PG 26Athanasius
Various Fragments
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.

From the Same Athanasius, Against Valentinus, largely consistent...Τοῦ αὐτοῦ Ἀθανασίου κατὰ Οὐαλεντίνου, τὰ πολλὰ συμφώνου…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 26:1224Τοῦ αὐτοῦ (Ἀθανασίου) κατὰ Οὐαλεντίνου, τὰ πολλὰ συμφώνου ὄντος τοῖς προδηλωθεῖσιν αἱρετικοῖς. Πῶς λέγετε Χριστὸν οὐρανίαν σάρκα περιβεβλῆσθαι, καὶ οὐκ ἀνθρωπίνην, καίτοι τοῦ Ἀποστόλου φάσκοντος· Ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες; Δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται, φησὶν, ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Ἐξ ἑνὸς δὲ, τίνος; Τοῦ Ἀδὰμ δηλονότι, κατὰ τὴν τοῦ Λουκᾶ γενεαλογίαν· καὶ πάλιν· Ἐπεὶ τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως ἐπέσχε τῶν αὐτῶν. Ἀναιρῶν δὲ καὶ τὴν ὑπόληψιν τῆς οὐρανίου σαρκὸς, ἐπήγαγεν· Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραάμ· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Καὶ πολλὰ τοιαῦτα. Ἀλλ’ ὁ Κύριος, φασὶν, εἴρηκεν ἐν τοῖς Εὐαγγελίοις· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ· καὶ ὁ Ἀπόστολος πάλιν· Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος, ὁ Κύριος, ἐξ οὐρανοῦ οὐράνιος. Ἰδοὺ γὰρ ἀμφοτέρωθεν οὐράνιος ἄνθρωπος ὀνομάζεται.
Πρὸς οὓς ἐροῦμεν, ὅτι ἐπεὶ διπλοῦς ὢν ταῖς φύσεσιν ὁ Χριστὸς, μοναδικός ἐστι τὴν ὑπόστασιν, ἰδιοποιεῖται τὰ τῆς ἑκατέρας φύσεως. Καὶ καθάπερ ὁ Ἀπόστολος εἰπὼν περὶ τῶν Χριστοκτόνων ὅτι· Εἰ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν, οὐ τὴν θεότητα πεπονθέναι φησὶν, ἥτις ἐστὶ Κύριος τῆς δόξης, ἀλλὰ τὸ πρόσλημμα· οὕτω καὶ ἐπὶ τῶν ῥητῶν τούτων αὐτὸς μὲν ὁ Υἱὸς καὶ Θεὸς πεπονθέναι λέγεται, διὰ τὴν μίαν ὑπόστασιν τῆς θεότητος, ἥτις καὶ τῇ ἀνθρωπίνῃ φύσει γέγονεν ὑπόστασις· πεπονθέναι δὲ κατὰ τὴν ἀνθρωπίνην φύσιν αὐτοῦ, καὶ ἐκ τοῦ οὐρανοῦ μὲν καταβεβηκέναι, καὶ ἐν τῷ οὐρανῷ εἶναι, κατὰ τὴν ὑπόστασιν τῆς θεότητος· Υἱὸν δὲ ἀνθρώπου εἶναι κατὰ τὴν ὕστερον προσληφθεῖσαν φύσιν, μετὰ τὴν ἐξ οὐρανοῦ κάθοδον. Καὶ πάλιν ὁ αὐτὸς Κύριος διὰ τὴν μίαν ὑπόστασιν· δεύτερος μὲν ἄνθρωπος κατὰ τὴν ἡνωμένην ἀνθρωπότητα, ἐξ οὐρανοῦ δὲ κατὰ τὴν θεότητα· εἰ γὰρ μὴ νοήσωμεν ἑκάστην οἰκείως, ἐναντιολογίαις ὑποβαλοῦμεν τὸν Ἀπόστολον. Πῶς γὰρ κατὰ πάντα ὅμοιος ἡμῖν τοῖς γηί̈- νοις; Πῶς δὲ ἀδελφὸς ἡμῶν, ὁ σάρκα οὐρανίαν περιβεβλημένος; Καὶ ἄλλα δὲ μυρία ἄτοπα ἕψεται.

