PG 28Athanasius
Questions to Antiochus the Commander
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 28:597ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Ἀρχιεπισκόπου Ἀλεξανδρείας, Πρὸς Ἀντίοχον ἄρχοντα, περὶ πλείστων καὶ ἀναγκαίων ζητημάτων, τῶν ἐν ταῖς θείαις Γραφαῖς ἀπορουμένων, καὶ παρὰ πᾶσι Χριστιανοῖς γινώσκεσθαι ὀφειλομένων. Ἐρώτησις α. Πιστεύσαντες καὶ βαπτισθέντες εἰς Τριάδα ὁμοούσιον, καὶ λέγοντες Θεὸν εἶναι τὸν Πατέρα, ὁμοίως καὶ Θεὸν εἶναι τὸν Υἱὸν, ὡσαύτως δὲ καὶ Θεὸν εἶναι τὸ ἅγιον Πνεῦμα, πῶς οὐ λέγομεν τρεῖς θεοὺς, ἀλλ’ ἕνα καὶ μόνον Θεόν; Καὶ εἰ μὲν ἕνα προσκυνοῦμεν Θεὸν, εὔδηλον ὅτι, εἰς μοναρχίαν πιστεύοντες, Ἰουδαί̈ζομεν· εἰ δὲ πάλιν τρεῖς θεοὺς, πρόδηλον ὅτι Ἑλληνίζομεν, πολυθεί̈αν εἰςάγοντες, καὶ οὐχ ἕνα μόνον Θεὸν εὐσεβῶς προσκυνοῦντες. Ἀπόκρισις. Ἀπερίεργος ὁ λόγος καὶ ὁ τρόπος τῆς εὐσεβείας, πίστει μόνῃ, ἀλλ’ οὐκ ἐξερευνήσει γνωριζόμενος καὶ τιμώμενος. Θεὸς γὰρ καταλαμβανόμενος, οὐκ ἔστι Θεός. Εἰ γὰρ τοὺς ἀγγέλους, ἢ τὰς ἡμετέρας ψυχὰς κτίσματα ὄντα καταλαβεῖν οὐ δυνάμεθα, πόσῳ μᾶλλον αὐτῷ τῷ τούτων ποιητῇ πρέπει τὸ εἶναι ἀκατάληπτον; Μυστήριον γὰρ γνωριζόμενον οὐδέν ἐστι λοιπὸν θαυμαζόμενον.
PG 28:600Οὐκοῦν ἡ Χριστιανῶν πίστις, καὶ ὁ τούτων τρισυπόστατος Θεὸς οὔτε εἷς ἐστι τὴν ὑπόστασιν ἀνθρωπόμορφος, ὡς οἱ Ἑλλήνων παῖδες μυθεύονται· οὔτε πάλιν τρεῖς τινες θεοὶ, ὥσπερ ἀλλήλων ἀπέχοντες. Ἄπαγε τῆς Ἑλληνικῆς μυθολογίας Ἀδιαίρετος γὰρ ἐν ταῖς τρισὶν ὑποστάσεσιν ἡ τῆς μιᾶς οὐσίας θεότης. Πλὴν εἰδέναι χρὴ, ὅτιπερ οὔτε ῥήμασιν οὔτε ἐνθυμήμασι καταλαβεῖν, ἢ διηγήσασθαί τι τῆς θεότητος, νοῦς ἀνθρώπινος δύναται. Πάντες δὲ ὅσοι Θεὸν καταλαβέσθαι ἔσπευσαν, τὴν ἑαυτῶν σκιὰν κατεδίωξαν· καὶ ὅσοι τι περὶ οὐσίας Θεοῦ εἰπεῖν ἠβουλήθησαν, τὴν ἄβυσσον μετρῆσαι τῇ ἑαυτῶν δρακὶ ἔσπευσαν. Καὶ ὅσοι βαθῦναι ἐνόμισαν, εἰς πονηρὰς αἱρέσεις ἐνέπεσαν. Ὁ γὰρ Πατὴρ καὶ Θεὸς οὐχ ὡς ἐγὼ ὁ κτιστὸς ὑπάρχει πατὴρ, γεννήσας ὡς ἐγὼ κτιστὸν υἱόν· οὐδὲ ὁ Υἱὸς ὡς πᾶς σαρκικὸς γεγέννηται υἱός· οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον ὡς τὸ τοῦ ἀνθρώπου πνεῦμα περίγραπτον· ἀλλ’ ἄῤῥητον καὶ ἀνέκφραστον τὸ τῆς ἁγίας Τριάδος ὑπάρχει μυστήριον. Καὶ μὴ εἴπῃς, Πῶς; ὑπὲρ γὰρ τὸ πῶς ἐστι τοῦτο· μηδὲ εἴπῃς, ποίῳ τρόπῳ; ὑπὲρ γὰρ τρόπον ὁ θεῖος τρόπος· μηδὲ εἴπῃς, Ποίῳ λόγῳ; ὑπὲρ γὰρ λόγον ὁ θεῖος λόγος. Ἀλλὰ πίστευε εἰς Πατέρα·
μὴ ἐρευνήσῃς δὲ τὸ πρᾶγμα· προσκύνει τὸν Υἱὸν, μὴ πολυπραγμονῶν τὴν αὐτοῦ γέννησιν· ἀνύμνει τὸ Πνεῦμα τὸ ἅγιον, μὴ ἐκζητῶν τὸ τῆς ἁγίας Τριάδος μυστήριον. Δεῦρο ἐν Ἰορδάνῃ, καὶ ὅρα διὰ πραγμάτων τηλαυγῶς τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος τὴν δύναμιν· Πατέρα μὲν ἄνωθεν μαρτυροῦντα· Υἱὸν δὲ κάτωθεν βαπτιζόμενον, Πνεῦμα δὲ πανάγιον ἐν εἴδει περιστερᾶς κατερχόμενον. Αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος, καὶ ἡ προσκύνησις, σὺν τῷ Πατρὶ τῷ παντοκράτορι, καὶ τῷ Μονογενεῖ αὐτοῦ Υἱῷ, τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἐρώτ. β. Πόθεν ἐπιγινώσκει ἄνθρωπος, ὅτι ὅλως ἐβαπτίσθη, καὶ Πνεῦμα ἅγιον ἔλαβε, νήπιος ὢν ἐν τῷ ἁγίῳ βαπτίσματι; Ἀπόκ. Ὁ προφήτης Ἡσαί̈ας φησὶ πρὸς τὸν Θεόν· «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν Πνεῦμα σωτηρίας.» Ὥσπερ οὖν ἡ ἐν γαστρὶ λαβοῦσα γυνὴ ἐκ τῶν σκιρτημάτων τοῦ βρέφους, τοῦ ἐν τῇ μήτρᾳ αὐτῆς, ἐπίσταται ἀψευδῶς ὅτι καρπὸν ἔλαβεν·
