Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 2793–2794page 1 of 15
Panegyricus in Imperatorem Anastasium
PG 87:2793καὶ χαριεστάτην γλῶσσαν καὶ ῥέουσαν ἐπὶ δικαίοις ἀκωλύτῳ φορᾷ πρὸς συμμαχίαν ἱκανὴν, ἀντ᾽ ἐράνου τινὸς εἰσενέγκατε· Θεῷ τε φίλην καὶ τοῖς αἰτοῦσι κεχαρισμένην καὶ τοῖς δεομένοις ἀρκοῦσαν. Η'. ΙΩΑΝΝΗ. Ο τὴν παροῦσαν ἐπιστολὴν ἐπαγόμενος ἀνὴρ ὢν ἀγαθὸς, ἐξ ἀδικίας ἀδελφοῦ τὴν ἀπορίαν οδύρεται ἔθεν καταλαμβάνει τὴν Καίσαρος, ἂν περ οἷός τε ἦν τὰ προσήκοντα κομιούμενος· ἀλλὰ συλλαβεῖν κατα αξίωσον, τοὺς παρ' ὑμῖν δυνατοὺς εἰς συμμαχίαν αὐτῷ παρασκευάζων ἀρκοῦσαν· μίαν γὰρ ἔχει παραμυθίας ἐλπίδα, τῆς ἐκ τῶν νόμων ἐπικουρίας τυχεῖν, ἧς πλεῖστον ἄγαν ἐπεστέρηται χρόνον, πονη ρότατον ἔχων τὸν ἀδελφὸν, καὶ καινοτέρας διαλύσεις ἀεὶ μηχανώμενον· ὅθεν αὐτῷ τὴν ἀπορίαν παραμυθήσασθε, τὰς τῶν δικαστηρίων δαπάνας ὡς δυνατὸν περικόπτοντες. ΙΘ'. ΦΙΛΙΠΠΟ ΑΔΕΛΦΟ. Τὸν ταύτην ὑμῖν κομίζοντα τὴν ἐπιστολὴν καὶ ἄλλως μὲν ἐπόθουν, οὐχ ἥκιστα δὲ ὅτι περ ὑμῶν ἐπ' ἀγαθοῖς ἀεὶ μεμνημένος· τέλος καὶ τῆς πρὸς ὑμᾶς ἐπιστολῆς ἐμοὶ γέγονεν αἴτιος, δεινὸν εἶναι φάσκων εἰ τῶν ἐξ ἐμοῦ γραμμάτων ἔρημος ὑμῖν ἐπιφαίνοιτο. Σὺ δὲ γοῦν μίαν ἡμῖν ἀντεπίθες ἐπιστολὴν, καὶ λύσον ἔτει πέμπτῳ μετὰ τῶν Πυθαγορίων τὴν σιωπήν· ὡς ἡμεῖς καὶ Δωδώνης χαλκείον γεγόναμεν, κινῆσαι σε πρὸς λόγους βουλόμενοι. Ρ'. ΕΥΑΓΡΙΟ. Ὡς ποθοῦντος ἄγαν οἱ λόγοι, καὶ τῇ κατὰ πάντων νίκῃ στεφανοῦν ἐγνωκότες τὰ παιδικά· ὡς γὰρ ἐν τοῖς σοῖς γράμμασιν οὐ τους νῦν μόνον ἐνίκων, ἀλλὰ καὶ ὁ μὴ θέμις εἰπεῖν, καὶ Δημοσθένης ήττητο, καὶ Θουκυδίδης είχε τὰ δεύτερα, καὶ ὁ γλυκὺς Ηρόδοτος μετὰ τούτων ἐτάττετο· ὡς τοιοῦτος ἦν ἐν τοῖς λόγοις μειδιάσας πρὸς ἐμαυτὸν οὐδὲν... ᾠην τῆς ἔρω τος δυναστείας σφοδρότερον· τῇ γὰρ περὶ. Το χος ὁ φίλτατος γεγονώς, ηγνόησέ μου τὰ πράγματα, καὶ παρέχει τι παραπλήσιον· ὥσπερ ἂν εἴ τις τὸν φοξὴν παρ' Ομηρον· καὶ τί γὰρ ἕτερον ἢ Θερσίτην παρὰ τῶν Ἑλλήνων ἐς θέαν ἀπέφηνε κρείττονα καὶ αὐτοῦ τάχα τοῦ Νιρέως, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ιλιον ἦλθεν; Ἐμοὶ δὲ μέγιστος ἔπαινος εἰ τούτους ἀγνοηκέναι δοκοίην, οὓς παρὰ σ... νενικήκαμεν ὅθεν σου θαυμάσας τὴν εὔνοιαν, τοὺς λόγους ανεστή θην τοῖς ἔρωσι, ἀμφὶ τὸν Παιανιέα παραιτησάμενος, εἰ πόθος ἀνθρώπους ἀναπείθει λέγειν, οπόσα καὶ λέγειν ἐθέλουσι· καὶ μάλιστα δὴ τούτους, οπόσοι λόγων ἐναβρύνονται ῥώμῃ· ἀλλὰ πρὸς εὐχὴν καὶ ταύτην μετρίαν τραπήσομαι, ευτυχοίης λέγων, ὦ φίλτατε, καὶ νικοίης τοὺς νόμους, ὁπόσα τοῖς λόγοις νενίκηκας. ΡΑ'. ΝΕΙΛΟ. Δεινὸς ἄρα τις ἦσθα τὰ σμικρὰ μεγάλα ποιεῖν, καὶ γλῶτταν ἄμαχον ἐν οἷς ἐθέλεις ἐνδείκνυσθαι τοσούτους γὰρ ἐπαίνους ἀνέπλασας κατ᾿ ἐμοῦ, καὶ οὕτως εὐκόλως ἀπήγγειλας, ὡς οὐκ ἄν τις εἶπε ῥᾳδίως ἐξ ἀληθείας ὁρμώμενος· καί μοι δοκεῖς του
col. 2795–2796page 2 of 15
PG 87:2795αύτῃ χυθῆναι τῇ γλώττῃ δεῖξαι τάχα βουληθείς, οἷος τοὺς λόγους. ἐξευρεν. ὑπάρχων ἐλάνθανες· οἴει γὰρ ὅπως ἡγνοῆσθαι παρών, ὁπόσην ἀνεθρέψω μοῦσαν ἐκ ῥητόρων ὁρμώμενος ἐγὼ δέ σε καὶ παρόντα καλῶς ἐπιστάμην· ἀλλ' οὐχ ὅσον ἐχρῆν ἐπαίνους παρ' ἐμοὶ γυμναζόμενον, τοῦ μὴ τοὺς ἐπαίνους τὴν προθυμίαν ἐκλύσαντας, ἀνα κόψαι δρόμον ἐπὶ μείζω ἀεὶ χωροῦντα, καὶ πρὸς ἀκμὴν ἐπειγόμενον· νυνὶ δέ σου καὶ λίαν ἦσθην τοῖς γράμμασιν, οὐ τοὺς ἐπαίνους σκοπῶν· ἡ γὰρ ἀνέστην μετεώροις τοῖς σοῖς λόγοις πανταχοῦ μεθιστάμενος, ἀλλ' ὅτι παῖδα καλεῖν ἐκ τῶν μουσῶν εὐτυχήκαμεν καὶ γὰρ οὕτως ἐπὶ ψευδῆ τὴν γλῶτταν κινῶν, τίς ἂν γένοιο τῆς ἀληθείας ἐπειλημμένος; ἦσθην δέ σοι καὶ σαυτὸν ἐπισκώπτοντι, διότι χρημάτων ἀπλέσεως ἐρῶν, καὶ μέχρι τῶν ἐμῶν λόγων τὴν ἐμπορίαν ἐξ έτεινας· ἀλλὰ πλήρου την δεξιάν εὐτυχέστατε, καὶ μετρίως εἴσω τους λόγους ὠνίους θεώμενος· πλην δρα μὴ καὶ δίκην ὑπόσχοις, προσαπαιτήσας οἶκος θεν, ὅτι μου παῖδας ἀπρεπεῖς δημοσιεύειν ἐτόλμησας. ΡΒ'. ΚΛΗΔΟΝΙΑ ΡΓ. ΖΑΧΑΡΙΑ ΑΔΕΛΦΟ Τὰ κατὰ τὸν ἄριστον τόνδε βουλόμενος ὑμῖν διη γήσασθαι, δέδοικα μὴ μάτην ἐνοχλεῖν δόξω, παρ' εἰδόσι τὸν λόγον ο ποιούμενος· ἴστε γὰρ οἷος μὲν αὐτὸς καθέστηκεν, ὡς τὸν ὅλον βίον ἀναθεὶς τῷ Θεῷ, πᾶσιν ἀπεχθάνεται τοῖς ἀνθρωπίνοις· ἔχεται δὲ τῆς ἄνωθεν ἐλπίδος· καὶ διὰ τοῦτο πρόκειται τοῖς ἀδικεῖν βουλομένοις, καὶ πρὸς τὸ παθεῖν ἐστιν ἐπιτήδειος ἴστε γὰρ καὶ τόνδε (ἀδελφὸν γὰρ τοῦτον προσαγορεύειν αἰσχύνομαι) ὃς μίαν ἀρετὴν ἡγεῖται τὸ πᾶσαν ἐκπληρῶσαι κακίαν· παριδὼν ἀδελφὸν τοσούτου χρόνου οὕτως τῷ λιμῷ πιεζόμενον· οὐκ οἴκοθεν χη ρηγεῖν μᾶλλον· δ παρ' ἀνδρὸς εὖ φρονοῦντος Ελε γενέσθαι, εἰ καὶ πρὸς τοῦτο καιρὸς ἐκάλει· νῦν δὲ οὐ τόδ' ἐστὶν ἔγκλημα, διότι τὸ πρέπον τοῖς ἄγαν σωφρονοῦσι παρέλιπεν, ἀλλ᾽ ὅτι καὶ τῶν μὴ προς ηκόντων γενόμενος εραστής, ἀφῄρηται ταῦτα, καὶ λοιδορεῖται τούτῳ πυκνῶς, πληγάς τε πολλάκις ἐπέτεινε, καὶ νόμον τὴν αὑτοῦ γνώμην ἡγούμενος, ἴσως τὴν φύσιν ἐμέμψατο, ὅτι μὴ πλέον οὐδὲν εἰς πονηρίαν εὗρεν· ὅθεν οὐ μέχρι τούτων ἔστησε τὴν κακίαν, μᾶλλον προοίμια ταῦτα τῶν μελλόντων κακῶν· τὴν γὰρ ἑαυτοῦ μητέρα γραῦν ἤδη τυγχάνουσαν, ὅτε τῆς παιδοτροφίας έλπισε κομίσασθαι τοὺς καρποὺς, γυνὴ καὶ διὰ τὴν ἡλικίαν, καὶ διὰ τὸ γένος, καὶ παρὰ τοῖς μηδὲν προσήκουσιν αἰδους ἀπολαύουσα, ταύτην πολλάκις μὲν εἶπε κακῶς, πολλάκις δὲ καὶ χεῖρας ἀνέτεινε κατὰ τῆς τεκούσης, ΝΟΤΑ.
