PG 26Athanasius
Petitions of the Arians
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

Petition made in Antioch to Emperor Jovian by LuciusἘντυχία γενομένη ἐν Ἀντιοχείᾳ Ἰωβιανῷ βασιλεῖ, παρὰ Λουκίο

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 26:820Ἐντυχία γενομένη ἐν Ἀντιοχείᾳ Ἰωβιανῷ βασιλεῖ, παρὰ Λουκίου καὶ Βερνικιανοῦ, καὶ ἑτέρων τινῶν Ἀρειανῶν, κατὰ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας. Πρώτη ἐντυχία, ἣν ἐποιήσαντο, ἀπερχομένου τοῦ βασιλέως εἰς κάμπον ἐν τῇ Ῥωμανησίᾳ πύλῃ. Δεόμεθά σου τοῦ κράτους, καὶ τοῦ βασιλείου σου, καὶ τῆς εὐσεβείας σου, ἄκουσον ἡμῶν. Ὁ βασιλεὺς εἶπεν· Τίνες ἐστὲ, καὶ πόθεν; Οἱ Ἀρειανοὶ εἶπον· Κύριε, Χριστιανοί. Ὁ βασιλεὺς εἶπε· Πόθεν καὶ ἐκ ποίας πόλεως; Οἱ Ἀρειανοὶ εἶπον· Ἀλεξανδρείας. Ὁ βασιλεὺς εἶπε· Τί βούλεσθε; Οἱ Ἀρειανοὶ εἶπον· Δεόμεθά σου τοῦ κράτους καὶ τοῦ βασιλείου σου, ἐπίσκοπον ἡμῖν δός. Ὁ βασιλεὺς εἶπεν· Ἐκέλευσα τὸν πρότερον, ὅνπερ εἴχετε τὸ πρότερον Ἀθανάσιον, καθέζεσθαι ἐν τῷ θρόνῳ. Οἱ Ἀρειανοὶ εἶπον· Δεόμεθά σου τοῦ κράτους· καὶ ἐν ἐξορισμῷ καὶ ἐν κατηγορίᾳ ἐστὶν ἔτη πολλά. Στρατιώτης ἐξαίφνης ζηλώσας ἀπεκρίνατο· Δέομαί σου τοῦ βασιλείου, αὐτὸς ἐξέτασον, τίνες εἰσὶ, καὶ πόθεν. Οὗτοι γάρ εἰσι τὰ λείψανα καὶ ἡ παραβολὴ τῆς Καππαδοκίας, τὰ ὑπόλοιπα τοῦ ἀνοσίου ἐκείνου Γεωργίου, οἱ τὴν πόλιν καὶ τὸν κόσμον ἐρημώσαντες.
PG 26:821Ἀκούσας ὁ βασιλεὺς ἐπτέρνισε τὸν ἵππον, καὶ ἀπῆλθεν εἰς τὸν κάμπον.

Second Petition of the AriansΔευτέρα ἐντυχία τῶν Ἀρειανῶν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Δευτέρα ἐντυχία τῶν Ἀρειανῶν. Κατηγορίας καὶ ἀποδείξεις ἔχομεν κατὰ Ἀθανασίου, ὅστις πρὸ δέκα καὶ εἴκοσιν ἐτῶν ἐχωρίσθη ἀπὸ τῶν ἀειμνήστων Κωνσταντίνου καὶ Κωνσταντίου, καὶ ἐπὶ τοῦ θεοφιλεστάτου καὶ φιλοσοφωτάτου καὶ μακαριωτάτου Ἰουλιανοῦ ἔσχε τὴν ἐξόρισιν. Ὁ βασιλεὺς εἶπεν· Αἱ πρὸ δέκα καὶ κ, καὶ λ ἐτῶν κατηγορίαι ἤδη παρῆλθον· Ἐμοὶ μὴ λέγετε περὶ Ἀθανασίου· οἶδα γὰρ διὰ τί κατηγορήθη, καὶ πῶς ἐξωρίσθη.

