PG 28Athanasius
Catholic Letter (Spurious)
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.

In Epistolam Catholicam Admonitio (editorial preface

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 28:79〔Editorial preface, from the Migne page scan (OCR)〕 an sit ea germa- num Athanasii opus; nonnulla quippe sunt hic loquendi genera in veris Athanasii operibus non usitata, quanquam sexcenties sese illi obtulerit ea usurpandi occasio, v. g. stylus item remis- sior quam Athanasianus. In titulo etiam quadam occurrunt signa : vox, nusquam ab Athanasio usurpata, solet quippe ubique ille coepiscopos vocare Nomina· item regionum pauciora, quam quæ Epistolæ Catholicæ quæ encyclica est, inseri soleant. Præterea solet Athanasius ſusius et liquidius res gestas in epistolis suis enarrare, quam hic habeantur. Quapropter inter dubia opera eam ablegare visum est. () In verbo, ἡμῶν, deficit codex Basiliensis. () Τούτο, deest in Anglic. () Vox, vou, habetur in Anglicano, et in edit. σικὸν γὰρ ἐνέσπαρται ταύτῃ κίνημα παθητικόν, μεθ' οὗ σὰρξ ὀνομάζεται, ὡς ἐν τῇ πρὸς Ρωμαίους ἔτι σαφέστερον ἡρμήνευσε, τὸ ἐν τῇ σαρκὶ διασαφήσας κίνημα, διαμαχόμενον πρὸς νοῦν καὶ ἀντιπάσχον, ὡς οὐ ταὐτὸν δήπου, ἀλλ᾽ ἕτερον ὂν τῷ νῷ· « Συνή δομαι γάρ, ο φησί, ο τῷ νόμῳ τοῦ Θεοῦ, κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέ λεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με. » Τοῦτο δὲ τὸ θέλημα καὶ ψυχὴν ἰδίως ὁ Παῦλος ἐκάλεσεν, χωρίσας ἀπὸ τοῦ πνεύματος, ὅτε φησίν· . Ὁ Θεὸς ἁγιάσῃ ὑμᾶς όλο τελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχή, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσία τοῦ Κυρίου ἡμῶν () Ἰησοῦ Χριστοῦ τηρηθείη·, ἐν δὲ τούτῳ τὸ πνεῦμα, καὶ ψυχὴν, καὶ σῶμα, τὸν ὁλοτελῆ ἄνθρωπον ἑρμηνεύσας, καὶ ὑπευξάμενος αὐτὸν ἁγιασθῆναι, καὶ ἀμέμπτως τηρηθῆναι. Πνεῦμα μὲν οὖν ἔδειξε τὸ ἁγιαζόμενον, ὅπερ ἐστὶν ὁ νοῦς ὁ ἀνθρώπινος ψυ- χὴν δὲ μετὰ τοῦτο τὸ ἐπιθυμητικόν, καὶ σῶμα σκη νος τὸ γήϊνον· ὥστε κατὰ ταύτην τὴν διαίρεσιν τρία εἶναι τὸν ἄνθρωπον τὸν γηγενῆ· τὸ νοερόν, τὸ ἐπιθυμη τικὸν, τὸ σωματικόν. Τοῦτο () τὸ θέλημα, ἤτοι ἡ ψυχῇ, τὸ ἐπιθυμητικόν, ἥνωται τῷ νῷ τῷ τοῦ ἀνθρώπου καὶ τῷ σώματι. Ἐπικρατοῦντος οὖν τοῦ νοεροῦ, τὸ ὅλον ἐστὶ νοερὸς ἄνθρωπος· καίτοιγε συμπεπλεγμέ- νον ἔχων ἐν ταῖς σαρκικαῖς ἐπιθυμίαις, κατὰ τὴν πρόδηλον διαφορὰν καὶ μάχην λογικοῦ τε καὶ ἀλόγου, τοῦ ἐν τῷ ἀνθρώπῳ, ἀλλ᾽ οὐκ ἐπικρατοῦντος, ἀλλὰ ἐπικρατουμένου. Ηγεμονικὸν δὲ λέγεται, καθὼς ὁ νοῦς ἡγεῖται τοῦ ζωτικοῦ σώματος. Ανθρωπος οὖν καθ᾽ ἡγεμονίαν νοῦ () μετέσχε θεότητος, νοερόν