PG 35Gregory of Nazianzus
In Praise of Hero the Philosopher
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

Monitum in orationem XXV (editorial preface

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 35:1193〔Editorial preface, from the Migne page scan (OCR)〕 celebratum, istius tamen orationis titu- lum non immutamus. Omnes enim, quos saltem vidimus, codices, nullo excepto, nullo etiam reclamante scholiasta aut interprete, inscriptum, non « Maximi, » sed « Heronis nomen exbibent. Idcirco receptam inscriptionis lectionem religiose retinendam arbitra- mur. Quænam autem fuerit de hac inscriptione eruditorum mens, investigare operæ pre- tium est. Hieronymus asserit (), Gregorium in hac oratione Maximi philosophi laudes decantasse, et aperte declarat falso Heronis nomen a quodam fuisse superscriptum ; » idque contigisse, « quod alius esset liber ejusdem Maximi vituperationem continens, PATROL. GR. XXXV. () Τῷ βίῳ. Coisl. 1, τῷ λόγῳ ἅμα δὲ καὶ τῷ D Theologus. () Πρεσβεύοντος. Sic Reg. Chrys., Or. 1, Jes., () Απαρχαί. Hanc orationem e primitias : ap- () Νεμαίας. Οr. 1, Νεμέας. Jes., Νεμαία. () Ποιμαίνοις, ἢ συμποιμαίνοις. • Pascas, aut () Βέλτιστον. Reg. a, βέλτιον. () Λέξεων. Sic Regg. a, c, d, Coisl. 2, etc. In () Συμπολιτευόμεθα. Billius, c cui munere () 'Ο πᾶσα δόξα, etc. lui qutilisdium, ᾧ δόξα, () Scrip. eccl. Basil. ed., p. . των, καὶ φωνὴ ἀγαλλιάσεως, καὶ θεότητος ἔλλαμψις τελευτέρα καὶ καθωτέρα, ἧς νῦν ἐν αἰνίγμασι καὶ σκιαῖς ἡ ἀπόλαυσις. Τούτοις Κυπριανός χαίρει μᾶλ λον τιμώμενος, ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις· ταῦτα καὶ παρὼν ἐφιλοσόφει τῷ βίῳ (), καὶ ἀπὼν πᾶσι δια κελεύεται διὰ τῆς ἡμετέρας φωνῆς· ἣν μηδαμῶς ἀτι- μάσητε, εἴπερ τι μέλει τῆς ἐκείνου καρτερίας ὑμῖν, καὶ τῶν ἐκείνου περὶ τῆς ἀληθείας ἀγωνισμάτων, καμοῦ τοῦ ταῦτα πρεσβεύοντος (). Ανταί σοι τῶν ἐμῶν λόγων αἱ ἀπαρχαὶ (), ὦ θεία καὶ ἱερὰ κεφαλή· τοῦτό σοι καὶ τῶν λόγων γέρας καὶ τῆς ἀθλήσεως· οὐ κότινος Ολυμπιακός, οὔτε μῆλα Δελφικά παίγνια, οὐδὲ Ἰσθμικὴ πίτυς, οὐδὲ Νεμαίας () σέλινα, δι' ὧν ἔφηβοι δυστυχεῖς ἐτιμήθησαν· ἀλλὰ λόγος, τὸ πάντων οἰκειότατον τοῖς Λόγου θεραπευταῖς· εἰ δὲ καὶ τῶν σῶν ἄθλων καὶ λόγων ἄξιον, τοῦ Λόγου τὸ δῶρον. Σὺ δὲ ἡμᾶς ἐποπτεύοις ἄνωθεν ἵλεως, καὶ τὸν ἡμέτερον διεξάγοις λόγον καὶ βίον, καὶ τὸ ἱερὸν τοῦ το ποίμνιον ποιμαίνοις, ἢ συμποιμαίνοις (), τά τε ἄλλα εὐθύνων ὡς οἷόν τε πρὸς τὸ βέλτιστον (), καὶ τοὺς βαρεῖς λύκους ἀποπεμπόμενος, τοὺς θηρευτάς τῶν συλλαβῶν καὶ τῶν λέξεων ()· καὶ τὴν τῆς ἁγίας Τριάδος ἔλλαμψιν, ἧς σὺ νῦν παραστάτης, τελεωτέ ραν τε καὶ λαμπροτέραν ἡμῖν χαριζόμενος, ἣν προσο κυνοῦμεν, ἣν δοξάζομεν, ᾗ συμπολιτευόμεθα (), προσκυνοῦντες Πατέρα ἐν Υἱῷ, Υἱὸν ἐν ἁγίῳ Πνεύ ματι, ᾗ καὶ παρασταίημεν ὕστερον εἰλικρινεῖς καὶ ἀπρόσκοποι, ἧς καὶ μεταλάβοιμεν τέλειοι τελείως, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ πᾶσα δόξα (), τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Δι βίῳ. πρεσβεύοντες. συλλέξεων. καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. . ORATIO XXV. IN LAUDEM HERONIS PHILOS. - B A nus festum celebrantium, et vox exsultationis 4, et C purior ac plenior est divinitatis illuminatio, qua nunc in ænigmatibus duntaxat et umbris fruimur. lloc honorum genere magis oblectatur Cyprianus, quam cunctis aliis in unum congestis. Hæc, et cum apud homines versaretur, vita moribusque præsta- bat, et absens per mostram vocem omnibus præci- . pit : quam, obsecro, ne contemnatis ac pra uihilo ducatis, si tamen aut illius in dolorum acerbitatibus patientia, ac certaminum pro virtutis defensione susceptorum, aut etiam mei, qui hac legatione fun- gor, apud vos ulla est ratio. Habes, vir divine et sacrosancte, meorum sermonum primitias. llabes tum doctrinæ, tum certaminis præmium: non oli- vam Olympicam, nec poma, Delphicas nugas, aut Isthmicam pinum, aut Nemæum apium, quibus niseri adolescentes olim ornabantur; verum ora- lionem, qua nihil est quod Verbi cultoribus magis conveniat; quæ si certaminum tuorum doctrinæque meritum assecuta est, Verbo id acceptum fero. tu nos e cœlo benignus aspicias, sermonesque no. stros et vitam gubernes, sacrumque hunc gregem pascas, aut pascentem adjuves, um in cæteris rebus, quoad ejus fieri poterit, eum ad optima quæque dirigens, tum graves lupos, syllabarum et verboruin captatores amoliens; sanctæque Trinita- tis

ProemProoemium

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 35:1197ΛΟΓΟΣ ΚΕ. Εἰς Ἡρῶνα τὸν φιλόσοφον. Α. Τὸν φιλόσοφον ἐπαινέσομαι, καὶ εἰ κάμνω τῷ σώματι· φιλόσοφον γάρ· ἐπαινέσομαι δὲ καὶ λίαν εἰκότως. Ὁ μὲν γὰρ φιλόσοφος, ἐγὼ δὲ σοφίας θεραπευτής· ὥστε μοι καὶ πρὸς λόγον ὁ ἔπαινος, ἵν’, εἰ μή τι ἄλλο, τοῦτό γε φιλοσοφήσω, τὸ θαυμάζειν φιλόσοφον. Ἢ γὰρ φιλοσοφητέον, ὡς ὁ ἐμὸς λόγος, ἢ τιμητέον φιλοσοφίαν, εἴπερ μὴ μέλλοιμεν παντελῶς ἔξω τοῦ καλοῦ πίπτειν, μηδὲ ἀλογίαν κατακριθήσεσθαι λογικοὶ γεγονότες, καὶ διὰ λόγου πρὸς Λόγον σπεύδοντες. Φιλοσοφείτω δὲ ἡμῖν ὡς ἓν τῶν ἄλλων ὁ ἀνὴρ, τὸ ἐπαινεῖσθαι, καὶ καρτερείτω τὴν εὐφημίαν. Οὐ γὰρ ἵνα χαρισώμεθα ἐπαινεσόμεθα (ἴσμεν τοῦ φιλοσόφου τὸ ἀφιλότιμον, καὶ πρός γε οὐδὲν ἂν ὁ λόγος προσθείη τοῖς πράγμασιν, ὅτι μὴ καὶ τῆς ἀξίας ἐλαττώσῃ διὰ τῆς ἀσθενείας τῆς ἑαυτοῦ), ἀλλ’ ἵν’ ἡμᾶς αὐτοὺς ὠφελήσωμεν. Τοῦτο γὰρ οὐκ ἔτι περιφρονήσει φιλοσοφία, ᾗ γε τὸ εὖ ποιεῖν τι τὸν ἡμέτερον βίον, ἔργον καὶ σπούδασμα. Πρώτη δὲ τῶν εὐεργεσιῶν, τὸ ἐπαινεῖσθαι τὰ καλά. Ζήλου γὰρ ὁ ἔπαινος πρόξενος· ζῆλος δὲ, ἀρετῆς· ἀρετὴ δὲ, μακαριότητος· ἡ δὲ, τὸ ἄκρον τῶν ἐφετῶν, καὶ πρὸς ὃ τείνει πᾶσα σπουδαίου κίνησις.

§ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Β.
PG 35:1198Δεῦρο δὴ οὖν, ὦ φιλοσόφων ἄριστε καὶ τελεώτατε· προσθήσω δὲ, ὅτι καὶ μαρτύρων τῆς ἀληθείας. Δεῦρό μοι τῆς νόθου σοφίας ἔλεγχε, τῆς ἐν λόγῳ κειμένης, καὶ δι’ εὐγλωττίας γοητευούσης, ὑπὲρ δὲ τοῦτο μηδὲν διαρθῆναι, μήτε δυναμένης, μήτε θελούσης· ὁ περιδέξιος τὴν ἀρετὴν, ὅση τε θεωρίας, καὶ ὅση πράξεως· ὁ τὰ ἡμέτερα φιλοσοφῶν ἐν ἀλλοτρίῳ τῷ σχήματι· τάχα δὲ οὐδὲ ἀλλοτρίῳ, εἴπερ ἀγγελικὸν, ἡ λαμπροφορία, καὶ ἡ φαιδρότης, ὅταν τυπῶνται σωματικῶς· σύμβολον, οἶμαι, τοῦτο τῆς κατὰ τὴν φύσιν αὐτῶν καθαρότητος. Δεῦρό μοι, φιλόσοφε, καὶ σοφὲ, (μέχρι γὰρ τίνος τὸ φιλεῖν σοφίαν, εἰ μηδαμοῦ σοφία;) καὶ κύων, οὐ τὴν ἀναισχυντίαν, ἀλλὰ τὴν παῤῥησίαν· οὐδὲ τὸ γαστρίμαργον, ἀλλὰ τὸ ἐφήμερον· οὐδὲ τὴν ὑλακὴν, ἀλλὰ τὴν φυλακὴν τοῦ καλοῦ, καὶ τὸ ὑπὲρ τῶν ψυχῶν ἄγρυπνον, καὶ τὸ σαίνειν μὲν ὅσον κατ’ ἀρετὴν οἰκεῖον, ὑλακτεῖν δὲ ὅσον ἀλλότριον. Δεῦρό μοι στῆθι τῶν ἱερῶν πλησίον, καὶ τῆς μυστικῆς ταύτης τραπέζης, κἀμοῦ τοῦ διὰ τούτων μυσταγωγοῦντος τὴν θέωσιν, οἷς σε προσάγει λόγος καὶ βίος, καὶ ἡ διὰ τοῦ παθεῖν κάθαρσις.
PG 35:1199Δεῦρό σε ἀναδήσω τοῖς ἡμετέροις στεφάνοις, καὶ ἀνακηρύξω λαμπρᾷ τῇ φωνῇ, οὐκ ἐν Ὀλυμπίᾳ μέσῃ, οὐδὲ ἐν θεάτρῳ μικρῷ τῆς Ἑλλάδος, οὐδὲ ἠγωνισμένον παγκράτιον, ἢ πυγμὴν, ἢ δίαυλον, ἤ τι τῶν μικρῶν ἀγωνισμάτων, καὶ ἐπὶ μικροῖς τοῖς ἄθλοις, οὐδὲ εἰς τιμὴν ἡρώων τινὸς ἢ δαιμόνων, συμφορᾷ καὶ μύθῳ τετιμημένων (τοιαῦτα γὰρ ἐκείνων τὰ σεμνά τε καὶ τίμια, χρόνον προςλαβόντα τῆς ἀνοίας ἐπίκουρον, καὶ συνήθειαν ἔννομον)· ἀλλ’ ἐναντίον Θεοῦ, καὶ ἀγγέλων, καὶ παντὸς τοῦ τῆς Ἐκκλησίας πληρώματος· καὶ νενικηκότα ψεῦδος αἱρέσεων, εἰς τιμὴν Θεοῦ ζῶντος, καὶ τὸ παθεῖν τοῖς οἰκείοις πάθεσιν ἐκδιδάσκοντος, καὶ ὧν ἆθλον, οὐρανῶν βασιλεία, καὶ Θεὸν γενέσθαι τοῦ παθεῖν ὑψηλότερον. Γ. Ἀλλὰ τίς ἡ ἀνάῤῥησις; Εἰ μὲν τὴν συντομωτέραν ποθεῖτε καὶ γνωριμωτέραν· Οὗτος τῆς ἀληθείας ἀγωνιστὴς ἀψευδέστατος, καὶ τῆς Τριάδος ὑπέρμαχος ἄχρις αἵματος, καὶ τῶν διωκόντων τῷ ποιεῖν κακῶς, τῷ πάσχειν προθύμως διώκτης· οὐδὲν γὰρ οὕτω νικᾷ τὸν διώκοντα, ὡς προθυμία τοῦ πάσχοντος. Εἰ δὲ τὴν τελεωτέραν καὶ πλατυτέραν· Οὗτος ἄριστος μὲν ἐξ ἀρίστων, καὶ ἐξ εὐγενῶν εὐγενέστατος.
PG 35:1200Εὐγένειαν δὲ λέγω, οὐχ ἣν οἱ πολλοὶ νομίζουσιν· ἄπαγε Οὐ πρὸς ἡμῶν οὕτω θαυμάζειν, οὐδὲ φιλόσοφον, τὴν ἐκ μύθων καὶ τάφων ἐρχομένην καὶ πάλαι σεσηπυίας ὀφρύος· οὐδὲ τὴν ἐξ αἱμάτων καὶ γραμμάτων προσγινομένην, ἣν νύκτες χαρίζονται, καὶ βασιλέων ἴσως οὐδὲ εὐγενῶν χεῖρες, προστασσόντων, ὥςπερ ἄλλο τι, τὴν εὐγένειαν· ἀλλ’ ἣν εὐσέβεια χαρακτηρίζει καὶ τρόπος, καὶ ἡ πρὸς τὸ πρῶτον ἀγαθὸν ἄνοδος, ὅθεν γεγόναμεν. Ταύτης ἀπόδειξις μία τῆς εὐγενείας. Οὐ γὰρ ἀθλητὴς μόνον ἡμῖν ὁ γεννάδας, ἀλλὰ καὶ ἐκ μαρτύρων· ὥστε οἴκοθεν αὐτῷ τὸ τῆς ἀρετῆς παράδειγμα. Πολίτης δὲ, σοφίᾳ μὲν, τῆς οἰκουμένης ἁπάσης (οὐδὲ γὰρ ἀνέχεται μικροῖς ὅροις Κυνικὴ περιγράφεσθαι)· σώματι δὲ, τῆς Ἀλεξανδρέων πόλεως, τῆς σὺν ὑμῖν, ἢ μεθ’ ὑμᾶς εὐθέως ἀριθμουμένης· ἧς πᾶσι πάντων κρατούσης, θερμότης τὸ ἰδιαίτατον, καὶ ταύτης τὸ κάλλιστον, Χριστιανισμὸς, καὶ ἡ περὶ τοῦτο διάθεσις, ἐκ προαιρέσεως μὲν ἀρχομένη, τῇ δὲ φύσει βεβαιουμένη. Τῇ γὰρ εὐσεβείᾳ τὸ θερμὸν προςχωρῆσαν, ζῆλος ἐγένετο· ζῆλος δὲ, ἀσφάλεια πίστεως. Δ.
PG 35:1201Τραφεὶς δὲ οὕτω καὶ παιδευθεὶς, ὡς εἰκὸς τὸν ἐκ τοιούτων γεγονότα καὶ τοιοῦτον ἐσόμενον, ἐπειδὴ βίων αἱρέσεως καιρὸς ἐδόκει (ἣν κρηπῖδα τοῦ πράττειν εὖ ἢ κακῶς ἐγὼ τίθεμαι), εἶδέ τι μέγα, καὶ νεανικὸν, καὶ τῶν πολλῶν ὑψηλότερον. Τρυφὴν μὲν ἀτιμάζει καὶ περιουσίαν, καὶ δυνάστειαν πλέον, ἢ τοὺς ἄλλους οἱ ταῦτα προέχοντες· καὶ τὴν μὲν ὡς πρώτην κακοπάθειαν, τὴν δὲ ὡς ἐσχάτην πενίαν, τὴν δὲ ὡς ἀσθένειαν τὴν ἀνωτάτω, διαπτύει καὶ ἀποπέμπεται. Οὐδὲν γὰρ ἀγαθὸν εἶναι, ὃ μήτε βελτίους ποιεῖ τοὺς κεκτημένους, ἀλλὰ καὶ χείρους ὡς τὰ πολλά· μήτε διὰ τέλους παραμένει τοῖς ἔχουσι. Φιλοσοφίαν δὲ προί̈σταται τὴν δέσποιναν τῶν παθῶν καὶ τῷ καλῷ προσβαίνει νεανικῶς, καὶ ἀπὸ τῆς ὕλης τέμνεται, πρὶν διαζευχθῆναι τῆς ὕλης· καὶ τῶν ὁρωμένων κατεξανίσταται, μεγέθει φύσεως καὶ προαιρέσεως εὐγενείᾳ, τοῖς ἑστῶσι προσθέμενος.
PG 35:1202Ἐπειδὴ οὕτω διενοήθη, τοῦτο μὲν οὐδὲ βουλῆς ἠξίωσε, ποτέραν δεῖ τῶν φιλοσοφιῶν ἑλέσθαι μᾶλλον, τὴν ἔξω καὶ παίζουσαν τὰς τῆς ἀληθείας σκιὰς ἐν τῷ τῆς φιλοσοφίας σχήματι καὶ προβλήματι, ἢ τὴν ἡμετέραν καὶ ταπεινὴν μὲν τῷ φαινομένῳ, ὑψηλὴν δὲ τῷ κρυπτομένῳ, καὶ πρὸς Θεὸν ἄγουσαν· ἀλλὰ πάσαις ψήφοις αἱρεῖται τὴν ἡμετέραν, μηδὲν ὅλως ἐπὶ τὰ χείρω παρατραπεὶς τὴν διάνοιαν, μηδὲ ὑπὸ τῆς τῶν λόγων κομψείας παρασυρεὶς, ᾗ μέγα φρονοῦσιν οἱ τὰ Ἑλλήνων φιλοσοφοῦντες. Ἐκεῖνο δὲ πρῶτον φιλοσοφεῖ, γνῶναι τῶν ἡμετέρων ὁδῶν τὴν αἱρετωτέραν τε καὶ λυσιτελεστέραν ἐπίσης αὐτῷ τε καὶ πᾶσι Χριστιανοῖς. Πανταχοῦ γὰρ τῷ καθ’ ἑαυτὸν καὶ τὸν κοινὸν συλλαμβάνειν, ψυχῆς εἶναι τελεωτάτης τε καὶ φιλοσοφωτάτης ἐνόμιζεν. Οὐδὲ γὰρ ἑαυτῷ γεγενῆσθαι μόνον ἕκαστον ἡμῶν, ἀλλὰ καὶ πᾶσιν, ὅσοι τῆς αὐτῆς μετέχουσι φύσεως, καὶ παρὰ τοῦ αὐτοῦ, καὶ ἐπὶ τοῖς αὐτοῖς γεγόνασιν.