PG 28:601οὕτω καὶ ἡ ψυχὴ τοῦ ἀληθῶς Χριστιανοῦ, οὐ διὰ ῥημάτων τῶν γονέων, ἀλλὰ διὰ πραγμάτων καὶ σκιρτημάτων τῆς καρδίας αὐτοῦ, καὶ μάλιστα τῷ καιρῷ τῶν φωτισμάτων, καὶ τῆς μεταλήψεως τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ, μανθάνει ἐκ τῆς χαρᾶς τῆς αὐτοῦ ψυχῆς, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβε βαπτισθείς. Ἐρώτ. γ. Πότε, καὶ πόθεν, καὶ πῶς γεγόνασιν οἱ ἄγγελοι; Ἀπόκ. Οὔτε πόθεν, οὔτε πῶς γεγόνασιν οἱ ἄγγελοι, δυνατὸν φύσει ἀνθρωπίνῃ εἰπεῖν· εἰ μὴ τοῦτο μόνον, ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι λόγῳ Θεοῦ γεγόνασι. Τὸ δὲ πότε, οἱ μέν φασι τῇ πρώτῃ ἡμέρᾳ, οἱ δὲ πρὸ τῆς πρώτης ἡμέρας. Ὁ δὲ ἐν ἁγίοις Πατὴρ ἡμῶν καὶ θαυματουργὸς Ἐπιφάνιος ὁ ἀρχιεπίσκοπος Κύπρου, εἰς τὸν λόγον αὐτοῦ τὸν κατὰ Παύλου τοῦ Σαμοσατέως, εἰς τὰ Πανάρεια πλατυτέρως ἐξέθετο, ἅμα οὐρανῷ καὶ γῇ τούτους δημιουργηθῆναι, καὶ οὐχὶ πρότερον, ἀνατρέπων διὰ συλλογισμῶν τοὺς τοῦτο λέγοντας. Καὶ ἐν ἑτέρῳ δὲ αὐτοῦ λόγῳ τοῦτό φησιν. Ἐρώτ. δ. Πόθεν δῆλον ὅτι κτιστοί εἰσιν οἱ ἄγγελοι; οὐδὲ γὰρ ἐμφέρεταί τι τοιοῦτον ἐν τῇ βίβλῳ τῆς Γενέσεως. Ἀπόκ.
Γινώσκων ὁ Θεὸς τὸ φιλείδωλον καὶ πολύθεον τῶν ἀνθρώπων, καὶ μάλιστα τῶν Ἰουδαίων, τούτου χάριν ἀπέκρυψεν ἐν τῇ Γενέσει τὸν περὶ τῶν ἀγγέλων λόγον· ἵνα μὴ καὶ αὐτοὺς θεοποιήσωσιν οἱ τὸν μόσχον καὶ ἄλλα τινὰ θεοποιήσαντες ὡς θεούς. Ὅτι δὲ καὶ κτιστοί εἰσιν οἱ ἄγγελοι, ἄκουσον τοῦ ἁγίου Πνεύματος διὰ τοῦ Προφήτου λέγοντος· «Αἰνεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Ἐρώτ. ε. Ἐκ τῆς οὐσίας δὲ τοῦ φωτὸς τούτου εἰσὶν, ἢ ἄλλης τινὸς φύσεως; Ἀπόκ. Ὅσον διαφέρει τοῦ ἀστέρος ὁ ἥλιος, τοσοῦτον διαφέρει ἡ οὐσία τῶν ἀγγέλων πάσης τῆς ὁρωμένης κτίσεως. Ἐρώτ. 2. Πόσος δὲ ἄρα τῶν ἀγγέλων ὁ ἀριθμὸς ὑπάρχει ὑπὲρ τὸν ἀριθμὸν τῆς ἀνθρωπότητος; Ἀπόκρ. Οἱ μέν φασιν ἐνενήκοντα ἐννέα μέρη εἶναι τοὺς ἀγγέλους πρὸς τὸν ἀριθμὸν τῆς ἀνθρωπότητος, κατὰ τὴν παραβολὴν τοῦ Κυρίου τῶν ἑκατὸν προβάτων· ἄλλοι δὲ ἐννέα κατὰ τὴν παραβολὴν τῶν δέκα δραχμῶν. Ἕτεροι δὲ ἰσαρίθμους λέγουσι τοὺς ἀνθρώπους καὶ τοὺς ἀγγέλους, φέροντες εἰς μαρτυρίαν τό· «Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων·