col. 2797–2798page 3 of 15
PG 87:2797ὦ Ζεῦ· οὐ χρόνον, οὐ πολιὰν ἐλεεινήν, οὐ τὸ τῆς μητρὸς αἰδεσθεὶς φιλάνθρωπον όνομα· ἀλλ᾽ ἤδη καὶ βιαίως ἀνατρέψας, εἰς γῆν κατέβαλε καὶ λαξ κατ' αὐτῆς ἐνήλλατο, βοώσης οἷον εἰκὸς, καὶ παῖδα καλούσης· καὶ τί γὰρ οὐκ ἂν εἴποι μήτηρ, μετ' ὠδῖνας καὶ τροφὴν καὶ τὰς καλὰς ἐκείνας ἐλπίδας, τειαῦτα παρὰ τοῦ παιδὸς ἀνασχομένη κακά; τελευταῖον δὲ καὶ τῆς οἰκίας ταύτην ἀπήλασεν, ἄπορον, γυμνὴν, τῶν ἀναγκαίων ἐστερημένην· ἓν ἴσως τοῦτο χαρισάμενος, ὅτι τοῦ συνεῖναι ταύτην ἀπήλλαξε· καὶ νῦν οὗτος μὲν ἐντρυφᾷ τοῖς τούτων κακοῖς, γυνὴ δὲ γραῦς, καὶ τὰ πρῶτα φέρουσα τῆς παρ' ἡμῖν εὐγενείας, ἐν ταῖς χερσὶ τὰς ἐλπίδας ἔχει τοῦ βίου· τῷ δὲ χρηστῷ τῷδε, καὶ τὸ ταύτης πάθος, ἄλλη γίνεται συμφορά· καὶ πρὸς τὴν οἰκείαν τροφήν ἀπορούμενος, ὑπεδέξατο ταύτην, ἐπιτείνουσαν μὲν αὐτῷ τὴν ἔνδειαν· ὅμως ἀναγκαῖον χρέος ἐκτίνει ε τῇ φύσει· καὶ νῦν σύνεισιν ἀλλήλοις μίαν ἔχοντες παραμυθίαν, ὅτι μὴ πλείω πεπόνθασιν· ἡ δὲ μήτηρ στα δή που γυνή, καὶ τοιαῦτα παθοῦσα, ἕνα βίον ἔχει τὸ μεμνῆσθαι τῶν ἑαυτῆς κακῶν, καὶ δακρύειν ἐπὶ τῇ μνήμῃ· καὶ τὴν θηλὴν ὑποδεικνύειν τῇ δίκη οἷα πέπονθε διηγουμένη. Ταῦτα τοίνυν εἰς νοῦν λαβών, καὶ μηδὲν ἡμᾶς προστιθέναι ταῖς ἀληθείαις νομίσας, ἀλλὰ τὰ κεφάλαια 1 μόνον δεικνύναι τῆς αὐτοῦ πονηρίας, διὰ τὸν τῆς ἐπιστολῆς καιρὸν, μέτρησόν σου τὴν σπουδὴν πρὸς τὴν ἐκείνου κακίαν· καὶ γενοῦ τοιοῦτος, οἷον σὲ Θεὸς ἀπαιτεῖ, καὶ φιλίας νόμος καὶ ἡ τῶν ἀδικουμένων ἐλπίς. ΡΔ'. ΔΩΡΟΘΕΟ. Πάλιν εὐσεβείας καιρὸς, καὶ πάλιν πρὸς τὴν ὑμε τέραν σοφίαν ὁ δρόμος. Ανήρ τις τῶν ἑαυτοὺς ἀναθέντων Θεῷ καὶ ἐκ φιλοσοφίας γνωριζομένων, ἐξ ἀδίκου συκοφαντίας, ὡς ἔοικεν, τῷ τοῦ δικαστοῦ θυμῷ περιπέπτωκεν, ὡς δεξιὰν ἀντάρας πολέμιον κατὰ τῶν ἐξυπηρετουμένων τοῖς νόμοις· οἱ δὲ ταῦτα μηνύσαντες, τὰ παρὰ τῶν ἄλλων ὡς φασιν ἀδικήματα, κατὰ τούτου μετέστησαν· καὶ πλήρης ὁ δι κάζων θυμοῦ· καὶ πρὸς ἑαυτὸν καλεῖ, καὶ πρὸς τι μωρίαν ἐπείγεται· καὶ πάρεστι καιρὸς εἶπερ ποτὲ καὶ νῦν φιλανθρωπίαν ζητῶν. Φάνηθι δὴ καὶ φθέγξαι τι τῶν σῶν, καὶ τῆς ὀργῆς παραλύσεις τὸν δικα στήν. Εἰ γάρ τι καὶ πέπρακται δεινὸν, ὅπερ οὐδὲ γέγονεν, εἰς συγγνώμην τρέψον τὸ ψηφιζόμενον· εἰ μηδὲν ἄλλο, τὸ περικείμενον αὐτῷ σχῆμα τιμήσαντα. Φάνηθι μετά πολλῶν, οἱ πρὸς τὴν αἴτησιν τυγχάνουσιν εὐπρεπεῖς· μᾶλλον δὲ καὶ πρὸ τῶν ἄλλων, ὁπόσοι οἰκεῖόν τι δόξουσι συνεισφέρειν· ἀλλ᾽ οὖν αὐτὸς πάντων ἀναδέξῃ τὸν ἔπαινον· ὡς καὶ πρῶτος, καὶ λίαν αἰτήσας καὶ τῆς καλῆς φιλανθρωπίας γε γονὼς τοῖς ἄλλοις παράδειγμα. Ἐκ τῶν εἰς τὰ Πρόκλου θεολογικὰ κεφάλαια ἀντιῤῥήσεων Προκοπίου Γάζης ἀντίῤῥησις και φαλαίου ρμς'. Θεία πρόοδος ἄναρχος καὶ ἀτελεύτητος, μόνη ἂν κατέβαλλε, 4 ἀνεχομένη. ἐκτείνει. τὸ κεφάλαιον.
col. 2799–2800page 4 of 15
PG 87:2799Α' λέγοιτο ἡ ἀπὸ τοῦ ἑνὸς μόνου Πατρός γέννησις τοῦ ἑνὸς καὶ μόνου Υἱοῦ, καὶ ἀπὸ τοῦ αὐτοῦ πρόβλησες τοῦ ἑνὸς καὶ μόνου ἁγίου Πνεύματος καθ᾿ ἣν ἡ πα τρική τε καὶ ἀρχικὴ μᾶλλον δὲ προάναρχος μονας εἰς δυάδα κινηθεῖσα τὴν ἐν Υἱῷ θεωρουμένην καὶ Πνεύματι, μέχρι Τριάδος ἔστη, καθάπερ φησὶν ὁ ήμέτερος Θεολόγος Γρηγόριος. Αὕτη δὲ καὶ μόνη θεία φύσει πρόοδος, εἴπερ δεῖ φύσει λέγειν ἐπὶ τῶν ὑπερφυῶν καὶ θείων· καὶ ταύτης ἀρχὴ μὲν ἄναρχος ὁ Πατήρ, ἐξ αὐτοῦ γάρ μεσότης δὲ σύναρχος ὁ Υἱὸς, δι' αὐτοῦ γάρ· τέλος δὲ ὑπερτελέστατον καὶ ἀτελεύτητον τὸ Πνεῦμα τὸ ἅγιον, εἰς αὐτὸ γάρ ἐξῄρηται δὲ καὶ τῶν ἄλλων προόδων αὕτη· οὐδὲ γὰρ ἐξίστησιν ὅλως τῆς ἀρχῆς τὰ ἐξ αὐτῆς, ἀλλ᾽ ἀνεκ φοίτητα πάντη ταύτης τηρεῖ, διὰ τὴν τῆς οὐσίας ταυτότητα· εἰ καὶ ὡς ἴδια πρόσωπα πρόεισι· διὸ οὐδὲ τῆς κατ' ἔφεσιν ἐπιστροφῆς δέονται· αἱ δὲ παρὰ ταύτην πᾶσαι τῶν ὄντων πρόοδοι, τοῖς οὔσι συνδιαιροῦνται· καὶ ἄναρχος μὲν τούτων οὐδεμία, ὅτι καὶ τῶν ὄντων ἄναρχον οὐδὲν, ἀλλὰ πάντα γέγονε παρά τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ συντελεσθέντα τῷ Πνεύ ματι· ἀτελεύτητος δὲ, οὐ πᾶσα· οὔτε μὴν πάντη, ἀλλὰ τῶν μὲν ἀϊδίων μετὰ τὴν ἐκεῖθεν παραγωγὴν μενόντων, ἡ μὲν κατ᾽ οὐσίαν καὶ δὴ τετέλεσται οὔτε γὰρ ἀλλάττα παρὰ τὰ ἐξ ἀρχῆς παραχθέντα ἐπιπαράγονται· οὔτ᾽ αὐτὰ ἐκεῖνα τὰ παραχθέντα, τὴν κατ' ουσίαν μεταβολὴν ὑπομένοντα, πάλιν ἄλλης παραγωγῆς δέονται· ἡ δὲ κατ' ἔλλαμψιν, αίδιος ἐκεῖθεν προβαίνει καὶ ἀτελεύτητος, τοῖς μὲν πρωτ τοδότως, τοῖς δὲ δευτεροδότως, καὶ καθεξῆς· τῶν θείων ἀπαυγασμάτων προχεομένων κατὰ μετάδοσιν, ἀναλόγως ταῖς ἑκάστων τάξεσιν εἶτ᾽ οὖν στάσεσι, μέχρι καὶ τῶν ἐν ἐκείνοις ἐσχάτων· οὕτω δὲ καὶ πάντα πρὸς τὴν μίαν ἀρχὴν ἀνατατικῶς ἐπιστρέφει καὶ ὁ ἀΐδιος τούτοις καὶ ἀτελεύτητος ἔν τε ταῖς προόδοις καὶ ταῖς ἐπιτροφαῖς κύκλος σώζεται· ἡ δὲ τῶν ὑπὸ γένεσιν καὶ φθορὰν καὶ χρόνον, κατὰ μὲν τὸ καθόλου, καὶ ἤδη τετέλεσται. Ἐν ἓξ γὰρ ἡμέραις σύμπας ὁ αἰσθητος συμπεπλήρωται κόσμος· ἐν δὲ τῇ ἑβδόμῃ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· καὶ οὐκέτι πρόοδος ἄλλου κόσμου καὶ ἔτι προσδοκᾶται πάμπαν συντελεσθῆναι, κατὰ τὴν τοῦ παρόντος αἰῶνος συντέλειαν· κατὰ δὲ τὸ κατὰ μέρος, ἔτι μὲν ἐνεργεῖται καθὰ εἴρηται τῷ Σωτῆρι ι ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· ο πεπαύσεται δὲ πάντως καὶ ἡ κατὰ τὴν κοινὴν συν τέλειαν· καὶ ἄλλη τηνικαῦτα πρόοδος ἔσται, καθ' ην ἔσται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι· καὶ πάντα πρὸς αὐτὸν ἐπιστρέψουσιν, ἡ τῶν ὅλων μεταστοιχείωσις, καὶ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μεταποίησις.