§ 3

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ε. Ὁρῶν δὲ τὸν μὲν ἐρημικὸν βίον καὶ ἰδιάζοντα.
PG 35:1203καὶ τῶν πολλῶν ἔκφυλον καὶ ἀλλότριον, μέγαν μὲν καὶ ὑψηλὸν, καὶ ὑπὲρ τὰ ἀνθρώπινα, μέχρις αὐτῶν δὲ μόνων τῶν κατορθούντων ἱστάμενον, καὶ τὸ τῆς ἀγάπης κοινωνικὸν καὶ φιλάνθρωπον ἀπαρνούμενον, ἣν ἐν πρώτοις εἶναι τῶν ἐπαινουμένων ἐγίνωσκε· πρὸς δὲ καὶ ἀδοκίμαστον, ὡς οὔτε ἐν τοῖς πράγμασι γυμναζόμενον, οὔτε ἄλλοις παραμετρούμενον· τὸ δὲ κοινωνικὸν καὶ ἐπίμικτον, πρὸς τῇ βασάνῳ τῆς ἀρετῆς, ἔτι καὶ εἰς τοὺς πολλοὺς διατεῖνον, καὶ θείας οἰκονομίας ἐγγὺς, ἣ καὶ πεποίηκε τὸ πᾶν, καὶ φιλίᾳ συνέδησε, καὶ τὸ ἡμέτερον γένος ἐκπεσὸν τοῦ καλοῦ διὰ τὴν ἐπεισελθοῦσαν κακίαν, ἐκ τῆς πρὸς ἡμᾶς ἐπιμιξίας καὶ ὁμιλίας πάλιν ἀνεκαλέσατο· ταῦτα διανοηθείς τε καὶ διελόμενος, καὶ ἅμα τὸν Ἑλληνικὸν τῦφον κολάσαι τῶν καλῶν εἶναι νομίσας, οἳ τῷ τρίβωνι καὶ τῇ ὑπήνῃ τὸ σεμνὸν ὑποδύονται· τί ποιεῖ, καὶ πῶς τὴν φιλοσοφίαν μεταχειρίζεται; Μέσην τινὰ χωρεῖ τῆς τε ἐκείνων ἀλαζονείας, καὶ τῆς ἡμετέρας σοφίας, καὶ τῶν μὲν τὸ σχῆμα καὶ τὴν σκηνὴν, ἡμῶν δὲ τὴν ἀλήθειαν καὶ τὸ ὕψος φιλοσοφεῖ. Ϛ.
PG 35:1204Διὰ τοῦτο Περιπάτους μὲν, καὶ Ἀκαδημίας, καὶ τὴν σεμνὴν Στοὰν, καὶ τὸ αὐτόματον Ἐπικούρου μετὰ τῶν ἀτόμων καὶ τῆς ἡδονῆς, ἐρίῳ στέψας, ὥς τις ἐκείνων τὸν ποιητὴν, ὡς ποῤῥωτάτω πέμπει καὶ ἀποκρούεται. Κυνικῆς δὲ, τὸ μὲν ἄθεον διαπτύσας, τὸ δὲ ἀπέριττον ἐπαινέσας, τοῦτό ἐστιν ὃ νῦν ὁρᾶτε, κύων κατὰ τῶν ὄντως κυνῶν, καὶ φιλόσοφος κατὰ τῶν ἀσόφων, καὶ Χριστιανὸς ὑπὲρ πάντων, καὶ νικῶν τὴν μὲν ἐκείνων αὐθάδειαν τῇ τοῦ σχήματος ὁμοιότητι, τῶν δὲ παρ’ ἡμῖν ἔστιν ὧν τὴν ἀπειροκαλίαν τῇ καινότητι τοῦ ἐνδύματος, δεικνὺς, ὅτι μὴ ἐν μικροῖς τὸ εὐσεβὲς, μηδὲ ἐν τῷ κατηφεῖ τὸ φιλόσοφον, ἀλλ’ ἐν ψυχῆς στεῤῥότητι καὶ διανοίας καθαρότητι, καὶ γνησίᾳ τῇ πρὸς τὸ καλὸν νεύσει, ὅπως ἂν τοῦ σχήματος ἔχωμεν, καὶ οἷστισιν ἂν ὁμιλῶμεν, εἴτε ἡμῖν αὐτοῖς μόνοις συστέλλοντες τὸν νοῦν ἀπὸ τῶν αἰσθήσεων, εἴτε τοῖς πολλοῖς τε καὶ ὁμοφύλοις ἰδιάζοντες ἐν τῷ κοινῷ, καὶ φιλοσοφοῦντες ἐν οὐ φιλοσοφοῦσιν (ὡς ἡ Νῶε κιβωτὸς ἐκείνη, ἐν κατακλυσμῷ κατακλυσμοῦ κουφοτέρα·
PG 35:1205καὶ ἡ τοῦ ὄρους βάτος, ἢν καῖον τὸ πῦρ οὐ κατέκαιε, τὸ μέγα Μωϋσέως ὅραμα, οὔτε αὐτοί τι πάσχοντες τοῖς πολλοῖς, οὐ μᾶλλόν γε ἢ ἀδάμας τοῖς παίουσι, καὶ δι’ ἑαυτῶν τοὺς ἄλλους βελτίους ποιοῦντες εἰς δύναμιν. Ταύτης καρπὸς τῆς φιλοσοφίας, οὐ λόγῳ πλαττόμεναι πόλεις (σκινδαψοί τινες, ὡς αὐτοί φασι, καὶ τραγέλαφοι, ἃ γλῶσσα μόνη συντίθησιν)· οὐδὲ κατηγορίαι τινὲς, καὶ ἀναλύσεις, καὶ μίξεις· οὐδὲ συμβάματα καὶ παρασυμβάματα, καὶ ἡ τεχνολογουμένη σοφία· οὐδὲ γραμμαί τινες οὐδαμοῦ κείμεναι, οὐδὲ ἀστέρων πλοκαὶ καὶ σχήματα κατὰ τῆς Προνοίας ἐπινοούμενα. Ταῦτα μὲν γὰρ αὐτῷ δευτέρου λόγου καὶ πάρεργα, καὶ τοσοῦτον παιζόμενα, ὅσον μὴ παίζεσθαι παρὰ τῶν εἰδέναι προσποιουμένων. Ζ. Τί δὲ τὸ πρῶτον καὶ σπουδαζόμενον;
PG 35:1206Ἡ πρὸς ἄρχοντας δικαιολογία, ἡ πρὸς βασιλεῖς παῤῥησία, κατὰ τὸν θεῖον Δαβὶδ λαλοῦντα ἐναντίον βασιλέων καὶ μὴ αἰσχυνόμενον, δήμων ἀλογίαν συστεῖλαι κυμαινομένων, δυναστῶν ἐξουσίαν ἀγριαινόντων, οἴκων ἀῤῥωστίαν στασιαζόντων, ἀπαιδεύτων ἀγροικίαν, πεπαιδευμένων ἀλαζονείαν, πλοῦτον ἐπαιρόμενον, κόρον ὑβρίζοντα, πενίαν κακουργοῦσαν, θυμὸν ἐκφερόμενον καὶ τὸν λογισμὸν ἐκφέροντα, ἡδονῆς ἀμετρίαν, γέλωτος ἀκρασίαν, λύπης ἀδημονίαν παῦσαι, νεότητος ἀνωμαλίαν, γήρως μικροψυχίαν, χηρείας ἐρημίαν, ὀρφανίας ἀπόγνωσιν. Ταῦτα τῶν συλλογισμῶν καὶ τῶν γραμμῶν, καὶ τοῦ κεχηνέναι πρὸς τοὺς ἀστέρας, ἆρ’ οὐ μακρῷ προτιμήσει τις εὖ φρονῶν; ἐκεῖνο ἐνθυμηθεὶς, ὅτι συναγόντων μὲν πάντων, ἢ γεωμετρούντων, ἢ ἀστρονομούντων, οὐδὲν ἂν ὁ βίος ἡμῶν παρὰ τοῦτο ὠφεληθείη, ὅτι μὴ καὶ τὰ πάντα λυθήσεται· τούτων δὲ ὧν εἶπον ἀναιρουμένων, ἀταξία τὸ πᾶν καὶ σύγχυσις. Ταῦτα τῆς Ἀντισθένους ἀλαζονείας, καὶ τῆς Διογένους ὀψοφαγίας, καὶ τῆς Κράτητος κοινογαμίας, τί χρὴ λέγειν ὅσῳ κρείττω καὶ ὑψηλότερα; Πλὴν φειδόμεθα κἀκείνων αἰδοῖ τῆς προσηγορίας, ἵνα τι τοῦ ἀνδρὸς ἀπολαύσωσιν.
PG 35:1207Ἡμεῖς δὲ, ἵνα τὰ ἐν μέσῳ συνέλωμεν, τὸ σῶφρον, τὸ ἐγκρατὲς, τὸ ἄτυφον, τὸ ἐπίχαρι, τὸ κοινωνικὸν, τὸ φιλάνθρωπον, τἄλλα οἷς ὑπὲρ ἅπαντας ὁ ἀνὴρ, ἐπὶ τὸ τελευταῖον μὲν τῇ τάξει, πρῶτον δὲ τῇ δυνάμει τρεψόμεθα. Η. Ἦν ὅτε γαλήνην εἴχομεν ἀπὸ τῶν αἱρέσεων, ἡνίκα Σίμωνες μὲν, καὶ Μαρκίωνες, Οὐαλεντῖνοί τέ τινες, καὶ Βασιλεῖδαι, καὶ Κέρδωνες, Κήρινθοί τε καὶ Καρποκράτεις, καὶ πᾶσα ἡ περὶ ἐκείνους φλυαρία τε καὶ τερατεία, ἐπὶ πλεῖστον τὸν τῶν ὅλων Θεὸν τεμόντες, καὶ ὑπὲρ τοῦ Ἀγαθοῦ τῷ Δημιουργῷ πολεμήσαντες, ἔπειτα κατεπόθησαν τῷ ἑαυτῶν βυθῷ καὶ τῇ σιγῇ παραδοθέντες, ὥσπερ ἦν ἄξιον. Μοντανοῦ δὲ τὸ πονηρὸν πνεῦμα, καὶ τὸ Μανοῦ σκότος, καὶ ἡ Ναυάτου θρασύτης, ἢ καθαρότης, Σαβελλίου τε ἡ κακὴ συνηγορία τῆς μοναρχίας εἶξε, καὶ ὑπεχώρησεν, ἡ μὲν εἰς ἀντίπαλον μοῖραν ἀποκριθεῖσα, ἡ δὲ καὶ πάντη περιφρονηθεῖσα καὶ παραῤῥιφεῖσα διὰ τὸ ἀσθενές· ἄλλο δὲ οὐδὲν παρελύπει τὴν Ἐκκλησίαν. Οἱ γὰρ διωγμοὶ καὶ λαμπροτέραν αὐτὴν ἐποίουν τοῖς πάθεσιν.
PG 35:1208Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ δευτέρα ζάλη κατὰ τῆς Ἐκκλησίας ἐγείρεται, ὁ τυφὼν τῆς ἀδικίας, τὸ πλήρωμα τῆς ἀσεβείας, ὁ λεγεὼν τῶν πνευμάτων, ἡ ἀντίχριστος γλῶσσα, ὁ ἀδικίαν εἰς τὸ ὕψος λαλήσας νοῦς, ἡ κατατομὴ τῆς θεότητος· οὗ δεινὴ μὲν ἡ ἐγχείρησις, δεινοτέρα δὲ ἡ τελευτὴ, καὶ τῆς Ἰούδα προδοσίας ἀξία, ἣν ἐκεῖνος κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐτόλμησεν, Ἄρειος, ὁ καλῶς μετὰ τῆς μανίας ὀνομαζόμενος. Οὗτος ἀπὸ τῆς Ἀλεξανδρέων ἀρξάμενος πόλεως, κἀκεῖ τὸ δεινὸν ἐκμελετήσας, ἔπειτα, ὥσπερ τις ἀγρία φλὸξ, ἀπὸ μικροῦ τοῦ σπινθῆρος τὸ πολὺ τῆς οἰκουμένης ἐπιδραμὼν, ὑπὸ τῶν Πατέρων ἡμῶν καταλύεται, καὶ τοῦ εὐσεβοῦς ἀριθμοῦ τοῦ τότε καταλαβόντος τὴν Νίκαιαν, καὶ εἴσω περιγραπτῶν ὅρων τε καὶ ῥημάτων τὴν θεολογίαν στήσαντος.