Third Petition of the AriansΤρίτη ἐντυχία τῶν Ἀρειανῶν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τρίτη ἐντυχία τῶν Ἀρειανῶν. Καὶ νῦν πάλιν κατηγορίας ἔχομεν ἄλλας τινὰς κατὰ Ἀθανασίου. Ὁ βασιλεὺς εἶπεν· Οὐκ ἐκ τῆς πολυοχλίας καὶ ἐκ τῶν πολυφωνημάτων τὰ δίκαια φανήσεται· ἀλλ’ ἢ ἐκλέξασθε δύο ἐξ ἑαυτῶν, καὶ ἐκ τῶν τοῦ, πλήθους ἑτέρους δύο. Οὐ γὰρ δύναμαι πρὸς ἕνα ἕκαστον ὑμῶν ἀποφαίνεσθαι. Οἱ ἐκ τοῦ πλήθους εἶπαν· Οὗτοί εἰσι τὰ λείψανα ἀπὸ τοῦ ἀνοσίου Γεωργίου τοῦ ἐρημώσαντος τὴν ἐπαρχίαν ἡμῶν, καὶ ἐν ταῖς πόλεσι βουλευτὴν μὴ ἐάσαντες οἰκῆσαι. Οἱ Ἀρειανοὶ εἶπαν· Δεόμεθά σου, εἴ τινα ἂν θέλῃς χωρὶς Ἀθανασίου. Ὁ βασιλεὺς εἶπεν· Εἶπον ὑμῖν, ὅτι τὰ περὶ Ἀθανασίου ἤδη διοίκησιν ἔσχε· καὶ ὀργισθεὶς εἶπε·
PG 26:822Φέρι φέρι. Οἱ Ἀρειανοὶ εἶπαν· Δεόμεθά σου, ἐὰν πέμψῃς Ἀθανάσιον, λυμαίνεται ἡ πόλις ἡμῶν, καὶ οὐδεὶς αὐτῷ συνέρχεται. Ὁ βασιλεὺς εἶπε· Καίτοι περιεργασάμενος ἔγνων, ὅτι καλῶς φρονεῖ, καὶ ὀρθόδοξός ἐστι, καὶ καλῶς διδάσκει. Οἱ Ἀρειανοὶ εἶπον· Τῷ μὲν στόματι καλῶς φθέγγεται, τῇ δὲ ψυχῇ δολίως φρονεῖ. Ὁ βασιλεὺς εἶπε· Τοῦτο ἀρκετόν ἐστιν, ὅτι ὑμεῖς ἐμαρτυρήσατε περὶ αὐτοῦ, ὅτι καλῶς φθέγγεται καὶ καλῶς διδάσκει. Εἰ δὲ τῇ γλώσσῃ καλῶς διδάσκει καὶ λέγει, τῇ δὲ ψυχῇ κακῶς φρονεῖ, πρὸς τὸν Θεὸν ἔχει. Ἄνθρωποι γὰρ ὄντες τὸν λόγον ἀκούομεν· τὰ δὲ ἐγκάρδια ὁ Θεὸς οἶδεν. Οἱ Ἀρειανοὶ εἶπον· Κέλευσον ἡμᾶς συνάγεσθαι. Ὁ βασιλεὺς εἶπε· Τίς γὰρ κωλύει ὑμᾶς; Οἱ Ἀρειανοὶ εἶπον· Δεόμεθά σου, αἱρεσιώτας καὶ δογματιστὰς ἡμᾶς ἀπαγγέλλει. Ὁ βασιλεὺς εἶπεν· Ἔργον αὐτοῦ ἐστι, καὶ τῶν καλῶς διδασκόντων. Οἱ Ἀρειανοὶ εἶπον· Δεόμεθά σου τοῦ κράτους· τοῦτον βαστάσαι οὐ δυνάμεθα, καὶ τὰ τεμένη τῶν ἐκκλησιῶν περιῆρεν. Ὁ βασιλεὺς εἶπεν· Οὐκοῦν ἕνεκεν χρημάτων ἤλθετε ὧδε, καὶ οὐχ ἕνεκεν πίστεως; Καὶ πάλιν εἶπεν· Ἀπέλθετε, καὶ εἰρηνεύετε. Ἔτι προσθεὶς εἶπε πρὸς τοὺς Ἀρειανούς·