col. 2805–2806page 5 of 15
PG 87:2805ἕκαστος ἐπάγεται τὴν οἰκίαν, αὐτοσχέδιον καλύβην ὅπη τύχῃ συμπηγνύμενος οἱ δὴ τοιοῦτοι τίνος ἂν ἀπόσχοιντο τόλμης. Τούτοις εἰς ἁρπαγὴν προβ κειντο πόλεις, τὸ πρὶν μὲν εὐδαίμονες καὶ λαμπραί, τότε δὲ τῶν βοηθούντων ἔρημοι και συμμαχίας ἐστερημέναι καὶ ἡ μὲν είχετο, ἡ δὲ ἔμελλεν, ἡ δὲ μετ ανίστατο· καὶ μᾶλλον τοῦ πάθους ὁ τῶν μελλόντων φόβος ἐλύπει· φήμη δέ τις οὐκ εὐτυχὴς τὰς τῶν ἁπάν των διέσειεν ἀκοὰ·, ἐπ' ἄλλοις ἄλλα διηγουμένη, καὶ πάντα δεινά. Ην γὰρ ἀκούειν πόλιν ἁλισκομένην, ἀρπαζομένην εὐδαιμονίαν, ἐλαυνομένας γυναῖκας εἰς ἀπέλγειαν ἠναγκασμένας, ὑβριζομένους παῖδας, αἰκιζομένην πολιάν, Ελκομένην νεότητα, καὶ παρ θένους ἀγομένας, οὐ πρὸς εὐτυχή παστάδα και νυμ φίον εὐδαίμονα, κατὰ τὰς πρώην ἐλπίδας, ἀλλὰ πρὸς ὕβριν ἐχθροῦ καὶ βαρβάρου καὶ μέχρι τῆς θέας λυποῦντος· πάντα γὰρ προύκειτο τούτοις. 'Ο δὲ μὴ παθὼν πρώην μὲν μόνῃ τῇ τύχῃ χάριν ἠπίστατο νῦν δὲ σὲ πάντες ὑμνοῦσι μετὰ ταύτης, ὦ βασιλεῦ, οἱ μὲν ο διὰ σὲ μὴ παθόντες, οἱ δὲ μὴ προσδοκῶντες πάλιν παθεῖν. Ο γὰρ βάρβαρος, την προσο ἤκουσαν πληγὴν δεδεγμένος, κάτω νεύει, καὶ δεσπό την επίσταται, καὶ σωφρονεῖ μὴ βουλόμενος. Αἱ δὲ πόλεις τῶν δραμάτων • Ελεύθεραι· καὶ τείχῃ, τὰ μὲν γεγηρακότα νεάζει, τὰ δὲ νῦν πρῶτον ἀνίσταται καὶ σωφρονοῦσιν αἱ πόλεις, ἀσφαλῆ κόσμον ἐπιδεικνύμεναι τοῖς βαρβάρος φρούρια δὲ πανταχοῦ τῶν ὑπηκόων προβέβληται, καὶ στρατιωτῶν ἡλικία ῥώμῃ και πλήθει συμπεφραγμένων· ἄνδρες ἀκμῇ ζέοντες, καὶ βλέποντες τι νεανικόν, καὶ ὡς ἂν "Ομηρος εἶπε, Θεράποντες "Αρηος· οὐχ ὥσπερ πρώην ἀσθενεῖς καὶ γεγηρακότες, ἐν τοῖς δεινοῖς ὑπότρομοι, καὶ μεθ' ἡμῶν δεδιότες, καὶ τοῦ σώζοντος μᾶλλον δεόμενοι καὶ μάρτυς ἡμῖν ἐγγύθεν αὐτὸς τοιαῦτα διατάτ των τῷ βασιλεῖ, καὶ πρέπων ἐκείνῳ πρὸς κοινὴν εὐερ γεσίαν ὑπηρετεῖν. Ὅθεν γε σὲ πατέρα καλεῖ, καὶ πιστὸν ἡγεῖται, καὶ πάσαις ψήφοις ἐπαινεῖ, καὶ τε θαύμακε καὶ οὗποτε παύσεται. Η'. ᾿Αλλὰ γὰρ ὁ λόγος, ἀεὶ τῆς τῶν πραγμάτων ἀκολουθίας ἐχόμενος, ὥσπερ τι ῥεῦμα φερόμενον, ἐνταῦθά που παρήνεγκε βίᾳ. Τοιγαροῦν ἐπανιτέον ὅθεν ἐξέβημεν. Ομοίως γὰρ πρέπειν ἐλογίσω τῇ μελλούσῃ καλῶς ἔχειν ἀρχῇ, μὴ μόνον τῶν ἀλλοφύλων κεκαθάρθαι, καὶ τῶν ἐκεῖθεν ἀφεστάναι δεινῶν, ἀλλὰ καὶ, εἴ τι μέρος αὐτῆς νοσοῦν ἐστιν ἤδη καὶ * οἱ δὲ μὴ * πραγμάτων δραγμάτων. βηθούντων. 871: Οὐ γὰρ ἔστι γλυκεῖαν ἄγειν εἰρήνην υποψία πολέμου· ἡ γὰρ ἐλπὶς εἰσιοῦσα τὸν λογι σμήν, καν βούληταί τις αὐτὸς ἑαυτὸν ἀπατήσας ψυχαγωγεί, αὕτη παρακαθημένη, καὶ θύουσα, καὶ φοβερὰς ἀναπλάττουσα φαντασίας, γῆρας οὐδαμῶς ελεούμενου, κόρην ὑβριζομένην, ἑλκόμενον εἰς δου λείαν παιδίον, ἀγομένην ἐκ παστάδας γυναίκα κ. τ. λ. καὶ ἑλκομένην, ἐλωμένην. μή, Αὐτός. Αι ὁ στρατός?
col. 2807–2808page 6 of 15
PG 87:2807ὕπουλον, καὶ κατὰ τοῦ λοιποῦ διανίσταται καὶ τοῦτο πρὸς εὐρυθμίαν μεταστῆσαι, καὶ μίαν διὰ πάντων δεῖξαι διήκουσαν ἁρμονίαν, ὥσπερ ἐν σώματι. Ηδεις γὰρ, ὡς ὁμονοοῦντες μὲν ἄνθρωποι καὶ μετ' ἀλλήλων ἱστάμενοι φοβεροί τε τοῖς ἀντιπάλοις εἰσὶ, καὶ τοὺς λυποῦντας θᾶττον ἀμύνονται· αὐτοὶ δ' ἐν ἑαυτοῖς στασιάζοντες οίκοθεν ἔχουσι τὴν φθοράν, καὶ οὐδενὸς πολεμίου προσδέονται, μᾶλλον δὲ τούτῳ καὶ δυσμενείς καὶ μισοῦντας ἐπάγονται, καιρὸν ἡγουμένους οἰκεῖον τῶν ἐν αὐτοῖς νοσούντων τὴν συμφοράν. Ὡς οὖν εἶχε τὸ πρᾶγμα, μικρὸν ἄνωθεν διηγήσομαι. Θ'. Τὴν Κιλικίαν προσοικοῦσι δύσμαχοί τινες άν θρωποι, Σολῶν ' ἔθνος, ἀπὸ θαλάττης ἀνατρέχον εἰς ἤπειρον. Οὗτοι τοίνυν, ὥσπερ οὐ δυνάμενοι μένειν εὐδαίμονες, ὑψοῦ τε αίρουσι τὸν αὐχένα, καὶ φρο νοῦσί τι γαῦρον κατὰ τῆς Ῥωμαίων ἀρχῆς, καὶ δυστυχεῖν ἀλαζόνες ὑπῆρχαν. Μάλιστα δὲ τούτους εκίνει καὶ θαῤῥεῖν ἐδίδου παρὰ καιρὸν ἥ τε χώρα, δυσ άλωτον παρεχομένη τὴν φύσιν· ἄκρα γὰρ ἐνταῦθα παντοδαπὰς κορυφὰς εἰς αὐτὸν ἀνατείνουσα τὸν αἰ θέρα· καὶ μέντοι καὶ τῶν ἀνδρῶν ἡ πρὸς τὰ τοιαῦτα μελέτη. Εὐσταλεῖς γὰρ οὗτοι καὶ κούφα βαίνοντες καὶ ὥσπερ πτηνοὶ τοῖς ὄρεσιν ἐποχούμενοι Οθεν επαρθέντες τὴν καθ' ἡμῶν συνίστανται σκευω μίαν καὶ ἡγόν τε καὶ ἔφερον τὰ τῶν προσοικούν των, καὶ δεινῶς ἠπείλουν, κόμπῳ ῥημάτων ἐπηχοῦντες. Βασιλέων δὲ ἦν αὐτοῖς προσταγμάτων ἐκ μὴ προσηκόντων ο στρατηγῶν τε ὄχλος, καὶ ἡ λοιπή παρασκευή· καὶ ταῖς ἐλπίσιν ἦσαν λαμπροί· ὥστ περ ἐπὶ σκηνῆς ὁ μὲν ᾿᾿Αγαμέμνων ἐξαίφνης εἶναι δοκεῖ· ὁ δὲ φέρει τὴν ᾿Αχιλλέως εἰκόνα τῷ σχήματι, καὶ ἄλλος ἄλλον μεμίμηται, πτωχοί τινες καὶ ἀνέστιοι· εἶτα πέρας τῷ δράματι, καὶ ἡ σκηνή δια λύεται. Ι'. Καὶ οὗτοι τοίνυν οὐκ εἰς μακρὰν ἔμελλον γνώσεσθαι, ὅσην βασιλέως φιλανθρωπίαν εἰς προσ ἤκουσαν ὀργὴν ἐπεσπάσαντο, εἰ καὶ μὴ πρὸς ἀξίαν τῆς δίκης ἐτύγχανον· ἀλλ' ἐνίκας πάλιν, ὦ βασιλεῦ, καὶ θρασυνομένους μάχῃ καὶ δυστυχούντας φιλανθρωπίᾳ καὶ ἔδειξας ὡς ἀληθῶς ἑπομένας ἀλ λήλαις τὰς ἀρετάς. Οὓς γὰρ ἀνδρίᾳ κατηγωνίσω καὶ φρονήσει στρατηγικῇ, καὶ ποικίλῃ τῶν ἀγώνων εὐεργεσίᾳ, τούτους ἡ χρηστότη; ἑπομένη ταῖς ἀδελ * Σολύμων 81, 82.: βασιλέων δὲ ἦν αὐτοῖς προστάγματα, ἐκ μὴ προσηκόντων, στρατιωτικά. Και βασι δὲ ἦν αὐτή πρόσχημα ις', 38,: Ἐφίλει δὲ ὁ αὐτὸς βασιλεὺς τὸ Ῥούσιον μέρος Κωνσταντινουπόλεως τοῖς δὲ Πρασίνοις καὶ Βενέτοις πανταχῆ ἐπεξήρχετο στασιάζουσιν. προσταγμάτων σχήμα, εἰκών, στρατηγῶν ἄγλος, ι. Η τοῦ πολέμου φύσις σωμάτων μὲν ἴσως, γνώμης δὲ κρατεῖν οὐ φιλεῖ.
