapsam →≣ entire volume