PG 26:823Ἀπέλθετε εἰς τὴν ἐκκλησίαν, αὔριον σύναξις ὑμῖν ἐστι. Καὶ μετὰ τὴν ἀπόλυσιν, εἰσὶν ὧδε ἐπίσκοποι, καὶ Νεμεσῖνος ὧδέ ἐστιν· ἕκαστος ὑμῶν, καθὼς πιστεύει, ὑπογράψει. Καὶ Ἀθανάσιος ὧδέ ἐστιν· ὁ μὴ εἰδὼς τὸν τῆς πίστεως λόγον, μάθῃ παρὰ Ἀθανασίου. Ἔχετε τὴν αὔριον καὶ τὴν ἐπαύριον. Ἐκβαίνω γὰρ ἐγὼ εἰς κάμπον. Καί τις σχολαστικὸς τῶν κυνικῶν ἐνέτυχε τῷ βασιλεῖ. Δέομαι τοῦ βασιλείου σου, προφάσει Ἀθανασίου ἐπισκόπου ὁ καθολικὸς τὰς οἰκίας μου ἦρεν. Ὁ βασιλεὺς εἶπεν· Εἰ ὁ καθολικὸς τὰς οἰκίας σου ἦρε, τί κοινὸν Ἀθανασίῳ; Ἕτερός τις σχολαστικὸς Παταλᾶς εἶπε· Κατηγορίαν ἔχω κατὰ Ἀθανασίου. Ὁ βασιλεὺς εἶπε· Καὶ σὺ τί κοινὸν ἔχεις πρὸς Χριστιανοὺς, Ἕλλην ὤν; Τινὲς δὲ τοῦ πλήθους τῶν Ἀντιοχέων κατέσχον Λούκιον, καὶ προσήνεγκαν τῷ βασιλεῖ λέγοντες· Δεόμεθα τοῦ κράτους σου καὶ τοῦ βασιλείου σου, ἴδε τίνα ἠθέλησαν ποιῆσαι ἐπίσκοπον.

Another petition at the palace gateἙτέρα ἐντυχία πρὸς τῷ πυλῶνι τοῦ παλα- τίου…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἑτέρα ἐντυχία πρὸς τῷ πυλῶνι τοῦ παλατίου γενομένη παρὰ Λουκίου. Δέομαί σου τοῦ κράτους, ἄκουσόν μου. Ὁ βασιλεὺς ἐστάθη καὶ εἶπε· Σοὶ αὐτῷ Λουκίῳ λέγω, πῶς ἦλθες ὧδε, πλοὶ̈ ἢ πεζής; Λούκιος εἶπε· Δέομαί σου, πλοί̈. Ὁ βασιλεὺς εἶπε·
PG 26:824Πρὸς σὲ λέγω, Λούκιε, ὁ Θεὸς τοῦ κόσμου, καὶ κομήτης ἥλιος καὶ σελήνη, ὀργισθείη αὐτοῖς ἐκείνοις τοῖς ἐμπλέουσιν ἅμα σοι, ὅτι οὐκ ἔῤῥιψάν σε εἰς τὴν θάλασσαν· καὶ ἡ ναῦς δὲ ἐκείνη μὴ ἴσχῃ εἰς τὸν ἅπαντα χρόνον εὐδρόμους πνοὰς, μήτε χειμαζομένη μετὰ τῶν ἐμπλεόντων λιμένος τύχοι. Καὶ δι’ Εὐζωί̈ου ἠξίωσαν τοὺς περὶ Προβάτιον, τοὺς διαδόχους Εὐσεβίου καὶ Βαρδίωνος, τοὺς εὐνούχους, ὡς ἵνα συστάσεως τύχωσιν οἱ ἄπιστοι Ἀρειανοί. Καὶ γνοὺς τοῦτο βασιλεὺς, καὶ τοὺς εὐνούχους βασανίσας, εἶπεν· Εἴ τις ἐντυχεῖν βούλεται κατὰ Χριστιανῶν, τοιαῦτα πάθοι. Καὶ οὕτως ἀφῆκεν ὁ βασιλεύς.
