PG 17Origen
Commentaries on Job
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

Origen: Exegetical Works on JobΩΡΙΓΕΝΟΥΣ ΕΞΗΓΗΤΙΚΑ ΕΙΣ ΤΟΝ ΙΩΒ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 17:57ΩΡΙΓΕΝΟΥΣ ΕΞΗΓΗΤΙΚΑ ΕΙΣ ΤΟΝ ΙΩΒ. ΚΕΦ. Α. Στίχ. ι. Οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ; Πόθεν οἶδας, ὅτι πέφρακται; Οὗτος ὁ ἀντίδικος ἡμῶν ὁ διάβολος ὡς λέων ὠρυόμενος περιπορεύεται, ζητῶν καταπιεῖν τινα. Ἦλθεν οὖν καὶ περὶ τὸν Ἰὼβ, βουλόμενος τὰ αὐτὰ ποιῆσαι. Ὕστερον λαβὼν ἐξουσίαν, ταῦτα πεποίηκε. Καὶ ὅτι πάντα περιπεφραγμένα ἦν, καὶ ταῦτα νοήσας ἐκ τοῦ κεκωλύσθαι· βουλόμενος ποιεῖν τὰ περὶ τοῦ Ἰὼβ, εἶπε· Σὺ περιέφραξας τὰ ἔσω αὐτοῦ καὶ τὰ ἔξω αὐτοῦ. Πάντα οὖν ἐφ’ ὅσον οὐ δίδοται τῷ διαβόλῳ, σὺ περιέφραξας. Στ. ιη. Ἔτι τούτου λαλοῦντος, ἄλλος ἄγγελος λέγων τῷ Ἰώβ· Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων, παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ, Στ. ιθ. Ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν. Ἐσώθην δὲ ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Τὰς μὲν οὖν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς, τοὺς ὄνους δὲ καὶ τὰ ζεύγη τῶν βοῶν ὑπὸ τοὺς αἰχμαλωτίζοντας· τὰ πρόβατα δὲ ἐμίσει. Διὰ τοῦτο πῦρ ἐπ’ αὐτὰ κατήγαγεν.
PG 17:58Ἀλλὰ καὶ τοῖς υἱοῖς ἐπεβούλευσε, καιρὸν ἐζήτει τοῦ αὐτοὺς ἀπολέσαι. Εἰ εὑρήκει ἀναγινώσκοντας, οὐκ ἂν ἥψατο τῆς οἰκίας, οὐδὲ τόπον εἶχε τοῦ αὐτοὺς ἀποκτεῖναι. Εἰ εὑρήκει προσευχομένους, οὐδὲν ἠδύνατο ποιῆσαι κατ’ αὐτῶν. Ἀλλ’ ὅτε εὗρεν εὐκαιρίαν, ἴσχυσε. Ποῖος οὖν ὁ καιρός; Μέθη ἦν, συμπόσιον ἦν. Τὸ, τῶν γωνιῶν τῆς οἰκίας ἅψασθαι τὸ πνεῦμα, ἐπίστησον, ὅτι ἐν ταῖς τῶν γωνιῶν πλατείαις οἱ ὑποκριταὶ ἑστῶτες προσεύχονται· πᾶς δὲ ὁ μὴ ἐπιβεβηκὼς εὐθείας ὁδοῦ, ταῖς γωνίαις κέχρηται. Πλατεῖα δὲ γωνία ἡ πολλὴ καὶ ἀνειμένη κακία.

Chapter IIΚΕΦ. Β

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. Β. Στίχ. β. Καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· Πόθεν σὺ ἔρχῃ; Ἑώρα ὁ Θεὸς, ὅπως αἰσχυνθεὶς διεπονεῖτο ὁ Σατανᾶς. Ὅταν δὲ ἐπερωτῶν ἴδῃ ἀγνωμονοῦντα, τότε ἐλέγχει κακουργοῦντα, ὡς ἤλεγξε τὸν Κάϊν. Στ. θ. Χρόνου δὲ προβεβηκότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ. Ὅρα τὸ κακοῦργον. Ὅτε πολὺς διῆλθε χρόνος, τότε ἐπιτίθεται· τότε γὰρ μάλιστα τῆς δυνάμεως ἐξασθενεῖ. Διπλᾶ τὰ τῆς ἀσθενείας ἦν, τῷ τε τὸν φέροντα ἀσθενέστερον γενέσθαι τῷ μήκει τοῦ χρόνου, καὶ τῷ τὴν ἐλπίδα ἀπογνωσθῆναι μᾶλλον. Καὶ μετ’ ὀλίγα· Μὴ τοίνυν τοῦτο ἴδωμεν, ὅτι γυνὴ, ἀλλὰ τί συμβουλεύει.
PG 17:59Τοῦτο καὶ τοῖς νῦν ἀνθρώποις παραινῶ, μὴ πρὸς τὰ τῶν προσώπων ἀξιώματα βλέπειν, ἀλλὰ πρὸς τὸν τρόπον τῆς συμβουλῆς. Γυνή ἐστιν ἵνα βοηθῇ, οὐχ ἵνα ὑποσκελίζῃ. Στ. θ. Εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσεις; Τὸ πάντων μηχανημάτων τῶν προλαβόντων ἰσχυρότερον ὕστερον ὁ διάβολος προσάγει. Εἴθε καὶ ταύτην ἔλαβες Εἴθε μετὰ τῶν παίδων κατέχωσας Τινὲς δέ φασιν οὐδὲ τῆς γυναικὸς εἶναι τὰ ῥήματα, ἀλλ’ αὐτὸν εἰς αὐτὴν τυπωθέντα ταῦτα φθέγγεσθαι· οὐδὲ γὰρ ἦν τὴν γυναῖκα τοῦ Ἰὼβ τοιαύτην εἶναι· πλὴν εἴ τις λέγοι, συμφορᾷ περιτραπεῖσαν, τοιαύτην αὐτὴν γενέσθαι. Καὶ μετ’ ὀλίγα· Εἰκὸς οὐ ταύτην πρώτην γεγενῆσθαι τὴν συμβουλὴν, ἀλλὰ πολλάκις πολλὰ τούτων ἀκοῦσαι χαλεπώτερα παρὰ τῆς γυναικός. Ὅρα διαβολικὴν ἀπάτην. Ἐνενόησε τὴν Εὔαν. Τοῦτο, φησὶ, τὸν πρῶτον κατήνεγκεν ἄνθρωπον· τοῦτο καὶ τούτου περιγενέσθαι δυνήσεται. Ἀλλ’, ὦ ἄθλιε καὶ ἀνόητε ἐκεῖνον ἥττονα γαστρὸς εὑροῦσα, ἰὸν ἔσπειρε τὸν ἑαυτῆς. Τοῦτον δὲ ὁρᾷς φιλοσοφοῦντα, καὶ αὐτῆς περιγενόμενον τῆς φύσεως.
PG 17:60Οὐκ ἐπέκαμψεν αὐτὸν χρημάτων ἀπώλεια, οὐδὲ παίδων θάνατος ἄωρος, οὐδὲ βάσανος σώματος ἀπαραμύθητος, οὐδὲ χρόνου μῆκος τοσοῦτον. Καὶ τὸν ὑπὸ πραγμάτων οὐχ ἁλόντα, τοῦτον ὑπὸ λόγων προσδοκᾷς χειρώσασθαι;

Of the sameΤοῦ αὐτοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τοῦ αὐτοῦ. Τί τὸν ἀθλητὴν ἐκλύεις; Τί καταστέλλεις τὰς χεῖρας; δέον εἰπεῖν κατὰ τὸν Ἀπόστολον· Ἔτι μικρὸν, ἔτι μικρόν. Στ. θ. Ἀλλ’ εἶπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα. Μετὰ τὸ τὴν τραγῳδίαν ἀκριβῶς διηγήσασθαι, τότε τὴν ἀναίσχυντον ἐπιφέρει συμβουλήν. Καὶ οὐδὲ αὐτῷ φανερῶς εἶπε, Βλασφήμησον. Οἱ γὰρ πονηρὰ συμβουλεύοντες οὐ τολμῶσιν ἀνακεκαλυμμένην εἰσάγειν τὴν συμβουλήν. Τί λέγεις, ὦ γύναι; Δέον ἐξιλεώσασθαι, δέον καταλλάξαι, παροξῦναι μᾶλλον παραινεῖς; Εἰ γὰρ ὁ Θεὸς ταῦτα ἐποίησε, παρακαλέσαι αὐτὸν, οὐ βλασφημῆσαι δεῖ. Πόθεν δὲ δῆλον, ὅτι καὶ ἐρώμενον τελευτήσω; Πλὴν ὅρα ὅπως εἶχε περὶ τῆς βλασφημίας ἡ γυνή. Ὥσπερ παραχρῆμα αὐτὴν θάνατον ἐπάγειν ἱκανὴν ἡγεῖτο. Στ. ι. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ὁ γὰρ μακάριος οὗτος, πανταχόθεν βαλλόμενος, ἀσφαλέστερον ἵστατο, καὶ μυρία βέλη δεχόμενος, οὐκ ἐνεδίδου.
PG 17:61Ἀλλ’ ἐκένωσε μὲν τοῦ διαβόλου τὴν βελοθήκην, αὐτὸς δὲ οὐ κατέπεσεν, οὐδὲ ὑπεσκελίσθη. Ἀλλ’ ὥσπερ ἄριστος κυβερνήτης, οὔτε μαινομένης τῆς θαλάσσης, καὶ τῶν κυμάτων διεγειρομένων κατεποντίζετο, οὔτε γαλήνης οὔσης ῥᾳθυμότερος ἐγίνετο. Ἀλλ’ ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν διαφορᾷ ἴσην τὴν ἑαυτοῦ τέχνην διετήρησε. Καὶ οὔτε πλοῦτος ἑαυτὸν ἐφύσησεν, οὔτε πενία ἐταπείνωσεν, οὔτε, κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων, ὕπτιος ἦν καὶ ἀναπεπτωκὼς, οὔτε, ὅλης σχεδὸν τῆς οἰκείας ἀνατραπείσης, καὶ πανολεθρίας γενομένης, διεταράχθη, καὶ τὴν ἀνδρίαν ἤλεγξε τὴν ἑαυτοῦ. Ἀκουέτωσαν πλούσιοι, ἀκουέτωσαν πένητες· ἑκατέροις γὰρ τὸ διήγημα χρήσιμον, καὶ πᾶσιν ἀνθρώποις ἡ ἱστορία λυσιτελής· καὶ τοῖς ἐν εὐημερίᾳ, καὶ τοῖς ἐν συμφοραῖς. Ἑκάτερα γὰρ τὰ ὅπλα μεταχειρίσας ὁ τῆς εὐσεβείας ἀγωνιστὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ἐν ἑκατέροις τὸ τρόπαιον ἔστησε· καὶ πρὸς πᾶν εἶδος πολέμου τοῦ δαίμονος ἐπελθόντος ἐκείνου, πρὸς ἅπαντα παρετάξατο, καὶ ἐν πᾶσιν ἀνεκηρύττετο.
PG 17:62Καὶ καθάπερ στρατιώτης γενναῖος, καὶ εἰδὼς νυκτομαχεῖν, τειχομαχεῖν, πεζομαχεῖν, ναυμαχεῖν, καὶ τοξεύειν, καὶ δόρυ σείειν, καὶ σφενδόναις καὶ ἀκοντίοις, καὶ παντὶ τρόπῳ μάχης περιγίνεσθαι τῆς ἐναντίων καὶ πανταχοῦ κρατεῖν· οὕτω δὴ καὶ ὁ γενναῖος ἐκεῖνος ἅπαντα πειρασμὸν μετὰ πολλῆς ἤνεγκε τῆς ἀνδρίας, τὸν ἀπὸ πενίας, τὸν ἀπὸ λιμοῦ, τὸν ἀπὸ νόσου, τὸν ἐξ ὀδύνης, τὸν ἀπὸ παίδων ἀπωλείας, τὸν ἀπὸ τῶν φίλων, τὸν ἀπὸ τῶν ἐχθρῶν, τὸν ἀπὸ τῆς γυναικὸς, τὸν ἀπὸ τῶν οἰκετῶν. Οὐ γὰρ ἦν ἀνθρωπίνη συμφορὰ, ἣ μὴ εἰς τὸ σῶμα ἐξεκενώθη ἐκείνου. Ἀλλ’ ὅμως ἁπάντων ὑπερηνέχθη τῶν δικτύων, καὶ ὑψηλότερος γέγονε τῶν τοῦ διαβόλου καλάμων. Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι καὶ πάντα αὐτῷ, καὶ πάντα μεθ’ ὑπερβολῆς, καὶ πάντα ὑφ’ ἕν. Μὴ γὰρ τοῦτο ἴδῃς, ὅτι τοσαῦτα ἔπαθεν· ἀλλὰ πρόσθες, ὅτι οὐδὲ κατὰ μικρὸν, οὐδὲ ἐκ διαστήματος, ἀλλ’ ὑφὲν καὶ ὁμοῦ. Οὐ μικρὰ δὲ αὕτη πειρασμῶν προσθήκη. Τῶν μὲν γὰρ ἄλλων ἕκαστος ἀνθρώπων πρῶτον μὲν οὐδεὶς ἂν εὑρεθείη πάντα ὑπομείνας ὁμοῦ, ἀλλ’ εἰ καὶ πενίᾳ παλαίει, ὅμως ὑγείας ἀπολαύει·
PG 17:63εἰ δὲ καὶ πενίᾳ καὶ νόσῳ περιεπάρη, ἀλλὰ γυναικὸς πολλάκις ἀπήλαυσε παραμυθουμένης τὰ δεινὰ, καὶ ἀντὶ λιμένος αὐτῷ γινομένης. Εἰ δὲ μὴ γυναικὸς ἀπήλαυσε τοιαύτης, ἀλλ’ οὐχ οὕτω συμβουλευθείσης ὀλέθρια, ἀλλ’ οὐχὶ καὶ τοὺς παῖδας ἀθρόον ἀπώλεσεν ἅπαντας· εἰ δὲ καὶ ἀθρόον, ἀλλ’ οὐ τοιούτῳ τρόπῳ τελευτῆς· εἰ δὲ καὶ τοιούτῳ [τρόπῳ] τελευτῆς, ἀλλὰ φίλους ἔσχε παρακαλοῦντας· εἰ δὲ οὐκ ἔσχε παρακαλοῦντας, ἀλλ’ οὐχὶ καὶ οὕτως ἐπεμβαίνοντας· εἰ δὲ καὶ ἐπεμβαίνοντας, ἀλλ’ οὐχὶ καὶ οἰκέτας ὀνειδίζοντας· εἰ δὲ καὶ ὀνειδίζοντας, ἀλλ’ οὐχὶ καὶ εἰς τὸ πρόσωπον αὐτοῦ ἐμπτύοντας· εἰ δὲ καὶ εἰς τὸ πρόςωπον ἐμπτύοντας, ἀλλ’ οὐχὶ καὶ νόσῳ τοιαύτῃ περιεπάρει, ἀλλὰ δωματίου καὶ σκέπης ἀπήλαυσε, καὶ οὐκ ἐπὶ τῆς κοπρίας ἐκάθητο· εἰ δὲ καὶ ἐπὶ τῆς κοπρίας ἐκάθητο, ἀλλ’ ἔσχε τοὺς χεῖρα ὀρέγοντας· εἰ δὲ μὴ ἔσχε τοὺς χεῖρα ὀρέγοντας, ἀλλ’ οὐχὶ καὶ ἐπεμβαίνοντας. Οὗτος δ’ ἅπαντα ταῦτα ὑπήνεγκεν. Στίχ. ια. Παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτὸν, Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεὺς, Βαλδὰδ ὁ Σαυχέων τύραννος, Σωφὰρ Μιναίων βασιλεύς. Φιλικὴ μὲν ἡ παρουσία σου, φιλικὴ δὲ ἡ παραίνεσις. Ἐλιφάζ·
PG 17:64Θεός με διέσπειρεν, ἢ, Θεοῦ μου φαυλισμός. Θαιμὰν, ἔκλειψις αὐτῶν. Σωφὰρ, σκοπὸς, ἢ φαυλισμός. Βαλδὰδ, παλαίωσις, καὶ ἐπίδοξος. Σαυχαίων, ἀδολεσχία αὐτῶν. Στίχ. ια. Ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα, τὰ ἐπελθόντα αὐτῷ, παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν. Ἐάν τις ζητῇ, διὰ τί μετὰ τοσοῦτον χρόνον οἱ φίλοι παραγεγόνασιν, ἐννοείτω πρῶτον μὲν, ὅτι διαφόρους ᾤκουν χώρας, καὶ μετὰ πλεῖστον χρόνον πολλοὶ μὲν ἤκουσαν ἴσως, τὸ δὲ παράδοξον τῆς συμφορᾶς καὶ ἄπιστον ἐδόκει, εἰ καὶ ἐπὶ κοπρίας ὁ Ἰὼβ καὶ ἀνεπικούρητος κάθηται. Καὶ περιέμενον διὰ πλειόνων πιστώσασθαι τὴν ἀκοὴν, ἢ καὶ ἐκπέμψαι καὶ ἰδεῖν, εἰ καὶ ἀληθῆ τὰ λεγόμενα. Ἐν τούτοις οὖν ὁ χρόνος ἐτρίβετο. Πρὸς δὴ τούτοις, ὅτε τὸ ἀληθὲς ἔγνωσαν, βασιλεῖς ὄντες καὶ ἐκδημεῖν μέλλοντες, ἀνάγκην εἶχον πρότερον εὖ διαθεῖναι τὰ κατὰ τὸν οἶκον, καὶ ἐπιστῆσαι τοῖς ἀρχομένοις τοὺς ἀνθ’ ἑαυτῶν. Ταῦτα πάντα αὐτοὺς ἀπησχόλει, καὶ ἐνεβράδυνον. Καὶ εἰ μὴ σφόδρα γε ἀγαπητοί τινες ἦσαν καὶ δίκαιοι, οὐκ ἂν, τὰς οἰκείας καταλιπόντες χώρας καὶ βασιλείας, ἀφικνοῦντο πρὸς τὴν ἐπίσκεψιν, ἀλλὰ δι’ ἑτέρων τὴν χρείαν ἐπλήρουν.
PG 17:65Ἔστι δὲ ἐννοεῖν, ὡς καὶ οἰκονομία τις ἦν θεία τῆς ἀφίξεως ἡ ἀναβολή. Ἐπειδὴ γὰρ ὁμοῦ τῇ τῶν φίλων διαλέξει καὶ τὸ πᾶν τοῦ ἀγῶνος ἐλύθη, τοῦ Θεοῦ χρηματίσαντος, καὶ τὸν δίκαιον ἀνακτησαμένου καὶ στεφανώσαντος, οἰκονομία τις γέγονε θεία, ἐμβραδῦναι τοὺς φίλους, ἵνα παραταθῇ τὰ τοῦ νοσήματος, καὶ μειζόνως ἀθλήσας ὁ δίκαιος, δικαιότερον ἀναῤῥηθῇ παρὰ τοῦ Θεοῦ. Στίχ. ια. Καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν, τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν. Ὁ Σύμμαχος οὕτως ἐξέδωκε· Συνετάξαντο γὰρ ὁμοῦ ἐλθόντες συμπαθῆσαι αὐτῷ, καὶ παραμυθήσασθαι αὐτόν. Ὅρα καὶ ἐντεῦθεν, ὡς καὶ ἕτερος παρῆλθε χρόνος, ἕως ὅτε, πρὸς ἀλλήλους διαπεμψάμενοι, τὴν ἐπὶ τὸ αὐτὸ σύνοδόν τε καὶ ἄφιξιν ἐποιήσαντο. Στίχ. ιβ. Καὶ καταπασάμενοι γῆν ἐπὶ τὰς κεφαλὰς αὐτῶν. Στίχ. ιγ. Παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας, καὶ ἑπτὰ νύκτας. Οὐκ εἶπε δὲ ἡ Γραφὴ, ὅτι παρεκάθηντο ἑπτὰ ἡμέρας πρωί̈θεν ἕως ἑσπέρας, οὐδὲ ἑπτὰ νύκτας ἀφ’ ἑσπέρας μέχρι πρωί̈. Δῆλον οὖν, ὅτι, τὸ πλεῖον τῆς ἡμέρας παρακαθεζόμενοι, ὑπεχώρουν τὰς ἀναγκαίας ἐκπληρώσοντες χρείας·
καὶ πάλιν ἐπανήκοντες, μέχρι πολλοῦ τῆς νυκτὸς παρεκαθέζοντο, καὶ αὖθις ἀπιόντες, πάλιν ὤρθριζον πρὸς αὐτόν. Ὃ δὴ τῶν γνησιωτάτων καὶ συμπαθεστάτων φίλων ἴδιον. Τῇ δὲ κοινῇ συνηθείᾳ χρωμένη ἡ Γραφὴ, οὕτως ἀπολύτως εἶπε· Παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας. Ἐπεὶ καὶ ὅτε λέγει τὸν Ἰακὼβ δεκατέσσαρα ἔτη δουλεῦσαι, καὶ συγκαίεσθαι τῷ καύσονι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἆρα ὑπὸ στέγην οὐκ εἰσῄει ποτέ; ἆρα οὐδεμιᾶς ἀναπαύσεως ἔτυχεν ὅλῳ τῷ χρόνῳ; Ταῦτα μὲν οὖν καὶ λεπτολογεῖν φλύαρον. Ὡς γὰρ ἔφην, ἡ Γραφὴ κοινῇ συνηθείᾳ χρῆται. Ἐπειδὴ δέ τινες, κωμῳδοῦντες τὴν Γραφὴν, καὶ ἐντεῦθεν αὐτὴν ὡς ψευδῆ διασύρουσιν· Ὡς γὰρ ἂν, φασὶν, ἄσιτοι διετέλουν καὶ ἄϋπνοι ἐπὶ τοσαύταις ἡμέραις; ἠναγκάσθημεν αὐτῶν συναπαχθῆναι τῇ ἀκαίρῳ στενοχωρίᾳ.

Chapter IIIΚΕΦ. Γ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. Γ. Ἀλλ’ ἐν τούτοις μὲν τὸ δεύτερον ἤνυσται κεφάλαιον· τοῦ τρίτου δὲ προθεωρίαν ποιούμενοι, φαμὲν, ὡς ἀλγεῖ μὲν ὁ δίκαιος, καὶ οὐκ ἄν τις ἀρνήσαιτο οὐ γὰρ τῶν ἀναισθήτων ἡ ἀρετὴ, ἀλλὰ τῶν ἐν τοῖς πάθεσι φιλοσοφούντων. Οὐ δύναται δὲ, κατὰ μὲν τὸ φαινόμενον, ὑπὸ τῆς ἐν σαρκὶ πληγῆς δριμυτάτως κεντούμενος·
PG 17:66κατὰ δὲ τὸ νοούμενον, οἷα δίκαιος καὶ φιλόθεος ἀνὴρ ὁρῶν τινας σκανδαλιζομένους ἐπὶ τοῖς αὐτῶν παθήμασιν, ὡς τῆς τοῦ Θεοῦ δόξης ἐπ’ αὐτῷ διασυρομένης, εἰ ὁ δίκαιος ταῦτα ὑπομένει. Καὶ γὰρ ὅτε λέγει· Ἵνα τί ἔθου με κατ’ ἐντευκτήν σου; οὐκ αὐτὸς κατὰ τοῦ Θεοῦ ἐτύγχανε, μὴ γένοιτο τίνι γὰρ εἶχεν ἐντυγχάνειν; Ἀλλὰ τοῦτό ἐστιν ὅ φησιν· Ἵνα τί δι’ ἐμὲ, Δέσποτα, τὸ ὄνομά σου βλασφημεῖται; Θορυβεῖται δὲ οὐδὲν ἧττον καὶ ἰλιγγιᾷ, μήπως πλείως ἐγκατάλειψιν ὑπέστη παρὰ Θεοῦ. Οὐδὲ γὰρ οὕτω τιμωρεῖται ψυχὴ φιλόθεος, ὡς τὸ ὑποπτεύειν καταλελεῖφθαι παρὰ Θεοῦ· καὶ μυριάκις αἱρεῖται τὸν θάνατον, ἢ μετὰ ἀλγηδόνων καὶ τοιαύτης ὑποψίας τοῖς ζῶσιν ἐγκαταλέγεσθαι. Ἐπὶ μὲν οὖν τῇ τῶν κτημάτων ἀπωλείᾳ καὶ τῇ τῶν παίδων ἀθρόᾳ τελευτῇ οἵας ἀφῆκε χαριστηρίους φωνὰς ἠκούσαμεν, καὶ ὅπως τὴν γυναῖκα ἐξεπαίδευσεν ἀπρεπές τι περὶ τοῦ Δεσπότου λογισαμένην, καὶ ποῖα μετὰ πεῖραν καὶ ἐξουδένωσιν καὶ τὸ δριμὺ πάθος ἐφθέγξατο, καὶ ὡς οὐδὲν αὐτὸν τῶν ἀνθρωπίνων συμπτωμάτων διεθορύβησεν·
PG 17:67ὡς δὲ οἱ φίλοι παρεγένοντο ἄνδρες δίκαιοι καὶ συμπαθεῖς, εὔκαιρον ᾠήθη, θεωρῶν αὐτῶν τὴν ὑπομονὴν καὶ τὴν ἀγάπην ἐπ’ αὐτῶν, εἰπεῖν καὶ δημοσιεῦσαι τὰς κατὰ ψυχὴν ἀλγηδόνας, καὶ φθέγγεται μὲν καθ’ ἱστορίαν ἀκίνδυνον. Ἓν γὰρ ἦν τοῦ διαβόλου τὸ σπούδασμα, τὸ παρασκευάσαι τὸν δίκαιον βλασφημῆσαι Θεόν. Ὁ δὲ οὐδαμῶς φαίνεται τοῦτο διαπραξάμενος, ἀλλὰ καὶ μᾶλλον εὐφημήσας, καὶ χαριστηρίους ἀναπέμψας φωνάς. Καταρᾶται δὲ τὴν ἡμέραν τῆς γεννήσεως, καὶ τὸν θάνατον ἐπιποθεῖ, διὰ τὰς ἀνωτέρω λεχθείσας αἰτίας. Πρὸς δὲ διάνοιαν μυστήρια λαλεῖ· καὶ περὶ τῶν ἤδη προγεγονότων φιλοσοφεῖ, καὶ πληροφορεῖ τὸ μέλλον. Τοιαῦται γὰρ ἀεὶ τῶν ἁγίων προφητῶν αἱ ῥήσεις. Ἐπὶ δὲ αὐτῶν τῶν λέξεων γενόμενοι, σαφηνίσωμεν τὴν διάνοιαν, αὐτοῦ ποδηγοῦντος πρὸς τὴν ἑρμηνείαν, τοῦ καὶ τὸν ἅγιον Ἰὼβ πρὸς τοὺς ἀγῶνας ἐνισχύσαντος. Στίχ. α. Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ. Ὅτι δίκαιος ἀνοίγει τὸ στόμα, οὐχ ἁπλῶς οὑτωσὶ προσήκει προσέχειν τοῖς λεγομένοις, ἀλλὰ τὰ ἐκ τῶν λόγων ἀναζητεῖν ὠφέλειαν. Μεστὰ γὰρ ἀεὶ ὠφελείας τὰ τοιαῦτα ῥήματα τῶν ἁγίων·
PG 17:68καὶ ἀνοίγων τὸ στόμα δίκαιος, κεκρυμμένους δημοσιεύει θησαυρούς. Διὸ καὶ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ Παῦλος ἐπιστέλλων φησί· Τὸ στόμα μου ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. Καὶ περὶ τοῦ Κυρίου γέγραπται ὅτι Ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκε. Καὶ ἁπλῶς ἐκεῖνος μαρτυρεῖται στόμα ἀνοίγειν, ὁ σιωπῆς μέτρα πρότερον διδαχθείς. Οὐκοῦν καὶ Ἰὼβ ἀνοίγει τὸ στόμα μετὰ τοῦτο· τουτέστι μετὰ τὸ μέγα τρόπαιον, μετ’ ἐκεῖνα τὰ πάθη, οὐκ ἀβασανίστως φθέγγεται περιαλγῶν τῷ σώματι, τῆς γλώσσης φθανούσης τὸ τῆς φρονήσεως ἔνθεσμον, ἀλλὰ σωφρονῶν καὶ ταῖς φωναῖς ὑποδείκνυται. Δηλοῖ δὲ καὶ τὴν γαλήνην τῆς ψυχῆς καὶ τῶν ῥημάτων τὸ ἐμπρεπὲς ἡ τοῦ ἀνοῖξαι τὸ στόμα αὐτοῦ μαρτυρία.