PG 28:604Θεοῦ.» Ἐρώτ. ζ. Τί παρήλλακται ἡ οὐσία τῶν δαιμόνων τῆς οὐσίας τῶν ἀγγέλων; Ἀπόκ. Ἡ οὐσία οὐ παρήλλακται, ἀλλ’ ἡ προαίρεσις, ὥσπερ ἡ γνώμη δικαίου καὶ ἁμαρτωλοῦ. Ἐρώτ. η. Πόσα τάγματα καὶ πόσαι οὐσίαι ἀγγέλων εἰσίν; Ἀπόκ. Οὐσία μία, ὥσπερ καὶ ἀνθρώπων μία Τάγματα δὲ, ὡς ὁ πολὺς ἐν θεολογίᾳ Διονύσιός φησιν, ἐννέα, ἅπερ εἰσὶ ταῦτα· ἄγγελοι, ἀρχάγγελοι, ἀρχαὶ, ἐξουσίαι, δυνάμεις, κυριότητες, τὰ ἑξαπτέρυγα σεραφὶμ, τὰ πολυόμματα χερουβὶμ, καὶ οἱ θρόνοι. Περὶ μιᾶς οὐσίας ἀγγέλων καὶ ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης λέγει εἰς τὸ ἑπτακαιδέκατον κεφάλαιον τοῦ Εἰς τὸν ἄνθρωπον λόγου αὐτοῦ. Ἐρώτ. θ. Πόσοι οὐρανοί εἰσιν; Ἀπόκ. Ἀμφιβάλλεται πολλοῖς τὸ ἐρώτημα. Ἡ μὲν γὰρ βίβλος τῆς Γενέσεως δύο οὐρανοὺς λέγει· ὁ δὲ ἅγιος Παῦλος καὶ τρίτον οὐρανὸν εἶδεν. Ὁ δὲ προφήτης Δαβὶδ, καὶ τέταρτον λέγει, καθώς φησιν· «Αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρανῶν.» Ἰστέον δὲ λογίζεσθαι τοὺς λέγοντας εἰς τὸ τρίτον τοῦ οὐρανοῦ, καὶ οὐκ εἰς τρεῖς οὐρανοὺς ἁρπαγῆναι τὸν ἅγιον Παῦλον, ὅτι, καθάπερ ἡ φύσις τῶν ἀνθρώπων καὶ εἷς λέγεται ἄνθρωπος, καὶ πάλιν πολλοὶ ἄνθρωποι·
οὕτω καὶ ἡ τῶν οὐρανῶν φύσις, καὶ εἷς οὐρανὸς καὶ πολλοὶ οὐρανοὶ ἐν τῇ θείᾳ Γραφῇ λέγονται. Ἐρώτ. ι. Πότε, καὶ διὰ τί ἐξέπεσεν ὁ διάβολος, Μυθεύονται γάρ τινες, ὅτι, καταδεξάμενος προσκυνῆσαι τὸν Ἀδὰμ, διὰ τοῦτο ἐξέπεσεν. Ἀπόκ. Ἀφρόνων ἀνδρῶν, τὰ τοιαῦτα τυγχάνουσι ῥήματα. Ὁ γὰρ διάβολος, πρὶν γενέσθαι τὸν Ἀδὰμ, ἐξέπεσε. Πρόδηλον δὲ, ὅτι διὰ τὴν ὑπερηφανίαν αὐτοῦ, ὥς φησιν Ἡσαί̈ας ὁ προφήτης, λογισάμενος, ὅτι «Θήσω τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.» Ἐρώτ. ια. Τίνος δὲ χάριν συνεχώρησεν αὐτῷ ὁ Θεὸς πολεμεῖν τὸ γένος τῶν ἀνθρώπων; Ἀπόκ. Ὅπως καὶ οἱ ἀγαπῶντες τὸν Θεὸν φανερωθῶσι, καὶ προσκείμενοι ταῖς ἡδοναῖς ἐλεγχθῶσιν. Ἀντιδίκου γὰρ μὴ προσκειμένου οἱ γνήσιοι στρατιῶται τοῦ βασιλέως οὐ φανεροῦνται. Ὁ οὖν διάβολος αἴτιος νίκης καὶ στεφάνων γίνεται καὶ τιμῶν τοῖς ἀγαπῶσι τὸν Θεόν. Ἐρώτ. ιβ. Πεσόντος τοῦ διαβόλου ἐκ τῶν οὐρανῶν, πῶς γέγραπται ἐν τῷ Ἰὼβ, ὅτι ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον Κυρίου, καὶ ὁ διάβολος ἐν μέσῳ αὐτῶν; Ἀπόκ. Οὐκ εἶπεν ἡ Γραφὴ, ὅτι ἦλθεν ὁ διάβολος ἐν τοῖς οὐρανοῖς ἐν μέσῳ τῶν ἀγγέλων·
PG 28:605πρόδηλον οὖν, ὅτι ἐπὶ τῆς γῆς. Καὶ γὰρ ὅπου ἐάν εἰσιν οἱ ἅγιοι ἄγγελοι, τῷ Θεῷ παρίστανται. Πλὴν δεῖ εἰδέναι, ὅτι ὁ Θεὸς διά τινος ἁγίου ἀγγέλου πρὸς τὸν διάβολον διελέγετο, καθάπερ καὶ βασιλεὺς, διά τινος μέσου ἀνθρώπου, πρὸς τὸν κατάδικον. Ἐρώτ. ιγ. Ἆρα ἰσχύει φάρμακον ἀποκτεῖναι ἄνθρωπον; Ἀπόκ. Δίκαιον μὲν οὐδαμῶς· ἀλλ’ οὐδὲ προσεγγίσαι αὐτῷ· ἁμαρτωλὸν δὲ καὶ, τοῦ Θεοῦ συγχωροῦντος. Ἐπεὶ οὐδὲ κατὰ χοίρων ἔχει ἐξουσίαν, ὡς ἐν τοῖς Εὐαγγελίοις ἠκούσαμεν. Ἐρώτ. ιδ. Ποίαν εὐχὴν καὶ ῥῆμα παρὰ πᾶσαν εὐχὴν καὶ ῥῆμα φοβοῦνται οἱ δαίμονες καὶ ὁ διάβολος; Ἀπόκ. Διηγήσαντό τινες πνευματοφόροι ἄξιοι τοῦ πιστεύεσθαι, ὅτιπερ αὐταῖς ὄψεσί ποτε φανεὶς αὐτοῖς ὁ διάβολος, καὶ τοῦτο τὸ ἐρώτημα ἐρωτηθεὶς ὑπ’ αὐτῶν ἀπεκρίνατο, ὅτι οὐκ ἔστιν ἐν πάσῃ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ ῥῆμα ἐκφοβοῦν καὶ διασκορπίζον πᾶσαν ἡμῶν τὴν δύναμιν, ὡς ἡ ἀρχὴ τοῦ ξζ ψαλμοῦ. Ὡς οὖν ὁ διάβολος τοῦτο εἴρηκεν, ἀρξαμένων αὐτῶν τοῦ ψαλμοῦ, καὶ εἰρηκότων μόνον τὸ πρῶτον ῥῆμα, τὸ, «Ἀναστήτω ὁ Θεὸς,» εὐθέως ὀλολύζων ἄφαντος ἐγένετο ὁ διάβολος, ἔργοις δείξας τῆς εὐχῆς τὴν ἐνέργειαν. Ἐρώτ. ιε.