Second witness · khazarzar edition

Petitiones Arianorum Ἐντυχία γενομένη ἐν Ἀντιοχείᾳ Ἰωβιανῷ βασιλεῖ, παρὰ Λουκίου καὶ Βερνικιανοῦ, καὶ ἑτέρων τινῶν Ἀρειανῶν, κατὰ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας. Πρώτη ἐντυχία, ἣν ἐποιήσαντο, ἀπερχομένου τοῦ βασιλέως εἰς κάμπον ἐν τῇ Ῥωμανησίᾳ πύλῃ. Δεόμεθά σου τοῦ κράτους, καὶ τοῦ βασιλείου σου, καὶ τῆς εὐσεβείας σου, ἄκουσον ἡμῶν. Ὁ βασιλεὺς εἶπεν· Τίνες ἐστὲ, καὶ πόθεν; Οἱ Ἀρειανοὶ εἶπον· Κύριε, Χριστιανοί. Ὁ βασιλεὺς εἶπε· Πόθεν καὶ ἐκ ποίας πόλεως; Οἱ Ἀρειανοὶ εἶπον· Ἀλεξανδρείας. Ὁ βασιλεὺς εἶπε· Τί βούλεσθε; Οἱ Ἀρειανοὶ εἶπον· Δεόμεθά σου τοῦ κράτους καὶ τοῦ βασιλείου σου, ἐπίσκοπον ἡμῖν δός. Ὁ βασιλεὺς εἶπεν· Ἐκέλευσα τὸν πρότερον, ὅνπερ εἴχετε τὸ πρότερον Ἀθανάσιον, καθέζεσθαι ἐν τῷ θρόνῳ. Οἱ Ἀρειανοὶ εἶ πον· Δεόμεθά σου τοῦ κράτους· καὶ ἐν ἐξορισμῷ καὶ ἐν κατηγορίᾳ ἐστὶν ἔτη πολλά. Στρατιώτης ἐξ αίφνης ζηλώσας ἀπεκρίνατο· Δέομαί σου τοῦ βασι λείου, αὐτὸς ἐξέτασον, τίνες εἰσὶ, καὶ πόθεν. Οὗτοι γάρ εἰσι τὰ λείψανα καὶ ἡ παραβολὴ τῆς Καππαδο κίας, τὰ ὑπόλοιπα τοῦ ἀνοσίου ἐκείνου Γεωργίου, οἱ τὴν πόλιν καὶ τὸν κόσμον ἐρημώσαντες. Ἀκούσας ὁ βασιλεὺς ἐπτέρνισε τὸν ἵππον, καὶ ἀπῆλθεν εἰς τὸν κάμπον. Δευτέρα ἐντυχία τῶν Ἀρειανῶν. Κατηγορίας καὶ ἀποδείξεις ἔχομεν κατὰ Ἀθανα σίου, ὅστις πρὸ δέκα καὶ εἴκοσιν ἐτῶν ἐχωρίσθη ἀπὸ τῶν ἀειμνήστων Κωνσταντίνου καὶ Κωνσταντίου, καὶ ἐπὶ τοῦ θεοφιλεστάτου καὶ φιλοσοφωτάτου καὶ μακαριωτάτου Ἰουλιανοῦ ἔσχε τὴν ἐξόρισιν. Ὁ βασιλεὺς εἶπεν· Αἱ πρὸ δέκα καὶ κʹ, καὶ λʹ ἐτῶν κατηγορίαι ἤδη παρῆλθον· Ἐμοὶ μὴ λέγετε περὶ Ἀθανασίου· οἶδα γὰρ διὰ τί κατηγορήθη, καὶ πῶς ἐξωρίσθη. Τρίτη ἐντυχία τῶν Ἀρειανῶν. Καὶ νῦν πάλιν κατηγορίας ἔχομεν