Chapter XIXΚΕΦ. ΙΘ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΙΘ. Στίχ. α. Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; Ὥσπερ σώματα βαρέα ἐπιτιθέμενα ζώων σώμασιν, κάμνειν ποιεῖν τὰ βαστάζοντα· οὕτως εἰσί τινες λόγοι βαρεῖς, οὓς ἀκούσας τις κάμνει. Ὡς ὑπὸ βάρους πιεζόμενος, τῆς δυνάμεως τῶν λόγων τῶν οὐ κακῶς, καὶ χαλεπῶς, ἢ ἐπὶ λοιδορίας εἰρημένων ὑπὸ τῶν ἄλλων δύο μετὰ Βαλδὰδ ἐληλυθότων, οἱονεὶ φορτίου αἴσθησις βαρέος, ὁ Ἰώβ φησι καμὼν τῇ ψυχῇ ἐφ’ οἷς εἰρήκασιν·
PG 17:69Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; Καὶ μετ’ ὀλίγον· Ὁρᾷς ὡς προγέγραπται ὁ Σαυχαίων τύραννος. Τυραννικοὶ αὐτοῦ εἰσιν οἱ λόγοι, οὓς ἀκούσας ὁ Ἰὼβ, λέγει· Ἕω τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου; Οὐχ οὕτως καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι, ὡς λόγος σκληρός. Πολλάκις ὑπομείνας τὰς βασάνους σώματι προσφερομένας, λόγους οὐχ ὑπέμεινεν. Ὁ μέντοιγε τέλειος ἀθλητὴς, εἰ καὶ κάμνων, ἀλλ’ ὑπομένει τοὺς χαλεποὺς λόγους. Ὕβριν γὰρ ὑπομένειν μεγάλου ἀνδρός ἐστιν. Διόπερ ἐν τοῖς ἀνδραγαθήμασιν ἑαυτοῦ ὁ Ἀπόστολος λέγει· Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν. Ὥσπερ καθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Καὶ μετ’ ὀλίγον φησὶν εἶτα, διὰ τὸ, Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; Ὁρᾷς; Ἰώβ ἐστιν, οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτως περιέχει ἢ τὴν ἀνδρίαν αὐτοῦ καὶ τὴν ὑπομονήν. Ἀλλ’ ὅμως αἰσθάνεται τῶν καμάτων, ὧν κεκμήκει ἀπὸ τοῦ λόγου τοῦ σκληροῦ τῶν ἐληλυθότων αὐτὸν ἐπισκοπῆσαι. Στίχ. γ. Γνῶτε μόνον, ὅτι ὁ Κύριος ἐποίησέ με οὕτως. Ἃ βλέπετε περὶ ἐμὲ, μὴ νομίσητε ἄλλοθεν ἐληλυθέναι μοι ἢ ἀπὸ τοῦ Θεοῦ. Φοβήθητε τοίνυν.
PG 17:70Ὁ γὰρ ἐμοὶ ταῦτα ἐπάγων δύναται καὶ ὑμῖν ἐπαγαγεῖν. Στίχ. γ. Καταλαλεῖτέ μου· οὐκ αἰσχυνόμενοί με, ἐπίκεισθέ μοι. Πολλάκις καὶ καταλαλεῖ τις κακῶς ποιῶν. Ὅτε ἂν δὲ οὐκ ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνῳ, οὐχὶ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλ’ ὀνειδίζων καὶ ὑβρίζων. Τοῖς γὰρ ὑπὸ Θεοῦ τιμωρουμένοις ἐπεμβαίνειν οὐ χρὴ, ἀλλὰ θρηνεῖν καὶ φοβεῖσθαι. Στίχ. δ. Ναὶ δὴ ἐπ’ ἀληθείας ἐγὼ ἐπλανήθην, παρ’ ἐμοὶ δὲ αὐλίζεται πλάνος· λαλῆσαι ῥῆμα, ὃ οὐκ ἔδει. Εἶτά φησιν καθ’ ὑπόθεσιν· Ὑμῖν δίδωμι, ὡς ὑπολαμβάνεται, ὅτι διὰ τὰ ἁμαρτήματα ταῦτα πάσχω· ἆρ’ οὖν ἐχρῆν ὑμᾶς οὕτω μοι ὀνειδίζειν; Παρ’ ἐμοὶ δὲ αὐλίζεται πλάνος. Εἰ καὶ καθ’ ὑπόθεσιν τοιαῦτα ἐπεποιήκειν, οἷα οὐκ ἔδει· εἰ καὶ τοιοῦτος ἤμην, ἆρ’ οὐκ ἐχρῆν ὑμᾶς βλέποντας μάστιγας, τοὺς ἰχῶρας, τοὺς σκώληκας, τὴν ἀπώλειαν τῶν ὑπαρχόντων, αἰδεσθῆναι; Ἀλλὰ προσεπιβαίνετέ μοι μὴ ἐλεοῦντές με, μηδὲ συμπαθοῦντές μου τῇ περιστάσει. Στίχ. ε. Ἔα δὲ, ὅτι ἐπ’ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει. Οὐ μετρίως μοι ὀνειδίζετε, ἀλλ’ ἐναλλόμενοι ὡσπερεὶ ἐπιβαίνοντες καὶ καταπατοῦντές με ὀνειδίζετε. Στίχ. 2. Ὀχύρωμα δὲ αὐτοῦ ἐπ’ ἐμὲ ὕψωσεν.
PG 17:71Οἱονεὶ ὑπὸ τεῖχος τῆς περιστάσεώς εἰμι ὀχύρωμα, ὃ οὐ δύναμαι φεύγειν, ἕως οὗ κρινεῖ ὁ Θεὸς καθελεῖν αὐτό. Στίχ. ζ. Ἰδοὺ γελῶ ὀνείδει, καὶ οὐ λαλήσω. Τοῦτό ἐστι τό· Νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Τοῦ αὐτοῦ. Ἰδοὺ ἐπὶ τῷ ὀνείδει ὑμῶν γελᾷν, οὐ λαλεῖν νομίζομαι.

Chapter XXΚΕΦ. Κ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. Κ. Στίχ. 2. Ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα· ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται. Τοῦ ἀσεβοῦς ἐὰν ἀναβῇ τὰ δῶρα εἰς τὸν οὐρανὸν, ἐὰν πάνυ ὑψωθῇ, ἐὰν ἡ θυσία αὐτοῦ νεφῶν ἅψηται. Ὅτ’ ἂν εὔξηται ὁ αἱρετικὸς, ὅτ’ ἂν ἡ θυσία αὐτοῦ ἀναβῇ τῇ ὑψηγορίᾳ, ὅτ’ ἂν δοκῇ κατεστηρίχθαι· τότε εἰς τέλος ἀπολεῖται. Ἡ γὰρ εὐχὴ αὐτοῦ λογίζεται αὐτῷ εἰς ἁμαρτίαν, καὶ ἔστιν αὐτὴ ἡ εὐχὴ αὐτοῦ ἁμαρτία. Στίχ. ζ. Ὅταν γὰρ δοκῇ ἤδη ἐστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται. Ὅμοιον, Οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξασθῆναι καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον. Στίχ. ζ. Οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσι· Ποῦ ἔστιν; Τίνες οἱ ἰδόντες αὐτόν; Οἱ ἐκκλησιαστικοὶ, οἱ ἰδόντες ἐκείνων τὰ σφάλματα, ἐροῦμεν· Ποῦ ἔστιν; Στίχ. η. Ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ.
PG 17:72Οἱ τοιοῦτοι ἐνυπνιαζόμενοι, καὶ ἀναπλάσσοντες φαντάσματα, οὐ τῇ ἀληθείᾳ τὴν διάνοιαν ἐπερείδουσιν σφαλλόμενοι, καὶ γίνονται ὥσπερ ἐνύπνιον ἐκπετασθὲν, ὃ οὐ μὴ εὑρεθῇ. Στίχ. ι. Τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες. Τοὺς υἱοὺς καὶ μαθητὰς τοῦ ταῦτα διδάξαντος. Στίχ. ι. Αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας. Αἱ χεῖρες αὐτοῦ, φησὶν, τουτέστιν αἱ πράξεις, ἐξάψουσιν αὐτῷ κόλασιν. Αἱ δὲ χεῖρες αὐτοῦ. Τοῦ ἀσεβοῦς τούτου καὶ ἐσφαλμένου, οὗ ἡ προσευχὴ λογίζεται εἰς ἁμαρτίαν, οὗ ἡ θυσία ἐὰν ἀναβῇ εἰς οὐρανὸν, καὶ νεφῶν ἅψηται, τότε εἰς τέλος ἀπόλλυται· τούτου αἱ χεῖρες ὀδύνας πυρσεύσουσι· τουτέστι, καὶ ἐν ὀδύναις ἐσχάταις διάξουσι. Λέγει δὲ περὶ τῶν υἱῶν τοῦ παρανόμου. Στίχ. ιγ. Χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ. Ἔχει γὰρ μαθήματα, ἃ οὐκ ἔστι γλυκέα, ἀλλὰ χολὴ ἀσπίδος, οἱονεὶ πονηρὰ, ἡ περὶ τοῦ οἴνου τῆς διδασκαλίας αὐτῶν. Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ τὰ ἑξῆς. Καὶ μετ’ ὀλίγα· Χολὴ δὲ ἀσπίδος ἐν γαστρὶ τοῦ ἑτεροδόξου, καὶ ἀσεβοῦντος ἐν τοῖς δόγμασι, τοῖς ἐναντίοις τῇ ἀληθείᾳ. Στίχ. ιε. Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται.
PG 17:73Τίς γὰρ ἄλλος ἀδίκως πλοῦτος συνάγεται ἢ ἐκεῖνος ὁ ἐν τοῖς λόγοις αὐτῶν; Ἀδίκως γὰρ συνάγεται. Ἀλλ’ ὁ ἀγαθὸς οὐκ ἐάσει αὐτοὺς πεπτωκότας, πλοῦτον ἀδίκως συναγόμενον ἔχειν ἀεὶ αὐτὸν ἐν ἑαυτοῖς· ποιήσει γὰρ ἐξεμέσαι. Στίχ. ιε. Ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος. Ἄγγελος γὰρ κατ’ ἐνέργειαν καὶ εὐεργεσίαν τοῦ Θεοῦ ἐξελκύσει αὐτὸν ἀπ’ αὐτῆς τῆς κακῶς οἰκοδομηθείσης, ἥτις ἐστὶν ἐκκλησία πονηρευομένων. Αὕτη γὰρ ἡ οἰκία αὐτοῦ. Ἀλλ’ ἄγγελος ἐξελκύσει αὐτὸν ἐξ οἰκίας αὐτοῦ. Στίχ. ιζ. Μὴ ἴδοι ἄμελξιν νομάδων. Ἑτερόδοξος οὐ βλέπει ἄμελξιν νομάδων. Νομάδες δὲ εἰσί τινες ψυχαὶ νεμόμεναι ὑπὸ τῷ καλῷ Ποιμένι, τῷ εἰπόντι· Ἐγώ εἰμι ἡ θύρα. Δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται. Καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Στίχ. ιη. Ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος. Οἱ λόγοι καὶ τὰ δόγματα στριφνὰ καὶ πυκνὰ, οὐδὲν ἔχει γλυκὺ ἐκεῖνα, τὰ κατὰ τοῦ Θεοῦ γινόμενα. Στρίφνος βοτάνη, τίς ἐστιν ἐκτραχυνομένη τῇ γλώσσῃ τοῦ μασσωμένου. Ὥσπερ οὖν, φησὶ, τὴν βοτάνην ἐκείνην, κἂν ἄγαν τις φιλονεικήσειε διαλεάνας τοῖς ὀδοῦσι, καταπιεῖν οὐ δύναται·
PG 17:74οὕτω καὶ ὁ τῶν ἀλλοτρίων ἀπολαύειν ἐθέλων οὐδὲν τῶν πόνων ἀποίσεται τὸ κέρδος. Στίχ. κ. Διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. Ἂ δοκεῖ ἀγαθὰ ποιεῖν, οὐκ ἀνθήσει· ὅτ’ ἂν δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται. Στίχ. κ. Οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσι. Τὰ ὑπάρχοντα αὐτοῦ σωτηρίαν αὐτῷ περιποιῆσαι οὐ δύναται.

OtherwiseἌλλως

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἄλλως. Στίχ. κβ. Πᾶσα δὲ ἀνάγκη αὐτὸν ἐπελεύσεται, καὶ ἐπαποστελεῖ ἐπ’ αὐτὸν θυμὸν ὀργῆς. Στίχ. κβ. Πᾶσα δὲ ἀνάγκη ἐπ’ αὐτὸν ἐπελεύσεται. Ταῦτα προτρεπτικὰ ἡμῖν, ἵνα ἀφιστώμεθα τῶν ἀλλοτρίων. Στίχ. κβ. Νίψαι ἐπ’ αὐτὸν ὀδύνας. Ἀντὶ νιφετοῦ ὀδύναι ἔρχονται ἐπὶ τὸν τοιοῦτον. Στίχ. κδ. Καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου. Σίδηρον οὐ λέγει τοῦτον τὸν αἰσθητὸν, ἀλλὰ τμητικώτατον λόγον. Στίχ. κε. Διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος. Τὰ βέλη ταῦτα τὰ πεπυρωμένα τιτρώσκει αὐτόν. Στίχ. κε. Κατέδεται αὐτὸν πῦρ ἄκαυστον. Μυστήριόν τι μανθάνομεν περὶ τῆς κολάσεως τῆς ἀποκειμένης, ἵνα φυλασσώμεθα αὐτὴν παθεῖν. Πῦρ εἶπεν ἄκαυστον κατέδεσθαι τὸν ἀσεβῆ· τοῦτο τὸ πῦρ τὸ παρ’ ἡμῖν ὑλικὸν οὐκ ἔστιν ἄκαυστον πῦρ· βλεπόμενον γὰρ αὐτό.
PG 17:75Ἐκεῖνο δὲ ἀόρατόν ἐστι τὸ πῦρ, τὸ ἐπὶ τοὺς ἁμαρτωλοὺς ἐρχόμενον, ὃ ἔνδον αὐτοὺς καίει. Νοητόν ἐστι καὶ κολάζον. Ἐὰν θέλῃς εἰκόνα παραλαβεῖν ἐκείνου τοῦ πυρὸς, νόει μοι τὸν εἰς ὑπερβολὴν πυρέσσοντα, καὶ ὑπὸ πυρὸς φλεγόμενον. Οὐχ εὑρήσεις ὄψει τὸ πῦρ ἐν αὐτῷ, ὑπόκειται δὲ, καὶ ἐκκαίει αὐτοῦ τὰ σπλάγχνα. Οὕτως ἀπὸ τῶν ἁμαρτημάτων πυρέττων τις ἐκκαίεται. Στίχ. κε. Κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον. Ὁ πολεμήσας τὸν λαὸν ἐκεῖνον ἐπήλυτος ἦν, καὶ οὐ προσήλυτος· ὃς ἐκάκωσεν αὐτοῦ τὸν οἶκον, καταλύων τὸ νομιζόμενον ἁγίασμα, καὶ τὴν πόλιν ἢν ἔλεγον εἶναι ἁγίαν. Στίχ. κζ. Ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας. Ἀντὶ τοῦ, Καὶ ἐκ Θεοῦ καὶ ἐξ οὐρανοῦ ὑποστήσεται τὰ δεινά. Ταῦτα δὲ ἔφη, ἐπειδὴ ὁ Ἰὼβ, φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευε καὶ ὡς ὑπὸ ἀνθρώπων ἠδικημένος. Κατασκευάζει οὖν, ὅτι πάντα δι’ ἁμαρτίας αὐτὸν ἐπηνέχθη. Στίχ. κζ. Γῆ δὲ ἐπανασταίη αὐτῷ. Αὐτὴ ἡ γῆ ἐπανίσταται ἐκείνῳ τῷ λαῷ. Στίχ. κθ. Καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου. Μανθάνει τίς ἐπίσκοπος ἐνθάδε ὠνομάσθη;
PG 17:76ὅτι Θεὸς ἐπίσκοπος εἴρηται, καὶ οἱ ἐπίσκοποι ἐκείνου τὴν εἰκόνα παντὶ τῷ τρόπῳ φιλοτιμοῦνται, οἱ καλοὶ καὶ ἀγαθοὶ, φορεῖν. Καὶ ὥσπερ ὁ μιμησάμενος εἰκόνα βασιλικὴν τιμᾶται ἐπὶ τὸ καλῶς μιμήσασθαι, τιμᾶται δὲ καὶ ἐπὶ τῷ αὐτὴν κεκοσμηκέναι· οὕτως μακάριος ἐπίσκοπος, ὁ νοήσας τὸν ἀληθινὸν ἐπίσκοπον, καὶ ζηλῶν αὐτὸν, καὶ γινόμενος ὡς ἐν ἀνθρώποις Θεός· ἢ ἔχων ἐπίσκοπον τὸν ποιοῦντα αὐτὸν ἀληθῶς ἐν Χριστῷ Ἰησοῦ ἐπίσκοπον· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Chapter XXIΚΕΦ. ΚΑ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΚΑ. Στίχ. ε. Εἰσβλέψαντες εἰς ἐμὲ θαῦμα σχέτε. Φατὲ σοφοὶ εἶναι, καὶ εἰδέναι διὰ τί ταῦτα πάσχω, ὡς τοῦ Θεοῦ μὴ κοιμωμένου ἐπὶ τοῖς ἁμαρτήμασι τῶν ἀνθρώπων. Καὶ ἐτολμήσατέ με λέγειν ἁμαρτωλὸν εἶναι, καὶ δικαίως εἰς ταῦτα ἐφθακέναι. Στίχ. ζ. Πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ. Οὐκ εἰσὶ νεόπλουτοι, ἀλλὰ πολλὰ ἔτη πεποιήκασι πλουτοῦντες, καὶ ἀεὶ τὸν πλοῦτον αὔξοντες. Στίχ. η. Ὁ σπόρος αὐτῶν κατὰ ψυχήν. Τοῦ μὲν δικαίου ὁ σπόρος κατὰ πνεῦμά ἐστι· Σπείρει γὰρ εἰς τὸ πνεῦμα, καὶ ἐκ τοῦ πνεύματος θερίζει ζωὴν αἰώνιον· τῶν δὲ τοιούτων, ἐπεὶ ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν·
PG 17:77ὁ σπόρος οὐ κατὰ πνεῦμα, ἀλλὰ κατὰ ψυχὴν, τὸ ὑποδεέστερον. Στίχ. η. Τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. Πάντα ὅσα ποιοῦσιν, πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων ποιοῦσι. Τέκνα γὰρ τὰ ἔργα ἑκάστου. Οὐκ ἔστι τέκνα τῶν ἑτεροδόξων ἐν καρδίᾳ, ἐν λογισμοῖς ἀγαθοῖς, ἀλλ’ ἐν ὀφθαλμοῖς, πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων. Στίχ. θ. Οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν. Ὅτ’ ἂν εἰσέλθῃς εἰς συναγωγὴν αἱρετικῶν, καὶ ἴδῃς ἐκεῖ πλῆθος συναγομένων, βλέπε, ὅτι οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν. Στίχ. θ. Φόβος δὲ οὐδαμοῦ. Ἄφοβοί εἰσιν. Οὐ φοβοῦνται τὸν Θεὸν, καταφρονοῦσι τῆς Θεότητος· τοιαῦτα λέγοντες περὶ Θεοῦ, οὐ φοβοῦνται, ὅτι περὶ Θεοῦ λαλοῦσιν. Στίχ. θ. Μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ’ αὐτοῖς. Τοῦ αὐτοῦ. Ἐὰν ἴδῃς ἄνθρωπον τοιαῦτα κατὰ Θεοῦ λαλοῦντα, ὑγιαίνοντα τῷ σώματι, βλέποντα, τὰ αἰσθητήρια σώζοντα, καὶ δοκοῦντα ἐνίοτε καὶ ἐν τοῖς κοσμικοῖς εὐτυχεῖν· ὅρα, ὅτι πεπλήρωται ἐπ’ αὐτοῦ ἀσεβοῦς ὄντος τό· Μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ’ αὐτοῖς. Στίχ. ι. Ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησε. Τοῦ αὐτοῦ. Ὁ βοῦς ζῶόν ἐστι γεωργικὸν, καὶ συμπνέων εἰς γεωργίαν. Καὶ αὐτοὶ γεωργοῦσι.
PG 17:78Γεωργοῦσι δὲ Σόδομα καὶ Γόμοῤῥα, γεωργοῦσιν Αἴγυπτον. Ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν· ἀλλὰ καὶ αὐτὴ ἀπεκύησε, καὶ ἐγέννησε τέκνον, ἵνα γεωργῆται αὐτῶν ἡ πονηρὰ γῆ. Στίχ. ι. Διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα, καὶ οὐκ ἔσφηλεν. Ὅσα συλλαμβάνουσι, ταῦτα καὶ κύουσιν, οὐκ ἀπὸ τοῦ φόβου Θεοῦ συλλαμβάνοντες, ἀλλ’ ἀπὸ τῆς κακίας. Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. Στίχ. ια. Μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια. Ποῖος νοῦς ἐστι τοῦ· μενοῦσιν ὡς πρόβατα αἰώνια; Περὶ ὧν φησιν ὁ Χριστός· Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούουσι, καὶ ἐγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ τὰ ἑξῆς· ταῦτά ἐστι τὰ αἰώνια πρόβατα. Ἐπεὶ οὖν μῖμοί εἰσιν οἱ ἑτερόδοξοι, καὶ ἐθέλουσι μιμεῖσθαι τὴν ποίμνην τοῦ Χριστοῦ, ἐπισκόπους ἑαυτοῖς χειροτονοῦντες, πρεσβυτέρους, διακόνους, διδασκάλους, λαὸν, κατηχουμένους, μιμούμενοι τὰ αἰώνια πρόβατα, πληροῦσι τό· Μένουσι δὲ ὡς πρόβατα αἰώνια. Οὐκ εἰσὶ δὲ πρόβατα αἰώνια, ἀλλὰ μένουσιν ὡς πρόβατα αἰώνια. Στίχ. ια. Τὰ δὲ παιδία αὐτῶν προσπαίζουσι. Στίχ. ιβ. Ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν.
PG 17:79Οἱ ἡμέτεροι ἀναλαμβάνουσι ψαλτήριον καὶ κιθάραν, ὑμνοῦντες τὸν Θεὸν, καὶ δοξολογοῦντες αὐτόν. Ἐκείνων δὲ τὰ παιδία, οἱ ἀνόητοι ἐν αὑτοῖς, προςπαίζουσιν, ἀναλαμβάνοντες ψαλτήριον καὶ κιθάραν. Ὅτ’ ἂν ἀναλάβωσι τοὺς λόγους τῆς Παλαιᾶς Διαθήκης, προσπαίζουσι, καὶ γελῶσι τὰ λόγια τοῦ νόμου καὶ τῶν προφητῶν. Ἀναλαμβάνοντες τὰ ἐναρμόνια, ψαλτήριον τὸ τοῦ νόμου, κιθάραν τὴν προφητικὴν, προσπαίζουσιν αὐτοῖς. Στίχ. ιβ. Καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. Καὶ αὐτοὶ λέγουσιν ψαλμοὺς Οὐαλεντίνου, καὶ λέγουσιν ᾠδὰς Βασιλείδου, καὶ τοιαῦτά τινα φθέγγονται, εὐφραινόμενοι φωνῇ ψαλμοῦ. Στίχ. ιγ. Ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. Ἐν δὲ ἀναπαύσει οὐκ οὐρανοῦ, ἀλλ’ ᾅδου ἐκοιμήθησαν. Ἡμεῖς δὲ εὐχόμεθα οὐκ ἐν ἀναπαύσει ᾅδου κοιμηθῆναι, ἀλλ’ ἐν ἀναπαύσει Θεοῦ ἐν τοῖς οὐρανοῖς τοῖς ἁγίοις μετὰ Χριστοῦ βασιλεύοντος ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Chapter XXIIΚΕΦ. ΚΒ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΚΒ. Στίχ. β. Πότερον οὐχὶ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; Τὰ οἰκονομούμενα ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀναγραφῆς ἀξιωθῆναι χρή.
PG 17:80Διὰ τοῦτο ἀναγράφεται ὑπὲρ τοῦ τὸν ἐντυγχάνοντα ὠφελεῖσθαι ἐκ τῶν ἀναγινωσκομένων. Εἰ μὴ οὖν χρήσιμοι ἦσαν οἱ λόγοι τῶν τριῶν, τῶν παραγενομένων πρὸς τὸν Ἰὼβ, ὡς τὸν ἐντυγχάνοντα λαβεῖν τι ἀπὸ τῶν εἰρημένων ὑπ’ αὐτῶν πρὸς τὸν Ἰώβ· οὐκ ἂν ἡ πρόνοια εἰς τὴν βίβλον τοῦ Ἰὼβ ἐποίησεν ἀναγραφῆναι καὶ τοὺς λόγους τῶν τριῶν. Ἔστιν οὖν ὠφεληθῆναι μὲν ἀπὸ τῶν λόγων αὐτοῦ, ἐνορῶντα τοῖς δόγμασιν· ὁρᾷν δὲ τὸ ἔγκλητον τῶν λόγων περὶ ἓν μόνον, ὅτε αἰτιῶνται τὸν Ἰὼβ, οἰόμενοι αὐτὸν πάσχειν διὰ τὰ ἡμαρτημένα αὐτῷ· οὐχ ὁρῶντες, ὅτι καὶ ἄλλα πολλὰ αἴτιά ἐστι τοῦ συμβαίνειν ἀνθρώποις. Τοιαῦτά ἐστι νενομισμένα εἶναι καλὰ ἢ χαλεπὰ, ἢ ὅπως ποτὲ βούλεταί τις αὐτὰ ὀνομάζειν. Καὶ μετ’ ὀλίγα· Πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; Τὸ δόγμα ὑγιές ἐστι· ὅτι ἀληθινὸς διδάσκαλος ἀρετῆς οὐ δύναται εἶναι ἄνθρωπος. Ὁ διδάσκων γὰρ ἄνθρωπον γνῶσιν, καὶ ἐν τοῖς Ψαλμοῖς ἀναγέγραπται, ὅτι οὐκ ἄλλος ἐστὶν ἢ Θεός. Καὶ, Δίδαξόν με, φησὶν, τὰ δικαιώματά σου, ὁ Προφήτης, εἰδὼς διδάσκαλον εἶναι ἀληθῆ καὶ τέλειον τὸν Θεόν.
PG 17:81Διδάσκει δὲ ὁ Θεὸς ἐλλάμπων τῇ ψυχῇ τοῦ μανθάνοντος ὑπ’ αὐτοῦ, καὶ τὴν διάνοιαν φωτίζων τῷ φωτὶ, τῷ ἀληθινῷ λόγῳ αὐτοῦ. Οὐκοῦν καὶ ἄνδρες δίκαιοι ἡμᾶς διδάσκουσι διδασκαλικὴν εἰληφότες χάριν. Στίχ. δ. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν. Λόγον ποιούμενος ὁ Θεὸς τοῦ προνοουμένου ὑπ’ αὐτοῦ, ἐλέγχει αὐτόν. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν. Πολλάκις εἴπομεν, εἴποτε ἐνέπεσε τὸ δόγμα τοῦτο ἐν ἄλλαις λέξεσιν, ὅτι οὕτως ἐστὶν ὁ Θεὸς φιλάνθρωπος, ὥστε, καὶ χρηστῶς κρίνων ἡμᾶς, ἐπιτρέπει λέγειν ἡμᾶς πρὸς αὐτὸν, ὡς κρινόμενον μεθ’ ἡμῶν, περὶ ὧν βουλόμεθα. Ἐχρησάμην οὖν τοῖς ἀπὸ τοῦ Ἡσαί̈α· Δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Τὸ γὰρ, διαλεχθῶμεν, τοιοῦτόν ἐστιν· Εἴ τί με ἔχεις ἐλέγξαι, καὶ τὴν πρόνοιάν μου, ὡς ἀμελήσαντός σου, ὡς μὴ τὰ δέοντα πεποιηκότος, λέγε· Κἀγὼ, ὅ τι ποτὲ ἔχω ἐρῶ, πείσω σε, καταδικάζων σε ἄξιον ὄντα τοῦ καταδικασθῆναι. Στίχ. ε. Πότερον οὐχ ἡ κακία σου ἐστὶ πολλή; Εἰκότως οὐχ ἁπλῶς φημι γεγονέναι ἄδικον· ἐπεὶ πάσχει τοιαῦτα, ὁποῖα οὐδεὶς αὐτῶν τηλικούτοις πέπτωκεν, οἵοις σύ. Εἰκὸς διὰ τὸ ἀναρίθμητόν σου τῶν πταισμάτων, ταῦτά σοι ἐληλυθέναι. Τοῦ αὐτοῦ.
Οὐ πρότερον ὠνόμασεν ἁμαρτίαν, εἶτα τὴν κακίαν· ἀλλ’ ὁρῶν τὴν κακίαν τὴν φαύλην ἕξιν, εἶτα μετὰ τοῦτο τὰ ἀπὸ τῆς φαύλης ἕξεως ἁμαρτανόμενα, ἅπερ εἶπεν ἀναριθμήτους εἶναι ἁμαρτίας. Στίχ. ε. Ἀναρίθμητοι δέ σου αἱ ἁμαρτίαι. Ὑπολαμβάνει τοῦτο ὁ Ἐλιφὰζ περὶ τοῦ Ἰώβ. Ἤδει αὐτὸν πλούσιον, καί φησιν· Ἐνέχυρα ἐλάμβανες ἀπὸ τῶν σῶν ἀδελφῶν, ὡς ὀφειλόντων μὴ ὀφειλόντων. Τὸ γὰρ, Ἠνεχύραζες διακενῆς, τοιοῦτόν ἐστιν. Στίχ. 2. Ἠνεχύραζες τοὺς ἀδελφούς σου διακενῆς. Τοῦ αὐτοῦ. Προσεπιτείνει δὲ πάλιν ἄλλην αὐτοῦ ἁμαρτίαν. Ἔστι ποτὲ λαβεῖν ἀμφιάσματα; Οὐ γυμνοῦ, ἀλλὰ πλουσίου ἔχοντος ἀποκείμενα ἐνδύματα πολλὰ λαβεῖν. Τρία ... δὴ ὁ τῶν πολλῶν ἐκεῖ ἔλαβον ἀμφίασιν· ἀλλὰ γυμνοῦ, ἀλλὰ πλουσίου. Ἐὰν μέντοι γε χιτῶνά τις ἔχῃ ἕνα, καὶ τοῦτον τὸν χιτῶνα, προφάσει τοῦ ἀπαιτεῖν τὸ ἐμὸν, ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα, ἐν ἡμῖν γίνεται, ὅτ’ ἂν δανείζωμεν, ὅτ’ ἂν πρὸς ὀφειλέτας ἐρχώμεθα. Πολλάκις ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πένεται, μὴ δυνάμενος ἀποδοῦναι·
PG 17:82καὶ ἡμεῖς, τὰ σπλάγχνα ἡμῶν ἀποκλείσαντες, ἀνηλεεῖς καὶ ὠμοὶ γινόμεθα, μὴ βλέποντες ὅτι γυναῖκα τρέφει καὶ τέκνα, καὶ μόλις τρέφεται ἀπὸ τῶν ποριζομένων αὐτῷ ὀλίγων ὀβολῶν. Ἀπαιτοῦμεν πικρῶς ἔσθ’ ὅτε καὶ περισσὰ ἔχοντες παρ’ ἑαυτοῖς. Ταῦτα οὖν λέγει ἐγκαλῶν τῷ Ἰὼβ, ὅτι ἀμφίασιν γυμνῶν ἀφεῖλεν. Στίχ. ζ. Οὐδὲ ὕδωρ διψῶντας ἐπότισας· ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν. Εἰς τὸ αὐτό. Οὐκοῦν οὐ μόνον τὸ ἀδικεῖν, ἀλλὰ καὶ τὸ μὴ εὐεργετεῖν ὑπεύθυνον. Ταῦτα πάντα κατηγορήματά εἰσι, καὶ ἀληθῶς ψεκτά. Ἀλλ’ οὐκ ἀληθῆ περὶ τοῦ Ἰὼβ, οὐδὲ καλῶς ἐλέγετο περὶ αὐτοῦ. Τοῦ αὐτοῦ. Τοιαῦτα γίνεται ἐν ταῖς πικραῖς ἀπαιτήσεσιν. Ἐνίοτε αὐτὸν τὸν ψωμὸν ἔχει τις ἕνα· κἂν μὴ ἔχῃ ἄρτον ὁλόκληρον, ἀφαιροῦμεν ἀπ’ αὐτοῦ λέγοντες· Ἀλλ’ ὀφείλεις Στίχ. θ. Χήρας δὲ ἐξαπέστειλας κενάς. Προσέχωμεν ἐὰν χήρα ἡμῶν εἰσέλθῃ εἰς τὴν οἰκίαν, μήποτε κενὴν αὐτὴν ἐξαποστείλωμεν. Κατὰ δύναμιν ἕκαστος πρὸς ὃ ἔχει πληρωσάτω τὸν κόλπον τῆς χήρας. Στίχ. θ. Ὀρφανοὺς δὲ ἐκάκωσας. Τοῦ αὐτοῦ. Οὐδένα μὲν δεῖ κακοῦν, ἐξαιρέτως δὲ χρὴ φείδεσθαι τῶν ὀρφανῶν. Περὶ γὰρ τῶν ἀβοηθήτων ψυχῶν πολεμεῖν ὁ Θεὸς ἐνετείλατο.
PG 17:83Μᾶλλον δὲ παρὰ τοὺς ἄλλους ἀνθρώπους, πτωχοὶ, χῆραι, ὀρφανοὶ δέονται βοηθείας. Στίχ. ι. Τοιγαροῦν ἐκύκλωσάν σε παγίδες. Παγίδας λέγει τὰ συμβεβηκότα αὐτῷ, ἐν αἷς ἐμπέπτωκεν, εἰς ἃς καὶ παγιδεύεται αὐτοῦ ἡ ψυχὴ ἀπὸ τῶν συμβεβηκότων αὐτῷ. Στίχ. ια. Τὸ φῶς σοι σκότος ἀπέβη. Ἐν φωτὶ ἦς, ὅτε τὰ ὑπάρχοντά σοι ἦν, ὅτε τὰ τέκνα σου περιῆν, ὅτε ὑγίαινέ σου τὸ σῶμα. Νῦν δὲ οἷον εἰς σκότος καταβέβηκας, εἰς τὰς περιστάσεις ταύτας. Εἰς τὸ αὐτό. Τουτέστιν ἐν ἐρημίᾳ, καὶ αἴθριος, ἀλήτης, καὶ φυγὰς, καὶ ἀνέστιος. Στίχ. ια. Κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν. Τὸ, κοιμηθέντα σε ὕδωρ ἐκάλυψεν, τοιοῦτόν ἐστιν· Ἐκάλυψέ σε ἡ ἀντικειμένη ἐνέργεια. Ἐπεὶ οὐκ ἐγρηγόρεις, ἐπεὶ οὐχ ὕπνωσας. Οἶδε δὲ ἡ Γραφὴ ὕπνον τινὰ ἁμαρτίας. Διὸ ἐντέταλται ἡμῖν λέγουσα· Μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ νυσταγμὸν τοῖς βλεφάροις, ἵνα ζήσῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Στίχ. ιβ. Μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ; Ἀλλὰ νομίζεις, ὅτι οὐχ ὁρᾷ τὰ πραττόμενα ὁ ἐν ὑψηλοῖς κατοικῶν Θεός. Οἷα τοίνυν πάντα ἐφορῶν, τοὺς ὑπὸ τῆς ὑβριστικῆς ἕξεως ἐπηρμένους τὸ φρόνημα καταφέρει. Στίχ. ιβ.
PG 17:84Τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν. Εἴ τις φέρεται ὕβρει, καὶ οἱονεὶ κατασύρεται ὑπὸ ὑβριστικῆς ἕξεως καὶ πράξεως, οὗτος ταπεινοῦται ὑπὸ τοῦ Θεοῦ. Εἰκὸς οὖν, ἐπεὶ καὶ σὺ ὕβρισας χήρας καὶ ὀρφανοὺς, καὶ ἠνεχύρασας διακενῆς τοὺς ἀδελφούς σου· διὰ τοῦτο ταῦτα πέπονθας, καὶ τεταπείνωσαι. Στίχ. ιγ. Καὶ εἶπας, Τί ἔγνω ὁ Ἰσχυρός; Εἰκὸς, ὅτι σὺ ἔλεγες κατὰ σαυτὸν, Τί ἔγνω ὁ Ἰσχυρός; Οἷον, Δύναται πάντα ἐγνωκέναι ὁ Θεός; Στίχ. ιγ. Ἢ κατὰ τοῦ γνόφου κρινεῖ; Τοῦ αὐτοῦ. Δύναται δὲ κρίνειν ὁ Θεὸς καὶ ἐν χειμῶνι γενόμενος. Στίχ. ιδ. Καὶ γῦρον οὐρανοῦ διαπορεύεται. Ἐκπεριέρχεται ἡ πρόνοια τοῦ Θεοῦ. Στίχ. ιε. Μὴ τρίβον αἰώνιον φυλάξῃς; Μὴ δύνασαι σὺ τὴν τρίβον τὴν αἰώνιον, καθ’ ἧς πορεύεται ἡ πρόνοια τοῦ Θεοῦ, ἐπιτηρῆσαι; Στίχ. ιε. Ἣν ἐπάτησαν ἄνδρες δίκαιοι. Τοῦ αὐτοῦ. Τὴν τρίβον τὴν αἰώνιον ἐπάτησαν ἄνδρες δίκαιοι. Κατὰ γὰρ τρίβου αἰωνίας βαίνουσιν. Ἐπεὶ πάντα αὐτοῖς πρόκειται πράττειν, ὥστε τυχεῖν τοῦ μέλλοντος αἰῶνος. Κἂν δοκῶσιν οὖν ἐπίσης βαδίζειν, ἀλλ’ ἡ ψυχὴ αὐτὴ ἐπιβαίνει τρίβων αἰωνίων. Στίχ. ι. Οἳ συνελήφθησαν ἄωροι. Πολλάκις δίκαιοι πρὸ καιροῦ ἐτελεύτησαν.
PG 17:85Τελειωθεὶς γὰρ ἐπ’ ὀλίγῳ ὁ δίκαιος, ἐπλήρωσε χρόνους μακρούς· ἀρετὴ γὰρ ἐν τῷ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Στίχ. ι. Ποταμὸς ἐπιῤῥέων οἱ θεμέλιοι αὐτῶν. Τοῦ αὐτοῦ. Τῶν δικαίων οἱ θεμέλιοι οἷόν εἰσιν. Ἀεὶ προκόπτουσιν, ἀεὶ αὔξουσιν ἐν τοῖς ἀγαθοῖς. Στίχ. ιη. Ὃς δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν. Τοῦ αὐτοῦ. Τῶν δικαίων ἐνέπλησε τοὺς οἴκους ἀγαθῶν. Ἐγὼ οὐκ ἀκούω τοὺς οἴκους τούτους· ἀλλὰ τοὺς οἴκους αὐτῶν, τοὺς κατὰ τὸ ἡγεμονικὸν ἐνέπλησεν ἀγαθῶν. Ποίων ἀγαθῶν; Σωφροσύνης, δικαιοσύνης, ἀνδρείας, φρονήσεως, τῶν ἀπὸ τῶν ἔργων. Τουτέστι τὸ πληρωθῆναι οἴκους ἀγαθῶν. Στίχ. ιθ. Ἄμεμπτος δὲ ἐμυκτήρισεν αὐτούς. Τίνας; ἢ τὴν βουλὴν τῶν ἀσεβῶν; Οἷον· βούλονταί τινα διδάσκειν τὰ ἐναντία τῇ ἀληθείᾳ, ἐν τῷ λέγειν· ἃ λέγουσι δόγματα μοχθηρὰ ἔχοντες. Ταῦτα ἄμεμπτος ὁρῶν μυκτηρίζει. Στίχ. κ. Καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. Τοῦ αὐτοῦ. Τοῦτο ὃ καταλέλειπται κατὰ τοὺς ἀσεβεῖς, τῶν προτέρων ἀποθανόντων, τὸ πῦρ καταφάγεται. Στίχ. κβ. Ἔλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν. Τὴν ἐξηγορίαν ἐζήτουν κατ’ ἐμαυτὸν, τί σημαίνει. Καὶ εὗρον ἐν ἄλλῃ ἐκδόσει ἀντ’ αὐτῆς ἐξομολόγησιν· Φησὶν οὖν μᾶλλον·
PG 17:86Ἐξομολόγησαι περὶ τῶν ἁμαρτημάτων σου· ἔκλαβε ἀπὸ τοῦ στόματος τοῦ Θεοῦ εἰσηγορίαν σὺν ἐξομολογήσει· ἀνάλαβε δὲ τὰ ῥήματα αὐτοῦ ἐκ καρδίας σου. Ταῦτα δὲ ἔλεγεν ὁ Ἐλιφὰζ, νουθετῶν, ὡς ᾤετο, τὸν Ἰώβ. Στίχ. κγ. Ἐὰν δὲ ἐπιστραφῇς, καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου. Νουθετεῖ αὐτὸν πρὸς τὸ ἐπιστρέψαι, οἰόμενος αὐτὸν ταῦτα ἡμαρτηκότα πεπονθέναι. Στίχ. κδ. Καὶ ὡς πέτρα χειμάῤῥου Σωφείρ. Ἐκ τοῦ τόπου οὗ γίνεται τὸ χρυσίον, ἐλεύσεται ἐπὶ σὲ, οἱονεὶ, ἔσται λόγος σου ποικίλος καὶ καλός. Στίχ. κε. Ἔσται οὖν σοι ὁ Παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν. Ἐὰν ὑποτάξῃς ἑαυτὸν, ἐὰν ἐξομολογήσῃ. Στίχ. κε. Καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον. Ὑγιὲς δόγμα … πεπυρωμένον, ὁ Θεός. Στίχ. κ. Εἶτα παῤῥησιασθήσῃ ἐνώπιον Κυρίου. Τοῦ αὐτοῦ. Ἐὰν ταπεινώσῃς σαυτὸν, ὑπομένῃς τὰ συμβεβηκότα, παῤῥησιασθήσῃ ἐνώπιον Κυρίου, παῤῥησίαν ἕξεις, ὡς ἀποθέμενος τὰ ἁμαρτήματα. Στίχ. κη. Ἐπὶ τῶν ὁδῶν σου ἔσται φῶς. Τοῦ αὐτοῦ. Ἐὰν τηρήσῃς νουθεσίαν ἀπ’ ἐμοῦ, καὶ ἐπιστρέψῃς καὶ ἐξομολογήσῃ. Ταῦτα μὲν οὖν πρὸς Ἰὼβ ἐλέγετο· οὐ δικαίως δὲ ἐλέγετο· οὐ γὰρ ἥμαρτε. Πρὸς ἡμᾶς δὲ ἐὰν λέγηται, δικαίως λέγεται. Στίχ. κη.
PG 17:87Ἀποκαταστήσῃ δέ σοι δίαιταν δικαιοσύνης. Καὶ ἁπλῶς εἰπεῖν· Ἅπασάν σοι, φησὶ, τὴν ἁρμόζουσαν δικαίῳ πράξει διαμονὴν, ὥστε σε λαμπρὰς καὶ ἐπιδόξους ἔχειν τὰς πράξεις.