By the Same Athanasius on the Common...ΤΟΥ ΑΥΤΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΤΟΝ ΚΟΙΝΟΝ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 26:1233ΤΟΥ ΑΥΤΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΤΟΝ ΚΟΙΝΟΝ ΑΝΘΡΩΠΟΝ ΥΠΟΔΕΙΓΜΑΤΟΣ. Πολλὴν τῶν ἐναντίων τὴν περὶ τὸ κακὸν ἐπιμέλειαν θεασάμενοι, πολλὴν ἔχομεν καὶ ἡμεῖς ἀνάγκην μακροτέρας πρὸς αὐτοὺς ἀντιστήσασθαι τὰς ἀντιῤῥήσεις. Μηδεὶς οὖν ἡμῖν ἐγκαλείτω τὴν ἀμνηστίαν· τοῖς δὲ τὴν ἀνάγκην ἐπάγουσιν ἐπιγραφέτω τὰς αἰτίας. Ἰδοὺ γὰρ καὶ ἕτερον παραλογισμὸν κατὰ τῆς ἀληθείας ἐγέννησαν. Ὥσπερ, φησὶν, ὁ ἄνθρωπος, ἐκ δύο συνεστὼς, μία φύσις λέγεται, οὕτω καὶ ὁ Δεσπότης Χριστὸς, ἐκ Λόγου καὶ σαρκὸς συνεστὼς, μία οὐσία δείκνυται. Τὸ μὲν οὖν δύνασθαι τὰ τοσοῦτον ἀλλήλων παρηλλαγμένα καὶ τέλεια μίαν οὐσίαν ἀποτελεῖν, καὶ τροπὴν μὴ ποιεῖν, συντόμως προείρηται· τὸ δὲ μηδὲ αὐτοῖς κατὰ σκοπὸν ἀπαντᾷν ἐκ τοῦδε τοῦ ὑποδείγματος αὐτίκα δειχθήσεται. Ἄνθρωπος μὲν γὰρ ἐκ ψυχῆς νοητῆς καὶ σώματος αἰσθητοῦ ζῶον γνωρίζεται εἰκότως, διὰ τὸ μηδέτερον χωρὶς τοῦ ἑτέρου προάγουσαν ἔχειν ὑπόστασιν, μηδὲ σώζειν τὸν ὅρον τῆς φύσεως, κατὰ ταυτὸ μὲν ἀρχὴν τοῦ εἶναι λαβόντα ἐκ γαστρὸς, καὶ οὕτως εἰς τὸν βίον ἐρχόμενα, ἑνὸς δὲ ζώου σύστασιν ἐργαζόμενα·
ὁ δὲ Κύριος Ἰησοῦς οὐκ ἐξ ἀτελῶν πραγμάτων τὸ εἶναι δέχεται, ἀλλὰ τελείων φύσεων ἐν ἑαυτῷ σύνοδον δείκνυσι· κἀκεῖ μὲν μέρη ἀνθρώπου ψυχὴ καὶ σῶμα· ἐνταῦθα δὲ οὔτε ἡ σὰρξ μέρος τοῦ Λόγου, οὔτε ὁ Λόγος μέρος τῆς σαρκός· ἑκάτερον γὰρ αὐτῶν, καὶ πρὸ τῆς ἑνώσεως, τελείαν δείκνυσι τὴν φύσιν, ὡς μηδὲν ὅλως λείπειν, μήτε τῇ θεότητι εἰς τὸν ἴδιον λόγον, μήτε τῇ ἀνθρωπότητι· ἄλλο γάρ ἐστι τὸ ἀναπληροῦσθαι οὐσίαν ἐκ δύο μερῶν, καὶ ἄλλο τὸ ἑνοῦσθαι δύο οὐσίας, ὧν ἑκατέρα τὸ τέλειον ἔχει· διὸ καὶ μορφὴ Θεοῦ λέγεται, καὶ μορφὴ δούλου. Ἐπὶ δὲ τοῦ ἀνθρώπου οὔτε ἡ ψυχὴ μόνη ἄνθρωπος οὔτε ἡ σάρξ. Εἰ γὰρ ἦν τι τούτων τελεία φύσις εἰς ἐνέργειαν, ἔπραξεν ἄν τι καὶ δίχα τοῦ ἄλλου. Ὅταν δέ τι τούτων μνημονευθῇ, δηλοῖ τὸ πᾶν ἀπὸ μέρους· οὐ τελείαν φύσιν εἰς ἐνέργειαν τὸ μέρος. Καὶ τοῦτο ἄνθρωπος οὐ μόνον παρὰ τοῖς θείοις νόμοις, ἀλλὰ δὴ καὶ παρὰ τοῖς ἀνθρωπίνοις λόγοις. Ὁρίζονται γοῦν τὸν ἄνθρωπον οἱ περὶ ταῦτα δεινοὶ ζῶον λογικὸν θνητὸν, τὸ μὲν λογικὸν ἐκ τῆς ψυχῆς ἑρμηνεύοντες, τὸ δὲ θνητὸν ἐκ τοῦ σώματος ἀποφαίνοντες.
PG 26:1236Οὕτως ἀμφότερα μέρη ἑνὸς προσώπου, καὶ οὐ δύο ἐνόμισε τὸν ἴσον τρόπον καὶ ἡ θεία Γραφή· τὸν γὰρ αὐτὸν ἄνθρωπον κατὰ εἰκόνα Θεοῦ μηνύεται κατὰ τὸ ἐξαίρετον τοῦ προσώπου· καὶ ἄρσεν καὶ θῆλυ προσαγορεύεται κατὰ τὸ ἰδίωμα τῆς σαρκὸς, ἵνα δείξῃ τὴν ψυχὴν καὶ τὸ σῶμα μέρη ἑνὸς προσώπου, οὐ δύο. Πῶς οὖν κέχρηνται τῷδε τῷ ὑποδείγματι, μηδὲν ὅμοιον ἔχοντι; Εἰ δύο πρόσωπα τέλεια ὑποδείξειαν εἰς μίαν μεθαρμοσθέντα οὐσίαν, καλῶς προέφερον τὸ ὑπόδειγμα· δύο δὲ μέρη ἑνὸς προσώπου λέγοντες, οὐ δύο πρόσωπα λέγουσιν. Ὥσπερ οὐδὲ ψυχὴ καὶ σῶμα δύο τέλεια ζῶα· τοῦ δεσπότου Χριστοῦ τὰ δύο καλουμένου, καὶ θείου καὶ ἀνθρωπίνου, διὰ τὸ τέλειον ἀμφοτέρων. Οὕτω γοῦν ἡ Σωτῆρος τοῦ Χριστοῦ προςηγορία νῦν μὲν δηλοῖ μόνην τὴν θεότητα ὡς ἀνενδεῆ καὶ τελείαν, νῦν δὲ τὸ συναμφότερον, ἵνα δειχθῇ καὶ τῶν δύο φύσεων τὸ διάφορόν τε καὶ τέλειον, καὶ τῆς ξένης ἑνώσεως τὸ πρόσωπον ἄτμητον· Εἷς, φησὶ, Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα· αὐτὴ δήλωσις τῆς θεότητος· οὐ γὰρ μετὰ σαρκὸς ὢν τὰ πάντα ἐδημιούργησε. Πάλιν, εἰ παθητὸς ὁ Χριστὸς, ἵνα δειχθῇ τὸ τῆς παθούσης ἀνθρωπότητος τέλειον.
Οὐ γὰρ εἶπε παθητὸν τὸ μέρος, ὡς οἱ νέοι δογματισταί· οὐδὲ γὰρ εἶπε Παθητὸς ὁ Λόγος τῇ σαρκί. Δηλοῦται δὴ τῇ τοιαύτῃ προσηγορίᾳ καὶ τὸ συναμφότερον, ὡς προείρηται· Ἰησοῦς Χριστὸς χθὲς, καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Οὐ μέρος μὲν οὐσίας χθὲς, καὶ σήμερον, μέρος δὲ εἰς τοὺς αἰῶνας· ἀλλὰ ὁ αὐτὸς χθὲς, καὶ σήμερον κατὰ τὴν τελείαν ἀνθρωπότητα· καὶ εἰς τοὺς αἰῶνας, κατὰ τὴν τελείαν θεότητα· λοιπὸν δὲ καὶ καθ’ ἑκατέραν τούτων αἰώνιος· ὡς καὶ τῆς σαρκὸς λαβούσης τῇ πρὸς τὸν ἀί̈διον συναφείᾳ, τὸ ἀπαθές τε καὶ ἀτελεύτητον. Ἐπὶ τούτοις ἐκεῖνοι μὲν εἰς τροπὴν θεότητος, καὶ εἰς ἀνατροπὴν τῶν συνόντων ταῖς φύσεσι, καὶ εἰς ἀναρμόστους φλυαρίας ἐχρήσαντο τῇ κατὰ τὸν ἄνθρωπον θεωρίᾳ· ὑμεῖς δὲ εἰς ἀπόδειξιν καὶ μαρτυρίαν τοῦ δυνατὸν εἶναι καὶ δύο τινῶν σύνοδον νοεῖσθαι, καὶ ἓν πρόσωπον δι’ ἀμφοτέρων ὁρᾶσθαι. Εἰ γὰρ ἀνθρώπου φύσις οὐκ ἐκωλύθη δύο μὲν ἔχειν τὰ μέρη, ἐξ ὧν τὸ πρόσωπον, ἓν δὲ δεικνύναι πρόσωπον τὸν οὕτως συνεστῶτα ἄνθρωπον·
πόσῳ μᾶλλον ἡ θεία χάρις ἱκανὴ δεῖξαι δυνατὸν καὶ ἀκόλουθον τὸ καὶ δύο φύσεις τελείας εἰς ἕνωσιν ἀσύγχυτον συνδραμεῖν, καὶ τοῦ προςώπου τὸ μοναδικὸν μηδαμῶς ἀμελεῖν; ψυχὴ μὲν γὰρ καὶ σῶμα συναρμοσθέντα ἓν ζῶον ἐργάζονται· δύο δὲ φύσεις ἑτεροούσιοι συναφθεῖσαι μίαν υἱότητα ἀτρέπτως οὐ σχεδιάζουσιν. Ὥσπερ γὰρ ἀκούσαντες· Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, τῇ θεότητι μόνῃ τὸ ποιεῖσθαι τὰ πάντα κατὰ τὸ εἰκὸς ἐπιγράφομεν· οὕτως ἀκούσαντες τὸ, Ἀπάθητος ὁ Χριστὸς, τῆς ἡνωμένης σαρκὸς τὸ πάθος γινώσκομεν. Ἐπεὶ πῶς νοήσομεν τῆς αὐτῆς οὐσίας καὶ τὴν ἀσθένειαν ἐν ταυτῷ καὶ τὴν δύναμιν; Τὸ πνεῦμα πρόθυμον, ἡ σὰρξ ἀσθενής· οὐ μέρος πνεύματος, οὐδὲ μέρος σαρκός· καὶ πάλιν· Εἰ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως. Ἄλλα τὰ ὀνόματα, ἄλλα τὰ πράγματα· πνεῦμα καὶ σὰρξ, δύναμις καὶ ἀσθένεια, σταυρὸς καὶ ζωὴ, τὸ ἐγεῖρον τὸ ἐγειρόμενον, τὸ ὑπερυψοῦν τὸ ὑπερυψούμενον. Ἐν ἑνὶ δὲ προσώπῳ, οὐ κατὰ σύνθεσιν μερῶν, ἀλλὰ κατὰ ἕνωσιν τελείων φύσεων. Οὐ μίαν οὐσίαν τὰς δύο ποιούσας· ἀλλὰ μίαν ἀξίαν καὶ δόξαν δηλοῦσαν. Οὕτως οὐκ ἀρνούμεθα τὴν ἕνωσιν, παραιτούμεθα δὲ τὴν οὐσίωσιν.