ζῶον ὢν· διὰ τοῦτο λέγει· . Ο κολλώμενος τῷ Κυρίῳ ἐν πνεῦμά ἐστιν. ο Α διαμάχεσθαι, οὐ τὴν ἀκίνητον, οὐδὲ τὴν ἄψυχον. Φυ Β ἐν δὲ τούτοις πνεῦμα, σύμβολον τῆς πίστεως, νοθείας οι συνεπίσκοποι, συλλειτουργούς. S. ATHANASIUS. - DUBIA. ritum ait pugnare, non eam quidem immobilem, aut inanimalem. Naturalis enim affectionum no- Luis ei insitus est, qui, cum caro nominatur, ut in Epistola ad Romanos manifestius interpretatus est, declarans motum, qui in carne est, configere adversus mentem, et invicem oppugnari, ut rem nequaquam eamdem atque mentem, sed prorsus ab ea diversam : « Condelector enim, inquit, c legi Dei, secundum interiorem hominem: video autem aliam legem in membris meis, bellantem contra legem mentis meæ, et captivantem me", Hanc vo- luntatem, et animam proprie appellavit Paulus, dis- tinguens eam a spiritu, cum dicit: c Deus san- ctificet vos per omnia, et integer spiritus vester, et corpus et anima sine culpa in adventum Domini nostri Jesu Christi servetur. » His verbis spiritum, animam et corpus pro integro homine exponens, rogansque eum sanctificari, et sine culpa conser- vari. Ergo designavit spiritum, qui sanctificandus esset, hoc est mentem humanam. Animam deinde, vim concupiscendi, et corpus tabernaculum terre- stre appellat ut secundum hanc distinctionein tribus constet homo terrigena, intelligibili, concu- piscibili, corporali. Voluntas porro sive anima, quæ est vis concupiscibilis, unita est menti, et corpori humano. Invalescente igitur intelligendi vi, totus homo efficitur intellectualis, quanquam implicatus sit carnalibus concupiscentiis, secundum conspi- cuam dissensionem et pugnam ejus, quæ in bo- mine est, rationalis vis cum irrationali, non qui- dem dominante, sed dominium patiente. Cete
PG 28:81ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ. Τοῖς κατὰ τόπον ἀδελφοῖς ἀντιποιουμένοις πίστεως καὶ σωτηρίας, καὶ τοῖς κατ’ Αἴγυπτον, καὶ Συρίαν, καὶ Κιλικίαν, καὶ Φοινίκην, καὶ Ἀραβίαν, ὀρθοδόξοις ἐπισκόποις, Ἀθανάσιος καὶ οἱ συνεπίσκοποι ἐν Κυρίῳ χαίρειν. Ὅσοι τὴν ἀσέβειαν συνορᾶτε τὴν ἐπανισταμένην τῇ εὐσεβείᾳ διά τε φανερῶν κενοφωνιῶν, καὶ δι’ ὑποκρίσεων δολερῶν, καὶ διαστάσεων, καὶ θορύβων ἀπρεπῶν, καὶ πληγῶν, καὶ τραυμάτων, καὶ φόνων, ὑπεξελθεῖν, καθάπερ ἀπὸ κλύδωνός τινος εἰς λιμένα, καὶ σώζειν ἑαυτοὺς ὀφείλετε, μήτε τῇ ἀσεβείᾳ συμμιγνύμενοι τῶν ἀθετούντων τὴν μίαν καὶ ἀληθῆ θεότητα τῆς ἁγίας Τριάδος, καὶ ἀπαλλοτριούντων τὸν Υἱὸν τοῦ Πατρὸς, καὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ χωριζόντων, μήτε ταῖς συγχύσεσιν αὐτῶν καὶ μιαιφονίαις ἀναμιγνύμενοι. Οὕτω γὰρ καὶ ἡμεῖς, ἑαυτοὺς βουλόμενοι σώζειν, καὶ τοὺς πειθομένους ἡμῖν, καὶ ἐκ πλείονος ἤδη χρόνου τὴν προφανῆ ἀσέβειαν τοῦ Ἀρείου διελέγχομεν καὶ τὴν ὑπόκρισιν τῶν ἐπιπλάστοις ῥήμασιν ὑπαγομένων τοὺς ἀφελεστέρους·