§ 4

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Θ. Πάλιν πονηρὰ βασιλεία, καὶ πάλιν ἀναζῇ τὸ κακὸν, καὶ ὥσπερ τὰ ὕπουλα τῶν τραυμάτων ἀναστομοῦται καὶ ἀναῤῥήγνυται. Καὶ λύκοι βαρεῖς, ἄλλος ἄλλοθεν διαλαβόντες ἡμᾶς, τὴν Ἐκκλησίαν σπαράττουσιν. Ἱερεῖς τε κατὰ ἱερέων ἐξοπλισθέντες, καὶ δῆμοι δήμοις ἐπιμανέντες· καὶ βασιλεὺς ἀσεβείᾳ διδοὺς παῤῥησίαν, καὶ κατὰ τῆς ὀρθῆς δόξης νομοθετῶν·
PG 35:1209καὶ οἱ μήτε ἄνδρες, μήτε γυναῖκες, παρ’ αὐτῷ δυναστεύοντες. Τίς ἂν τὰ τότε κακὰ πρὸς ἀξίαν ἐκτραγῳδήσειε; τὰς φυγὰς, τὰς δημεύσεις, τὰς ἀτιμίας, τὰς ἐπὶ τῆς ἐρημίας συνάξεις, μυριάδων ὅλων καὶ πόλεων ὑπαιθρίων ταλαιπωρουμένων, καὶ ὑετοῖς καὶ χειμῶσι πιεζομένων; τὰς ἐντεῦθεν ἐπαναστάσεις (οὐδὲ γὰρ τὴν ἐρημίαν εἶχον ἀκίνδυνον); τὰ ἔτι τούτων χαλεπώτερα, τοὺς αἰκισμοὺς, τοὺς θανάτους, τὰς θριαμβεύσεις ἐπισκόπων, φιλοσόφων, ἀνδρῶν, γυναικῶν, νέων, γεγηρακότων; τοὺς ἐπινοοῦντας τὰ δεινὰ, τοὺς προσεπινοοῦντας, τοὺς ὑπηρετουμένους τῇ ἀσεβείᾳ δυνάστας, οἷς τοῦτο μόνον πολλάκις εἰς εὐδοκίμησιν ἤρκεσε, τὸ πικροτέρους φανῆναι τῆς τοῦ κρατοῦντος βουλήσεως; Ι. Ἄρτι μὲν ὁ λαμπρὸς διωγμὸς εἶχε πέρας, καὶ Περσὶς καλῶς ἡμῖν ἐδίκασε τὸν ἀλιτήριον καταλύσασα, καὶ πολλῶν αἱμάτων εἰσπραξαμένη δίκην δι’ ἑνὸς αἵματος· ἄρτι δὲ ὁ ἀπρεπὴς ἄρχεται, καὶ τὸ ἀμύνειν Χριστιανοῖς πρόσχημα ἔχων τῆς ἀσεβείας, τοῖς ἀληθῶς Χριστιανοῖς ἐπιφύεται·
PG 35:1210καὶ τοσοῦτον ἐκείνου χαλεπώτερος γίνεται, ὅσῳ τότε μὲν ἡ ἄθλησις περιφανεστέρα καὶ λαμπροτέρα, νῦν δὲ καὶ τὸ παθεῖν ἀφιλότιμον, παρά γε τοῖς οὐ δικαίοις τῶν παθῶν λογισταῖς. Βούλεσθε δάκρυα τῷ θεάτρῳ κινήσω, καὶ αὐτῷ γε ἴσως τῷ καρτερικωτάτῳ, καὶ τῶν παθῶν κρείσσονι, ἑνὸς τῶν τότε γενομένων ἐπιμνησθείς; Μάρτυρες δὲ πολλοὶ τοῦ λόγου· καὶ γὰρ καὶ εἰς πολλοὺς ἦλθεν ἡ τραγῳδία τοῦ πάθους· οἶμαι δὲ καὶ ὁ μέλλων ὑπολήψεται χρόνος τοῦ καιροῦ τὸ διήγημα. Ναῦς φόρτον ἔχουσα τῶν πρεσβυτέρων ἕνα, καὶ τοῦτον οὐδὲ ὑπὲρ κακοῦ τινος, ἀλλ’ ὑπὲρ πίστεως κινδυνεύοντα, κατὰ πελάγους ἀφίεται, οὐχ ἵνα σώσῃ τὸν ἐπιβάτην, ἀλλ’ ἵνα ἀπολέσῃ. Καὶ ὁ φόρτος πρόθυμος· εὐσεβὴς γάρ. Καὶ πῦρ τῷ φόρτῳ συνέμπορον· καὶ τρυφᾷ τὸ καινὸν τῆς κολάσεως ὁ διώκτης. Φεῦ τοῦ θεάματος Φεῦ τοῦ δράματος Ἡ ναῦς πελάγιος· τὸ θέατρον ἐπὶ ταῖς ἀκταῖς, τῶν μὲν ἐφηδομένων, τῶν δὲ ὀδυρομένων. Πῶς ἂν ἐν ὀλίγῳ τὸ πολὺ παραστήσαιμι; ἀνάπτεται τὸ πῦρ, δαπανᾶται ἡ ναῦς, συνδαπανᾶται ὁ φόρτος, πῦρ ὕδατι μίγνυται, καὶ συντρέχει τὰ ἐναντία εἰς εὐσεβοῦς κόλασιν, καὶ δύο στοιχεῖα ἓν σῶμα μερίζεται, καὶ πυρσὸς ὑπὲρ θαλάσσης αἴρεται ξένος.
PG 35:1212Ὧ προσῆλθε μὲν τάχα τις, ὡς ἡμέρῳ καὶ φιλανθρώπῳ· προσελθὼν δὲ, εὗρε θέαμα ἐλεεινόν τε καὶ ἄπιστον, ἄνευ κυβερνήτου πλοῦν, ἄνευ χειμῶνος ναυάγιον· καὶ ὁ πρεσβύτερος κόνις, καὶ οὐδὲ κόνις, σπαρεὶς ἐν τοῖς ὕδασι. Καὶ οὐδὲ τοσοῦτον ἡ ἱερωσύνη, ὅσον τελευτῆς γοῦν εὐσχημονεστέρας τυχεῖν· εἰ δὲ μὴ τελευτῆς, ἀλλὰ ταφῆς γε πάντως, ἣ καὶ τοῖς ἀσεβέσιν ὀφείλεται. Τοιοῦτος ὁ τοῦ ἀσεβοῦς στόλος· τοιοῦτον τοῦ εὐσεβοῦς τὸ τέλος· καὶ οὐδαμοῦ πῦρ ἄνωθεν εὐαγέστερον, οὐδὲ κολαστικὸν τοῦ τοιαῦτα πυρσεύοντος.

ΙΑ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΙΑ. Ἀλλὰ τί μοὶ τῶν ἔξωθεν; Ἐπ’ αὐτὴν ἤδη βαδιστέον τὴν σὴν ἄθλησιν, καὶ τοὺς σοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας, οὓς πᾶσι τοῖς προλαβοῦσιν, ὥσπερ τινὰ σφραγῖδα καλὴν, ἐπέθηκας. Ἤκμαζε μὲν ἐν τῇ σῇ πόλει τὸ τῆς αἱρέσεως ταύτης κακὸν, ὅθεν καὶ ἤρξατο.
PG 35:1213Ἐπεὶ δὲ τὸν μὲν ἁγιώτατον τῆς οἰκουμένης ὀφθαλμὸν, καὶ ἀρχιερέα τῶν ἱερέων, τὸν τῆς σῆς ὁμολογίας καθηγητὴν καὶ διδάσκαλον τοῖς ἑαυτοῦ περὶ τῆς εὐσεβείας ἀγῶσι, τὴν μεγάλην φωνὴν, τὸ τῆς πίστεως ἔρεισμα, τὸν δεύτερον Χριστοῦ λύχνον καὶ πρόδρομον, εἰ θέμις τοῦτο εἰπεῖν, ἐν γήρᾳ καλῷ κοιμηθέντα, καὶ πλήρη τῶν κατὰ Θεὸν ἡμερῶν, μετὰ τὰς συκοφαντίας, μετὰ τοὺς ἄθλους, μετὰ τὴν περιβόητον χεῖρα, μετὰ τοὺς ζῶντας νεκροὺς, ἡ Τριὰς πρὸς ἑαυτὴν μετατίθησιν, ᾗ συνέζησε, καὶ ὑπὲρ ἧς ἐκινδύνευσεν (Ἀθανάσιον οἶδ’ ὅτι πάντες ἐν τοῖς λόγοις ἀνέγνωτε)· δευτέρα δέ τις Αἰγύπτου πληγὴ καὶ μάστιξ ἑαυτὸν ἐπεισάγει τῇ Ἐκκλησίᾳ ὁ τῆς ἀληθείας προδότης, ὁ τῶν λύκων ποιμὴν, ὁ διὰ τῆς αὐλῆς ὑπερβαίνων λῃστὴς, ὁ δεύτερος Ἄρειος, ἡ θολερὰ καὶ ἄποτος ἀνατροπὴ, ὁ τῆς ἀθέου πηγῆς δαψιλέστερος ποταμός· ὀκνῶ μὲν τὰς τότε παρανομίας εἰπεῖν καὶ μιαιφονίας, μεθ’ ὧν τὸν ἅγιον καταλαμβάνει θρόνον ὁ θὴρ, καὶ τῆς πονηρᾶς εἰσόδου τὰ προτελέσματα· ὀδύρομαι δ’ ὅμως ὀλίγα ἐκ πολλῶν (ἃ καὶ ὑμεῖς ὀδύρεσθέ τε καὶ προωδύρασθε), τῷ θείῳ Δαβὶδ συγχρησάμενος·
PG 35:1214Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, καὶ τὰ ἐπὶ τούτοις· Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου, πετεινῶν βρώματα, καὶ θηρίων σπαράγματα. Προσθήσω δὲ παρ’ αὐτοῦ κἀκεῖνα ἐξ ἄλλου θρήνου καὶ ἑτέρας ᾠδῆς· Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. Πῶς γὰρ οὐκ ἐνεκαυχήσαντο; πῶς δὲ οὐκ ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου συμφοραῖς πολυτρόποις καὶ παντοίοις κακοῖς; ΙΒ. Ἐστρατήγει μὲν ἀνὴρ ἄθεος καὶ παράνομος, οὐδὲ ὄνομα Χριστιανοῦ περικείμενος (τοῦτο γὰρ τῆς ὕβρεως τὸ δεινότατον), ἀλλ’ ἐκ τῶν εἰδώλων ἐπὶ τὸν τοῦ Θεοῦ ναὸν ἐπειγόμενος, ἐκ τῶν ἀκαθάρτων αἱμάτων ἐπὶ τὰ μυσαρώτερά τε καὶ βδελυκτότερα, καὶ τοῦτο ἱερουργῶν ἴσως τὴν καθ’ ἡμῶν ὕβριν τοῖς δαίμοσι· παρετάσσετο δὲ δύναμις θυμῷ ζέουσα, στρατὸς ἀλλόκοτος καὶ ἀνήμερος κατὰ τῶν ἀόπλων καὶ ἀπολέμων. Ἐξωθεῖτο μὲν ὁ τοῦ ἁγίου διάδοχος ἱερεὺς, ὁ νόμῳ καὶ τάξει Πνεύματος κεχρισμένος, καὶ πολιᾷ καὶ φρονήσει τετιμημένος· ἐβασίλευε δὲ Ταβεὴλ, ὁ κληρονόμος τῶν ἀλλοτρίων. Κατὰ τῶν ἁγίων ὅπλα, κατὰ τῶν ἀσύλων μιαραὶ χεῖρες, κατὰ τῶν ᾠδῶν σάλπιγγες.
PG 35:1215Σκόπει μοι τὰ τούτοις ἑπόμενα, πίπτοντας ἄνδρας ἐν τοῖς ἁγίοις, συμπατουμένας γυναῖκας, ἔστιν ἃς καὶ μετὰ τοῦ φόρτου τῆς φύσεως, τοὺς προώρους τόκους καὶ ἀτόκους, εἰπεῖν οἰκειότερον· διελκομένας παρθένους οἰκτρῶς, αἰκιζομένας αἰσχρότερον (αἰσχύνομαι καὶ γυναῖκας καὶ ἄνδρας εἰπεῖν τὸν τρόπον, καὶ γυμνῶσαι τῷ λόγῳ τὰ κρυπτὰ τῆς αἰσχύνης, οἷς καὶ τότε γυμνωθεῖσιν αἰσχύνομαι), τὰς μὲν κατὰ φρεάτων φερομένας τῶν ἔνδον τοῦ ἱεροῦ, τὰς δὲ ἐκ τῶν ὑπερῴων κρημνιζομένας ἐπὶ τῇ ἀτοπίᾳ τῶν ὁρωμένων, τὰς δὲ ταῖς κειμέναις ἐπισωρευομένας· τοὺς ἐπὶ τοῖς φόνοις φόνους, τὰ ἐπὶ τοῖς πτώμασι πτώματα, πατούμενα βεβήλοις ποσὶ τὰ ἅγια, θυσιαστήρια καθυβριζόμενα σχήμασιν ἀσελγέσι καὶ ᾄσμασιν, ὡς δὲ ἀκούω, (τί τοῦτο ἡ τολμηρὰ γλῶσσα φθέγξεται;) καὶ τοῖς ὑπὲρ αὐτῶν ὀρχήμασι καὶ λυγίσμασι· δημηγορούσας ἐπὶ τῶν ἱερῶν θρόνων γλώσσας βλασφήμους, μυστήρια κωμῳδούμενα, σιωπωμένας ψαλμῳδίας, οἰμωγὰς ἀντεγειρομένας, αἱμάτων ὀχετοὺς, δακρύων πηγὰς, ἱερεῖς ἀγομένους, μονοτρόπους σπαρασσομένους, πᾶσαν τῆς Ἀσσυρίων καταδρομῆς τὴν εἰκόνα, ἥν ποτε τὴν ἁγίαν Ἱερουσαλὴμ κατέδραμον·
PG 35:1216ἣν μήτε λόγος ἀξίως παραστῆσαι, μήτε ἀκοὴ χωρῆσαι δύναται, μόνης δὲ τῆς Ἱερεμίου καὶ ψυχῆς καὶ φωνῆς πρὸς ἀξίαν ὀδύρασθαι· ὃς καὶ πηγὰς δακρύων ἐπιζητεῖ, καὶ ἐκ τειχῶν προκαλεῖται θρῆνον ἐπὶ τοιούτοις πάθεσι, καὶ ὁδοῖς Σιὼν ἐπιβάλλει πένθος, οὐκ ἀγούσαις τοὺς ἑορτάζοντας. ΙΓ. Τοῦτο τὸ δρᾶμα εἶδε μὲν ἑῴα λῆξις, ἐθρήνησε δὲ καὶ ἑσπέριος, ᾗ τὰ σύμβολα τῆς ἀπονοίας ὁ φυγὰς ἱερεὺς ἐθριάμβευσε. Τίνα τρόπον; Προὔθηκε τῇ Ἐκκλησίᾳ Ῥωμαίων, ἀντὶ τῶν νεκρῶν, τὴν ᾑμαγμένην ἐσθῆτα, καὶ κινεῖ πάνδημα δάκρυα διὰ τῆς σιωπώσης κατηγορίας, ἵνα καὶ παραστήσῃ τὸ πάθος, καὶ τῶν δεινῶν ἐπίκουρον λάβῃ, ὥσπερ οὖν καὶ εἰληφότα ἔγνωμεν· ἐπειδὴ φιλεῖ μάλιστα κάμπτεσθαι τὸ προέχον πρὸς τὸ ἀσθενὲς, καὶ δι’ εὐνοίας ἑκουσίου τῷ ἐλαττουμένῳ προστίθεσθαι. Τοῦτο ἤνεγκε μὲν οὐδὲ τῶν ἄλλων εὐσεβῶν οὐδὲ εἷς· σὲ δὲ κινεῖ καὶ πλέον, ὅσῳ καὶ τὸν λόγον τελεώτερος, καὶ τὸν ζῆλον θερμότερος. Διὰ τοῦτο πολεμεῖς μὲν ὑπὲρ τοῦ Λόγου, πολεμῇ δὲ ὑπὸ τῆς ἀσεβείας·
PG 35:1217καὶ πρὸς πολλοῖς ἄλλοις, οἷς ὑπὲρ τοῦ καλοῦ πράττων καὶ λέγων ἠγώνισαι, διδάσκων, νουθετῶν, ἐξαιρούμενος, ἐλέγχων, ἐπιτιμῶν, συγχέων, ἰδιώτας, ἄρχοντας, ἰδίᾳ, δημοσίᾳ, κατὰ πάντα καιρὸν καὶ τόπον· τέλος, μανίᾳ συναρπασθεὶς δυσσεβοῦς ἐξουσίας, (ὢ τῆς εὐγενοῦς συμφορᾶς ὢ τῶν ἱερῶν σου τραυμάτων) ξαίνῃ μὲν τὸ καλὸν σῶμα ταῖς μάστιξιν, ὥσπερ δὲ ἄλλου θεατὴς πάσχοντος· καὶ κάμπτῃ μὲν τὸ ὁρώμενον, οὐ καταβάλλῃ δὲ τὸ νοούμενον· στηλιτεύεις τὴν ἀνδρείαν ἐν ταῖς ἁπάντων ὄψεσι· γίνῃ δὲ καὶ σιγῶν τῆς καρτερίας διδάσκαλος, ἐπειδή γε ἡ γλῶσσα παρῆκε τὸ φθέγγεσθαι.