PG 26:1237Ὅτι γὰρ ἀδύνατον τὰς δύο οὐσίας γενέσθαι μίαν, διδάσκει μὲν ὁ τῆς φύσεως νόμος, διδάσκει δὲ ὁ τοῦ κηρύγματος λόγος, πείθει δὲ διὰ παντὸς γένους ἡ πεῖρα, θεσπίζει δὲ προδήλως ὁ Κύριος. Μηκέτι γοῦν τὴν ἀνάστασιν ἀπιστούντων ἔτι τῶν μαθητῶν, Ψηλαφήσατέ με, φησὶ, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ ἑωρᾶτε ἔχοντα. Ψηλαφήσατε πρότερον, ἵνα δειχθῇ οὐ φαντασία πνεύματος ἀπατῶσα τοὺς θεωμένους, ἀλλὰ ἀντιτυπία σώματος πληροφοροῦσα τοὺς ἁπτομένους. Τίς οὖν οὐχ ὁρᾷ τὰ τῶν φύσεων ἴδια· ὅτι τοῦ πνεύματος μήτε τὸ μὲν ἔχειν σάρκα, μήτε ὀστᾶ, τοῦ σώματος δὲ τὸ ἔχειν· καὶ τοῦ μὲν τὸ θεωρεῖσθαι, τοῦ δὲ τὸ μὴ ὁρᾶσθαι· τούτου τὸ ἁφῇ ὑποβάλλεσθαι, ἐκείνου τὸ ἁφὴν μὴ προσίεσθαι. Πῶς οὖν μία οὐσία, τοιαύτης οὔσης παραλλαγῆς; Εἰ πνεῦμα μόνον, πόθεν σαρκεύς; εἰ σῶμα μόνον, πόθεν δόξα; Ἀλλὰ πνεῦμα μὲν ἄσαρκον, τὴν φύσιν Θεὸς, σῶμα δὲ ἔμψυχον, λογικῷ μὲν κάλλει κοσμούμενον, δι’ ὀστέων δὲ καὶ σαρκῶν γνωριζόμενον τῇ ἁφῇ. Οὕτω δείκνυται τὸ τῶν δύο φύσεων διάφορον, καὶ τὸ τῆς ἑνώσεως ἀσύγχυτον, καὶ τὸ τῆς προσκυνήσεως ἀδιαίρετον.
Τὸ γεγράφθαι, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, φανερῶς τὴν θεότητα δηλοῖ· τὸ δὲ, Ὁ Λόγος σὰρξ ἐγένετο, τὸν ἄνθρωπον τοῦ Κυρίου δείκνυσιν. αδδιτ Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ τὸ, Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὑτοῦ, τουτέστι, τῷ ἰδίῳ αἵματι τὸ σῶμα, τὴν περιβολὴν τῆς θεότητος. ετ αδηυξ Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ γὰρ, ἦν, ἐπὶ τῆς θεότητος αὐτοῦ ἀναφέρεται, κ.τ.λ. Ἃ δὲ παρεθέμεθα περὶ τοῦ Κάθου ἐκ δεξιῶν μου, ὅτι εἰς τὸ Κυριακὸν σῶμα λέλεκται. Εἰ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος, ὥς φησιν Ἱερεμίας· πάντα δὲ χωρεῖ ὁ Θεὸς, ὑπ’ οὐδενὸς δὲ χωρεῖται· εἰς ποῖον καθέζεται θρόνον; Τὸ σῶμα τοίνυν ἐστὶν, ᾧ λέγει· Κάθου ἐκ δεξιῶν μου. ετ αλια ηαεξ Τὸ σῶμα τοίνυν ἐστὶν, ᾧ λέγει· Κάθου ἐκ δεξιῶν μου· οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διάβολος σὺν ταῖς πονηραῖς δυνάμεσι, καὶ Ἰουδαῖοι, καὶ Ἕλληνες. Δι’ οὗ σώματος ἀρχιερεὺς καὶ ἀπόστολος γέγονε καὶ ἐχρημάτισε· δι’ οὗ παρέδωκεν ἡμῖν μυστηρίου λέγων· Τοῦτό ἐστί μου τὸ σῶμα, τὸ ὑπὲρ ἡμῶν ( σιξ ιβι), καὶ τὸ αἷμα τῆς Καινῆς Διαθήκης, οὐ τῆς Παλαιᾶς, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον. Θεότης δὲ οὔτε σῶμα, οὔτε αἷμα ἔχει·
PG 26:1240ἀλλ’ ὃν ἐφόρεσεν ἐκ τῆς Μαρίας ἄνθρωπον, αἴτιος τούτων γέγονε· περὶ οὗ εἶπον οἱ ἀπόστολοι· Ἰησοῦν τὸν ἀπὸ Τὸ ἐγειρόμενον ἐκ νεκρῶν, ἄνθρωπος ἦν, ἢ Θεός; κ.τ.λ. Ἡ γοῦν ζωὴ οὐκ ἀποθνήσκει, κ.τ.λ. Ζῶν ἀποθανεῖν οὐ δύναται, κ.τ.λ. Ἐγένετο Λάζαρον, κ.τ.λ. Τοῦ ἁγίου Ἀθανασίου εἰς τό· Καὶ ταῦτα εἰπὼν, ἐξέπνευσεν· Οὕτω γὰρ καὶ ὁ θάνατος γέγονε, τοῦ μὲν σώματος κατὰ φύσιν δεχομένου, τοῦ δὲ Λόγου κατὰ θέλησιν ἀνεχομένου, καὶ ἐξουσιαστικῶς τὸ ἴδιον σῶμα εἰς θάνατον προϊεμένου, ἵνα καὶ πάθῃ φυσικῶς ὑπὲρ ἡμῶν, καὶ ἀναστῇ θεϊκῶς ὑπὲρ ἡμῶν. Καὶ ὅλη τῆς γενέσεως καὶ τοῦ θανάτου ἡ πραγματεία εἰς τὴν ἡμετέραν ζήτησιν, καὶ ἀνάκλησιν θεωρεῖται. Ἀθανασίου. Ἐν ᾗ ὁ πρὸ αἰώνων ἐκ Πατρὸς, ἐπ’ ἐσχάτων ἐκ τῆς Παρθένου γεννᾶται, καὶ ὁ ἀόρατος τὸ πρὶν καὶ ταῖς ἐν οὐρανῷ ἁγίαις δυνάμεσιν, ὁρατὸς γίνεται διὰ τὴν πρὸς τὸν ὁρώμενον ἄνθρωπον ἕνωσιν. Ὁρώμενος δέ φημι οὐ τῇ ἀοράτῳ θεότητι, ἀλλὰ τῇ τῆς θεότητος ἐνεργείᾳ διὰ τοῦ ἀνθρωπίνου σώματος καὶ ὅλου ἀνθρώπου, ὃν ἀνεκαίνισεν, τῇ οἰκειώσει τῇ πρὸς ἑαυτόν. Κτίστης γὰρ ὢν ὁ Λόγος, αὐτὸς ἐπὶ συντελείᾳ τῶν αἰώνων τὸ κτιστὸν ἐνεδύσατο· ἵνα πάλιν τοῦτο ἀνακαινίσῃ·
PG 26:1245χρεία γὰρ ἦν πρὸς τὴν ἀνάκλησιν τοῦ καὶ κατ’ ἀρχὰς ἐκ τοῦ μὴ ὄντος πεποιηκότος Θεοῦ Λόγου. Τούτου δὴ ἕνεκεν ὁ ἀσώματος εἰς τὴν ἡμετέραν χώραν παραγίνεται, καὶ λαμβάνει ἑαυτῷ σῶμα οὐκ ἀλλότριον τοῦ ἡμετέρου, ἐξ ἀχράντου Παρθένου ὑπὸ τοῦ ἁγίου πλασθὲν Πνεύματος, καὶ τοῦ Λόγου γεγονὸς ἔνδυμα προσκυνητὸν, ἵνα ἐν αὐτῷ λυθῇ ὁ κατὰ τῆς φθορᾶς τῶν ἀνθρώπων νόμος, καὶ ὁ Λόγος, πρὸς ὁμοιότητα τὴν ἑαυτοῦ κτίσας τὸν ἄνθρωπον ἐξ ἀρχῆς, πάλιν εἰς ὁμοίωσιν τὴν πρὸς αὐτὸν ἐπανάγει, ὁμοιωθεὶς τῷ ἰδίῳ ποιήματι. Ἐν ἀρχῇ γὰρ πλάσας ὁ Θεὸς τὸν ἄνθρωπον, ἐποίησεν αὐτὸν φύσιν ἀναμάρτητον καὶ θέλησιν αὐτεξούσιον· καθὼς, ινθυιτ, φησὶν ὁ ἱερὸς Ἀθανάσιος Εἶτα ὁ ἐν βίῳ καὶ λόγῳ περίβλεπτος, καὶ τῆς τοῦ Θεοῦ Ἐκκλησίας θεμέλιος Ἀθανάσιος τάδε φησὶ περὶ τῶν ἐν Κυρίῳ νεκρῶν· ὅτιπερ διὰ τοῦτο τοὺς σωζομένους ὁ Θεὸς κεχάρισται, τὸ μέχρι τῆς κοινῆς ἀναστάσεως, ψυχικῶς ἀλλήλοις συνεῖναι καὶ συνευφραίνεσθαι, ἀπεκδοχὴν ἔχοντες τῶν μελλόντων αὐτοῖς ἀποκληροῦσθαι θείων δωρεῶν.
PG 26:1249Ὅτι κἂν εἰς ἀστέρα ὁ ἐν εὐσεβείᾳ τελειωθεὶς κατατεθῇ, μὴ ἀπαναίνου ἔλαιον καὶ κηροὺς, Χριστὸν τὸν Θεὸν ἐπικαλεσάμενος, ἐν τῷ τάφῳ προσάψαι. Δεκτέα γὰρ ταῦτα τῷ Θεῷ, καὶ πολλὴν ἐξ αὐτοῦ φέροντα τὴν ἀντίδοσιν. Τὸ γὰρ ἔλαιον καὶ ὁ κηρὸς ὁλοκαύτωσις. Ἡ δέ γε ἀναίμακτος θυσία ἐξιλασμός. Ἡ δὲ πρὸς τοὺς πένητας εὐποιία προσθήκη πάσης ἀγαθῆς ἀντιδόσεως.

