PG 28Athanasius
Refutation of the Hypocrisy of Meletius and Eusebius
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.

In Epistolam Catholicam Admonitio (editorial preface

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 28:79〔Editorial preface, from the Migne page scan (OCR)〕 an sit ea germa- num Athanasii opus; nonnulla quippe sunt hic loquendi genera in veris Athanasii operibus non usitata, quanquam sexcenties sese illi obtulerit ea usurpandi occasio, v. g. stylus item remis- sior quam Athanasianus. In titulo etiam quadam occurrunt signa : vox, nusquam ab Athanasio usurpata, solet quippe ubique ille coepiscopos vocare Nomina· item regionum pauciora, quam quæ Epistolæ Catholicæ quæ encyclica est, inseri soleant. Præterea solet Athanasius ſusius et liquidius res gestas in epistolis suis enarrare, quam hic habeantur. Quapropter inter dubia opera eam ablegare visum est. () In verbo, ἡμῶν, deficit codex Basiliensis. () Τούτο, deest in Anglic. () Vox, vou, habetur in Anglicano, et in edit. σικὸν γὰρ ἐνέσπαρται ταύτῃ κίνημα παθητικόν, μεθ' οὗ σὰρξ ὀνομάζεται, ὡς ἐν τῇ πρὸς Ρωμαίους ἔτι σαφέστερον ἡρμήνευσε, τὸ ἐν τῇ σαρκὶ διασαφήσας κίνημα, διαμαχόμενον πρὸς νοῦν καὶ ἀντιπάσχον, ὡς οὐ ταὐτὸν δήπου, ἀλλ᾽ ἕτερον ὂν τῷ νῷ· « Συνή δομαι γάρ, ο φησί, ο τῷ νόμῳ τοῦ Θεοῦ, κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέ λεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με. » Τοῦτο δὲ τὸ θέλημα καὶ ψυχὴν ἰδίως ὁ Παῦλος ἐκάλεσεν, χωρίσας ἀπὸ τοῦ πνεύματος, ὅτε φησίν· . Ὁ Θεὸς ἁγιάσῃ ὑμᾶς όλο τελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχή, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσία τοῦ Κυρίου ἡμῶν () Ἰησοῦ Χριστοῦ τηρηθείη·, ἐν δὲ τούτῳ τὸ πνεῦμα, καὶ ψυχὴν, καὶ σῶμα, τὸν ὁλοτελῆ ἄνθρωπον ἑρμηνεύσας, καὶ ὑπευξάμενος αὐτὸν ἁγιασθῆναι, καὶ ἀμέμπτως τηρηθῆναι. Πνεῦμα μὲν οὖν ἔδειξε τὸ ἁγιαζόμενον, ὅπερ ἐστὶν ὁ νοῦς ὁ ἀνθρώπινος ψυ- χὴν δὲ μετὰ τοῦτο τὸ ἐπιθυμητικόν, καὶ σῶμα σκη νος τὸ γήϊνον· ὥστε κατὰ ταύτην τὴν διαίρεσιν τρία εἶναι τὸν ἄνθρωπον τὸν γηγενῆ· τὸ νοερόν, τὸ ἐπιθυμη τικὸν, τὸ σωματικόν. Τοῦτο () τὸ θέλημα, ἤτοι ἡ ψυχῇ, τὸ ἐπιθυμητικόν, ἥνωται τῷ νῷ τῷ τοῦ ἀνθρώπου καὶ τῷ σώματι. Ἐπικρατοῦντος οὖν τοῦ νοεροῦ, τὸ ὅλον ἐστὶ νοερὸς ἄνθρωπος· καίτοιγε συμπεπλεγμέ- νον ἔχων ἐν ταῖς σαρκικαῖς ἐπιθυμίαις, κατὰ τὴν πρόδηλον διαφορὰν καὶ μάχην λογικοῦ τε καὶ ἀλόγου, τοῦ ἐν τῷ ἀνθρώπῳ, ἀλλ᾽ οὐκ ἐπικρατοῦντος, ἀλλὰ ἐπικρατουμένου. Ηγεμονικὸν δὲ λέγεται, καθὼς ὁ νοῦς ἡγεῖται τοῦ ζωτικοῦ σώματος. Ανθρωπος οὖν καθ᾽ ἡγεμονίαν νοῦ () μετέσχε θεότητος, νοερόν ζῶον ὢν· διὰ τοῦτο λέγει· . Ο κολλώμενος τῷ Κυρίῳ ἐν πνεῦμά ἐστιν. ο Α διαμάχεσθαι, οὐ τὴν ἀκίνητον, οὐδὲ τὴν ἄψυχον. Φυ Β ἐν δὲ τούτοις πνεῦμα, σύμβολον