Chapter XXIIIΚΕΦ. ΚΓ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΚΓ. Στίχ. β. Ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ’ ἐμῷ στεναγμῷ. Εἰ δὲ ἐνῆν, φησὶ, παραυτὰ τῶν τιμωριῶν τὴν ψῆφον φέρεσθαι, ἦν εὑρεῖν αὐτόν. Εἴθε ἐνῆν δικάσασθαι, φησὶ, καὶ ἐντυχεῖν αὐτοῦ, καὶ μαθεῖν, τίνα ἦν ἃ ἤμελλέ μοι πρὸς ταῦτα ἐρεῖν, ἃ ἤμελλον λέγειν. Ὁρᾷς πῶς ἐπέτυχεν ὅπερ ηὔχετο; Τοῦτο γὰρ ἔσχατον γέγονεν ἐν τῷ βιβλίῳ. Ἤθελον μαθεῖν τί μοι ἤμελλεν ἐρεῖν, καὶ εἰ ἔμελλέ μοι ὁμοίως κολάζειν. Ταῦτα δὲ εἶπον, οὐχ ὡς καταγινώσκων ἀδικίαν.

Chapter XXIVΚΕΦ. ΚΔ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΚΔ. Στίχ. 2. Ἡδύνθη αὐτῶν ἄρτος εἰς νεωτέρους. Ἡδὺ, φησὶ, τοῖς ἀσεβέσι τὸ τρέφειν νεανίσκους, ἐφ’ ᾧ δύνασθαι δι’ αὐτῶν τὰς ἐπηρείας ἐργάζεσθαι.

Chapter XXVIIΚΕΦ. ΚΖ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΚΖ. Στίχ. β. Ζῇ Κύριος, ὃς οὕτω με ἔκρινε. Ἔλαβεν ἐξουσίαν τοῦ Ἰὼβ ὁ διάβολος, καὶ ἤτασεν αὐτὸν νυκτὸς καὶ ἡμέρας, πρότερον διὰ τῶν ἐκτὸς, ὕστερον δι’ αὐτοῦ τοῦ σώματος, μετὰ ταῦτα καὶ διὰ τῶν φίλων.
PG 17:88Ὅτε γὰρ αὐτὸ ἐδοκίμασε διὰ τῆς γυναικὸς, καὶ οὐ νενίκηται ὁ Ἰὼβ, τρεῖς φίλους ἤνεγκεν ὁ διάβολος, οὐκ ἐχθροὺς, οὐκ ἐπίβουλα δόγματα ἔχοντας, ἀλλ’ ἀληθείας μὲν λόγους, οὐ καλῶς δὲ, οὐδὲ ἐν καιρῷ προφερομένους. Καὶ ἐβουλεύετο ὁ διάβολος διὰ τῶν φίλων τούτων ποιῆσαι τὸν Ἰὼβ φθέγξασθαί τι κατὰ τῆς Προνοίας, ἀσεβῆσαι διὰ τοὺς πόνους, ἐκκακῆσαι διὰ τὰς ἀλγηδόνας. Ἀλλ’ ὁ ἀληθῶς ἀνδρεῖος, ὁ καρτερικὸς, ὅρα τί λέγει μετὰ τοὺς λόγους τῶν τριῶν. Ὅτε ἐτέλεσεν ὁ Ἐλιφὰζ τρεῖς διαλέξεις, ὁ Σωφὰρ δύο διαλέξεις· τούτων γὰρ τετελεσμένων, σιωπησάντων ἐκείνων, ὅρα τί ἀποκρίνεται μετὰ τὸ εἰρημένον ἀπ’ αὐτοῦ προοίμιον, οὕτως ἀπὸ τῆς Γραφῆς ὠνομασμένον. Τί ἀποκρίνεται; πρόσχωμεν τῇ λέξει. Στίχ. α. Ἔτι δὲ προσθεὶς ὁ Ἰὼβ εἶπε τῷ προοιμίῳ· Στίχ. β. Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ, ὁ παραπικράνας μου ψυχὴν, καὶ τὰ ἑξῆς. Οἶδα πόθεν κεκίνησθε εἰς τὸ ἐρεθίσαι με. Ὄμνυμι δὲ ὑμῖν, καὶ ὄμνυμι κατὰ τοῦ ζῶντος Κυρίου αὐτοῦ, κρίναντός με ταῦτα παθεῖν, αὐτοῦ τοῦ παραδόντος με ταύταις περιστάσεσι, τοῦ δόντος ἐξουσίαν τῷ διαβόλῳ τοιούτοις με ἐξετασμοῖς ἐξετάζεσθαι, καὶ βασανίζεσθαι.
PG 17:89Ὄμνυμι κατὰ τοῦ Κυρίου, καί φημι, ὅτι ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ, ὁ παραπικράνας μου τὴν ψυχήν. Στίχ. ε. Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω. Ἐὰν συγκαταθῶμεν οἷς λέγετε, ὅτι νενοήκατε διὰ τί ταῦτα πέπονθα, δικαίους ὑμᾶς ἀπεφηνάμην ἕως ἂν ἀποθάνω. Στίχ. ε. Οὐ γὰρ ἀπαλλάξω τὴν ἀκακίαν μου. Οὐκ ἀφήσω τὸ προσέχειν τῇ δικαιοσύνῃ· μεμνήσομαι ἀεὶ περιέχεσθαι αὐτῆς. Στίχ. 2. Οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πρᾶξαι. Πολλὴ ἡ παῤῥησία αὐτοῦ καὶ ἐπὶ τῷ προτέρῳ βίῳ, καὶ ἐπὶ τοῖς κατὰ τὸν καιρὸν τῆς περιστάσεως, ὥστε αὐτὸν εἰπεῖν· Οὐ σύνοιδα ἐμαυτῷ ἄτοπα πρᾶξαι.

Chapter XXVIIIΚΕΦ. ΚΗ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΚΗ. Στίχ. ιβ. Ποῖος δὲ τόπος ἐστὶν ἐπιστήμης; Ἐπιστήμη ἡ περιοχὴ τῶν ὡσαύτως ἐχόντων θεωρίᾳ· σύνεσις δὲ ἡ διάκρισις. Στίχ. ιε. Καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς. Οὐδὲν ἀντάξιόν ἐστιν τῆς σοφίας. Ἐὰν ἁπλούστερον νοῇς τὸ ἀργύριον καὶ τὸ χρυσίον, εὐθέως ἐρεῖ Ἰὼβ, ὅτι οὐδὲν ἄξιόν ἐστι τῆς σοφίας. Στίχ. ι. Ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ. Οὐδὲ ὄνυχι τιμίῳ ἡ σοφία παραβληθήσεται· ἀλλ’ οὐδὲ ἐν σαπφείρῳ ἰσωθήσεται αὕτη. Στίχ. ιη. Μετέωρα καὶ γάβεις οὐ μνησθήσεται.
PG 17:90Οὐδὲ τὰ μετέωρα ἄξιά ἐστι τῆς σοφίας, οὐδὲ γάβις. Ἔοικε δὲ ἐπὶ δυναμένων τάχθαι, οἱονεὶ γιγαρτικῶν. Τινὲς δέ φασιν, ὅτι γάβις λέγεται τὸ ὑπερέχον τοῦ χείλους τοῦ μεδίμνου, ὃ καλεῖται κομμουλᾶτον. Στίχ. ιη. Καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα. Τὰ ἐσώτατα περὶ τὴν Ἰνδίαν, ἢ τὰ περὶ τὴν ἐπέκεινα χώραν, ἔνθα εἰσὶ τίμιοι λίθοι. Φέρει δὲ ἐκείνη ἡ χώρα τοῖς ἀνθρώποις ταῦτα, νομιζόμενα παρὰ τοῖς πλουσίοις εἶναι θαυμαστά. Παρ’ ἐκεῖνα οὖν τὰ ἐσώτατα ἕλκυσον εἰς σαυτὸν τὴν σοφίαν. Ἢ, ὑπὲρ τὰ ἐσώτατα, ὑπεραπόῤῥητα τὰ ἔνδον μυστήρια τὰ ἅγια τοῦ Θεοῦ· ὑπὲρ πάντα πολλὰ ὄντα, ἕλκυσον τὴν σοφίαν. Στίχ. κα. Λέληθε πάντα ἄνθρωπον. Λέληθε πάντα ἄνθρωπον, κἂν προφήτης ᾖ, κἂν ἀπόστολος.

Chapter XXIXΚΕΦ. ΚΘ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΚΘ. Στίχ. 2. Ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βούτυρον. Προειρήκαμεν περὶ τῶν ὁδῶν τοῦ Ἰὼβ, ἃς ὥδευσεν, ὅτι ἀρεταὶ ἦσαν. Ἐχέοντο οὖν αἱ ὁδοὶ αὐτοῦ βουτύρῳ, ὥδευε τὴν σωφροσύνην, καὶ οἱονεὶ ἐχεῖτο ἡ σωφροσύνη, ὡς πολλοὺς τρέφεσθαι καὶ τῶν νηπίων ἀπὸ τῆς σωφροσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς δικαιοσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς ἀνδρείας. Τοῦτο γάρ ἐστιν· Ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ. Στίχ. 2. Τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι.
PG 17:91Ὅσα ἦν ὑψηλὰ νοήματα καὶ μεγάλα, ταῦτα ἦν ὄρη τοῦ Ἰὼβ, ἐφ’ ἃ ἀνέβαινεν. Στίχ. ζ. Ὅτε ἐξεπορευόμην ὄρθιος ἐν πόλει. Διδασκαλίᾳ ἐσχόλαζε καὶ ὠφελείᾳ, ἐρῶν, οὐχ ὡς φίλαυτος, ἀλλ’ ὡς ἀγάπην ἔχων ζητοῦσαν τὸ κοινῇ συμφέρον. Στίχ. θ. Δάκτυλον ἐπιθέντες ἐπὶ στόματι. Δόξει μὲν οὖν καὶ σημεῖον εἶναι τὸ, Δάκτυλον ἐπιθέντες ἐπὶ στόματι αὐτῶν, σιωπῆς. Τάχα δὲ δηλοῖ, ἐπεὶ ἡ χεὶρ ἀντὶ ἔργων λαμβάνεται, ὡς πολλάκις ἐδείξαμεν, ὅτι τὸ ἔργον αὐτῶν ἐπέθηκαν ἐπὶ στόμα, αἰσθανθέντες ἐν ὀλίγῳ ἔργῳ, ὅτι οὐκ εἰσὶν ἄξιοι τοῦ λαλεῖν, παρόντος τοῦ Ἰὼβ, μείζονα ἔργα πεποιηκότος. Στίχ. ι. Οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με. Τοῦ αὐτοῦ. Τοσοῦτον ἦν ὅτε οὐδέπω ἐβασανίζετο, ὥστε οἱ ἀκούοντες αὐτοῦ ἐμακάριζον αὐτὸν, καὶ ἐθαύμαζον, τίνα τρόπον τὰ τοσαῦτα νοεῖ καὶ καταλαμβάνει, καὶ δύναται τοὺς ἀκούοντας ὠφελεῖν. Στίχ. ι. Ὅτι γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη. Τῶν ἀκουόντων μου καὶ μακαριζόντων ἐφ’ οἷς ἔλεγον, ἡ γλῶσσα τῷ λάρυγγι ἐκολλήθη. Στίχ. ια. Ὅτι ὠτίον ἤκουσε, καὶ ἐμακάρισέ με. Τοῦ αὐτοῦ.
PG 17:92Ὥσπερ γέγραπται περὶ τοῦ Μωϋσέως, ὅτι ηὐλαβεῖτο κατεμβλέψαι κατενώπιον τοῦ Θεοῦ διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος αὐτοῦ οὕτως νοήσας ἂν, ὅτι ὑπερβολὴ ἦν προκοπῆς τῆς ἐν σοφίᾳ τοῦ Ἰὼβ, ὥστε τοὺς ἀκούοντας αὐτοῦ μὴ δύνασθαι ἐνορᾷν τῇ μαρμαρυγῇ τῶν νοημάτων αὐτοῦ, καὶ μὴ δυναμένους διὰ τοῦτο ἐκκλίνειν τοὺς ὀφθαλμοὺς αὐτῶν, μὴ παρακολουθοῦντας τῇ βαθυτάτῃ τῆς διανοίας αὐτοῦ. Διὰ τοῦτο λέγει· Στίχ. ια. Ὀφθαλμὸς δέ με ἰδὼν ἐξέκλινεν. Ὁ μὲν Ἀκύλας καὶ Σύμμαχος, Ἐμαρτύρησε περὶ ἐμοῦ, ἐκδεδώκασιν· ἕτεροι δὲ, Ὀφθαλμὸς δὲ ἰδὼν ἐξέκλινεν, ἀντὶ τοῦ· Οὐκ ἰσχύω ἀντειπεῖν. Στίχ. ιβ. Διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου. Ἴδωμεν αὐτοῦ τὰ ἀνδραγαθήματα, καὶ ἁπλώσωμεν. Καὶ κατὰ τὸ ῥητὸν ἔχει λόγον τοῦτο, καὶ κατ’ ἀναγωγὴν ἔχει πολλῷ μᾶλλον ἑρμηνείαν. Κατὰ τὸ ῥητὸν, ὅση δύναμις, ὀφείλομεν βοηθεῖν τοῖς πτωχοῖς, ὑπὸ τῶν δυνατῶν καταδυναστευομένοις. Στίχ. ιε. Ποῦς δὲ χωλῷ. Αὐτὸς ἐχαρίζετο καὶ τοῖς κεχωλωμένοις τὰς βάσεις, τῆς ψυχῆς πόδας· καὶ τῷ λόγῳ ἐγίνετο αὐτὸς αὐτῶν ποῦς. Στίχ. ι. Δίκην δὲ ἣν οὐκ ᾔδειν, ἐξιχνίασα.
PG 17:93Διδάσκει ἡμᾶς πῶς δεῖ δικάζειν, ἐάν ποτε κληθῶμεν ἐπὶ δίαιταν ἀδελφῶν, ὥστε διαιτῆσαι τὰ κατ’ αὐτούς.