ἄλλας τινὰς κατὰ Ἀθανασίου. Ὁ βασιλεὺς εἶπεν· Οὐκ ἐκ τῆς πολυοχλίας καὶ ἐκ τῶν πολυφωνημάτων τὰ δίκαια φανήσεται· ἀλλ' ἢ ἐκλέξασθε δύο ἐξ ἑαυτῶν, καὶ ἐκ τῶν τοῦ, πλήθους ἑτέρους δύο. Οὐ γὰρ δύναμαι πρὸς ἕνα ἕκαστον ὑμῶν ἀποφαίνεσθαι. Οἱ ἐκ τοῦ πλήθους εἶπαν· Οὗτοί εἰσι τὰ λείψανα ἀπὸ τοῦ ἀνοσίου Γεωργίου τοῦ ἐρημώσαντος τὴν ἐπαρχίαν ἡμῶν, καὶ 26.821 ἐν ταῖς πόλεσι βουλευτὴν μὴ ἐάσαντες οἰκῆσαι. Οἱ Ἀρειανοὶ εἶπαν· Δεόμεθά σου, εἴ τινα ἂν θέλῃς χωρὶς Ἀθανασίου. Ὁ βασιλεὺς εἶπεν· Εἶπον ὑμῖν, ὅτι τὰ περὶ Ἀθανασίου ἤδη διοίκησιν ἔσχε· καὶ ὀργισθεὶς εἶπε· Φέρι φέρι. Οἱ Ἀρειανοὶ εἶπαν· Δεόμεθά σου, ἐὰν πέμψῃς Ἀθανάσιον, λυμαίνεται ἡ πόλις ἡμῶν, καὶ οὐδεὶς αὐτῷ συνέρχεται. Ὁ βασιλεὺς εἶπε· Καίτοι περιεργασάμενος ἔγνων, ὅτι καλῶς φρονεῖ, καὶ ὀρθόδοξός ἐστι, καὶ καλῶς διδάσκει. Οἱ Ἀρειανοὶ εἶπον· Τῷ μὲν στόματι καλῶς φθέγγεται, τῇ δὲ ψυχῇ δολίως φρονεῖ. Ὁ βασιλεὺς εἶπε· Τοῦτο ἀρκετόν ἐστιν, ὅτι ὑμεῖς ἐμαρτυρήσατε περὶ αὐτοῦ, ὅτι καλῶς φθέγγεται καὶ καλῶς διδάσκει. Εἰ δὲ τῇ γλώσσῃ καλῶς διδάσκει καὶ λέγει, τῇ δὲ ψυχῇ κακῶς φρονεῖ, πρὸς τὸν Θεὸν ἔχει. Ἄνθρωποι γὰρ ὄντες τὸν λόγον ἀκούομεν· τὰ δὲ ἐγκάρδια ὁ Θεὸς οἶδεν. Οἱ Ἀρειανοὶ εἶπον· Κέλευσον ἡμᾶς συνάγεσθαι. Ὁ βασιλεὺς εἶπε· Τίς γὰρ κωλύει ὑμᾶς; Οἱ Ἀρειανοὶ εἶπον· Δεόμεθά σου, αἱρεσιώτας καὶ δογματιστὰς ἡμᾶς ἀπαγγέλλει. Ὁ βασιλεὺς εἶπεν· Ἔργον αὐτοῦ ἐστι, καὶ τῶν καλῶς διδασκόντων. Οἱ Ἀρειανοὶ εἶπον· Δεόμεθά σου τοῦ κράτους· τοῦτον βαστάσαι οὐ δυνάμεθα, καὶ τὰ τεμένη τῶν ἐκκλησιῶν περιῆρεν. Ὁ βασιλεὺς εἶπεν· Οὐκοῦν ἕνεκεν χρημάτων ἤλθετε ὧδε, καὶ οὐχ ἕνεκεν πίστεως; Καὶ πάλιν εἶπεν· Ἀπέλθετε, καὶ εἰρηνεύετε. Ἔτι προσθεὶς εἶπε πρὸς τοὺς 1