τῆς πίστεως, νοθείας οι συνεπίσκοποι, συλλειτουργούς. S. ATHANASIUS. - DUBIA. ritum ait pugnare, non eam quidem immobilem, aut inanimalem. Naturalis enim affectionum no- Luis ei insitus est, qui, cum caro nominatur, ut in Epistola ad Romanos manifestius interpretatus est, declarans motum, qui in carne est, configere adversus mentem, et invicem oppugnari, ut rem nequaquam eamdem atque mentem, sed prorsus ab ea diversam : « Condelector enim, inquit, c legi Dei, secundum interiorem hominem: video autem aliam legem in membris meis, bellantem contra legem mentis meæ, et captivantem me", Hanc vo- luntatem, et animam proprie appellavit Paulus, dis- tinguens eam a spiritu, cum dicit: c Deus san- ctificet vos per omnia, et integer spiritus vester, et corpus et anima sine culpa in adventum Domini nostri Jesu Christi servetur. » His verbis spiritum, animam et corpus pro integro homine exponens, rogansque eum sanctificari, et sine culpa conser- vari. Ergo designavit spiritum, qui sanctificandus esset, hoc est mentem humanam. Animam deinde, vim concupiscendi, et corpus tabernaculum terre- stre appellat ut secundum hanc distinctionein tribus constet homo terrigena, intelligibili, concu- piscibili, corporali. Voluntas porro sive anima, quæ est vis concupiscibilis, unita est menti, et corpori humano. Invalescente igitur intelligendi vi, totus homo efficitur intellectualis, quanquam implicatus sit carnalibus concupiscentiis, secundum conspi- cuam dissensionem et pugnam ejus, quæ in bo- mine est, rationalis vis cum irrationali, non qui- dem dominante, sed dominium patiente. Cete
PG 28:85ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Ἔλεγχος τῆς ὑποκρίσεως τῶν περὶ Μελέτιον, καὶ Εὐσέβιον τὸν Σαμοσατέα κατὰ τοῦ Ὁμοουσίου. Ἄνθρωπος καθ’ ὁμοίωσιν Θεοῦ γέγονε, καὶ ἔστιν οὐ Θεὸς ὁ ἄνθρωπος· τὸ γὰρ ὅμοιόν τινι οὐκ ἔστιν αὐτὸ ἐκεῖνο, ᾧ ὁμοιοῦται. Ὡς καὶ τὸ, ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ καὶ σπέρματι, καὶ οὐδὲν τούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ, ὅμοιος ἀνθρώπῳ οἰκοδεσπότῃ ὁ μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἀλλ’ οὐκ οἰκοδεσπότης οὗτος· καὶ ἕτερα τοιαῦτα πολλά. Ὅμοια δὲ καὶ ἐν τοῖς σώμασι, λύκος κυνὶ, ἀλλ’ οὐ κύων ἐστί· καὶ κασσίτερος ἀργύρῳ, ἀλλ’ οὐκ ἄργυρος· χαλκὸς χρυσῷ, ἀλλ’ οὐ χρυσός· καὶ κόκκινον αἵματι, ἀλλ’ οὐχ αἷμα· καὶ γύψος χιόνι, ἀλλ’ οὐ χιών· καὶ ἄλλα διάφορα τοιαῦτα θεωρεῖται. Θεῷ οὖν οὐχ ὅμοιος ὁ Υἱὸς, Θεὸς ὢν, ἀλλ’ ἓν καὶ τοῦτο· ὡς γέγραπται· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ θεότητα ἡρμήνευσε τὴν ἑνότητα· θεότητα δὲ οὐχ οἵαν τῶν θεοποιηθέντων· ἅτε δὴ ἀντιτιθεὶς αὐτὴν πρὸς ἐκείνην, ὡς ἔχει τὸ λόγιον τοῦ Κυρίου· Θεὸς γάρ ἐστιν, οὐχ ὡς ἄνθρωπος ὁ καθ’ ὁμοίωσιν Θεοῦ γενόμενος· καὶ Θεὸς ὀνομαζόμενος τῇ ὁμοιώσει, οὐ τῇ φύσει·