Chapter XXXIIΚΕΦ. ΛΒ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΛΒ. Στίχ. α. Καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν. Ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰώβ. Ἦν γὰρ Ἰὼβ δίκαιος ἐναντίον αὐτῶν. Οὐχ ἁπλῶς ἐπαύσατο. Καρδία δὲ ἦν αὐτοῦ νοοῦσα τὰ θεῖα, οὐκ ἐπαύσατο. Ἤδη γὰρ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανὸν, καιρὸς τοῦ σιγᾷν καὶ καιρὸς τοῦ λαλεῖν. Ὅτε οὖν καιρὸς τοῦ ἀποκρίνασθαι πρὸς τοὺς τρεῖς, ἔλεγεν· ὅτε ἦν καιρὸς, μετὰ τὸ ἐπιστομίσαι αὐτοὺς, ἐσίγησε. Καὶ οἶμαι ἐν ἐπαίνῳ λέγεσθαι τὸ, Ἐπαύσατο ὁ Ἰώβ. Στίχ. ζ. Διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην. Ἐπιστήμην ἔχει, πῶς ἄνθρωποι πάσχουσι· διὰ τί ἄνθρωποι ἐν περιστάσεσί τισιν ἐν τῷ βίῳ τούτῳ μόνῳ γίνονται· ὅσοι ἄδικοι ὄντες εὐτυχοῦσιν. Εἶδον ἀδικοῦντας καὶ παρανομοῦντας, καὶ ἐμοῦ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες. Ἐὰν ἐν τῷ βίῳ τούτῳ μόνον ἐνίδω, παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου. Στίχ. ι. Οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί. Οὐ γὰρ ἀνάγκη, φησὶ, τοὺς πρεσβύτας μόνους εἶναι σοφούς· ἀλλ’ ἔστι καὶ ἀπὸ νεότητος ἀκοῦσαί τι γενναῖον.
PG 17:94Εἰ γὰρ χρόνος ποιεῖ σοφοὺς, πολλῷ μᾶλλον Θεός. Στίχ. ιη. Ὠλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός. Ὥσπερ τις ἔγκυος γίνεται, καὶ μορφωθέντος τοῦ γεννωμένου ἐν αὐτῷ, ἐπὶ ὠδῖνας ἔρχεται, μέχρις οὗ ἀπογεννήσῃ τοῦτο ὃ πρότερον συνείληφε· τοιοῦτόν τί μοι νόει γενέσθαι καὶ ἐπὶ τῆς τοῦ φιλομαθοῦς ψυχῆς. Συλλαμβάνει γὰρ τὸν λόγον ὃν ἀπαγγελλόμενον μορφοῖ καὶ τυποῖ αὐτὸν τῇ τάξει. Ὅτ’ ἂν δὲ μετὰ τὸ τυπῶσαι καὶ μορφῶσαι αὐτὸν ἕτοιμον γενόμενον, μὴ ὡς ἔκτρωμα ἀνέτοιμον καὶ ἀτελὲς παραδιδῷ, ἀλλ’ ὡς τελεσφορηθὲν καὶ τετελειωμένον εἴποιμι ἄν. Στίχ. ιθ. Ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος. Δοκεῖ μοι ἐντεῦθεν εἰρῆσθαι τὸ ἐν τῷ Εὐαγγελίῳ. Οὐδεὶς οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς βάλλει Στίχ. κ. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὢν πλήρης λόγων, λαλῶν ἀναπαύεται, καὶ λέγει· Λαλήσω, ἵνα ἀναπαύσωμαι. Στίχ. κβ. Οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. Οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. Οὐκ ἔχω ταύτην τὴν ἐπιστήμην, ἵνα θαυμάσω πρόσωπον· ἀλλὰ καταφρονῶ ἀνθρώπων, καὶ τῆς παρ’ αὐτοῖς αἰσχύνης βροτῶν, καὶ τῆς παρ’ αὐτοῖς ἐντροπῆς. Στίχ. κβ.
PG 17:95Εἰ δὲ μὴ, καὶ ἐμὲ σῆτες ἔδονται. Ὡς τῶν σητῶν διεσθιόντων τοὺς λαμβάνοντας πρόςωπα ἀνθρώπων.

Chapter XXXVΚΕΦ. ΛΕ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΛΕ. Στίχ. 2. Εἰ ἥμαρτες, τί πράξεις; Ἐὰν ἀναβλέψῃς εἰς τὸν οὐρανὸν, καὶ κατανοήσῃς τὰ νέφη, νοήσεις τί ἥμαρτες. Τί σε πρᾶξαι δεῖ; Προσέρχεσθαι τῷ ἀρχιερεῖ, καὶ παρακαλεῖν, ἵνα ὁ ἀρχιερεὺς προσαγάγῃ θυσίαν περὶ σοῦ. Ἐὰν γάρ τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτημάτων ἡμῶν. Στίχ. 2. Εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι; Τὸ τηλικοῦτον ποιήσεις· ἀναλύσεις σου τὰς πολλὰς ἀνομίας. Διὰ τοῦτο ἐπὶ τοῖς ἀνιάτοις, οἷς ἑαυτοὺς ἰάσασθαι οὐ δυνάμεθα, ἦλθεν Ἰησοῦς Χριστὸς ἐξ οὐρανῶν, ἵνα τὰ ἀνίατα ἰάσηται, καὶ γίνηται τό· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἀπεκαλύφθησαν αἱ ἁμαρτίαι. Στίχ. ζ. Ἐπειδὴ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ; Ἀλλ’ εἰ δίκαιος εἶ ὡς πρὸς Θεὸν, τί ἔχεις δοῦναι κατὰ τὴν σὴν δικαιοσύνην; Εἰ δὲ καὶ ὡς λέγεις δίκαιος εἶ, τί προσθήσεις αὐτῷ; Στίχ. ι. Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. Ἐγκώμια τοῦ Θεοῦ, καὶ αἴνους καὶ ὕμνους αὐτοῦ διεξέρχεται. Ὁ κατατάσσων φυλακὰς νυκτερινὰς, αὐτὸς ὁ Θεός ἐστι.
PG 17:96Θέλω ἰδεῖν, πῶς κατατάσσων ἐστὶν ὁ Θεὸς φυλακὰς νυκτερινάς. Ὅλως ὁ αἰὼν οὗτος νύξ ἐστι, σκότος ἐστί. Τὸ φῶς τηρεῖταί σοι. Ὃ βλέπεις νῦν φῶς, δι’ ἐσόπτρου βλέπεις· Καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Μέλλομέν ποτε βλέπειν αὐτό. Οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰών· ἐπεὶ νύξ ἐστι, πόλεμοι πολλοὶ, πολλὰ θηρία περιέρχεται. Στίχ. ια. Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς. Ἐὰν ᾖς ἁμαρτωλὸς, οὐ διωρίσθης ἀπὸ τῶν τετραπόδων γῆς. Ἄνθρωπος γὰρ ἐν τιμῇ ὢν, οὐ συνῆκε. Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ἐὰν ᾖς ἁμαρτωλὸς, οὐ διωρίσθης ἀπὸ τῶν τετραπόδων τῆς γῆς· ἀλλὰ λέγεταί σοι· Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις. Καὶ μετ’ ὀλίγα· Ἐὰν ᾖς ἁμαρτωλὸς, ἐὰν ᾖς πόρνος, ἐὰν καταφερὴς, οὐ διορισθήσῃ ἀπὸ τῶν τετραπόδων. Ἵπποι θηλυμανεῖς ἐγεννήθησαν. Διὰ τοῦτο θαῤῥῶν λέγει, ὅτι ἐχωρίσθη· Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς.

Chapter XLΚΕΦ. Μ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. Μ. Στίχ. γ. Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Δίδωμί σοι παῤῥησίαν. Ἐγώ σε ἐρωτήσω· σὺ δέ μοι ἀπόκριναι. Ἤδη ἆθλον αὐτῷ δίδωσιν ὁ Θεός. Ἄνθρωπον ἐρωτᾷ, ὅτι πυνθάνεται αὐτοῦ, ὅτι δίδωσιν ἐξουσίαν τῆς ἀποκρίσεως.
PG 17:97Εἰ μὴ ἦν νενικηκὼς, οὐκ ἂν ἐλάμβανεν· εἰ μὴ ἦν ὑπομείνας, οὐκ ἂν ἤκουσε· Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε· σὺ δέ μοι ἀπόκριναι. Τοῦ αὐτοῦ. Μὴ πρότερον ἀποκρινάσθω τις τῷ Θεῷ, ἐὰν μὴ, γενόμενος ἀνὴρ, ζώσηται ὥσπερ ἀνὴρ τὴν ὀσφὺν αὐτοῦ. Ὅσον γὰρ ἡ ὀσφὺς αὐτοῦ οὐκ ἔζωσται, ἀλλὰ λέλυται, καὶ οὐχὶ περιδέδεται, οὐδὲ συνέσφιγκται, οὐ δύναται εὐλόγως ἀποκρίνασθαι τῷ Κυρίῳ. Στίχ. γ. Ἐρωτήσω δέ σε· σὺ δέ μοι ἀποκρίθητι. Τὰ μὲν τέλεια τῶν ἀγωνισμάτων τοῖς καλῶς ἀθλήσασι μετὰ τὸν βίον ἀπόκειται τοῦτον. Οὐδὲν δὲ ἧττον καὶ ἤδη ἡ χάρις ἡ τοῦ Θεοῦ ἀῤῥαβωνίζεται τοὺς ἀθλητάς. Διὰ τοῦτο, ὅτε ἠγωνίσατο τὰ μέγιστα ὁ Ἰώβ· ὅτε, ἀποβαλὼν τὰ ὑπάρχοντα, ἐδόξασε τὸν δεδωκότα· ὅτε, ἀποθέμενος τὰ τέκνα, ηὐχαρίστησε τῷ παρειληφότι· ὅτε, νοήσας ὡς σκώληκας ἀνάγειν αὐτοῦ ἀπὸ τοῦ σώματος, οὐ νενίκηται ἀπὸ τῶν πόνων· προοίμια καὶ ἀῤῥαβῶνα τῶν ἀθλητῶν δίδωσιν αὐτῷ ὁ Θεὸς, χρηματίσας αὐτῷ διὰ λαίλαπος καὶ νεφῶν. Ἀκούσας οὖν προτέρων λόγων, δέον ἀποκρίνασθαι πρὸς Θεὸν, σιωπᾷ, ὡς οὐκ ἔχων παῤῥησίαν ἀποκρίνασθαι πρὸς αὐτόν.
Οὔπω γὰρ ᾔδει τὸ ὕστερον γεγραμμένον ὑπὸ Μωϋσέως, ὡς Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ. Ὡς μὴ ἐπιστάμενος τοίνυν τοῦτο, οὐ θέλει ἀποκρίνασθαι πρὸς τὸν Θεόν. Ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ παῤῥησίαν τοῦ λαλεῖν. Καὶ μεθ’ ἕτερα· Τοσαύτη ἐστὶν ἡ χρηστότης τοῦ Θεοῦ, ὥστε ἀναλαβεῖν αὐτὸν πρόσωπον οὐ κρίνοντος, ἀλλὰ κρινομένου μετὰ τοῦ ἀνθρώπου. Καὶ πολλαὶ τοῦτο ἐδίδαξαν Γραφαί. Δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ, Λαός μου, μᾶλλον δὲ ὁ Θεὸς μετὰ τοῦ λαοῦ διαλεχθήσεται, λαός μου, τί ἐποίησά σοι, ἢ τί παρηνόχλησά σοι; ἀποκρίθητί μοι, καὶ τὰ ἑξῆς. Στίχ. γ. Μὴ ἀποποιοῦ μου τὸ κρῖμα. Μὴ ἀποποιοῦ μου τοῦτο τὸ κρῖμα. Τούτου τοῦ ῥητοῦ ὡς χρησίμου μνημονεύσωμεν. Ἀλλ’ ὅτ’ ἂν κρίνῃ ὁ Θεὸς παθεῖν τι ἡμᾶς, τέκνον ἀποβαλεῖν, ἄρχοντα ἀπολέσαι, νοσῆσαι κατὰ τὸ σῶμα, ὅ τι δήποτε τούτων ὑπομεῖναι· οὐδὲν τούτων οἷόν τέ ἐστιν ἡμᾶς παθεῖν, μὴ κρίνοντος τοῦ Θεοῦ. Οὐδὲ γὰρ στρουθίον πίπτει εἰς παγίδα ἄνευ βουλήματος τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς. Ἐπεὶ οὖν οὐδὲν τούτων γίνεται χωρὶς κρίματος τοῦ Θεοῦ, λέγεται πρὸς τὸν παθόντα· Μὴ ἀποποιοῦ μου τὸ κρῖμα, μὴ ἀπαρνῇ, ὅτι ἔκρινα περὶ σοῦ.
PG 17:98Στίχ. γ. Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ἀπολογοῦμαί σοι. Δίκαιος ἦς, ἀλλ’ οὐκ ἦς φανερός. Ὑπομονὴν εἶχες· ἔδει με ἀφορμὴν παρασχεῖν τοῦ λάμψαι σου τὴν ὑπομονήν. Εἶχες ἀνδρείαν· ἀλλ’ ἐκέκρυπτο ἐν σοί· οἱ συμβεβηκότες πόνοι ἔδειξάν σου τὴν ἀνδρείαν. Καὶ μετ’ ὀλίγα· Μνημονεύωμεν τούτων ἐν τοῖς περιστάσεων καιροῖς, καὶ δόξωμεν τοῦ Θεοῦ ἀκούειν παρόντος, καὶ λέγοντος ἡμῖν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Μὴ ἀναφανῶμεν ἄδικοι, μηδὲ ἀσεβεῖς. Στίχ. ε. Ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν. Στεφάνωσαι, ἔνδυσαι δόξαν, ἔνδυσαι τιμήν. Στίχ. 2. Ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ· πάντα δὲ ὑβριστὴν ταπείνωσον. Στίχ. ζ. Ὑπερήφανον δὲ σβέσον. Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ. Εἶπέ μοί ποτε ὁ ὑβριστὴς, Ἀπόστειλον τὴν χεῖρά σου· εἶπέ μοι, Ἅψαι πάντων ὧν ἔχει· εἶπέ μοι περὶ σοῦ, ὡς ἄρα εἰς πρόσωπόν με εὐλογήσεις. Ἀλλ’ οὖν γε νενίκηκας. Διὰ τοῦτό σοι λέγω· Θάῤῥει· πᾶν δὲ ὑβριστὴν ταπείνωσον, καὶ τοὺς ἀγγέλους αὐτοῦ ταπείνωσον. Ὑπερήφανος ἐκεῖνος γεγένηται κατὰ σοῦ· ἀλλὰ σὺ ὑπερήφανον σβέσον. Ἀσεβὴς ἐκεῖνος κατὰ σοῦ· ἀλλὰ σὺ σκῆψον ἀσεβεῖς παραχρῆμα.
PG 17:99Στίχ. η. Τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας πλήρωσον. Ἔλεγξον ἁμαρτωλοὺς, δεικνὺς αὐτοὺς ἁμαρτωλούς. Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας διὰ τοῦ ἐλέγχου τοῦ ἐν σοί. Στίχ. ι. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί· χόρτον ἶσα βουσὶν ἐσθίει. Θηρία αἱ ἀντικείμεναι δυνάμεις εἰσὶ, περὶ ὧν ηὔξατο ὁ Προφήτης λέγων· Μὴ παραδῷς τοῖς θηρίοις τὴν ψυχὴν ἐξομολογουμένην σοι. Θηρία εἰσὶν αἱ ἀντικείμεναι δυνάμεις, ὧν εἴληφας, ὦ ἄνθρωπε, τὴν ἐξουσίαν. Ἐὰν Θεῷ δουλεύσῃς, ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ. Στίχ. ι. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί. Τοῦ αὐτοῦ. Παρὰ σοὶ τῷ Ἰὼβ, παρὰ παντὶ ὑπομνηστικῷ, παρὰ παντὶ τῷ νενικηκότι. Στίχ. ι. Χόρτον ἶσα βουσὶν ἐσθίει. Τοὺς σκώληκας λέγει, τοὺς ἐξ αὐτοῦ αὐτὸν κατεσθίοντας. Συντέλεια γὰρ, φησὶ, τὴν χεῖρά μου ὑπὸ σοῦ· καὶ ἰδοὺ ὡς χόρτος κατεσθίει. Στίχ. ια. Ἡ δὲ δύναμις αὐτοῦ ἐπ’ ὀμφαλοῦ γαστρός. Αὕτη πρώτη δύναμις κατὰ τοῦ ἀνδρός. Πόρνον ποιεῖν ἐντεῦθεν ἄρχεται. Τοῦ αὐτοῦ. Ἵνα τὸ θῆλυ σημάνῃ, ἵνα δείξῃ, ὅτι στρατεύεται οὐ μόνον κατὰ τῶν ἐχόντων τὰ σπέρματα. Πάνυ δὲ εὐπρεπέστατα ὠνόμασεν ὀσφὺν ἐπὶ ἄῤῥενος, καὶ ὀμφαλὸν γαστρὸς ἐπὶ γυναικός·
PG 17:100Ἰδοὺ δὲ ἡ ἰσχὺς ὀσφὺς αὐτοῦ ἐν ἰσχύϊ· ἡ δὲ δύναμις αὐτοῦ ἐπ’ ὀμφαλοῦ γαστρός. Στίχ. κε. Μεριτεύονται δὲ αὐτὸ Φοινίκων ἔθνη. Ἐπεὶ πονηρίᾳ μεγάλῃ διαβάλλονται οἱ Χαναναῖοι, οἱ καὶ Φοίνικες· διὰ τοῦτό φησι· Μεριοῦνται δὲ αὐτὸν Φοινίκων ἔθνη. Ἕκαστος μέρος τι λαμβάνει ἀπὸ τοῦ δράκοντος, ἐὰν ᾖ τὸ γένος Χαναναῖος καὶ Φοῖνιξ. Στίχ. κ. Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ. Τὰ τελευταῖα τοῦ δράκοντος καὶ τὰ ἔσχατα οὐ δύνανται νεκρῶσαι πάντα ἅμα πλωτά. Οἱ ἄνθρωποι, πλοίοις χρώμενοι τοῖς σώμασιν, οὐ δύνανται ἐνεγκεῖν βύρσαν μίαν οὐρᾶς αὐτοῦ. Αὐτοὶ καθ’ ἑαυτοὺς οὐ δύνανται· θείας δὲ δυνάμεως ἐπισκοπούσης, δυνάμεθα οὐ μόνον βύρσαν μίαν οὐρᾶς αὐτοῦ, ἀλλὰ καὶ ὅλον αὐτὸν κομίσαι, καὶ ὅλον αὐτὸν νεκρῶσαι. Νεκροῦμεν δὲ ἕκαστος, τὸ ὅσον ἐφ’ ἑαυτῷ, τὸν διάβολον, κατὰ τὸ εἰρημένον παρὰ τῷ Ἀποστόλῳ· Ὁ δὲ Θεὸς συντρίψαι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει.

Chapter XLIΚΕΦ. ΜΑ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΜΑ. Στίχ. δ. Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; Διὰ τί οὐκ εἶπε· Τίς ἀποκαλύψει πρόσωπον αὐτοῦ; Τί ποιεῖ ἐνθάδε καὶ ἡ ἔνδυσις; Τίς γὰρ ἀποκαλύψει, φησὶ, πρόσωπον ἐνδύσεως αὐτοῦ;
PG 17:101Ἵνα νοηθῇ τὸ λεγόμενον, παραδείγματι χρησώμεθα τῶν περιτιθεμένων προσωπείων, καὶ μὴ φαινομένων τοῦτο ὅ εἰσιν, ἀλλὰ θέλουσι δοκεῖν. Ἀναλαμβάνουσι γὰρ προσωπεῖα, φέρε εἰπεῖν, οὗτοι ἐν ταῖς θυμέλαις ὑποκριταὶ, ποτὲ μὲν ἡγουμένων, ποτὲ δὲ ἄλλων βασιλέων, ποτὲ δὲ γυναικῶν. Καὶ τὸ μὲν ἴδιον αὐτῶν πρόσωπον ἀποκέκρυπται, καὶ ὅ εἰσιν οὐ φαίνονται· ὃ δὲ δοκοῦσι, βλέπονται. Τοιοῦτός ἐστιν ὁ δράκων. Οὐδέποτε τὸ πρόςωπον αὐτοῦ δείκνυσιν· ἀλλὰ εἰ πρόσωπον λαβὼν εἰς ἀπάτην τῶν ἀνθρώπων, ἐκεῖνο χρῆται. Καὶ ἔχει γε ὁ ἐχθρὸς οὗτος πολλὰ προσωπεῖα, καὶ καθ’ ἑκάστην κακίαν πρόσωπον λαμβάνει ἀρετῆς. Καὶ μετ’ ὀλίγα εἰς τὸ ἑξῆς.

Remainder of the aforementioned verseΤὰ ὑπόλοιπα τοῦ προγραφέντος στίχου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τὰ ὑπόλοιπα τοῦ προγραφέντος στίχου. Τὸ πρόσωπον ὃ ἐνεδύσατο τίς ἱκανὸς ἐλέγξαι; τίς ἱκανὸς ἀποκαλύψαι καὶ λῆξαι ὅ τι ἔνδον δράκων ἐστί; Τοιοῦτοί εἰσί τινες καὶ ἄλλοι μαθηταὶ αὐτοῦ, Οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔνδοθεν δέ εἰσι λύκοι ἅρπαγες. Στίχ. δ. Εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; Ὁρᾷς; θώραξ οὗτος ὀνομάζεται, καὶ στῆθος· καὶ θώραξ, ὅπου ἐστὶ τὸ ἡγεμονικόν. Οὐχ ἁπλοῦς ἐστιν ὁ θώραξ αὐτοῦ. Οὐδὲν ἔχει ἁπλοῦν.
PG 17:102Δόλιός ἐστιν, ἐπτυγμένος ἐστίν. Εἰς οὖν τὴν πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; Ἅγιος δὲ ἐλέγχειν αὐτὸν δύναται, καὶ δεῖξαι, ὅτι ἔπτυκται αὐτοῦ ὁ θώραξ· τοῦ δὲ ἁγίου οὐκ ἔπτυκται. Στίχ. ε. Πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; Κρύπτει τὰ ἔνδον ἀποκείμενα. Τίς οὖν ἀνοίξει τὰς πύλας τοῦ προσώπου αὐτοῦ; Τίς οὗτός ἐστιν, ὥστε ἐλέγξαι καὶ δεῖξαι ὅσον δόλον, ὅσον ἰὸν, ὅσα κακὰ ἔχει ἀποκείμενα; Στίχ. ε. Κύκλῳ ὀδόντων αὐτοῦ φόβος. Περὶ ὧν λέγεται· Ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Καὶ, Κύριος συντρίψει τὰς μύλας τῶν λεόντων. Οὐκ ἔστιν οὗτος ὁ φόβος τοῦ Θεοῦ· ἀλλ’ ὁ φόβος, ὁ κύκλῳ τῶν ὀδόντων αὐτοῦ. Ἀλλ’ ἐὰν ἔχῃς τὸν Χριστὸν ἐν σεαυτῷ, μὴ φρόντιζε τούτου τοῦ φόβου. Κύριον γὰρ τὸν Θεόν σου φοβηθήσῃ, καὶ πλὴν αὐτοῦ μὴ φοβοῦ τὸν ἄλλον. Στίχ. 2. Τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χαλκαῖ. Τὰ δόγματα, τὰ νοήματα τὰ ἀποκεκρυμμένα. Πάντα ἰὸς ἀσπίδων ἐστὶ, πάντα τὰ ἔνδον αὐτοῦ. Καὶ ἀσπίδες εἰσὶν οὐχ ἁπαλαί τινες, ἀλλὰ σκληραί. Ἀσπίδες γάρ εἰσι σκληραί. Στίχ. ι. Ἐκ στόματος αὐτοῦ. Αἱ βλασφημίαι καὶ οἱ λόγοι τῶν ἀσεβῶν καὶ ἀθέων διδασκάλων. Στίχ. ι.
PG 17:103Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι, καὶ διαριπτοῦνται ἐσχάραι πυρός. Οἶμαι μὲν καὶ πάντας τοὺς ἀσεβεῖς ἀθέων δογμάτων εἰσηγητὰς κυρίως ἂν εἶναι μέλη τοῦ δράκοντος· καὶ τῶν μελῶν τοῦ δράκοντος ὀνόματα εἰ θέλεις ἀκοῦσαι, ποῖοί εἰσιν οὗτοι; Τὸ στόμα τοῦ δράκοντος εἴη δ’ ἄν τι καὶ τροπικῶς νοούμενον, καὶ παρὰ τοῦτο ὅθεν οἱ λόγοι οἱ ἀπολλύντες. [Ἐκ στόματος γὰρ αὐτοῦ λαμπάδες ἀπολλύονται πυρός.] Ὅτι ἐκ στόματος αὐτοῦ ἐσχάραι ἀπολλύονται πυρός. Εἴ ποτε ἤκουσα τοῦ κατηγοροῦντος λόγου, προφάσει Χριστιανισμοῦ, κατηγοροῦντος τοῦ Δημιουργοῦ, φέρε εἰπεῖν, πρεσβεύοντος τὰ Μαρκίωνος, πρεσβεύοντος τὰ Οὐαλεντίνου, καὶ τὰ Βασιλείδου· ὅτ’ ἂν κακῶς λέγωσιν τὸν Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὅτ’ ἂν λέγωσιν αὐτὸν μὴ εἶναι, μηδὲ πνευματικῆς οὐσίας, ὁποῖά φασιν οὗτοι· ὄψῃ, ἐκ στόματος τῶν τοιούτων ἐξέρχονται λαμπάδες καιόμεναι, καὶ διαριπτοῦνται ἐσχάραι πυρός. Διὰ τοῦτο ἡμεῖς, εἰδότες, τηρῶμεν ἑαυτοὺς, μήποτε ἐκεῖναι αἱ λαμπάδες ἡμᾶς καύσωσι, μήποτε αἱ ἐσχάραι τοῦ πυρὸς ἡμῶν ἅψωνται. Στίχ. ιγ. Ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις. Ἔστι τις δύναμις πονηρά.
PG 17:104Ἀλλ’ ἡ ἀσθένεια, ἣν ἀνέλαβε δι’ ἐμὲ ὁ Σωτήρ μου καὶ Κύριος, ἥτις λέγεται ἀσθένεια Θεοῦ, ἐνίκησεν ἐκείνου τὴν δύναμιν. Τὸ γὰρ ἀσθενὲς τοῦ Θεοῦ, ὁ μὲν Ἀπόστολος λέγει, ἰσχυρότερον τῶν ἀνθρώπων· ἐγὼ δὲ ἂν εἴποιμι ἰσχυρότερον τῆς δυνάμεως τοῦ δράκοντος. Στίχ. ιδ. Σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται. Ἐδύνατο εἰρηκέναι· Σάρκες δὲ σώματος ἥνωνται. Ὁ δὲ οὐκ εἶπεν· οὐ γὰρ ἥνωνται· οὐκ ἔστι. Τὸ ἓν παρ’ ἐκείνῳ πολλά ἐστιν· ἢ ἓν δοκοῦντα κεκολλῆσθαι, διὰ τοῦ λέγοντος κεκόλληνται, οὐχ ἥνωνται. Στίχ. ιε. Ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος. Οὐκ ἐλαυνόμενος, οὐκ ἀκολουθῶν λόγῳ, οἰκεῖοι δὲ σκληρός ἐστιν ἀνήλατος, ἀνένδοτος. Καὶ εἴ τις ἀπὸ διαβόλου ἀπέσπασε δύναμιν, καὶ τούτου τοῦ δράκοντος, αὐτὸς ἔχει τὴν καρδίαν ἀνήλατον, καὶ οὐκ ἐλαυνομένην. Εἰ δέ τις χρυσός ἐστιν, ἀκολουθῶν τῷ λόγῳ χρυσοκῷ· οὕτως εἴκει, ἕως ἂν γένηται πέταλον χρυσοῦν, καὶ δέξηται τοὺς τύπους τῶν γραμμάτων τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.