Πόθεν κινοῦνται ἐν τῇ καρδίᾳ τοῦ ἀνθρώπου διαλογισμοὶ καὶ λόγοι βλάσφημοι καὶ ἀθέμιτοι, καὶ αὐτὸν τὸν Θεὸν ὑβρίζοντες πολλάκις, οὓς οὐ βεβούλευται λαλῆσαι ἡ ψυχὴ, ἢ γλῶσσα τοῦ ἀνθρώπου ὀνομάσαι; Ἀπόκ. Τοῦτο ὁ διάβολός ἐστιν ἐργαζόμενος, καὶ οὗτος τὰ τοιαῦτα ἀθέμιτα ἐν τῇ ψυχῇ τοῦ ἀνθρώπου ὑποβάλλει, λαλῶν κατὰ τοῦ Θεοῦ ῥήματα, εἰς ἀπόγνωσιν τὸν ἄνθρωπον ἐνέγκαι βουλόμενος. Ἀλλ’ οὐκ ἐκ τούτου τὸ σύνολον κατακρίνεται ὁ ἄνθρωπος· μὴ γένοιτο Πολλάκις δὲ καὶ ἐξ οἰήσεως ὁ τοιοῦτος λογισμὸς ἐπανάγεται τῷ ἀνθρώπῳ· ἀπαλλάττεται δὲ αὐτοῦ γῆν καὶ σποδὸν ἑαυτὸν λογιζόμενος, καὶ μηδ’ ὅλως εἰς μέτρον τὸν τοιοῦτον λογισμὸν ἔχων, ἀλλὰ λέγων τῷ διαβόλῳ· «Ἡ βλασφημία σου ἐπὶ τὴν κεφαλήν σου, διάβολε. Ἐγὼ γὰρ Κύριον τὸν Θεόν μου προσκυνήσω, καὶ αὐτὸν οὐδέποτε βλασφημήσω.» Ἀσφαλῶς οὖν προσεκτέον τοῖς εἰρημένοις. Πολλοὶ γὰρ τῶν ἀνθρώπων ὑπὸ τούτου τοῦ λογισμοῦ κρατηθέντες, οἱ μὲν ἑαυτοὺς ἐκρήμνισαν, οἱ δὲ, εἰς ἀπόγνωσιν ἐλθόντες, ἀπώλοντο. Ἐρώτ. ι. Ἀκόλουθον ἡγούμεθα μετὰ τὸν περὶ Θεοῦ καὶ ἀγγέλων λόγον, τρίτον τὸν περὶ ψυχῶν λοιπὸν λόγον εἰς μέσον προσενεχθῆναι.
Πολλὴ γὰρ ὡς ἀληθῶς καὶ ἡ περὶ τούτου παρὰ ἀνθρώποις ὑπάρχει ζήτησίς τε καὶ ἀμφιβολία· λέγω δὴ, τί αὐτὸ χρῆμά ἐστιν ἡ ψυχὴ τοῦ ἀνθρώπου; καὶ πόθεν αὕτη συνίσταται ἐν τῷ σώματι; καὶ πότε καὶ πῶς τοῦ σώματος χωρίζεται; καὶ τί μέχρι τῆς ἀναστάσεως διαπράττεται; οὐδεὶς γὰρ ἐκ νεκρῶν ἐν τῷ βίῳ ἐπιδημήσας ταῦτα ἡμῖν ἀπήγγειλεν, ἢ ἐπιστώσατο· Διὸ ὡς τοῖς πολλοῖς ἀκατάληπτον τὸν περὶ τῆς ψυχῆς λόγον διδαχθῆναι ἠρωτήσαμεν τὴν σὴν ἁγιότητα. Ἀπόκ. Ἡ μὲν τοῦ ἀνθρώπου ψυχή ἐστιν οὐσία νοερὰ, ἀσώματος, ἀπαθὴς, ἀθάνατος· οὐ μὴν δὲ ἄγγελός ποτε ἦν ἡ ψυχὴ, ὡς οἱ Ὠριγενιασταὶ μυθεύονται· οὐδὲ προϋπάρχουσιν αἱ ψυχαὶ τῶν σωμάτων, ὡς οἱ Μανιχαῖοι δογματίζουσιν· ἀλλ’ ὥσπερ τοῦ λίθου καὶ τοῦ σιδήρου συγκρουομένων, ἐκ τῶν ἀμφοτέρων τίκτεται τὸ πῦρ· οὕτω καὶ ἐπὶ τῆς τοῦ ἀνδρὸς καὶ γυναικὸς συμπλοκῆς συνίσταται Θεοῦ κελεύσει σῶμα καὶ ψυχή. Καὶ πειθέτω σε ὁ ἅγιος Ἀπόστολος λέγων· «Σπείρεται σῶμα ψυχικόν· ἐγείρεται σῶμα πνευματικὸν,» δηλονότι ἐν τῇ ἀναστάσει. Ἐρώτ. ιζ. Πόθεν δὲ δῆλον ὅτι ἐν τῷ καιρῷ τοῦ θανάτου οὐ συναποθνήσκει μετὰ τοῦ σώματος ἡ ψυχή; Τινὲς γὰρ οὕτω νομίζουσιν. Ἀπόκ.
PG 28:608Ὁ τοῦ Θεοῦ Υἱὸς καὶ Λόγος Ἰησοῦς ὁ Χριστὸς προφανῶς ἡμᾶς διδάσκει τὸ θνητὸν τοῦ σώματος, καὶ τὸ ἀθάνατον τῆς ἡμετέρας ψυχῆς, λέγων· «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι.» Πρόδηλον ὡς ἀθάνατος καὶ ἀπὸ Θεοῦ ὑπάρχει. Ἐρώτ. ιη. «Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος.» Ποίῳ δὲ ἄρα τρόπῳ ἡ ψυχὴ χωρίζεται ἀπὸ τοῦ σώματος; Ἀπόκ. Ἐκ τεσσάρων στοιχείων πιστεύομεν τὸ σῶμα τοῦ ἀνθρώπου συνίστασθαι· λέγω δὴ ἐξ αἵματος, καὶ φλέγματος, καὶ χυμοῦ, καὶ χολῆς· ἤγουν ἐκ θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ, τουτέστιν ἐκ πυρὸς, καὶ ὕδατος, καὶ ἀέρος, καὶ γῆς. Τὸ μὲν γὰρ αἷμα ὥσπερ θερμὸν καὶ ζωτικὸν στοιχεῖον, δῆλον ὅτι ἐκ τοῦ πυρός· ὁ δὲ χυμὸς, ὡς ὑγρὸς, πρόδηλον ὅτι ἐξ ἀέρος· ἡ δὲ χολὴ ὡς ξηρὰ πρόδηλον ἀπὸ γῆς· τὸ δὲ φλέγμα ὡς ψυχρὸν, εὔδηλον ἐξ ὕδατος. Καὶ τούτοις τοῖς τέσσαρσιν ὥσπερ καὶ τέσσαρσι τοίχοις ἐν οἴκῳ τοῦ σώματος δίκην τινὸς περιστερᾶς ἀποκέκλεισται ἡ ψυχή.
