PG 28Athanasius
Questions on the Gospels
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 28:700ΕΡΩΤΗΣΙΣ α. «Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ.» Διὰ τί οὐκ εἶπε· Μνηστευθείσης τῆς παρθένου, ἀλλὰ «τῆς μητρὸς αὐτοῦ.» ΑΠΟΚΡΙΣΙΣ. Ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ προσδοκῶντά τι τῶν συνήθων ἀκούσασθαι τὸν ἀκροατὴν, καταπλήξῃ τῇ τοῦ παραδόξου πράγματος ἐπαγωγῇ, λέγων· «Πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Ἐρώτ. β. «Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου κατ’ ὄναρ λέγων·» Διὰ τί μὴ φανερῶς φαίνεται ὁ ἄγγελος τῷ Ἰωσὴφ, καθάπερ τοῖς ποιμέσι καὶ τῷ Ζαχαρίᾳ; Ἀπόκ. Ὅτι σφόδρα πιστὸς ἦν ὁ ἀνὴρ, καὶ οὐ δεόμενος τῆς τοιαύτης ὄψεως. Ἐρώτ. γ. «Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου.» Διὰ τί εἶπε· Μὴ φοβηθῇς Ἀπόκρ. Δεικνὺς αὐτὸν δεδοικότα μὴ προσκρούσῃ τῷ Θεῷ, ὡς μοιχαλίδα ἔχων. Ἐρώτ. δ. Διὰ τί εἶπε, «τὴν γυναικά σου;» Ἀπόκ. Ὡς μὴ διεφθαρμένης αὐτῆς οὔσης. Καλεῖ δὲ αὐτὴν γυναῖκα ἀπὸ τῆς μνηστείας· ὥσπερ εἰώθαμεν γαμβροὺς λέγειν καὶ προγάμους τοὺς μνηστῆρας. Ἐρώτ. ε. «Τέξεται δὲ Υἱόν.» Διὰ τί οὐκ εἶπε· Τέξεται δέ σοι; Ἀπόκ. Ὅτι οὐκ αὐτῷ ἔμελλε μόνῳ τίκτεσθαι, ἀλλὰ τῇ οἰκουμένῃ πάσῃ. Ἐρώτ. 2.
«Ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως.» Διὰ τί προσέθηκε τὸ ἀξίωμα, εἰπὼν, «τοῦ βασιλέως;» Ἀπόκ. Ἐπειδὴ καὶ ἕτερος γέγονεν Ἡρώδης ὁ τὸν Πρόδρομον ἀνελών. Ἀλλ’ ἐκεῖνος τετράρχης ἦν, οὗτος δὲ βασιλεύς. Ἐρώτ. ζ. «Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ.» Διὰ τί οὐκ εἶπε, Τὴν γυναῖκά σου, ἀλλὰ «Τὴν μητέρα αὐτοῦ;» Ἀπόκ. Ἐπειδὴ, τοῦ τόκου πέρας λαβόντος, ἐλύθη τε ἡ ὑποψία, καὶ ὁ Ἰωσὴφ ἐπιστώθη. Διὰ τοῦτο οὖν λοιπὸν μετὰ παῤῥησίας διαλέγεται ὁ ἄγγελος, καὶ οὐκέτι τὴν γυναῖκα αὐτοῦ καλεῖ. Ἐρώτ. η. «Καὶ φεῦγε Εἰς Αἴγυπτον.» Διὰ τί ἀκούσας· «Φεῦγε εἰς Αἴγυπτον,» οὐκ ἐταράχθη; Ἀπόκ. Ἐπειδὴ πιστὸς ἦν ὁ ἀνὴρ, διὸ ὑπακούει καὶ πείθεται. Ἐρώτ. θ. Διὰ τί οὐκ εἰς ἄλλην χώραν πέμπεται, ἀλλ’ εἰς Αἴγυπτον; Ἀπόκ. Ἵνα πληρωθῇ ἡ προφητεία ἡ λέγουσα, ὅτι «Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου.» Ἐρώτ. ι. «Ἀκούσας δὲ Ἰησοῦς, ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.» Διὰ τί ἀνεχώρησεν; Ἀπόκ. Παιδεύων ἡμᾶς φεύγειν τοὺς πειρασμούς. Οὐ γὰρ ἔγκλημα τὸ μὴ ῥίπτειν ἑαυτὸν εἰς κίνδυνον, ἀλλὰ τὸ ἐμπεσόντα μὴ στῆναι γενναίως. Ἐρώτ. ια.