Chapter XLIIΚΕΦ. ΜΒ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. ΜΒ. Στίχ. ι. Ἔδωκεν δὲ ὁ Κύριος διπλᾶ, ὅσα ἦν ἔμπροσθεν Ἰὼβ εἰς διπλασιασμόν.
PG 17:105Ὁ γενναῖος ἀθλητὴς, καὶ πάντα πειρασμὸν ὑποστὰς, ἀνδρειότατος Ἰὼβ, ἆθλα λαμβάνει τῆς ὑπομονῆς αὐτοῦ, ὡς ἡ Γραφή φησιν· Πάντα διπλᾶ παρὰ τὰ πρότερα. Ὁ δὲ Κύριος Ἰησοῦς Χριστὸς ἆθλα δίδωσιν οὐχὶ διπλασίονα, ἀλλ’ ἑκατονταπλασίονα. Φησὶν γάρ· Ὃς ἐὰν καταλείπῃ πατέρα ἢ μητέρα, οἰκίαν, ἀδελφοὺς, ἀδελφὰς ἕνεκεν ἐμοῦ, ἢ ἕνεκεν τοῦ Εὐαγγελίου, ὡς ἐν τῷ κατὰ Μάρκον γέγραπται, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Οὐκ ἂν διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα τὴν ἀρετὴν ἐπεδείξατο.
Second witness · khazarzar edition

Enarrationes in Job ΩΡΙΓΕΝΟΥΣ ΕΞΗΓΗΤΙΚΑ ΕΙΣ ΤΟΝ ΙΩΒ. 17.57 ΚΕΦ. Αʹ. Στίχ. ιʹ. Οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ; Πόθεν οἶδας, ὅτι πέφρακται; Οὗτος ὁ ἀντίδικος ἡμῶν ὁ διάβολος ὡς λέων ὠρυόμενος περιπορεύε 17.» ται, ζητῶν καταπιεῖν τινα. Ἦλθεν οὖν καὶ περὶ τὸν Ἰὼβ, βουλόμενος τὰ αὐτὰ ποιῆσαι. Ὕστερον λαβὼν ἐξουσίαν, ταῦτα πεποίηκε. Καὶ ὅτι πάντα πε ριπεφραγμένα ἦν, καὶ ταῦτα νοήσας ἐκ τοῦ κεκωλύ σθαι· βουλόμενος ποιεῖν τὰ περὶ τοῦ Ἰὼβ, εἶπε· Σὺ περιέφραξας τὰ ἔσω αὐτοῦ καὶ τὰ ἔξω αὐτοῦ. Πάν τα οὖν ἐφ' ὅσον οὐ δίδοται τῷ διαβόλῳ, σὺ περιέ φραξας. Στ. ιηʹ. Ἔτι τούτου λαλοῦντος, ἄλλος ἄγγελος λέγων τῷ Ἰώβ· Τῶν υἱῶν σου καὶ τῶν θυγατέ ρων σου ἐσθιόντων καὶ πινόντων, παρὰ τῷ ἀδελ φῷ αὐτῶν τῷ πρεσβυτέρῳ, Στ. ιθʹ. Ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν. Ἐσώθην δὲ ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Τὰς μὲν οὖν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς, τοὺς ὄνους δὲ καὶ τὰ ζεύγη τῶν βοῶν ὑπὸ τοὺς αἰχμαλωτίζοντας· τὰ πρόβατα δὲ ἐμίσει. Διὰ τοῦτο πῦρ ἐπ' αὐτὰ κατήγαγεν. Ἀλλὰ καὶ τοῖς υἱοῖς ἐπεβούλευσε, καιρὸν ἐζήτει τοῦ αὐτοὺς ἀπολέ σαι. Εἰ εὑρήκει ἀναγινώσκοντας, οὐκ ἂν ἥψατο τῆς οἰκίας, οὐδὲ τόπον εἶχε τοῦ αὐτοὺς ἀποκτεῖναι. Εἰ εὑρήκει προσευχομένους, οὐδὲν ἠδύνατο ποιῆσαι κατ' αὐτῶν. Ἀλλ' ὅτε εὗρεν εὐκαιρίαν, ἴσχυσε. Ποῖος οὖν ὁ καιρός; Μέθη ἦν, συμπόσιον ἦν. Τὸ, τῶν γω νιῶν τῆς οἰκίας ἅψασθαι τὸ πνεῦμα, ἐπίστησον, ὅτι ἐν ταῖς τῶν γωνιῶν πλατείαις οἱ ὑποκριταὶ ἑστῶτες προσεύχονται· πᾶς δὲ ὁ μὴ ἐπιβεβηκὼς εὐθείας ὁδοῦ, ταῖς γωνίαις κέχρηται. Πλατεῖα δὲ γωνία ἡ πολλὴ καὶ ἀνειμένη κακία. ΚΕΦ. Βʹ. Στίχ. βʹ. Καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· Πό θεν σὺ ἔρχῃ; Ἑώρα ὁ Θεὸς, ὅπως αἰσχυνθεὶς διεπονεῖτο ὁ Σατα νᾶς. Ὅταν δὲ ἐπερωτῶν ἴδῃ ἀγνωμονοῦντα, τότε ἐλέγχει κακουργοῦντα, ὡς ἤλεγξε τὸν Κάϊν. Στ. θʹ. Χρόνου δὲ προβεβηκότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ. Ὅρα τὸ κακοῦργον. Ὅτε πολὺς διῆλθε χρόνος, τότε ἐπιτίθεται· τότε γὰρ μάλιστα τῆς δυνάμεως ἐξασθε νεῖ. Διπλᾶ τὰ τῆς ἀσθενείας ἦν, τῷ τε τὸν φέροντα ἀσθενέστερον γενέσθαι τῷ μήκει τοῦ χρόνου, καὶ τῷ τὴν ἐλπίδα ἀπογνωσθῆναι μᾶλλον. Καὶ μετ' ὀλίγα· Μὴ τοίνυν τοῦτο ἴδωμεν, ὅτι γυνὴ, ἀλλὰ τί συμβου λεύει. Τοῦτο καὶ τοῖς νῦν ἀνθρώποις παραινῶ, μὴ πρὸς τὰ τῶν προσώπων ἀξιώματα βλέπειν, ἀλλὰ πρὸς τὸν τρόπον τῆς συμβουλῆς. Γυνή ἐστιν ἵνα βοηθῇ, οὐχ ἵνα ὑποσκελίζῃ. Στ. θʹ. Εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τί νος καρτερήσεις; Τὸ πάντων μηχανημάτων τῶν προλαβόντων ἰσχυ ρότερον ὕστερον ὁ διάβολος προσάγει. Εἴθε καὶ ταύ την ἔλαβες! Εἴθε μετὰ τῶν παίδων κατέχωσας! Τινὲς δέ φασιν οὐδὲ τῆς γυναικὸς εἶναι τὰ ῥήματα, ἀλλ' αὐ 17.» τὸν εἰς αὐτὴν τυπωθέντα ταῦτα φθέγγεσθαι· οὐδὲ γὰρ ἦν τὴν γυναῖκα τοῦ Ἰὼβ τοιαύτην εἶναι· πλὴν εἴ τις λέγοι, συμφορᾷ περιτραπεῖσαν, τοιαύτην αὐτὴν γενέ σθαι. Καὶ μετ' ὀλίγα· Εἰκὸς οὐ ταύτην πρώτην γε γενῆσθαι τὴν συμβουλὴν, ἀλλὰ πολλάκις πολλὰ τού των ἀκοῦσαι χαλεπώτερα παρὰ τῆς γυναικός. Ὅρα διαβολικὴν ἀπάτην. Ἐνενόησε τὴν Εὔαν. Τοῦτο, φησὶ, τὸν πρῶτον κατήνεγκεν ἄνθρωπον· τοῦτο καὶ τούτου περιγενέσθαι δυνήσεται. Ἀλλ', ὦ ἄθλιε καὶ ἀνόητε! ἐκεῖνον ἥττονα γαστρὸς εὑροῦσα, ἰὸν ἔσπειρε τὸν ἑαυ τῆς. Τοῦτον δὲ ὁρᾷς φιλοσοφοῦντα, καὶ αὐτῆς περι γενόμενον τῆς φύσεως. Οὐκ ἐπέκαμψεν αὐτὸν χρη μάτων ἀπώλεια, οὐδὲ παίδων θάνατος ἄωρος, οὐδὲ βάσανος σώματος ἀπαραμύθητος, οὐδὲ χρόνου μῆκος τοσοῦτον. Καὶ τὸν ὑπὸ πραγμάτων οὐχ ἁλόντα, τοῦ τον ὑπὸ λόγων προσδοκᾷς χειρώσασθαι; Τοῦ αὐτοῦ. Τί τὸν ἀθλητὴν ἐκλύεις; Τί καταστέλλεις τὰς χεῖ ρας; δέον εἰπεῖν κατὰ τὸν Ἀπόστολον· Ἔτι μικρὸν, ἔτι μικρόν.

1

Στ. θʹ. Ἀλλ' εἶπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα. Μετὰ τὸ τὴν τραγῳδίαν ἀκριβῶς διηγήσασθαι, τότε τὴν ἀναίσχυντον ἐπιφέρει συμβουλήν. Καὶ οὐδὲ αὐ τῷ φανερῶς εἶπε, Βλασφήμησον. Οἱ γὰρ πονηρὰ συμ βουλεύοντες οὐ τολμῶσιν ἀνακεκαλυμμένην εἰσά γειν τὴν συμβουλήν. Τί λέγεις, ὦ γύναι; Δέον ἐξι λεώσασθαι, δέον καταλλάξαι, παροξῦναι μᾶλλον παρ αινεῖς; Εἰ γὰρ ὁ Θεὸς ταῦτα ἐποίησε, παρακαλέσαι αὐτὸν, οὐ βλασφημῆσαι δεῖ. Πόθεν δὲ δῆλον, ὅτι καὶ ἐρώμενον τελευτήσω; Πλὴν ὅρα ὅπως εἶχε περὶ τῆς βλασφημίας ἡ γυνή. Ὥσπερ παραχρῆμα αὐτὴν θάνατον ἐπάγειν ἱκανὴν ἡγεῖτο. Στ. ιʹ. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυ ρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ὁ γὰρ μακάριος οὗτος, πανταχόθεν βαλλόμενος, ἀσφαλέστερον ἵστατο, καὶ μυρία βέλη δεχόμενος, οὐκ ἐνεδίδου. Ἀλλ' ἐκένωσε μὲν τοῦ διαβόλου τὴν βελοθή κην, αὐτὸς δὲ οὐ κατέπεσεν, οὐδὲ ὑπεσκελίσθη. Ἀλλ' ὥσπερ ἄριστος κυβερνήτης, οὔτε μαινομένης τῆς θα λάσσης, καὶ τῶν κυμάτων διεγειρομένων κατεποντί ζετο, οὔτε γαλήνης οὔσης ῥᾳθυμότερος ἐγίνετο. Ἀλλ' ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν διαφορᾷ ἴσην τὴν ἑαυτοῦ τέχνην διετήρησε. Καὶ οὔτε πλοῦτος ἑαυτὸν ἐφύ σησεν, οὔτε πενία ἐταπείνωσεν, οὔτε, κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων, ὕπτιος ἦν καὶ ἀναπεπτωκὼς, οὔτε, ὅλης σχεδὸν τῆς οἰκείας ἀνατραπείσης, καὶ πανολεθρίας γενομένης, διεταράχθη, καὶ τὴν ἀνδρίαν ἤλεγξε τὴν ἑαυτοῦ. Ἀκουέτωσαν πλούσιοι, ἀκουέτω σαν πένητες· ἑκατέροις γὰρ τὸ διήγημα χρήσιμον, καὶ πᾶσιν ἀνθρώποις ἡ ἱστορία λυσιτελής· καὶ τοῖς ἐν εὐημερίᾳ, καὶ τοῖς ἐν συμφοραῖς. Ἑκάτερα γὰρ τὰ ὅπλα μεταχειρίσας ὁ τῆς εὐσεβείας ἀγωνιστὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ἐν ἑκατέροις τὸ τρόπαιον ἔστησε· καὶ πρὸς πᾶν εἶδος πολέμου τοῦ δαίμονος 17.» ἐπελθόντος ἐκείνου, πρὸς ἅπαντα παρετάξατο, καὶ ἐν πᾶσιν ἀνεκηρύττετο. Καὶ καθάπερ στρατιώτης γεν ναῖος, καὶ εἰδὼς νυκτομαχεῖν, τειχομαχεῖν, πεζομα χεῖν, ναυμαχεῖν, καὶ τοξεύειν, καὶ δόρυ σείειν, καὶ σφενδόναις καὶ ἀκοντίοις, καὶ παντὶ τρόπῳ μάχης περιγίνεσθαι τῆς ἐναντίων καὶ πανταχοῦ κρα τεῖν· οὕτω δὴ καὶ ὁ γενναῖος ἐκεῖνος ἅπαντα πειρα σμὸν μετὰ πολλῆς ἤνεγκε τῆς ἀνδρίας, τὸν ἀπὸ πε νίας, τὸν ἀπὸ λιμοῦ, τὸν ἀπὸ νόσου, τὸν ἐξ ὀδύνης, τὸν ἀπὸ παίδων ἀπωλείας, τὸν ἀπὸ τῶν φίλων, τὸν ἀπὸ τῶν ἐχθρῶν, τὸν ἀπὸ τῆς γυναικὸς, τὸν ἀπὸ τῶν οἰκετῶν. Οὐ γὰρ ἦν ἀνθρωπίνη συμφορὰ, ἣ μὴ εἰς τὸ σῶμα ἐξεκενώθη ἐκείνου. Ἀλλ' ὅμως ἁπάντων ὑπερηνέχθη τῶν δικτύων, καὶ ὑψηλότερος γέγονε τῶν τοῦ διαβόλου καλάμων. Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι καὶ πάντα αὐτῷ, καὶ πάντα μεθ' ὑπερβολῆς, καὶ πάντα ὑφ' ἕν. Μὴ γὰρ τοῦτο ἴδῃς, ὅτι τοσαῦτα ἔπα θεν· ἀλλὰ πρόσθες, ὅτι οὐδὲ κατὰ μικρὸν, οὐδὲ ἐκ διαστήματος, ἀλλ' ὑφὲν καὶ ὁμοῦ. Οὐ μικρὰ δὲ αὕτη πειρασμῶν προσθήκη. Τῶν μὲν γὰρ ἄλλων ἕκαστος ἀνθρώπων πρῶτον μὲν οὐδεὶς ἂν εὑρεθείη πάντα ὑπο μείνας ὁμοῦ, ἀλλ' εἰ καὶ πενίᾳ παλαίει, ὅμως ὑγείας ἀπολαύει· εἰ δὲ καὶ πενίᾳ καὶ νόσῳ περιεπάρη, ἀλλὰ γυναικὸς πολλάκις ἀπήλαυσε παραμυθουμένης τὰ δει νὰ, καὶ ἀντὶ λιμένος αὐτῷ γινομένης. Εἰ δὲ μὴ γυναι κὸς ἀπήλαυσε τοιαύτης, ἀλλ' οὐχ οὕτω συμβουλευ θείσης ὀλέθρια, ἀλλ' οὐχὶ καὶ τοὺς παῖδας ἀθρόον ἀπώλεσεν ἅπαντας· εἰ δὲ καὶ ἀθρόον, ἀλλ' οὐ τοιούτῳ τρόπῳ τελευτῆς· εἰ δὲ καὶ τοιούτῳ [τρόπῳ] τελευτῆς, ἀλλὰ φίλους ἔσχε παρακαλοῦντας· εἰ δὲ οὐκ ἔσχε πα ρακαλοῦντας, ἀλλ' οὐχὶ καὶ οὕτως ἐπεμβαίνοντας· εἰ δὲ καὶ ἐπεμβαίνοντας, ἀλλ' οὐχὶ καὶ οἰκέτας ὀνειδί ζοντας· εἰ δὲ καὶ ὀνειδίζοντας, ἀλλ' οὐχὶ καὶ εἰς τὸ πρόσωπον αὐτοῦ ἐμπτύοντας· εἰ δὲ καὶ εἰς τὸ πρόσ ωπον ἐμπτύοντας, ἀλλ' οὐχὶ καὶ νόσῳ τοιαύτῃ περιε πάρει, ἀλλὰ δωματίου καὶ σκέπης ἀπήλαυσε, καὶ οὐκ ἐπὶ τῆς κοπρίας ἐκάθητο· εἰ δὲ καὶ ἐπὶ τῆς κοπρίας ἐκάθητο, ἀλλ' ἔσχε τοὺς χεῖρα ὀρέγοντας· εἰ δὲ μὴ ἔσχε τοὺς χεῖρα ὀρέγοντας, ἀλλ' οὐχὶ καὶ ἐπεμβαίνοντας. Οὗτος δ' ἅπαντα ταῦτα ὑπήνεγκεν. Στίχ. ιαʹ. Παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώ ρας πρὸς αὐτὸν, Ἐλιφὰζ ὁ Θαιμανῶν βασι λεὺς, Βαλδὰδ ὁ Σαυχέων τύραννος, Σωφὰρ Μιναίων βασιλεύς. Φιλικὴ μὲν ἡ παρουσία σου, φιλικὴ δὲ ἡ παρ αίνεσις. Ἐλιφάζ·

2

Θεός με διέσπειρεν, ἢ, Θεοῦ μου φαυλισμός. Θαιμὰν, ἔκλειψις αὐτῶν. Σωφὰρ, σκοπὸς, ἢ φαυλισμός. Βαλδὰδ, παλαίωσις, καὶ ἐπίδοξος. Σαυχαίων, ἀδολεσχία αὐτῶν. Στίχ. ιαʹ. Ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα, τὰ ἐπελθόντα αὐτῷ, παρε γένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν. Ἐάν τις ζητῇ, διὰ τί μετὰ τοσοῦτον χρόνον οἱ φί λοι παραγεγόνασιν, ἐννοείτω πρῶτον μὲν, ὅτι δια φόρους ᾤκουν χώρας, καὶ μετὰ πλεῖστον χρόνον πολλοὶ μὲν ἤκουσαν ἴσως, τὸ δὲ παράδοξον τῆς συμ φορᾶς καὶ ἄπιστον ἐδόκει, εἰ καὶ ἐπὶ κοπρίας ὁ Ἰὼβ 17.» καὶ ἀνεπικούρητος κάθηται. Καὶ περιέμενον διὰ πλειόνων πιστώσασθαι τὴν ἀκοὴν, ἢ καὶ ἐκπέμψαι καὶ ἰδεῖν, εἰ καὶ ἀληθῆ τὰ λεγόμενα. Ἐν τούτοις οὖν ὁ χρόνος ἐτρίβετο. Πρὸς δὴ τούτοις, ὅτε τὸ ἀληθὲς ἔγνωσαν, βασιλεῖς ὄντες καὶ ἐκδημεῖν μέλλοντες, ἀνάγκην εἶχον πρότερον εὖ διαθεῖναι τὰ κατὰ τὸν οἶκον, καὶ ἐπιστῆσαι τοῖς ἀρχομένοις τοὺς ἀνθ' ἑαυτῶν. Ταῦτα πάντα αὐτοὺς ἀπησχόλει, καὶ ἐνε βράδυνον. Καὶ εἰ μὴ σφόδρα γε ἀγαπητοί τινες ἦσαν καὶ δίκαιοι, οὐκ ἂν, τὰς οἰκείας καταλιπόντες χώρας καὶ βασιλείας, ἀφικνοῦντο πρὸς τὴν ἐπίσκεψιν, ἀλλὰ δι' ἑτέρων τὴν χρείαν ἐπλήρουν. Ἔστι δὲ ἐννοεῖν, ὡς καὶ οἰκονομία τις ἦν θεία τῆς ἀφίξεως ἡ ἀναβολή. Ἐπειδὴ γὰρ ὁμοῦ τῇ τῶν φίλων διαλέξει καὶ τὸ πᾶν τοῦ ἀγῶνος ἐλύθη, τοῦ Θεοῦ χρηματίσαντος, καὶ τὸν δίκαιον ἀνακτησαμένου καὶ στεφανώσαντος, οἰκονο μία τις γέγονε θεία, ἐμβραδῦναι τοὺς φίλους, ἵνα παραταθῇ τὰ τοῦ νοσήματος, καὶ μειζόνως ἀθλή σας ὁ δίκαιος, δικαιότερον ἀναῤῥηθῇ παρὰ τοῦ Θεοῦ. Στίχ. ιαʹ. Καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυ μαδὸν, τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν. Ὁ Σύμμαχος οὕτως ἐξέδωκε· Συνετάξαντο γὰρ ὁμοῦ ἐλθόντες συμπαθῆσαι αὐτῷ, καὶ παραμυ θήσασθαι αὐτόν. Ὅρα καὶ ἐντεῦθεν, ὡς καὶ ἕτερος παρῆλθε χρόνος, ἕως ὅτε, πρὸς ἀλλήλους διαπεμψά μενοι, τὴν ἐπὶ τὸ αὐτὸ σύνοδόν τε καὶ ἄφιξιν ἐποιή σαντο. Στίχ. ιβʹ. Καὶ καταπασάμενοι γῆν ἐπὶ τὰς κεφαλὰς αὐτῶν. Στίχ. ιγʹ. Παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας, καὶ ἑπτὰ νύκτας. Οὐκ εἶπε δὲ ἡ Γραφὴ, ὅτι παρεκάθηντο ἑπτὰ ἡμέρας πρωΐθεν ἕως ἑσπέρας, οὐδὲ ἑπτὰ νύκτας ἀφ' ἑσπέρας μέχρι πρωΐ. Δῆλον οὖν, ὅτι, τὸ πλεῖον τῆς ἡμέρας παρακαθεζόμενοι, ὑπεχώρουν τὰς ἀναγκαίας ἐκπληρώσοντες χρείας· καὶ πάλιν ἐπανήκοντες, μέ χρι πολλοῦ τῆς νυκτὸς παρεκαθέζοντο, καὶ αὖθις ἀπιόντες, πάλιν ὤρθριζον πρὸς αὐτόν. Ὃ δὴ τῶν γνησιωτάτων καὶ συμπαθεστάτων φίλων ἴδιον. Τῇ δὲ κοινῇ συνηθείᾳ χρωμένη ἡ Γραφὴ, οὕτως ἀπολύτως εἶπε· Παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας. Ἐπεὶ καὶ ὅτε λέγει τὸν Ἰακὼβ δεκατέσσαρα ἔτη δουλεῦσαι, καὶ συγκαίεσθαι τῷ καύσονι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἆρα ὑπὸ στέ γην οὐκ εἰσῄει ποτέ; ἆρα οὐδεμιᾶς ἀναπαύσεως ἔτυχεν ὅλῳ τῷ χρόνῳ; Ταῦτα μὲν οὖν καὶ λεπτολο γεῖν φλύαρον. Ὡς γὰρ ἔφην, ἡ Γραφὴ κοινῇ συνη θείᾳ χρῆται. Ἐπειδὴ δέ τινες, κωμῳδοῦντες τὴν Γραφὴν, καὶ ἐντεῦθεν αὐτὴν ὡς ψευδῆ διασύρουσιν· Ὡς γὰρ ἂν, φασὶν, ἄσιτοι διετέλουν καὶ ἄϋπνοι ἐπὶ τοσαύταις ἡμέραις; ἠναγκάσθημεν αὐτῶν συνα παχθῆναι τῇ ἀκαίρῳ στενοχωρίᾳ. ΚΕΦ. Γʹ. Ἀλλ' ἐν τούτοις μὲν τὸ δεύτερον ἤνυσται κεφά λαιον· τοῦ τρίτου δὲ προθεωρίαν ποιούμενοι, φαμὲν, 17.» ὡς ἀλγεῖ μὲν ὁ δίκαιος, καὶ οὐκ ἄν τις ἀρνήσαιτο οὐ γὰρ τῶν ἀναισθήτων ἡ ἀρετὴ, ἀλλὰ τῶν ἐν τοῖς πάθεσι φιλοσοφούντων. Οὐ δύναται δὲ, κατὰ μὲν τὸ φαινόμενον, ὑπὸ τῆς ἐν σαρκὶ πληγῆς δριμυ τάτως κεντούμενος· κατὰ δὲ τὸ νοούμενον, οἷα δί καιος καὶ φιλόθεος ἀνὴρ ὁρῶν τινας σκανδαλιζομέ νους ἐπὶ τοῖς αὐτῶν παθήμασιν, ὡς τῆς τοῦ Θεοῦ δόξης ἐπ' αὐτῷ διασυρομένης, εἰ ὁ δίκαιος ταῦτα ὑπομένει. Καὶ γὰρ ὅτε λέγει· Ἵνα τί ἔθου με κατ' ἐντευκτήν σου; οὐκ αὐτὸς κατὰ τοῦ Θεοῦ ἐτύγχανε, μὴ γένοιτο! τίνι γὰρ εἶχεν ἐντυγχάνειν; Ἀλλὰ τοῦτό ἐστιν ὅ φησιν· Ἵνα τί δι' ἐμὲ, Δέσποτα, τὸ ὄνομά σου βλασφημεῖται; Θορυβεῖται δὲ οὐδὲν ἧττον καὶ ἰλιγγιᾷ, μήπως πλείως ἐγκατάλειψιν ὑπέστη παρὰ Θεοῦ. Οὐδὲ γὰρ οὕτω τιμωρεῖται ψυχὴ φιλόθεος, ὡς τὸ ὑποπτεύειν καταλελεῖφθαι παρὰ Θεοῦ· καὶ μυριάκις αἱρεῖται τὸν θάνατον, ἢ μετὰ

3

ἀλγηδόνων καὶ τοιαύτης ὑποψίας τοῖς ζῶσιν ἐγκατα λέγεσθαι. Ἐπὶ μὲν οὖν τῇ τῶν κτημάτων ἀπωλείᾳ καὶ τῇ τῶν παίδων ἀθρόᾳ τελευτῇ οἵας ἀφῆκε χα ριστηρίους φωνὰς ἠκούσαμεν, καὶ ὅπως τὴν γυναῖκα ἐξεπαίδευσεν ἀπρεπές τι περὶ τοῦ Δεσπότου λογισα μένην, καὶ ποῖα μετὰ πεῖραν καὶ ἐξουδένωσιν καὶ τὸ δριμὺ πάθος ἐφθέγξατο, καὶ ὡς οὐδὲν αὐτὸν τῶν ἀν θρωπίνων συμπτωμάτων διεθορύβησεν· ὡς δὲ οἱ φί λοι παρεγένοντο ἄνδρες δίκαιοι καὶ συμπαθεῖς, εὔ καιρον ᾠήθη, θεωρῶν αὐτῶν τὴν ὑπομονὴν καὶ τὴν ἀγάπην ἐπ' αὐτῶν, εἰπεῖν καὶ δημοσιεῦσαι τὰς κατὰ ψυχὴν ἀλγηδόνας, καὶ φθέγγεται μὲν καθ' ἱστο ρίαν ἀκίνδυνον. Ἓν γὰρ ἦν τοῦ διαβόλου τὸ σπού δασμα, τὸ παρασκευάσαι τὸν δίκαιον βλασφημῆσαι Θεόν. Ὁ δὲ οὐδαμῶς φαίνεται τοῦτο διαπραξάμενος, ἀλλὰ καὶ μᾶλλον εὐφημήσας, καὶ χαριστηρίους ἀνα πέμψας φωνάς. Καταρᾶται δὲ τὴν ἡμέραν τῆς γεννήσεως, καὶ τὸν θάνατον ἐπιποθεῖ, διὰ τὰς ἀνω τέρω λεχθείσας αἰτίας. Πρὸς δὲ διάνοιαν μυστήρια λαλεῖ· καὶ περὶ τῶν ἤδη προγεγονότων φιλοσοφεῖ, καὶ πληροφορεῖ τὸ μέλλον. Τοιαῦται γὰρ ἀεὶ τῶν ἁγίων προφητῶν αἱ ῥήσεις. Ἐπὶ δὲ αὐτῶν τῶν λέ ξεων γενόμενοι, σαφηνίσωμεν τὴν διάνοιαν, αὐτοῦ ποδηγοῦντος πρὸς τὴν ἑρμηνείαν, τοῦ καὶ τὸν ἅγιον Ἰὼβ πρὸς τοὺς ἀγῶνας ἐνισχύσαντος. Στίχ. αʹ. Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ. Ὅτι δίκαιος ἀνοίγει τὸ στόμα, οὐχ ἁπλῶς οὑτωσὶ προσήκει προσέχειν τοῖς λεγομένοις, ἀλλὰ τὰ ἐκ τῶν λόγων ἀναζητεῖν ὠφέλειαν. Μεστὰ γὰρ ἀεὶ ὠφε λείας τὰ τοιαῦτα ῥήματα τῶν ἁγίων· καὶ ἀνοίγων τὸ στόμα δίκαιος, κεκρυμμένους δημοσιεύει θησαυ ρούς. Διὸ καὶ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ Παῦλος ἐπι στέλλων φησί· Τὸ στόμα μου ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. Καὶ περὶ τοῦ Κυρίου γέγραπται ὅτι Ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκε. Καὶ ἁπλῶς ἐκεῖνος μαρτυρεῖται στόμα ἀνοίγειν, ὁ σιωπῆς μέτρα πρότερον διδαχθείς. Οὐκοῦν καὶ Ἰὼβ ἀνοίγει τὸ στόμα 17.» μετὰ τοῦτο· τουτέστι μετὰ τὸ μέγα τρόπαιον, μετ' ἐκεῖνα τὰ πάθη, οὐκ ἀβασανίστως φθέγγεται περιαλ γῶν τῷ σώματι, τῆς γλώσσης φθανούσης τὸ τῆς φρο νήσεως ἔνθεσμον, ἀλλὰ σωφρονῶν καὶ ταῖς φωναῖς ὑποδείκνυται. Δηλοῖ δὲ καὶ τὴν γαλήνην τῆς ψυχῆς καὶ τῶν ῥημάτων τὸ ἐμπρεπὲς ἡ τοῦ ἀνοῖξαι τὸ στόμα αὐτοῦ μαρτυρία. ΚΕΦ. ΙΘʹ. Στίχ. αʹ. Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; Ὥσπερ σώματα βαρέα ἐπιτιθέμενα ζώων σώμα σιν, κάμνειν ποιεῖν τὰ βαστάζοντα· οὕτως εἰσί τι νες λόγοι βαρεῖς, οὓς ἀκούσας τις κάμνει. Ὡς ὑπὸ βάρους πιεζόμενος, τῆς δυνάμεως τῶν λόγων τῶν οὐ κακῶς, καὶ χαλεπῶς, ἢ ἐπὶ λοιδορίας εἰρημέ νων ὑπὸ τῶν ἄλλων δύο μετὰ Βαλδὰδ ἐληλυθότων, οἱονεὶ φορτίου αἴσθησις βαρέος, ὁ Ἰώβ φησι καμὼν τῇ ψυχῇ ἐφ' οἷς εἰρήκασιν· Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; –Καὶ μετ' ὀλίγον· Ὁρᾷς ὡς προγέγραπται ὁ Σαυχαίων τύραννος. Τυ ραννικοὶ αὐτοῦ εἰσιν οἱ λόγοι, οὓς ἀκούσας ὁ Ἰὼβ, λέ γει· Ἕω τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου; Οὐχ οὕτως καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι, ὡς λόγος σκληρός. Πολλάκις ὑπομείνας τὰς βασάνους σώματι προσφερομένας, λόγους οὐχ ὑπέμεινεν. Ὁ μέντοιγε τέλειος ἀθλητὴς, εἰ καὶ κάμνων, ἀλλ' ὑπο μένει τοὺς χαλεποὺς λόγους. Ὕβριν γὰρ ὑπομένειν μεγάλου ἀνδρός ἐστιν. Διόπερ ἐν τοῖς ἀνδραγαθήμα σιν ἑαυτοῦ ὁ Ἀπόστολος λέγει· Λοιδορούμενοι εὐλο γοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν. Ὥσπερ καθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Καὶ μετ' ὀλίγον φησὶν εἶτα, διὰ τὸ, Ἕως τίνος ἔγκοπον ποιή σετε ψυχήν μου; Ὁρᾷς; Ἰώβ ἐστιν, οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτως περιέχει ἢ τὴν ἀνδρίαν αὐτοῦ καὶ τὴν ὑπομονήν. Ἀλλ' ὅμως αἰσθάνεται τῶν καμάτων, ὧν κεκμήκει ἀπὸ τοῦ λόγου τοῦ σκλη ροῦ τῶν ἐληλυθότων αὐτὸν ἐπισκοπῆσαι. Στίχ. γʹ. Γνῶτε μόνον, ὅτι ὁ Κύριος ἐποίησέ με οὕτως. Ἃ βλέπετε περὶ ἐμὲ, μὴ νομίσητε ἄλλοθεν ἐληλυ θέναι μοι ἢ ἀπὸ τοῦ Θεοῦ. Φοβήθητε τοίνυν. Ὁ γὰρ ἐμοὶ ταῦτα ἐπάγων δύναται καὶ ὑμῖν ἐπαγαγεῖν. Στίχ. γʹ. Καταλαλεῖτέ μου· οὐκ αἰσχυνόμενοί με, ἐπίκεισθέ μοι. Πολλάκις καὶ καταλαλεῖ τις κακῶς ποιῶν. Ὅτε ἂν δὲ οὐκ