col. 2809–2810page 7 of 15
PG 87:2809φαῖς σώζειν ἐκέλευε· καὶ διπλοῦν ἔστησας τρόπαιον, τοῦ δευτέρου νικώντος τὸ πρότερον. Τὸ μὲν γὰρ κρατῆσαι πολεμίων, ἴσως ἂν καὶ τύχης γέν νοιτο μόνης· τὸ δὲ τοῖς προλαβοῦσιν ἀκόλουθα προσ θεῖναι τὰ δεύτερα, τοῦτο καὶ τὴν τῆς μάχης ἐπεκή σμησε νίκην, καὶ μόνης ἀρετῆς τοῦτό γε τὸ τρόπαιον, Οὐχ ὥσπερ Φίλιππος ὁ Μακεδὼν ἔντως καὶ βάρ βαρος καὶ ταῖς Ἑλληνικαῖς συμφοραῖς ἐνακμάζων ἀπάτῃ καὶ δόλῳ δύο καὶ τριάκοντα Χαλκιδικὰς πό λεις ελών, οὕτως ἀνεῖλες ὠμῶς, ὡς διαλαθεῖν εἰ γε γόνασι πρόσθεν· καὶ σιωπῶ τοὺς σοφωτάτους ᾿Αθη ναίους, όπως Μηλίους καὶ Σκιωναίους • διέθηκαν. Σὺ δὲ, δικαίας ἀφορμὰς τῆς κατὰ τῶν ἀδικούντων ὀργῆς εἰληφώς, οὐχ οὕτως μετῆλθες, ὦ βασιλεῦ ἀλλ', οἷα πατὴρ ἀγαθὸς ὡς σεαυτὸν ἐκάλεις, σωφρονεῖν μόνον παιδεύσας, καὶ πόλιν ἐδίδους ἦν αὐτὸς ἑδημιούργησας, καὶ χώραν ευδαίμονα 10 καὶ νῦν δεόντως χρῶνται τῇ Ῥώμῃ, καὶ τῶν ἄλ λων (50-31) προβέβληνται. Πρέπων οὗτος βασιλεί κόσμος καὶ πάσης κρείττων ἐλπίδος. Καί μοι δοκεῖς ᾿Αλέξανδρον ἐκεῖνον βασιλικῷ φρονήματι παρελθεῖν ᾶς, ἐπειδὴ τὸν Ἰνδον νικήσας εἶχε τῇ μάχῃ, σύμ βουλον αὐτῷ ἐπεποίητο τὸν πολέμιον, ὅπως αὐτῷ δέοι κεχρῆσθαι· τοῦ δὲ ο βασιλικῶς» εἰπόντος, ἠρώτα μή τι προστιθέναι μέλλει τῇ συμβουλῇ· ὡς δὲ δι' ἑνὸς βήματος πᾶσαν ἔφη τὴν ἀρετὴν δεδηλῶσθαι, αἰδεσθεὶς, οἶμαι, τὴν παραίνεσιν, ἴπως ἄκων ὤφθη φιλάνθρωπος. Σὺ δὲ φύσει τὸ καλὸν ἐπιστάμενος, οἴκοθεν εἶχες τὴν συμβουλὴν· καὶ χάριν ἴσασιν ἡττηθέντες, οἶμαι, καὶ μίαν ἡγοῦνται συμφορὰν τὸ τοιοῦτον ὄντα λελυπηκέναι. ΙΑ'. Οἶμαι μὲν οὖν εἰ καὶ μένα ταῦτα λέγειν ἦν α ἐμοί, πρὸς ἱκανὸν πέρας ἀφίχθαι τὸν λόγον, καὶ οὐ μετρίως τοῖς εἰρημένοις φιλοτιμεῖσθαι. Νυνὶ δὲ πρὸς τὴν τοῦ βασιλέως ἀρετὴν φιλονεικοῦντες οἱ λόγοι δεινὸν ἡγοῦνται καὶ πάσης ἀνανδρίας μεστόν, εἰ μη δὲ λέγειν ψιλῶς καρτεροῦσιν, ἃ τοῖς ἔργοις εὖ ποιῶν ἐκεῖνος οὐ δυσχεραίνει τῷ πλήθει καὶ παύεται. Δυοῖν γὰρ ὄντοιν ἐν ἀνθρώποις καιροῖν, εἰρήνης τε καὶ πολέμου, πρὸς ἀμφότερα μερίζει τὴν ἀρετὴν, καὶ μέτεισιν ἑκάτερον, ὡς αὐτὸ μόνον εἰδὼς, θατέρου δὲ μηδὲν ἐπιστάμενος. Καὶ τῆς μὲν ἐν πολέμοις ἀνδραγαθίας ἱκανὰ δείγματα περὶ ὧν λέγων ἐπαυ σάμην ἀρτίως· τῶν δὲ κατ᾽ εἰρήνην ἀγαθῶν μέγι στον ἐκεῖνο, καὶ πολλῶν τῶν κατὰ μέρος αἴτιον, καὶ 8 μάλιστα πρὸς εὐδαιμονίαν ἄγει τὰς πόλεις· ἐξ οὗ γὰρ ἄρχεσθαι πεφύκασιν ἄνθρωποι, καὶ βασιλέως προῆλθεν ὄνομά τε καὶ πρᾶγμα, τῶν κρατούντων ἕκαστος, ἀπορῶν δι᾿ ἑνὸς σώματος πανταχή παρεῖναι Σκιωναίου; Σικυωναίους 10 δαίμονα Ταῖς ἀδελφοῖς, ταῖς λοιποῖς ἀρε ταῖς. δντος. οἷα πατὴρ ἀγαθός, ὡς σεαυτὸν ἑκά στις σωφρονεῖν μόνον παιδεύσας. πόλιν, καὶ πόλιν ριο καὶ πάλιν. τῇ, τῶν ἄλ λων εἷλε είχε. κῶς
col. 2811–2812page 8 of 15
PG 87:2811τοῖς ὑπηκόοις, διὰ τῶν κατὰ μέρος ἀρχόντων συνέχει τὰς πόλεις, διὰ τούτων εὐεργετῶν πᾶσι παρεῖναι δο κεῖ· καὶ ὅπερ ἐκλείπει τῇ φύσει, μηχανᾶται τῇ γνώμῃ. Ταῦτα τοίνυν ἐξ ἀρχῆς οὕτω καλῶς ἐγνωσμένα νόθοι τι νὲς ἄνθρωποι καὶ παρέγγραπτοι τῇ βασιλείᾳ, κέρδος ἴδιον τὴν κοινὴν πολιτείαν πεποιημένοι, διέφθειραν τε καὶ πρὸς τοὐναντίον τῆς χρείας μετέβαλον ὡς γὰρ οἱ ἐμπορίας τινός προεστηκότες, τὰς ἀρχὰς ὠνίους ἐποίουν· καὶ ἦν ἰδεῖν ἐν ἀρχῆς σχήματι πιο πρασκομένας τὰς πόλεις τοῖς χρήματα δοῦναι καὶ λαβεῖν ἐγνωκόσιν, οὐ τοῖς εὖ ποιεῖν δυναμένοις. Τοι γαροῦν ἅμα τε ταῖς πόλεσιν ἐπεδήμουν, καὶ ἐφ᾽ ᾧ παρῆσαν ἐπράττετο καὶ τῆς 11 κοινῆς σκάφο ρᾶς οἱ τῶν ἀνθρώπων ἡγεμόνες ἐπλούτουν. ΙΒ'. Ἐξ οὗ δὲ ἡμῖν τὰς πόλεις ἀνέχεις τῷ νεύματι ἔγνωμεν ὡς ὁ τῶν χρήματων ἄπληστος ἔρως, ὁ τὴν δίκην ἀπείργων παρ' ἀνθρώποις ἐνδιαιτᾶσθαι, οὐ πάντα νικάν, ὡς ἔοικεν, εἶχεν, ἀλλὰ γάρ ποτε καὶ παραδόξως ἡττᾶσθαι. Καίτοι διὰ τοῦτο πατὴρ μὲν προδίδωσι παῖδα, γύναιον δὲ τὸν ἄνδρα, καὶ τὰ γίνη κατ' ἀλλήλων ὁπλίζεται. Σοῦ δὲ παρακαθημένου τῷ βήματι πρὸ μὲν τῶν ὀφθαλμῶν ἡ δίκη. Ὥσπερ δὲ ταύτης δρώσης μέλλουσι δικασταῖς ἐπισ φέρεις τὴν ψῆφον· καὶ εἷλέ σού τις τὴν γνώμην οὐ χρυσόν προτεινόμενος, ἀλλ' ἀρετῇ πλουτῶν, καὶ με. ταβάλλειν ἀνθρώπους εἰς εὐδαιμονίαν εἰδώς. Ὁ δὲ Λύσανδρος, εἰ καὶ Σπαρτιάτης ἦν, καὶ σεμνὸν ἐφρόνει διὰ τὰ πρώην εὐτυχηθέντα, ἀλλὰ τοῖς ἔργοις τὸν Σπαρτιάτην ἐψεύδετο· τὴν γὰρ τῶν ἀρχόντων αἵρεσιν οὐ προσηκόντως ποιούμενος φόνου καὶ τα ραχῆς τὸ τῶν Ἑλλήνων ἐνέπλησε τὸ γένος, καὶ δι' ἑνὸς γνώμην ἐδυστύχουν αἱ πόλεις. ΙΓ'. ᾿Αλλὰ γὰρ ἐν ἢ δεύτερον εἰπὼν, ἔτι τῆς κοι νῆς καὶ κατὰ πάντων εὐεργεσίας ἐχόμενον, οὕτω καὶ πρὸς τὴν κατὰ μέρος φιλανθρωπίαν πέμψω τὸν λόγον. ἴστε γὰρ, — καί μοι μηδεὶς ταραττέσθω τὴν γνώμην, — ὡς φόρος τις δυσχερής ὥσπερ τι τῶν δεινῶν ἐκ περιόδου ταῖς πόλεσιν ἐπετίθετο, καὶ διὰ πάντων ἐφοίτα, πρόφασιν δικαίαν οὐκ ἔχων, ὄνομα δυστυχὲς τοῖς ὑπηκόοις, χρυσὸς καὶ ἄργυρος εἰς μίαν ἐλθόντες προσηγορίαν. Οσοι γὰρ ἀνθρώπων αὐτουργῶν " τε καὶ τῶν καθ' ἡμέραν ἐνδεεῖς, καὶ ταῖς χερσὶ πᾶσαν ἐλπίδα πεποιημένοι τοῦ βίου, ὥσ περ ἱδρώτων καὶ δυστυχίας μισθὸν ἐτέλουν· καὶ τοῦτο μετὰ τῆς τύχης αὐτοῖς ἐπετίθετο. Εστενε γεωρ γὸς περὶ τὰ δένδρα· διπλήν γὰρ εἶχε τὴν συμ φοράν, καὶ πονῶν τῷ σώματι, καὶ μεμνημένος τῶν λυπηρῶν· ἁλιεύς παρὰ τὴν θάλατταν ἡφίει τὸ δίο 1 καὶ διὴ τῆς Ν. αὐτουργοῦντες καὶ Ν. διὰ τοῦτον, έρωτα χρημάτων. ρήματι, τὸ ῥ β. χρυσάργυρος. Τιμόθεος παρὰ τὰ δένδρα, ὁ ἁλιεὺς παρὰ τὴν θάλασσαν.