Τῷ γοῦν καιρῷ τοῦ θανάτου ἐπιτροπῇ τοῦ Θεοῦ, ὑποχωρούντων ἐξ ἀλλήλων τῶν τεσσάρων στοιχείων, ὡς ἂν εἴποις, διαλύονται οἱ τέσσαρες τοῦ οἴκου τοῖχοι, καὶ ἀναχωρεῖ ἡ ἔνδον ἀποκεκλεισμένη περιστερὰ, ἤγουν ἡ ψυχή· καὶ πρῶτον μὲν ἀποχωρεῖ τὸ αἷμα, ἤγουν τὸ θερμὸν καὶ ζωτικόν. Ὅθεν τὰ νεκρὰ σώματα χολὴν μὲν ἔχουσι μετὰ θάνατον καὶ φλέγμα καὶ χυμὸν, αἷμα δὲ οὐκ ἔχουσιν. Ἐρώτ. ιθ. Ποῦ δὲ ἄρα θέλομεν λέγειν, ὅτι εἰσὶν αἱ προλαβοῦσαι τῶν ἀνθρώπων ψυχαί; Ἀπόκ. Ξένον μὲν καὶ φοβερὸν τὸ ἐρώτημα, καὶ παρὰ ἀνθρώποις ἀποκεκρυμμένον. Οὐ γὰρ συνεχώρησεν ὁ Θεὸς ἐπαναλῦσαί τινα πρὸς ἡμᾶς ἐκεῖθεν, καὶ διηγήσασθαι ποῦ ἢ πῶς εἰσιν αἱ ἀφ’ ἡμῶν ἀπελθοῦσαι ψυχαί. Ὅμως ἐκ τῶν Γραφῶν μανθάνομεν, ὅτι αἱ μὲν τῶν ἁμαρτωλῶν ψυχαὶ ἐν τῷ ᾅδῃ ὑπάρχουσιν ὑποκάτω πάσης τῆς γῆς καὶ τῆς θαλάττης εἰσὶν, ὥς φησιν ὁ ψαλμὸς, «Ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου καὶ ἐν λάκκῳ κατωτάτῳ,» καὶ ὡς γέγραπται ἐν τῷ Ἰώβ·
PG 28:609«Εἰς γῆν σκοτεινὴν καὶ γνοφερὰν, εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾷν ζωὴν βροτοῖς,» αἱ δὲ τῶν δικαίων ψυχαὶ μετὰ τὴν Χριστοῦ παρουσίαν, ὡς ἐκ τοῦ λῃστοῦ τοῦ ἐν τῷ σταυρῷ μανθάνομεν, ὅτι ἐν τῷ παραδείσῳ ὑπάρχουσιν. Οὐ γὰρ διὰ μόνην τὴν ψυχὴν τοῦ ἁγίου λῃστοῦ Χριστὸς ὁ Θεὸς ἡμῶν ἤνοιξε τὸν παράδεισον, ἀλλὰ καὶ διὰ πάσας λοιπὸν τὰς τῶν ἁγίων ψυχάς. Ἐρώτ. κ. Τί οὖν, ἀπέλαβον οἱ δίκαιοι τὰ ἀγαθὰ, καὶ οἱ ἁμαρτωλοὶ τὴν κόλασιν; Ἀπόκ. Οὐδαμῶς. Ὅμως δὲ τὴν χαρὰν ταύτην ἔχουσιν αἱ τῶν ἁγίων ψυχαί· καὶ ἔστιν αὕτη μερικὴ ἀπόλαυσις, ὥσπερ καὶ ἡ λύπη, ἢν οἱ ἁμαρτωλοὶ ἔχουσι, μερικὴ κόλασις, καὶ ὥσπερ μεταςτέλλεται βασιλεὺς φίλους αὐτοῦ ἐπὶ τῷ συναριστῆσαι αὐτῷ ὡσαύτως καὶ καταδίκους ἐπὶ τὸ κολάσαι αὐτούς. Καὶ οἱ μὲν εἰς τὸ ἄριστον κληθέντες ἐν χαρᾷ εἰσιν ἔμπροσθεν τοῦ οἴκου τοῦ βασιλέως ἕως τῆς ὥρας τοῦ ἀρίστου· οἱ δὲ κατάδικοι ἐν φυλακῇ ἀποκεκλεισμένοι, ἐν λύπῃ ὑπάρχουσιν, ἕως οὗ ἔλθῃ ὁ κριτής. Οὕτω δεῖ λοιπὸν νοεῖν καὶ ἐπὶ τῶν ἐκεῖσε νῦν ἀφ’ ἡμῶν προλαβουσῶν ψυχῶν, λέγω δὴ δικαίων καὶ ἁμαρτωλῶν. Ἐρώτ. κα.
Εἰ οὖν οὐδεὶς καθ’ ἃ εἴρηκας, οὔτε ἐν βασιλείᾳ, οὔτε ἐν γεέννῃ εἰσελήλυθε· πῶς περὶ τοῦ πλουσίου τοῦ κατὰ τὸν Λάζαρον ἀκούομεν, ὅτι, ἐν τῷ πυρὶ καὶ βασάνοις ὑπάρχων, πρὸς τὸν Ἀβραὰμ διελέγετο; Ἀπόκ. Ὁ Κύριος παραβολικῶς ὅλα τὰ κατὰ τὸν Λάζαρον καὶ τὸν πλούσιον εἴρηκεν, ὥσπερ καὶ περὶ τῶν δέκα παρθένων, καὶ τῶν λοιπῶν παραβολῶν. Οὐ γὰρ ἐν πράγματι γέγονεν ἡ τοῦ Λαζάρου παραβολή. Διότι οὐχ ὁρῶσιν οἱ ἁμαρτωλοὶ ἐν γεέννῃ τοὺς δικαίους τοὺς μετὰ Ἀβραὰμ ὄντας ἐν τῇ βασιλείᾳ. Ἀλλ’ οὔτε δὲ πάλιν ἐπιγινώσκει τις τὸν πλησίον αὐτοῦ, ἐκεῖσε ἐν σκότει ὑπάρχων. Ἐρώτ. κβ. Πῶς τοῦτο; Καὶ γὰρ φοβερὸς ὁ λόγος καὶ ξένος, ὅτι οὐκ ἐπιγινώσκομεν ἀλλήλους ἐκεῖ, ἀλλὰ ἀγνώριστοι ἀδελφοὶ ἀδελφοῖς, καὶ πατέρες υἱοῖς, καὶ φίλοι φίλοις καθεστήκαμεν. Ἀπόκ. Ὁ ἐπιγνωρισμὸς ἐκ σωματικῶν σημείων γίνεσθαι πέφυκε. Αἱ δὲ ἀσώματοι ψυχαὶ ὅμοιαι ἀλλήλαις κατὰ πάντα τρόπον ὑπάρχουσιν, ὥσπερ ἐπὶ πλήθους τινῶν ἀσπίλων καὶ ὁμοίων περιστερῶν ἢ μελισσῶν, οὐ διαφερουσῶν μία τῆς μιᾶς, οὔτε σεμνότητι, οὔτε μεγαλειότητι, ἀλλὰ κατὰ πάντα ἐν ἰσότητι ἀλλήλαις οὔσαις.
