Of John of Damascus, on the Macedonian months, from...Ἰωάννου τοῦ Δαμασκηνοῦ, περὶ τῶν Μακεδόνων μηνῶν, ἐκ…
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 95:236Ἰωάννου τοῦ Δαμασκηνοῦ, περὶ τῶν Μακεδόνων μηνῶν, ἐκ τῆς ἐκκλησιαστικῆς παραδόσεως. Φασὶ γὰρ οἱ Ἕλληνες εἶναι δώδεκα ζώδια ἐξ ἀστέρων ἐν τῷ οὐρανῷ, ἐναντίαν κίνησιν ἔχοντα τῷ τε ἡλίῳ, καὶ τῇ σελήνῃ, καὶ τοῖς ἄλλοις πέντε πλανήταις, καὶ διὰ δώδεκα ζωδίων παρέρχεσθαι τοὺς ἑπτά. Τῶν δὲ ἑπτὰ πλανητῶν τὰ ὀνόματα εἰσὶ ταῦτα· Ἥλιος, Σελήνη, Ζεὺς, Ἑρμῆς, Ἄρης, Ἀφροδίτη, Κρόνος. Πλανήτας δὲ καλοῦσιν αὐτοὺς διὰ τὸ ἐναντίαν αὐτοὺς τοῦ οὐρανοῦ κινεῖσθαι κίνησιν. Εἶναι δὲ καθ’ ἑκάστην ζώνην τοῦ οὐρανοῦ ἕνα τῶν ἑπτὰ πλανητῶν· ἕνα μὲν ἐν τῇ πρώτῃ καὶ ἀνωτέρᾳ τὸν Κρόνον· ἐν δὲ τῇ δευτέρᾳ τὸν Δία· ἐν τῇ τρίτῃ τὸν Ἄρεα· ἐν δὲ τῇ τετάρτῃ τὸν Ἥλιον· ἐν δὲ τῇ πέμπτῃ τὴν Ἀφροδίτην· ἐν δὲ τῇ ἕκτῃ τὸν Ἑρμῆν· ἐν δὲ τῇ ἑβδόμῃ καὶ κατωτέρᾳ τὴν Σελήνην. Ὁ μὲν οὖν Ἥλιος καθ’ ἕκαστον ζώδιον ἀποτελεῖ μῆνα ἕνα, καὶ διὰ τῶν δώδεκα μηνῶν τὰ δώδεκα ζώδια διέρχεται. Τῶν δὲ δώδεκα ζωδίων τὰ ὀνόματα εἰσὶ ταῦτα, καὶ οἱ τούτων μῆνες· α, Κριός· μηνὶ Μαρτίῳ κα δέχεται τὸν ἥλιον· β, Ταῦρος· μηνὶ Ἀπριλλίῳ κγ· γ, Δίδυμος Μαί̈ῳ κδ· δ, Καρκίνος Ἰουνίῳ κδ· ε, Λέων Ἰουλίῳ κε· 2, Παρθένος, Αὐγούστῳ κε. ζ, Ζυγὸς Σεπτεμβρίῳ κε·
η, Σκορπίος, Ὀκτωβρίῳ. κε· θ, Τοξότης, Νοεμβρίῳ κε· ι, Αἰγόκερως, Δεκεμβρίῳ κε· ια, Ὑδροχόος, Ἰαννουαρίῳ κ· ιβ, Ἰχθῦς, Φευβρουαρίῳ κ. Ἡ δὲ Σελήνη καθ’ ἕκαστον μῆνα τὰ ιβ ζώδια διέρχεται, καὶ κατωτέρα παροῦσα, καὶ ταχύτερον ταῦτα διοδεύουσα· ὡς ἐὰν ποιήσῃς πόλον ἔνδον ἄλλου πόλου, ὁ ἔνδον πόλος μικρότερος εὑρεθήσεται. Οὕτω καὶ ὁ δρόμος τῆς Σελήνης κατωτέρας οὔσης ὀλιγότερός ἐστιν, καὶ ἀνύεται τάχιον.
On Various MonthsΠερὶ διαφόρων μηνῶν
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Περὶ διαφόρων μηνῶν. Μῆνες κατὰ Ῥωμαίους. α. Μάρτιος λα· Γλυκοφάγει, γλυκοπότει. β. Ἀπρίλλιος λ· Ῥαφάνης μὴ φάγῃς. γ. Μάϊος λα· Ποδοκέφαλα μὴ φάγῃς. δ. Ἰούνιος λα· Πίνε ὕδωρ ὀλίγον. ε. Ἰούλιος λα· Ἀπέχου ἀφροδισίων. 2. Αὔγουστος λα· Ὠμὰ λάχανα μὴ φάγῃς. ζ. Σεπτέμβριος λ· Γάλα μὴ φάγῃς. η. Ὀκτώβριος λα· Ἀπέχου ὀξυφαγίας. θ. Νοέμβριος λ· Ἀπέχου πολυλουσίας. ι. Δεκέμβριος λα· Κράμβην μὴ φάγῃς. ια. Ἰαννουάριος λα· Ὥρᾳ ιβ πίνε ἄκρατον ὀλίγον. ιβ. Φευβρουάριος κη· Σεύτλου μὴ φάγῃς.