ΙΔ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΙΔ. Εἶτα τί; Τῆς πατρίδος ὑπερορίζῃ, ὁ μηδεμίαν εἰδὼς οἰκείαν καὶ ἀλλοτρίαν, ἐμοὶ δοκεῖν, ἵνα καὶ ἄλλοι παιδευθῶσι διὰ σοῦ τὴν εὐσέβειαν· Ὄασίς σοι τὸ φυγαδευτήριον, ἡ ἀπάνθρωπος ἐρημία, τὸ διὰ σὲ λοιπὸν εὐαγὲς χωρίον. Μετάδος ἡμῖν καὶ τῶν τῆς ὑπερορίας σου καλῶν, ἐπειδή γε τῶν τῆς ἐπανόδου μετέδωκας. Ποίησον ἡμῖν θέατρον τὴν ἐπάνοδον. Τίνας ἐκεῖ φιλοσοφεῖν ἐδίδαξας; τίνας ἐκάθηρας τῶν ἀσεβῶν ὑπολήψεων; τίνας τῇ εὐσεβείᾳ προσήγαγες; Ὁρᾷν μοι δοκῶ τὸ ἐκεῖ παιδευτήριον, τὴν περὶ σὲ τελετὴν καὶ πανήγυριν. Εἰπὲ καὶ τοῦτο·
PG 35:1218Εἶχές τινα παραμυθίαν τοῖς λειψάνοις τοῦ σώματος; ἢ καὶ τὴν πενίαν ἐφιλοσόφεις; Εἶχές τινας κοινωνοὺς τῆς ἀθλήσεως; ἢ καὶ τοῦτο πενόμενος ἤνεγκας; Ἐπόθεις τὰς ἀδελφὰς, τὰς κοινωνούς σοι καὶ τῆς ἀγνείας, καὶ τῆς καρτερίας; ἢ καὶ τῆς τούτων συνηθείας ἦς ὑψηλότερος; Ἔκαμπτέ σε γηραιᾶς μητρὸς ἐρημία; ἢ καὶ λίαν ἐθάῤῥεις, ὡς μέγιστον εἰς ἀσφάλειαν καταλιπὼν αὐταῖς τὴν εὐσέβειαν; Ἀλλ’ ἐπειδή γε καλῶς ποιῶν ἐπανήκεις ἡμῖν, καί σε τοῖς ποθοῦσι ποθοῦντα πάλιν ἀπέδωκεν ὁ δοξάζων τοὺς δοξάζοντας αὐτὸν, καὶ παραζηλῶν τοὺς παραζηλοῦντας, ὁ θέλημα τῶν φοβουμένων αὐτὸν ποιῶν, καὶ τοῖς νεκροῖς ἐμπνέων ἀνάστασιν· ὁ Λάζαρον μὲν τετραήμερον, σὲ δὲ τετραετῆ ζωοποιῶν παρ’ ἐλπίδας, καὶ συνάγων ὀστᾶ πρὸς ὀστᾶ, καὶ ἁρμονίαν πρὸς ἁρμονίαν, τὴν Ἰεζεχιὴλ ὄψιν, τοῦ προφητῶν θαυμασιωτάτου καὶ ὑψηλοτάτου· ἔχου μοι πάλιν τῆς αὐτῆς ἐργασίας, καὶ παῤῥησίας, ἵνα μὴ δόξῃς ἐγκεκόφθαι τοῖς πάθεσι, μηδὲ προδιδόναι δειλίᾳ τὴν φιλοσοφίαν. ΙΕ.
PG 35:1219Σύγχει μὲν καὶ τὴν Ἑλλήνων δεισιδαιμονίαν, ὡς πρότερον, καὶ τὴν πολύθεον αὐτῶν ἀθεί̈αν, καὶ τοὺς παλαιοὺς θεοὺς καὶ τοὺς νέους, καὶ τοὺς αἰσχροὺς μύθους, καὶ τὰς αἰσχροτέρας θυσίας πηλῷ πηλὸν καθαιρόντων, ὡς αὐτῶν τινος λέγοντος ἤκουσα, λέγω δὴ σώμασι σώματα τοῖς τῶν ἀλόγων ζώων τὰ ἑαυτῶν, καὶ τὰ σεμνὰ πλάσματα, καὶ τὰ ἀσχήμονα τερατεύματα· οἷς εἰ μὲν τὸ Θεῖον ὁρίζονται, τῆς κακοδαιμονίας· εἰ δὲ παραδεικνύουσι, τῆς εὐηθείας. Διδασκέτωσαν γὰρ, τίς ὁ λόγος, καὶ τί τὸ τῆς ἀσχημοσύνης τῆς περὶ ταῦτα μυστήριον; δεῖ γὰρ μηδὲ τὰς ἐμφάσεις τῶν καλῶν, τὸ αἰσχρὸν ἔχειν. Εἰ δὲ ἄλλο τι παρὰ ταῦτα εἶναί φασι, τί τοῦτο, πειθέτωσαν, καὶ ἐκ ποίων λόγων, ἢ θεολόγων. Σύγχει δὲ καὶ τὰς τῶν αἱρέσεων ἐπαναστάσεις, καὶ τοσούτῳ θερμότερον, ὅσῳ προπέπονθας. Γενναιότερον γὰρ ἐκ τοῦ παθεῖν τὸ φιλόσοφον, ὥσπερ ψυχρῷ σίδηρος ἔμπυρος, οὕτω τοῖς κινδύνοις στομούμενον. Ὁρίζου δὲ καὶ τὴν ἡμετέραν εὐσέβειαν, διδάσκων ἕνα μὲν εἰδέναι Θεὸν ἀγέννητον, τὸν Πατέρα· ἕνα δὲ γεννητὸν Κύριον, τὸν Υἱόν· Θεὸν μὲν, ὅταν καθ’ ἑαυτὸν λέγηται, προσαγορευόμενον· Κύριον δὲ, ὅταν μετὰ Πατρὸς ὀνομάζηται·
PG 35:1220τὸ μὲν διὰ τὴν φύσιν, τὸ δὲ διὰ τὴν μοναρχίαν. Ἓν δὲ Πνεῦμα ἅγιον, προελθὸν ἐκ τοῦ Πατρὸς, ἢ καὶ προϊόν· Θεὸν, τοῖς νοητῶς νοοῦσι τὰ παρακείμενα· τοῖς μὲν ἀσεβέσι καὶ πολεμούμενον, τοῖς δὲ ὑπὲρ τούτους νοούμενον, τοῖς πνευματικωτέροις δὲ καὶ λεγόμενον. Μήτε ὑπὸ ἀρχὴν ποιεῖν τὸν Πατέρα, ἵνα μὴ τοῦ πρώτου τι πρῶτον εἰσαγάγωμεν, ἐξ οὗ καὶ τὸ εἶναι πρώτῳ περιτραπήσεται· μήτε ἄναρχον τὸν Υἱὸν ἢ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα μὴ τὸ Πατρὸς ἴδιον περιέλωμεν. Οὐκ ἄναρχα γὰρ, καὶ ἄναρχά πως· ὃ καὶ παράδοξον. Οὐκ ἄναρχα μὲν γὰρ τῷ αἰτίῳ· ἐκ Θεοῦ γὰρ, εἰ καὶ μὴ μετ’ αὐτὸν, ὡς ἐξ ἡλίου φῶς· ἄναρχα δὲ τῷ χρόνῳ. Οὐ γὰρ ὑπὸ χρόνον, ἵνα μὴ τὸ ῥέον ᾖ τῶν ἑστώτων πρεσβύτερον, καὶ τῶν οὐσιῶν τὸ ἀνούσιον. ΙϚ. Μήτε ἀρχὰς τρεῖς, ἵνα μὴ Ἑλληνικὸν, ἢ τὸ πολύθεον· μήτε μίαν μὲν, Ἰουδαϊκὴν δὲ στενήν τινα, καὶ φθονερὰν, καὶ ἀδύνατον· ἢ τῷ ἀναλίσκειν εἰς ἑαυτὴν θεότητα, ὃ τοῖς προάγουσι μὲν ἐκ τοῦ Πατρὸς τὸν Υἱὸν, εἰς αὐτὸν δὲ πάλιν ἀναλύουσιν ἤρεσεν· ἢ τῷ καταβάλλειν τὰς φύσεις, καὶ ἀλλοτριοῦν θεότητος, ὃ τοῖς νῦν ἀρέσκει σοφοῖς, ὥσπερ δεδοικυῖαν μὴ ἀντεξάγωνται, ἢ μηδὲν δυναμένην ὑπὲρ τὰ κτίσματα.
PG 35:1221Μήτε ἀγέννητον τὸν Υἱὸν, εἷς γὰρ ὁ Πατήρ· μήτε Υἱὸν τὸ Πνεῦμα, εἷς γὰρ ὁ Μονογενής· ἵνα καὶ τοῦτο θεϊκὸν ἔχωσι τὸ μοναδικὸν, ὁ μὲν τῆς υἱότητος, τὸ δὲ τῆς προόδου, καὶ οὐχ υἱότητος. Ἀληθῶς πατέρα τὸν Πατέρα, καὶ πολύ γε τῶν παρ’ ἡμῖν ἀληθέστερον, ὅτι μόνως, ἰδιοτρόπως γὰρ, καὶ οὐχ ὡς τὰ σώματα· καὶ μόνος, οὐ γὰρ μετὰ συζυγίας· καὶ μόνου, Μονογενοῦς γάρ· καὶ μόνον, οὐ γὰρ Υἱὸς πρότερον· καὶ ὅλον Πατὴρ, καὶ ὅλου, τὸ γὰρ ἡμέτερον ἄδηλον· καὶ ἀπ’ ἀρχῆς, οὐ γὰρ ὕστερον. Ἀληθῶς υἱὸν τὸν Υἱὸν, ὅτι μόνος, καὶ μόνου, καὶ μόνως, καὶ μόνον· οὐ γὰρ καὶ Πατὴρ, καὶ ὅλον Υἱὸς, καὶ ὅλου, καὶ ἀπ’ ἀρχῆς, οὔποτε τοῦ εἶναι Υἱὸς ἠργμένος· οὐ γὰρ ἐκ μεταμελείας ἡ θεότης, οὐδὲ ἐκ προκοπῆς ἡ θέωσις, ἵνα λείπῃ ποτὲ, τῷ μὲν τὸ εἶναι Πατρὶ, τῷ δὲ τὸ εἶναι Υἱῷ. Ἀληθῶς ἅγιον τὸ Πνεῦμα τὸ ἅγιον· οὐ γὰρ καὶ ἄλλο τοιοῦτον, οὐδὲ οὕτως, οὐδὲ ἐκ προσθήκης ὁ ἁγιασμὸς, ἀλλ’ αὐτοαγιότης· οὐδὲ μᾶλλον καὶ ἧττον, οὐδὲ ἀρξάμενον χρονικῶς ἢ παυσόμενον. Κοινὸν γὰρ Πατρὶ μὲν καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, τὸ μὴ γεγονέναι, καὶ ἡ θεότης· Υἱῷ δὲ καὶ ἁγίῳ Πνεύματι, τὸ ἐκ τοῦ Πατρός. Ἴδιον δὲ Πατρὸς μὲν, ἡ ἀγεννησία·
PG 35:1222Υἱοῦ δὲ, ἡ γέννησις· Πνεύματος δὲ, ἡ ἔκπεμψις. Εἰ δὲ τὸν τρόπον ἐπιζητεῖς, τί καταλείψεις τοῖς μόνοις γινώσκειν ἄλληλα, καὶ γινώσκεσθαι ὑπ’ ἀλλήλων μαρτυρομένοις, ἢ καὶ ἡμῶν τοῖς ἐκεῖθεν ἐλλαμφθησομένοις ὕστερον;

ΙΖ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΙΖ. Γενοῦ τι τῶν εἰρημένων πρότερον, ἢ τοιοῦτος, καὶ τότε γνώσῃ τοσοῦτον, ὅσον ὑπ’ ἀλλήλων γινώσκεσθαι. Νῦν δὲ δίδασκε τοσοῦτον εἰδέναι μόνον, μονάδα ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι προσκυνουμένην, παράδοξον ἔχουσαν καὶ τὴν διαίρεσιν καὶ τὴν ἕνωσιν. Μὴ φοβηθῇς τὰ πάθη, γέννησιν ὁμολογῶν. Ἀπαθὲς γὰρ τὸ Θεῖον, καὶ εἰ γεγέννηκεν. Ἐγώ σοι τούτου ἐγγυητὴς, ὅτι θεϊκῶς, ἀλλ’ οὐκ ἀνθρωπικῶς. Οὐδὲ γὰρ τὸ εἶναι αὐτῷ ἀνθρώπινον. Φοβήθητι δὲ χρόνον καὶ κτίσιν. Οὐ γὰρ Θεὸς, εἰ γέγονε, μὴ Θεῷ συνηγορῶν διακενῆς, Θεὸν ἀνέλῃς, ὁμόδουλον ποιῶν τὸ ὁμόθεον, ὃ καὶ σὲ τῆς δουλείας ἐλευθεροῖ, ἂν γνησίως ὁμολογῇς δεσποτείαν. Μὴ φοβηθῇς τὴν πρόοδον· οὐ γὰρ ἀνάγκην ἔχει Θεὸς, ἢ μὴ προβάλλειν, ἢ προβάλλειν ὁμοίως, ὁ πάντα πλούσιος· φοβήθητι δὲ τὴν ἀλλοτρίωσιν, καὶ τὴν κειμένην ἀπειλὴν, οὐ τοῖς θεολογοῦσιν, ἀλλὰ τοῖς βλασφημοῦσι τὸ Πνεῦμα τὸ ἅγιον.

ΙΗ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΙΗ.
PG 35:1223Μήτε τὴν μοναρχίαν κακῶς τιμήσῃς, συναιρῶν ἢ περικόπτων θεότητα· μήτε τὸ τῆς τριθεί̈ας ἔγκλημα αἰσχυνθῇς, ἕως ἂν καὶ ἄλλος κινδυνεύῃ τὴν διθεί̈αν. Ἢ γὰρ συνέλυσας, ἢ συνηπόρησας, ἢ ὁ μὲν ἐναυάγησε μετὰ τῶν λογισμῶν καὶ θεότητα, σοὶ δὲ παρέμεινε θεότης. Καὶ εἰ ὁ λόγος ἠσθένησε, κρεῖσσον καμεῖν ἐν τοῖς λογισμοῖς μετὰ τῆς ὁδηγίας τοῦ Πνεύματος, ἢ προχείρως ἀσεβῆσαι τὴν ῥᾳστώνην διώκοντα. Διάπτυέ μοι τὰς ἐνστάσεις, καὶ τὰς ἀντιθέσεις, καὶ τὴν νέαν εὐσέβειαν, καὶ τὴν μικρολόγον σοφίαν· καὶ διάπτυε πλέον ἢ τὰ τῶν ἀραχνίων νήματα, μυίας μὲν κρατοῦντα, σφηξὶ δὲ ῥηγνύμενα, οὔπω λέγω δακτύλοις, οὐδὲ ἄλλῳ τινι τῶν βαρυτέρων σωμάτων. Ἓν δίδασκε φοβεῖσθαι μόνον, τὸ λύειν τὴν πίστιν ἐν τοῖς σοφίσμασιν. Οὐ δεινὸν ἡττηθῆναι λόγῳ, οὐ γὰρ πάντων ὁ λόγος· δεινὸν δὲ ζημιωθῆναι θεότητα, πάντων γὰρ ἡ ἐλπίς. Ταῦτα μὲν οὖν καὶ κατὰ σεαυτὸν φιλοσοφήσειν, οἶδ’ ὅτι, προθυμότερόν τε καὶ τελεώτερον· ἐγγυᾶταί μοι τὰ σὰ τραύματα, καὶ τὸ σὸν σῶμα ὑπὲρ εὐσεβείας πεπονηκός· καὶ ἡμεῖς δὲ συμφιλοσοφήσομεν, ὅση δύναμις. ΙΘ.
PG 35:1224Σὺ δὲ ὅταν ἐκδημήσῃς τὴν καλὴν ἐκδημίαν, μέμνησό μοι τῆς Τριάδος ἐν σκηναῖς κατοικούσης, εἴπερ ὅλως ἐν χειροποιήτοις οἰκεῖ Θεὸς, καὶ τοῦ μικροῦ τούτου θέρους, οὐκ ἐκ μικρῶν μὲν τῶν τῆς εὐσεβείας σπερμάτων, πλὴν ἔτι μικροῦ τε καὶ πενιχροῦ, καὶ κατ’ ὀλίγον συναγομένου. Ἐγενήθημεν γὰρ ὡς συνάγοντες καλάμην ἐν ἀμήτῳ, εἰ δεῖ τὸ τοῦ Προφήτου εἰπεῖν ἐν καιρῷ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγήτῳ, οὐχ ὑπάρχοντος βότρυος. Ὁρᾷς τὴν συλλογὴν ὅση· καὶ διὰ τοῦτο σπούδαζε πλουσιωτέραν ποιεῖν ἡμῖν τὴν ἅλω, καὶ τὴν ληνὸν πληρεστέραν. Διήγησαι καὶ τὴν ἡμετέραν κλῆσιν, καὶ τὴν ἄπιστον ἐπιδημίαν, ἣν οὐχ ὥστε συντρυφᾷν, ἀλλ’ ὥστε συγκακοπαθεῖν, πεποιήμεθα· ἵνα τῶν δεινῶν μετασχόντες, καὶ τῆς δόξης μετάσχωμεν. Τοῦτόν σοι τὸν λαὸν ἔχεις συλλήπτορα ταῖς εὐχαῖς, τοῦτον συνέκδημον, τὸ στενὸν ἀριθμῷ ποίμνιον, καὶ οὐ στενὸν εὐσεβείᾳ· οὗ πλέον αἰδοῦμαι τὴν στένωσιν, ἢ τὴν ἑτέρων πλατύτητα. Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· μετὰ τούτου καὶ πῦρ διαβήσῃ, καὶ θῆρας κοιμίσεις, καὶ ἡμερώσεις δυνάστας.
PG 35:1225Οὕτως ἐκδημεῖν, οὕτω στέλλεσθαι, καὶ πρὸς ἡμᾶς ἐπανήκειν πάλιν, πλουσίως πλούσιος, δεύτερος στεφανίτης, καὶ μεθ’ ἡμῶν ᾄσων τὸν ἐπινίκιον, νῦν τε καὶ ὕστερον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Second witness · khazarzar edition

In laudem Heronis philosophi ΛΟΓΟΣ ΚΕʹ. Εἰς Ἡρῶνα τὸν φιλόσοφον. Αʹ. Τὸν φιλόσοφον ἐπαινέσομαι, καὶ εἰ κάμνω τῷ σώματι· φιλόσοφον γάρ· ἐπαινέσομαι δὲ καὶ λίαν εἰκότως. Ὁ μὲν γὰρ φιλόσοφος, ἐγὼ δὲ σοφίας θεραπευτής· ὥστε μοι καὶ πρὸς λόγον ὁ ἔπαινος, ἵν', εἰ μή τι ἄλλο, τοῦτό γε φιλοσοφήσω, τὸ θαυμάζειν φιλόσοφον. Ἢ γὰρ φιλοσοφητέον, ὡς ὁ ἐμὸς λόγος, ἢ τιμητέον φιλοσοφίαν, εἴπερ μὴ μέλλοιμεν παντελῶς ἔξω τοῦ καλοῦ πίπτειν, μηδὲ ἀλογίαν κατακριθήσεσθαι λογικοὶ γεγονότες, καὶ διὰ λόγου πρὸς Λόγον σπεύδοντες. Φιλοσοφείτω δὲ ἡμῖν ὡς ἓν τῶν ἄλλων ὁ ἀνὴρ, τὸ ἐπαινεῖσθαι, καὶ καρτερείτω τὴν εὐφημίαν. Οὐ γὰρ ἵνα χαρισώμεθα ἐπαινεσόμεθα (ἴσμεν τοῦ φιλοσόφου τὸ ἀφιλότιμον, καὶ πρός γε οὐδὲν ἂν ὁ λό γος προσθείη τοῖς πράγμασιν, ὅτι μὴ καὶ τῆς ἀξίας ἐλαττώσῃ διὰ τῆς ἀσθενείας τῆς ἑαυτοῦ), ἀλλ' ἵν' ἡμᾶς αὐτοὺς ὠφελήσωμεν. Τοῦτο γὰρ οὐκ 35.1200 ἔτι περιφρονήσει φιλοσοφία, ᾗ γε τὸ εὖ ποιεῖν τι τὸν ἡμέτερον βίον, ἔργον καὶ σπούδασμα. Πρώτη δὲ τῶν εὐεργεσιῶν, τὸ ἐπαινεῖσθαι τὰ καλά. Ζήλου γὰρ ὁ ἔπαινος πρόξενος· ζῆλος δὲ, ἀρετῆς· ἀρετὴ δὲ, μακαριότητος· ἡ δὲ, τὸ ἄκρον τῶν ἐφετῶν, καὶ πρὸς ὃ τείνει πᾶσα σπουδαίου κίνησις. Βʹ. Δεῦρο δὴ οὖν, ὦ φιλοσόφων ἄριστε καὶ τελεώ τατε· προσθήσω δὲ, ὅτι καὶ μαρτύρων τῆς ἀληθείας. Δεῦρό μοι τῆς νόθου σοφίας ἔλεγχε, τῆς ἐν λόγῳ κειμένης, καὶ δι' εὐγλωττίας γοητευούσης, ὑπὲρ δὲ τοῦτο μηδὲν διαρθῆναι, μήτε δυναμένης, μήτε θε λούσης· ὁ περιδέξιος τὴν ἀρετὴν, ὅση τε θεωρίας, καὶ ὅση πράξεως· ὁ τὰ ἡμέτερα φιλοσοφῶν ἐν ἀλλο τρίῳ τῷ σχήματι· τάχα δὲ οὐδὲ ἀλλοτρίῳ, εἴπερ ἀγ γελικὸν, ἡ λαμπροφορία, καὶ ἡ φαιδρότης, ὅταν τυπῶνται σωματικῶς· σύμβολον, οἶμαι, τοῦτο τῆς κατὰ τὴν φύσιν αὐτῶν καθαρότητος. Δεῦρό μοι, φιλόσοφε, καὶ σοφὲ, (μέχρι γὰρ τίνος τὸ φιλεῖν σο φίαν, εἰ μηδαμοῦ σοφία;) καὶ κύων, οὐ τὴν ἀν αισχυντίαν, ἀλλὰ τὴν παῤῥησίαν· οὐδὲ τὸ γαστρί μαργον, ἀλλὰ τὸ ἐφήμερον· οὐδὲ τὴν ὑλακὴν, ἀλλὰ τὴν φυλακὴν τοῦ καλοῦ, καὶ τὸ ὑπὲρ τῶν ψυχῶν ἄγρυπνον, καὶ τὸ σαίνειν μὲν ὅσον κατ' ἀρετὴν οἰ κεῖον, ὑλακτεῖν δὲ ὅσον ἀλλότριον. Δεῦρό μοι στῆθι τῶν ἱερῶν πλησίον, καὶ τῆς μυστικῆς ταύτης τραπέζης, κἀμοῦ τοῦ διὰ τούτων μυσταγωγοῦντος τὴν θέωσιν, οἷς σε προσάγει λόγος καὶ βίος, καὶ ἡ διὰ τοῦ παθεῖν κάθαρσις. Δεῦρό σε ἀναδήσω τοῖς ἡμετέ ροις στεφάνοις, καὶ ἀνακηρύξω λαμπρᾷ τῇ φωνῇ, οὐκ ἐν Ὀλυμπίᾳ μέσῃ, οὐδὲ ἐν θεάτρῳ μικρῷ τῆς Ἑλλάδος, οὐδὲ ἠγωνισμένον παγκράτιον, ἢ πυγμὴν, ἢ δίαυλον, ἤ τι τῶν μικρῶν ἀγωνισμάτων, καὶ ἐπὶ μικροῖς τοῖς ἄθλοις, οὐδὲ εἰς τιμὴν ἡρώων τινὸς ἢ δαιμόνων, συμφορᾷ καὶ μύθῳ τετιμημένων (τοιαῦ τα γὰρ ἐκείνων τὰ σεμνά τε καὶ τίμια, χρόνον προσ λαβόντα τῆς ἀνοίας ἐπίκουρον, καὶ συνήθειαν ἔννομον)· ἀλλ' ἐναντίον Θεοῦ, καὶ ἀγγέλων, καὶ παν τὸς τοῦ τῆς Ἐκκλησίας πληρώματος· καὶ νενικηκότα ψεῦδος αἱρέσεων, εἰς τιμὴν Θεοῦ ζῶντος, καὶ τὸ πα 35.1201 θεῖν τοῖς οἰκείοις πάθεσιν ἐκδιδάσκοντος, καὶ ὧν ἆθλον, οὐρανῶν βασιλεία, καὶ Θεὸν γενέσθαι τοῦ πα θεῖν ὑψηλότερον. Γʹ. Ἀλλὰ τίς ἡ ἀνάῤῥησις; Εἰ μὲν τὴν συντομωτέ ραν ποθεῖτε καὶ γνωριμωτέραν· Οὗτος τῆς ἀληθείας ἀγωνιστὴς ἀψευδέστατος, καὶ τῆς Τριάδος ὑπέρμαχος ἄχρις αἵματος, καὶ τῶν διωκόντων τῷ ποιεῖν κακῶς, τῷ πάσχειν προθύμως διώκτης· οὐδὲν γὰρ οὕτω νικᾷ τὸν διώκοντα, ὡς προθυμία τοῦ πάσχοντος. Εἰ δὲ τὴν τελεωτέραν καὶ πλατυτέραν· Οὗτος ἄριστος μὲν ἐξ ἀρίστων, καὶ

ἐξ εὐγενῶν εὐγενέστατος. Εὐγένειαν δὲ λέγω, οὐχ ἣν οἱ πολλοὶ νομίζουσιν· ἄπαγε! Οὐ πρὸς ἡμῶν οὕτω θαυμάζειν, οὐδὲ φιλόσοφον, τὴν ἐκ μύθων καὶ τάφων ἐρχομένην καὶ πάλαι σεσηπυίας ὀφρύος· οὐδὲ τὴν ἐξ αἱμάτων καὶ γραμμάτων προσγινομένην, ἣν νύκτες χαρίζονται, καὶ βασι λέων ἴσως οὐδὲ εὐγενῶν χεῖρες, προστασσόντων, ὥσ περ ἄλλο τι, τὴν εὐγένειαν· ἀλλ' ἣν εὐσέβεια χα ρακτηρίζει καὶ τρόπος, καὶ ἡ πρὸς τὸ πρῶτον ἀγαθὸν ἄνοδος, ὅθεν γεγόναμεν. Ταύτης ἀπόδειξις μία τῆς εὐγενείας. Οὐ γὰρ ἀθλητὴς μόνον ἡμῖν ὁ γεννάδας, ἀλλὰ καὶ ἐκ μαρτύρων· ὥστε οἴκοθεν αὐτῷ τὸ τῆς ἀρετῆς παράδειγμα. Πολίτης δὲ, σοφίᾳ μὲν, τῆς οἰ κουμένης ἁπάσης (οὐδὲ γὰρ ἀνέχεται μικροῖς ὅροις Κυνικὴ περιγράφεσθαι)· σώματι δὲ, τῆς Ἀλεξανδρέων πόλεως, τῆς σὺν ὑμῖν, ἢ μεθ' ὑμᾶς εὐθέως ἀριθμουμένης· ἧς πᾶσι πάντων κρατούσης, θερμότης τὸ ἰδιαίτατον, καὶ ταύτης τὸ κάλλι στον, Χριστιανισμὸς, καὶ ἡ περὶ τοῦτο διάθεσις, ἐκ προαιρέσεως μὲν ἀρχομένη, τῇ δὲ φύσει βε βαιουμένη. Τῇ γὰρ εὐσεβείᾳ τὸ θερμὸν προσ χωρῆσαν, ζῆλος ἐγένετο· ζῆλος δὲ, ἀσφάλεια πί στεως. Δʹ. Τραφεὶς δὲ οὕτω καὶ παιδευθεὶς, ὡς εἰκὸς τὸν ἐκ τοιούτων γεγονότα καὶ τοιοῦτον ἐσόμενον, ἐπειδὴ βίων αἱρέσεως καιρὸς ἐδόκει (ἣν κρηπῖδα τοῦ πράττειν εὖ ἢ κακῶς ἐγὼ τίθεμαι), εἶδέ τι μέγα, καὶ νεανικὸν, καὶ τῶν πολλῶν ὑψηλότερον. Τρυφὴν μὲν ἀτιμάζει καὶ περιουσίαν, καὶ δυνάστειαν πλέον, ἢ τοὺς ἄλλους οἱ ταῦτα προέχοντες· καὶ τὴν μὲν ὡς πρώτην κακοπάθειαν, τὴν δὲ ὡς ἐσχάτην πενίαν, τὴν δὲ ὡς ἀσθένειαν τὴν ἀνωτάτω, διαπτύει καὶ ἀπο πέμπεται. Οὐδὲν γὰρ ἀγαθὸν εἶναι, ὃ μήτε βελτίους ποιεῖ τοὺς κεκτημένους, ἀλλὰ καὶ χείρους ὡς τὰ πολλά· μήτε διὰ τέλους παραμένει τοῖς ἔχουσι. Φιλο σοφίαν δὲ προΐσταται τὴν δέσποιναν τῶν παθῶν καὶ τῷ καλῷ προσβαίνει νεανικῶς, καὶ ἀπὸ τῆς ὕλης τέ 35.1204 μνεται, πρὶν διαζευχθῆναι τῆς ὕλης· καὶ τῶν ὁρωμένων κατεξανίσταται, μεγέθει φύσεως καὶ προ αιρέσεως εὐγενείᾳ, τοῖς ἑστῶσι προσθέμενος. Ἐπειδὴ οὕτω διενοήθη, τοῦτο μὲν οὐδὲ βουλῆς ἠξίωσε, ποτέ ραν δεῖ τῶν φιλοσοφιῶν ἑλέσθαι μᾶλλον, τὴν ἔξω καὶ παίζουσαν τὰς τῆς ἀληθείας σκιὰς ἐν τῷ τῆς φιλοσοφίας σχήματι καὶ προβλήματι, ἢ τὴν ἡμετέραν καὶ ταπεινὴν μὲν τῷ φαινομένῳ, ὑψηλὴν δὲ τῷ κρυπτομένῳ, καὶ πρὸς Θεὸν ἄγουσαν· ἀλλὰ πάσαις ψή φοις αἱρεῖται τὴν ἡμετέραν, μηδὲν ὅλως ἐπὶ τὰ χείρω παρατραπεὶς τὴν διάνοιαν, μηδὲ ὑπὸ τῆς τῶν λόγων κομψείας παρασυρεὶς, ᾗ μέγα φρονοῦσιν οἱ τὰ Ἑλλήνων φιλοσοφοῦντες. Ἐκεῖνο δὲ πρῶτον φιλοσοφεῖ, γνῶναι τῶν ἡμετέρων ὁδῶν τὴν αἱρετωτέραν τε καὶ λυσιτελεστέραν ἐπίσης αὐτῷ τε καὶ πᾶσι Χρι στιανοῖς. Πανταχοῦ γὰρ τῷ καθ' ἑαυτὸν καὶ τὸν κοι νὸν συλλαμβάνειν, ψυχῆς εἶναι τελεωτάτης τε καὶ φι λοσοφωτάτης ἐνόμιζεν. Οὐδὲ γὰρ ἑαυτῷ γεγενῆσθαι μόνον ἕκαστον ἡμῶν, ἀλλὰ καὶ πᾶσιν, ὅσοι τῆς αὐτῆς μετέχουσι φύσεως, καὶ παρὰ τοῦ αὐτοῦ, καὶ ἐπὶ τοῖς αὐτοῖς γεγόνασιν. Εʹ. Ὁρῶν δὲ τὸν μὲν ἐρημικὸν βίον καὶ ἰδιάζοντα. καὶ τῶν πολλῶν ἔκφυλον καὶ ἀλλότριον, μέγαν μὲν καὶ ὑψηλὸν, καὶ ὑπὲρ τὰ ἀνθρώπινα, μέχρις αὐτῶν δὲ μόνων τῶν κατορθούντων ἱστάμενον, καὶ τὸ τῆς ἀγάπης κοινωνικὸν καὶ φιλάνθρωπον ἀπαρνούμε νον, ἣν ἐν πρώτοις εἶναι τῶν ἐπαινουμένων ἐγίνω σκε· πρὸς δὲ καὶ ἀδοκίμαστον, ὡς οὔτε ἐν τοῖς πρά γμασι γυμναζόμενον, οὔτε ἄλλοις παραμετρούμενον· τὸ δὲ κοινωνικὸν καὶ ἐπίμικτον, πρὸς τῇ βασάνῳ τῆς ἀρετῆς, ἔτι καὶ εἰς τοὺς πολλοὺς διατεῖνον, καὶ θείας οἰκονομίας ἐγγὺς, ἣ καὶ πεποίηκε τὸ πᾶν, καὶ φιλίᾳ συνέδησε, καὶ τὸ ἡμέτερον γένος ἐκπεσὸν τοῦ καλοῦ διὰ τὴν ἐπεισελθοῦσαν κακίαν, ἐκ τῆς πρὸς ἡμᾶς ἐπιμιξίας καὶ ὁμιλίας πάλιν ἀνεκαλέσατο· ταῦτα διανοηθείς τε καὶ διελόμενος, καὶ ἅμα τὸν Ἑλληνικὸν τῦφον κολάσαι τῶν καλῶν εἶναι νομίσας, οἳ τῷ τρίβωνι καὶ τῇ ὑπήνῃ τὸ σεμνὸν ὑποδύονται· τί ποιεῖ, καὶ πῶς τὴν φιλοσοφίαν μεταχειρίζε ται; Μέσην τινὰ χωρεῖ τῆς τε ἐκείνων