Ἀρειανούς· Ἀπέλθετε εἰς τὴν ἐκκλησίαν, αὔριον σύναξις ὑμῖν ἐστι. Καὶ μετὰ τὴν ἀπόλυσιν, εἰσὶν ὧδε ἐπίσκοποι, καὶ Νεμεσῖνος ὧδέ ἐστιν· ἕκαστος ὑμῶν, καθὼς πιστεύει, ὑπογράψει. Καὶ Ἀθανάσιος ὧδέ ἐστιν· ὁ μὴ εἰδὼς τὸν τῆς πίστεως λόγον, μάθῃ παρὰ Ἀθανασίου. Ἔχετε τὴν αὔριον καὶ τὴν ἐπαύριον. Ἐκβαίνω γὰρ ἐγὼ εἰς κάμπον. Καί τις σχολαστικὸς τῶν κυνικῶν ἐνέτυχε τῷ βασιλεῖ. Δέομαι τοῦ βασιλείου σου, προφάσει Ἀθανασίου ἐπισκόπου ὁ καθολικὸς τὰς οἰκίας μου ἦρεν. Ὁ βασιλεὺς εἶπεν· Εἰ ὁ καθολικὸς τὰς οἰκίας σου ἦρε, τί κοινὸν Ἀθανασίῳ; Ἕτερός τις σχολαστικὸς Παταλᾶς εἶπε· Κατηγορίαν ἔχω κατὰ Ἀθανασίου. Ὁ βασιλεὺς εἶπε· Καὶ σὺ τί κοινὸν ἔχεις πρὸς Χριστιανοὺς, Ἕλλην ὤν; Τινὲς δὲ τοῦ πλήθους τῶν Ἀντιοχέων κατέσχον Λούκιον, καὶ προσήνεγκαν τῷ βασιλεῖ λέγοντες· Δεόμεθα τοῦ κράτους σου καὶ τοῦ βασιλείου σου, ἴδε τίνα ἠθέλησαν ποιῆσαι ἐπίσκοπον. Ἑτέρα ἐντυχία πρὸς τῷ πυλῶνι τοῦ παλατίου γενομένη παρὰ Λουκίου. Δέομαί σου τοῦ κράτους, ἄκουσόν μου. Ὁ βασιλεὺς ἐστάθη καὶ εἶπε· Σοὶ αὐτῷ Λουκίῳ λέγω, πῶς ἦλθες ὧδε, πλοῒ ἢ πεζής; Λούκιος εἶπε· Δέομαί σου, πλοΐ. Ὁ βασιλεὺς εἶπε· Πρὸς σὲ λέγω, 26.824 Λούκιε, ὁ Θεὸς τοῦ κόσμου, καὶ κομήτης ἥλιος καὶ σελήνη, ὀργισθείη αὐτοῖς ἐκείνοις τοῖς ἐμπλέουσιν ἅμα σοι, ὅτι οὐκ ἔῤῥιψάν σε εἰς τὴν θάλασσαν· καὶ ἡ ναῦς δὲ ἐκείνη μὴ ἴσχῃ εἰς τὸν ἅπαντα χρόνον εὐδρόμους πνοὰς, μήτε χειμαζομένη μετὰ τῶν ἐμπλεόντων λιμένος τύχοι. Καὶ δι' Εὐζωΐου ἠξίωσαν τοὺς περὶ Προβάτιον, τοὺς διαδόχους Εὐσεβίου καὶ Βαρδίωνος, τοὺς εὐνούχους, ὡς ἵνα συστάσεως τύχωσιν οἱ ἄπιστοι Ἀρειανοί. Καὶ γνοὺς τοῦτο βασιλεὺς, καὶ τοὺς εὐνούχους βασανίσας, εἶπεν· Εἴ τις ἐντυχεῖν βούλεται κατὰ Χριστιανῶν, τοιαῦτα πάθοι. Καὶ οὕτως ἀφῆκεν ὁ βασιλεύς.

Page scan enlarged

Notebook

Full View