PG 31Basil the Great
On "In the Beginning Was the Word
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 31:472ΟΜΙΛΙΑ Ι. Εἰς τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Πᾶσα μὲν ἡ τῶν Εὐαγγελίων φωνὴ μεγαλοφυεστέρα τῶν λοιπῶν τοῦ Πνεύματος διδαγμάτων, καθ’ ὅτι ἐν ἐκείνοις μὲν διὰ τῶν δούλων ἡμῖν ἐλάλησε τῶν προφητῶν, ἐν δὲ τοῖς Εὐαγγελίοις αὐτοπροσώπως διελέχθη ἡμῖν ὁ Δεσπότης. Αὐτοῦ γε μὴν τοῦ εὐαγγελικοῦ κηρύγματος ὁ μεγαλοφωνότατος, καὶ πάσης μὲν ἀκοῆς μείζονα, πάσης δὲ διανοίας ὑψηλότερα φθεγξάμενος, Ἰωάννης ἐστὶν, ὁ υἱὸς τῆς βροντῆς· οὗ τὸ προοίμιον τῆς εὐαγγελικῆς συγγραφῆς ἄρτι ἀναγνωσθὲν ἠκούσαμεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ταῦτα οἶδα πολλοὺς καὶ τῶν ἔξω τοῦ λόγου τῆς ἀληθείας μέγα φρονούντων ἐπὶ σοφίᾳ κοσμικῇ καὶ θαυμάσαντας, καὶ τοῖς ἑαυτῶν συντάγμασιν ἐγκαταμίξαι τολμήσαντας. Κλέπτης γὰρ ὁ διάβολος, καὶ τὰ ἡμέτερα ἐκφερομυθῶν πρὸς τοὺς ἑαυτοῦ ὑποφήτας. Εἰ οὖν ἡ σαρκίνη σοφία τοσοῦτον ἐθαύμασε τῶν ῥημάτων τὴν δύναμιν, τί ποιήσωμεν ἡμεῖς οἱ μαθηταὶ τοῦ Πνεύματος, ἐὰν παρέργως ἀκούσωμεν καὶ μικράν τινα τὴν ἐνυπάρχουσαν αὐτοῖς δύναμιν εἶναι λογισώμεθα;
PG 31:473Καὶ τίς οὕτως ἀναισθησίαν νοσῶν, ὥστε τοιοῦτον κάλλος ἐννοίας καὶ βάθος δογμάτων οὕτως ἀνέφικτον μὴ οὐχὶ καταπλαγῆναι, καὶ ἐπιθυμῆσαι αὐτῶν τῆς ἀληθοῦς καταλήψεως; Ἀλλὰ γὰρ οὐχὶ τὸ θαυμάσαι τὰ καλὰ δύσκολον, ἀλλὰ τὸ ἐν ἀκριβεῖ κατανοήσει γενέσθαι τῶν θαυμασθέντων, τοῦτο χαλεπὸν καὶ δυσέφικτον. Ἐπεὶ καὶ τὸν ἥλιον τοῦτον τὸν αἰσθητὸν οὐδεὶς μέν ἐστιν ὃς οὐχ ὑπερεπαινεῖ, τὸ μέγεθος αὐτοῦ καὶ τὸ κάλλος, καὶ τῶν ἀκτίνων τὴν συμμετρίαν, καὶ τὸ ἀποστίλβον αὐτοῦ φῶς κατασπαζόμενος· ἐὰν μέντοι βιαιότερον φιλονεικήσῃ τῷ κύκλῳ ἀντεξάγειν ἑαυτοῦ τὰς τῶν ὀμμάτων βολὰς, οὐ μόνον οὐ κατόψεται τὰ περισπούδαστα, ἀλλὰ καὶ τὴν ἀκρίβειαν τῆς ὄψεως προςδιαφθείρας οἰχήσεται. Τοιοῦτόν τί μοι δοκῶ τὴν διάνοιαν πάσχειν, τὴν φιλονεικοῦσαν ἀκριβῆ ποιεῖσθαι τῶν προκειμένων ῥημάτων τὴν ἐξέτασιν. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Τίς ἐννοήσει ἀξίως τὰ περὶ τῆς ἀρχῆς; Ποία ῥημάτων δύναμις εὑρεθῇ ὁμοτίμως δυναμένη παραστῆσαι τὸ νοηθέν; Μέλλων παραδιδόναι ἡμῖν τὰ περὶ τῆς θεολογίας τοῦ Υἱοῦ τοῦ Θεοῦ, οὐδεμίαν ἀρχὴν ἄλλην τῷ λόγῳ ἢ τὴν ἀρχὴν τῶν ὅλων ἔδωκεν.
PG 31:474Ἤδει τοὺς ἐπιφυομένους τῇ δόξῃ τοῦ Μονογενοῦς τὸ Πνεῦμα τὸ ἅγιον· προῄδει τοὺς μέλλοντας ἡμῖν προφέρειν τὰ σοφίσματα, τὰ ἐπὶ καταστροφῇ τῶν ἀκουόντων αὐτοῖς μεμηχανημένα. Ὅτι, Εἰ ἐγεννήθη, οὐκ ἦν· καὶ, Πρὸ τοῦ γεννηθῆναι, οὐκ ἦν· καὶ, Ἐξ οὐκ ὄντων τὴν ὑπόστασιν ἔλαβε. Τοιαῦτα δὲ φθέγγονται γλῶσσαι ἠκονημέναι διὰ πιθανολογίας ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Ἵνα τοίνυν μηδενὶ λέγειν ἐξῇ τὰ τοιαῦτα, προλαβὸν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Εὐαγγελίου, Ἐν ἀρχῇ, φησὶν, ἦν ὁ Λόγος. Ἐὰν κρατῇς ταύτην τὴν φωνὴν, οὐδὲν οὐ μὴ πάθῃς δεινὸν παρὰ τῶν κακοτέχνων. Ἐὰν γὰρ λέγῃ ἐκεῖνος, Εἰ ἐγεννήθη, οὐκ ἦν· σὺ εἰπὲ, Ἐν ἀρχῇ ἦν. Ἀλλὰ, φησὶ, πρὶν ἢ γεννηθῆναι πῶς ἦν; Σὺ μὴ ἀφῇς τὸ, Ἦν· μὴ καταλίπῃς τὸ, Ἐν ἀρχῇ. Ἀρχῆς ἡ κορυφὴ οὐ καταλαμβάνεται· ἀρχῆς τὸ ἐξώτερον οὐχ εὑρίσκεται. Μὴ παραλογίσηταί σέ τις τῷ πολυσήμῳ τῆς λέξεως. Πολλαὶ γὰρ ἀρχαὶ πολλῶν πραγμάτων κατὰ τὸν βίον τοῦτον· ἀλλὰ μία ἀρχὴ ἐπὶ πάντων, ἡ ἐπέκεινα. Ἀρχὴ γὰρ ὁδοῦ ἀγαθῆς, εἶπεν ἡ Παροιμία. Ἀλλ’ ὁδοῦ μὲν ἀρχὴ ἡ πρώτη κίνησις, ὅθεν ἀρχόμεθα τῆς πορείας, ἧς τὸ κατόπιν δυνατόν ἐστιν εὑρεῖν. Καὶ, Ἀρχὴ σοφίας φόβος Κυρίου.
