PG 20Eusebius of Caesarea
Letter to Constantia Augusta
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 20:1545Εὐσεβίου ἐπιστολὴ πρὸς Κωνσταντίαν τὴν βασίλισσαν. Ἐπεὶ δὲ καὶ περί τινος εἰκόνος ὡς δὴ τοῦ Χριστοῦ γέγραφας, εἰκόνα βουλομένη σοι ταύτην ὑφ’ ἡμῶν πεμφθῆναι· τίνα λέγεις καὶ ποίαν ταύτην, ἣν φῂς τοῦ Χριστοῦ εἰκόνα; [Οὐκ οἶδα πόθεν αὐτὴ ὁρμηθεῖσα τοῦ Σωτῆρος ἡμῶν διαγράψαι εἰκόνα προστάττεις. Ποίαν τοῦ Χριστοῦ εἰκόνα ἐπιζητεῖς;] Πότερον τὴν ἀληθῆ καὶ ἀμετάλλακτον, καὶ φύσει τοὺς αὐτοῦ χαρακτῆρας φέρουσαν· ἢ ταύτην ἣν δι’ ἡμᾶς ἀνείληφεν, τῆς τοῦ δούλου μορφῆς περιθέμενος τὸ σχῆμα; [Ὁ γὰρ τοῦ Θεοῦ Λόγος καὶ Θεὸς, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας τὴν ἁμαρτίαν κατέκρινεν, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος. Οὕτως ἡμᾶς τῆς παλαιᾶς πικρίας καὶ δαιμονικῆς δουλείας τῷ τιμίῳ αἵματι λυτρωσάμενος ἀπηλευθέρωσεν. Δύο οὖν μορφῶν αὐτῷ παρισταμένων], περὶ μὲν τῆς τοῦ Θεοῦ μορφῆς οὐδὲ αὐτὸς ἡγοῦμαί σε ζητεῖν, ἅπαξ παρ’ αὐτοῦ παιδευομένην, ὅτι οὔτε τὸν Πατέρα τις ἔγνω, εἰ μὴ ὁ Υἱὸς, οὐδ’ αὐτὸν Υἱὸν γνοίη ποτέ τις ἐπαξίως, εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν Πατήρ .... Ἀλλὰ γὰρ πάντως τῆς τοῦ δούλου μορφῆς ἐπιζητεῖς, καὶ οὗ δι’ ἡμᾶς περιεβλήθη σαρκίου.
Ἀλλὰ καὶ τοῦτο τῇ δόξῃ τῆς θεότητος ἀνακεχρᾶσθαι μεμαθήκαμεν, καὶ καταπεπόσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. [Καὶ οὔ τί που θαυμαστὸν, εἰ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοιοῦτόν που πέφηνεν, ὁπότε καὶ ἐν ἀνθρώποις ἔτι βιοτεύων ὁ Θεὸς Λόγος, τοῖς ἐγκρίτοις τῶν ἑαυτοῦ λόγων προαῤῥαβωνιζόμενος τὴν θέαν τῆς αὑτοῦ βασιλείας, μεταβαλὼν τὴν τοῦ δούλου μορφὴν, αὐτὴν ἐκείνην ἐπὶ τοῦ ὄρους ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν ἐπιδέδεικται· ὅτε τὸ μὲν πρόσωπον αὐτοῦ ἀπήστραψεν ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια ὡς τὸ φῶς.] Τίς οὖν τῆς τοσαύτης ἀξίας τε καὶ δόξης τὰς ἀποστιλβούσας, καὶ ἀπαστραπτούσας μαρμαρυγὰς οἷός τε ἂν εἴη καταχαράξαι νεκροῖς καὶ ἀψύχοις χρώμασι καὶ σκιογραφίαις, ὁπότε μηδὲ ἐμβλέψαι αὐτῷ, [τοῦτον ὀφθέντι τὸν τρόπον,] οἱ θεσπέσιοι ὑπέμειναν μαθηταὶ, οἵ γε ἔπεσον ἐπὶ πρόσωπον, ἀφόρητον αὐτοῖς τὸ θεώμενον ὁμολογήσαντες;