col. 2813–2814page 9 of 15
PG 87:2813κτυον θήραν εὐχόμενος λαβεῖν, ἧς μεθέξουσιν ἕτεροι. Έμπορος δέ τις μετὰ χειμῶνα καὶ θάλατταν καὶ τύχην ἀγρίαν μόλις τῆς γῆς ἐπιβὰς, καὶ πόλιν ἰδὼν, οὐκ ἄμισθον εἶχε ταύτης την θέαν. Καὶ τί δεῖ λέγειν τοὺς ἄλλους; αἱ γὰρ ἐπὶ τῶν οἰκημάτων γυναῖκες, ὄνειδος ἀναγκαῖον λαχοῦσαι τὸν βίον, οὐδὲ τὸ δυστυχεῖν ἐπ' ἀδείας ἐκέκτηντο, ἀλλ᾽ ὤνιον ἐποιοῦντα τὴν τοῦ σώματος ὕβριν· καὶ τοῦ μὴ σωφρονεῖν μισθὸς κατεβάλλετο· καὶ ἁπλῶς εἰπεῖν, ἐκ τῶν κοινῶν ἀτυχημάτων ὁ τοῦ βασιλέως θησαυρὸς ἐπληροῦτο. Ταῦτα τῶν πρὶν κρατούντων τινὲς δόξαντες εἶναι φιλάνθρωποι ἠλέουν μὲν, βοηθεῖν δὲ οὐκ εἶχον ἀλλ᾽ ἐβουλήθησαν μόνον, καὶ μέ. χρι τούτου τὴν ἀρετὴν ἐνεδείξαντο· τὸ δὲ πρὸς ἔργον ἐκφέρειν μετὰ τῶν ἀδυνάτων ἐθαύμαζον· ἔδει γάρ σοὶ καὶ τοῦτο τηρεῖσθαι καὶ σὲν ἔργον γενέσθαι μετὰ τῶν ἄλλων, ὅπως ἀρετὴ μὴ λανθάνῃ τοσαύτη μή παρόντων αὐτῇ πρὸς ἀξίαν, δι' ὧν ἑαυτὴν ἐπιδείξεται. Οθεν παντὸς ἀτόπου κέρδους ἔννοιαν παριδών, καὶ ζημίαν θαυμάτας ἐπαινουμένην, ἠβουλήθης, ἐπε ένευσας, εἰς ἔργον ἀφίκετο. Καὶ οὐδὲ μέχρι τούτου τὰ τῆς εὐεργεσίας ἡμῖν· ἀλλ᾽ οὐδὲ τοῖς μετὰ ταῦτα πονηροῖς γενέσθαι πάλιν ἐπέτρεψας· πᾶτα γὰρ περί τούτου συγγραφή πυρὸς ἔργον ἐγένετο· καὶ μετά τῶν λυπούντων ἡ τούτων ἀνῄρηται μνήμη. Ταῦτα γὰρ προσέταττες ὥσπερ Ὕδρας κεφαλὰς ἐκκαίειν ὅπως μὴ πάλιν ἀνίσχῃ, τὸν σὸν Ἡρακλέα μιμούμενος. ΙΔ΄. Πρώην μὲν οὖν ᾿Αριστείδης οὐκ ειωθότας φό μους τάξας τοῖς Ἕλλησι, ὥς τι μέγα κατορθώσας, τὴν τοῦ Δικαίου προσηγορίαν ηνέγκατο· καὶ τὸν Αριστείδην τις εἰπὼν πάντως προσετίθει τὸν δί καιον. Σὺ δὲ φόρους οὕτω μεγάλους, ὥσπερ Εριννύν τινα κοινήν μεταστήσας τῶν ὑπηκόων, τίνος ἔστενε; παρὰ τὴν θάλατταν ἡφίει τὸ δίκτυον. δὲ τῆς; τῆς γῆς τῆς γῆς. χιν, τὰ οἰκήματα Τιμόθεος, γ'. ταῦτα. κέρδους. κέρδος. ταύτας, συγγραφάς, ἐκχαίειν. μ Εριννύν κοινήν. Οἶσθα τὸν νέον, ὃν ἐναγχός μοι συνέστησας, ᾧ γνώρισμα μέγιστον ὁ πατήρ. Οὗτος ἐμοῦ διηγουμένου ὅπως διένειμας τοῖς αὐτοῦ πολίταις τοὺς φόρους, ἀνέμνησε με τοῖς περὶ σου λεγομένοις 'Αριστείδου τοῦ Λυσι μάχου. Ἐκεῖνος τοῖς νησιώταις τάξας τὸ σύμμετρον, ἣν ἐπεδείξατο τοῖς Ἕλλησιν ἀρετὴν, ταύτην ἔλαχεν ὄνομα· καὶ σὺ τῶν ᾿Αραβίων ἑκάστῳ τὴν ἐπιβάλο λουσαν διώρισας οὕτω μοῖραν, κ. τ. λ., οὗτος ἐμοὶ διηγούμενος, ἐμοῦ διηγουμένου;
col. 2815–2816page 10 of 15
PG 87:2815ἂν εἰκότως τύχοις προσηγορίας; μικρὸν γὰρ πρὸς ταῦτα καὶ ᾿Αριστείδης και Πεισίστρατος, ἐν οἷς ἐκά τερος ἐθαυμάζετο· ὃς δεκάτην τῶν ἐκ τῆς χώρας γενομένων φόρους τάξας τοῖς 'Αθηναίοις, ἐπειδὴ πα ρὰ τὸν Ὑμηττόν διερχόμενος Αττικὸν εἶδε πρεσβύ την πέτραν ἐργαζόμενον, καὶ τοῖς μόχθοις ἀπειρηκότα, πέπονθεν, ὡς εἰκὸς, ἐπ' αὐτῷ· καὶ πέμψας ἠρώτα, τίνας αὐτῷ καρποὺς ἡ πέτρα κομίζοι· ὁ δὲ καὶ λίαν στενάξας, ο Οδύνας, ἔφη, καὶ κακῶν πλῆ θος· καὶ τούτων τὴν δεκάτην δεῖ γενέσθαι τῷ Πεισιστράτῳ, ο εἶπε, παρεῖναι τὸν τύραννον ἀγνοῶν, καὶ εἰς Πεισίστρατον ἦλθεν ὁ λόγος. Καὶ θαυμάσας ἐκεῖνος τῆς καρτερίας, μέγα τι νομίζων δωρεῖσθαι, ἀτελῆ τὴν πέτραν ἀφῆκε τῷ γεωργῷ· καὶ ὡς εἰς μνήμην ἀρετῆς Ατελὲς ἐξ ἐκείνου τὸ χωρίον ἐπωνομάζετο. ᾿Αλλὰ τί μοι λέγειν ἐπῆλθε Πεισίστρατον, καὶ πρεσβύτην ἕνα, καὶ δυστυχὲς ἐκεῖνο χωρίον, πρὸς πάντων ὑπηκίων ἐλευθερίαν, ὅθεν καὶ τῶν βαναύσων ἕκαστος παρ' ἐλπίδας εὐτυχῶν, καὶ γεωργός περὶ τὰς ἀρούρας παραμυθίαν τῶν πόνων ᾄδει τὰ σά; ΙΕ΄. 'Ακόλουθα δὲ τούτοις κἀκεῖνα παρέσχου, καὶ πᾶσαν ἀκοὴν νικῶντα τῷ θαύματι. Πρότερον γὰρ θέας τινὰς ἦγον ἀπανθρώπους αἱ πόλεις. "Αν δρος γὰρ δυστυχεῖς ἐν μέσῳ δήμῳ παρεδίδοντο τοῖς θηρίοις, θεατὰς ἔχοντες τοὺς τὸ συγγενὲς τῆς φύσεως κεκτημένους· καὶ ἥδετό τις οὐκ οἶδ' ὅπως ἀνὴρ ἄνα δρα διασπώμενον θεωρῶν καὶ μηδὲ γῇ τὸ σῶμα κρυ πτόμενον, ἀλλ' ὥσπερ ἀντὶ τάφου τὰς τῶν θηρίων πληροῦντα γαστέρας. 1Ϛ'. Ετέρα δέ τις παντελῶς πρὸς τοὐναντίον ἀπο ένευσε θέα. "Αρξενες γὰρ παῖδες, ὥσπερ τὴν ἰδίαν εἰς γυναῖκας ἀμειβόμενοι φύσιν, γυναῖκες ήθελον εἶναι τῷ σχήματι, καὶ διεκλῶντο τοῖς μέλεσιν, ἀντὶ γλώττης κινοῦντες τὴν χεῖρα, καὶ δῆμον ὅλον πρὸς ἀσελγῆ θέαν ἐκμαίνοντες· ὅθεν ἐκκαιόμενοι πρὸς ἔριν ἄνθρωποι καὶ μανίαν, ἐμερίζοντο τῷ μίσει, καὶ κατ' ἀλλήλων ὠθοῦντο. Ταῦτα τοίνυν, οἷα δή τινα κηλίδα τῶν ὑπηκόων ἀπεσόβεις· καὶ κατ' ἄμφω σωφρονεῖ τοῖς ἀνθρώποις ἡ φύσις· αἱ δὲ πόλεις ἐσώ ζοντο. ΙΖ΄. Ἀλλ᾿ ἵνα μὴ πόῤῥω τοῦ καιροῦ γένωμα:, πέτρας τούτοις ἐπιθεὶς, καὶ δὴ πρὸς τὰ λοιπὰ βαδιοῦμαι τῷ λόγῳ. Οὐ γὰρ ἀρκεῖν ἡγήσω μέχρι τῆς κοι αμειβόμενοι φύσιν... δῆμον ὅλον πρὸς ἀσελγῆ θέαν Απανθρώπους. ὑπ' ἀνθρώ τους, xxΑΝΗ, Ι. Η όια Αρμενες γὰρ παῖδες, ὥσπερ τὴν ἰδίαν εἰς γυναῖκας ἐκμαίνοντες κ. τ. λ.