PG 28:701«Ἰδὼν δὲ ὁ Ἰησοῦς τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος.» Διὰ τί ἀνέβη εἰς τὸ ὄρος; Ἀπόκ. Διὰ τὸ ἀφιλότιμον καὶ ἀκόμπαστον· οὐ γὰρ περιῆγεν αὐτοὺς μεθ’ ἑαυτοῦ. Ἀλλ’ ὅτε μὲν περιπατῆσαι ἔδει, αὐτὸς μόνος περιῄει πανταχοῦ, καὶ πόλεις καὶ χώρας ἐπισκοπούμενος· ὅτε δὲ πολὺς ὄχλος γέγονεν, ἐν ἑνὶ ἐκάθητο τόπῳ. Ἐρώτ. ιβ. «Ἀνοίξας δὲ τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτούς.» Διὰ τί εἶπεν· «Ἀνοίξας τὸ στόμα αὐτοῦ;» Ἀπόκ. Ἵνα μάθωμεν, ὅτι καὶ σιγῶν ἐπαίδευεν, οὐχὶ μόνον φθεγγόμενος. Ἐρώτ. ιγ. «Προσέχετε, φησὶ, τὴν ἐλεημοσύνην μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς.» Διὰ τί ἐπὶ μὲν τῆς ἐλεημοσύνης προσέθηκεν εἰπὼν, ἐπὶ δὲ τῆς προσευχῆς καὶ τῆς νηστείας οὐδαμῶς; Ἀπόκ. Ἐπειδὴ τὴν ἐλεημοσύνην μὲν ἀδύνατον πάντη λαθεῖν, εὐχὴν δὲ καὶ νηστείαν δυνατόν. Ἐρώτ. ιδ. «Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Διὰ τί ἀφεὶς τὸν Πατέρα, περὶ τοῦ Υἱοῦ διαλέγεται; Ἀπόκ. Ὅτι ἐκεῖνος μὲν δῆλος ἅπασιν ἦν, εἰ καὶ μὴ ὡς Πατὴρ, ἀλλ’ ὡς Θεός· ὁ δὲ Μονογενὴς ἠγνοεῖτο. Καὶ εἰκότως τὴν περὶ αὐτοῦ γνῶσιν ἐκ προοιμίων ἐσπούδασε διδάξαι τοὺς οὐκ εἰδότας αὐτόν. Ἐρώτ. ιε. «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.» Διὰ τί οὐκ εἶπεν ἐν Θεῷ; Ἀπόκ.
Πρῶτον μὲν τὴν καθ’ ὑπόστασιν αὐτοῦ ἀϊδιότητα ἐμφαίνων ἡμῖν· εἶτα καὶ σαφέστερον αὐτῷ προϊὼν, ἀπεκάλυψεν ἐπαγαγὼν, ὅτι ὁ Λόγος οὗτος καὶ Θεὸς ἦν. «Ἐν τῷ κόσμῳ ἦν·» οὐχ ὡς τοῦ κόσμου σύγχρονος. Διὰ γὰρ τοῦτο ἐπήγαγε· «Καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο.» Ἐρώτ. ι. «Καὶ ἀναβλέψας εἰς τοὺς οὐρανοὺς, εὐλόγησε τοὺς ἄρτους.» Διὰ τί ἀνέβλεψε, καὶ οὕτως εὐλόγησεν; Ἀπόκ. Πρῶτον μὲν ἵνα δείξῃ, ὅτι ἀπὸ τοῦ Πατρός ἐστι· δεύτερον δὲ παιδεύων ἡμᾶς, μὴ πρότερον ἅπτεσθαι τραπέζης ἕως ἂν εὐχαριστήσωμεν τῷ τὴν τροφὴν ἡμῖν παρέχοντι. Ἐρώτ. ιζ. Διὰ τί ἐν ἐρήμῳ τὸ τῶν ἄρτων θαῦμα ποιεῖ, καὶ πεντακισχιλίους τρέφει; Ἀπόκ. Ἵνα μεθ’ ὑπερβολῆς ἀνύποπτον ὑπάρξῃ τὸ θαῦμα, καὶ μηδεὶς νομίσῃ πλησίον κώμην κειμένην εἰσενεγκεῖν τι εἰς τὴν τράπεζαν. Ἐρώτ. ιη. Καὶ ἦραν ἐκ τῶν περισσευμάτων κλασμάτων. Διὰ τί οὐχ ὁλόκληροι ἄρτοι, ἀλλὰ κλάσματα ἐπερίσσευσαν. Ἀπόκ. Ἵνα δείξῃ, ὅτι τῶν πέντε ἄρτων εἰσὶ ταῦτα πλάσματα, καὶ ὥστε τοὺς ἀπόντας μαθεῖν τὸ γεγενημένον, καὶ ἵνα μή τις φαντασίαν νομίσῃ εἶναι τοῦτο. Ἐρώτ. ιθ. «Δώδεκα κοφίνους.» Διὰ τί δώδεκα κοφίνους ἐπλήρωσαν; Ἀπόκ. Ἵνα καὶ Ἰούδας βαστάσῃ.