Of AthanasiusΑΘΑΝΑΣΙΟΥ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 26:1252ΑΘΑΝΑΣΙΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΚ ΤΗΣ ΤΟΥ ΚΑΤΑ ΜΑΤΘΑΙΟΥ, Περὶ τῶν ἐννέα ἀνιάτων παθῶν τῆς τοῦ Ἡρώδου τελευτῆς Τελευτήσαντος Ἡρώδου, ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ ἐφάνη τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. Ἦσαν δὲ οἱ ζητοῦντες θανατῶσαι τὸν Ἰησοῦν οἱ περὶ τὸν Ἡρώδην τὸν βασιλέα καὶ τὸν υἱὸν αὐτοῦ Ἀντίπατρον. Ἀπέθανε δὲ ὁ μὲν Ἀντίπατρος ἐν ῥομφαίᾳ διαπαρεὶς ἐν τῇ φυλακῇ, ἀπελεγχθεὶς φαρμακὸς καὶ ἐπίβουλος τῶν ἰδίων ἀδελφῶν, Ἀλεξάνδρου καὶ Ἀριστοβούλου· ὁ δὲ Ἡρώδης καὶ αὐτὸς καταστρέφει τὸν βίον, τοῦ σώματος αὐτῷ διαμερισθέντος εἰς διάφορα καὶ ποικίλα πάθη. Α, πυρετὸς γὰρ ἦν αὐτῷ καμίνου ἐνεργέστερος·
Β, κνησμός τε ἀφόρητος τῆς ἐπιφανείας ὅλης· Γ, τῶν ἐντὸς συνεχεῖς ἀλγηδόνες· Δ, περὶ τοὺς πόδας ὡς ὑδρωπιῶντος οἰδήματα· Ε, τοῦ ἤτρου φλεγμονὴ ὑπέρογκος· 2, διὰ τοῦ μέλους τῆς αἰσχύνης σηπεδὼν γεννῶσα σκώληκας· Ζ, πρὸς τούτοις ὀρθόπνοια· Η δύσπνοια· Θ, καὶ σπασμοὶ πάντων τῶν μελῶν. Καί εἰσι τὰ πάθη τὸν ἀριθμὸν ἐννέα. Πυρετὸς μὲν ἦν ἐπ’ αὐτῷ καμίνου ἐνεργέστερος, ἐπειδὴ ἐξεκαίετο τοῖς πάθεσιν εἰς τὴν ἀθέμιτον πρᾶξιν τῆς μοιχείας. Ὁ δὲ κνησμὸς ἦν ἐπ’ αὐτῷ ἀφόρητος, διὰ τὸ πείθεσθαι αὐτὸν τῶν κνηθομένων διδασκάλων τὴν ἀκοὴν πρὸς ἀπάτην. Τῶν ἐντὸς δὲ τὰς συνεχεῖς ἀλγηδόνας, ἐπεὶ οὐκ ἔψαλλεν· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Περὶ δὲ τοὺς πόδας οἰδήματα ὑδρωπιῶντος, ἐπειδὴ ἐξουθένει τὸ καθαρὸν καὶ ἀθόλωτον ὕδωρ τῆς ἁλλομένης πηγῆς εἰς ζωὴν αἰώνιον. Τοῦ δὲ ἤτρου ἡ ὑπέρογκος φλεγμονὴ, διὰ τὸ μὴ ὑπάρχειν αὐτὸν ἐν τῇ τοῦ θυμοῦ φλεγμονῇ κρατητὸν, καὶ ἀνελεήμονα εἰς τοὺς ὑποχειρίους. Τὸ δὲ τῆς αἰσχύνης αὐτοῦ μέλος ἐγέννα σκώληκας, ἐπειδὴ ἐν τῇ ἀκολασίᾳ ἐζήλου τοὺς θηλυμανεῖς ἵππους.
Ἡ δὲ ὀρθόπνοια αὐτὸν κατεῖχε διὰ τὸ μὴ ὀρθρίζειν αὐτὸν εἰς προσκύνησιν τοῦ δόντος αὐτῷ Κυρίου τὸ βασιλικὸν ἀξίωμα. Ἡ δὲ δύσπνοια, ἐπεὶ οὐκ ἔπνεε τὸ μύρον τῆς ἀγάπης, ἀλλὰ τῆς δυσωδίας τοῦ ἀκηρύκτου πολέμου. Πάντα δὲ τὰ μέλη αὐτοῦ ἐσπῶντο, διὰ τὸ καὶ αὐτὸν πάντα τὰ παιδία σπᾶσαι τὰ ὄντα ἐν Βηθλεέμ. Ὧ δὲ μέτρῳ μετρεῖταί τις, τούτῳ ἀντιμετρεῖται οὐρανόθεν δικαίως. Δι’ ὧν δὲ καί τις ἁμαρτάνει, διὰ τούτων καὶ κολάζεται. Τοῦτον τοίνυν τὸν Ἡρώδην ὁ μὲν Ἰώσηπος λέγει κατὰ πατέρα εἶναι τὸ γένος Ἰδουμαῖον, Ἀράβιον δὲ κατὰ μητέρα· ὁ δὲ Ἀφρικανὸς καὶ οἱ κατ’ αὐτὸν ἀκριβοῦντες Ἀντιπάτρου μὲν εἶναι υἱόν· τὸν δὲ Ἀντίπατρον ἐσχηκέναι πατέρα Ἡρώδην Ἀσκαλωνίτην, ἱερόδουλον τοῦ νεὼ τοῦ Ἀπόλλωνος. Τὸν δὲ Ἀντίπατρον τὸν υἱὸν αὐτοῦ, παιδίον ὄντα, αἰχμαλωτισθῆναι παρὰ τῶν λῃστῶν Ἰδουμαίων· τὸν δὲ πατέρα αὐτοῦ Ἡρώδην μὴ δυνηθῆναι δοῦναι λύτρα ὑπὲρ αὐτοῦ· ἐντραφεὶς οὖν τοῖς τῶν Ἰδουμαίων ἔθεσιν, Ἰδουμαῖος ἐνομίσθη εἶναι, ὢν Ἀσκαλωνίτης. Εἶχε δὲ καὶ τότε Αὔγουστος ἐν τῇ βασιλείᾳ ἔτος πέμπτον καὶ τεσσαρακοστὸν, ὑπατεύοντος Σιλουανοῦ, πρὸ ὀκτὼ Καλανδῶν Ἰανουαρίων.