χωριζόμεθά τε πάσης ἀταξίας αὐτῶν, πενθοῦντες ἐφ’ οἷς πράττουσιν, ὅτι τὸ ὄνομα τὸ ἀγαθὸν δυσφημεῖσθαι ποιοῦσι, καὶ βουλόμενοι διατηρηθῆναί πως ἐν ἡμῖν καὶ τοῖς μεθ’ ἡμῶν τόν τε τῆς πίστεως καὶ τῆς ἐπιεικοῦς ἀναστροφῆς νόμον. Ἐφ’ ἃ καὶ ὑμᾶς παρακαλοῦμεν, ὅσοι τε ἤδη τὴν αὐτὴν ἔνστασιν ἐνεστήσασθε, καὶ ὅσοι μηδέπω πρὸς τὸν ζῆλον τοῦτον ἐξανέστητε. Ἢ μηδὲ συνήκατε καταλυόμενον διὰ τῶν τοιούτων τὸν Χριστιανισμὸν, καὶ σχήματι δολερῷ τὸν διάβολον καταπολεμοῦντα τὴν Ἐκκλησίαν, καὶ ὥσπερ ναῦν καταποντίζοντα; Εἰ δὲ καὶ γράφειν ἡμῖν καὶ ἀνακοινοῦσθαι περὶ τῶν τοιούτων βούλεσθε, χαίροντες δεξόμεθα τὴν ὁμοψυχίαν καὶ σύμπνευσιν ὑμῶν, ἀδελφοὶ, καὶ τὰς τῶν εὐχῶν κοινωνίας, εἰ καὶ τῷ τόπῳ διεστήκαμεν· γνωρίζοντες ὑμῖν, ὅτι, εἰ καὶ πολλῷ ἤδη χρόνῳ τὰ τῆς παραφθορᾶς ταύτης ἐπιπολάζει, ἀλλ’ οὖν ἔτι καὶ ἐν τοῖς πλείστοις τῶν λαῶν διαμένει τὸ τῆς ἀποστολικῆς πίστεως ἀγαθὸν, καὶ ἐν τοῖς πλείστοις τῶν ἐπισκόπων· εἰ καὶ βίᾳ κατέχουσί τινες τὸν λαὸν καὶ ἑτέροις ῥήμασιν ἀπατηλοῖς· καὶ ἐπισκόπων πλῆθος, τὰ μὲν διὰ δέος τῶν ἐν πόλεσιν ἐπιφανεστέρων, τὰ δὲ δι’ ἀντιποίησιν δόξης·
PG 28:82καὶ ἃ μὲν φρονοῦσιν, ἀποκρύπτουσιν, ἃ δὲ μὴ φρονοῦσιν ὑποκρίνονται. Ὡς, εἴ γε μὴ τούτοις τοῖς πάθεσι προκατεσχημένοι εἰσὶ, καὶ μόνον ῥηθεῖσαν τὴν ἀλήθειαν ὀλίγοις ῥήμασιν, ἐπιγινώσκουσιν, ὅτι μήτε ποίημα Θεοῦ Θεὸς καὶ Υἱὸς Θεοῦ εἶναι δύναται, μήτε τὸ Πνεῦμα τὸ ἅγιον ποιήμασιν ἐγκαταριθμεῖται. Θεοῦ τε ἐπιφάνειαν ὑπεδεξάμεθα, καὶ οὐχὶ κτίσματος ἐπιδημίαν· οὐδὲ εἰς δούλου παρουσίαν πεπιστεύκαμεν, καὶ θεϊκοῦ Πνεύματος ὑπεδεξάμεθα, δι’ οὗ καὶ θεοποιούμεθα, καὶ Θεοῦ ναοὶ καθιστάμεθα. Ταῦτα γὰρ καὶ οὕτω βραχέως λεγόμενα, παντὶ Χριστιανῷ κατάδηλα, ὡς τὴν ἀκριβῆ ἐξ ἀρχῆς κηρυχθεῖσαν ἀλήθειαν σώζουσιν, ἐφ’ ᾗ ἐμμένοντες τὰς αἰωνίους ἐλπίδας ἐκδεχόμεθα. Σύμβολον οὖν τῆς πίστεως ἡμῶν ὁμοούσιος ἡ Τριὰς, Θεὸς ἀληθινὸς, ἐκ Μαρίας γενόμενος ἄνθρωπος. Ὁ δὲ μὴ συντιθέμενος ἀνάθεμα ἔστω. Ταῦτα γὰρ καὶ τὸ τῆς μεγάλης συνόδου τῆς ἐν Νικαίᾳ γράμμα βούλεται· Ὁμοούσιον εἶναι τῷ Πατρὶ τὸν Υἱόν· καὶ τὸ Πνεῦμα, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ συνδοξάζεσθαι· Θεὸν ἀληθινὸν τὸν Υἱὸν τοῦ Θεοῦ σεσαρκῶσθαι, πεπονθέναι, ἀναστῆναι, εἰς οὐρανοὺς ἀνεληλυθέναι, ἥξειν κριτὴν ζώντων καὶ νεκρῶν·
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Page scan enlarged

Notebook

Full View