PG 28:703Ἐδύνατο μὲν γὰρ καὶ σβέσαι τῶν ὄχλων τὴν πεῖναν· ἀλλ’ οὐκ ἂν ἔγνωσαν οἱ μαθηταὶ τὴν δύναμιν. Ἐρώτ. κ. Διὰ τί οὐχ ὁ Πιλᾶτος ὁρᾷ, ἀλλ’ ἡ τούτου γυνή; Ἀπόκ. Πρῶτον μὲν ὅτι ἐκείνη ἀξία ἦν, ἢ μᾶλλον ὅτι, εἰ αὐτὸς εἶδεν, οὐκ ἂν ἐπιστεύθη ὁμοίως· ἢ οὐδ’ ἂν ἐξεῖπεν· διὰ τοῦτο οἰκονομεῖται τὴν γυναῖκα ἰδεῖν, ὥστε κατάδηλον γενέσθαι πᾶσιν. Ἐρώτ. κα. «Καὶ συσταυροῦσιν αὐτῷ δύο λῃστὰς, ἕνα ἐκ δεξιῶν, καὶ ἕνα ἐξ εὐωνύμων.» Διὰ τί μέσον αὐτὸν ἐσταύρωσαν τῶν λῃστῶν, καὶ διὰ τί κράξας ἀφῆκε τὸ πνεῦμα; Ἀπόκ. Ἵνα τῇ δόξῃ τῇ ἐκείνων κοινωνήσῃ, ἢ ἵνα πληρωθῇ τὸ ῥηθέν· ὅτι καὶ «Μετὰ ἀνόμων ἐλογίσθη·» καὶ ἵνα δειχθῇ, ὅτι κατ’ ἐξουσίαν τὸ πρᾶγμα γίνεται· καθὼς καὶ ἔλεγεν, ὅτι «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.» Ἐρώτ. κβ. «Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.» Πῶς ὁ μὲν Ματθαῖος, ὅτι εἶπεν ὁ Χριστὸς τῷ Πέτρῳ· «Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με·» ὁ δὲ Μάρκος λέγει, ὅτι, ὅτε μὲν ἅπαξ ἠρνήσατο, τότε πρῶτον ἐφώνησεν ὁ ἀλεκτρυών· ὅτε δὲ τρίτον, τότε δεύτερον; Πῶς οὖν εὑρεθήσονται ἀληθῆ ἀμφότερα; Ἀπόκ.