Εἰ δ’ οὖν τότε ἡ ἐν σαρκὶ αὐτοῦ μορφὴ τοσαύτης ἔλαχε δυνάμεως, πρὸς τῆς ἐνοικούσης αὐτῇ θεότητος μεταβληθεῖσα, τί χρὴ λέγειν, ὅτε τὴν θνητότητα ἀποδὺς, καὶ τὴν φθορὰν ἀπονιψάμενος, τῆς τοῦ δούλου μορφῆς τὸ εἶδος εἰς τὴν τοῦ δεσπότου καὶ Θεοῦ δόξαν μετεσκευάσατο, μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην, καὶ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον, καὶ μετὰ τὴν ἐν τῷ βασιλικῷ θρόνῳ ἀμφὶ τὰ δεξιὰ τοῦ Πατρὸς ἵδρυσιν, μετὰ τὴν ἐν τοῖς ἀκατονομάστοις καὶ ἀῤῥήτοις κόλποις τοῦ Πατρὸς ἀνάπαυσιν, εἰς ἣν ἀνιόντα καὶ ἀποκαθισάμενον αἱ οὐράνιαι δυνάμεις ἀνηυφήμουν, λέγουσαι· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. [Οὐκοῦν καὶ ἡ τοῦ δούλου μορφὴ ἐν τοιούτοις γινομένη, ἐξόλων ὅλη μεταβέβληται ἐπὶ φῶς αὐτοῦ ἄῤῥητον καὶ ἀνεκδιήγητον, αὐτῷ τῷ Θεῷ Λόγῳ πρέπον φῶς, ὅπερ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Πῶς οὖν τις τῶν ἀδυνάτων ἐφίκοιτο; Πῶς δὲ τῆς οὕτω θαυμαστῆς, καὶ ἀλήπτου μορφῆς, εἴ γε χρὴ μορφὴν ἔτι καλεῖν τὴν ἔνθεον καὶ νοερὰν οὐσίαν, εἰκόνα τις ζωγραφήσειεν;
PG 20:1548Εἰ μὴ τοῖς ἀπίστοις ἔθνεσιν ὁμοίως τὰ μηδαμῆ μηδαμῶς ἐοικότα ἑαυτῷ τις ἀναζωγραφήσειεν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων. Τοιοίδε γᾶρ κἀκεῖνοι ἀνειδωλοποιοῦντες ἤ ποτε Θεὸν, ὡς ἡγοῦνται, ἤ τινα [ὡς ἂν φαῖεν] ἡρώων, ἤ τι τῶν τοιούτων πλάττειν καὶ ἀπεικάζειν ἐθέλοιεν, οὐδὲν ὅμοιον, οὐδὲ ἐγγὺς, οἷοί τε ὄντες γράφειν, ἀλλόκοτα σκιογραφοῦσιν, ἀνδρείκελα σχήματα διαχαράττοντες. Ἡμῖν δὲ ὅτι μὴ δίκαιον τὰ τοιαῦτα, πάντως που καὶ αὐτὴ συμβάλλεις. Ἀλλ’ εἰ μὴ τῆς εἰς Θεὸν μεταβληθείσης μορφῆς, ἀλλὰ τοῦ πρὸ τῆς μεταβολῆς σαρκίου αὐτοῦ δὴ τοῦ θνητοῦ τὴν εἰκόνα φῂς παρ’ ἡμῶν αἰτεῖν, ἆρα γὰρ τοῦτό σε μόνον διέλαθεν τὸ ἀνάγνωσμα, ἐν ᾧ ὁ Θεὸς νομοθετεῖ μὴ ποιεῖν ὁμοίωμα, μήτε τῶν ὅσα ἐν τῷ οὐρανῷ, μήτε τῶν ὅσα ἐν τῇ γῇ κάτω; ἢ ἔστιν ὅτε ἐν Ἐκκλησίᾳ τὸ τοιοῦτον ἢ αὐτὴ, ἢ καὶ παρ’ ἄλλου τοῦτο ἤκουσας; Οὐχὶ δὲ καθ’ ὅλης τῆς οἰκουμένης ἐξώρισται καὶ πόῤῥω τῶν Ἐκκλησιῶν πεφυγάδευται τὰ τοιαῦτα, μόνοις τε ἡμῖν μῆ ἐξεῖναι τὸ τοιοῦτον ποιεῖν παρὰ πᾶσι βεβόηται; ....