PG 28:612Τοῦτο δὲ λέγω ἐπὶ τῶν ἐν τῷ ᾅδῃ καταδικασθεισῶν ψυχῶν τῶν ἁμαρτωλῶν, ὅτι ἑαυτὰς οὐκ ἐπιγινώσκουσι. Ταῖς γὰρ τῶν δικαίων ψυχαῖς καὶ τοῦτο ὁ Θεὸς τὸ ἀγαθὸν, λέγω δὴ τὸν ἐπιγνωρισμὸν, ἐδωρήσατο. Ἐρώτ. κγ. Δεδόσθω τοίνυν κατὰ τὸν σὸν λόγον, αἱ ψυχαὶ ἀλλήλας οὐκ ἐπιγινώσκουσι νῦν· εἶτα ἆρα οὔτε ἐν τῇ ἀναστάσει ἐπιγνώσονται ἀλλήλους οἱ ἁμαρτωλοὶ, λέγω δὲ οἱ ἐκ μιᾶς χώρας καὶ οἴκου καὶ γένους ὑπάρχοντες; Ἀπόκ. Οὔτε ἐν τῇ ἀναστάσει. Ἐρώτ. κδ. Τίνος χάριν; Ἀπόκ. Ὅτιπερ ἅπαντα τὰ ἐκ φθορᾶς καὶ σπορᾶς ἐπισυμβάντα τοῖς ἡμετέροις σώμασι σχήματα καὶ σημεῖα, καὶ παθήματα, δι’ ὧν ἀλλήλους ἐπιγινώσκομεν ὧδε, ἐν τῇ ἀναστάσει τῶν νεκρῶν σὺν τῇ σπορᾷ καὶ φθορᾷ καταργοῦνται. Καὶ ὥσπερ ἀπ’ ἀρχῆς ὁ Θεὸς ἕνα ἄνθρωπον ἐποίησεν, οὕτω καὶ ἐν τῇ παλιγγενεσίᾳ πάντες ὡς εἷς ἄνθρωπος ἐπανιστάμεθα· τουτέστι πᾶσα ἀνθρώπου εἰκὼν ὁμοία τῆς τοῦ Ἀδὰμ εἰκόνος καὶ πλάσεως, καὶ μεγέθους καὶ σχήματος.
Διὸ οὐκ ἔστιν ἐν τῇ ἀναστάσει ἄρσεν καὶ θῆλυ, οὐδὲ μικρὸς καὶ μέγας, οὐδὲ μέλας καὶ λευκὸς, οὐδὲ ξανθότης καὶ πυῤῥότης, ἢ σιμότης ἢ γρυπότης, οὐδὲ διάφορα σχήματα, καὶ πρόσωπα, καὶ χρώματα, καὶ παθήματα, καὶ σκηνώματα. Ταῦτα γὰρ πάντα ἀπὸ σπορᾶς καὶ φθορᾶς γινόμενα σὺν τῇ φθορᾷ καταργοῦνται. Καὶ πῶς λοιπὸν ἐπιγνώσεται, εἰπέ μοι, πατὴρ τὸ ἴδιον τέκνον νήπιον τελευτῆσαν, καὶ τριακονταετῆ τέλειον ἄνθρωπον ἀνιστάμενον, καθὼς καὶ ὁ Χριστὸς τριακονταετὴς ἐβαπτίσθη; Ἢ πῶς γνωσθήσεται ὁ τελευτήσας Αἰθίοψ λευκὸς ἀνιστάμενος· ἢ ὁ ἀποθανὼν λελωβημένος, ὑγιὴς ἀνιστάμενος; Εἰ δὲ δύσπιστά σοι ταῦτα φαίνονται, ἄκουσον τοῦ Κυρίου πρὸς τοὺς Σαδδουκαίους λέγοντος, ὅτι «Ἐν τῇ ἀναστάσει τῶν νεκρῶν οὔτε γαμοῦσιν, οὔτε γαμίζονται· ἀλλ’ ἔσονται ὡς ἄγγελοι.» Οὐκοῦν ὥσπερ οἱ ἄγγελοι μιᾶς ἰδέας καὶ σχήματος ὑπάρχουσιν· οὕτω πιστεύομεν καὶ ἐπὶ τῆς ἡμετέρας φύσεως ἐν τῇ ἀναστάσει διὰ τῆς ἀφθαρσίας λοιπὸν γίνεσθαι. Καὶ ὥσπερ ἐπὶ τοῦ σίτου στάχυν ἐποίησεν ὁ Θεὸς ἀπ’ ἀρχῆς, καὶ ἐκ τοῦ στάχυος γέγονεν ὁ κόκκος, καὶ πάλιν σπειρόμενος ἀναβλαστάνει στάχυς·
PG 28:613οὕτω καὶ ὁ ἄνθρωπος γέγονεν ὑπὸ τοῦ Θεοῦ φυλάττων τὴν ἐντολὴν ἄφθαρτος· εἶτα διὰ τῆς παρακοῆς συνετρίβη, καὶ γέγονε φθαρτός· σπειρόμενος δὲ διὰ τοῦ θανάτου καὶ χωννύμενος ἐν τῇ γῇ, ἀναβλαστάνει ὥσπερ ἦν ἀπ’ ἀρχῆς ἄφθαρτος. Ἐρώτ. κε. Ἆρα ἐπισκέπτονται τὸν βίον αἱ προλαβοῦσαι τῶν ἀνθρώπων ψυχαὶ, ἢ οὔ; Ἀπόκ. Οὐδαμῶς. Ἄκουσον γὰρ τοῦ προφήτου Δαβὶδ περὶ τῶν τελευτώντων ἀνθρώπων λέγοντος· «Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει. Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.» Περὶ δὲ τῶν ψυχῶν τῶν ἁγίων οὐ χρὴ ἀμφιβάλλειν. Ἐρώτ. κ. Καὶ εἰ ταῦτα οὕτω, πῶς ἐπιφαίνονται οἱ ἅγιοι πολλάκις ἐν τοῖς ἑαυτῶν ναοῖς καὶ σωροῖς; Ἀπόκ. Ξένον καὶ παράδοξον τὸ ἐπερώτημα, καὶ πιστοτάτης ψυχῆς δεόμενον εἰς ἀπόκρισιν. Ὅμως εἰ χωρεῖς, ἄκουσον μὴ ὀκλάζων τῷ λογισμῷ. Αἱ ἐν τοῖς ναοῖς καὶ σωροῖς τῶν ἁγίων γινόμεναι ἐπισκιάσεις καὶ ὀπτασίαι οὐ διὰ τῶν ψυχῶν τῶν ἁγίων γίνονται, ἀλλὰ δι’ ἀγγέλων ἁγίων μετασχηματιζομένων εἰς τὸ εἶδος τῶν ἁγίων.