ἀλαζονείας, καὶ τῆς ἡμετέρας σοφίας, καὶ τῶν μὲν τὸ σχῆμα καὶ τὴν σκηνὴν, ἡμῶν δὲ τὴν ἀλήθειαν καὶ τὸ ὕψος φιλοσοφεῖ. 35.1205 ςʹ. Διὰ τοῦτο Περιπάτους μὲν, καὶ Ἀκαδημίας, καὶ τὴν σεμνὴν Στοὰν, καὶ τὸ αὐτόματον Ἐπικούρου μετὰ τῶν ἀτόμων καὶ τῆς ἡδονῆς, ἐρίῳ στέψας, ὥς τις ἐκείνων τὸν ποιητὴν, ὡς ποῤῥωτάτω πέμ πει καὶ ἀποκρούεται. Κυνικῆς δὲ, τὸ μὲν ἄθεον δια πτύσας, τὸ δὲ ἀπέριττον ἐπαινέσας, τοῦτό ἐστιν ὃ νῦν ὁρᾶτε, κύων κατὰ τῶν ὄντως κυνῶν, καὶ φιλόσοφος κατὰ τῶν ἀσόφων, καὶ Χριστιανὸς ὑπὲρ πάν των, καὶ νικῶν τὴν μὲν ἐκείνων αὐθάδειαν τῇ τοῦ σχήματος ὁμοιότητι, τῶν δὲ παρ' ἡμῖν ἔστιν ὧν τὴν ἀπειροκαλίαν τῇ καινότητι τοῦ ἐνδύματος, δεικνὺς, ὅτι μὴ ἐν μικροῖς τὸ εὐσεβὲς, μηδὲ ἐν τῷ κατηφεῖ τὸ φιλόσοφον, ἀλλ' ἐν ψυχῆς στεῤῥότητι καὶ διανοίας καθαρότητι, καὶ γνησίᾳ τῇ πρὸς τὸ καλὸν νεύσει, ὅπως ἂν τοῦ σχήματος ἔχωμεν, καὶ οἷστισιν ἂν ὁμιλῶμεν, εἴτε ἡμῖν αὐτοῖς μόνοις συστέλλοντες τὸν νοῦν ἀπὸ τῶν αἰσθήσεων, εἴτε τοῖς πολλοῖς τε καὶ ὁμοφύλοις ἰδιάζοντες ἐν τῷ κοινῷ, καὶ φιλοσοφοῦντες ἐν οὐ φιλοσοφοῦσιν (ὡς ἡ Νῶε κιβωτὸς ἐκείνη, ἐν κα τακλυσμῷ κατακλυσμοῦ κουφοτέρα· καὶ ἡ τοῦ ὄρους βάτος, ἢν καῖον τὸ πῦρ οὐ κατέκαιε, τὸ μέγα Μωϋσέως ὅραμα, οὔτε αὐτοί τι πάσχοντες τοῖς πολλοῖς, οὐ μᾶλλόν γε ἢ ἀδάμας τοῖς παίουσι, καὶ δι' ἑαυτῶν τοὺς ἄλλους βελτίους ποιοῦντες εἰς δύ ναμιν. Ταύτης καρπὸς τῆς φιλοσοφίας, οὐ λόγῳ πλαττόμεναι πόλεις (σκινδαψοί τινες, ὡς αὐτοί φασι, καὶ τραγέλαφοι, ἃ γλῶσσα μόνη συντίθησιν)· οὐδὲ κατηγορίαι τινὲς, καὶ ἀναλύσεις, καὶ μίξεις· οὐδὲ συμβάματα καὶ παρασυμβάματα, καὶ ἡ τεχνολογουμένη σοφία· οὐδὲ γραμμαί τινες οὐδαμοῦ κεί μεναι, οὐδὲ ἀστέρων πλοκαὶ καὶ σχήματα κατὰ τῆς Προνοίας ἐπινοούμενα. Ταῦτα μὲν γὰρ αὐτῷ δευτέ ρου λόγου καὶ πάρεργα, καὶ τοσοῦτον παιζόμενα, ὅσον μὴ παίζεσθαι παρὰ τῶν εἰδέναι προσποιουμέ νων. 35.1208 Ζʹ. Τί δὲ τὸ πρῶτον καὶ σπουδαζόμενον; Ἡ πρὸς ἄρχοντας δικαιολογία, ἡ πρὸς βασιλεῖς παῤῥησία, κατὰ τὸν θεῖον Δαβὶδ λαλοῦντα ἐναντίον βασιλέων καὶ μὴ αἰσχυνόμενον, δήμων ἀλογίαν συστεῖλαι κυμαινομένων, δυναστῶν ἐξουσίαν ἀγριαινόντων, οἴ κων ἀῤῥωστίαν στασιαζόντων, ἀπαιδεύτων ἀγροικίαν, πεπαιδευμένων ἀλαζονείαν, πλοῦτον ἐπαιρόμενον, κόρον ὑβρίζοντα, πενίαν κακουργοῦσαν, θυμὸν ἐκ φερόμενον καὶ τὸν λογισμὸν ἐκφέροντα, ἡδονῆς ἀμετρίαν, γέλωτος ἀκρασίαν, λύπης ἀδημονίαν παῦ σαι, νεότητος ἀνωμαλίαν, γήρως μικροψυχίαν, χηρείας ἐρημίαν, ὀρφανίας ἀπόγνωσιν. Ταῦτα τῶν συλλογισμῶν καὶ τῶν γραμμῶν, καὶ τοῦ κε χηνέναι πρὸς τοὺς ἀστέρας, ἆρ' οὐ μακρῷ προ τιμήσει τις εὖ φρονῶν; ἐκεῖνο ἐνθυμηθεὶς, ὅτι συναγόντων μὲν πάντων, ἢ γεωμετρούντων, ἢ ἀστρο νομούντων, οὐδὲν ἂν ὁ βίος ἡμῶν παρὰ τοῦτο ὠφελη θείη, ὅτι μὴ καὶ τὰ πάντα λυθήσεται· τούτων δὲ ὧν εἶπον ἀναιρουμένων, ἀταξία τὸ πᾶν καὶ σύγχυσις. Ταῦτα τῆς Ἀντισθένους ἀλαζονείας, καὶ τῆς Διογένους ὀψοφαγίας, καὶ τῆς Κράτητος κοινογαμίας, τί χρὴ λέγειν ὅσῳ κρείττω καὶ ὑψηλότερα; Πλὴν φειδόμεθα κἀκείνων αἰδοῖ τῆς προσηγορίας, ἵνα τι τοῦ ἀνδρὸς ἀπολαύσωσιν. Ἡμεῖς δὲ, ἵνα τὰ ἐν μέσῳ συνέλωμεν, τὸ σῶφρον, τὸ ἐγκρατὲς, τὸ ἄτυφον, τὸ ἐπίχαρι, τὸ κοινωνικὸν, τὸ φιλάνθρωπον, τἄλλα οἷς ὑπὲρ ἅπαντας ὁ ἀνὴρ, ἐπὶ τὸ τελευταῖον μὲν τῇ τάξει, πρῶτον δὲ τῇ δυνάμει τρεψόμεθα. Ηʹ. Ἦν ὅτε γαλήνην εἴχομεν ἀπὸ τῶν αἱρέ σεων, ἡνίκα Σίμωνες μὲν, καὶ Μαρκίωνες, Οὐαλεν τῖνοί τέ τινες, καὶ Βασιλεῖδαι, καὶ Κέρδωνες, Κήριν θοί τε καὶ Καρποκράτεις, καὶ πᾶσα ἡ περὶ ἐκείνους φλυαρία τε καὶ τερατεία, ἐπὶ πλεῖστον τὸν τῶν ὅλων Θεὸν τεμόντες, καὶ ὑπὲρ τοῦ Ἀγαθοῦ τῷ Δη μιουργῷ πολεμήσαντες, ἔπειτα κατεπόθησαν τῷ ἑαυτῶν βυθῷ καὶ τῇ σιγῇ παραδοθέντες, ὥσπερ ἦν ἄξιον. Μοντανοῦ δὲ τὸ πονηρὸν πνεῦμα, καὶ τὸ Μανοῦ σκότος, καὶ ἡ Ναυάτου θρασύτης, ἢ

καθαρό της, Σαβελλίου τε ἡ κακὴ συνηγορία τῆς μοναρχίας εἶξε, καὶ ὑπεχώρησεν, ἡ μὲν εἰς ἀντίπαλον μοῖ ραν ἀποκριθεῖσα, ἡ δὲ καὶ πάντη περιφρονηθεῖσα 35.1209 καὶ παραῤῥιφεῖσα διὰ τὸ ἀσθενές· ἄλλο δὲ οὐδὲν παρελύπει τὴν Ἐκκλησίαν. Οἱ γὰρ διωγμοὶ καὶ λαμ προτέραν αὐτὴν ἐποίουν τοῖς πάθεσιν. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ δευτέρα ζάλη κατὰ τῆς Ἐκκλησίας ἐγείρε ται, ὁ τυφὼν τῆς ἀδικίας, τὸ πλήρωμα τῆς ἀσεβείας, ὁ λεγεὼν τῶν πνευμάτων, ἡ ἀντίχριστος γλῶσσα, ὁ ἀδικίαν εἰς τὸ ὕψος λαλήσας νοῦς, ἡ κατατομὴ τῆς θεότητος· οὗ δεινὴ μὲν ἡ ἐγχείρησις, δεινοτέρα δὲ ἡ τελευτὴ, καὶ τῆς Ἰούδα προδοσίας ἀξία, ἣν ἐκεῖνος κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐτόλμησεν, Ἄρειος, ὁ καλῶς μετὰ τῆς μανίας ὀνομαζόμενος. Οὗτος ἀπὸ τῆς Ἀλεξανδρέων ἀρξάμενος πόλεως, κἀκεῖ τὸ δεινὸν ἐκμελετήσας, ἔπειτα, ὥσπερ τις ἀγρία φλὸξ, ἀπὸ μικροῦ τοῦ σπινθῆρος τὸ πολὺ τῆς οἰκουμένης ἐπιδραμὼν, ὑπὸ τῶν Πατέρων ἡμῶν καταλύεται, καὶ τοῦ εὐσεβοῦς ἀριθμοῦ τοῦ τότε καταλαβόντος τὴν Νίκαιαν, καὶ εἴσω περιγραπτῶν ὅρων τε καὶ ῥημά των τὴν θεολογίαν στήσαντος. Θʹ. Πάλιν πονηρὰ βασιλεία, καὶ πάλιν ἀναζῇ τὸ κακὸν, καὶ ὥσπερ τὰ ὕπουλα τῶν τραυμάτων ἀναστομοῦται καὶ ἀναῤῥήγνυται. Καὶ λύκοι βαρεῖς, ἄλλος ἄλλοθεν διαλαβόντες ἡμᾶς, τὴν Ἐκκλησίαν σπαράττουσιν. Ἱερεῖς τε κατὰ ἱερέων ἐξοπλισθέντες, καὶ δῆμοι δήμοις ἐπιμανέντες· καὶ βασι λεὺς ἀσεβείᾳ διδοὺς παῤῥησίαν, καὶ κατὰ τῆς ὀρθῆς δόξης νομοθετῶν· καὶ οἱ μήτε ἄνδρες, μήτε γυ ναῖκες, παρ' αὐτῷ δυναστεύοντες. Τίς ἂν τὰ τότε κακὰ πρὸς ἀξίαν ἐκτραγῳδήσειε; τὰς φυγὰς, τὰς δη μεύσεις, τὰς ἀτιμίας, τὰς ἐπὶ τῆς ἐρημίας συν άξεις, μυριάδων ὅλων καὶ πόλεων ὑπαιθρίων ταλαιπω ρουμένων, καὶ ὑετοῖς καὶ χειμῶσι πιεζομένων; τὰς ἐντεῦθεν ἐπαναστάσεις (οὐδὲ γὰρ τὴν ἐρημίαν εἶχον ἀκίνδυνον); τὰ ἔτι τούτων χαλεπώτερα, τοὺς αἰκι σμοὺς, τοὺς θανάτους, τὰς θριαμβεύσεις ἐπισκόπων, φιλοσόφων, ἀνδρῶν, γυναικῶν, νέων, γεγηρακότων; τοὺς ἐπινοοῦντας τὰ δεινὰ, τοὺς προσεπινοοῦντας, τοὺς ὑπηρετουμένους τῇ ἀσεβείᾳ δυνάστας, οἷς τοῦτο μόνον πολλάκις εἰς εὐδοκίμησιν ἤρκεσε, τὸ πικροτέρους φανῆναι τῆς τοῦ κρατοῦντος βουλή σεως; Ιʹ. Ἄρτι μὲν ὁ λαμπρὸς διωγμὸς εἶχε πέρας, καὶ 35.1212 Περσὶς καλῶς ἡμῖν ἐδίκασε τὸν ἀλιτήριον καταλύσα σα, καὶ πολλῶν αἱμάτων εἰσπραξαμένη δίκην δι' ἑνὸς αἵματος· ἄρτι δὲ ὁ ἀπρεπὴς ἄρχεται, καὶ τὸ ἀμύ νειν Χριστιανοῖς πρόσχημα ἔχων τῆς ἀσεβείας, τοῖς ἀληθῶς Χριστιανοῖς ἐπιφύεται· καὶ τοσοῦτον ἐκείνου χαλεπώτερος γίνεται, ὅσῳ τότε μὲν ἡ ἄθλησις περι φανεστέρα καὶ λαμπροτέρα, νῦν δὲ καὶ τὸ παθεῖν ἀφιλότιμον, παράγε τοῖς οὐ δικαίοις τῶν παθῶν λογισταῖς. Βούλεσθε δάκρυα τῷ θεάτρῳ κινήσω, καὶ αὐτῷ γε ἴσως τῷ καρτερικωτάτῳ, καὶ τῶν πα θῶν κρείσσονι, ἑνὸς τῶν τότε γενομένων ἐπιμνησθείς; Μάρτυρες δὲ πολλοὶ τοῦ λόγου· καὶ γὰρ καὶ εἰς πολλοὺς ἦλθεν ἡ τραγῳδία τοῦ πάθους· οἶμαι δὲ καὶ ὁ μέλλων ὑπολήψεται χρόνος τοῦ καιροῦ τὸ διήγημα. Ναῦς φόρτον ἔχουσα τῶν πρεσβυτέρων ἕνα, καὶ τοῦτον οὐδὲ ὑπὲρ κακοῦ τινος, ἀλλ' ὑπὲρ πίστεως κινδυνεύοντα, κατὰ πελάγους ἀφίεται, οὐχ ἵνα σώσῃ τὸν ἐπιβάτην, ἀλλ' ἵνα ἀπολέσῃ. Καὶ ὁ φόρτος πρόθυμος· εὐσεβὴς γάρ. Καὶ πῦρ τῷ φόρτῳ συνέμ πορον· καὶ τρυφᾷ τὸ καινὸν τῆς κολάσεως ὁ διώκτης. Φεῦ τοῦ θεάματος! Φεῦ τοῦ δράματος! Ἡ ναῦς πελάγιος· τὸ θέατρον ἐπὶ ταῖς ἀκταῖς, τῶν μὲν ἐφηδομένων, τῶν δὲ ὀδυρομένων. Πῶς ἂν ἐν ὀλίγῳ τὸ πολὺ παραστήσαιμι; ἀνάπτεται τὸ πῦρ, δαπανᾶται ἡ ναῦς, συνδαπανᾶται ὁ φόρτος, πῦρ ὕδατι μίγνυται, καὶ συντρέχει τὰ ἐναντία εἰς εὐσεβοῦς κόλασιν, καὶ δύο στοιχεῖα ἓν σῶμα μερίζεται, καὶ πυρσὸς ὑπὲρ θαλάσσης αἴρεται ξένος. Ὧ προσῆλθε μὲν τάχα τις, ὡς ἡμέρῳ καὶ φιλανθρώπῳ· προσελθὼν δὲ, εὗρε θέα μα ἐλεεινόν τε καὶ ἄπιστον, ἄνευ κυβερνήτου πλοῦν, ἄνευ χειμῶνος ναυάγιον· καὶ ὁ πρεσβύτερος κόνις, καὶ οὐδὲ κόνις, σπαρεὶς ἐν τοῖς ὕδασι. Καὶ οὐδὲ το σοῦτον ἡ ἱερωσύνη, ὅσον