Οὐκ οἶδα γὰρ, ὅπως γύναιόν τι μετὰ χεῖράς ποτε δύο τινὰς φέρουσα καταγεγραμμένους, ὡς ἂν φιλοσόφους, ἀπέῤῥιψε λόγον, ὡς ἂν εἶεν Παύλου καὶ τοῦ Σωτῆρος· οὐκ ἔχω λέγειν, οὔτε ὁπόθεν λαβοῦσα, οὔτε ὅθεν τοῦτο μαθοῦσα. Ἵνα μὴ δὲ αὐτὴ, μηδὲ ἕτεροι σκανδαλίζοιντο, ἀφελόμενος ταύτην, παρ’ ἐμαυτὸν κατεῖχον, οὐχ ἡγούμενος καλῶς ἔχειν εἰς ἑτέρους ὅλως ἐκφέρειν ταῦτα, ἵνα μὴ δοκῶμεν δίκην εἰδωλολατρούντων τὸν Θεὸν ἡμῶν ἐν εἰκόνι περιφέρειν. Παύλου τε ἀκούω πάντας ἡμᾶς παιδεύοντος, μηκέτι τοῖς σαρκικοῖς προσανέχειν. Εἰ γὰρ ἔγνωμεν, φησὶ, κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Σίμωνα τὸν Μάγον λόγος ἔχει παρὰ τοῖς ἀθέοις αἱρεσιώταις προσκυνεῖσθαι, ἐν ἀψύχῳ ὕλῃ καταγεγραμμένον. Ἐθεωρήσαμεν δὲ καὶ αὐτοὶ τὸν τῆς μανίας ἐπώνυμον ὑπὸ τῶν Μανιχαίων εἰκόνι δορυφορούμενον. Ἡμῖν δὲ ἀπείρηται τὰ τοιαῦτα. Θεὸν γοῦν Κύριον τὸν Σωτῆρα ἡμῶν ὁμολογοῦντες, ὡς Θεὸν ἰδεῖν εὐτρεπιζόμεθα, πάσῃ σπουδῇ καθάραντες αὐτοὶ τὰς ἑαυτῶν καρδίας, ὡς ἂν ἴδοιμεν αὐτὸν κεκαθαρμένοι. Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
PG 20:1549Εἰ δὲ ἐκ περιουσίας, πρὸ τῆς μελλούσης πρόσωπον εἰς πρόσωπον ὄψεώς τε καὶ θέας, τοῦ Σωτῆρος ἡμῶν τὰς εἰκόνας αὐτοὶ περὶ πολλοῦ τίθεσθε, τίνα μᾶλλον ἀγαθὸν ζωγράφον αὐτοῦ τοῦ Θεοῦ Λόγου ἔχοιμεν ἄν;

EUSEBII CASARIENSIS OPP. PARS 1. Dei gloriam transmutarat, post victoriam de morte reportatam, et post ascensionem in cœlos, et post consessun in throno regali ad dexteramn Patris, post requiem in in«labili et inenarrabili Palris cœlestes sinu, ad quam cum accederet et assideret, potestates acclamarunt dicentes: Attollite porlas, principes, vestras, et elevamini portæ æternales, es introibit rex gloriæ %. Itaque etiam servi forma tali- facta, prorsus transmutata est in lucem ejus ineffabilem et inenarrabilem, in lucem ipsi Deo Verbo convenientem, quam oculus non vidit, neque auris audivit, neque in cor hominis ascendit. Quo modo igitur quisquam impossibilia fecerit? Quo modo tam admirabilis atque incomprehensibilis formæ, siquidem fas est formam adhuc nominare divinam et spiritualem essentiam, imaginem quis pinxerit? Nisi, sicut gentiles infideles, minine simile sibi quis depinxerit, quemadmodum pietor pingens quæ neutiquam similia sunt. Sic enim illi quoque effingentes vel Deum, ut putant, vel quem- (uti dixerint) heroa, vel simile quid formare et assimilare voluerint, cum neque simile, neque quod prope accedat pingere possint, absurda repræsentant, humanas figuras efformantes. Nos autam talia non decere, omnino quidem tu ipsa concedis. Sed si non forinæ in