Ἔστι καὶ ταύτης τῆς ἀρχῆς ἕτερόν τι προκείμενον· τῆς γὰρ τῶν τεχνῶν ἀναλήψεως ἀρχή ἐστιν ἡ στοιχείωσις. Στοιχεῖον οὖν ἐστι τῆς σοφίας ὁ φόβος τοῦ Κυρίου· ἀλλὰ ταύτης τῆς ἀρχῆς ἐστί τι πρεσβύτερον, ἡ κατάστασις τῆς ψυχῆς, τοῦ μήπω σοφισθέντος καὶ τὸν φόβον τοῦ Θεοῦ ἀνειληφότος. Ἀρχαὶ λέγονται καὶ αἱ πολιτικαὶ δυναστεῖαι, αἱ τῶν ἀξιωμάτων ὑπεροχαί. Ἀλλ’ αὗται αἱ ἀρχαὶ, τινῶν εἰσιν ἀρχαὶ, καὶ πρός τι ἑκάστη. Ἀρχὴ γὰρ τῆς γραμμῆς τὸ σημεῖον· καὶ ἀρχὴ τῆς ἐπιφανείας ἡ γραμμή· καὶ ἀρχὴ τοῦ σώματος ἡ ἐπιφάνεια· καὶ τοῦ κατὰ σύνθεσιν λόγου ἀρχαὶ τὰ στοιχεῖα. Οὐ μὴν κἀκείνη τοιαύτη ἡ ἀρχή. Οὐδενὶ γὰρ προσδέδεται· οὐδενὶ δουλεύει· μετ’ οὐδενὸς θεωρεῖται· ἀλλ’ ἐλευθέρα ἐστίν· ἀδέσποτος, λελυμένη τῆς πρὸς ἕτερον σχέσεως· ἀνυπέρβατος διανοίᾳ, ἣν οὐκ ἔστιν ὑπερβῆναι τοῖς λογισμοῖς, ἧς οὐκ ἔστιν ἐξευρεῖν τὰ ἐπέκεινα. Ἐὰν γὰρ φιλονεικήσῃς τῇ φαντασίᾳ τοῦ νοῦ παραδραμεῖν τὴν ἀρχὴν, εὑρήσεις αὐτὴν προτρέχουσάν σου, καὶ προαπαντῶσαν τοῖς λογισμοῖς. Ἄφες σεαυτοῦ τὸν νοῦν δραμεῖν ὅσον βούλεται, καὶ διαταθῆναι ἐπὶ τὰ ἄνω·
PG 31:475εἶτα εὑρήσεις αὐτὸν μυρία πλανηθέντα, καὶ πολλὰ κενεμβατήσαντα, καὶ πάλιν ἐπανιόντα πρὸς ἑαυτὸν, διὰ τὸ μὴ δύνασθαι κατωτέραν ἑαυτοῦ τὴν ἀρχὴν ποιῆσαι. Διότι ἀεὶ τοῦ νοουμένου ἐξωτέρα καὶ πλείων εὑρίσκεται ἡ ἀρχή. Ἐν ἀρχῇ τοίνυν ἦν ὁ Λόγος. Ὢ τοῦ θαύματος Πῶς πᾶσαι ἀλλήλαις ὁμοτίμως αἱ φωναὶ συνεζεύχθησαν Τὸ, Ἦν, ἴσον δύναται τοῦ, Ἐν ἀρχῇ. Ποῦ ὁ βλάσφημος; ποῦ ἡ χριστομάχος γλῶττα; ἡ λέγουσα, Ἦν ποτε, ὅτε οὐκ ἦν; Ἄκουε τοῦ Εὐαγγελίου, Ἐν ἀρχῇ ἦν. Εἰ δὲ ἐν ἀρχῇ ἦν, πότε οὐκ ἦν; Τὴν ἀσέβειαν αὐτῶν στενάξω, ἢ τὴν ἀμαθίαν βδελύξομαι; Ἀλλὰ πρὸ τοῦ γεννηθῆναι, οὐκ ἦν. Οἶδας γὰρ πότε ἐγεννήθη, ἵνα τὸ πρὶν δυνηθῇς ἐπενεγκεῖν τῷ χρόνῳ; Τὸ γὰρ, Πρὸ τοῦ, χρονική ἐστι φωνὴ, ἕτερον ἑτέρου προτιθεῖσα εἰς παλαιότητα. Τὸν δὲ τοῦ χρόνου ποιητὴν πῶς εὔλογον ταῖς χρονικαῖς προσηγορίαις ὑποκειμένην ἔχειν τὴν γέννησιν; Ἐν ἀρχῇ τοίνυν ἦν. Ἐὰν μὴ ἀποστῇς τοῦ Ἦν, οὐδεμίαν παρείσδυσιν δώσεις τῇ πονηρᾷ βλασφημίᾳ. Ὥσπερ γὰρ οἱ θαλαττεύοντες, ὅταν ἐπὶ δύο σαλεύωσιν ἀγκυρῶν, καταφρονοῦσι τοῦ κλύδωνος·
PG 31:476οὕτω καὶ σὺ τῆς πονηρᾶς ταύτης ταραχῆς, τῆς ἐκ τῶν πνευμάτων τῆς πονηρίας ἐγγινομένης τῷ βίῳ, καὶ διασαλευούσης τῶν πολλῶν τὴν πίστιν, καταγελάσῃ, ἐὰν τῇ ἀσφαλείᾳ τῶν ῥημάτων τούτων τὴν ψυχὴν ἔχῃς ἐνορμισθεῖσαν. Ἐπιζητεῖ δὲ ἡμῶν ἡ διάνοια, τίς ἦν ἐν ἀρχῇ; Ὁ Λόγος, φησί. Ποῖος λόγος; ὁ ἀνθρώπινος λόγος; ἀλλ’ ὁ τῶν ἀγγέλων λόγος; Καὶ γὰρ ᾐνίξατο ἡμῖν ὁ Ἀπόστολος, ὡς καὶ τῶν ἀγγέλων ἰδίαν ἐχόντων γλῶσσαν, εἰπών· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων. Ἀλλὰ καὶ τοῦ λόγου διπλῆ τίς ἐστιν ἔννοια. Ὁ μὲν γάρ τίς ἐστιν ὁ διὰ τῆς φωνῆς προφερόμενος, οὗτος ὁ μετὰ τὸ προενεχθῆναι τῷ ἀέρι ἐναπολλύμενος· ὁ δέ τίς ἐστιν ὁ ἐνδιάθετος, ἐνυπάρχων ἡμῶν ταῖς καρδίαις· ὁ ἐννοηματικός. Καὶ ἄλλος, ὁ τεχνικὸς λόγος. Ὅρα μήποτέ σε παρακρούσηται τὸ ὁμώνυμον τῆς φωνῆς. Πῶς γὰρ ἦν ἐν ἀρχῇ ὁ ἀνθρώπινος λόγος, τοῦ ἀνθρώπου κάτω που λαβόντος τὴν ἀρχὴν τῆς γενέσεως; Πρὸ ἀνθρώπου θηρία· πρὸ ἀνθρώπου κτήνη, τὰ ἑρπετὰ πάντα· ὅσα χερσαῖα, καὶ ὅσα ἔνυδρα, πετεινὰ τοῦ οὐρανοῦ, ἀστέρες, ἥλιος, σελήνη, βοτάναι, σπέρματα, γῆ, θάλαττα, οὐρανός.