τελευτῆς γοῦν εὐσχη μονεστέρας τυχεῖν· εἰ δὲ μὴ τελευτῆς, ἀλλὰ ταφῆς γε πάντως, ἣ καὶ τοῖς ἀσεβέσιν ὀφείλεται. Τοιοῦτος ὁ τοῦ ἀσεβοῦς στόλος· τοιοῦτον τοῦ εὐσεβοῦς τὸ τέ λος· καὶ οὐδαμοῦ πῦρ ἄνωθεν εὐαγέστερον, οὐδὲ κολαστικὸν τοῦ τοιαῦτα πυρσεύοντος. ΙΑʹ. Ἀλλὰ τί μοὶ τῶν ἔξωθεν; Ἐπ' αὐτὴν ἤδη βαδιστέον τὴν σὴν ἄθλησιν, καὶ τοὺς σοὺς ὑπὲρ εὐ σεβείας ἀγῶνας, οὓς πᾶσι τοῖς προλαβοῦσιν, ὥσπερ τινὰ σφραγῖδα καλὴν, ἐπέθηκας. Ἤκμαζε μὲν ἐν τῇ σῇ πόλει τὸ τῆς αἱρέσεως ταύτης κακὸν, ὅθεν 35.1213 καὶ ἤρξατο. Ἐπεὶ δὲ τὸν μὲν ἁγιώτατον τῆς οἰκου μένης ὀφθαλμὸν, καὶ ἀρχιερέα τῶν ἱερέων, τὸν τῆς σῆς ὁμολογίας καθηγητὴν καὶ διδάσκαλον τοῖς ἑαυτοῦ περὶ τῆς εὐσεβείας ἀγῶσι, τὴν μεγάλην φωνὴν, τὸ τῆς πίστεως ἔρεισμα, τὸν δεύτερον Χριστοῦ λύχνον καὶ πρόδρομον, εἰ θέμις τοῦτο εἰπεῖν, ἐν γήρᾳ καλῷ κοιμηθέντα, καὶ πλήρη τῶν κατὰ Θεὸν ἡμερῶν, μετὰ τὰς συκοφαντίας, μετὰ τοὺς ἄθλους, μετὰ τὴν περι βόητον χεῖρα, μετὰ τοὺς ζῶντας νεκροὺς, ἡ Τριὰς πρὸς ἑαυτὴν μετατίθησιν, ᾗ συνέζησε, καὶ ὑπὲρ ἧς ἐκινδύνευσεν (Ἀθανάσιον οἶδ' ὅτι πάντες ἐν τοῖς λόγοις ἀνέγνωτε)· δευτέρα δέ τις Αἰγύπτου πληγὴ καὶ μάστιξ ἑαυτὸν ἐπεισάγει τῇ Ἐκκλη σίᾳ ὁ τῆς ἀληθείας προδότης, ὁ τῶν λύκων ποιμὴν, ὁ διὰ τῆς αὐλῆς ὑπερβαίνων λῃστὴς, ὁ δεύτερος Ἄρειος, ἡ θολερὰ καὶ ἄποτος ἀνατροπὴ, ὁ τῆς ἀθέου πη γῆς δαψιλέστερος ποταμός· ὀκνῶ μὲν τὰς τότε παρα νομίας εἰπεῖν καὶ μιαιφονίας, μεθ' ὧν τὸν ἅγιον κα ταλαμβάνει θρόνον ὁ θὴρ, καὶ τῆς πονηρᾶς εἰσόδου τὰ προτελέσματα· ὀδύρομαι δ' ὅμως ὀλίγα ἐκ πολ λῶν (ἃ καὶ ὑμεῖς ὀδύρεσθέ τε καὶ προωδύρα σθε), τῷ θείῳ Δαβὶδ συγχρησάμενος· Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, καὶ τὰ ἐπὶ τούτοις· Ἔθεν το τὰ θνησιμαῖα τῶν δούλων σου, πετεινῶν βρώματα, καὶ θηρίων σπαράγματα. Προσθήσω δὲ παρ' αὐτοῦ κἀκεῖνα ἐξ ἄλλου θρήνου καὶ ἑτέρας ᾠδῆς· Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέ σῳ τῆς ἑορτῆς σου. Πῶς γὰρ οὐκ ἐνεκαυχήσαντο; πῶς δὲ οὐκ ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου συμφοραῖς πολυτρόποις καὶ παντοίοις κακοῖς; ΙΒʹ. Ἐστρατήγει μὲν ἀνὴρ ἄθεος καὶ παρά νομος, οὐδὲ ὄνομα Χριστιανοῦ περικείμενος (τοῦτο γὰρ τῆς ὕβρεως τὸ δεινότατον), ἀλλ' ἐκ τῶν εἰδώλων ἐπὶ τὸν τοῦ Θεοῦ ναὸν ἐπειγόμενος, ἐκ τῶν ἀκαθάρτων αἱμάτων ἐπὶ τὰ μυσαρώτερά τε καὶ βδε λυκτότερα, καὶ τοῦτο ἱερουργῶν ἴσως τὴν καθ' ἡμῶν ὕβριν τοῖς δαίμοσι· παρετάσσετο δὲ δύναμις θυμῷ ζέουσα, στρατὸς ἀλλόκοτος καὶ ἀνήμερος κατὰ τῶν ἀόπλων καὶ ἀπολέμων. Ἐξωθεῖτο μὲν ὁ τοῦ ἁγίου διάδοχος ἱερεὺς, ὁ νόμῳ καὶ τάξει Πνεύματος κεχρισμένος, καὶ πολιᾷ καὶ φρονήσει τετιμημέ νος· ἐβασίλευε δὲ Ταβεὴλ, ὁ κληρονόμος 35.1216 τῶν ἀλλοτρίων. Κατὰ τῶν ἁγίων ὅπλα, κατὰ τῶν ἀσύλων μιαραὶ χεῖρες, κατὰ τῶν ᾠδῶν σάλπιγγες. Σκόπει μοι τὰ τούτοις ἑπόμενα, πίπτοντας ἄνδρας ἐν τοῖς ἁγίοις, συμπατουμένας γυναῖκας, ἔστιν ἃς καὶ μετὰ τοῦ φόρτου τῆς φύσεως, τοὺς προώρους τόκους καὶ ἀτόκους, εἰπεῖν οἰκειότερον· διελκομένας παρθένους οἰκτρῶς, αἰκιζομένας αἰσχρότερον (αἰσχύνομαι καὶ γυναῖκας καὶ ἄνδρας εἰπεῖν τὸν τρόπον, καὶ γυμνῶσαι τῷ λόγῳ τὰ κρυπτὰ τῆς αἰσχύνης, οἷς καὶ τότε γυμνωθεῖσιν αἰσχύνομαι), τὰς μὲν κατὰ φρεάτων φερομένας τῶν ἔνδον τοῦ ἱεροῦ, τὰς δὲ ἐκ τῶν ὑπερῴων κρημνιζομένας ἐπὶ τῇ ἀτοπίᾳ τῶν ὁρωμένων, τὰς δὲ ταῖς κειμέναις ἐπισωρευομένας· τοὺς ἐπὶ τοῖς φόνοις φόνους, τὰ ἐπὶ τοῖς πτώμασι πτώματα, πατούμενα βεβήλοις ποσὶ τὰ ἅγια, θυσιαστήρια καθυβριζόμενα σχήμασιν ἀσελγέσι καὶ ᾄσμα σιν, ὡς δὲ ἀκούω, (τί τοῦτο ἡ τολμηρὰ γλῶσσα φθέγ ξεται;) καὶ τοῖς ὑπὲρ αὐτῶν ὀρχήμασι καὶ λυγίσμα σι· δημηγορούσας ἐπὶ τῶν ἱερῶν θρόνων γλώσσας βλασφήμους, μυστήρια κωμῳδούμενα, σιωπωμένας ψαλμῳδίας, οἰμωγὰς ἀντεγειρομένας, αἱμάτων ὀχε τοὺς, δακρύων πηγὰς, ἱερεῖς ἀγομένους, μονοτρόπους

σπαρασσομένους, πᾶσαν τῆς Ἀσσυρίων καταδρομῆς τὴν εἰκόνα, ἥν ποτε τὴν ἁγίαν Ἱερουσαλὴμ κατέδρα μον· ἣν μήτε λόγος ἀξίως παραστῆσαι, μήτε ἀκοὴ χωρῆσαι δύναται, μόνης δὲ τῆς Ἱερεμίου καὶ ψυχῆς καὶ φωνῆς πρὸς ἀξίαν ὀδύρασθαι· ὃς καὶ πηγὰς δακρύων ἐπιζητεῖ, καὶ ἐκ τειχῶν προκαλεῖται θρῆνον ἐπὶ τοιούτοις πάθεσι, καὶ ὁδοῖς Σιὼν ἐπιβάλλει πέν θος, οὐκ ἀγούσαις τοὺς ἑορτάζοντας. ΙΓʹ. Τοῦτο τὸ δρᾶμα εἶδε μὲν ἑῴα λῆξις, ἐθρήνησε δὲ καὶ ἑσπέριος, ᾗ τὰ σύμβολα τῆς ἀπονοίας ὁ φυγὰς ἱερεὺς ἐθριάμβευσε. Τίνα τρόπον; Προὔ θηκε τῇ Ἐκκλησίᾳ Ῥωμαίων, ἀντὶ τῶν νεκρῶν, τὴν ᾑμαγμένην ἐσθῆτα, καὶ κινεῖ πάνδημα δάκρυα διὰ τῆς σιωπώσης κατηγορίας, ἵνα καὶ παραστήσῃ τὸ πάθος, καὶ τῶν δεινῶν ἐπίκουρον λάβῃ, ὥσπερ οὖν καὶ εἰληφότα ἔγνωμεν· ἐπειδὴ φιλεῖ μάλιστα κάμπτεσθαι τὸ προέχον πρὸς τὸ ἀσθενὲς, καὶ δι' εὐ νοίας ἑκουσίου τῷ ἐλαττουμένῳ προστίθεσθαι. Τοῦτο ἤνεγκε μὲν οὐδὲ τῶν ἄλλων εὐσεβῶν οὐδὲ εἷς· σὲ δὲ κινεῖ καὶ πλέον, ὅσῳ καὶ τὸν λόγον τελεώτε ρος, καὶ τὸν ζῆλον θερμότερος. Διὰ τοῦτο πολε μεῖς μὲν ὑπὲρ τοῦ Λόγου, πολεμῇ δὲ ὑπὸ τῆς ἀσεβείας· καὶ πρὸς πολλοῖς ἄλλοις, οἷς ὑπὲρ τοῦ καλοῦ πράττων καὶ λέγων ἠγώνισαι, διδάσκων, νουθετῶν, ἐξαιρούμενος, ἐλέγχων, ἐπιτιμῶν, συγ 35.1217 χέων, ἰδιώτας, ἄρχοντας, ἰδίᾳ, δημοσίᾳ, κατὰ πάντα καιρὸν καὶ τόπον· τέλος, μανίᾳ συναρπασθεὶς δυσσε βοῦς ἐξουσίας, (ὢ τῆς εὐγενοῦς συμφορᾶς! ὢ τῶν ἱερῶν σου τραυμάτων!) ξαίνῃ μὲν τὸ καλὸν σῶμα ταῖς μάστιξιν, ὥσπερ δὲ ἄλλου θεατὴς πάσχον τος· καὶ κάμπτῃ μὲν τὸ ὁρώμενον, οὐ καταβάλλῃ δὲ τὸ νοούμενον· στηλιτεύεις τὴν ἀνδρείαν ἐν ταῖς ἁπάντων ὄψεσι· γίνῃ δὲ καὶ σιγῶν τῆς καρτερίας διδάσκαλος, ἐπειδή γε ἡ γλῶσσα παρῆκε τὸ φθέγγεσθαι. ΙΔʹ. Εἶτα τί; Τῆς πατρίδος ὑπερορίζῃ, ὁ μηδε μίαν εἰδὼς οἰκείαν καὶ ἀλλοτρίαν, ἐμοὶ δοκεῖν, ἵνα καὶ ἄλλοι παιδευθῶσι διὰ σοῦ τὴν εὐσέβειαν· Ὄασίς σοι τὸ φυγαδευτήριον, ἡ ἀπάνθρωπος ἐρημία, τὸ διὰ σὲ λοιπὸν εὐαγὲς χωρίον. Μετά δος ἡμῖν καὶ τῶν τῆς ὑπερορίας σου καλῶν, ἐπειδή γε τῶν τῆς ἐπανόδου μετέδωκας. Ποίησον ἡμῖν θέατρον τὴν ἐπάνοδον. Τίνας ἐκεῖ φιλοσοφεῖν ἐδίδαξας; τίνας ἐκάθηρας τῶν ἀσεβῶν ὑπολήψεων; τίνας τῇ εὐσεβείᾳ προσήγαγες; Ὁρᾷν μοι δοκῶ τὸ ἐκεῖ παι δευτήριον, τὴν περὶ σὲ τελετὴν καὶ πανήγυριν. Εἰπὲ καὶ τοῦτο· Εἶχές τινα παραμυθίαν τοῖς λειψάνοις τοῦ σώματος; ἢ καὶ τὴν πενίαν ἐφιλοσό φεις; Εἶχές τινας κοινωνοὺς τῆς ἀθλήσεως; ἢ καὶ τοῦτο πενόμενος ἤνεγκας; Ἐπόθεις τὰς ἀδελφὰς, τὰς κοινωνούς σοι καὶ τῆς ἀγνείας, καὶ τῆς καρτερίας; ἢ καὶ τῆς τούτων συνηθείας ἦς ὑψηλότερος; Ἔκαμπτέ σε γηραιᾶς μητρὸς ἐρημία; ἢ καὶ λίαν ἐθάῤῥεις, ὡς μέγιστον εἰς ἀσφάλειαν καταλιπὼν αὐταῖς τὴν εὐσέβειαν; Ἀλλ' ἐπειδή γε καλῶς ποιῶν ἐπανήκεις ἡμῖν, καί σε τοῖς ποθοῦσι ποθοῦντα πάλιν ἀπέδωκεν ὁ δοξάζων τοὺς δοξάζοντας αὐτὸν, καὶ παραζηλῶν τοὺς παραζηλοῦντας, ὁ θέλημα τῶν φοβουμένων αὐτὸν ποιῶν, καὶ τοῖς νεκροῖς ἐμπνέων ἀνάστασιν· ὁ Λάζαρον μὲν τετραήμερον, σὲ δὲ τετραετῆ ζωοποιῶν παρ' ἐλπίδας, καὶ συνάγων ὀστᾶ πρὸς ὀστᾶ, καὶ ἁρμονίαν πρὸς ἁρμονίαν, τὴν Ἰεζεχιὴλ ὄψιν, τοῦ προφητῶν θαυμασιωτάτου καὶ ὑψηλοτάτου· ἔχου μοι πάλιν τῆς αὐτῆς ἐργασίας, καὶ παῤῥησίας, ἵνα μὴ δόξῃς ἐγκεκόφθαι τοῖς πάθεσι, μηδὲ προδιδόναι δει λίᾳ τὴν φιλοσοφίαν. 35.1220 ΙΕʹ. Σύγχει μὲν καὶ τὴν Ἑλλήνων δεισιδαιμονίαν, ὡς πρότερον, καὶ τὴν πολύθεον αὐτῶν ἀθεΐαν, καὶ τοὺς παλαιοὺς θεοὺς καὶ τοὺς νέους, καὶ τοὺς αἰσχροὺς μύθους, καὶ τὰς αἰσχροτέρας θυσίας πηλῷ πηλὸν καθαιρόντων, ὡς αὐτῶν τινος λέγοντος ἤκουσα, λέγω δὴ σώμασι σώματα τοῖς τῶν ἀλόγων ζώων τὰ ἑαυτῶν, καὶ τὰ σεμνὰ πλάσματα, καὶ τὰ ἀσχήμονα τερατεύματα· οἷς εἰ μὲν τὸ Θεῖον ὁρίζονται, τῆς κακοδαιμονίας· εἰ δὲ παραδεικνύουσι, τῆς εὐηθείας. Διδασκέτωσαν γὰρ, τίς ὁ λόγος, καὶ τί τὸ τῆς ἀσχημοσύνης τῆς περὶ ταῦτα μυστήριον; δεῖ γὰρ μηδὲ τὰς ἐμφάσεις τῶν καλῶν, τὸ αἰσχρὸν ἔχειν. Εἰ δὲ ἄλλο τι παρὰ ταῦτα εἶναί φασι, τί