col. 2817–2818page 11 of 15
PG 87:2817τῆς χρείας τὴν φιλανθρωπίαν ἐκτείνειν, ἀλλ' ὥσπερ εὐεργετεῖν ἀεὶ ποθῶν ἐπισκοπεῖς τοὺς εὖ παθεῖν δεο μένους, καὶ ὅσα κατά μέρος ἐλύπει τὰς πόλεις. Γνοὺς δὲ ταῦτα προσετίθεις τὸ λεἶπον, καὶ πρὸς τὸ κρείττον μεταβάλλειν ἠξίους· καὶ μετεβάλλοντο. Ων τὰ πλεῖστα παρεὶς (μείζω γὰρ ταῦτα καὶ τοῦ καιροῦ νικῶντος τὴν χρείαν), ὥσπερ ἐξ ἱερῶν πρέπουσαν ἀρχὴν ποιοῦμαι τῷ λόγῳ. ΙΗ'. Πόλις ἐστὶν ἱερὰ τῶν πρὸς ἥλιον ἄν ισχόντων, πολυάνθρωπος, ἐκ τῆς εὐσεβείας φέρουσα γνώρισμα, καὶ ταῖς θείαις τελεταῖς τῶν ἄλλων προ βεβλημένη· ὅθεν εἰς ταύτην φοιτῶσιν Ινδοὶ καὶ Πέρ σαι καὶ Φοίνικες καὶ Σκυθῶν γένη καὶ τὰ σεμνὰ τῆς Ἑλλάδος, Ἰωνία τε πᾶσα· καὶ ὥσπερ τοῦ τῶν ἀν θρώπων γένους κοινήν τις ἂν εἴποι πατρίδα. Αὕτη τῶν ὑδάτων ἐνδείᾳ μετὰ τῶν οἰκητόρων καὶ τοὺς πανταχόθεν ὄντας ἐλύπει. Τοσαῦτα γὰρ παρείχεν, ὅτα τῶν ὄμβρων ἡ τύχη· καὶ ἀντ᾽ ἄλλου τινὸς ὑδάτων θησαυροὺς ἐπεποίηντο· καὶ τὴν ἔνδειαν σοφιζόμενοι πρὸς τὸ δεινὸν οὕτω μόλις ἀντεῖχον. Αλλά μέχρι τοῦ 18 καὶ τοῦτο πάλιν ἐλύπει· τήν τε γὰρ πόλιν του δεῖν τιμᾶσθαι τὰ πρέποντα· καὶ δεινὸν ἡγούμενος διὰ μιᾶς ταύτης πάντας ἀνθρώπους πειρᾶσθαι τῶν δυσχερῶν ὀχετοὺς ὑδάτων εἰς ὕψος ἐπάρας καὶ εἰς ταυτὸν ἀγαγὼν τὰ μὴ 16 διανεστηκότα τοῖς μετεί ροῖς, καὶ δι' ἀνωμάλου καὶ τραχείας γῆς εὐθεῖαν όδιο διατυπώσας τῷ ρεύματι, πηγὰς διὰ ταύτης πόρρωθεν συνήπτες· καὶ ἐν αὐτοῖς διαφανῆ καὶ ἄφθο να γεύματα πέμπουσι, τῇ τῆς φορᾶς ὀξύτητι νικῶντα τὴν θέαν· ὡς καὶ τοὺς ἀφικνουμένους ἐπ᾽ ἀδείας πανηγυρίζειν καὶ σὺν ἡδονῇ πάντας ἐνδιαιτᾶσθαι. 16'. Πάλιν τὰ καθ' ἡμᾶς. Τοῦ Καίσαρος πόλιν ἐπ ώνυμον, ἀπειρηκότος αὐτῇ τοῦ λιμένος τῷ χρόνῳ, καὶ πρὸς πᾶσαν ἀπειλήν θαλάττης ἠνεωγμένου, καὶ μηκέτι σώζοντος τὴν κατηγορίαν τοῖς ἔργοις, ἀλλ' ἐκ τῆς παλαιᾶς τύχης ψιλόν τούνομα κεκτημένου, οὐ περιεῖδες δεομένην καὶ θρηνοῦσαν ἀεὶ τὰς ὁλκάδας, αἰ πολλάκις διαφυγοῦσαι τὸ πέλαγος ἐν τῷ λιμένι τὴν ναυαγίαν ὑπέμειναν. Καὶ οἱ δεόμενοι τῶν φορ τίων ἐλεεινότερον εἶχον τὸ πάθος· διαφθειρόμενα γὰρ ἑώρων ὧν ἐν χρείᾳ τυγχάνοντες ἀνόνητον εἶχον τὴν θέαν. Ἀλλὰ γὰρ σοῦ βουληθέντος νεάζει, καὶ θαρ σοῦσα δέχεται τὰς ναῦς· καὶ πλήρης τῶν ἐπιτηδείων ἡ πόλις. Κ'. Παραπλήσιον δέ τι πάθος μικροῦ δεῖν καὶ τὴν Αλεξάνδρου κατείληφε. Πύργος γὰρ ἄγαν ὑψηλὸς, παλαιᾶς ἔργον εὐδαιμονίας, ἐπ' ἄκρου τοῦ λιμένος ἀνέχων, ἐγείρει φλόγα τοῖς ἐκ πελάγους σωτήριον. Καὶ παραμυθεῖται τοὺς ἐκ θαλάττης, προμηνύων τὴν πόλιν. Πρὸς τοῦτον κυβερνήτης ὁρῶν ἐθύνει τὸ σκάφος, καὶ τὴν ναῦν ἀπείρατι 18 σώζει τῶν παρα κειμένων κινδύνων· οἱ δὲ ναῦται πρὸς τὴν θέαν ἡ δό μενοι κροτοῦσιν εὐθὺς, καὶ δείκνυσιν ἄλλος ἄλλῳ, καὶ μέχρι σου * μή διανεστηκότα ἀπείρατον Ν.