Ἐπειδὴ καθ’ ἑκάστην ἀγωγὴν καὶ τρίτον καὶ τέταρτον φωνεῖν εἴωθεν ἀλεκτρυὼν, δηλῶν ὁ Μάρκος, ὅτι οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε, καὶ εἰς μνήμην ἤγαγε, τοῦτό φησιν. Ὥστε ἀμφότερα ἀληθῆ εἰσι. Πρινὴ γὰρ τὴν μίαν ἀγωγὴν ἀπαρτίσαι τὸν ἀλεκτρυόνα, τρίτον ἠρνήσατο. Οὕτω δὲ περιδεὴς ἦν καὶ σφόδρα ἀποτεθνηκὼς τῷ δέει, ὅτι οὐ μόνον ἠρνήσατο, ἀλλ’ οὐδὲ ἀνεμνήσθη οἴκοθεν, καὶ ταῦτα τοῦ ἀλεκτρυόνος φωνήσαντος, ἕως οὗ τὸ βλέμμα τοῦ διδασκάλου γέγονεν αὐτῷ ἀντὶ φωνῆς. Καὶ τοῦτο ὁ Λουκᾶς δηλῶν φησιν, ὅτι ἐνέβλεψεν εἰς αὐτὸν ὁ Χριστός. Ἐρώτ. κγ. «Καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.» Διὰ τί ἐξελθὼν ἔξω ἔκλαυσεν; Ἀπόκ. Ἐπειδὴ οὐκ ἐτόλμα φανερῶς ἔμπροσθεν πάντων, ἵνα μὴ κατηγορηθῇ διὰ τῶν δακρύων, καὶ γνωσθῇ μαθητὴς αὐτοῦ εἶναι. Ἐρώτ. κδ. «Ἐσθιόντων δὲ εἶπεν αὐτοῖς ὁ Χριστὸς, ὅτι Εἷς ἐξ ὑμῶν παραδώσει με.» Διὰ τί, ἐσθιόντων αὐτῶν, περὶ τῆς προδοσίας αὐτοῖς διαλέγεται; Ἀπόκ. Ἵνα καὶ ἀπὸ τοῦ καιροῦ καὶ τῆς τραπέζης δείξῃ τὴν πονηρίαν τοῦ προδότου. Καὶ γὰρ καὶ αὐτὸς ἐκεῖ παρῆν. Ἐρώτ. κε. «Εἷς ἐξ ὑμῶν παραδώσει με.» Διὰ τί οὐκ εἶπεν· Ὁ δεῖνά με παραδώσει· ἀλλ’ «Εἷς ἐξ ὑμῶν παραδώσει με,» φειδόμενος καὶ ἐν τούτῳ;
PG 28:705Ἀπόκ. Φειδόμενος καὶ ἐν τούτῳ τοῦ προδότου· ὥστε πάλιν δοῦναι αὐτῷ μετανοίας ἐξουσίαν τοῦ λαθεῖν. Καὶ αἱρεῖται φοβῆσαι ἅπαντας ὑπὲρ τοῦ διασῶσαι τοῦτον. Ἐρώτ. κ. «Ἦσαν δὲ καὶ αἱ γυναῖκες συνακολουθήσασαι ἀπὸ τῆς Γαλιλαίας.» Διὰ τί μέμνηται τῶν γυναικῶν τῶν συνακολουθησασῶν αὐτῷ; Ἀπόκ. Ὅπως δείξῃ τὴν πολλὴν αὐτῶν προσεδρίαν, καὶ ὅτι μέχρι τῶν κινδύνων παρῆσαν. Ὅτε γὰρ οἱ μαθηταὶ ἔφυγον, αὗται προσεκαρτέρουν. Ἐρώτ. κζ. «Πῶς σὺ, φησὶν, Ἰουδαῖος ὢν ζητεῖς παρ’ ἐμοῦ πιεῖν ὕδωρ, Σαμαρείτιδος οὔσης;» Πόθεν αὐτὸν γνωρίσασα, Ἰουδαῖον εἶναι, φησὶ πρὸς αὐτόν· «Πῶς σὺ Ἰουδαῖος ὤν;» Ἀπόκ. Ἀπὸ τοῦ σχήματος, ἴσως καὶ τῆς διαλέξεως. Ἐρώτ. κη. «Καὶ ἐγέννησε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.» Διὰ τί εἶπε, «πρωτότοκον;» Οὐδὲ γὰρ ἔσχεν ἄλλον υἱὸν ἡ Παναγία Ἀπόκ. Ἐπειδὴ Θεὸς ὑπάρχων ἀληθινὸς ὁ ἐξ αὐτῆς σαρκωθεὶς Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, γέγονεν ἡμῶν διὰ τὴν σάρκωσιν ἀδελφὸς, τούτου χάριν ὠνομάσθη πρωτότοκος, ὡς πρωτεύων ἐν πᾶσιν αὐτός. Ἐρώτ. κθ. «Καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ.» Διὰ τί ἐν τῇ φάτνῃ ἀνεκλίθη; Ἀπόκ.