PG 31:477Οὐ τοίνυν ἐν ἀρχῇ ἦν ὁ ἀνθρώπινος λόγος, ἀλλ’ οὐδὲ ὁ τῶν ἀγγέλων. Πᾶσα γὰρ ἡ κτίσις κατωτέρα τῶν αἰώνων ἐστὶ, τὴν ἀρχὴν τοῦ εἶναι λαβοῦσα παρὰ τοῦ κτίσαντος. Ὁ δὲ ἐν καρδίᾳ λόγος, καὶ αὐτὸς ἑκάστου τῶν νοηθέντων ἐστὶ νεώτερος. Ἀλλ’ ἄκουε τοῦ λόγου θεοπρεπῶς. Περὶ γὰρ τοῦ Μονογενοῦς διαλεγόμενός σοι, Λόγον εἶπεν αὐτόν. Ὥσπερ οὖν καὶ φῶς μετ’ ὀλίγον ἐρεῖ, καὶ ζωὴν, καὶ ἀνάστασιν, καὶ οὔτε φῶς ἀκούσας, ἐπὶ τὸ αἰσθητὸν τοῦτο καὶ ὀφθαλμοῖς ὁρατὸν καταφέρῃ, οὔτε ζωὴν ἀκούσας, τὴν κοινὴν ταύτην νοεῖς, ἣν καὶ τὰ ἄλογα ζῇ· οὕτω καὶ Λόγον ἀκούων, φύλαξαι μήποτε τῇ σῇ ἀσθενείᾳ τῆς διανοίας πρὸς χαμαιζήλους καὶ ταπεινὰς διανοίας ὑπενεχθῇς. Ἀλλ’ ἐρεύνα τὴν διάνοιαν τοῦ ῥήματος. Διὰ τί Λόγος; Ἵνα δειχθῇ, ὅτι ἐκ τοῦ νοῦ προῆλθε. Διὰ τί Λόγος; Ὅτι ἀπαθῶς ἐγεννήθη. Διὰ τί Λόγος; Ὅτι εἰκὼν τοῦ γεννήσαντος, ὅλον ἐν ἑαυτῷ δεικνὺς τὸν γεννήσαντα, οὐδὲν ἐκεῖθεν ἀπομερίσας, καὶ τέλειος ὑπάρχων καθ’ ἑαυτόν· ὡς καὶ ὁ ἡμέτερος λόγος ὅλην ἡμῶν ἀπεικονίζει τὴν ἔννοιαν. Ἃ γὰρ κατὰ καρδίαν ἐνενοήσαμεν, ταῦτα τῷ ῥήματι προηνέγκαμεν, καὶ ἔστι τοῦ ἐν τῇ καρδίᾳ νοήματος ἀπεικόνισμα τὸ λαλούμενον.
PG 31:478Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας ὁ λόγος προφέρεται. Καὶ ἔστιν ἡ μὲν καρδία ἡμῶν οἷον πηγή τις, ὁ δὲ προφερόμενος λόγος οἷον ὁλκός τις ἐκ τῆς πηγῆς ταύτης ῥέων. Τοσοῦτον οὖν τὸ ἀποῤῥέον, ὅσον τὸ πρώτως ἀναφερόμενον· καὶ οἷον τὸ κεκρυμμένον, τοσοῦτον καὶ τὸ φαινόμενον. Λόγον οὖν εἶπεν, ἵνα τὴν ἀπαθῆ σοι γέννησιν τοῦ Πατρὸς παραστήσῃ, καὶ τὴν τελείαν ὕπαρξίν σοι τοῦ Υἱοῦ θεολογήσῃ, καὶ τὴν ἄχρονον συνάφειαν τοῦ Υἱοῦ πρὸς Πατέρα διὰ τούτων ἐνδείξηται. Καὶ γὰρ ὁ ἡμέτερος λόγος τοῦ νοῦ γέννημα, ἀπαθῶς γεννώμενος· οὔτε γὰρ τέμνεται, οὔτε μερίζεται, οὔτε ῥέει· ἀλλὰ μένων ὅλος ὁ νοῦς ἐν τῇ ἰδίᾳ συστάσει, ὅλον τὸν λόγον καὶ ἀπηρτισμένον ὑφίστησι· καὶ προελθὼν ὁ λόγος, πᾶσαν τοῦ γεννήσαντος νοῦ τὴν δύναμιν ἐν ἑαυτῷ περιέχει. Ὅσον οὖν εὐσεβὲς, τοσοῦτον λαβὼν πρὸς τὴν τοῦ Μονογενοῦς θεολογίαν ἐκ τῆς τοῦ λόγου φωνῆς· ὅπερ ἂν εὕρῃς ἀπεμφαῖνον καὶ ἀνάρμοστον φαινόμενον, τοῦτο παραίτησαι, καὶ ὑπέρβηθι μηχανῇ πάσῃ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Εἰ δὲ εἶπεν· Ἐν ἀρχῇ ἦν ὁ Υἱὸς, τῇ προσηγορίᾳ τοῦ Υἱοῦ συνεισῆλθεν ἄν σοι ἡ περὶ τοῦ πάθους ἔννοια.
PG 31:479Ἐπειδὴ γὰρ παρ’ ἡμῖν τὰ γεννῶντα χρόνῳ γεννᾷ, καὶ ἐμπαθῶς γεννᾷ, διὰ τοῦτο προλαβὼν, Λόγον εἶπε, προδιορθούμενος τὰς ἀπρεπεῖς ὑπολήψεις, ἵνα σου τὴν ψυχὴν ἄτρωτον διασώσηται. Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Πάλιν τὸ, Ἦν, διὰ τοὺς βλασφημοῦντας, ὅτι οὐκ ἦν. Ποῦ ἦν ὁ Λόγος; Οὐκ ἐν τόπῳ· οὐ γὰρ περιέχεται τόπῳ τὰ ἀπερίγραπτα. Ἀλλὰ ποῦ ἦν; Πρὸς τὸν Θεόν. Οὔτε ὁ Πατὴρ ἐν τόπῳ, οὔτε ὁ Υἱὸς ἐν περιοχῇ τινι καὶ περιγραφῇ ὁμολογουμένῃ κατειλημμένος· ἀλλ’ ἄπειρος μὲν ὁ Πατὴρ, ἄπειρος δὲ ὁ Υἱός. Πᾶν ὅπερ ἂν νοήσῃς, καὶ ὅπουπερ ἂν πορευθῇς τῷ πνεύματί σου, τοῦ Θεοῦ εὑρήσεις πεπληρωμένον· πανταχοῦ συμπαρεκτεινομένην εὑρήσεις τοῦ Υἱοῦ τὴν ὑπόστασιν. Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Θαύμασον τὴν ἀκρίβειαν ἑκάστης φωνῆς· οὐκ εἶπεν, Ἐν τῷ Θεῷ ἦν ὁ Λόγος· ἀλλὰ, Πρὸς τὸν Θεόν· ἵνα τὸ ἰδιάζον τῆς ὑποστάσεως παραστήσῃ. Οὐκ εἶπεν, Ἐν τῷ Θεῷ, ἵνα μὴ πρόφασιν δῷ τῇ συγχύσει τῆς ὑποστάσεως. Πονηρὰ γὰρ κἀκείνη ἡ βλασφημία τῶν φύρειν τὰ πάντα ἐπιχειρούντων, καὶ ἓν τὸ ὑποκείμενον λεγόντων, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, προςηγορίας δὲ διαφερούσας τῷ ἑνὶ πράγματι ἐπιφημίζεσθαι.