col. 2819–2820page 12 of 15
PG 87:2819τὴν πόλιν ἔχειν κατεπαγγέλλονται· καὶ ἁπλῶς εἰ πεῖν, ἡδονὴν ἅμα και σωτηρίαν τοῖς ἀφικνουμένοις χαρίζεται. Τοῦτον ἡ θάλαττα κατά νώτου προσβαλοῦσα καὶ γυμνοῦτα κατ' ὀλίγον τῶν προβλημάτων, πλησίον ἤδη γενομένη, διέσειέ τε καὶ μικροῦ δεῖν καθεῖλεν εἰς ἔδαφος. 'Αλλ' ἔφθασας τῇ θεραπείᾳ τὸ πάθος. "Αρραγέσι γὰρ προβόλοις τοῦτον ἀποφραξά μενος καὶ δυσμάχῳ θαλάττη μάχεσθαι δυναμένοις, ἀθάνατον ἀπέδωκας τῇ πόλει τὸ κτῆμα. ΚΑ'. Καὶ τί δεῖ καθ᾽ ἕκαστον ἀπαριθμεῖσθαι τείχη καὶ λιμένας, οἰκοδομημάτων τε κάλλη καὶ χρημάτων ἀφθονίαν εἰς παρασκευήν τροφῆς φιλοτιμούμενα; τί δὲ τὸ μέγιστον καὶ κρεῖττον πάσης ἐννοίας τεῖχος ἐγειρόμενον υψηλόν τε καὶ μέγα δι' ὅλης ἐν μέρει τῆς Θράκης αγόμενον; ἐκ θαλάττης γὰρ εἰς θάλατταν ἕλκεται, τοῖς βαρβάροις ἀποκλεῖον τὴν ἔφοδον, καὶ πᾶσαν πολεμίων ἀπωθούμενον προσβολὴν· ὡς μικρὸν πρὸς τοῦτο καὶ τὸ Θεμιστοκλέους εἶναι πλάτους ἕνεκα καὶ τὰς ἀμάξας ἀμφοτέρας φέρειν, εἰ καὶ πρὸς τοὐναντίον ἀλλήλαις ἐπὶ τοῦ τείχους ἐχώρουν. Οἶμαι γὰρ ἂν, εἰ περιῆν Ομηρος, καὶ τοιούτων ἔργων καθίστατο θεατής, ἀφέμενον αὐτ τὸν τῆς μήνιδος τῆς ᾿Αχιλλέως καὶ μιᾶς ἐμπιπλαμέν νης ὁλκάδος, πολλάκις ἐνταῦθα καλέσαι τὰς Μού σας, ὅπως ποιητική μεγαλοφωνία μὴ τῆς ἀξίας ἄγαν ὑστερίζῃ τῶν ἔργων. ΚΒ'. Πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ τῷ προσιόντι φιλάνθρωπον ὑπέχεις τὴν ἀκοήν. Καὶ διαλέγεται τις ἀδεῶς περὶ τῶν προσηκόντων, ὁρῶν ὡς τὸ τῆς ἀξίας ὑψηλὸν σοβαρὸν οὐδὲν ἐπιδείκνυται· ὅπερ Παν σανίαν τὸν Σπαρτιάτην ἀπειροκάλως εἰς ἀλαζονείαν ἐπῆρεν, ὑπὸ Περσικῆς τρυφῆς ἐλεγχόμενον. Σὺ δὲ λέγεις τε φιλανθρώπως, καὶ λεγόντων ἀκούεις· βλέμμα δὲ δεινὸν καὶ φρόνημα μέγα κατὰ τῶν βαρβάρων καὶ τῶν ἀδικούντων τετήρηται. Καὶ δικάζεις μὲν ἡμῖν εὐμενῶς· νομοθετεῖς δὲ τὰ προσήκοντα. Καὶ διὰ τὸν σὸν ἔννομον φόβον δίκαια μὲν τὰ συμβόλαια σώφρονες δὲ τοῖς ὑπηκόοις οἱ γάμοι· γνήσια δὲ τὰ γένη· καὶ οὐκ ἀμφίβολοι τοῖς πατράσι διὰ τὴν ὑπ ψίαν οἱ παῖδες. ΚΓ'. ᾿Αλλὰ γὰρ ἡμῖν τὸ χρυσοῦν ἐκεῖνο γένος, τὸ μέχρι λόγων αδόμενον, μόλις ἀπέδειξε τοῖς ἔργοις ὁ χρόνος. Οὐ μόνον γὰρ ἡμῖν τὰ βέλτιστα διὰ τῶν νό ἐμπιπραμένης μ. απέδωκας, ἀποφραξάμενος ι, οι και πλάτους ἕνεκα φέρον φέρειν, Θεμιστοκλέους τείχος. καθολικής Ιστορίας "Ον οὗτος ὁ συγ γραφεὺς πραότητί τε καὶ ἡμερότητι, οὐκ οἶδ' ὅπως, πολλῶν ἀποσεμνύνει διενεγκεῖν δ
col. 2821–2822page 13 of 15
PG 87:2821μων νομοθετεῖς ἀλλὰ καὶ τὸν σὸν βίον νόμον ἔμψυχον καὶ παράδειγμα πρὸς σωφροσύνην τοῖς ἀρ χομένοις ἀπέδειξας φιλεῖ γάρ πως ἀεὶ τὸ ὑπο ἤχουν πρὸς τὴν τῶν ἀρχόντων ἀπεικάζεσθαι γνώμην. Μίαν γὰρ σύνοικον πεποίησαι, κοινωνὸν βίου καὶ βουλευμάτων, ἦν σοι μετὰ τῆς βασιλείας ἡ τύχη δε δώρηται Εἰ δέ τις ἄλλη καλή τισι δοκεῖ, καὶ λόγος ἐπ' αὐτῇ κινείται πολὺς, αὐτή σοι πάντως μετά τῆς Ἑλένης Αγνόηται. Δεινὸν γάρ σοι δοκεῖ τοσού των μὲν ὑπηκόων κρατεῖν, δουλεύειν δὲ ταῖς ἡδοναῖς τὴν πάντων ἀτοπωτέραν δουλείαν και τὴν ἐξουσίαν ὕλην ἀσελγείας ποιεῖσθαι. ΚΔ'. ᾿Αλλὰ γὰρ πεπονθέναι τι ξένον ὁμολογῶ, καὶ ὑφ᾽ ἡδονῆς τῶν σῶν ἀνδραγαθημάτων με μετρεῖσθαι τῇ δυνάμει τοὺς λόγους, ἀλλὰ μακρηγορεῖν, ὡς οὐκ ἐν εἰδόσι τὰ σὰ διηγούμενος. Ομως δὲ καὶ ὑμῖν (61-62) ἥδιστον ἀεὶ περὶ τούτων ἀκούειν ὧν ποθοῦσιν ἡμῖν ἐγνώρισε πολλάκις ή φήμη. Ἐπεὶ καὶ τοὺς ἐρῶντάς φασι παντὸς μᾶλλον χρόνου 17 ἐπισταμένους τα παιδικά, ὅσῳ καὶ μᾶλλον εἰδέναι φιλονε κοῦσιν, ὅμως μηδὲν ἡδέως λέγειν τε καὶ ἀκούειν, δ μὴ τούτων ἔχει τὴν μνήμην. Τοὺς μὲν οὖν πάλαι λαμπροὺς ἔγωγε πολλάκις ἀκούων τεθαύμακα, καὶ πρὸς τὴν ἀκοὴν διανίσταμαι, καὶ τοὺς τοιούτους ἀεὶ τῶν πραγμάτων ἄρχειν ηὐξάμην, μηδ' ἀνδρῶν ἀγα Οῶν φορᾶς ἔρημον ἡμῖν γενέσθαι τὸν βίον. Οὐ μὴν ἀλλὰ τοὺς τοιούτους ἄλλον ἐπ' ἄλλῳ σεμνυνομένους εὑρίσκω. Κἂν ἔν τις ἔχῃ μόνον, ὡς πάντα φέρων θαυμάζεται· σὺ δὲ τὰς ἁπάντων συλλαβὼν ἀρετὰς, καὶ τὸ ἑκάστῳ λείπον τῇ τοῦ ἑτέρου προσθήκη κοσμήσας, δι᾿ ἑνὸς σαυτοῦ τὰς τῶν προλαβόντων εἰκόνας δεικνύει. ΚΕ'. Κῦρον μὲν οὖν οἱ Πέρσαι θαυμάζουσιν, εὐερ γέτην ἅμα καὶ πατέρα καλοῦντες· καὶ τὴν κρίσιν τέως οὐ μέμψομαι· ἐξ ὧν γὰρ ηὐτύχουν τὴν προσ ηγορίαν ἐδίδοσαν τῷ βασιλεῖ· ἀλλ' οὐκ ἐξ ὧν ἡδί κοντο Μῆδοι καὶ Αστυάγης ὠδύρετο, μητρός πατὴρ ὑπάρχων τῷ Κύρῳ, καὶ πολιὰν ἔχων δι' ἐκεῖνον αἰχμα άλωτον, καὶ, τὸ μέγιστον εἰς συμφοράν, ἐξ ὧν αὐτὸς ἐδυστύχει, τὸν ἐξ αὐτοῦ τρίτον παιδὸς ὁμοῦ παῖδα καὶ δεσπότην ἀποκαλῶν. Καὶ οὕτως ἀδίκῳ πόθῳ καὶ δράμασιν οἰκείοις τὴν ἀρχὴν ἀνεδέξατο. Καὶ " χρήματος χρόνου Ν. Φιλεῖ τὴ ὑπήκοον φύσει τῇ τοῦ ἡγεμόνος γνώμη διαιτᾶσθαι, ἀεὶ πρὸς αὐτὸν, ὡς ἐπὶ σκοποῦ, στοχαζόμενον. ἀπὸ παλλακῆς, 357, 117, οὐ πρότερον γαμετῇ συνοικήσας, τοσοῦτον. Ατοπον ἑτέρων κρατοῦντα, μόνου μὴ κρατεῖν ἑαυτοῦ. ἡμῖν, ὑμῖν. οἰκτροῖς.
