PG 26Athanasius
Scholia on Acts (possibly from the books Against the Novatians)
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.

Saint Athanasius, from the work to the NovatiansΤοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ πρὸς Νουατιανοὺς β…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 26:1316Τοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ πρὸς Νουατιανοὺς β λόγου. Εἰ ἔμενε, φησὶν, ὑμῖν ἔμενε, καὶ πραθὲν ἐν τῇ ὑμετέρᾳ ἐξουσίᾳ ἦν. Ἐπειδὴ δὲ, φησὶν, ἐπεχειρήσατε πειράσαι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ εἰς τοῦτο συνεφωνήσατε, λήψεσθε πεῖραν οὗ ἠθελήσατε. Σωφρονισθήσονται δὴ, καὶ φοβηθήσονται καὶ ἄλλοι πειράσαι, δι’ ὑμῶν τὴν πεῖραν λαβόντες.

Saint Athanasius, from the treatise to the NovatiansΤοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Νουατιανοὺς πραγματείας

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Νουατιανοὺς πραγματείας. Κατανοῆσαι δεῖ καὶ ἐνταῦθα, ὅτι ἀρχὴ ἦν τοῦ κηρύγματος, καὶ μέγα μὲν ἐτόλμησαν οὗτοι, πειράσαι τὸ Πνεῦμα τὸ ἅγιον ἐπιχειρήσαντες· μεγάλη δὲ τοῖς ἄλλοις ἀδελφοῖς ὠφέλεια γέγονεν ἡ τούτων τιμωρία· ἐπαιδεύθησαν γὰρ, καὶ ἐδιδάχθησαν, ὅτι οὐ δεῖ κατὰ τοῦ Πνεύματος τολμᾷν, οὐδὲ πειράσαι τοῦτο ἐπιχειρεῖν. Ὥσπερ ἄνθρωπος ὑπὸ ἀνθρώπου ἱερέως βαπτιζομένου φωτίζεται τῇ τοῦ ἁγίου Πνεύματος χάριτι, οὕτως καὶ ὁ ἐξομολογούμενος ἐν μετανοίᾳ διὰ τοῦ ἱερέως λαμβάνει τὴν ἄφεσιν χάριτι Χριστοῦ.

ΚΕΦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΚΕΦ. Η, 2. κδ. Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον. ἈΘΑΝΑΣΙΟΥ Ἐκ τοῦ πρὸς λεγομένους Καθαροὺς λογ. γ.
PG 26:1318Πρὸς οὖν τὴν ὑποκειμένην αὐτοῦ πικρίαν, καὶ ταύτην αὐτοῦ τὴν κατὰ τῆς δωρεᾶς τοῦ Θεοῦ τόλμαν καὶ ἐπιχείρησιν Πέτρος δικαίως ἐκινήθη, καὶ κινηθεὶς εἶπε πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν. Εἰ καὶ μὴ δεῖ, ἀλλὰ διὰ τὴν τόλμαν σου ταύτην, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι, οὐκ ἔστι σοι μερὶς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ. Ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ. Καὶ τοσαῦτα κατ’ αὐτοῦ εἰπὼν ὀρθῶς καὶ δικαίως, οὐδὲν τούτων ἀνίατον ἡγησάμενος τῷ τῆς μετανοίας φαρμάκῳ, θεραπευτικὰ δὲ ταῦτα κρίνας εἶναι, ἐπήγαγε· Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου, καὶ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἦ ἐπίνοια τῆς καρδίας σου. Μέγα γάρ σοι καὶ τοῦτο. Καὶ μὴ ἤδη τὴν δωρεὰν οὕτως ἀκαθάρτως καὶ ῥυπαρῶς διὰ χρημάτων σπεῦδε. Ἀλλὰ τέως τῆς πικρίας σου καὶ τῆς κακῆς ταύτης ἐπινοίας παυσάμενος, μετανόησον, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου, οὐχ ὡς ἀμφιβάλλων, ἀλλ’ ὅτι δυσίατα πάθη, οὐκ ἀνίατα μέντοι, ἀλλὰ δυσίατα. Εἰ γὰρ ἦν ἀνίατον, περισσὸν ἦν τό· Μετανόησον ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Κυρίου.
Ἀλλ’ ὅτι ἡ μετάνοια μὲν ἰσχύει διὰ τούτων, ὅτι δὲ μετὰ πολλῆς μετανοίας καὶ ἐπιμελείας χρεία τοῖς βαρυνθεῖσιν εἰς κακίαν, παριστὰς ἐπήγαγεν· Εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. Καὶ τοσοῦτον ἴσχυεν ἡ εἰς μετάνοιαν προτροπὴ τοῦ μεγάλου τούτου ἀποστόλου καὶ πρὸς τὸν τοσοῦτον μάγον, καὶ πρὸς τὸν οὕτω χολῆς καὶ πικρίας μεστὸν, καὶ τοσούτων κακῶν πεπληρωμένον, ὡς ἤδη ἐπιμελείας ἑαυτὸν δοῦναι, καὶ ταῦτα αὐτῷ εἰπόντι τὴν Γραφὴν ἐπιμαρτυρεῖν· Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον· οὐ γὰρ ἐμοὶ παῤῥησία μέτεστιν, ὅπως μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ, ὧν εἰρήκατε. Οὔτε δὴ ἀπηγόρευσε ταῦτα αὐτῷ ὁ θεῖος Ἀπόστολος, οὔτ’ ἀπηρνήσατο. Πῶς γὰρ ὁ καὶ ὑποθέμενος καὶ εἰπών; Τοσοῦτον δὲ ὠφελήθη οὗτος αὐτὸς ὁ τηλικοῦτος μάγος ἀπὸ τῆς ἐλπίδος, τῆς εἰς μετάνοιαν, ὡς ἤδη τοσοῦτον τῆς πονηρίας καὶ πικρίας αὐτὸν μεταβληθέντα εἰπεῖν· Ἐγὼ μὲν οὐκ εἰμὶ ἱκανὸς ὑπὲρ ἐμαυτοῦ δεηθῆναι· ὑμεῖς δὲ δεήθητε ὑπὲρ ἐμοῦ πρὸς Κύριον.

From the Same, from the To the Novatians...Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς τοὺς Νουατιανοὺς τοὺς…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς τοὺς Νουατιανοὺς τοὺς ἑαυτοὺς ὀνομάσαντας Καθαροὺς λόγου Β. ΚΕΦΑΛ. Ι, στ. γ.

On the Passage: 'And taking him, he circumcised him'In illud, Καὶ λαβὼν περιέτεμεν αὐτόν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ λαβὼν περιέτεμεν αὐτόν.
Ἵν’ οὖν μὴ κωλύηται εἰς συναγωγὰς παραβάλλειν, διὰ τὸ ἀπερίτμητον εἶναι τὸν Τιμόθεον, οὕτως συμπαρεῖναι τοῦτ’ ᾠκονόμησεν, οὐχὶ καὶ ἐδογμάτισεν
Page scan enlarged

Notebook

Full View