ὁμοιωμένην ἔχων Θεῷ τὴν οὐσίαν· καὶ δὴ καὶ προκόπτων ἐν τῇ ὁμοιότητι· καθ’ ἣν ἤδη φύσιν, «Τέκνα Θεοῦ ἐσμεν,» καὶ «Ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.» Ὅπου δὲ ἡ οὐσία ἡ αὐτὴ, οὐ προκόπτει οὐσία εἰς τὸ μᾶλλον καὶ ἧττον, ἀλλὰ ἄνθρωπος μὲν οὕτως, ὁ δὲ Κύριος ὁ αὐτὸς ἀεί· καὶ οὐ ποτὲ μὲν ἥττων, ποτὲ δὲ μείζων, ὡς Θεός· «Ἰησοῦς, φησὶν, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ὁ τοίνυν ἀναιρῶν, τὸ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ, λέγων δὲ ὅμοιον, ἀναιρεῖ τὸ εἶναι Θεόν. Ὡσαύτως δὲ καὶ ὁ ἐξηγούμενος τὸ ὁμοούσιον, ὡς ὅμοιον τῇ οὐσίᾳ, ἑτέραν τὴν οὐσίαν λέγει, Θεῷ δὲ ὁμοιωμένην. Οὐ τοίνυν οὐδὲ τὸ ἐκ τῆς οὐσίας εἶναι πρεπόντως λέγει, μὴ φρονῶν ὁμοούσιον, ὡς ἄνθρωπος ἐκ τῆς ἀνθρώπου οὐσίας. Εἰ δὲ μὴ, ὡς ἄνθρωπος ἐξ ἀνθρώπου κατ’ οὐσίαν, ἐκ Θεοῦ ὁ Υἱὸς, ἀλλ’ ὡς ἐν ὁμοιώματι, καθάπερ ἀνδριὰς ἀνθρώπῳ, ἢ ὡς ἄνθρωπος Θεῷ· δῆλός ἐστιν ὁ τοιοῦτος ὁμοούσιον μὲν λέγων, ὁμοούσιον δὲ οὐ φρονῶν· οὐ γὰρ κατὰ τὴν συνήθειαν βούλεται τὸ ὁμοούσιον ἀκούεσθαι, ὅπερ ἐστὶν, ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς οὐσίας, ἀλλὰ παρὰ τὴν συνήθειαν·
PG 28:86καὶ ἵνα διαβάλλῃ ταύτην, Ἑλληνικὴν ῥῆσιν εἰρηκέναι, τὸ ὁμοούσιον ῥῆμα τοῦ ἐν Ἕλλησιν ἔθους ἐπ’ οὐδενὶ ἑτέρῳ κείμενον, ἢ ἐπὶ τῷ τὴν αὐτὴν φύσιν παραστῆσαι· ὅπερ δεῖ πιστεῦσαι ἐπὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἅμα τε οὖν τὸ ὁμοούσιον οὗτος ἐκτρέπει, καὶ τὸ τῆς οὐσίας νόθως ὀνομάζει· ὡς ἔργον νοῶν, οὐχ ὡς γέννημα, καὶ διὰ τοῦτο καὶ τὸ ἀπαθῶς προστίθησι πιθανῶς· οὐχ ἵνα πάθους ἀφέλῃ διαβολήν· τίς γὰρ καὶ λέγει Θεοῦ πάθος; ἀλλ’ ἵνα ποιητὸν ἐκ Θεοῦ λέγῃ, καὶ μὴ γεννητὸν ἐκ Θεοῦ προεληλυθότα· ὡς τῆς τοιαύτης προόδου παθητικῆς οὔσης· καθὰ δὲ λέγειν εἰώθασιν οἱ τὴν μὲν ἐκ τῆς οὐσίας πρόοδον ὡς πάθος ἐκβάλλοντες, ἢν δὲ λέγουσιν ἐκ τῆς οὐσίας ποίησιν ὡς ἀπαθῆ συνιστῶντες. Ὥσπερ εἰ καὶ τῆς ποιήσεως, εἰ ἀνθρωπίνως λαμβάνοιτο, κίνησιν ἐχούσης, καὶ τὸν ἐκ τῆς κινήσεως κάματον· ἅπερ ἀλλότρια δημιουργοῦντος Θεοῦ· ὅμως γοῦν, ὡς γέννησιν ἀπαθῆ διὰ τοιαύτης ἐξηγήσεως τὴν τοῦ Υἱοῦ νοοῦντες πρόοδον, τὸ Πνεῦμα ἀλλοτριοῦσι Πατρὸς καὶ Υἱοῦ·
ὅτι μὴ γεννήσει ἡ τούτου πρόοδος, ἀλλὰ πνεύσει ὁμοιοῦται διὰ τὴν μετάληψιν, ὡς πνοῆς ἐκ στόματος ἐρχομένης καὶ τὸν μεταλαμβάνοντα ἁγιαζούσης, καθὰ δὴ λέγεται πνεύματος. Ἦν δὲ ἀδύνατον ἐν τῇ τῆς Τριάδος δόξῃ τὸ Πνεῦμα δοξάζεσθαι, μὴ προοδικῶς ὂν ἐκ Θεοῦ δι’ Υἱοῦ, ἀλλὰ ποιητικῶς ἐκ Θεοῦ γεγονὸς, ὡς λέγουσιν. Οὐ γὰρ συνδοξάζεται ποίημα ποιητῇ, οὐδὲ δοῦλος δεσπότῃ· οὐδὲ ἡ τῆς ἀλλοτρίας Θεοῦ οὐσίας μέθεξις ἂν εἴη Θεοῦ· «Ἐν τούτῳ γὰρ,» φησὶν ὁ Ἰωάννης, «γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος, οὗ ἔδωκεν ἡμῖν.»
Page scan enlarged

Notebook

Full View