col. 2823–2824page 14 of 15
PG 87:2823ταῦτα σιδήρῳ καὶ μάχαις ἐπῄει τοὺς τῆς ἐλευ θερίας ἐρῶντας, εἰς δουλείαν ἄγων καὶ νόμους δή θεις· κακ τῶν προσηκόντων ἀνεδήσατο την Ασίαν σὺ δὲ ἔρωτι μὲν οὐδενὶ, ψήφῳ δὲ δικαίᾳ τὴν βασι λείαν ἀπολαβὼν, γέγονας ἡμῖν ἅπασιν, ὅπερ μόνοις τοῖς Πέρσαις ὁ Κῦρος· καὶ πρὸς τοὐναντίον ἐκείνῳ τῶν συνήθων φόρων ἀπαλλάξας Καὶ νῦν μία δοκεῖ πᾶσιν ἐλευθερία τὸ ὑπὸ σοὶ τελεῖν ἑκόντας, καὶ φιλανθρώπῳ πείθεσθαι νεύματι. Κα'. Τὸν ᾿Αγησίλαον ὑμνοῦσιν οἱ Σπαρτιᾶται, και σεμνοί τινές εἰσιν ἐπ' ἐκείνῳ φρονοῦντες· κἀγὼ δὲ μετ' ἐκείνων ἐραστής είμι, και τεθαύμακα μόνον τῶν πώποτε Σπάρτης βασιλέων ἄρχεσθαι πρῶτον καλῶς ἐγνωκότα, καὶ οὕτω τὴν ἀρχὴν κομισάμενον. "Ην γὰρ ἰδεῖν ἀγαθὸν ἄνδρα, καὶ πνέοντά τι Λακωνι κιν, καὶ τοὺς βαρβάρους παιδεύοντα σωφρονεῖν, καὶ πεπεῖσθαι καλῶς, ὅσον ἦν ἄρα χρῆμα τῆς Ἑλλάδος ἡ φύσις. Ηδη δὲ καὶ τῆς πατρίδος τὸ νοτοῦν τε καὶ στασιάζον κατέπαυσε, καὶ μίαν την Σπάρτην εποίε ταῖς γνώμαις. Ἀλλὰ μέχρι τούτων φρονεῖν οὐδὲν πλέον ἐπιτρέψομεν τοῖς Σπαρτιάταις, τὸν νέον ἔχον τες ᾿Αγησίλαον, δι' ὃν βάρβαρος ἠρεμεῖ, τὴν ἀσπίδα κρεμάσας, καὶ τὴν εἰρήνην, καίτοι μὴ φίλην οὖσαν ἀσπάζεται· τῆς ἀρχῆς δὲ ὅσον ἄτακτον εἰς σωφρονοῦντας μεταβέβληται, καὶ φέρειν ἔννομον εἰδότας ἀρχήν. Τὸ δὲ τοῖς φίλοις ἀδίκως παρίστασθαι καὶ παρὰ τὸ δέον φιλονεικεῖν, δι' δ καὶ πῦρ ποτε πολέμιον τότε πρῶτον εἶδεν ἡ Σπάρτη, καὶ τὸ ἄνθος ἐν Λεύκτροις ἀπέβαλε, ταῦτα δὲ Ἀγησίλαος ὁ πρώην ἐχέτω, πόρρω δὴ 18 τούτων ἡμεῖς. ΚΖ'. ᾿Αλέξανδρον δὲ τὸν Φιλίππου πυθόμενος ἀξίαν γνώμην τῆς τοιαύτης παρέχεσθαι βασιλείας, χρυσίου ῥέουσαν προτείνοντα χεῖρα τοῖς ὑπηκόοις, καὶ τῶν τοῦ σώματος ἡδονῶν κρατοῦντα, ἤδη δὲ καὶ κρείττονος γενέσθαι φύσεως, πρώην μὲν ἠπίστευν, καὶ μῦθος ἄλλως ἐδόκει μοι τοῦτο καὶ πλάσμα. Νῦν δὲ τοῖς ἔργοις ὁρῶ, ἃ τοῖς λόγοις ἀκούων ἐθαύμαζον. Τοσοῦτον περὶ τούτου γινώσκω· εἰ τοιοῦτος ἦν ἐκεῖνος, οἷος ἡμῖν αὐτὸς προῆλθες τῇ πείρα, πείθομαι τοῦτον τοῖς πᾶσι νενικηκέναι, καὶ Διὸς εἶναι παῖδα, καὶ Φίλιππον ἠπατῆσθαι. ΚΗ'. Καὶ οὕτως ἡμῖν προῆλθες, πάντας ἀποκρύπτων τῷ θαύματι. "Οθεν ἡμῖν αἱ πόλεις εὐδαίμονες, χοροῖς μεμελημέναι καὶ πανηγύρεσιν· εἰρήνη γὰρ ἡμῖν τοῖς πράγμασιν ἐπανθεῖ· "Αρης δὲ καὶ στάσις δή μετὰ ταῦτα. ἀπήλλαξας. τόῤῥω τῶν ἡμετέρων πλανᾶται. Πλεῖται μὲν τοῖς εμπόροις ἀκινδύνως ἡ θάλαττα· ἐπὶ δὲ κούφαις ἐλπίσιν ἡ γῆ γεωργεῖται· κράνος δὲ καὶ δόρυ καὶ ξίφος εἰς ἄροτρα μετεσκεύασται καὶ φίλας προσηγορίας Τίκτουσι δὲ γυναῖκες δοικότα τέκνα γονεῦσι. σεμνόν, φρονοῦντες Λύσανδρος, εἰ καὶ Σπαρτιάτης ἦν, καὶ σεμνὸν ἐφρύνει. πρῶν. κρείττονος. τὸ κρεῖττον ἄλλος. τοσοῦτον.
col. 2801–2802page 15 of 15
PG 87:2801τοῦ γεωργοῦ ἡμέρας τινὰς, ὁ ἀεὶ πολεμῶν τοὺς ἀν θρώπους διάβολο; ἐνέβαλε ρυπαρούς λογισμούς εἰς τὸν ἀδελφὸν, καὶ ἐπολεμεῖτο εἰς τὴν κόρην, καὶ ἐζή τει εὐκαιρίαν ἵνα ἐπιβῇ αὐτῇ. Αλλ' ὁ τὸν πόλε μον ἐμβαλὼν αὐτῷ διάβολος, αὐτὸς καὶ τὴν εὐκαιρίαν ἐποίησεν. Τοῦ γὰρ πατρὸς τῆς κόρης ἀπελθόντος εἰς Ασκάλωνα διά τινας αναγκαίας χρείας, καὶ εἰδὼς ὁ ἀδελφὸς ὅτι οὐδεὶς ἄλλος ἐστὶν εἰς τὸν οἶκον εἰ μὴ αὐτὸς καὶ ἡ κόρη, ἀπῆλθεν πρὸς αὐτὴν θέλων βιάσασθαι αὐτήν. Η δὲ, ὡς εἶδεν αὐτὸν θορυβούμενον, καὶ ὅλον πρὸς τὴν πρᾶξιν φλεγόμενον, εἶπεν πρὸς αὐτόν· Μηδὲν ταραχθῇς, μηδὲ ἀγενές τί πρά ξῃς εἰς ἐμέ. Ο πατήρ μου οὔτε σήμερον, οὔτε αυτ ριον ἔρχεται. ᾿Αλλὰ πρῶτον ἄκουσόν μου εἴ τι λέγω σοι· καὶ ὡς οἶδεν ὁ Κύριος, κἀγὼ μετὰ προθυμίας εἴ τι θέλεις ποιῶν. Καὶ κατεσοφίσατο αὐτοῦ, λέγουσα τάδε· Σ; ", κῦρι ἀδελφέ, πόσον χρόνον ἔχεις εἰς τὸ μοναστήριόν σου; Ὁ δὲ ἔφη· Δεκαεπτά ἔτη. Πάλιν λέγει αὐτῷ· Ἔχεις πεῖραν γυναικός; Λέγει αὐτῇ Ου. Απεκρίθη ἡ κόρη τῷ ἀδελφῷ· Καὶ θέλεις διὰ μίαν ὥραν ἀπολέσαι σου τὸν οι κάματον; Ποσάκις ἐξέχεας δάκρυα, ἵνα ἄσπιλον τὴν σάρκα ἀπὸ ῥύπου παραστήσῃς τῷ Χριστῷ; καὶ ἄρτι ὅλον κόπον ἐκεῖ. νον διὰ βραχείαν ἡδονὴν ζημιωθήναι θέλεις; πλὴν ἰδοὺ τὰ ἀκούω σου. ἐὰν πέσῃς μετ᾿ ἐμοῦ, ἔχεις που λαβεῖν με, καὶ θρέψαι; Λέγει ὁ ἀδελφός· Οὔ. Τότε ἀπεκρίθη ἡ κόρη, καὶ εἶπεν αὐτῷ· Ἐπ᾿ ἀληθείας οὐ ψεύδομαι· ἐὰν ταπεινώσῃς με, πολλῶν κακῶν αἱ τιος γίνῃ. Λέγει αὐτῇ ὁ μοναχός· Πῶς; Απεκρίθη ἡ κόρη • Εν μὲν, ὅτι ἀπολεῖς τὴν ψυχήν σου δεύτερον δὲ, καὶ τὴν ἐμὴν ἀπαιτηθήσῃ ψυχήν. Τοῦτο γὰρ ἵνα οἶδας, ὅρκῳ σε πείθω· μὰ τὴν εἰπόντα Μή ψεύδου -, ἐὰν ταπεινώσῃς με, τα αγχόνη ἐμαυτὴν ὑποβάλλω 86 καὶ εὑρίσκῃ καὶ φόνον ποιῶν, καὶ ἐν τῇ κρίσει ὡς φονεύς κρινόμενος …. Πρὶν οὖν γενήσῃ τοσούτων κακῶν αἴτιος, ἄπελθε εκ εἰς τὸ μα ναστήριόν σου· καὶ πολλά μοι ἔχεις εὔξασθαι. Ἐλθὼν οὖν εἰς ἑαυτὸν ὁ μοναχὸς ', καὶ ἀνανήψας, ἐξῆλθεν ἐκ τοῦ " γεωργοῦ, καὶ ἀπῆλθεν ἐν τῷ μου ναστηρίῳ αὐτοῦ, καὶ ἔβαλεν μετάνοιαν τῷ ἡγουμένῳ 4-0 ἵνα τοῦ λοιποῦ μὴ ἐξέλθῃ ἐκ τοῦ μοναστηρίου. Καὶ ποιήσας τρεῖς μῆνας, πρὸς Κύριον ἐξεδήμησεν. ἐπιβάλλῃ. Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Βασίλειος ο πρεσβύτερος τῆς μονῆς τῶν Βυζαντίων, λέγων, ὅτι Οντος μου ἐν Θεουπόλει πρὸς τὸν ἀᾶν Γρηγόριον τὸν πατριάρχην, ἦλθεν ἀπὸ Ἱεροσολύμων ὁ ἀββᾶς Κοσμᾶς ὁ εὐο νοῦχος, ὁ τῆς λαύρας Φαρών *, ἀνὴρ αὐτῇ τῇ ' ἀλη θεία μοναχός, καὶ ὀρθόδοξος, καὶ ζηλωτής πάνυ εἶχεν δὲ καὶ γνῶσιν θείων Γραφῶν οὐ μετρίαν. Ποιή σας οὖν ὀλίγας ἡμέρας, ἐτελεύτησεν ὁ γέρων. Καὶ ἐκέλευσεν ὁ πατριάρχης, ὡς τιμῶν τὸ λείψανον, εἰς τὸ κοιμητήριον 10 αὐτὸν ταφῆναι, ἔνθα ἐπίσκοπος 90 Σοί. οι τοσούτων ἐτῶν. καὶ δυσώδη. καὶ ὡς θέλεις. εὐθέως. 96 ἀπολῶ. * κριθήσῃ. ἐν εἰρήνῃ. 1. ἀδελφός. • εὐθέως. ἐκ τοῦ οἴκου του. ἐξειπὼν πάντα, καὶ παρεκάλει. • Φαρά οι Φαρών. αὐτῇ τῇ 8. μή με ψεύσῃ. μεγάλα. αὐτοῦ. τίμιον.
Continue reading PG 87: Combefisii Monitum →≣ entire volume