Deum transfiguralæ, sed carnis, qualis fuit ante transfigurationem, sci licet mortalis imaginem te dicis a nobis requirere, in Deus quo num, quæso, illud te fugit præceptum, vetat facere imaginein, neque eorum quæ in cœlo, Neque eorum quae deorsum sunt in terra? Num audivisti unquam in Ecclesia tale quid vel ipsa, vel etiam ab alio? Nonne per totum orbem terrarum hæcce profligata sunt et procul ab Ecclesiis expul sa, et nobis solum non licere tale quid facere, apud omnes divulgatum est? Nescio enim quomodo muliercula quaedam duos quondam manibus gestans depictos, fortasse philosophos, dixerit Pauli et Ser valoris esse (imagines); dicere non possum, neque ■nde acceperit neque unde audierit. Ne autein neɛ ipsa, nec alii scandalizarentur, ipsam assumens apud me retinui, minus bene se habere ratus, si λέhæc omnino inter alios promulgarentur, He idolo Jatrarum instar Deum nostrum in imagine circum ferre videremur. Equidem Paulum sequor, qui nos omnes edocuit quod carnalibus non amplius sit in cumbendum. Si enim, ait, Christum secundum car nem cognovimus, nunc vero haud amplius cogno scimus. Simonem Magum fama fert apud atheos hæreticos adorari, in materia inanimata depictum. Et nos ipsi eum, qui a cognominatus est, vidimus imagine a Manichæis stipatum. Nobis au tem talia sunt interdicta. Imo Deum Dominum Servatorem nostrum confitentes, tanquam Deum videre nos præparamus, omni studio animos no stros purgantes, ut purgati eum videamus. Beati 9. 3 1 Cor. 11, 9. Psal. xxıĤ, 7, cod. Colb.

Second witness · khazarzar edition

Epistula ad Constantiam Augustam Εὐσεβίου ἐπιστολὴ πρὸς Κωνσταντίαν τὴν βασίλισσαν. Ἐπεὶ δὲ καὶ περί τινος εἰκόνος ὡς δὴ τοῦ Χριστοῦ γέγραφας, εἰκόνα βουλομένη σοι ταύτην ὑφ' ἡμῶν πεμφθῆναι· τίνα λέγεις καὶ ποίαν ταύτην, ἣν φῂς τοῦ Χριστοῦ εἰκόνα; Οὐκ οἶδα πόθεν αὐτὴ ὁρμηθεῖσα τοῦ Σωτῆρος ἡμῶν διαγράψαι εἰκόνα προστάττεις. Ποίαν τοῦ Χριστοῦ εἰκόνα ἐπιζητεῖς; Πότερον τὴν ἀληθῆ καὶ ἀμετάλλακτον, καὶ φύσει τοὺς αὐτοῦ χαρακτῆρας φέρουσαν· ἢ ταύτην ἣν δι' ἡμᾶς ἀνείληφεν, τῆς τοῦ δούλου μορφῆς περιθέμενος τὸ σχῆμα; Ὁ γὰρ τοῦ Θεοῦ Λόγος καὶ Θεὸς, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας τὴν ἁμαρτίαν κατέκρινεν, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος. Οὕτως ἡμᾶς τῆς παλαιᾶς πικρίας καὶ δαιμονικῆς δουλείας τῷ τιμίῳ αἵματι λυτρωσάμενος ἀπηλευθέρωσεν. Δύο οὖν μορφῶν αὐτῷ παρισταμένων, περὶ μὲν τῆς τοῦ Θεοῦ μορφῆς οὐδὲ αὐτὸς ἡγοῦμαί σε ζητεῖν, ἅπαξ παρ' αὐτοῦ παιδευομένην, ὅτι οὔτε τὸν Πατέρα τις ἔγνω, εἰ μὴ ὁ Υἱὸς, οὐδ' αὐτὸν Υἱὸν γνοίη