Athanasius of AlexandriaἈθανασίου Ἀλεξανδρείας

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 26:1256Ἀθανασίου Ἀλεξανδρείας. Ἑρμηνεία εἰς τό·
«Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.» Παρακελευσάμενον τὸ Πνεῦμα τὸ ἅγιον τοῖς ἐν οὐρανοῖς τάγμασιν αἰνεῖν τὸν Κύριον, μεταφέρει τὸν λόγον τοῖς ἐπιγείοις παρακελευόμενον. Τριῶν δὲ ὄντων ταγμάτων, ἐπουρανίων, ἐπιγείων, καὶ καταχθονίων, τῶν καμπτόντων γόνυ τῷ Ἰησοῦ, τὰ μὲν οὐράνια διὰ τῶν προειρημένων ἐπὶ τὸν ὕμνον τρέπονται· τὰ δὲ ἐπίγεια διὰ τοῦ εἰπεῖν· Ἄρχοντες καὶ πάντες κριταὶ γῆς· νεανίσκοι καὶ παρθένοι. Πρὶν δὲ τούτων μνήμην ποιῆσαι, ἐπὶ τὰ καταχθόνια τρέπεται, ἃ διὰ τῶν δρακόντων καὶ τῶν ἀβύσσων σημαίνεται. Καὶ αὐταὶ γὰρ αἱ πάλαι τῶν γιγάντων ἐκείνων ψυχαὶ, τῶν ἀπειθησάντων ποτὲ καὶ πολεμησάντων Θεῷ, αἳ διὰ τῶν δρακόντων σημαίνονται. Καὶ μὴν καὶ τὸ ἄλλο πᾶν πλῆθος τῆς οἰκουμένης, τὸ ἐν ταῖς προτέραις μὲν ὑπάρξαν γενεαῖς, κατασχεθὲν δὲ θανάτῳ, κάμπτουσι γόνυ, ἅτε ἐλευθερωθέντες ἀπ’ αὐτοῦ· Εἴρηκε γὰρ τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει ... Διὸ καὶ αὗται ἐπὶ τὸν ὕμνον καλοῦνται σὺν τοῖς ἄρχουσιν αὐτῶν γινομένοις καὶ μεγάλοις ἀνθρώποις. Ὅτι δὲ οἱ ποτὲ ἀπειθήσαντες καὶ ἀντάραντες Θεῷ ἠλευθέρωνται, ὁ Πέτρος ᾐνίξατο, ἐν Καθολικαῖς εἰπών·
Ἐν ᾧ καὶ τοῖς ἐν ᾅδου πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε.

Great Athanasius, from 'Against Heresies'Τοῦ μεγάλου Ἀθανασίου, ἐκ τοῦ κατὰ αἱρέσεων

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τοῦ μεγάλου Ἀθανασίου, ἐκ τοῦ κατὰ αἱρέσεων. Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσον Θεῷ· ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Δύο ἔχει μορφάς· κράτει ταύτας, μήθ’ ἑτέραν παραχαράξῃς. Οὔτε γὰρ ἄνθρωπος ὢν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς, ἠφάνισε τὴν θεϊκὴν μορφήν· οὔτε Θεὸς ὢν, παρῃτήσατο τὴν ἀνθρωπίνην μορφήν. Ἐπεὶ οὖν δύο ἐχόμενος μορφὰς, τὴν δεσποτικήν φημι, καὶ τὴν δουλικήν· τὴν μὲν φύσει θεϊκὴν, τὴν δὲ φύσει ἀνθρωπίνην, τὴν μὲν πρὸ αἰώνων, τὴν δὲ ἐξ ὑστέρων χρόνων· τὴν μὲν ἐκ τοῦ Πατρὸς, τὴν δὲ ἐκ τῆς Παρθένου· τὴν μὲν ἐκ μόνου, τὴν δὲ ἐκ μόνης· ἐπεὶ δύο ταύταις ὑφέστηκε πράγματα, δύο ἐν ἑνί. Οὔτε γὰρ διαιροῦμεν τὸν Θεὸν Λόγον ἀπὸ τοῦ σώματος, οὔτε δύο οἴδαμεν Υἱοὺς, καὶ Χριστοὺς, ἀλλὰ τὸν πρὸ αἰώνων Υἱὸν τοῦ Θεοῦ ἐν ὑστέροις καιροῖς ἄνθρωπον ἐξ αὐτῆς μήτρας τῆς Παρθένου γενόμενον τέλειον· ὡς γὰρ ὁ γεννήσας Πατὴρ τέλειον ἐγέννησεν Υἱὸν, οὕτως αὐτὸς καὶ εἷς Υἱὸς καὶ Λόγος τοῦ Πατρὸς, τὸν τελείως ἀπολλύμενον ἄνθρωπον σῶσαι βουλόμενος, τέλειος ἐγένετο ἄνθρωπος·
PG 26:1257ἵν’ ἅμα τὸ ἔξωθεν σώσας, τὸ ἔσωθεν προδεδομένος ἐάσῃ. Οὐδὲ γὰρ σῶμα ἀναλαβὼν εἴασε τὴν ψυχὴν, ἀλλὰ καὶ τὴν ψυχὴν καὶ νοῦν ἀνέλαβεν.

Saint Athanasius the GreatΤοῦ ἁγίου Ἀθανασίου τοῦ Μεγάλου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τοῦ ἁγίου Ἀθανασίου τοῦ Μεγάλου. Βαδίζοντες δὲ τὴν ἀπλανῆ καὶ ζωηφόρον ὁδὸν, ὀφθαλμὸν μὲν ἐκκόψωμεν σκανδαλίζοντα· μὴ τὸν αἰσθητὸν, ἀλλὰ τὸν νοητόν· οἷον ἐὰν ὁ ἐπίσκοπος ἢ ὁ πρεσβύτερος, οἱ ὄντες ὀφθαλμοὶ τῆς Ἐκκλησίας, κακῶς ἀναστρέφωνται καὶ σκανδαλίζωσι τὸν λαὸν, χρὴ αὐτοὺς ἐκβάλλεσθαι. Συμφέρον γὰρ ἄνευ αὐτῶν συναθροίζεσθαι εἰς εὐκτήριον οἶκον, ἢ μετ’ αὐτῶν ἐμβληθῆναι, ὡς μετὰ Ἄννα καὶ Καϊάφα, εἰς τὴν γέενναν τοῦ πυρός. Ὁμοίως καὶ ἡ χεὶρ ὁ διάκονος, ἐὰν ἀνάξιόν τι πράττῃ, χωριζέσθω τοῦ θυσιαστηρίου.

From the Same Athanasius, from the Dogmatic Letter to the AntiochiansΤοῦ αὐτοῦ Ἀθανασίου ἐκ τῆς πρὸς Ἀντιοχεῖς δογματικῆς…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 26:1260Τοῦ αὐτοῦ (Ἀθανασίου) ἐκ τῆς πρὸς Ἀντιοχεῖς δογματικῆς ἐπιστολῆς. Διὰ τοῦτο θεολογεῖται μὲν ὁ Λόγος, γενεαλογεῖται δὲ ὁ ἄνθρωπος, ἵνα πρὸς ἑκάτερα εἴη ὁ αὐτὸς φυσικῶς καὶ ἀληθῶς· Θεὸς μὲν πρὸς τῇ ἀϊδιότητι τῆς θεότητος καὶ τῇ δημιουργίᾳ τῆς κτίσεως, ἄνθρωπος δὲ πρὸς τῇ γεννήσει τῇ ἐκ γυναικὸς καὶ τῇ αὐξήσει τῆς ἡλικίας· καὶ Θεὸς μὲν ταῖς ζωτικαῖς ἐνεργείαις, ἄνθρωπος δὲ πρὸς ταῖς ὁμοιοτρόποις συμπαθείαις, καὶ ταῖς καθ’ ἡμᾶς ἀσθενείαις.