Months according to the JewsΜῆνες κατὰ Ἰουδαίους
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Μῆνες κατὰ Ἰουδαίους. α. Νισάν. β. Ἰάρ· γ. Σιουάν. δ. Θαμούζ. ε. Ἄβ. 2. Ἀλούλ. ζ. Θεσρή. η. Μαρσουάν. θ. Χασλεύ. ι. Τιβήθ. ια. Σαβάτ. ιβ. Ἀδάρ.
Months according to the MacedoniansΜῆνες κατὰ Μακεδόνας
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Μῆνες κατὰ Μακεδόνας. α. Ταῦρος. β. Δίδυμος· γ. Καρκῖνος.
PG 95:237δ. Λέων. ε. Παρθένος. 2 Ζυγός. ζ. Σκορπίος. η. Τοξότης. θ. Αἰγόκερως. ι. Ὑδροχόος. ια. Ἰχθῦς. ιβ. Κριός.
Months according to the GreeksΜῆνες κατὰ Ἕλληνας
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Μῆνες κατὰ Ἕλληνας. α. Ξανθικός. β. Ἀρτεμίσιος. γ. Δαίσιος. δ. Πάνεμος. ε. Λῷος. 2. Γορπιαῖος. ζ. Ὑπερβερεταῖος. η. Δῖος. θ. Ἀπηλλαῖος. ι. Αὐδυναῖος. ια. Περίτιος. ιβ. Δύστρος.
Months according to the EgyptiansΜῆνες κατὰ Αἰγυπτίους
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Μῆνες κατὰ Αἰγυπτίους. α. Φαρμουθί. β. Παχών. γ. Παυνί. δ. Ἐπιφί. ε. Μεσωρί. 2. Θώθ. ζ. Φαωφί. η. Ἀθύρ. θ. Χοιάκ. ι. Τυβί. ια. Μεχείρ. ιβ. Φαμενώθ.
Second witness · khazarzar edition
De mensibus Macedonicis ̓Ιωάννου τοῦ Δαμασκηνοῦ, περὶ τῶν Μακεδόνων μηνῶν, ἐκ τῆς ἐκκλησιαστικῆς παραδόσεως. Φασὶ γὰρ οἱ Ἕλληνες εἶναι δώδεκα ζώδια ἐξ ἀστέρων ἐν τῷ οὐρανῷ, ἐναντίαν κίνησιν ἔχοντα τῷ τε ἡλίῳ, καὶ τῇ σελήνῃ, καὶ τοῖς ἄλλοις πέντε πλανήταις, καὶ διὰ δώδεκα ζωδίων παρέρχεσθαι τοὺς ἑπτά. Τῶν δὲ ἑπτὰ πλανητῶν τὰ ὀνόματα εἰσὶ ταῦτα· Ἥλιος, Σελήνη, Ζεὺς, Ἑρμῆς, Ἄρης, Ἀφροδίτη, Κρόνος. Πλανήτας δὲ καλοῦσιν αὐτοὺς διὰ τὸ ἐναντίαν αὐτοὺς τοῦ οὐρανοῦ κινεῖσθαι κίνησιν. Εἶναι δὲ καθ' ἑκάστην ζώνην τοῦ οὐρανοῦ ἕνα τῶν ἑπτὰ πλανητῶν· ἕνα μὲν ἐν τῇ πρώτῃ καὶ ἀνωτέρᾳ τὸν Κρόνον· ἐν δὲ τῇ δευτέρᾳ τὸν Δία· ἐν τῇ τρίτῃ τὸν Ἄρεα· ἐν δὲ τῇ τετάρτῃ τὸν Ἥλιον· ἐν δὲ τῇ πέμπτῃ τὴν Ἀφροδίτην· ἐν δὲ τῇ ἕκτῃ τὸν Ἑρμῆν· ἐν δὲ τῇ ἑβδόμῃ καὶ κατωτέρᾳ τὴν Σελήνην. Ὁ μὲν οὖν Ἥλιος καθ' ἕκαστον ζώδιον ἀποτελεῖ μῆνα ἕνα, καὶ διὰ τῶν δώδεκα μηνῶν τὰ δώδεκα ζώδια διέρχεται. Τῶν δὲ δώδεκα ζωδίων τὰ ὀνόματα εἰσὶ ταῦτα, καὶ οἱ τούτων μῆνες· αʹ, Κριός· μηνὶ Μαρτίῳ καʹ δέχεται τὸν ἥλιον· βʹ, Ταῦρος· μηνὶ Ἀπριλλίῳ κγʹ· γʹ, Δίδυμος Μαΐῳ κδʹ· δʹ, Καρκίνος Ἰουνίῳ κδʹ· εʹ, Λέων Ἰουλίῳ κεʹ· ϛʹ, Παρθένος, Αὐγούστῳ κεʹ. ζʹ, Ζυγὸς Σεπτεμβρίῳ κεʹ· ηʹ, Σκορπίος, Ὀκτωβρίῳ. κεʹ· θʹ, Τοξότης, Νοεμβρίῳ κεʹ· ιʹ, Αἰγόκερως, Δεκεμβρίῳ κεʹ· ιαʹ, Ὑδροχόος, Ἰαννουαρίῳ κʹ· ιβʹ, Ἰχθῦς, Φευβρουαρίῳ κʹ. Ἡ δὲ Σελήνη καθ' ἕκαστον μῆνα τὰ ιβʹ ζώδια διέρχεται, καὶ κατωτέρα παροῦσα, καὶ ταχύτερον ταῦτα διοδεύουσα· ὡς ἐὰν ποιήσῃς πόλον ἔνδον ἄλλου πόλου, ὁ ἔνδον πόλος μικρότερος εὑρεθήσεται. Οὕτω καὶ ὁ δρόμος τῆς Σελήνης κατωτέρας οὔσης ὀλιγότερός ἐστιν, καὶ ἀνύεται τάχιον. Περὶ διαφόρων μηνῶν. Μῆνες κατὰ Ῥωμαίους. αʹ. Μάρτιος λαʹ· Γλυκοφάγει, γλυκοπότει. βʹ. Ἀπρίλλιος λʹ· Ῥαφάνης μὴ φάγῃς. γʹ. Μάϊος λαʹ· Ποδοκέφαλα μὴ φάγῃς. δʹ. Ἰούνιος λαʹ· Πίνε ὕδωρ ὀλίγον. εʹ. Ἰούλιος λαʹ· Ἀπέχου ἀφροδισίων. ϛʹ. Αὔγουστος λαʹ· Ὠμὰ λάχανα μὴ φάγῃς. ζʹ. Σεπτέμβριος λʹ· Γάλα μὴ φάγῃς. ηʹ. Ὀκτώβριος λαʹ· Ἀπέχου ὀξυφαγίας. θʹ. Νοέμβριος λʹ· Ἀπέχου πολυλουσίας. ιʹ. Δεκέμβριος λαʹ· Κράμβην μὴ φάγῃς. ιαʹ. Ἰαννουάριος λαʹ· Ὥρᾳ ιβʹ πίνε ἄκρατον ὀλίγον. ιβʹ. Φευβρουάριος κηʹ· Σεύτλου μὴ φάγῃς. Μῆνες κατὰ Ἰουδαίους. αʹ. Νισάν. βʹ. Ἰάρ· γʹ. Σιουάν. δʹ. Θαμούζ. εʹ. Ἄβ. ϛʹ. Ἀλούλ. ζʹ. Θεσρή. ηʹ. Μαρσουάν. θʹ. Χασλεύ. ιʹ. Τιβήθ. ιαʹ. Σαβάτ. ιβʹ. Ἀδάρ. Μῆνες κατὰ Μακεδόνας. αʹ. Ταῦρος. βʹ. Δίδυμος· γʹ. Καρκῖνος. δʹ. Λέων. εʹ. Παρθένος. ϛʹ Ζυγός. ζʹ. Σκορπίος. ηʹ. Τοξότης. θʹ. Αἰγόκερως. ιʹ. Ὑδροχόος. ιαʹ. Ἰχθῦς. ιβʹ. Κριός. Μῆνες κατὰ Ἕλληνας. αʹ. Ξανθικός. βʹ. Ἀρτεμίσιος. γʹ. Δαίσιος. δʹ. Πάνεμος. εʹ. Λῷος. ϛʹ. Γορπιαῖος. ζʹ. Ὑπερβερεταῖος. ηʹ. Δῖος. θʹ. Ἀπηλλαῖος. ιʹ. Αὐδυναῖος. ιαʹ. Περίτιος. ιβʹ. Δύστρος. Μῆνες κατὰ Αἰγυπτίους. αʹ. Φαρμουθί. βʹ. Παχών. γʹ. Παυνί. δʹ. Ἐπιφί. εʹ. Μεσωρί. ϛʹ. Θώθ. ζʹ. Φαωφί. ηʹ. Ἀθύρ. θʹ. Χοιάκ. ιʹ. Τυβί. ιαʹ. Μεχείρ. ιβʹ. Φαμενώθ.