Πῶς γὰρ, εἰπέ μοι, μία οὖσα ψυχὴ τοῦ μακαρίου Πέτρου ἢ Παύλου δύναται κατ’ αὐτὴν τὴν ῥοπὴν ἐν τῇ μνήμῃ αὐτοῦ ἐπιφανῆναι ἐν χιλίοις ναοῖς αὐτοῦ, ἐν ὅλῳ τῷ κόσμῳ; τοῦτο γὰρ οὔτε ἄγγελος εἷς δύναται ποιῆσαί ποτε. Μόνου γὰρ τοῦ Θεοῦ ἐστιν ἐν δυσὶ τόποις καὶ ἐν ὅλῳ τῷ κόσμῳ ἐν αὐτῇ τῇ ῥοπῇ εὑρίσκεσθαι. Ἐπεὶ καὶ αὐταὶ αἱ νοεραὶ δυνάμεις ἀπολιμπάνονται πάντως τῆς ἐν οὐρανοῖς δοξολογίας, ἡνίκα δ’ ἂν ἀποστέλλωνται εἰς διακονίαν ἐπὶ τῆς γῆς. Ἐρώτ. κζ. Τί διαφέρει ἡ οὐσία τοῦ ἀγγέλου τῆς οὐσίας τῆς ψυχῆς τοῦ ἀνθρώπου; Ἀπόκ. Τρεῖς οὐσίας ἀκαταλήπτους παρὰ ἀνθρώποις εὑρίσκομεν, ἃς οὐδεὶς οὐδαμῶς οὔτε εἶδεν, οὔτε ἰδέσθαι ἐπὶ γῆς δύναται, ὡς εἰσὶ, λέγω δὴ Θεοῦ καὶ ἀγγέλων καὶ ψυχῶν· ὅμως στοχαζόμεθα, ὅτιπερ ὅσον διαφέρει τῆς σελήνης ὁ ἥλιος, τοσοῦτον ὑπερέχει καὶ λαμπροφορεῖ ἡ τῶν ἀγγέλων οὐσία τῆς οὐσίας τῶν ψυχῶν ἀνθρώπων. Ἐρώτ. κη. Καὶ πῶς οἱ προφῆται φαίνονται πολλάκις ἰδόντες τὸν Κύριον; Ἀπόκ.
Μετὰ πάντας τοὺς προφήτας καὶ μετ’ αὐτὴν τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ εἶπεν ὁ ἅγιος ἀπόστολος καὶ εὐαγγελιστὴς καὶ θεολόγος Ἰωάννης, ὅτι «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» Καὶ ἵνα πιστώσηται ὡς φοβερὸν καὶ ξένον τὸ ῥῆμα, ἐπήγαγεν, ὅτι «Ὁ Μονογενὴς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.» Ὅθεν καὶ ὁ ἅγιος ἀπόστολος Παῦλός φησιν· «Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὔτε ἰδεῖν δύναται.» Ὥστε οὐδεὶς ἀνθρώπων δύναται Θεοῦ οὐσίαν γυμνὴν ἰδεῖν οὐδαμοῦ· ἀλλὰ, πρὸς τὴν τῶν ἀνθρώπων ἀσθένειαν συγκαταβατικῶς ὁ Θεὸς σχηματιζόμενος, τοῖς προφήταις ἐφαίνετο. Ἀμέλει καὶ ἄσαρκος τότε ὑπάρχων, ὡς ἄνθρωπος αὐτοῖς πολλάκις ἐφαίνετο σεσαρκωμένος. Ὅθεν πρόδηλον ὅτι, οὐ τὴν οὐσίαν τοῦ Θεοῦ ἔβλεπον, ἀλλὰ τὴν δόξαν. Ὅπερ καὶ ἐπὶ τῶν ἀγγέλων καὶ τῶν γυμνῶν ψυχῶν χρὴ ἐννοεῖν. Μόνη δὲ ἡ ἁγία Θεοτόκος, γυμνὴν οὐσίαν, ὡς ἔστι, τοῦ ἀρχαγγέλου Γαβριὴλ ἐθεάσατο. Ἐρώτ. κθ. Τί οὖν; Οὐδὲ οἱ ἄγγελοι κατ’ οὐσίαν φαίνονται ἐπὶ τῆς γῆς τοῖς ἀνθρώποις; Ἀπόκ. Οὐδαμῶς· οὔτε γὰρ δύναται φθαρτὸς ὁ ὀφθαλμὸς θεωρῆσαι οὐσίαν ἄφθαρτον. Ἐντεῦθεν δὲ ἔστι σαφῶς ἐπιγνῶναι, ὅτι οὐ κατ’ οὐσίαν φαίνονται ἡμῖν οἱ ἄγγελοι·
PG 28:616ἐπειδὴ οὐχ ἑνὶ σχήματι ἐπὶ τῆς γῆς ἐμφανίζονται, ἀλλ’ οἱ μὲν ἐν σχήματι νεανίσκων μετασχηματιζόμενοι· οἱ δὲ ἐν εἴδει στρατιωτῶν. Καὶ ἁπλῶς πολλαὶ αὐτῶν αἱ μορφαὶ, μία δὲ ἡ οὐσία. Ἐρώτ. λ. Τί δέ ἐστιν ὅρος οὐσίας ἀγγέλων; Ἀπόκ. Ἄγγελός ἐστι ζῶον λογικὸν, ἄϋλον, ὑμνολογικὸν, ἀθάνατον. Ἐρώτ. λα. Τί δὲ τὸ ἔργον τῶν ἐπουρανίων δυνάμεων ἐν οὐρανοῖς ὑπάρχει; Ἀπόκ. Ὕμνος