By Athanasius the GreatΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 26:1293ΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ. Ἐπειδὴ γὰρ Παῦλος ὁ Σαμοσατεὺς ἐφρόνει μὴ εἶναι πρὸ Μαρίας τὸν Υἱὸν, ἀλλ’ ἀπ’ αὐτῆς ἀρχὴν ἐσχηκέναι τοῦ εἶναι· τούτου ἕνεκεν οἱ τότε συνελθόντες ἀρχιερεῖς, πολλοὶ τὸν ἀριθμὸν, καθεῖλον αὐτὸν, καὶ αἱρετικὸν ἀπέφηναν. Περὶ δὲ τῆς τοῦ Υἱοῦ θεότητος ἁπλούστερον γράφοντες, οὐ κατεγένοντο περὶ τὴν Ὁμοουσίου ἀκρίβειαν· ἀλλ’ οὕτως, ὡς ἐξειλήφασι, περὶ τοῦ ὁμοουσίου εἰρήκασι· προί̈στατο δὲ αὐτοῦ Ζηνοβία Ἰουδαία· ἀλλ’ οὐκ ὠφέλησεν αὐτὸν ἡ προστασία αὐτῆς. Τὴν φροντίδα γὰρ εἶχον πᾶσαν ὅπερ ἐπενόησεν ὁ Σαμοσατεὺς ἀνελεῖν, καὶ δεῖξαι πρὸ πάντων εἶναι τὸν Υἱὸν, καὶ ὅτι οὐκ ἐξ ἀνθρώπων γέγονε Θεὸς, ἀλλὰ, Θεὸς ὢν, ἐνεδύσατο δούλου μορφὴν, καὶ Λόγος ὢν, γέγονε σὰρξ, ὡς εἶπεν ὁ Ἰωάννης. Καὶ οὕτω μὲν κατὰ τῆς βλασφημίας Παύλου πέπρακται.

By Athanasius the Great 2ΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ. Τούτοις ὠχυρωμένος τοῖς γράμμασιν Ἀθανάσιος, εἰς τὴν ἕω διέβαινε πρὸς τὴν τῆς Συρίας Ἀντιόχειαν, ὅπου τηνικαῦτα διέτριβεν ὁ Κωνστάντιος. Τῆς δὲ ἐκεῖσε ἐκκλησίας τὰς ἱερὰς ἡνίας τότε διεῖπε Λεόντιος. Μεθὸ γὰρ Εὐστάθιος εἰς φυγαδείαν ἠλαύνετο, ὡς διείληπται, πρῶτος ἐπέβη τοῦ θρόνου Εὐφρόνιος, ὃν Πλάκητος διεδέξατο·
τὸν δὲ Στέφανος. Ὃς, πονηρὰν συσκευὴν διά τινος τῶν αὐτῷ προσηκόντων ὠμοτάτου καὶ τὸν τρόπον καὶ τὴν ψυχήν· Ὄναγρος ἦν αὐτῷ ὄνομα· ἐξαρτύσας τοῖς ἐκ Ῥώμης ἥκουσι πρέσβεσι παρὰ Κώνσταντος· ὃς τὰς αὐτὰς ὠδῖνας Κωνσταντίῳ διέλυσεν, ὑπὲρ Ἀθανασίου πεμφθεῖσιν· Εὐφράτας δὲ καὶ Βικέντιος ὠνομάζοντο· ἐπίσκοποι δ’ ἦσαν ὑπὸ Κώνσταντι δικάζοντι, ὡς ἀναξίως τοῦ θρόνου κριθεὶς ἀπεῤῥίφη. Δυσμενῶν γὰρ τῇ ἀληθείᾳ, παντοδαπαῖς περιέβαλε συμφοραῖς οἳ τῶν ὀρθῶν δογμάτων ἀντείχοντο· αἰκίζων τε καὶ προπηλακίζων, ἦγε διὰ τῆς ἀγορᾶς, ἐπιὼν ταῖς οἰκίαις· οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ γυναῖκας, αἰδοῖ καὶ σεμνότητι βίου κεκοσμημένας. Ἀπόχρη δὲ τὸ κατὰ τῶν πρέσβεων μόνον τεκμηριῶσαι τὸν ἄνδρα ὁποῖος. Δείσας γὰρ μὴ τῶν ἐκκλησιῶν ἐπιλήψαιτο Ἀθανάσιος, ὑπὲρ οὗ καὶ ἡ πρεσβεία μάλιστα ἦν, παιδίσκην, διὰ τοῦ προειρημένου Ὀνάγρου ἐκ χαμαιτυπείου μισθῷ διαφθείρας, ὑποβάλλει τῇ οἰκίᾳ τῶν ἐπισκόπων· ἔπειτα λόχον πόῤῥωθεν στήσας καγουργίας μεστὸν, ἀθρόον ἐπιστῆναι παρασκευάζει τῇ καταγωγῇ τῶν θείων ἀνδρῶν. Ὧν ἕτερος, αἰσθόμενος τῆς ἀκολάστου τὸν ψόφον, ἡνίκα εἰσῄει, δαίμονα οἰηθεὶς, ψαλμὸν ὑπῇδε.
PG 26:1296Τοῦ δὲ δράματος, ὅθεν καὶ ὅπως γέγονε, κρίσει τοῦ κρατοῦντος ἀνευρεθέντος, ὡς αὐτουργὸς τῆς ἀθεμίτου πράξεως καθῄρηται Στέφανος· Λεόντιος δὲ εἰς ἐπιτροπὴν τῆς Ἀντιοχέων ἐκκλησίας κρίθη ( σιξ ). Ὃν Ἀθανάσιος ὡς περὶ τὸ δόγμα κίβδηλον ἐξετρέπετο· τοῖς δ’ ἀπὸ τοῦ Εὐσταθίου ἐν ἰδιωτῶν οἰκίαις ἐκκλησιάζουσιν ἐκοινώνει. Εἰ μὲν, μηδενὸς ὑποκειμένου, περὶ πίστεως γράφουσι, περιττὸν τὸ ἐπιχείρημα καὶ ἐπιβλαβὲς, ὅτι, μηδεμιᾶς ζητήσεως οὔσης αὐτοῖς, πρόφασιν λογομαχίας παρέχουσιν, ἀνασκευάζοντες τὰς ἀκάκους τῶν ἀδελφῶν καρδίας, καὶ παρασπείροντες ἃ μηδὲ εἰς νοῦν αὐτῶν ποτε ἀνέβη· εἰ δὲ διὰ τὴν Μακεδονίου αἵρεσιν ἀπολογούμενοι γράφειν ἐπιχειροῦσιν, ἔδει τῶν κακῶν φυτῶν τὰ σπέρματα προανελεῖν, καὶ τοὺς αὐτὰ παρασχόντας στηλιτεῦσαι, καὶ οὕτως τὰ ἀντ’ ἐκείνων γράφειν ὀρθῶς, ἢ ἐκδικεῖν φανερῶς τὰ Μακεδονίου, ἵνα μὴ κεκρυμμένοι, ἀλλὰ φανερῶς πνευματομάχοι δεικνύωνται, καὶ πάντες αὐτοὺς φεύγωσιν ὡς ἀπὸ προσώπου ὄφεως. Νῦν δὲ κἀκεῖνα κρύπτουσι, καὶ περὶ ἄλλων προσποιούμενοι γράφουσιν·
PG 26:1313ὥσπερ οἱ τῶν σεσηπότων μελῶν παρατρέχοντες ἰατροὶ περὶ τῶν ὑγιαινόντων διαλέγονται, ἢ ἀγνοοῦντες ἢ τέχνῃ πανούργως χρώμενοι. Οὐδεὶς γὰρ, ἐγκαλούμενος περὶ μοιχείας, ἀπολογεῖται περὶ κλοπῆς· οὐδὲ φόνου τις ἔγκλημα διώκων, ἀνέχεται τῶν κατηγορουμένων εἰ ἀπολογοῖντο λέγοντες, Οὐκ ἐπιωρκήσαμεν, ἀλλὰ καὶ τὴν παρακαταθήκην ἐφυλάξαμεν. Μᾶλλον γάρ ἐστι τοῦτο παίγνιον ἢ λύσις ἐγκλήματος καὶ ἀληθείας ἀπόδειξις.