4

ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνῳ, οὐχὶ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλ' ὀνει δίζων καὶ ὑβρίζων. Τοῖς γὰρ ὑπὸ Θεοῦ τιμωρου μένοις ἐπεμβαίνειν οὐ χρὴ, ἀλλὰ θρηνεῖν καὶ φο βεῖσθαι. Στίχ. δʹ. Ναὶ δὴ ἐπ' ἀληθείας ἐγὼ ἐπλανήθην, παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος· λαλῆσαι ῥῆμα, ὃ οὐκ ἔδει. Εἶτά φησιν καθ' ὑπόθεσιν· Ὑμῖν δίδωμι, ὡς ὑπο 17.» λαμβάνεται, ὅτι διὰ τὰ ἁμαρτήματα ταῦτα πάσχω· ἆρ' οὖν ἐχρῆν ὑμᾶς οὕτω μοι ὀνειδίζειν; Παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος. Εἰ καὶ καθ' ὑπόθεσιν τοιαῦτα ἐπεποιήκειν, οἷα οὐκ ἔδει· εἰ καὶ τοιοῦτος ἤμην, ἆρ' οὐκ ἐχρῆν ὑμᾶς βλέποντας μάστιγας, τοὺς ἰχῶ ρας, τοὺς σκώληκας, τὴν ἀπώλειαν τῶν ὑπαρχόντων, αἰδεσθῆναι; Ἀλλὰ προσεπιβαίνετέ μοι μὴ ἐλεοῦντές με, μηδὲ συμπαθοῦντές μου τῇ περιστάσει. Στίχ. εʹ. Ἔα δὲ, ὅτι ἐπ' ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει. Οὐ μετρίως μοι ὀνειδίζετε, ἀλλ' ἐναλλόμενοι ὡσπερεὶ ἐπιβαίνοντες καὶ καταπατοῦντές με ὀνει δίζετε. Στίχ. ʹ. Ὀχύρωμα δὲ αὐτοῦ ἐπ' ἐμὲ ὕψωσεν. Οἱονεὶ ὑπὸ τεῖχος τῆς περιστάσεώς εἰμι ὀχύρωμα, ὃ οὐ δύναμαι φεύγειν, ἕως οὗ κρινεῖ ὁ Θεὸς καθελεῖν αὐτό. Στίχ. ζʹ. Ἰδοὺ γελῶ ὀνείδει, καὶ οὐ λαλήσω. Τοῦτό ἐστι τό· Νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Τοῦ αὐτοῦ. Ἰδοὺ ἐπὶ τῷ ὀνείδει ὑμῶν γελᾷν, οὐ λαλεῖν νομίζομαι. ΚΕΦ. Κʹ. Στίχ. ʹ. Ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα· ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται. Τοῦ ἀσεβοῦς ἐὰν ἀναβῇ τὰ δῶρα εἰς τὸν οὐρανὸν, ἐὰν πάνυ ὑψωθῇ, ἐὰν ἡ θυσία αὐτοῦ νεφῶν ἅψηται. Ὅτ' ἂν εὔξηται ὁ αἱρετικὸς, ὅτ' ἂν ἡ θυσία αὐτοῦ ἀναβῇ τῇ ὑψηγορίᾳ, ὅτ' ἂν δοκῇ κατεστηρίχθαι· τότε εἰς τέλος ἀπολεῖται. Ἡ γὰρ εὐχὴ αὐτοῦ λο γίζεται αὐτῷ εἰς ἁμαρτίαν, καὶ ἔστιν αὐτὴ ἡ εὐχὴ αὐτοῦ ἁμαρτία. Στίχ. ζʹ. Ὅταν γὰρ δοκῇ ἤδη ἐστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται. Ὅμοιον, Οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξα σθῆναι καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον. Στίχ. ζʹ. Οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσι· Ποῦ ἔστιν; Τίνες οἱ ἰδόντες αὐτόν; Οἱ ἐκκλησιαστικοὶ, οἱ ἰδόντες ἐκείνων τὰ σφάλματα, ἐροῦμεν· Ποῦ ἔστιν; Στίχ. ηʹ. Ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ. Οἱ τοιοῦτοι ἐνυπνιαζόμενοι, καὶ ἀναπλάσσοντες φαντάσματα, οὐ τῇ ἀληθείᾳ τὴν διάνοιαν ἐπερείδου σιν σφαλλόμενοι, καὶ γίνονται ὥσπερ ἐνύπνιον ἐκπετασθὲν, ὃ οὐ μὴ εὑρεθῇ. Στίχ. ιʹ. Τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες. Τοὺς υἱοὺς καὶ μαθητὰς τοῦ ταῦτα διδάξαντος. Στίχ. ιʹ. Αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας. Αἱ χεῖρες αὐτοῦ, φησὶν, τουτέστιν αἱ πράξεις, ἐξά ψουσιν αὐτῷ κόλασιν. Αἱ δὲ χεῖρες αὐτοῦ. Τοῦ ἀσεβοῦς τούτου καὶ ἐσφαλμένου, οὗ ἡ προσευχὴ λογίζεται εἰς ἁμαρ τίαν, οὗ ἡ θυσία ἐὰν ἀναβῇ εἰς οὐρανὸν, καὶ νε 17.» φῶν ἅψηται, τότε εἰς τέλος ἀπόλλυται· τούτου αἱ χεῖρες ὀδύνας πυρσεύσουσι· τουτέστι, καὶ ἐν ὀδύναις ἐσχάταις διάξουσι. Λέγει δὲ περὶ τῶν υἱῶν τοῦ πα ρανόμου. Στίχ. ιγʹ. Χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ. Ἔχει γὰρ μαθήματα, ἃ οὐκ ἔστι γλυκέα, ἀλλὰ χολὴ ἀσπίδος, οἱονεὶ πονηρὰ, ἡ περὶ τοῦ οἴνου τῆς διδασκαλίας αὐτῶν. Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ τὰ ἑξῆς. Καὶ μετ' ὀλίγα· Χολὴ δὲ ἀσπίδος ἐν γαστρὶ τοῦ ἑτεροδόξου, καὶ ἀσεβοῦντος ἐν τοῖς δόγμασι, τοῖς ἐναντίοις τῇ ἀληθείᾳ. Στίχ. ιεʹ. Πλοῦτος ἀδίκως συναγόμενος ἐξε μεθήσεται. Τίς γὰρ ἄλλος ἀδίκως πλοῦτος συνάγεται ἢ ἐκεῖ νος ὁ ἐν τοῖς λόγοις αὐτῶν; Ἀδίκως γὰρ συνάγεται. Ἀλλ' ὁ ἀγαθὸς οὐκ ἐάσει αὐτοὺς πεπτωκότας, πλοῦ τον ἀδίκως συναγόμενον ἔχειν ἀεὶ αὐτὸν ἐν ἑαυτοῖς· ποιήσει γὰρ ἐξεμέσαι. Στίχ. ιεʹ. Ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος. Ἄγγελος γὰρ κατ' ἐνέργειαν καὶ εὐεργεσίαν τοῦ Θεοῦ ἐξελκύσει αὐτὸν ἀπ' αὐτῆς τῆς κακῶς οἰκοδο μηθείσης, ἥτις ἐστὶν ἐκκλησία πονηρευομένων. Αὕτη γὰρ ἡ οἰκία αὐτοῦ. Ἀλλ' ἄγγελος ἐξελκύσει αὐτὸν ἐξ οἰκίας αὐτοῦ. Στίχ. ιζʹ. Μὴ ἴδοι ἄμελξιν νομάδων. Ἑτερόδοξος οὐ βλέπει ἄμελξιν νομάδων. Νο μάδες δὲ εἰσί τινες ψυχαὶ νεμόμεναι ὑπὸ τῷ καλῷ Ποιμένι, τῷ εἰπόντι· Ἐγώ εἰμι ἡ θύρα. Δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται. Καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Στίχ. ιηʹ. Ὥσπερ στρίφνος ἀμάσητος, ἀκατά ποτος. Οἱ λόγοι καὶ τὰ δόγματα στριφνὰ καὶ πυκνὰ, οὐ δὲν ἔχει γλυκὺ ἐκεῖνα, τὰ κατὰ τοῦ Θεοῦ γινόμενα. Στρίφνος βοτάνη, τίς

5

ἐστιν ἐκτραχυνομένη τῇ γλώσσῃ τοῦ μασσωμένου. Ὥσπερ οὖν, φησὶ, τὴν βοτάνην ἐκείνην, κἂν ἄγαν τις φιλονεικήσειε διαλεά νας τοῖς ὀδοῦσι, καταπιεῖν οὐ δύναται· οὕτω καὶ ὁ τῶν ἀλλοτρίων ἀπολαύειν ἐθέλων οὐδὲν τῶν πόνων ἀποίσεται τὸ κέρδος. Στίχ. κʹ. Διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. Ἂ δοκεῖ ἀγαθὰ ποιεῖν, οὐκ ἀνθήσει· ὅτ' ἂν δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται. Στίχ. κʹ. Οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσι. Τὰ ὑπάρχοντα αὐτοῦ σωτηρίαν αὐτῷ περιποιῆσαι οὐ δύναται. Ἄλλως. Στίχ. κβʹ. Πᾶσα δὲ ἀνάγκη αὐτὸν ἐπελεύσεται, καὶ ἐπαποστελεῖ ἐπ' αὐτὸν θυμὸν ὀργῆς. Στίχ. κβʹ. Πᾶσα δὲ ἀνάγκη ἐπ' αὐτὸν ἐπελεύ σεται. Ταῦτα προτρεπτικὰ ἡμῖν, ἵνα ἀφιστώμεθα τῶν ἀλλοτρίων. 17.» Στίχ. κβʹ. Νίψαι ἐπ' αὐτὸν ὀδύνας. Ἀντὶ νιφετοῦ ὀδύναι ἔρχονται ἐπὶ τὸν τοιοῦτον. Στίχ. κδʹ. Καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου. Σίδηρον οὐ λέγει τοῦτον τὸν αἰσθητὸν, ἀλλὰ τμη τικώτατον λόγον. Στίχ. κεʹ. Διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος. Τὰ βέλη ταῦτα τὰ πεπυρωμένα τιτρώσκει αὐτόν. Στίχ. κεʹ. Κατέδεται αὐτὸν πῦρ ἄκαυστον. Μυστήριόν τι μανθάνομεν περὶ τῆς κολάσεως τῆς ἀποκειμένης, ἵνα φυλασσώμεθα αὐτὴν παθεῖν. Πῦρ εἶπεν ἄκαυστον κατέδεσθαι τὸν ἀσεβῆ· τοῦτο τὸ πῦρ τὸ παρ' ἡμῖν ὑλικὸν οὐκ ἔστιν ἄκαυστον πῦρ· βλεπό μενον γὰρ αὐτό. Ἐκεῖνο δὲ ἀόρατόν ἐστι τὸ πῦρ, τὸ ἐπὶ τοὺς ἁμαρτωλοὺς ἐρχόμενον, ὃ ἔνδον αὐτοὺς καίει. Νοητόν ἐστι καὶ κολάζον. Ἐὰν θέλῃς εἰκόνα παραλαβεῖν ἐκείνου τοῦ πυρὸς, νόει μοι τὸν εἰς ὑπερβολὴν πυρέσσοντα, καὶ ὑπὸ πυρὸς φλεγόμενον. Οὐχ εὑρή σεις ὄψει τὸ πῦρ ἐν αὐτῷ, ὑπόκειται δὲ, καὶ ἐκκαίει αὐτοῦ τὰ σπλάγχνα. Οὕτως ἀπὸ τῶν ἁμαρτημάτων πυρέττων τις ἐκκαίεται. Στίχ. κεʹ. Κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον. Ὁ πολεμήσας τὸν λαὸν ἐκεῖνον ἐπήλυτος ἦν, καὶ οὐ προσήλυτος· ὃς ἐκάκωσεν αὐτοῦ τὸν οἶκον, κατα λύων τὸ νομιζόμενον ἁγίασμα, καὶ τὴν πόλιν ἢν ἔλε γον εἶναι ἁγίαν. Στίχ. κζʹ. Ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας. Ἀντὶ τοῦ, Καὶ ἐκ Θεοῦ καὶ ἐξ οὐρανοῦ ὑποστή σεται τὰ δεινά. Ταῦτα δὲ ἔφη, ἐπειδὴ ὁ Ἰὼβ, φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευε καὶ ὡς ὑπὸ ἀνθρώ πων ἠδικημένος. Κατασκευάζει οὖν, ὅτι πάντα δι' ἁμαρτίας αὐτὸν ἐπηνέχθη. Στίχ. κζʹ. Γῆ δὲ ἐπανασταίη αὐτῷ. Αὐτὴ ἡ γῆ ἐπανίσταται ἐκείνῳ τῷ λαῷ. Στίχ. κθʹ. Καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου. Μανθάνει τίς ἐπίσκοπος ἐνθάδε ὠνομάσθη; ὅτι Θεὸς ἐπίσκοπος εἴρηται, καὶ οἱ ἐπίσκοποι ἐκεί νου τὴν εἰκόνα παντὶ τῷ τρόπῳ φιλοτιμοῦνται, οἱ καλοὶ καὶ ἀγαθοὶ, φορεῖν. Καὶ ὥσπερ ὁ μιμησάμενος εἰκόνα βασιλικὴν τιμᾶται ἐπὶ τὸ καλῶς μιμήσασθαι, τιμᾶται δὲ καὶ ἐπὶ τῷ αὐτὴν κεκοσμηκέναι· οὕτως μακάριος ἐπίσκοπος, ὁ νοήσας τὸν ἀληθινὸν ἐπίσκο πον, καὶ ζηλῶν αὐτὸν, καὶ γινόμενος ὡς ἐν ἀνθρώποις Θεός· ἢ ἔχων ἐπίσκοπον τὸν ποιοῦντα αὐτὸν ἀληθῶς ἐν Χριστῷ Ἰησοῦ ἐπίσκοπον· ᾧ ἡ δόξα καὶ τὸ κρά τος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΚΕΦ. ΚΑʹ. Στίχ. εʹ. Εἰσβλέψαντες εἰς ἐμὲ θαῦμα σχέτε. Φατὲ σοφοὶ εἶναι, καὶ εἰδέναι διὰ τί ταῦτα πά σχω, ὡς τοῦ Θεοῦ μὴ κοιμωμένου ἐπὶ τοῖς ἁμαρ τήμασι τῶν ἀνθρώπων. Καὶ ἐτολμήσατέ με λέγειν ἁμαρτωλὸν εἶναι, καὶ δικαίως εἰς ταῦτα ἐφθακέναι. Στίχ. ζʹ. Πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ. Οὐκ εἰσὶ νεόπλουτοι, ἀλλὰ πολλὰ ἔτη πεποιή 17.» κασι πλουτοῦντες, καὶ ἀεὶ τὸν πλοῦτον αὔξοντες. Στίχ. ηʹ. Ὁ σπόρος αὐτῶν κατὰ ψυχήν. Τοῦ μὲν δικαίου ὁ σπόρος κατὰ πνεῦμά ἐστι· Σπείρει γὰρ εἰς τὸ πνεῦμα, καὶ ἐκ τοῦ πνεύματος θερίζει ζωὴν αἰώνιον· τῶν δὲ τοιούτων, ἐπεὶ ψυχι κὸς ἄνθρωποςοὐ δέχεται τὰ τοῦ πνεύματος· μω ρία γὰρ αὐτῷ ἐστιν· ὁ σπόρος οὐ κατὰ πνεῦμα, ἀλλὰ κατὰ ψυχὴν, τὸ ὑποδεέστερον. Στίχ. ηʹ. Τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. Πάντα ὅσα ποιοῦσιν, πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων ποιοῦσι. Τέκνα γὰρ τὰ ἔργα ἑκάστου. Οὐκ ἔστι τέκνα τῶν ἑτεροδόξων ἐν καρδίᾳ, ἐν λογισμοῖς ἀγαθοῖς, ἀλλ' ἐν ὀφθαλμοῖς, πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων. Στίχ. θʹ. Οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν. Ὅτ' ἂν εἰσέλθῃς εἰς συναγωγὴν αἱρετικῶν, καὶ ἴδῃς ἐκεῖ πλῆθος συναγομένων, βλέπε, ὅτι οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν. Στίχ. θʹ. Φόβος δὲ οὐδαμοῦ.

6

Ἄφοβοί εἰσιν. Οὐ φοβοῦνται τὸν Θεὸν, καταφρο νοῦσι τῆς Θεότητος· τοιαῦτα λέγοντες περὶ Θεοῦ, οὐ φοβοῦνται, ὅτι περὶ Θεοῦ λαλοῦσιν. Στίχ. θʹ. Μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ' αὐτοῖς. Τοῦ αὐτοῦ. Ἐὰν ἴδῃς ἄνθρωπον τοιαῦτα κατὰ Θεοῦ λαλοῦντα, ὑγιαίνοντα τῷ σώματι, βλέποντα, τὰ αἰσθητήρια σώζοντα, καὶ δοκοῦντα ἐνίοτε καὶ ἐν τοῖς κοσμικοῖς εὐτυχεῖν· ὅρα, ὅτι πεπλήρωται ἐπ' αὐτοῦ ἀσεβοῦς ὄντος τό· Μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ' αὐτοῖς. Στίχ. ιʹ. Ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησε. Τοῦ αὐτοῦ. Ὁ βοῦς ζῶόν ἐστι γεωργικὸν, καὶ συμπνέων εἰς γεωργίαν. Καὶ αὐτοὶ γεωργοῦσι. Γεωρ γοῦσι δὲ Σόδομα καὶ Γόμοῤῥα, γεωργοῦσιν Αἴγυπ τον. Ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν· ἀλλὰ καὶ αὐτὴ ἀπεκύησε, καὶ ἐγέννησε τέκνον, ἵνα γεωργῆται αὐτῶν ἡ πονηρὰ γῆ. Στίχ. ιʹ. Διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα, καὶ οὐκ ἔσφηλεν. Ὅσα συλλαμβάνουσι, ταῦτα καὶ κύουσιν, οὐκ ἀπὸ τοῦ φόβου Θεοῦ συλλαμβάνοντες, ἀλλ' ἀπὸ τῆς κα κίας. Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. Στίχ. ιαʹ. Μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια. Ποῖος νοῦς ἐστι τοῦ· μενοῦσιν ὡς πρόβατα αἰώ νια; Περὶ ὧν φησιν ὁ Χριστός· Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούουσι, καὶ ἐγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ τὰ ἑξῆς· ταῦτά ἐστι τὰ αἰώνια πρόβατα. Ἐπεὶ οὖν μῖμοί εἰσιν οἱ ἑτερόδοξοι, καὶ ἐθέλουσι μιμεῖσθαι τὴν ποίμνην τοῦ Χριστοῦ, ἐπι σκόπους ἑαυτοῖς χειροτονοῦντες, πρεσβυτέρους, δια κόνους, διδασκάλους, λαὸν, κατηχουμένους, μιμού μενοι τὰ αἰώνια πρόβατα, πληροῦσι τό· Μένουσι δὲ ὡς πρόβατα αἰώνια. Οὐκ εἰσὶ δὲ πρόβατα αἰώνια, ἀλλὰ μένουσιν ὡς πρόβατα αἰώνια. 17.80 Στίχ. ιαʹ. Τὰ δὲ παιδία αὐτῶν προσπαίζουσι. Στίχ. ιβʹ. Ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν. Οἱ ἡμέτεροι ἀναλαμβάνουσι ψαλτήριον καὶ κιθά ραν, ὑμνοῦντες τὸν Θεὸν, καὶ δοξολογοῦντες αὐτόν. Ἐκείνων δὲ τὰ παιδία, οἱ ἀνόητοι ἐν αὑτοῖς, προσ παίζουσιν, ἀναλαμβάνοντες ψαλτήριον καὶ κι θάραν. Ὅτ' ἂν ἀναλάβωσι τοὺς λόγους τῆς Παλαιᾶς Διαθήκης, προσπαίζουσι, καὶ γελῶσι τὰ λόγια τοῦ νόμου καὶ τῶν προφητῶν. Ἀναλαμβάνοντες τὰ ἐναρ μόνια, ψαλτήριον τὸ τοῦ νόμου, κιθάραν τὴν προφη τικὴν, προσπαίζουσιν αὐτοῖς. Στίχ. ιβʹ. Καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. Καὶ αὐτοὶ λέγουσιν ψαλμοὺς Οὐαλεντίνου, καὶ λέ γουσιν ᾠδὰς Βασιλείδου, καὶ τοιαῦτά τινα φθέγγον ται, εὐφραινόμενοι φωνῇ ψαλμοῦ. Στίχ. ιγʹ. Ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. Ἐν δὲ ἀναπαύσει οὐκ οὐρανοῦ, ἀλλ' ᾅδου ἐκοιμή θησαν. Ἡμεῖς δὲ εὐχόμεθα οὐκ ἐν ἀναπαύσει ᾅδου κοιμηθῆναι, ἀλλ' ἐν ἀναπαύσει Θεοῦ ἐν τοῖς οὐρανοῖς τοῖς ἁγίοις μετὰ Χριστοῦ βασιλεύοντος ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΚΕΦ. ΚΒʹ. Στίχ. βʹ. Πότερον οὐχὶ Κύριός ἐστιν ὁ διδά σκων σύνεσιν καὶ ἐπιστήμην; Τὰ οἰκονομούμενα ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀνα γραφῆς ἀξιωθῆναι χρή. Διὰ τοῦτο ἀναγράφεται ὑπὲρ τοῦ τὸν ἐντυγχάνοντα ὠφελεῖσθαι ἐκ τῶν ἀναγινω σκομένων. Εἰ μὴ οὖν χρήσιμοι ἦσαν οἱ λόγοι τῶν τριῶν, τῶν παραγενομένων πρὸς τὸν Ἰὼβ, ὡς τὸν ἐντυγχάνοντα λαβεῖν τι ἀπὸ τῶν εἰρημένων ὑπ' αὐτῶν πρὸς τὸν Ἰώβ· οὐκ ἂν ἡ πρόνοια εἰς τὴν βίβλον τοῦ Ἰὼβ ἐποίησεν ἀναγραφῆναι καὶ τοὺς λόγους τῶν τριῶν. Ἔστιν οὖν ὠφεληθῆναι μὲν ἀπὸ τῶν λόγων αὐτοῦ, ἐνορῶντα τοῖς δόγμασιν· ὁρᾷν δὲ τὸ ἔγκλη τον τῶν λόγων περὶ ἓν μόνον, ὅτε αἰτιῶνται τὸν Ἰὼβ, οἰόμενοι αὐτὸν πάσχειν διὰ τὰ ἡμαρτημένα αὐτῷ· οὐχ ὁρῶντες, ὅτι καὶ ἄλλα πολλὰ αἴτιά ἐστι τοῦ συμ βαίνειν ἀνθρώποις. Τοιαῦτά ἐστι νενομισμένα εἶναι καλὰ ἢ χαλεπὰ, ἢ ὅπως ποτὲ βούλεταί τις αὐτὰ ὀνομάζειν. Καὶ μετ' ὀλίγα· Πότερον οὐχὶ ὁ Κύ ριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; Τὸ δόγμα ὑγιές ἐστι· ὅτι ἀληθινὸς διδάσκαλος ἀρετῆς οὐ δύναται εἶναι ἄνθρωπος. Ὁ διδάσκων γὰρ ἄνθρωπον γνῶσιν, καὶ ἐν τοῖς Ψαλμοῖς ἀναγέ γραπται, ὅτι οὐκ ἄλλος ἐστὶν ἢ Θεός. Καὶ, Δίδαξόν με, φησὶν, τὰ δικαιώματά σου, ὁ Προφήτης, εἰδὼς δι δάσκαλον εἶναι ἀληθῆ καὶ τέλειον τὸν Θεόν. Διδά σκει δὲ ὁ Θεὸς ἐλλάμπων τῇ ψυχῇ τοῦ μανθάνοντος ὑπ' αὐτοῦ, καὶ τὴν διάνοιαν φωτίζων τῷ φωτὶ, τῷ ἀληθινῷ λόγῳ αὐτοῦ. Οὐκοῦν καὶ ἄνδρες δίκαιοι