Ἵνα ἡμᾶς τῆς ἀλογίας ἐλευθερώσῃ, τὸν κτηνοπρεπῆ μεταμείψαντας βίον, καὶ τὴν ἀνθρώποις πρέπουσαν παράσχῃ σύνεσιν. Ἐρώτ. λ. «Ἄνθρωπος κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσε.» Τίς ὁ ἄνθρωπος, καὶ τίς ἡ Ἱερουσαλὴμ, καὶ τίς ἡ Ἱεριχὼ, καὶ τίνες οἱ λῃσταί; Ἀπόκ. Ἄνθρωπος μὲν ὁ Ἀδάμ· Ἱερουσαλὴμ δὲ ὁ παράδεισος· Ἱεριχὼ δὲ οὗτος ὁ κόσμος· καὶ λῃσταὶ οἱ δαίμονες. Ἐρώτ. λα. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις ἰδὼν αὐτὸν ἀντιπαρῆλθε· καὶ λευί̈της ὁμοίως. Σαμαρείτης δὲ ἰδὼν αὐτὸν, ἐσπλαγχνίσθη, καὶ κατέδησε τὰ τραύματα αὐτοῦ. Τί ἦν τὸ, «κατὰ συγκυρίαν;» καὶ τίς ὁ ἱερεύς; καὶ τίς ὁ λευί̈της; καὶ τίς ὁ Σαμαρείτης; Ἀπόκ. Τὸ μὲν «κατὰ συγκυρίαν» δηλοῖ· τὸ ἐκ θείας οἰκονομίας· ἱερεὺς δέ ἐστιν ὁ νόμος· λευί̈της δὲ οἱ ἀπὸ τῆς λευϊτικῆς ἱερωσύνης διδάσκαλοι· Σαμαρείτης δὲ ὁ Χριστός. Ἐρώτ. λβ. Καὶ διὰ τί λέγεται Σαμαρείτης ὁ Χριστός· Ἀπόκ. Διὰ τὸ τοὺς Ἰουδαίους αὐτὸν οὕτως ἀποκαλεῖν ὅτι «Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις.» Ἐρώτ. λγ.
PG 28:706«Ἐγένετο δὲ, φησὶν, ἀποθανεῖν τὸν Λάζαρον καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τοὺς κόλπους τοῦ Ἀβραάμ.» Διὰ τί ἀποθνήσκει πρῶτον ὁ Λάζαρος παρὰ τὸν πλούσιον; Ἀπόκ. Ἵνα μηδεμιᾶς ἀπολογίας πρόφασις ὑπολείπηται τοῦ πλουσίου, ὡς μέλλοντος εὐποιεῖν εἰς αὐτόν. Ἐρώτ. λδ. «Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ ὁ πλούσιος, ὁρᾷ τὸν Λάζαρον ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ.» Διὰ τί οὐκ ἀλλαχοῦ, ἀλλ’ ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ὁρᾷ τὸν Λάζαρον; Ἀπόκ. Ἐπειδὴ, ὥσπερ τὸν Ἀδὰμ ἐκβαλὼν ὁ Θεὸς ἐκ τοῦ παραδείσου, καταντικρὺ τοῦτον κατῴκισεν, ἵνα ἡ συνεχὴς ὄψις, ἀνανευοῦσα τὸ πάθος, ἀκριβεστέραν αὐτῷ παράσχῃ τῆς ἐκπτώσεως τῶν ἀγαθῶν τὴν αἴσθησιν· οὕτω δὲ καὶ τοῦτον κατέναντι τοῦ Λαζάρου κατῴκισεν, ἵνα μειζόνως κατατρύχηται. Ἐρώτ. λε. Καὶ διὰ τί οὐκ ἐν ἄλλῳ δικαίῳ τὸν Λάζαρον ὁρᾷ ὁ πλούσιος, ἀλλ’ ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ; Ἀπόκ. Ἐπειδὴ φιλόξενος ἦν ὁ Ἀβραάμ. Ἵν’ οὖν ἔλεγχος αὐτοῦ γένηται τῆς μισοξενίας, διὰ τοῦτο αὐτὸν μετ’ ἐκείνου βλέπει. Ἐκεῖνος γὰρ καὶ τοὺς παροδίτας ἐξενοδόχει· οὗτος δὲ καὶ τὸν ἔσω κείμενον παρεώρα. Ἐρώτ. λ.
«Πάτερ Ἀβραὰμ, ἐλέησόν με.» Διὰ τί οὐ πρὸς τὸν Λάζαρον τὸν λόγον ἀπέτεινεν ὁ πλούσιος, ἀλλὰ πρὸς τὸν Ἀβραάμ; Ἀπόκ. Ἐπειδὴ ᾐσχύνετο καὶ ἠρυθρία· ἐνόμιζε γὰρ αὐτὸν μνησικακεῖν δι’ ὧν ἔπραξεν εἰς αὐτόν.
Page scan enlarged

Notebook

Full View