Πονηρὰ ἡ ἀσέβεια, καὶ φευκτὴ οὐχ ἧττον τῶν ἀνόμοιον εἶναι κατ’ οὐσίαν τὸν Υἱὸν τοῦ Θεοῦ τῷ Θεῷ καὶ Πατρὶ βλασφημούντων. Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Εἶτα συγχρησάμενος τῇ τοῦ Λόγου φωνῇ πρὸς τὴν παράστασιν τῆς κατὰ τὴν γέννησιν ἀπαθείας, ταχὺ καὶ τὸ ἐκ τοῦ Λόγου βλάβος ἐγγινόμενον ἡμῖν παρεμυθήσατο. Καὶ οἷον ἀφαρπάζων αὐτὸν τῆς συκοφαντίας τῶν βλασφημούντων, Τί, φησὶν, ἐστὶν ὁ Λόγος; Θεὸς ἦν ὁ Λόγος. Μή μοι τεχνολόγει διαφοράς τινας λόγων, μηδὲ ἐκ τῆς σῆς κακοτεχνίας προστρίψῃς τινὰ βλασφημίαν τῇ διδασκαλίᾳ τοῦ Πνεύματος. Ἔχεις τὴν ἀπόφασιν· ὑποτάγηθι τῷ Κυρίῳ. Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάλιν ἀνακεφαλαιοῦται ἐν ὀλίγοις ῥήμασι πᾶσαν ἑαυτοῦ τὴν θεολογίαν, ἣν περὶ τοῦ Μονογενοῦς ἡμῖν ὁ εὐαγγελιστὴς παρέδωκεν. Οὗτος τίς; Οὗτος, ὁ Λόγος ὁ Θεός. Ἐπειδὴ γάρ σοι διήρθρωσε τὴν περὶ αὐτοῦ ἔννοιαν, οἷον ἐντυπώσας σου τῇ ψυχῇ διὰ τῆς διδασκαλίας τὰ ἀγνοούμενα, καὶ ἐνοικίσας τὸν Λόγον Χριστὸν ἐν τῇ καρδίᾳ σου, Οὗτός φησι. Ποῖος οὗτος;
PG 31:480Μὴ ἔξω διαβλέψῃ, διὰ τῆς δεικτικῆς φωνῆς τὸν ὑποδεικνύμενόν σοι περισκοπῶν, ἀλλ’ εἴσελθε εἰς τὰ κρυπτὰ τῆς σεαυτοῦ ψυχῆς, καὶ ὃν ἐδιδάχθης Θεὸν τὸν ἐν ἀρχῇ ὄντα, τὸν ὡς Λόγον προελθόντα, τὸν πρὸς τὸν Θεὸν ὄντα, τοῦτον γνωρίσας καὶ καταπλαγεὶς, καὶ προσκυνήσας τὸν σεαυτοῦ Δεσπότην, τόν σοι διὰ τῆς διδασκαλίας ἐνιδρυθέντα, γνώριζε, ὅτι οὗτος ἦν ἐν ἀρχῇ· τουτέστιν, ἀεὶ πρὸς τὸν Θεὸν τὸν ἑαυτοῦ Πατέρα. Ταύτας μοι τὰς ὀλίγας φωνὰς διασώσατε, ὥσπερ σφραγῖδα ταῖς μνήμαις ὑμῶν ἐνσημηνάμενοι. Αὗται ἀῤῥαγέστατον ἔσονται τειχίον πρὸς τὰς τῶν ἐπιβουλευόντων καταδρομάς· αὗται φυλακτήριόν εἰσι τῶν ψυχῶν σωτήριον τοῖς προβαλλομένοις αὐτάς. Ἄν τίς σοι προσελθὼν λέγοι· Οὐκ ὢν, ἐγεννήθη· εἰ γὰρ ἦν, πῶς ἐγεννήθη; ὡς δαιμόνων φωνὴν ἀποτρέπου τὴν κατὰ τῆς δόξης τοῦ Μονογενοῦς βλασφημίαν. Αὐτὸς δὲ ἐπανελθὼν ἧκε πρὸς τὰς τῶν Εὐαγγελίων φωνάς· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Τέταρτον εἰπὲ τὸ, Ἦν, καὶ καταργήσεις αὐτῶν τὸ, Οὐκ ἦν. Οὗτοι ἄσειστοι μενέτωσαν οἱ θεμέλιοι τῆς πίστεως.
PG 31:481Τούτοις ἐποικοδομήσομεν, Θεοῦ διδόντος, καὶ τὰ λειπόμενα. Οὐ γάρ ἐστι δυνατὸν περὶ πάντων ὑμῖν εἰς ἅπαξ διαλεχθῆναι, μήποτε τῇ ἀμετρίᾳ τοῦ λόγου ἄχρηστα ποιήσωμεν ὑμῖν τὰ φιλοπόνως συνειλεγμένα. Ἀτονοῦσα γὰρ ἡ διάνοια πάντων ὁμοῦ περιδράξασθαι, ὅμοιον πάσχει γαστρὶ τῇ διὰ τὴν ὑπερβολὴν τοῦ κόρου εἰς πέψιν ἀγαγεῖν τὰ παραπεμφθέντα μὴ δυναμένῃ. Εὔχομαι οὖν ὑμᾶς γλυκανθῆναι μὲν τῇ γεύσει, ὠφεληθῆναι δὲ τῇ ἀναδόσει. Αὐτὸς δὲ ἕστηκα ὑμῖν ἕτοιμος πρὸς τὴν διακονίαν τῶν λειπομένων, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

HOMILIA XVII. In Barlaam martyrem. 1. Antea quidem sanctorum mors planctu et lacrymis cohonestabatur. Joseph deflevit acriter mortuum Jacob ", atque Moysis mortem Judæi haud parum planxere &; multis quoque lacrymnis 139 Samuelem condecorarunt 89: nunc vero exsultamus in sanctorum obitu, Tristium namque natura post crucem mutata est; nec amplius sanctorum mortem lamentis prosequimur: sed tripudiis divinis circum illorum ɛepulcra choreas ducimus. Somnus enim justis mors est. Imo potius ad vitam meliorem profectio. Hinc martyres, dum mactaritur, exsultant, Nam desiderium vitæ beatioris doloremn cadis enecat. Ad coronas martyr respicit, non ad pericula; non horret plagas, sed palmas numerat; non videt lictores in terra flagris cadentes, sed angelos e coelo gratulantes animo intuetur; præmia æterna spectat, non temporalia pericula. Splendidum et apud nos jam arrhabonem obtinent, cum inter divinas acclamationes omnium plausu celebrentur, populumque frequentissimum e sepu!cris congregent. 