7

ἡμᾶς διδάσκουσι διδασκαλικὴν εἰληφότες χάριν. Στίχ. δʹ. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν. Λόγον ποιούμενος ὁ Θεὸς τοῦ προνοουμένου ὑπ' αὐ τοῦ, ἐλέγχει αὐτόν. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν. Πολλάκις εἴπομεν, εἴποτε ἐνέπεσε τὸ δόγμα 17.81 τοῦτο ἐν ἄλλαις λέξεσιν, ὅτι οὕτως ἐστὶν ὁ Θεὸς φιλ άνθρωπος, ὥστε, καὶ χρηστῶς κρίνων ἡμᾶς, ἐπι τρέπει λέγειν ἡμᾶς πρὸς αὐτὸν, ὡς κρινόμενον μεθ' ἡμῶν, περὶ ὧν βουλόμεθα. Ἐχρησάμην οὖν τοῖς ἀπὸ τοῦ Ἡσαΐα· Δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύ ριος. Τὸ γὰρ, διαλεχθῶμεν, τοιοῦτόν ἐστιν· Εἴ τί με ἔχεις ἐλέγξαι, καὶ τὴν πρόνοιάν μου, ὡς ἀμελή σαντός σου, ὡς μὴ τὰ δέοντα πεποιηκότος, λέγε· Κἀγὼ, ὅ τι ποτὲ ἔχω ἐρῶ, πείσω σε, καταδικάζων σε ἄξιον ὄντα τοῦ καταδικασθῆναι. Στίχ. εʹ. Πότερον οὐχ ἡ κακία σου ἐστὶ πολλή; Εἰκότως οὐχ ἁπλῶς φημι γεγονέναι ἄδικον· ἐπεὶ πάσχει τοιαῦτα, ὁποῖα οὐδεὶς αὐτῶν τηλικούτοις πέπτωκεν, οἵοις σύ. Εἰκὸς διὰ τὸ ἀναρίθμητόν σου τῶν πταισμάτων, ταῦτά σοι ἐληλυθέναι. Τοῦ αὐτοῦ. Οὐ πρότερον ὠνόμασεν ἁμαρτίαν, εἶτα τὴν κακίαν· ἀλλ' ὁρῶν τὴν κακίαν τὴν φαύλην ἕξιν, εἶτα μετὰ τοῦτο τὰ ἀπὸ τῆς φαύλης ἕξεως ἁμαρτανόμενα, ἅπερ εἶπεν ἀναριθμήτους εἶναι ἁμαρ τίας. Στίχ. εʹ. Ἀναρίθμητοι δέ σου αἱ ἁμαρτίαι. Ὑπολαμβάνει τοῦτο ὁ Ἐλιφὰζ περὶ τοῦ Ἰώβ. Ἤδει αὐτὸν πλούσιον, καί φησιν· Ἐνέχυρα ἐλάμβανες ἀπὸ τῶν σῶν ἀδελφῶν, ὡς ὀφειλόντων μὴ ὀφειλόντων. Τὸ γὰρ, Ἠνεχύραζες διακενῆς, τοιοῦ τόν ἐστιν. Στίχ. ʹ. Ἠνεχύραζες τοὺς ἀδελφούς σου διακενῆς. Τοῦ αὐτοῦ. Προσεπιτείνει δὲ πάλιν ἄλλην αὐτοῦ ἁμαρτίαν. Ἔστι ποτὲ λαβεῖν ἀμφιάσματα; Οὐ γυμ νοῦ, ἀλλὰ πλουσίου ἔχοντος ἀποκείμενα ἐνδύματα πολλὰ λαβεῖν. Τρία ... δὴ ὁ τῶν πολλῶν ἐκεῖ ἔλα βον ἀμφίασιν· ἀλλὰ γυμνοῦ, ἀλλὰ πλουσίου. Ἐὰν μέντοι γε χιτῶνά τις ἔχῃ ἕνα, καὶ τοῦτον τὸν χιτῶνα, προφάσει τοῦ ἀπαιτεῖν τὸ ἐμὸν, ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα, ἐν ἡμῖν γίνεται, ὅτ' ἂν δανείζω μεν, ὅτ' ἂν πρὸς ὀφειλέτας ἐρχώμεθα. Πολλάκις ὀφει λέτης ἡμῶν εἰς ὑπερβολὴν πένεται, μὴ δυνάμενος ἀποδοῦναι· καὶ ἡμεῖς, τὰ σπλάγχνα ἡμῶν ἀποκλεί σαντες, ἀνηλεεῖς καὶ ὠμοὶ γινόμεθα, μὴ βλέποντες ὅτι γυναῖκα τρέφει καὶ τέκνα, καὶ μόλις τρέφεται ἀπὸ τῶν ποριζομένων αὐτῷ ὀλίγων ὀβολῶν. Ἀπαι τοῦμεν πικρῶς ἔσθ' ὅτε καὶ περισσὰ ἔχοντες παρ' ἑαυτοῖς. Ταῦτα οὖν λέγει ἐγκαλῶν τῷ Ἰὼβ, ὅτι ἀμ φίασιν γυμνῶν ἀφεῖλεν. Στίχ. ζʹ. Οὐδὲ ὕδωρ διψῶντας ἐπότισας· ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν. Εἰς τὸ αὐτό. Οὐκοῦν οὐ μόνον τὸ ἀδικεῖν, ἀλλὰ καὶ τὸ μὴ εὐεργετεῖν ὑπεύθυνον. Ταῦτα πάντα κατηγορήματά εἰσι, καὶ ἀληθῶς ψεκτά. Ἀλλ' οὐκ ἀληθῆ περὶ τοῦ Ἰὼβ, οὐδὲ καλῶς ἐλέγετο περὶ αὐτοῦ. Τοῦ αὐτοῦ. Τοιαῦτα γίνεται ἐν ταῖς πικραῖς 17.84 ἀπαιτήσεσιν. Ἐνίοτε αὐτὸν τὸν ψωμὸν ἔχει τις ἕνα· κἂν μὴ ἔχῃ ἄρτον ὁλόκληρον, ἀφαιροῦμεν ἀπ' αὐτοῦ λέγοντες· Ἀλλ' ὀφείλεις Στίχ. θʹ. Χήρας δὲ ἐξαπέστειλας κενάς. Προσέχωμεν ἐὰν χήρα ἡμῶν εἰσέλθῃ εἰς τὴν οἰκίαν, μήποτε κενὴν αὐτὴν ἐξαποστείλωμεν. Κατὰ δύνα μιν ἕκαστος πρὸς ὃ ἔχει πληρωσάτω τὸν κόλπον τῆς χήρας. Στίχ. θʹ. Ὀρφανοὺς δὲ ἐκάκωσας. Τοῦ αὐτοῦ. Οὐδένα μὲν δεῖ κακοῦν, ἐξαιρέτως δὲ χρὴ φείδεσθαι τῶν ὀρφανῶν. Περὶ γὰρ τῶν ἀβοηθή των ψυχῶν πολεμεῖν ὁ Θεὸς ἐνετείλατο. Μᾶλλον δὲ παρὰ τοὺς ἄλλους ἀνθρώπους, πτωχοὶ, χῆραι, ὀρφα νοὶ δέονται βοηθείας. Στίχ. ιʹ. Τοιγαροῦν ἐκύκλωσάν σε παγίδες. Παγίδας λέγει τὰ συμβεβηκότα αὐτῷ, ἐν αἷς ἐμ πέπτωκεν, εἰς ἃς καὶ παγιδεύεται αὐτοῦ ἡ ψυχὴ ἀπὸ τῶν συμβεβηκότων αὐτῷ. Στίχ. ιαʹ. Τὸ φῶς σοι σκότος ἀπέβη. Ἐν φωτὶ ἦς, ὅτε τὰ ὑπάρχοντά σοι ἦν, ὅτε τὰ τέκνα σου περιῆν, ὅτε ὑγίαινέ σου τὸ σῶμα. Νῦν δὲ οἷον εἰς σκότος καταβέβηκας, εἰς τὰς περιστάσεις ταύτας. Εἰς τὸ αὐτό. Τουτέστιν ἐν ἐρημίᾳ, καὶ αἴ θριος, ἀλήτης, καὶ φυγὰς, καὶ ἀνέστιος. Στίχ. ιαʹ. Κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν. Τὸ, κοιμηθέντα σε ὕδωρ ἐκάλυψεν, τοιοῦτόν ἐστιν· Ἐκάλυψέ σε ἡ ἀντικειμένη ἐνέργεια. Ἐπεὶ οὐκ ἐγρηγόρεις, ἐπεὶ οὐχ ὕπνωσας. Οἶδε δὲ ἡ Γραφὴ ὕπνον τινὰ ἁμαρτίας. Διὸ ἐντέταλται ἡμῖν λέγουσα· Μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ νυσταγμὸν τοῖς βλεφάροις, ἵνα ζήσῃ

8

ὥσπερ δορκὰς ἐκ βρό χων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Στίχ. ιβʹ. Μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ; Ἀλλὰ νομίζεις, ὅτι οὐχ ὁρᾷ τὰ πραττόμενα ὁ ἐν ὑψηλοῖς κατοικῶν Θεός. Οἷα τοίνυν πάντα ἐφορῶν, τοὺς ὑπὸ τῆς ὑβριστικῆς ἕξεως ἐπηρμένους τὸ φρό νημα καταφέρει. Στίχ. ιβʹ. Τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν. Εἴ τις φέρεται ὕβρει, καὶ οἱονεὶ κατασύρεται ὑπὸ ὑβριστικῆς ἕξεως καὶ πράξεως, οὗτος ταπεινοῦται ὑπὸ τοῦ Θεοῦ. Εἰκὸς οὖν, ἐπεὶ καὶ σὺ ὕβρισας χήρας καὶ ὀρφανοὺς, καὶ ἠνεχύρασας διακενῆς τοὺς ἀδελ φούς σου· διὰ τοῦτο ταῦτα πέπονθας, καὶ τεταπεί νωσαι. Στίχ. ιγʹ. Καὶ εἶπας, Τί ἔγνω ὁ Ἰσχυρός; Εἰκὸς, ὅτι σὺ ἔλεγες κατὰ σαυτὸν, Τί ἔγνω ὁ Ἰσχυ ρός; Οἷον, Δύναται πάντα ἐγνωκέναι ὁ Θεός; Στίχ. ιγʹ. Ἢ κατὰ τοῦ γνόφου κρινεῖ; Τοῦ αὐτοῦ. Δύναται δὲ κρίνειν ὁ Θεὸς καὶ ἐν χει μῶνι γενόμενος. Στίχ. ιδʹ. Καὶ γῦρον οὐρανοῦ διαπορεύεται. Ἐκπεριέρχεται ἡ πρόνοια τοῦ Θεοῦ. 17.85 Στίχ. ιεʹ. Μὴ τρίβον αἰώνιον φυλάξῃς; Μὴ δύνασαι σὺ τὴν τρίβον τὴν αἰώνιον, καθ' ἧς πορεύεται ἡ πρόνοια τοῦ Θεοῦ, ἐπιτηρῆσαι; Στίχ. ιεʹ. Ἣν ἐπάτησαν ἄνδρες δίκαιοι. Τοῦ αὐτοῦ. Τὴν τρίβον τὴν αἰώνιον ἐπάτησαν ἄν δρες δίκαιοι. Κατὰ γὰρ τρίβου αἰωνίας βαίνουσιν. Ἐπεὶ πάντα αὐτοῖς πρόκειται πράττειν, ὥστε τυχεῖν τοῦ μέλλοντος αἰῶνος. Κἂν δοκῶσιν οὖν ἐπίσης βα δίζειν, ἀλλ' ἡ ψυχὴ αὐτὴ ἐπιβαίνει τρίβων αἰωνίων. Στίχ. ι ʹ. Οἳ συνελήφθησαν ἄωροι. Πολλάκις δίκαιοι πρὸ καιροῦ ἐτελεύτησαν. Τε λειωθεὶς γὰρ ἐπ' ὀλίγῳ ὁ δίκαιος, ἐπλήρωσε χρό νους μακρούς· ἀρετὴ γὰρ ἐν τῷ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Στίχ. ι ʹ. Ποταμὸς ἐπιῤῥέων οἱ θεμέλιοι αὐτῶν. Τοῦ αὐτοῦ. Τῶν δικαίων οἱ θεμέλιοι οἷόν εἰσιν. Ἀεὶ προκόπτουσιν, ἀεὶ αὔξουσιν ἐν τοῖς ἀγαθοῖς. Στίχ. ιηʹ. Ὃς δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν. Τοῦ αὐτοῦ. Τῶν δικαίων ἐνέπλησε τοὺς οἴκους ἀγαθῶν. Ἐγὼ οὐκ ἀκούω τοὺς οἴκους τούτους· ἀλλὰ τοὺς οἴκους αὐτῶν, τοὺς κατὰ τὸ ἡγεμονικὸν ἐνέπλησεν ἀγαθῶν. Ποίων ἀγαθῶν; Σωφροσύνης, δι καιοσύνης, ἀνδρείας, φρονήσεως, τῶν ἀπὸ τῶν ἔργων. Τουτέστι τὸ πληρωθῆναι οἴκους ἀγαθῶν. Στίχ. ιθʹ. Ἄμεμπτος δὲ ἐμυκτήρισεν αὐτούς. Τίνας; ἢ τὴν βουλὴν τῶν ἀσεβῶν; Οἷον· βούλονταί τινα διδάσκειν τὰ ἐναντία τῇ ἀληθείᾳ, ἐν τῷ λέ γειν· ἃ λέγουσι δόγματα μοχθηρὰ ἔχοντες. Ταῦτα ἄμεμπτος ὁρῶν μυκτηρίζει. Στίχ. κʹ. Καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. Τοῦ αὐτοῦ. Τοῦτο ὃ καταλέλειπται κατὰ τοὺς ἀσεβεῖς, τῶν προτέρων ἀποθανόντων, τὸ πῦρ κατα φάγεται. Στίχ. κβʹ. Ἔλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγο ρίαν. Τὴν ἐξηγορίαν ἐζήτουν κατ' ἐμαυτὸν, τί σημαίνει. Καὶ εὗρον ἐν ἄλλῃ ἐκδόσει ἀντ' αὐτῆς ἐξομολόγησιν· Φησὶν οὖν μᾶλλον· Ἐξομολόγησαι περὶ τῶν ἁμαρτημάτων σου· ἔκλαβε ἀπὸ τοῦ στόματος τοῦ Θεοῦ εἰσηγορίαν σὺν ἐξομολογήσει· ἀνάλαβε δὲ τὰ ῥήματα αὐτοῦ ἐκ καρδίας σου. Ταῦτα δὲ ἔλεγεν ὁ Ἐλιφὰζ, νουθετῶν, ὡς ᾤετο, τὸν Ἰώβ. Στίχ. κγʹ. Ἐὰν δὲ ἐπιστραφῇς, καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου. Νουθετεῖ αὐτὸν πρὸς τὸ ἐπιστρέψαι, οἰόμενος αὐ τὸν ταῦτα ἡμαρτηκότα πεπονθέναι. Στίχ. κδʹ. Καὶ ὡς πέτρα χειμάῤῥου Σωφείρ. Ἐκ τοῦ τόπου οὗ γίνεται τὸ χρυσίον, ἐλεύσεται ἐπὶ σὲ, οἱονεὶ, ἔσται λόγος σου ποικίλος καὶ καλός. Στίχ. κεʹ. Ἔσται οὖν σοι ὁ Παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν. Ἐὰν ὑποτάξῃς ἑαυτὸν, ἐὰν ἐξομολογήσῃ. 17.88 Στίχ. κεʹ. Καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύ ριον πεπυρωμένον. Ὑγιὲς δόγμα ...... πεπυρωμένον, ὁ Θεός. Στίχ. κ ʹ. Εἶτα παῤῥησιασθήσῃ ἐνώπιον Κυρίου. Τοῦ αὐτοῦ. Ἐὰν ταπεινώσῃς σαυτὸν, ὑπομένῃς τὰ συμβεβηκότα, παῤῥησιασθήσῃ ἐνώπιον Κυρίου, παῤῥησίαν ἕξεις, ὡς ἀποθέμενος τὰ ἁμαρτήματα. Στίχ. κηʹ. Ἐπὶ τῶν ὁδῶν σου ἔσται φῶς. Τοῦ αὐτοῦ. Ἐὰν τηρήσῃς νουθεσίαν ἀπ' ἐμοῦ, καὶ ἐπιστρέψῃς καὶ ἐξομολογήσῃ. Ταῦτα μὲν οὖν πρὸς Ἰὼβ ἐλέγετο· οὐ δικαίως δὲ ἐλέγετο· οὐ γὰρ ἥμαρτε. Πρὸς ἡμᾶς δὲ ἐὰν λέγηται, δικαίως λέγεται. Στίχ. κηʹ. Ἀποκαταστήσῃ δέ σοι δίαιταν δικαιοσύνης. Καὶ ἁπλῶς εἰπεῖν· Ἅπασάν σοι, φησὶ, τὴν ἁρμό ζουσαν δικαίῳ πράξει διαμονὴν, ὥστε σε λαμπρὰς καὶ ἐπιδόξους ἔχειν τὰς πράξεις. ΚΕΦ. ΚΓʹ. Στίχ. βʹ. Ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ' ἐμῷ στεναγμῷ. Εἰ δὲ ἐνῆν, φησὶ, παραυτὰ τῶν

9

τιμωριῶν τὴν ψῆφον φέρεσθαι, ἦν εὑρεῖν αὐτόν. Εἴθε ἐνῆν δικάσασθαι, φησὶ, καὶ ἐντυχεῖν αὐτοῦ, καὶ μαθεῖν, τίνα ἦν ἃ ἤμελλέ μοι πρὸς ταῦτα ἐρεῖν, ἃ ἤμελλον λέγειν. Ὁρᾷς πῶς ἐπέτυχεν ὅπερ ηὔχετο; Τοῦτο γὰρ ἔσχατον γέγονεν ἐν τῷ βιβλίῳ. Ἤθελον μαθεῖν τί μοι ἤμελλεν ἐρεῖν, καὶ εἰ ἔμελλέ μοι ὁμοίως κο λάζειν. Ταῦτα δὲ εἶπον, οὐχ ὡς καταγινώσκων ἀδι κίαν. ΚΕΦ. ΚΔʹ. Στίχ. ʹ. Ἡδύνθη αὐτῶν ἄρτος εἰς νεωτέ ρους. Ἡδὺ, φησὶ, τοῖς ἀσεβέσι τὸ τρέφειν νεανίσκους, ἐφ' ᾧ δύνασθαι δι' αὐτῶν τὰς ἐπηρείας ἐργάζε σθαι. ΚΕΦ. ΚΖʹ. Στίχ. βʹ. Ζῇ Κύριος, ὃς οὕτω με ἔκρινε. Ἔλαβεν ἐξουσίαν τοῦ Ἰὼβ ὁ διάβολος, καὶ ἤτασεν αὐτὸν νυκτὸς καὶ ἡμέρας, πρότερον διὰ τῶν ἐκτὸς, ὕστερον δι' αὐτοῦ τοῦ σώματος, μετὰ ταῦτα καὶ διὰ τῶν φίλων. Ὅτε γὰρ αὐτὸ ἐδοκίμασε διὰ τῆς γυναικὸς, καὶ οὐ νενίκηται ὁ Ἰὼβ, τρεῖς φίλους ἤνεγ κεν ὁ διάβολος, οὐκ ἐχθροὺς, οὐκ ἐπίβουλα δόγματα ἔχοντας, ἀλλ' ἀληθείας μὲν λόγους, οὐ καλῶς δὲ, οὐδὲ ἐν καιρῷ προφερομένους. Καὶ ἐβουλεύετο ὁ διά βολος διὰ τῶν φίλων τούτων ποιῆσαι τὸν Ἰὼβ φθέγ ξασθαί τι κατὰ τῆς Προνοίας, ἀσεβῆσαι διὰ τοὺς πόνους, ἐκκακῆσαι διὰ τὰς ἀλγηδόνας. Ἀλλ' ὁ ἀλη θῶς ἀνδρεῖος, ὁ καρτερικὸς, ὅρα τί λέγει μετὰ τοὺς λόγους τῶν τριῶν. Ὅτε ἐτέλεσεν ὁ Ἐλιφὰζ τρεῖς διαλέξεις, ὁ Σωφὰρ δύο διαλέξεις· τούτων γὰρ τετελεσμένων, σιωπησάντων ἐκείνων, ὅρα τί ἀποκρί νεται μετὰ τὸ εἰρημένον ἀπ' αὐτοῦ προοίμιον, οὕτως 17.89 ἀπὸ τῆς Γραφῆς ὠνομασμένον. Τί ἀποκρίνεται; πρόσχωμεν τῇ λέξει. Στίχ. αʹ. Ἔτι δὲ προσθεὶς ὁ Ἰὼβ εἶπε τῷ προ οιμίῳ· Στίχ. βʹ. Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ, ὁ παραπικράνας μου ψυ χὴν, καὶ τὰ ἑξῆς. Οἶδα πόθεν κεκίνησθε εἰς τὸ ἐρεθίσαι με. Ὄμνυμι δὲ ὑμῖν, καὶ ὄμνυμι κατὰ τοῦ ζῶντος Κυρίου αὐτοῦ, κρίναντός με ταῦτα παθεῖν, αὐτοῦ τοῦ παραδόντος με ταύταις περιστάσεσι, τοῦ δόντος ἐξουσίαν τῷ διαβόλῳ τοιούτοις με ἐξετασμοῖς ἐξετάζεσθαι, καὶ βασανίζεσθαι. Ὄμνυμι κατὰ τοῦ Κυρίου, καί φημι, ὅτι ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντο κράτωρ, ὁ παραπικράνας μου τὴν ψυχήν. Στίχ. εʹ. Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω. Ἐὰν συγκαταθῶμεν οἷς λέγετε, ὅτι νενοήκατε διὰ τί ταῦτα πέπονθα, δικαίους ὑμᾶς ἀπεφηνάμην ἕως ἂν ἀποθάνω. Στίχ. εʹ. Οὐ γὰρ ἀπαλλάξω τὴν ἀκακίαν μου. Οὐκ ἀφήσω τὸ προσέχειν τῇ δικαιοσύνῃ· μεμνή σομαι ἀεὶ περιέχεσθαι αὐτῆς. Στίχ. ʹ. Οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πρᾶξαι. Πολλὴ ἡ παῤῥησία αὐτοῦ καὶ ἐπὶ τῷ προτέρῳ βίῳ, καὶ ἐπὶ τοῖς κατὰ τὸν καιρὸν τῆς περιστάσεως, ὥστε αὐτὸν εἰπεῖν· Οὐ σύνοιδα ἐμαυτῷ ἄτοπα πρᾶξαι. ΚΕΦ. ΚΗʹ. Στίχ. ιβʹ. Ποῖος δὲ τόπος ἐστὶν ἐπιστήμης; Ἐπιστήμη ἡ περιοχὴ τῶν ὡσαύτως ἐχόντων θεω ρίᾳ· σύνεσις δὲ ἡ διάκρισις. Στίχ. ιεʹ. Καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλ λαγμα αὐτῆς. Οὐδὲν ἀντάξιόν ἐστιν τῆς σοφίας. Ἐὰν ἁπλούστε ρον νοῇς τὸ ἀργύριον καὶ τὸ χρυσίον, εὐθέως ἐρεῖ Ἰὼβ, ὅτι οὐδὲν ἄξιόν ἐστι τῆς σοφίας. Στίχ. ι ʹ. Ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ. Οὐδὲ ὄνυχι τιμίῳ ἡ σοφία παραβληθήσεται· ἀλλ' οὐδὲ ἐν σαπφείρῳ ἰσωθήσεται αὕτη. Στίχ. ιηʹ. Μετέωρα καὶ γάβεις οὐ μνησθήσεται. Οὐδὲ τὰ μετέωρα ἄξιά ἐστι τῆς σοφίας, οὐδὲ γά βις. Ἔοικε δὲ ἐπὶ δυναμένων τάχθαι, οἱονεὶ γι γαρτικῶν. Τινὲς δέ φασιν, ὅτι γάβις λέγεται τὸ ὑπερέχον τοῦ χείλους τοῦ μεδίμνου, ὃ καλεῖται κομ μουλᾶτον. Στίχ. ιηʹ. Καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα. Τὰ ἐσώτατα περὶ τὴν Ἰνδίαν, ἢ τὰ περὶ τὴν ἐπέκεινα χώραν, ἔνθα εἰσὶ τίμιοι λίθοι. Φέρει δὲ ἐκείνη ἡ χώρα τοῖς ἀνθρώποις ταῦτα, νομιζόμενα παρὰ τοῖς πλουσίοις εἶναι θαυμαστά. Παρ' ἐκεῖνα οὖν τὰ ἐσώτατα ἕλκυσον εἰς σαυτὸν τὴν σοφίαν. Ἢ, ὑπὲρ τὰ ἐσώτατα, ὑπεραπόῤῥητα τὰ ἔνδον μυστήρια 17.92 τὰ ἅγια τοῦ Θεοῦ· ὑπὲρ πάντα πολλὰ ὄντα, ἕλκυσον τὴν σοφίαν. Στίχ. καʹ. Λέληθε πάντα ἄνθρωπον. Λέληθε πάντα ἄνθρωπον, κἂν προφήτης ᾖ, κἂν ἀπόστολος. ΚΕΦ. ΚΘʹ. Στίχ. ʹ. Ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βούτυρον. Προειρήκαμεν περὶ τῶν ὁδῶν τοῦ Ἰὼβ, ἃς ὥδευ σεν, ὅτι ἀρεταὶ ἦσαν. Ἐχέοντο οὖν αἱ ὁδοὶ αὐτοῦ βουτύρῳ, ὥδευε τὴν σωφροσύνην, καὶ οἱονεὶ ἐχεῖτο ἡ σωφροσύνη, ὡς πολλοὺς τρέφεσθαι καὶ τῶν νηπίων ἀπὸ τῆς σωφροσύνης τοῦ Ἰὼβ,

10

ἀπὸ τῆς δικαιοσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς ἀνδρείας. Τοῦτο γάρ ἐστιν· Ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ. Στίχ. ʹ. Τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι. Ὅσα ἦν ὑψηλὰ νοήματα καὶ μεγάλα, ταῦτα ἦν ὄρη τοῦ Ἰὼβ, ἐφ' ἃ ἀνέβαινεν. Στίχ. ζʹ. Ὅτε ἐξεπορευόμην ὄρθιος ἐν πόλει. Διδασκαλίᾳ ἐσχόλαζε καὶ ὠφελείᾳ, ἐρῶν, οὐχ ὡς φίλαυτος, ἀλλ' ὡς ἀγάπην ἔχων ζητοῦσαν τὸ κοινῇ συμφέρον. Στίχ. θʹ. Δάκτυλον ἐπιθέντες ἐπὶ στόματι. Δόξει μὲν οὖν καὶ σημεῖον εἶναι τὸ, Δάκτυλον ἐπι θέντες ἐπὶ στόματι αὐτῶν, σιωπῆς. Τάχα δὲ δηλοῖ, ἐπεὶ ἡ χεὶρ ἀντὶ ἔργων λαμβάνεται, ὡς πολλάκις ἐδεί ξαμεν, ὅτι τὸ ἔργον αὐτῶν ἐπέθηκαν ἐπὶ στόμα, αἰσθανθέντες ἐν ὀλίγῳ ἔργῳ, ὅτι οὐκ εἰσὶν ἄξιοι τοῦ λαλεῖν, παρόντος τοῦ Ἰὼβ, μείζονα ἔργα πε ποιηκότος. Στίχ. ιʹ. Οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με. Τοῦ αὐτοῦ. Τοσοῦτον ἦν ὅτε οὐδέπω ἐβασανίζετο, ὥστε οἱ ἀκούοντες αὐτοῦ ἐμακάριζον αὐτὸν, καὶ ἐθαύ μαζον, τίνα τρόπον τὰ τοσαῦτα νοεῖ καὶ καταλαμβά νει, καὶ δύναται τοὺς ἀκούοντας ὠφελεῖν. Στίχ. ιʹ. Ὅτι γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη. Τῶν ἀκουόντων μου καὶ μακαριζόντων ἐφ' οἷς ἔλε γον, ἡ γλῶσσα τῷ λάρυγγι ἐκολλήθη. Στίχ. ιαʹ. Ὅτι ὠτίον ἤκουσε, καὶ ἐμακάρισέ με. Τοῦ αὐτοῦ. Ὥσπερ γέγραπται περὶ τοῦ Μωϋσέως, ὅτι ηὐλαβεῖτο κατεμβλέψαι κατενώπιον τοῦ Θεοῦ διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος αὐτοῦ οὕτως νοήσας ἂν, ὅτι ὑπερβολὴ ἦν προκοπῆς τῆς ἐν σοφίᾳ τοῦ Ἰὼβ, ὥστε τοὺς ἀκούοντας αὐτοῦ μὴ δύ νασθαι ἐνορᾷν τῇ μαρμαρυγῇ τῶν νοημάτων αὐτοῦ, καὶ μὴ δυναμένους διὰ τοῦτο ἐκκλίνειν τοὺς ὀφθαλ μοὺς αὐτῶν, μὴ παρακολουθοῦντας τῇ βαθυτάτῃ τῆς διανοίας αὐτοῦ. Διὰ τοῦτο λέγει· Στίχ. ιαʹ. Ὀφθαλμὸς δέ με ἰδὼν ἐξέκλινεν. Ὁ μὲν Ἀκύλας καὶ Σύμμαχος, Ἐμαρτύρησε περὶ ἐμοῦ, ἐκδεδώκασιν· ἕτεροι δὲ, Ὀφθαλμὸς δὲ ἰδὼν ἐξέκλινεν, ἀντὶ τοῦ· Οὐκ ἰσχύω ἀντειπεῖν. 17.93 Στίχ. ιβʹ. Διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυ νάστου. Ἴδωμεν αὐτοῦ τὰ ἀνδραγαθήματα, καὶ ἁπλώσω μεν. Καὶ κατὰ τὸ ῥητὸν ἔχει λόγον τοῦτο, καὶ κατ' ἀναγωγὴν ἔχει πολλῷ μᾶλλον ἑρμηνείαν. Κατὰ τὸ ῥητὸν, ὅση δύναμις, ὀφείλομεν βοηθεῖν τοῖς πτωχοῖς, ὑπὸ τῶν δυνατῶν καταδυναστευομένοις. Στίχ. ιεʹ. Ποῦς δὲ χωλῷ. Αὐτὸς ἐχαρίζετο καὶ τοῖς κεχωλωμένοις τὰς βάσεις, τῆς ψυχῆς πόδας· καὶ τῷ λόγῳ ἐγίνετο αὐτὸς αὐτῶν ποῦς. Στίχ. ι ʹ. Δίκην δὲ ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. Διδάσκει ἡμᾶς πῶς δεῖ δικάζειν, ἐάν ποτε κλη θῶμεν ἐπὶ δίαιταν ἀδελφῶν, ὥστε διαιτῆσαι τὰ κατ' αὐτούς. ΚΕΦ. ΛΒʹ. Στίχ. αʹ. Καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν. Ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰώβ. Ἦν γὰρ Ἰὼβ δίκαιος ἐναντίον αὐτῶν. Οὐχ ἁπλῶς ἐπαύσατο. Καρδία δὲ ἦν αὐτοῦ νοοῦσα τὰ θεῖα, οὐκ ἐπαύσατο. Ἤδη γὰρ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανὸν, καιρὸς τοῦ σιγᾷν καὶ καιρὸς τοῦ λαλεῖν. Ὅτε οὖν καιρὸς τοῦ ἀποκρίνασθαι πρὸς τοὺς τρεῖς, ἔλεγεν· ὅτε ἦν καιρὸς, μετὰ τὸ ἐπι στομίσαι αὐτοὺς, ἐσίγησε. Καὶ οἶμαι ἐν ἐπαίνῳ λέ γεσθαι τὸ, Ἐπαύσατο ὁ Ἰώβ. Στίχ. ζʹ. Διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγ γεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην. Ἐπιστήμην ἔχει, πῶς ἄνθρωποι πάσχουσι· διὰ τί ἄνθρωποι ἐν περιστάσεσί τισιν ἐν τῷ βίῳ τούτῳ μόνῳ γίνονται· ὅσοι ἄδικοι ὄντες εὐτυχοῦσιν. Εἶδον ἀδι κοῦντας καὶ παρανομοῦντας, καὶ ἐμοῦ παρὰ μι κρὸν ἐσαλεύθησαν οἱ πόδες. Ἐὰν ἐν τῷ βίῳ τούτῳ μόνον ἐνίδω, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου. Στίχ. ιʹ. Οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί. Οὐ γὰρ ἀνάγκη, φησὶ, τοὺς πρεσβύτας μόνους εἶναι σοφούς· ἀλλ' ἔστι καὶ ἀπὸ νεότητος ἀκοῦσαί τι γενναῖον. Εἰ γὰρ χρόνος ποιεῖ σοφοὺς, πολλῷ μᾶλλον Θεός. Στίχ. ιηʹ. Ὠλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός. Ὥσπερ τις ἔγκυος γίνεται, καὶ μορφωθέντος τοῦ γεννωμένου ἐν αὐτῷ, ἐπὶ ὠδῖνας ἔρχεται, μέχρις οὗ ἀπογεννήσῃ τοῦτο ὃ πρότερον συνείληφε· τοιοῦ τόν τί μοι νόει γενέσθαι καὶ ἐπὶ τῆς τοῦ φιλομα θοῦς ψυχῆς. Συλλαμβάνει γὰρ τὸν λόγον ὃν ἀπαγγελ λόμενον μορφοῖ καὶ τυποῖ αὐτὸν τῇ τάξει. Ὅτ' ἂν δὲ μετὰ τὸ τυπῶσαι καὶ μορφῶσαι αὐτὸν ἕτοιμον γενόμε νον, μὴ ὡς ἔκτρωμα ἀνέτοιμον καὶ ἀτελὲς παραδιδῷ, ἀλλ' ὡς τελεσφορηθὲν καὶ τετελειωμένον εἴποιμι ἄν. Στίχ. ιθʹ. Ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος. Δοκεῖ μοι ἐντεῦθεν εἰρῆσθαι τὸ