τοῦτο, πει θέτωσαν, καὶ ἐκ ποίων λόγων, ἢ θεολόγων. Σύγχει δὲ καὶ τὰς τῶν αἱρέσεων ἐπαναστάσεις, καὶ τοσούτῳ θερμότερον, ὅσῳ προπέπονθας. Γενναιότερον γὰρ ἐκ τοῦ παθεῖν τὸ φιλόσοφον, ὥσπερ ψυχρῷ σίδηρος ἔμ πυρος, οὕτω τοῖς κινδύνοις στομούμενον. Ὁρίζου δὲ καὶ τὴν ἡμετέραν εὐσέβειαν, διδάσκων ἕνα μὲν εἰδέ ναι Θεὸν ἀγέννητον, τὸν Πατέρα· ἕνα δὲ γεννητὸν Κύριον, τὸν Υἱόν· Θεὸν μὲν, ὅταν καθ' ἑαυτὸν λέγηται, προσαγορευόμενον· Κύριον δὲ, ὅταν μετὰ Πατρὸς ὀνομάζηται· τὸ μὲν διὰ τὴν φύσιν, τὸ δὲ διὰ τὴν μοναρχίαν. Ἓν δὲ Πνεῦμα ἅγιον, προελθὸν ἐκ τοῦ Πατρὸς, ἢ καὶ προϊόν· Θεὸν, τοῖς νοητῶς νοοῦσι τὰ παρακείμενα· τοῖς μὲν ἀσεβέσι καὶ πολεμούμενον, τοῖς δὲ ὑπὲρ τούτους νοούμενον, τοῖς πνευματικωτέροις δὲ καὶ λεγόμενον. Μήτε ὑπὸ ἀρχὴν ποιεῖν τὸν Πατέρα, ἵνα μὴ τοῦ πρώτου τι πρῶτον εἰσαγάγωμεν, ἐξ οὗ καὶ τὸ εἶναι πρώτῳ περιτραπήσεται· μήτε ἄναρχον τὸν Υἱὸν ἢ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα μὴ τὸ Πατρὸς ἴδιον περιέλωμεν. Οὐκ ἄναρχα γὰρ, καὶ ἄναρχά πως· ὃ καὶ παράδοξον. Οὐκ ἄναρχα μὲν γὰρ τῷ αἰτίῳ· ἐκ Θεοῦ γὰρ, εἰ καὶ μὴ μετ' αὐτὸν, ὡς ἐξ ἡλίου φῶς· ἄναρχα δὲ τῷ χρόνῳ. Οὐ γὰρ ὑπὸ χρόνον, ἵνα μὴ τὸ ῥέον ᾖ τῶν ἑστώτων πρεσβύτερον, καὶ τῶν οὐσιῶν τὸ ἀνούσιον. Ιςʹ. Μήτε ἀρχὰς τρεῖς, ἵνα μὴ Ἑλληνικὸν, ἢ τὸ 35.1221 πολύθεον· μήτε μίαν μὲν, Ἰουδαϊκὴν δὲ στενήν τινα, καὶ φθονερὰν, καὶ ἀδύνατον· ἢ τῷ ἀναλίσκειν εἰς ἑαυτὴν θεότητα, ὃ τοῖς προάγουσι μὲν ἐκ τοῦ Πατρὸς τὸν Υἱὸν, εἰς αὐτὸν δὲ πάλιν ἀναλύουσιν ἤρεσεν· ἢ τῷ καταβάλλειν τὰς φύσεις, καὶ ἀλλοτριοῦν θεότητος, ὃ τοῖς νῦν ἀρέσκει σοφοῖς, ὥσπερ δεδοικυῖαν μὴ ἀντεξάγωνται, ἢ μηδὲν δυναμένην ὑπὲρ τὰ κτίσματα. Μήτε ἀγέννητον τὸν Υἱὸν, εἷς γὰρ ὁ Πατήρ· μήτε Υἱὸν τὸ Πνεῦμα, εἷς γὰρ ὁ Μονογενής· ἵνα καὶ τοῦτο θεϊκὸν ἔχωσι τὸ μοναδικὸν, ὁ μὲν τῆς υἱότητος, τὸ δὲ τῆς προόδου, καὶ οὐχ υἱότητος. Ἀληθῶς πατέρα τὸν Πατέρα, καὶ πολύ γε τῶν παρ' ἡμῖν ἀληθέστερον, ὅτι μόνως, ἰδιοτρόπως γὰρ, καὶ οὐχ ὡς τὰ σώματα· καὶ μόνος, οὐ γὰρ μετὰ συζυγίας· καὶ μόνου, Μονογενοῦς γάρ· καὶ μόνον, οὐ γὰρ Υἱὸς πρότερον· καὶ ὅλον Πατὴρ, καὶ ὅλου, τὸ γὰρ ἡμέτερον ἄδηλον· καὶ ἀπ' ἀρχῆς, οὐ γὰρ ὕστερον. Ἀληθῶς υἱὸν τὸν Υἱὸν, ὅτι μόνος, καὶ μόνου, καὶ μόνως, καὶ μόνον· οὐ γὰρ καὶ Πατὴρ, καὶ ὅλον Υἱὸς, καὶ ὅλου, καὶ ἀπ' ἀρχῆς, οὔποτε τοῦ εἶναι Υἱὸς ἠργμένος· οὐ γὰρ ἐκ μεταμελείας ἡ θεότης, οὐδὲ ἐκ προκοπῆς ἡ θέωσις, ἵνα λείπῃ ποτὲ, τῷ μὲν τὸ εἶναι Πατρὶ, τῷ δὲ τὸ εἶναι Υἱῷ. Ἀληθῶς ἅγιον τὸ Πνεῦμα τὸ ἅγιον· οὐ γὰρ καὶ ἄλλο τοιοῦτον, οὐδὲ οὕτως, οὐδὲ ἐκ προσθήκης ὁ ἁγιασμὸς, ἀλλ' αὐτοαγιότης· οὐδὲ μᾶλλον καὶ ἧττον, οὐδὲ ἀρξάμενον χρονικῶς ἢ παυσόμενον. Κοινὸν γὰρ Πατρὶ μὲν καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, τὸ μὴ γεγονέναι, καὶ ἡ θεότης· Υἱῷ δὲ καὶ ἁγίῳ Πνεύματι, τὸ ἐκ τοῦ Πατρός. Ἴδιον δὲ Πατρὸς μὲν, ἡ ἀγεννησία· Υἱοῦ δὲ, ἡ γέννησις· Πνεύματος δὲ, ἡ ἔκπεμψις. Εἰ δὲ τὸν τρόπον ἐπιζητεῖς, τί καταλείψεις τοῖς μόνοις γινώσκειν ἄλληλα, καὶ γινώσκεσθαι ὑπ' ἀλλήλων μαρτυρομένοις, ἢ καὶ ἡμῶν τοῖς ἐκεῖθεν ἐλλαμφθησομένοις ὕστερον; ΙΖʹ. Γενοῦ τι τῶν εἰρημένων πρότερον, ἢ τοιοῦτος, καὶ τότε γνώσῃ τοσοῦτον, ὅσον ὑπ' ἀλλήλων γινώσκεσθαι. Νῦν δὲ δίδασκε τοσοῦτον εἰδέναι μόνον, μονάδα ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι προσκυνουμένην, παράδοξον ἔχουσαν καὶ τὴν διαίρεσιν καὶ τὴν ἕνωσιν. Μὴ φοβηθῇς τὰ πάθη, γέννησιν ὁμολογῶν. Ἀπαθὲς γὰρ τὸ Θεῖον, καὶ εἰ γεγέννηκεν. Ἐγώ σοι τούτου ἐγγυητὴς, ὅτι θεϊκῶς, ἀλλ' οὐκ ἀνθρωπικῶς. Οὐδὲ γὰρ τὸ εἶναι αὐτῷ ἀνθρώπινον. Φοβήθητι δὲ χρόνον καὶ κτίσιν. Οὐ γὰρ 35.1224 Θεὸς, εἰ γέγονε, μὴ Θεῷ συνηγορῶν διακενῆς, Θεὸν ἀνέλῃς, ὁμόδουλον ποιῶν τὸ ὁμόθεον, ὃ καὶ σὲ τῆς δουλείας ἐλευθεροῖ, ἂν γνησίως ὁμολογῇς δεσποτείαν. Μὴ φοβηθῇς τὴν πρόοδον· οὐ γὰρ ἀνάγκην ἔχει Θεὸς, ἢ μὴ προβάλλειν, ἢ προβάλλειν ὁμοίως, ὁ πάντα πλούσιος· φοβήθητι δὲ τὴν ἀλλοτρίωσιν,

καὶ τὴν κειμένην ἀπειλὴν, οὐ τοῖς θεολογοῦσιν, ἀλλὰ τοῖς βλασφημοῦσι τὸ Πνεῦμα τὸ ἅγιον. ΙΗʹ. Μήτε τὴν μοναρχίαν κακῶς τιμήσῃς, συναιρῶν ἢ περικόπτων θεότητα· μήτε τὸ τῆς τριθεΐας ἔγκλημα αἰσχυνθῇς, ἕως ἂν καὶ ἄλλος κινδυνεύῃ τὴν διθεΐαν. Ἢ γὰρ συνέλυσας, ἢ συνηπόρησας, ἢ ὁ μὲν ἐναυάγησε μετὰ τῶν λογισμῶν καὶ θεότητα, σοὶ δὲ παρέμεινε θεότης. Καὶ εἰ ὁ λόγος ἠσθένησε, κρεῖσσον καμεῖν ἐν τοῖς λογισμοῖς μετὰ τῆς ὁδηγίας τοῦ Πνεύματος, ἢ προχείρως ἀσεβῆσαι τὴν ῥᾳστώνην διώκοντα. Διάπτυέ μοι τὰς ἐνστάσεις, καὶ τὰς ἀντιθέσεις, καὶ τὴν νέαν εὐσέβειαν, καὶ τὴν μικρολόγον σοφίαν· καὶ διάπτυε πλέον ἢ τὰ τῶν ἀραχνίων νήματα, μυίας μὲν κρατοῦντα, σφηξὶ δὲ ῥηγνύμενα, οὔπω λέγω δακτύλοις, οὐδὲ ἄλλῳ τινι τῶν βαρυτέρων σωμάτων. Ἓν δίδασκε φοβεῖσθαι μόνον, τὸ λύειν τὴν πίστιν ἐν τοῖς σοφίσμασιν. Οὐ δεινὸν ἡττηθῆναι λόγῳ, οὐ γὰρ πάντων ὁ λόγος· δεινὸν δὲ ζημιωθῆναι θεότητα, πάντων γὰρ ἡ ἐλπίς. Ταῦτα μὲν οὖν καὶ κατὰ σεαυτὸν φιλοσοφήσειν, οἶδ' ὅτι, προθυμότερόν τε καὶ τελεώτερον· ἐγγυᾶταί μοι τὰ σὰ τραύματα, καὶ τὸ σὸν σῶμα ὑπὲρ εὐσεβείας πεπονηκός· καὶ ἡμεῖς δὲ συμφιλοσοφήσομεν, ὅση δύναμις. ΙΘʹ. Σὺ δὲ ὅταν ἐκδημήσῃς τὴν καλὴν ἐκδημίαν, μέμνησό μοι τῆς Τριάδος ἐν σκηναῖς κατοικούσης, εἴπερ ὅλως ἐν χειροποιήτοις οἰκεῖ Θεὸς, καὶ τοῦ μικροῦ τούτου θέρους, οὐκ ἐκ μικρῶν μὲν τῶν τῆς εὐσεβείας σπερμάτων, πλὴν ἔτι μικροῦ τε καὶ πενιχροῦ, καὶ κατ' ὀλίγον συναγομένου. Ἐγενήθημεν γὰρ ὡς συνάγοντες καλάμην ἐν ἀμήτῳ, εἰ δεῖ τὸ τοῦ Προφήτου εἰπεῖν ἐν καιρῷ, καὶ ὡς ἐπι 35.1225 φυλλίδα ἐν τρυγήτῳ, οὐχ ὑπάρχοντος βότρυος. Ὁρᾷς τὴν συλλογὴν ὅση· καὶ διὰ τοῦτο σπούδαζε πλουσιωτέραν ποιεῖν ἡμῖν τὴν ἅλω, καὶ τὴν ληνὸν πληρεστέραν. Διήγησαι καὶ τὴν ἡμετέραν κλῆσιν, καὶ τὴν ἄπιστον ἐπιδημίαν, ἣν οὐχ ὥστε συντρυφᾷν, ἀλλ' ὥστε συγκακοπαθεῖν, πεποιήμεθα· ἵνα τῶν δεινῶν μετασχόντες, καὶ τῆς δόξης μετάσχωμεν. Τοῦτόν σοι τὸν λαὸν ἔχεις συλλήπτορα ταῖς εὐχαῖς, τοῦτον συνέκδημον, τὸ στενὸν ἀριθμῷ ποίμνιον, καὶ οὐ στενὸν εὐσεβείᾳ· οὗ πλέον αἰδοῦμαι τὴν στένωσιν, ἢ τὴν ἑτέρων πλατύτητα. Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· μετὰ τούτου καὶ πῦρ διαβήσῃ, καὶ θῆρας κοιμίσεις, καὶ ἡμερώσεις δυνάστας. Οὕτως ἐκδημεῖν, οὕτω στέλλεσθαι, καὶ πρὸς ἡμᾶς ἐπανήκειν πάλιν, πλουσίως πλούσιος, δεύτερος στεφανίτης, καὶ μεθ' ἡμῶν ᾄσων τὸν ἐπινίκιον, νῦν τε καὶ ὕστερον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Page scan enlarged

Notebook

Full View