Athanasius of Alexandria on all thingsἈθανασίου Ἀλεξανδρείας περὶ ἅπτων

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 26:1320Ἀθανασίου Ἀλεξανδρείας περὶ ἅπτων. Ἐάν τις περιπέπτωκεν ἀνωμαλίᾳ δυσανιάτῳ, ψαλλέτω· Ἐγὼ εἶπον, Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι, ἐπιμελόμενος τῆς προσευχῆς καὶ μεταδιώκων τὴν ἐλεημοσύνην, πειθόμενος τῆς ἐπουρανίου σοφίας· Τέκνον, ἐν καιρῷ ἀῤῥωστήματός σου μὴ παραβλέψῃς· ἀλλ’ εὖξαι Κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε. Τὰ γὰρ περίαπτα καὶ αἱ γοητεῖαι μάταια βοηθήματα ὑπάρχουσιν. Εἰ δέ τις αὐτοῖς κέχρηται, γινωσκέτω τοῦτο σαφῶς, ὅτι ἑαυτὸν ἐποίησεν ἀντὶ πιστοῦ ἄπιστον, ἀντὶ δὲ Χριστιανοῦ ἐθνικὸν, ἀντὶ δὲ συνετοῦ ἀσύνετον, ἀντὶ δὲ λογικοῦ ἀλόγιστον. Καταντλεῖ γάρ σοι γραῦς διὰ κ ὀβολοὺς, ἢ τετάρτην οἴνου ἐπαοιδὴν τοῦ ὄφεως·
καὶ σὺ ἕστηκας ὡς ὄνος χασμώμενος, φορῶν δὲ ἐπὶ τὸν αὐχένα τὴν ῥυπαρίαν τῶν τετραπόδων, παρακρουσάμενος τὴν σφραγῖδα τοῦ σωτηρίου σταυροῦ. Ἣν σφραγῖδα οὐ μόνον νοσήματα δεδοίκασιν, ἀλλὰ καὶ πᾶν τὸ στῖφος τῶν δαιμόνων φοβεῖται καὶ τέθηπεν. Ὅθεν καὶ πᾶς γόης ἀσφράγιστος ὑπάρχει. Ὥσπερ οὖν βασιλεὺς, λῄσταρχον εὑρὼν κατακρατοῦντα πόλεις, ἁρπάζοντα πανταχόθεν, εἰς τὰ σπήλαια καταδυόμενον, ἀποτιθέμενον ἐκεῖ τὸν πλοῦτον, δήσας μὲν τὸν λῄσταρχον, ἐκεῖνον μὲν τιμωρίᾳ παραδίδωσι, τὸν δὲ θησαυρὸν αὐτοῦ μεταφέρει εἰς τὰ ταμιεῖα τὰ βασιλικά· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν, ἔδησε τὸν λῄσταρχον καὶ τὸν δεσμοφύλακα διάβολον καὶ τὸν θάνατον· καὶ τὸν πλοῦτον αὐτῶν, ἁπάντων ἀνθρώπων τὸ γένος μετήγαγεν εἰς τὰ ταμιεῖα τὰ δεσποτικά. Διὰ τοῦτο καὶ Παῦλος βοᾷ λέγων· Ὅτι ἐλυτρώσατο ἡμᾶς ἐκ τοῦ σκότους, καὶ μετήγαγεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ.
Καὶ τὸ ἐν Πατρὶ τὸν Υἱὸν εἶναι, καὶ τὸν Πατέρα ἐν τῷ Υἱῷ, τοῦτό ἐστι τὸ Υἱὸν εἶναι Θεοῦ, τὸν ἐκ τοῦ Θεοῦ γεγεννημένον, Θεὸν ὄντα κατὰ τὴν φύσιν, ὥσπερ ὁ Πατὴρ, καὶ δεικνύντα τὸ πατρῷον εἶδος ἐν ἑαυτῷ, καὶ δεικνύμενον ἐπὶ τῆς πατρικῆς ὑποστάσεως. Εἷς οὖν καὶ εἷς, καὶ ἡ δυὰς οὐ μεμέρισται τῇ φύσει, ἀνενδεὴς οὖσα τῇ τελειότητι· ὅλον μὲν τὸ πλήρωμα τῆς θεότητος ὁ Πατὴρ ὡς πατήρ· ὅλον δὲ τὸ πλήρωμα τῆς θεότητος ὁ Υἱὸς ὡς υἱός. Ἐπειδὴ δι’ ἀμφοτέρων ἒν εἶδος νοεῖται, ὁλοκλήρως ἐν ἀμφοτέροις δεικνύμενον. Ἐρωτᾷς δὲ πῶς οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ· ὅτι καὶ οὗτος τοιοῦτός ἐστιν, οἷος κἀκεῖνος, κἀκεῖνος, οἷος οὗτος. Οὕτως καὶ ἓν τὰ δύο, τὸ μὴ διαλλάττειν, μηδὲ ἀπεσχοινίσθαι, μηδὲ καθ’ ἕτερον εἶδος καὶ ξένον χαρακτῆρα νοεῖσθαι τὸν Υἱόν· ἀλλ’ εἶναι Θεὸν ὥσπερ καὶ ὁ Πατήρ. Οὕτω καὶ παρὰ τὴν ἀρχὴν, εἰ τοῖς προστάγμασιν αὐτοῦ πεισθέντες οἱ περὶ τὸν Ἀδὰμ τῆς ἡδονῆς ἐκράτησαν τοῦ ξύλου, οὐκ ἂν ἠπόρησεν ὁδοῦ, δι’ ἧς τὸ τῶν ἀνθρώπων αὐξῆσαι γένος. Καὶ πῶς ἂν, φησὶν, αἱ τοσαῦται μυριάδες τῶν ἀνθρώπων ἐγένοντο;
PG 26:1321Ἐγὼ δέ σε πάλιν ἐρωτῶ, ἐπειδή σε σφόδρα παρέμεινε κατασείων οὗτος ὁ φόβος, πῶς ὁ Ἀδὰμ, πῶς δὲ ἡ Εὔα, μὴ μεσιτεύοντος γάμου; Οὗτοι δέ εἰσιν οἱ περὶ τῆς ταφῆς τοῦ Ἀδὰμ εἰρηκότες, Ἀφρικανὸς καὶ ὁ ἅγιος Ἀθανάσιος. Μηδὲ ἐν τοῖς ἡμετέροις ἐνδύμασι γενέσθω ὀσμὴ πρὸς τὸν Ναβουχοδονόσορ, οἵτινες φθαρτοὶ λογισμοί εἰσι τοῦ διαβόλου οἱ κατασβεννύμενοι.

Saint Athanasius of AlexandriaΤοῦ ἁγίου Ἀθανασίου Ἀλεξανδρείας

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τοῦ ἁγίου Ἀθανασίου Ἀλεξανδρείας. Πᾶς ἄνθρωπος, τὸ διακρίνειν παρὰ Θεοῦ εἰληφὼς, κολασθήσεται, ἐξακολουθήσας ἀπείρῳ ποιμένι, καὶ ψευδῆ δόξαν ὡς ἀληθῆ δεξάμενος· Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;

Saint AthanasiusΤοῦ ἁγίου Ἀθανασίου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τοῦ ἁγίου Ἀθανασίου. Ταῖς πολλαῖς, ὡς εἰπεῖν, χερσὶν, ὧν αὐτὸς ἐτήρει τὰ ἱμάτια, Στέφανον λιθάσαι. ιν ιλλυδ,