11

ἐν τῷ Εὐαγγελίῳ. 17.96 Οὐδεὶς οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς βάλλει Στίχ. κʹ. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὢν πλή ρης λόγων, λαλῶν ἀναπαύεται, καὶ λέγει· Λαλήσω, ἵνα ἀναπαύσωμαι. Στίχ. κβʹ. Οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. Οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. Οὐκ ἔχω ταύτην τὴν ἐπιστήμην, ἵνα θαυμάσω πρόσωπον· ἀλλὰ καταφρονῶ ἀνθρώπων, καὶ τῆς παρ' αὐτοῖς αἰ σχύνης βροτῶν, καὶ τῆς παρ' αὐτοῖς ἐντροπῆς. Στίχ. κβʹ. Εἰ δὲ μὴ, καὶ ἐμὲ σῆτες ἔδονται. Ὡς τῶν σητῶν διεσθιόντων τοὺς λαμβάνοντας πρόσ ωπα ἀνθρώπων. ΚΕΦ. ΛΕʹ. Στίχ. ʹ. Εἰ ἥμαρτες, τί πράξεις; Ἐὰν ἀναβλέψῃς εἰς τὸν οὐρανὸν, καὶ κατανοήσῃς τὰ νέφη, νοήσεις τί ἥμαρτες. Τί σε πρᾶξαι δεῖ; Προσέρχεσθαι τῷ ἀρχιερεῖ, καὶ παρακαλεῖν, ἵνα ὁ ἀρχιερεὺς προσαγάγῃ θυσίαν περὶ σοῦ. Ἐὰν γάρ τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτημάτων ἡμῶν. Στίχ. ʹ. Εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι; Τὸ τηλικοῦτον ποιήσεις· ἀναλύσεις σου τὰς πολλὰς ἀνομίας. Διὰ τοῦτο ἐπὶ τοῖς ἀνιάτοις, οἷς ἑαυ τοὺς ἰάσασθαι οὐ δυνάμεθα, ἦλθεν Ἰησοῦς Χριστὸς ἐξ οὐρανῶν, ἵνα τὰ ἀνίατα ἰάσηται, καὶ γίνηται τό· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἀπε καλύφθησαν αἱ ἁμαρτίαι. Στίχ. ζʹ. Ἐπειδὴ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ; Ἀλλ' εἰ δίκαιος εἶ ὡς πρὸς Θεὸν, τί ἔχεις δοῦναι κατὰ τὴν σὴν δικαιοσύνην; Εἰ δὲ καὶ ὡς λέγεις δίκαιος εἶ, τί προσθήσεις αὐτῷ; Στίχ. ιʹ. Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. Ἐγκώμια τοῦ Θεοῦ, καὶ αἴνους καὶ ὕμνους αὐτοῦ διεξέρχεται. Ὁ κατατάσσων φυλακὰς νυκτε ρινὰς, αὐτὸς ὁ Θεός ἐστι. Θέλω ἰδεῖν, πῶς κατατάσσων ἐστὶν ὁ Θεὸς φυ λακὰς νυκτερινάς. Ὅλως ὁ αἰὼν οὗτος νύξ ἐστι, σκό τος ἐστί. Τὸ φῶς τηρεῖταί σοι. Ὃ βλέπεις νῦν φῶς, δι' ἐσόπτρου βλέπεις· Καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Μέλλομέν ποτε βλέπειν αὐτό. Οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰών· ἐπεὶ νύξ ἐστι, πόλεμοι πολλοὶ, πολ λὰ θηρία περιέρχεται. Στίχ. ιαʹ. Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς. Ἐὰν ᾖς ἁμαρτωλὸς, οὐ διωρίσθης ἀπὸ τῶν τετραπόδων γῆς. Ἄνθρωπος γὰρ ἐν τιμῇ ὢν, οὐ συνῆκε. Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοή τοις, καὶ ὡμοιώθη αὐτοῖς. Ἐὰν ᾖς ἁμαρτωλὸς, οὐ διωρίσθης ἀπὸ τῶν τετραπόδων τῆς γῆς· ἀλλὰ λέγε ταί σοι· Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ 17.97 ἔστι σύνεσις. –Καὶ μετ' ὀλίγα· Ἐὰν ᾖς ἁμαρτωλὸς, ἐὰν ᾖς πόρνος, ἐὰν καταφερὴς, οὐ διορισθήσῃ ἀπὸ τῶν τετραπόδων. Ἵπποι θηλυμανεῖς ἐγεννήθησαν. Διὰ τοῦτο θαῤῥῶν λέγει, ὅτι ἐχωρίσθη· Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς. ΚΕΦ. Μʹ. Στίχ. γʹ. Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Δίδωμί σοι παῤῥησίαν. Ἐγώ σε ἐρωτήσω· σὺ δέ μοι ἀπόκριναι. Ἤδη ἆθλον αὐτῷ δίδωσιν ὁ Θεός. Ἄνθρωπον ἐρωτᾷ, ὅτι πυνθάνεται αὐτοῦ, ὅτι δίδωσιν ἐξουσίαν τῆς ἀποκρίσεως. Εἰ μὴ ἦν νενικηκὼς, οὐκ ἂν ἐλάμβανεν· εἰ μὴ ἦν ὑπομείνας, οὐκ ἂν ἤκουσε· Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε· σὺ δέ μοι ἀπόκριναι. Τοῦ αὐτοῦ. Μὴ πρότερον ἀποκρινάσθω τις τῷ Θεῷ, ἐὰν μὴ, γενόμενος ἀνὴρ, ζώσηται ὥσπερ ἀνὴρ τὴν ὀσφὺν αὐτοῦ. Ὅσον γὰρ ἡ ὀσφὺς αὐτοῦ οὐκ ἔζω σται, ἀλλὰ λέλυται, καὶ οὐχὶ περιδέδεται, οὐδὲ συν έσφιγκται, οὐ δύναται εὐλόγως ἀποκρίνασθαι τῷ Κυρίῳ. Στίχ. γʹ. Ἐρωτήσω δέ σε· σὺ δέ μοι ἀποκρίθητι. Τὰ μὲν τέλεια τῶν ἀγωνισμάτων τοῖς καλῶς ἀθλή σασι μετὰ τὸν βίον ἀπόκειται τοῦτον. Οὐδὲν δὲ ἧττον καὶ ἤδη ἡ χάρις ἡ τοῦ Θεοῦ ἀῤῥαβωνίζεται τοὺς ἀθλητάς. Διὰ τοῦτο, ὅτε ἠγωνίσατο τὰ μέγιστα ὁ Ἰώβ· ὅτε, ἀποβαλὼν τὰ ὑπάρχοντα, ἐδόξασε τὸν δεδωκότα· ὅτε, ἀποθέμενος τὰ τέκνα, ηὐχαρίστησε τῷ παρειλη φότι· ὅτε, νοήσας ὡς σκώληκας ἀνάγειν αὐτοῦ ἀπὸ τοῦ σώματος, οὐ νενίκηται ἀπὸ τῶν πόνων· προοίμια καὶ ἀῤῥαβῶνα τῶν ἀθλητῶν δίδωσιν αὐτῷ ὁ Θεὸς, χρηματίσας αὐτῷ διὰ λαίλαπος καὶ νεφῶν. Ἀκούσας οὖν προτέρων λόγων, δέον ἀποκρίνασθαι πρὸς Θεὸν, σιωπᾷ, ὡς οὐκ ἔχων παῤῥησίαν ἀποκρίνασθαι πρὸς αὐτόν. Οὔπω γὰρ ᾔδει τὸ ὕστερον γεγραμμένον ὑπὸ Μωϋσέως, ὡς Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρί νατο αὐτῷ φωνῇ. Ὡς μὴ ἐπιστάμενος τοίνυν τοῦτο, οὐ θέλει ἀποκρίνασθαι πρὸς τὸν Θεόν.

12

Ὁ δὲ Θεὸς δί δωσιν αὐτῷ παῤῥησίαν τοῦ λαλεῖν. Καὶ μεθ' ἕτερα· Τοσαύτη ἐστὶν ἡ χρηστότης τοῦ Θεοῦ, ὥστε ἀναλα βεῖν αὐτὸν πρόσωπον οὐ κρίνοντος, ἀλλὰ κρινομένου μετὰ τοῦ ἀνθρώπου. Καὶ πολλαὶ τοῦτο ἐδίδαξαν Γρα φαί. Δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ, Λαός μου, μᾶλλον δὲ ὁ Θεὸς μετὰ τοῦ λαοῦ διαλεχθή σεται, λαός μου, τί ἐποίησά σοι, ἢ τί παρηνόχλησά σοι; ἀποκρίθητί μοι, καὶ τὰ ἑξῆς. Στίχ. γʹ. Μὴ ἀποποιοῦ μου τὸ κρῖμα. Μὴ ἀποποιοῦ μου τοῦτο τὸ κρῖμα. Τούτου τοῦ ῥητοῦ ὡς χρησίμου μνημονεύσωμεν. Ἀλλ' ὅτ' ἂν κρίνῃ ὁ Θεὸς παθεῖν τι ἡμᾶς, τέκνον ἀποβαλεῖν, ἄρ χοντα ἀπολέσαι, νοσῆσαι κατὰ τὸ σῶμα, ὅ τι δήποτε τούτων ὑπομεῖναι· οὐδὲν τούτων οἷόν τέ ἐστιν ἡμᾶς παθεῖν, μὴ κρίνοντος τοῦ Θεοῦ. Οὐδὲ γὰρ στρουθίον πίπτει εἰς παγίδα ἄνευ βουλήματος τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς. Ἐπεὶ οὖν οὐδὲν τούτων γίνεται χω ρὶς κρίματος τοῦ Θεοῦ, λέγεται πρὸς τὸν παθόντα· 17.100 Μὴ ἀποποιοῦ μου τὸ κρῖμα, μὴ ἀπαρνῇ, ὅτι ἔκρινα περὶ σοῦ. Στίχ. γʹ. Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ἀπολογοῦμαί σοι. Δίκαιος ἦς, ἀλλ' οὐκ ἦς φανε ρός. Ὑπομονὴν εἶχες· ἔδει με ἀφορμὴν παρασχεῖν τοῦ λάμψαι σου τὴν ὑπομονήν. Εἶχες ἀνδρείαν· ἀλλ' ἐκέκρυπτο ἐν σοί· οἱ συμβεβηκότες πόνοι ἔδειξάν σου τὴν ἀνδρείαν. Καὶ μετ' ὀλίγα· Μνημονεύωμεν τού των ἐν τοῖς περιστάσεων καιροῖς, καὶ δόξωμεν τοῦ Θεοῦ ἀκούειν παρόντος, καὶ λέγοντος ἡμῖν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Μὴ ἀναφανῶμεν ἄδικοι, μηδὲ ἀσεβεῖς. Στίχ. εʹ. Ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν. Στεφάνωσαι, ἔνδυσαι δόξαν, ἔνδυσαι τιμήν. Στίχ. ʹ. Ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ· πάντα δὲ ὑβριστὴν ταπείνωσον. Στίχ. ζʹ. Ὑπερήφανον δὲ σβέσον. Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ. Εἶπέ μοί πο τε ὁ ὑβριστὴς, Ἀπόστειλον τὴν χεῖρά σου· εἶπέ μοι, Ἅψαι πάντων ὧν ἔχει· εἶπέ μοι περὶ σοῦ, ὡς ἄρα εἰς πρόσωπόν με εὐλογήσεις. Ἀλλ' οὖν γε νε νίκηκας. Διὰ τοῦτό σοι λέγω· Θάῤῥει· πᾶν δὲ ὑβρι στὴν ταπείνωσον, καὶ τοὺς ἀγγέλους αὐτοῦ ταπείνω σον. Ὑπερήφανος ἐκεῖνος γεγένηται κατὰ σοῦ· ἀλλὰ σὺ ὑπερήφανον σβέσον. Ἀσεβὴς ἐκεῖνος κατὰ σοῦ· ἀλλὰ σὺ σκῆψον ἀσεβεῖς παραχρῆμα. Στίχ. ηʹ. Τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας πλήρωσον. Ἔλεγξον ἁμαρτωλοὺς, δεικνὺς αὐτοὺς ἁμαρτωλούς. Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας διὰ τοῦ ἐλέγ χου τοῦ ἐν σοί. Στίχ. ιʹ. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί· χόρτον ἶσα βουσὶν ἐσθίει. Θηρία αἱ ἀντικείμεναι δυνάμεις εἰσὶ, περὶ ὧν ηὔ ξατο ὁ Προφήτης λέγων· Μὴ παραδῷς τοῖς θηρίοις τὴν ψυχὴν ἐξομολογουμένην σοι. Θηρία εἰσὶν αἱ ἀντικείμεναι δυνάμεις, ὧν εἴληφας, ὦ ἄνθρωπε, τὴν ἐξουσίαν. Ἐὰν Θεῷ δουλεύσῃς, ἐπ' ἀσπίδα καὶ βα σιλίσκον ἐπιβήσῃ. Στίχ. ιʹ. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί. Τοῦ αὐτοῦ. Παρὰ σοὶ τῷ Ἰὼβ, παρὰ παντὶ ὑπο μνηστικῷ, παρὰ παντὶ τῷ νενικηκότι. Στίχ. ιʹ. Χόρτον ἶσα βουσὶν ἐσθίει. Τοὺς σκώληκας λέγει, τοὺς ἐξ αὐτοῦ αὐτὸν κατε σθίοντας. Συντέλεια γὰρ, φησὶ, τὴν χεῖρά μου ὑπὸ σοῦ· καὶ ἰδοὺ ὡς χόρτος κατεσθίει. Στίχ. ιαʹ. Ἡ δὲ δύναμις αὐτοῦ ἐπ' ὀμφαλοῦ γαστρός. Αὕτη πρώτη δύναμις κατὰ τοῦ ἀνδρός. Πόρ νον ποιεῖν ἐντεῦθεν ἄρχεται. Τοῦ αὐτοῦ. Ἵνα τὸ θῆλυ σημάνῃ, ἵνα δείξῃ, ὅτι στρατεύεται οὐ μόνον κατὰ τῶν ἐχόντων τὰ σπέρμα τα. Πάνυ δὲ εὐπρεπέστατα ὠνόμασεν ὀσφὺν ἐπὶ ἄῤῥε νος, καὶ ὀμφαλὸν γαστρὸς ἐπὶ γυναικός· Ἰδοὺ δὲ ἡ ἰσχὺς ὀσφὺς αὐτοῦ ἐν ἰσχύϊ· ἡ δὲ δύναμις αὐ τοῦ ἐπ' ὀμφαλοῦ γαστρός. 17.101 Στίχ. κεʹ. Μεριτεύονται δὲ αὐτὸ Φοινίκων ἔθνη. Ἐπεὶ πονηρίᾳ μεγάλῃ διαβάλλονται οἱ Χανα ναῖοι, οἱ καὶ Φοίνικες· διὰ τοῦτό φησι· Μεριοῦνται δὲ αὐτὸν Φοινίκων ἔθνη. Ἕκαστος μέρος τι λαμβάνει ἀπὸ τοῦ δράκοντος, ἐὰν ᾖ τὸ γένος Χαναναῖος καὶ Φοῖνιξ. Στίχ. κ ʹ. Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγ κωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ. Τὰ τελευταῖα τοῦ δράκοντος καὶ τὰ ἔσχατα οὐ δύνανται νεκρῶσαι πάντα ἅμα πλωτά. Οἱ ἄνθρωποι, πλοίοις χρώμενοι τοῖς σώμασιν, οὐ δύνανται ἐνεγκεῖν βύρσαν μίαν οὐρᾶς αὐτοῦ. Αὐτοὶ καθ' ἑαυτοὺς οὐ δύ νανται· θείας δὲ δυνάμεως ἐπισκοπούσης, δυνάμεθα οὐ μόνον βύρσαν μίαν οὐρᾶς αὐτοῦ, ἀλλὰ καὶ ὅλον αὐτὸν κομίσαι, καὶ ὅλον αὐτὸν

13

νεκρῶσαι. Νεκροῦ μεν δὲ ἕκαστος, τὸ ὅσον ἐφ' ἑαυτῷ, τὸν διάβολον, κα τὰ τὸ εἰρημένον παρὰ τῷ Ἀποστόλῳ· Ὁ δὲ Θεὸς συντρίψαι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ΚΕΦ. ΜΑʹ. Στίχ. δʹ. Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; Διὰ τί οὐκ εἶπε· Τίς ἀποκαλύψει πρόσωπον αὐτοῦ; Τί ποιεῖ ἐνθάδε καὶ ἡ ἔνδυσις; Τίς γὰρ ἀποκαλύψει, φησὶ, πρόσωπον ἐνδύσεως αὐτοῦ; Ἵνα νοηθῇ τὸ λεγόμενον, παραδείγματι χρησώμεθα τῶν περιτιθε μένων προσωπείων, καὶ μὴ φαινομένων τοῦτο ὅ εἰσιν, ἀλλὰ θέλουσι δοκεῖν. Ἀναλαμβάνουσι γὰρ προσωπεῖα, φέρε εἰπεῖν, οὗτοι ἐν ταῖς θυμέλαις ὑποκριταὶ, ποτὲ μὲν ἡγουμένων, ποτὲ δὲ ἄλλων βασιλέων, ποτὲ δὲ γυναικῶν. Καὶ τὸ μὲν ἴδιον αὐτῶν πρόσωπον ἀποκέ κρυπται, καὶ ὅ εἰσιν οὐ φαίνονται· ὃ δὲ δοκοῦσι, βλέ πονται. Τοιοῦτός ἐστιν ὁ δράκων. Οὐδέποτε τὸ πρόσ ωπον αὐτοῦ δείκνυσιν· ἀλλὰ εἰ πρόσωπον λαβὼν εἰς ἀπάτην τῶν ἀνθρώπων, ἐκεῖνο χρῆται. Καὶ ἔχει γε ὁ ἐχθρὸς οὗτος πολλὰ προσωπεῖα, καὶ καθ' ἑκάστην κακίαν πρόσωπον λαμβάνει ἀρετῆς. Καὶ μετ' ὀλίγα εἰς τὸ ἑξῆς. Τὰ ὑπόλοιπα τοῦ προγραφέντος στίχου. Τὸ πρόσωπον ὃ ἐνεδύσατο τίς ἱκανὸς ἐλέγξαι; τίς ἱκανὸς ἀποκαλύψαι καὶ λῆξαι ὅ τι ἔνδον δρά κων ἐστί; Τοιοῦτοί εἰσί τινες καὶ ἄλλοι μαθηταὶ αὐ τοῦ, Οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔνδοθεν δέ εἰσι λύκοι ἅρπαγες. Στίχ. δʹ. Εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; Ὁρᾷς; θώραξ οὗτος ὀνομάζεται, καὶ στῆθος· καὶ θώραξ, ὅπου ἐστὶ τὸ ἡγεμονικόν. Οὐχ ἁπλοῦς ἐστιν ὁ θώραξ αὐτοῦ. Οὐδὲν ἔχει ἁπλοῦν. Δόλιός ἐστιν, ἐπτυ γμένος ἐστίν. Εἰς οὖν τὴν πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; Ἅγιος δὲ ἐλέγχειν αὐτὸν δύναται, καὶ δεῖξαι, ὅτι ἔπτυκται αὐτοῦ ὁ θώραξ· τοῦ δὲ ἁγίου οὐκ ἔπτυκται. Στίχ. εʹ. Πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; Κρύπτει τὰ ἔνδον ἀποκείμενα. Τίς οὖν ἀνοίξει τὰς πύλας τοῦ προσώπου αὐτοῦ; Τίς οὗτός ἐστιν, 17.104 ὥστε ἐλέγξαι καὶ δεῖξαι ὅσον δόλον, ὅσον ἰὸν, ὅσα κακὰ ἔχει ἀποκείμενα; Στίχ. εʹ. Κύκλῳ ὀδόντων αὐτοῦ φόβος. Περὶ ὧν λέγεται· Ὀδόντας ἁμαρτωλῶν συνέ τριψας. Καὶ, Κύριος συντρίψει τὰς μύλας τῶν λεόντων. Οὐκ ἔστιν οὗτος ὁ φόβος τοῦ Θεοῦ· ἀλλ' ὁ φόβος, ὁ κύκλῳ τῶν ὀδόντων αὐτοῦ. Ἀλλ' ἐὰν ἔχῃς τὸν Χριστὸν ἐν σεαυτῷ, μὴ φρόντιζε τούτου τοῦ φόβου. Κύριον γὰρ τὸν Θεόν σου φοβηθήσῃ, καὶ πλὴν αὐτοῦ μὴ φοβοῦ τὸν ἄλλον. Στίχ. ʹ. Τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χαλκαῖ. Τὰ δόγματα, τὰ νοήματα τὰ ἀποκεκρυμμένα. Πάντα ἰὸς ἀσπίδων ἐστὶ, πάντα τὰ ἔνδον αὐτοῦ. Καὶ ἀσπίδες εἰσὶν οὐχ ἁπαλαί τινες, ἀλλὰ σκληραί. Ἀσπί δες γάρ εἰσι σκληραί. Στίχ. ιʹ. Ἐκ στόματος αὐτοῦ. Αἱ βλασφημίαι καὶ οἱ λόγοι τῶν ἀσεβῶν καὶ ἀθέων διδασκάλων. Στίχ. ιʹ. Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμ πάδες καιόμεναι, καὶ διαριπτοῦνται ἐσχάραι πυρός. Οἶμαι μὲν καὶ πάντας τοὺς ἀσεβεῖς ἀθέων δογμάτων εἰσηγητὰς κυρίως ἂν εἶναι μέλη τοῦ δρά κοντος· καὶ τῶν μελῶν τοῦ δράκοντος ὀνόματα εἰ θέλεις ἀκοῦσαι, ποῖοί εἰσιν οὗτοι; Τὸ στόμα τοῦ δράκοντος εἴη δ' ἄν τι καὶ τροπικῶς νοούμενον, καὶ παρὰ τοῦτο ὅθεν οἱ λόγοι οἱ ἀπολλύντες. [Ἐκ στό ματος γὰρ αὐτοῦ λαμπάδες ἀπολλύονται πυρός.] Ὅτι ἐκ στόματος αὐτοῦ ἐσχάραι ἀπολλύονται πυρός. Εἴ ποτε ἤκουσα τοῦ κατηγοροῦντος λόγου, προφάσει Χριστιανισμοῦ, κατηγοροῦντος τοῦ Δημιουρ γοῦ, φέρε εἰπεῖν, πρεσβεύοντος τὰ Μαρκίωνος, πρε σβεύοντος τὰ Οὐαλεντίνου, καὶ τὰ Βασιλείδου· ὅτ' ἂν κακῶς λέγωσιν τὸν Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὅτ' ἂν λέγωσιν αὐτὸν μὴ εἶναι, μηδὲ πνευματικῆς οὐσίας, ὁποῖά φασιν οὗτοι· ὄψῃ, ἐκ στόματος τῶν τοιούτων ἐξέρχονται λαμπάδες καιόμεναι, καὶ διαρι πτοῦνται ἐσχάραι πυρός. Διὰ τοῦτο ἡμεῖς, εἰδότες, τηρῶμεν ἑαυτοὺς, μήποτε ἐκεῖναι αἱ λαμπάδες ἡμᾶς καύσωσι, μήποτε αἱ ἐσχάραι τοῦ πυρὸς ἡμῶν ἅψωνται. Στίχ. ιγʹ. Ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύ ναμις. Ἔστι τις δύναμις πονηρά. Ἀλλ' ἡ ἀσθένεια, ἣν ἀνέλαβε δι' ἐμὲ ὁ Σωτήρ μου καὶ Κύριος, ἥτις λέγε ται ἀσθένεια Θεοῦ, ἐνίκησεν ἐκείνου τὴν δύναμιν. Τὸ γὰρ ἀσθενὲς τοῦ Θεοῦ, ὁ μὲν Ἀπόστολος λέγει, ἰσχυρότερον τῶν ἀνθρώπων· ἐγὼ δὲ ἂν εἴποιμι ἰσχυρότερον τῆς δυνάμεως τοῦ δράκοντος. Στίχ.

14 ιδʹ. Σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται. Ἐδύνατο εἰρηκέναι· Σάρκες δὲ σώματος ἥνωνται. Ὁ δὲ οὐκ εἶπεν· οὐ γὰρ ἥνωνται· οὐκ ἔστι. Τὸ ἓν παρ' ἐκείνῳ πολλά ἐστιν· ἢ ἓν δοκοῦντα κεκολλῆσθαι, διὰ τοῦ λέγοντος κεκόλληνται, οὐχ ἥνωνται. Στίχ. ιεʹ. Ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος. Οὐκ ἐλαυνόμενος, οὐκ ἀκολουθῶν λόγῳ, οἰκεῖοι 17.105 δὲ σκληρός ἐστιν ἀνήλατος, ἀνένδοτος. Καὶ εἴ τις ἀπὸ διαβόλου ἀπέσπασε δύναμιν, καὶ τούτου τοῦ δράκοντος, αὐτὸς ἔχει τὴν καρδίαν ἀνήλατον, καὶ οὐκ ἐλαυνομένην. Εἰ δέ τις χρυσός ἐστιν, ἀκολουθῶν τῷ λόγῳ χρυσοκῷ· οὕτως εἴκει, ἕως ἂν γένηται πέταλον χρυσοῦν, καὶ δέξηται τοὺς τύπους τῶν γραμμάτων τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν. ΚΕΦ. ΜΒʹ. Στίχ. ιʹ. Ἔδωκεν δὲ ὁ Κύριος διπλᾶ, ὅσα ἦν ἔμ προσθεν Ἰὼβ εἰς διπλασιασμόν. Ὁ γενναῖος ἀθλητὴς, καὶ πάντα πειρασμὸν ὑποστὰς, ἀνδρειότατος Ἰὼβ, ἆθλα λαμβάνει τῆς ὑπομονῆς αὐτοῦ, ὡς ἡ Γραφή φησιν· Πάντα διπλᾶ παρὰ τὰ πρότερα. Ὁ δὲ Κύριος Ἰησοῦς Χριστὸς ἆθλα δίδωσιν οὐχὶ διπλασίονα, ἀλλ' ἑκατονταπλασίονα. Φησὶν γάρ· Ὃς ἐὰν καταλείπῃ πατέρα ἢ μητέρα, οἰκίαν, ἀδελφοὺς, ἀδελφὰς ἕνεκεν ἐμοῦ, ἢ ἕνεκεν τοῦ Εὐαγγελίου, ὡς ἐν τῷ κατὰ Μάρκον γέγραπται, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Οὐκ ἂν διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα τὴν ἀρετὴν ἐπεδείξατο.

Page scan enlarged

Notebook

Full View