2. Hoc ipsum sane in forti ac strenuo Barlaam hodie factum est. Insonuit enim bellica martyris tuba, et pietatis milites, ut cernitis, convocavit. Annuntiatus præconio est jacens Christi athleta, et statim Ecclesiæ theatrum ad convolandum im pulit. quemadmodum fidelium Dominus aiebat Qui credit in me, etiamsi mortuus fuerit, vivet ªª mortuus est strenuus ille Barlaani, et tamen conventus publicos congregat: consumptus in sepulcro est, et tamen invitat ad convivium. Nunc tempus nobis est exclamandi: Ubi sapiens? ubi scriba? ubi conquisitor hujus sæculi? Vir agrestis nobis est ss | Cor. 1, 20. RO Genes. L 1. Deut. XXXIV, 8. * [ Reg. xxv, f. Noster Reg. secundus in sanctum Barlaam, qui Antiochiæ martyrium passus est. Hanc orationem pulchram sane et elegantem esse nemo negaverit sed Basilii an Chrysostomi sit, dubitari potest. Ea de re in Praefatione nostro more disputamus. Colb. primus Mox editi Αrticulus in mss. non invenitur. Nec ita multo intra editi In eo autem consentiunt antiqui libri, quod in omnibus vocula desit: sed in duobus pro scriptum invenimus et ita edere libuit. Editi et tres mss. comitamur satellitum in morem. Reg. primus dunamus, seu cohonestamus. Mox unus ms. aut aller Haud longe editi miss. Subinde, ubi in editis et in uno veteri libro legitur in aliis quibusdam scriptum reperi Coll. primus felicioris cujusdam status amur. ss Joan. xt, 25. Antiqui tres libri Colb. primus et editi recte. Utraque editio et Reg. tertius vinctos quam plurimos congregans; nec secus habet Reg. primus, nisi quod in eo pluraliter legitur Colb. primus Reg. secundus at in reliquis nihil dissentit ab editis. Codex quidam Combef. Ita hunc locum resarcire visum est, ut ex aliquibus mss. numerum multitudinis mutuaremur, ex fide vero quorumdam codicum pro edendum curaremus Quibus aliter videbitur, aliter legant, per nos licet. Colb. primus Aliquanto post Reg. primus Subinde Colb. primus pro habet

Second witness · khazarzar edition

In illud: In principio erat verbum ΟΜΙΛΙΑ Ι ʹ. Εἰς τὸ, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος». Πᾶσα μὲν ἡ τῶν Εὐαγγελίων φωνὴ μεγαλοφυε στέρα τῶν λοιπῶν τοῦ Πνεύματος διδαγμάτων, καθ' ὅτι ἐν ἐκείνοις μὲν διὰ τῶν δούλων ἡμῖν ἐλάλησε τῶν προφητῶν, ἐν δὲ τοῖς Εὐαγγελίοις αὐτοπροσώπως διελέχθη ἡμῖν ὁ Δεσπότης. Αὐτοῦ γε μὴν τοῦ εὐαγ γελικοῦ κηρύγματος ὁ μεγαλοφωνότατος, καὶ πάσης μὲν ἀκοῆς μείζονα, πάσης δὲ διανοίας ὑψηλότερα φθεγξάμενος, Ἰωάννης ἐστὶν, ὁ υἱὸς τῆς βροντῆς· οὗ τὸ προοίμιον τῆς εὐαγγελικῆς συγγραφῆς ἄρτι ἀναγνωσθὲν ἠκούσαμεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ταῦτα οἶδα πολλοὺς καὶ τῶν ἔξω τοῦ λόγου τῆς ἀλη θείας μέγα φρονούντων ἐπὶ σοφίᾳ κοσμικῇ καὶ θαυ μάσαντας, καὶ τοῖς ἑαυτῶν συντάγμασιν ἐγκατα μίξαι τολμήσαντας. Κλέπτης γὰρ ὁ διάβολος, καὶ τὰ ἡμέτερα ἐκφερομυθῶν πρὸς τοὺς ἑαυτοῦ ὑπο φήτας. Εἰ οὖν ἡ σαρκίνη σοφία τοσοῦτον ἐθαύμασε τῶν ῥημάτων τὴν δύναμιν, τί ποιήσωμεν ἡμεῖς οἱ μαθηταὶ τοῦ Πνεύματος, ἐὰν παρέργως ἀκούσωμεν καὶ μικράν τινα τὴν ἐνυπάρχουσαν αὐτοῖς δύναμιν εἶναι λογισώμεθα; Καὶ τίς οὕτως ἀναισθησίαν νοσῶν, ὥστε τοιοῦτον κάλλος ἐννοίας καὶ βάθος δογμά των οὕτως ἀνέφικτον μὴ οὐχὶ καταπλαγῆναι, καὶ ἐπιθυμῆσαι αὐτῶν τῆς ἀληθοῦς καταλήψεως; Ἀλλὰ γὰρ οὐχὶ τὸ θαυμάσαι τὰ καλὰ δύσκολον, ἀλλὰ τὸ ἐν ἀκριβεῖ κατανοήσει γενέσθαι τῶν θαυμασθέντων, τοῦτο χαλεπὸν καὶ δυσέφικτον. Ἐπεὶ καὶ τὸν ἥλιον τοῦτον τὸν αἰσθητὸν οὐδεὶς μέν ἐστιν ὃς οὐχ ὑπερ 31.473 επαινεῖ, τὸ μέγεθος αὐτοῦ καὶ τὸ κάλλος, καὶ τῶν ἀκτίνων τὴν συμμετρίαν, καὶ τὸ ἀποστίλβον αὐτοῦ φῶς κατασπαζόμενος· ἐὰν μέντοι βιαιότερον φιλονεικήσῃ τῷ κύκλῳ ἀντεξάγειν ἑαυτοῦ τὰς τῶν ὀμμάτων βολὰς, οὐ μόνον οὐ κατόψεται τὰ περισπού δαστα, ἀλλὰ καὶ τὴν ἀκρίβειαν τῆς ὄψεως προσ διαφθείρας οἰχήσεται. Τοιοῦτόν τί μοι δοκῶ τὴν διά νοιαν πάσχειν, τὴν φιλονεικοῦσαν ἀκριβῆ ποιεῖσθαι τῶν προκειμένων ῥημάτων τὴν ἐξέτασιν. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Τίς ἐννοήσει ἀξίως τὰ περὶ τῆς ἀρχῆς; Ποία ῥημάτων δύναμις εὑρεθῇ ὁμοτίμως δυναμένη παραστῆσαι τὸ νοηθέν; Μέλλων παραδιδόναι ἡμῖν τὰ περὶ τῆς θεολογίας τοῦ Υἱοῦ τοῦ Θεοῦ, οὐδεμίαν ἀρ χὴν ἄλλην τῷ λόγῳ ἢ τὴν ἀρχὴν τῶν ὅλων ἔδωκεν. Ἤδει τοὺς ἐπιφυομένους τῇ δόξῃ τοῦ Μονογενοῦς τὸ Πνεῦμα τὸ ἅγιον· προῄδει τοὺς μέλλοντας ἡμῖν προφέρειν τὰ σοφίσματα, τὰ ἐπὶ καταστροφῇ τῶν ἀκουόντων αὐτοῖς μεμηχανημένα. Ὅτι, Εἰ ἐγεννήθη, οὐκ ἦν· καὶ, Πρὸ τοῦ γεννηθῆναι, οὐκ ἦν· καὶ, Ἐξ οὐκ ὄντων τὴν ὑπόστασιν ἔλαβε. Τοιαῦτα δὲ φθέγγονται γλῶσσαι ἠκονημέναι διὰ πιθανολογίας ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Ἵνα τοίνυν μηδενὶ λέγειν ἐξῇ τὰ τοιαῦτα, προλαβὸν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Εὐαγγελίου, Ἐν ἀρχῇ, φησὶν, ἦν ὁ Λόγος. Ἐὰν κρατῇς ταύτην τὴν φωνὴν, οὐδὲν οὐ μὴ πάθῃς δεινὸν παρὰ τῶν κακοτέχνων. Ἐὰν γὰρ λέγῃ ἐκεῖνος, Εἰ ἐγεννήθη, οὐκ ἦν· σὺ εἰπὲ, Ἐν ἀρχῇ ἦν. Ἀλλὰ,φησὶ, πρὶν ἢ γεννηθῆναι πῶς ἦν; Σὺ μὴ ἀφῇς τὸ, Ἦν· μὴ καταλίπῃς τὸ, Ἐν ἀρχῇ. Ἀρχῆς ἡκορυφὴ οὐ καταλαμβάνεται· ἀρχῆς τὸ ἐξώτερον οὐχ εὑρίσκεται. Μὴ παραλογίσηταί σέ τις τῷ πολυσήμῳ τῆς λέξεως. Πολλαὶ γὰρ ἀρχαὶ πολλῶν πραγμάτων κατὰ τὸν βίον τοῦτον· ἀλλὰ μία ἀρχὴ ἐπὶ πάντων, ἡ ἐπέκεινα. Ἀρχὴ γὰρ ὁδοῦ ἀγαθῆς, εἶπεν ἡ Παροιμία. Ἀλλ' ὁδοῦ μὲν ἀρχὴ ἡ πρώτη κίνησις, ὅθεν ἀρχόμεθα τῆς πορείας, ἧς τὸ κατόπιν δυνατόν ἐστιν εὑρεῖν. Καὶ, Ἀρχὴ σοφίας φόβος Κυρίου. Ἔστι καὶ ταύτης τῆς ἀρχῆς ἕτερόν τι προκείμενον· τῆς γὰρ τῶν τεχνῶν ἀναλήψεως ἀρχή ἐστιν ἡ στοι χείωσις. Στοιχεῖον οὖν ἐστι τῆς

σοφίας ὁ φόβος τοῦ Κυρίου· ἀλλὰ ταύτης τῆς ἀρχῆς ἐστί τι πρεσβύτε ρον, ἡ κατάστασις τῆς ψυχῆς, τοῦ μήπω σοφισθέντος καὶ τὸν φόβον τοῦ Θεοῦ ἀνειληφότος. Ἀρχαὶ λέ γονται καὶ αἱ πολιτικαὶ δυναστεῖαι, αἱ τῶν ἀξιωμά των ὑπεροχαί. Ἀλλ' αὗται αἱ ἀρχαὶ, τινῶν εἰσιν ἀρχαὶ, καὶ πρός τι ἑκάστη . Ἀρχὴ γὰρ τῆς γραμμῆς 31.476 τὸ σημεῖον· καὶ ἀρχὴ τῆς ἐπιφανείας ἡ γραμμή· καὶ ἀρχὴ τοῦ σώματος ἡ ἐπιφάνεια· καὶ τοῦ κατὰ σύνθεσιν λόγου ἀρχαὶ τὰ στοιχεῖα. Οὐ μὴν κἀκείνη τοιαύτη ἡ ἀρχή. Οὐδενὶ γὰρ προσδέδεται· οὐδενὶ δουλεύει· μετ' οὐδενὸς θεωρεῖ ται· ἀλλ' ἐλευθέρα ἐστίν· ἀδέσποτος, λελυμένη τῆς πρὸς ἕτερον σχέσεως· ἀνυπέρβατος διανοίᾳ, ἣν οὐκ ἔστιν ὑπερβῆναι τοῖς λογισμοῖς, ἧς οὐκ ἔστιν ἐξευρεῖν τὰ ἐπέκεινα. Ἐὰν γὰρ φιλονεικήσῃς τῇ φαν τασίᾳ τοῦ νοῦ παραδραμεῖν τὴν ἀρχὴν, εὑρήσεις αὐτὴν προτρέχουσάν σου, καὶ προαπαντῶσαν τοῖς λο γισμοῖς. Ἄφες σεαυτοῦ τὸν νοῦν δραμεῖν ὅσον βού λεται, καὶ διαταθῆναι ἐπὶ τὰ ἄνω· εἶτα εὑρήσεις αὐτὸν μυρία πλανηθέντα, καὶ πολλὰ κενεμβατήσαντα, καὶ πάλιν ἐπανιόντα πρὸς ἑαυτὸν, διὰ τὸ μὴ δύνα σθαι κατωτέραν ἑαυτοῦ τὴν ἀρχὴν ποιῆσαι. Διότι ἀεὶ τοῦ νοουμένου ἐξωτέρα καὶ πλείων εὑρίσκεται ἡ ἀρχή. Ἐν ἀρχῇ τοίνυν ἦν ὁ Λόγος. Ὢ τοῦ θαύματος! Πῶς πᾶσαι ἀλλήλαις ὁμοτίμως αἱ φωναὶ συν εζεύχθησαν! Τὸ, Ἦν, ἴσον δύναται τοῦ, Ἐν ἀρχῇ. Ποῦ ὁ βλάσφημος; ποῦ ἡ χριστομάχος γλῶττα; ἡ λέγουσα, Ἦν ποτε, ὅτε οὐκ ἦν; Ἄκουε τοῦ Εὐαγ-γελίου, Ἐν ἀρχῇ ἦν. Εἰ δὲ ἐν ἀρχῇ ἦν, πότε οὐκ ἦν; Τὴν ἀσέβειαν αὐτῶν στενάξω, ἢ τὴν ἀμα θίαν βδελύξομαι; Ἀλλὰ πρὸ τοῦ γεννηθῆναι, οὐκ ἦν. Οἶδας γὰρ πότε ἐγεννήθη, ἵνα τὸ πρὶν δυνηθῇς ἐπ ενεγκεῖν τῷ χρόνῳ; Τὸ γὰρ, Πρὸ τοῦ, χρονική ἐστι φωνὴ, ἕτερον ἑτέρου προτιθεῖσα εἰς παλαιότητα. Τὸν δὲ τοῦ χρόνου ποιητὴν πῶς εὔλογον ταῖς χρονικαῖς προσηγορίαις ὑποκειμένην ἔχειν τὴν γέν νησιν; Ἐν ἀρχῇ τοίνυν ἦν. Ἐὰν μὴ ἀποστῇς τοῦ Ἦν, οὐδεμίαν παρείσδυσιν δώσεις τῇ πονηρᾷ βλασφη μίᾳ. Ὥσπερ γὰρ οἱ θαλαττεύοντες, ὅταν ἐπὶ δύο σαλεύωσιν ἀγκυρῶν, καταφρονοῦσι τοῦ κλύδωνος· οὕτω καὶ σὺ τῆς πονηρᾶς ταύτης ταραχῆς, τῆς ἐκ τῶν πνευμάτων τῆς πονηρίας ἐγγινομένης τῷ βίῳ, καὶ διασαλευούσης τῶν πολλῶν τὴν πίστιν, καταγε λάσῃ, ἐὰν τῇ ἀσφαλείᾳ τῶν ῥημάτων τούτων τὴν ψυχὴν ἔχῃς ἐνορμισθεῖσαν. Ἐπιζητεῖ δὲ ἡμῶν ἡ διάνοια, τίς ἦν ἐν ἀρχῇ; Ὁ Λόγος, φησί. Ποῖος λόγος; ὁ ἀνθρώπινος λόγος; ἀλλ' ὁ τῶν ἀγγέλων λόγος; Καὶ γὰρ ᾐνίξατο ἡμῖν ὁ Ἀπόστολος, ὡς καὶ τῶν ἀγγέλων ἰδίαν ἐχόντων 31.477 γλῶσσαν, εἰπών· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώ πων λαλῶ καὶ τῶν ἀγγέλων. Ἀλλὰ καὶ τοῦ λόγου διπλῆ τίς ἐστιν ἔννοια. Ὁ μὲν γάρ τίς ἐστιν ὁ διὰ τῆς φωνῆς προφερόμενος, οὗτος ὁ μετὰ τὸ προενεχθῆναι τῷ ἀέρι ἐναπολλύμενος· ὁ δέ τίς ἐστιν ὁ ἐνδιάθετος, ἐνυπάρχων ἡμῶν ταῖς καρδίαις· ὁ ἐν νοηματικός. Καὶ ἄλλος, ὁ τεχνικὸς λόγος. Ὅρα μή ποτέ σε παρακρούσηται τὸ ὁμώνυμον τῆς φωνῆς. Πῶς γὰρ ἦν ἐν ἀρχῇ ὁ ἀνθρώπινος λόγος, τοῦ ἀνθρώ που κάτω που λαβόντος τὴν ἀρχὴν τῆς γενέσεως; Πρὸ ἀνθρώπου θηρία· πρὸ ἀνθρώπου κτήνη, τὰ ἑρ πετὰ πάντα· ὅσα χερσαῖα, καὶ ὅσα ἔνυδρα, πετεινὰ τοῦ οὐρανοῦ, ἀστέρες, ἥλιος, σελήνη, βοτάναι, σπέρ ματα, γῆ, θάλαττα, οὐρανός. Οὐ τοίνυν ἐν ἀρχῇ ἦν ὁ ἀνθρώπινος λόγος, ἀλλ' οὐδὲ ὁ τῶν ἀγγέλων. Πᾶσα γὰρ ἡ κτίσις κατωτέρα τῶν αἰώνων ἐστὶ, τὴν ἀρχὴν τοῦ εἶναι λαβοῦσα παρὰ τοῦ κτίσαντος. Ὁ δὲ ἐν καρ δίᾳ λόγος, καὶ αὐτὸς ἑκάστου τῶν νοηθέντων ἐστὶ νεώτερος. Ἀλλ' ἄκουε τοῦ λόγου θεοπρεπῶς. Περὶ γὰρ τοῦ Μονογενοῦς διαλεγόμενός σοι, Λόγον εἶπεν αὐτόν. Ὥσπερ οὖν καὶ φῶς μετ' ὀλίγον ἐρεῖ, καὶ ζωὴν, καὶ ἀνάστασιν, καὶ οὔτε φῶς ἀκούσας, ἐπὶ τὸ αἰσθητὸν τοῦτο καὶ ὀφθαλμοῖς ὁρατὸν καταφέρῃ, οὔτε ζωὴν ἀκούσας, τὴν κοινὴν ταύτην νοεῖς, ἣν καὶ τὰ ἄλογα ζῇ· οὕτω καὶ Λόγον ἀκούων, φύλαξαι μήποτε τῇ σῇ ἀσθενείᾳ τῆς διανοίας

πρὸς χαμαιζήλους καὶ ταπεινὰς διανοίας ὑπενεχθῇς. Ἀλλ' ἐρεύνα τὴν διά νοιαν τοῦ ῥήματος. Διὰ τί Λόγος; Ἵνα δειχθῇ, ὅτι ἐκ τοῦ νοῦ προῆλθε. Διὰ τί Λόγος; Ὅτι ἀπαθῶς ἐγεννήθη. Διὰ τί Λόγος; Ὅτι εἰκὼν τοῦ γεννήσαντος, ὅλον ἐν ἑαυτῷ δεικνὺς τὸν γεννήσαντα, οὐδὲν ἐκεῖθεν ἀπομερίσας, καὶ τέλειος ὑπάρχων καθ' ἑαυ τόν· ὡς καὶ ὁ ἡμέτερος λόγος ὅλην ἡμῶν ἀπεικονίζει τὴν ἔννοιαν. Ἃ γὰρ κατὰ καρδίαν ἐνενοήσαμεν, ταῦτα τῷ ῥήματι προηνέγκαμεν, καὶ ἔστι τοῦ ἐν τῇ καρδίᾳ νοήματος ἀπεικόνισμα τὸ λαλούμενον. Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας ὁ λόγος προφέρεται. Καὶ ἔστιν ἡ μὲν καρδία ἡμῶν οἷον πηγή τις, ὁ δὲ προφερόμενος λόγος οἷον ὁλκός τις ἐκ τῆς πηγῆς ταύτης ῥέων. Τοσοῦτον οὖν τὸ ἀποῤῥέον, ὅσον τὸ πρώτως ἀναφερόμενον· καὶ οἷον τὸ κεκρυμμένον, τοσοῦτον καὶ τὸ φαινόμενον. Λόγον οὖν εἶπεν, ἵνα τὴν ἀπαθῆ σοι γέννησιν τοῦ Πατρὸς παραστήσῃ, καὶ τὴν τελείαν ὕπαρξίν σοι τοῦ Υἱοῦ θεολογήσῃ, καὶ τὴν ἄχρονον συνάφειαν τοῦ Υἱοῦ πρὸς Πατέρα διὰ τούτων ἐνδείξηται. Καὶ γὰρ ὁ ἡμέτερος λόγος τοῦ νοῦ γέννημα, ἀπαθῶς γεννώμενος· οὔτε γὰρ τέμνε 31.480 ται, οὔτε μερίζεται, οὔτε ῥέει· ἀλλὰ μένων ὅλος ὁ νοῦς ἐν τῇ ἰδίᾳ συστάσει, ὅλον τὸν λόγον καὶ ἀπηρ τισμένον ὑφίστησι· καὶ προελθὼν ὁ λόγος, πᾶσαν τοῦ γεννήσαντος νοῦ τὴν δύναμιν ἐν ἑαυτῷ περιέχει. Ὅσον οὖν εὐσεβὲς, τοσοῦτον λαβὼν πρὸς τὴν τοῦ Μονογενοῦς θεολογίαν ἐκ τῆς τοῦ λόγου φωνῆς· ὅπερ ἂν εὕρῃς ἀπεμφαῖνον καὶ ἀνάρμοστον φαινό μενον, τοῦτο παραίτησαι, καὶ ὑπέρβηθι μηχανῇ πάσῃ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Εἰ δὲ εἶπεν· Ἐν ἀρχῇ ἦν ὁ Υἱὸς, τῇ προσηγορίᾳ τοῦ Υἱοῦ συνεισῆλθεν ἄν σοι ἡ περὶ τοῦ πάθους ἔννοια. Ἐπειδὴ γὰρ παρ' ἡμῖν τὰ γεννῶντα χρόνῳ γεννᾷ, καὶ ἐμπαθῶς γεννᾷ, διὰ τοῦτο προλαβὼν, Λόγον εἶπε, προδιορθούμενος τὰς ἀπρεπεῖς ὑπολήψεις, ἵνα σου τὴν ψυχὴν ἄτρωτον διασώσηται. Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Πάλιν τὸ, Ἦν, διὰ τοὺς βλασφημοῦντας, ὅτι οὐκ ἦν. Ποῦ ἦν ὁ Λόγος; Οὐκ ἐν τόπῳ· οὐ γὰρ περιέχεται τόπῳ τὰ ἀπερί γραπτα. Ἀλλὰ ποῦ ἦν; Πρὸς τὸν Θεόν. Οὔτε ὁ Πατὴρ ἐν τόπῳ, οὔτε ὁ Υἱὸς ἐν περιοχῇ τινι καὶ περιγραφῇ ὁμολογουμένῃ κατειλημμένος· ἀλλ' ἄπει ρος μὲν ὁ Πατὴρ, ἄπειρος δὲ ὁ Υἱός. Πᾶν ὅπερ ἂν νοήσῃς, καὶ ὅπουπερ ἂν πορευθῇς τῷ πνεύματί σου, τοῦ Θεοῦ εὑρήσεις πεπληρωμένον· πανταχοῦ συμ παρεκτεινομένην εὑρήσεις τοῦ Υἱοῦ τὴν ὑπόστασιν. Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Θαύμασον τὴν ἀκρίβειαν ἑκάστης φωνῆς· οὐκ εἶπεν, Ἐν τῷ Θεῷ ἦν ὁ Λόγος· ἀλλὰ, Πρὸς τὸν Θεόν· ἵνα τὸ ἰδιάζον τῆς ὑποστάσεως παραστήσῃ. Οὐκ εἶπεν, Ἐν τῷ Θεῷ, ἵνα μὴ πρόφασιν δῷ τῇ συγχύσει τῆς ὑποστά σεως. Πονηρὰ γὰρ κἀκείνη ἡ βλασφημία τῶν φύρειν τὰ πάντα ἐπιχειρούντων, καὶ ἓν τὸ ὑποκείμενον λεγόντων, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, προσ ηγορίας δὲ διαφερούσας τῷ ἑνὶ πράγματι ἐπιφημί ζεσθαι. Πονηρὰ ἡ ἀσέβεια, καὶ φευκτὴ οὐχ ἧττον τῶν ἀνόμοιον εἶναι κατ' οὐσίαν τὸν Υἱὸν τοῦ Θεοῦ τῷ Θεῷ καὶ Πατρὶ βλασφημούντων. Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Εἶτα συγχρησάμενος τῇ τοῦ Λόγου φωνῇ πρὸς τὴν παράστασιν τῆς κατὰ τὴν γέννησιν ἀπαθείας, ταχὺ καὶ τὸ ἐκ τοῦ Λόγου βλάβος ἐγγι νόμενον ἡμῖν παρεμυθήσατο. Καὶ οἷον ἀφαρπάζων αὐτὸν τῆς συκοφαντίας τῶν βλασφημούντων, Τί, φησὶν, ἐστὶν ὁ Λόγος; Θεὸς ἦν ὁ Λόγος. Μή μοι τεχνολόγει διαφοράς τινας λόγων, μηδὲ ἐκ τῆς σῆς κακοτεχνίας προστρίψῃς τινὰ βλασφημίαν τῇ 31.481 διδασκαλίᾳ τοῦ Πνεύματος. Ἔχεις τὴν ἀπόφασιν· ὑποτάγηθι τῷ Κυρίῳ. Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάλιν ἀνακεφαλαιοῦται ἐν ὀλίγοις ῥήμασι πᾶσαν ἑαυτοῦ τὴν θεολογίαν, ἣν περὶ τοῦ Μονογενοῦς ἡμῖν ὁ εὐαγγελιστὴς παρέδωκεν. Οὗτος τίς; Οὗτος, ὁ Λόγος ὁ Θεός. Ἐπειδὴ γάρ σοι διήρθρωσε τὴν περὶ αὐτοῦ ἔννοιαν, οἷον ἐντυπώ σας σου τῇ ψυχῇ διὰ τῆς διδασκαλίας τὰ ἀγνοούμενα, καὶ ἐνοικίσας τὸν

Λόγον Χριστὸν ἐν τῇ καρδίᾳ σου, Οὗτός φησι. Ποῖος οὗτος; Μὴ ἔξω διαβλέψῃ, διὰ τῆς δεικτικῆς φωνῆς τὸν ὑποδεικνύμενόν σοι περισκοπῶν, ἀλλ' εἴσελθε εἰς τὰ κρυπτὰ τῆς σεαυτοῦ ψυχῆς, καὶ ὃν ἐδιδάχθης Θεὸν τὸν ἐν ἀρχῇ ὄντα, τὸν ὡς Λόγον προελθόντα, τὸν πρὸς τὸν Θεὸν ὄντα, τοῦτον γνωρίσας καὶ καταπλαγεὶς, καὶ προσκυνήσας τὸν σεαυτοῦ Δεσπότην, τόν σοι διὰ τῆς διδασκαλίας ἐνιδρυθέντα, γνώριζε, ὅτι οὗτος ἦν ἐν ἀρχῇ· τουτέστιν, ἀεὶ πρὸς τὸν Θεὸν τὸν ἑαυτοῦ Πατέρα. Ταύτας μοι τὰς ὀλίγας φωνὰς διασώσατε, ὥσπερ σφραγῖδα ταῖς μνήμαις ὑμῶν ἐνσημηνάμενοι. Αὗται ἀῤῥαγέστατον ἔσονται τειχίον πρὸς τὰς τῶν ἐπιβουλευόντων καταδρομάς· αὗται φυλακτήριόν εἰσι τῶν ψυχῶν σωτήριον τοῖς προβαλλομένοις αὐτάς. Ἄν τίς σοι προσελθὼν λέ γοι· Οὐκ ὢν, ἐγεννήθη· εἰ γὰρ ἦν, πῶς ἐγεννήθη; ὡς δαιμόνων φωνὴν ἀποτρέπου τὴν κατὰ τῆς δόξης τοῦ Μονογενοῦς βλασφημίαν. Αὐτὸς δὲ ἐπανελθὼν ἧκε πρὸς τὰς τῶν Εὐαγγελίων φωνάς· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Τέταρτον εἰπὲ τὸ, Ἦν, καὶ καταργήσεις αὐτῶν τὸ, Οὐκ ἦν. Οὗτοι ἄσειστοι μενέτωσαν οἱ θεμέλιοι τῆς πίστεως. Τούτοις ἐποικοδομήσομεν, Θεοῦ διδόντος, καὶ τὰ λειπόμενα. Οὐ γάρ ἐστι δυνατὸν περὶ πάντων ὑμῖν εἰς ἅπαξ διαλεχθῆναι, μήποτε τῇ ἀμετρίᾳ τοῦ λόγου ἄχρηστα ποιήσωμεν ὑμῖν τὰ φιλοπόνως συνειλεγμένα. Ἀτονοῦσα γὰρ ἡ διάνοια πάντων ὁμοῦ περιδράξασθαι, ὅμοιον πάσχει γαστρὶ τῇ διὰ τὴν ὑπερβολὴν τοῦ κόρου εἰς πέψιν ἀγαγεῖν τὰ παραπεμφθέντα μὴ δυναμένῃ. Εὔχομαι οὖν ὑμᾶς γλυκανθῆναι μὲν τῇ γεύσει, ὠφεληθῆναι δὲ τῇ ἀναδόσει. Αὐτὸς δὲ ἕστηκα ὑμῖν ἕτοιμος πρὸς τὴν διακονίαν τῶν λειπομένων, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Page scan enlarged

Notebook

Full View