On the Passage: 'And taking him, he circumcised him'In illud, Καὶ λαβὼν περιέτεμεν αὐτόν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Καὶ λαβὼν περιέτεμεν αὐτόν. Ἵν’ οὖν μὴ κωλύηται εἰς συναγωγὰς παραβάλλειν, διὰ τὸ ἀπερίτμητον εἶναι τὸν Τιμόθεον, οὕτως συμπαρεῖναι τοῦτ’ ᾠκονόμησεν· οὐχὶ δὲ καὶ ἐδογμάτισεν. Ὅτι παντοίοις σχήμασι λέγει καλλωπίζεσθαι τὴν βίβλον τῶν Ψαλμῶν ὁ μέγας Ἀθανάσιος, ὑπερβατοῖς, ὑπερθέσεσιν, ἀποστροφαῖς, ἐκλείψεσι, παραβολαῖς, μεταφοραῖς, ἐμφάσεσι, προσωποποιίαις.
Ὅτι ὁ μέγας Ἀθανάσιος τὸ διάψαλμα διὰ τὰς ἐναλλαγάς φησι προσκεῖσθαι τῶν ῥυθμῶν, οὐχὶ δὲ διὰ τὴν ὑποχώρησιν τοῦ ἁγίου Πνεύματος, ὥς τινες ἐφαντάσθησαν. Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ἀεὶ ὄντα Θεὸν Πατέρα· καὶ εἰς τὸν Λόγον Θεὸν, τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, ὅτι συνυπάρχει τῷ Πατρὶ τῷ ἰδίῳ, καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ Θεοῦ τοῦ Πατρός ἐστιν ὁ Υἱός· καὶ ὅτι εἷς ὁ Υἱὸς τοῦ ἰδίου Πατρὸς τυγχάνει, καὶ ὅτι ἰσότιμός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ· ὅτι τε κατὰ πάντων τὸ κράτος καὶ τὸ κῦρος ἔχει ὁ τοῦ Θεοῦ Υἱὸς, καὶ ὅτι σὺν τῷ Πατρὶ αὐτοῦ πάρεστι πανταχοῦ τῇ θεότητι, καὶ ὅτι πάντα περιέχει τῇ οὐσίᾳ αὐτοῦ, καὶ ὅτι οὐ περιέχεται ὑπ’ οὐδενὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καθάπερ ὁ Θεὸς ὁ Πατὴρ αὐτοῦ· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι τῆς τοῦ Πατρός ἐστιν οὐσίας· καὶ συναί̈διον τῷ Πατρὶ καὶ Υἱῷ τυγχάνει τὸ ἅγιον Πνεῦμα, καὶ οὐ κεχώρισται τῇ θεότητι. Τὸν Λόγον φημὶ ἐν σαρκὶ γεγονέναι.

Of the sameΤοῦ αὐτοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 26:1324Τοῦ αὐτοῦ. Ἡ μέντοι Τριὰς, καὶ λαβόντος σῶμα ἐκ Μαρίας τοῦ Λόγου, Τριάς ἐστιν, οὐ δεχομένη προσθήκην, οὐδὲ ἀφαίρεσιν· ἀλλὰ ἀεὶ τελεία ἐστί. Καὶ ἐν Τριάδι μία θεότης ἐπιγινώσκεται.
Βέλτιον ἀποροῦντας σιωπᾷν καὶ πιστεύειν, ἢ ἀπιστεῖν διὰ τὸ ἀπορεῖν.

Saint Athanasius, against those who change with...Τοῦ ἁγίου Ἀθανασίου κατὰ τῶν συμμεταβαλλο- μένων τοῖς…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τοῦ ἁγίου Ἀθανασίου κατὰ τῶν συμμεταβαλλομένων τοῖς καιροῖς ἐν τοῖς δόγμασι. Τίς οὖν ἔτι τούτους Χριστιανοὺς ἡγήσεται, παρ’ οἷς οὐ λόγος, οὐ γράμμα βέβαιον, ἀλλὰ πάντα κατὰ καιροὺς ἀλλάσσεται;

Athanasius the Bishop, from 'The Word...'Ἀθανασίου ἐπισκόπου, ἐκ τοῦ εἰς τὸ, Ὁ Λόγος…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀθανασίου ἐπισκόπου, ἐκ τοῦ εἰς τὸ, «Ὁ Λόγος σὰρξ ἐγένετο.» Καὶ ὥσπερ πτύσαντος αὐτοῦ, καὶ ἐκτείναντος χεῖρα, καὶ φωνήσαντος Λάζαρον, οὐκ ἐλέγομεν ἀνθρώπινα εἶναι τὰ κατορθώματα, εἰ καὶ διὰ τοῦ σώματος ἐγένοντο, ἀλλὰ Θεοῦ· οὕτως ἐὰν τὰ ἀνθρώπινα λέγηται περὶ τοῦ Σωτῆρος ἐν τῷ Εὐαγγελίῳ, πάλιν εἰς τὴν φύσιν τῶν λεγομένων ὁρῶντες, καὶ ὡς ἀλλότρια Θεοῦ πάντα τυγχάνοντα, μὴ τῇ θεότητι τοῦ Λόγου ταῦτα λογισώμεθα, ἀλλὰ τῇ ἀνθρωπότητι αὐτοῦ· εἰ γὰρ καὶ ὁ Λόγος σὰρξ ἐγένετο, ἀλλὰ τῆς σαρκὸς ἴδια τὰ πάθη. Ἀγνοοῦσι δὲ οἱ ἄφρονες, ὅτι τοῖς τῶν ἁγίων ἐντετύχηκε συγγράμμασι καὶ τοιαῦτα γέγραφε καὶ μαρτυρεῖ ὁ πολὺς τῷ πνεύματι Ἀθανάσιος, τοιαῦτα εἰπὼν ἐν τῷ, Ὁ Λόγος ἐγένετο· «Ταῦτα ἀναγκαίως προεξητάσαμεν·
ἵνα ἐὰν ἴδωμεν αὐτὸν δι’ ὀργάνου ἰδίου σώματος θεικῶς πράττοντα ἢ λέγοντα τινὰ, γινώσκομεν ὅτι Θεὸς ὢν ταῦτα ἐργάζεται· καὶ πάλιν ἐὰν ἴδωμεν αὐτὸν δι’ ὀργάνου τοῦ ἰδίου σώματος ἀνθρωπίνως λαλοῦντα ἢ πάσχοντα, μὴ ἀγνοῶμεν αὐτὸν, ὅτι σαρκοφόρος γέγονεν ἄνθρωπος· καὶ οὕτω ταῦτα καὶ ποιεῖ καὶ λέγει· καὶ ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες, καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες καὶ νοοῦντες, ὀρθῶς πιστεύομεν καὶ οὔποτε πλανηθείημεν.» Ἀθανασίου. Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς, εἷς ὢν καθ’ ὕπαρξιν ἀνελλιπῆ τὰ ἑκάτερα. Ἀθανασίου ἐν τῇ ἐξηγήσει τοῦ, «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι. » Ἀναισχυντία σαφῶς τὸ μὴ διχῶς νοεῖν τὸν Χριστὸν θεϊκῶς τε καὶ ἀνθρωπίνως.

Saint Athanasius, from the Discourse on...Τοῦ ἁγίου Ἀθανασίου, ἐκ τοῦ λόγου εἰς τὸ,…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 26:1325Τοῦ ἁγίου Ἀθανασίου, ἐκ τοῦ λόγου εἰς τὸ, «Κύριος ἔκτισέ με,» καὶ κατὰ Ἀρειανῶν. Καὶ γοῦν ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, ἐκτενῶς προσεύχεται, καὶ τὸ γόνυ κλίνει, λέγων· Πάτερ, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σόν· ἴδιον αὐτοῦ θέλημα λέγων τὸ τῆς σαρκός· ὅτι περ καὶ αὐτὴν τὴν ἡμετέραν σάρκα ἐν ἑαυτῷ οἰκειώσατο.

Great Athanasius, from 'On the Baptized...'Τοῦ μεγάλου Ἀθανασίου ἐν τῷ εἰς τοὺς βαπτι-…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τοῦ μεγάλου Ἀθανασίου ἐν τῷ εἰς τοὺς βαπτιζομένους λόγῳ.
Ὄψει τοὺς Λευί̈τας φέροντας ἄρτους, καὶ ποτήριον οἴνου, καὶ τιθέντας ἐπὶ τὴν τράπεζαν· καὶ ὅσον οὔπω ἱκεσίαι καὶ δεήσεις γίνονται, ψιλός ἐστιν ὁ ἄρτος καὶ τὸ ποτήριον· ἐπὰν δὲ ἐπιτελεσθῶσιν αἱ μεγάλαι καὶ θαυμασταὶ εὐχαὶ, τότε γίνεται ὁ ἄρτος, σῶμα· καὶ τὸ ποτήριον, αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν· Ἔλθωμεν ἐπὶ τὴν τελείωσιν τῶν μυστηρίων· οὗτος ὁ ἄρτος καὶ τοῦτο τὸ ποτήριον, ὅσον οὔπω εὐχαὶ, καὶ ἱκεσίαι γεγόνασι, ψιλά εἰσιν· ἐπὰν δὲ αἱ μεγάλαι εὐχαὶ, καὶ αἱ ἅγιαι ἱκεσίαι ἀναπεμφθῶσι, καταβαίνει ὁ Λόγος εἰς τὸν ἄρτον καὶ τὸ ποτήριον, καὶ γίνεται αὐτοῦ σῶμα.
Page scan enlarged

Notebook

Full View