ποτέ τις ἐπαξίως, εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν Πατήρ .... Ἀλλὰ γὰρ πάντως τῆς τοῦ δούλου μορφῆς ἐπιζητεῖς, καὶ οὗ δι' ἡμᾶς περιεβλήθη σαρκίου. Ἀλλὰ καὶ τοῦτο τῇ δόξῃ τῆς θεότητος ἀνακεχρᾶσθαι μεμαθήκαμεν, καὶ καταπεπόσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. Καὶ οὔ τί που θαυμαστὸν, εἰ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοιοῦτόν που πέφηνεν, ὁπότε καὶ ἐν ἀνθρώποις ἔτι βιοτεύων ὁ Θεὸς Λόγος, τοῖς ἐγκρίτοις τῶν ἑαυτοῦ λόγων προαῤῥαβωνιζόμενος τὴν θέαν τῆς αὑτοῦ βασιλείας, μεταβαλὼν τὴν τοῦ δούλου μορφὴν, αὐτὴν ἐκείνην ἐπὶ τοῦ ὄρους ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν ἐπιδέδεικται· ὅτε τὸ μὲν πρόσωπον αὐτοῦ ἀπήστραψεν ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια ὡς τὸ φῶς. Τίς οὖν τῆς τοσαύτης ἀξίας τε καὶ δόξης τὰς ἀποστιλβούσας, καὶ ἀπαστραπτούσας μαρμαρυγὰς οἷός τε ἂν εἴη καταχαράξαι νεκροῖς καὶ ἀψύχοις χρώμασι καὶ σκιογραφίαις, ὁπότε μηδὲ ἐμβλέψαι αὐτῷ, τοῦτον ὀφθέντι τὸν τρόπον, οἱ θεσπέσιοι ὑπέμειναν μαθηταὶ, οἵ γε ἔπεσον ἐπὶ πρόσωπον, ἀφόρητον αὐτοῖς τὸ θεώμενον ὁμολογήσαντες; Εἰ δ' οὖν τότε ἡ ἐν σαρκὶ αὐτοῦ μορφὴ τοσαύτης ἔλαχε δυνάμεως, πρὸς τῆς ἐνοικούσης αὐτῇ θεότητος 20.1548 μεταβληθεῖσα, τί χρὴ λέγειν, ὅτε τὴν θνητότητα ἀποδὺς, καὶ τὴν φθορὰν ἀπονιψάμενος, τῆς τοῦ δούλου μορφῆς τὸ εἶδος εἰς τὴν τοῦ δεσπότου καὶ Θεοῦ δόξαν μετεσκευάσατο, μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην, καὶ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον, καὶ μετὰ τὴν ἐν τῷ βασιλικῷ θρόνῳ ἀμφὶ τὰ δεξιὰ τοῦ Πατρὸς ἵδρυσιν, μετὰ τὴν ἐν τοῖς ἀκατονομάστοις καὶ ἀῤῥήτοις κόλποις τοῦ Πατρὸς ἀνάπαυσιν, εἰς ἣν ἀνιόντα καὶ ἀποκαθισάμενον αἱ οὐράνιαι δυνάμεις ἀνηυφήμουν, λέγουσαι· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Οὐκοῦν καὶ ἡ τοῦ δούλου μορφὴ ἐν τοιούτοις γινομένη, ἐξόλων ὅλη μεταβέβληται ἐπὶ φῶς αὐτοῦ ἄῤῥητον καὶ ἀνεκδιήγητον, αὐτῷ τῷ Θεῷ Λόγῳ πρέπον φῶς, ὅπερ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Πῶς οὖν τις τῶν ἀδυνάτων ἐφίκοιτο; Πῶς δὲ τῆς οὕτω θαυμαστῆς, καὶ ἀλήπτου μορφῆς, εἴ γε χρὴ μορφὴν ἔτι καλεῖν τὴν ἔνθεον καὶ νοερὰν οὐσίαν, εἰκόνα τις ζωγραφήσειεν; Εἰ μὴ τοῖς ἀπίστοις ἔθνεσιν ὁμοίως τὰ μηδαμῆ μηδαμῶς ἐοικότα ἑαυτῷ τις ἀναζωγραφήσειεν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων. Τοιοίδε γᾶρ κἀκεῖνοι ἀνειδωλοποιοῦντες ἤ ποτε Θεὸν, ὡς ἡγοῦνται, ἤ τινα ὡς ἂν φαῖεν ἡρώων, ἤ τι τῶν τοιούτων πλάττειν καὶ ἀπεικάζειν ἐθέλοιεν, οὐδὲν ὅμοιον, οὐδὲ ἐγγὺς, οἷοί τε ὄντες γράφειν, ἀλλόκοτα σκιογραφοῦσιν, ἀνδρείκελα σχήματα διαχαράττοντες.

Ἡμῖν δὲ ὅτι μὴ δίκαιον τὰ τοιαῦτα, πάντως που καὶ αὐτὴ συμβάλλεις. Ἀλλ' εἰ μὴ τῆς εἰς Θεὸν μεταβληθείσης μορφῆς, ἀλλὰ τοῦ πρὸ τῆς μεταβολῆς σαρκίου αὐτοῦ δὴ τοῦ θνητοῦ τὴν εἰκόνα φῂς παρ' ἡμῶν αἰτεῖν, –ἆρα γὰρ τοῦτό σε μόνον διέλαθεν τὸ ἀνάγνωσμα, ἐν ᾧ ὁ Θεὸς νομοθετεῖ μὴ ποιεῖν ὁμοίωμα, μήτε τῶν ὅσα ἐν τῷ οὐρανῷ, μήτε τῶν ὅσα ἐν τῇ γῇ κάτω; ἢ ἔστιν ὅτε ἐν Ἐκκλησίᾳ τὸ τοιοῦτον ἢ αὐτὴ, ἢ καὶ παρ' ἄλλου τοῦτο ἤκουσας; Οὐχὶ δὲ καθ' ὅλης τῆς οἰκουμένης ἐξώρισται καὶ πόῤῥω τῶν Ἐκκλησιῶν πεφυγάδευται τὰ τοιαῦτα, μόνοις τε ἡμῖν μῆ ἐξεῖναι τὸ τοιοῦτον ποιεῖν παρὰ πᾶσι βεβόηται; .... Οὐκ οἶδα γὰρ, ὅπως γύναιόν τι μετὰ χεῖράς ποτε δύο τινὰς φέρουσα καταγεγραμμένους, ὡς ἂν φιλοσόφους, ἀπέῤῥιψε λόγον, ὡς ἂν εἶεν Παύλου καὶ τοῦ Σωτῆρος· οὐκ ἔχω λέγειν, οὔτε ὁπόθεν λαβοῦσα, οὔτε ὅθεν τοῦτο μαθοῦσα. Ἵνα μὴ δὲ αὐτὴ, μηδὲ ἕτεροι σκανδαλίζοιντο, ἀφελόμενος ταύτην, παρ' ἐμαυτὸν κατεῖχον, οὐχ ἡγούμενος καλῶς ἔχειν εἰς ἑτέρους ὅλως ἐκφέρειν ταῦτα, ἵνα μὴ δοκῶμεν δίκην εἰδωλολατρούντων τὸν Θεὸν ἡμῶν ἐν εἰκόνι περιφέρειν. Παύλου τε ἀκούω πάντας ἡμᾶς παιδεύοντος, μηκέτι τοῖς σαρκικοῖς προσανέχειν. Εἰ γὰρ ἔγνωμεν, φησὶ, κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. –Σίμωνα τὸν Μάγον λόγος ἔχει παρὰ τοῖς ἀθέοις αἱρεσιώταις προσκυνεῖσθαι, ἐν ἀψύχῳ ὕλῃ καταγεγραμμένον. Ἐθεωρήσαμεν δὲ καὶ αὐτοὶ τὸν τῆς μανίας ἐπώνυμον ὑπὸ τῶν Μανιχαίων εἰκόνι δορυφορούμενον. Ἡμῖν δὲ ἀπείρηται τὰ τοιαῦτα. Θεὸν γοῦν Κύριον τὸν Σωτῆρα ἡμῶν ὁμολογοῦντες, 20.1549 ὡς Θεὸν ἰδεῖν εὐτρεπιζόμεθα, πάσῃ σπουδῇ καθάραντες αὐτοὶ τὰς ἑαυτῶν καρδίας, ὡς ἂν ἴδοιμεν αὐτὸν κεκαθαρμένοι. Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Εἰ δὲ ἐκ περιουσίας, πρὸ τῆς μελλούσης πρόσωπον εἰς πρόσωπον ὄψεώς τε καὶ θέας, τοῦ Σωτῆρος ἡμῶν τὰς εἰκόνας αὐτοὶ περὶ πολλοῦ τίθεσθε, τίνα μᾶλλον ἀγαθὸν ζωγράφον αὐτοῦ τοῦ Θεοῦ Λόγου ἔχοιμεν ἄν;

Continue reading PG 20: Epistolæ →≣ entire volume
Page scan enlarged

Notebook

Full View