ἄληκτος, καὶ αἶνος ἄπαυστος τῆς μεγαλοπρεπείας τοῦ Θεοῦ· τάχα δὲ καὶ εὐχὴ ἔμμονος ὑπὲρ τῆς σωτηρίας ἡμῶν. Ἐπειδὴ δὲ καὶ αὗται αἱ τάξεις καὶ στρατιαὶ λέγονται, δεῖ λοιπὸν ἐννοεῖν τάξιν διδασκαλικὴν, τάξιν ἐπιτρεπτικὴν, τάξιν προνοητικὴν, τάξιν διακονικὴν, τάξιν τιμωρητικὴν, τάξιν ψυχοχωριστικὴν, τάξιν ἐν ἄλλοις παραμονητικήν. Ὥσπερ δὲ τάξεων διαφορὰς ἐν ταῖς ἄνω δυνάμεσιν ἔγνωμεν, οὕτω καὶ στάσεως καὶ γνώσεως. Οἱ μὲν οὖν θρόνοι καὶ τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ ἀμέσως παρὰ τοῦ Θεοῦ μανθάνουσιν, ὡς πάντων ἀνώτερα καὶ Θεῷ πλησιάζοντα· ταῦτα δὲ διδάσκει τὰ κατώτερα τάγματα, καὶ οὕτως ἐφεξῆς τὰ ἀνώτερα διδάσκει τὰ κατώτερα· τὸ δὲ κατώτερον πάντων τάγμα εἰσὶν οἱ ἅγιοι ἄγγελοι, οἱ καὶ τῶν ἀνθρώπων ὄντες διδάσκαλοι.
Ἐρώτ. λβ. Ἆρα δὲ μέμνηνται ἡμῶν αἱ ἀπελθοῦσαι ψυχαὶ, ὥσπερ καὶ οἱ ἄγγελοι ἡμῶν μνημονεύουσιν; Ἀπόκ. Αἱ μὲν τῶν ἁγίων ψυχαὶ πάντως, αἱ δὲ τῶν ἁμαρτωλῶν ἐν τῷ ᾅδῃ οὖσαι, οὐδαμῶς. Τὴν γὰρ μένουσαν αὐτοῖς ἐκδεχόμενοι κόλασιν, εἰκότως περὶ ταύτης καὶ μόνον μεριμνῶσι, μηδενὸς ἑτέρου φροντίζοντες. Ἐρώτ. λγ. Τί δὲ νῦν ἄρα τὸ ἔργον ἐκεῖ τῶν προαπελθουσῶν ψυχῶν; Ἀπόκ. Ψυχὴ σώματος ἀπηλλαγμένη οὔτε ἀγαθόν τι οὔτε πονηρὸν διαπράξασθαι δύναται. Αἱ γὰρ ὀπτασίαι, ἃς βλέπουσί τινες περὶ τῶν ἐκεῖσε, οἰκονομικῶς ὁ Θεὸς ταύτας δείκνυσι πρὸς ὠφέλειαν. Ὥσπερ γὰρ ἡ λύρα, ἐὰν μὴ ἔχῃ τὸν κρούοντα, ἀργὴ ὁρᾶται καὶ ἄπρακτος· οὕτω καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα, ἐξ ἀλλήλων χωρισθέντα, οὐδὲν ἐνεργῆσαι δύνανται. Αἱ γοῦν τῶν ἁγίων ψυχαὶ, ὑπὸ τοῦ ἁγίου Πνεύματος ἐνεργούμεναι, μετὰ ἀγγέλων ἐν χώρᾳ ζώντων Θεὸν ὑμνοῦσι καὶ ἀγάλλονται. Ἐρώτ. λδ. Τί οὖν; οὐκ αἰσθάνονταί τινος εὐεργεσίας καὶ αἱ τῶν ἁμαρτωλῶν ψυχαὶ, γινομένων ὑπὲρ αὐτῶν συνάξεων καὶ εὐποιῶν καὶ προσφορῶν; Ἀπόκ. Εἰ μή τινες εὐεργεσίας μετεῖχον ἐκ τούτου, οὐκ ἂν ἐν τῇ προσκομιδῇ ἐμνημονεύοντο.
PG 28:617Ἀλλ’ ὥσπερ ὅταν ἡ ἄμπελος ἀνθεῖ ἔξω ἐν τῷ ἀγρῷ, αἰσθάνεται δὲ τῆς ὀσμῆς αὐτῆς ὁ ἀποκεκλεισμένος οἶνος, καὶ συνανθεῖ καὶ αὐτός· οὕτω νόει καὶ τὰς τῶν ἁμαρτωλῶν ψυχὰς μετέχειν εὐεργεσίας τινὸς ἐκ τῆς ὑπὲρ αὐτῶν γενομένης ἀναιμάκτου θυσίας καὶ εὐποιίας, ὡς μόνος ἐπίσταται καὶ κελεύει ὁ ζώντων καὶ νεκρῶν ἐξουσιαστὴς καὶ Θεὸς ἡμῶν. Ἐρώτ. λε. Ἆρα δυνατὸν γνῶναι, τίνος χάριν οὐ συνεχώρησεν ὁ Θεὸς ψυχήν τινος τῶν ἐκεῖ ἀπελθόντων ἐπανελθεῖν πρὸς ἡμᾶς, καὶ διηγήσασθαι, πῶς εἰσι τὰ πράγματα ἐν τῷ ᾅδῃ, καὶ τίς ἡ ἀνάγκη ἡ ἐκεῖ ὑπάρχουσα; Ἀπόκ. Πολλὴ ἐντεῦθεν πλάνη ἐν τῷ βίῳ τίκτεσθαι ἔμελλε. Πολλοὶ γὰρ τῶν δαιμόνων ἐν σχήμασιν ἀνθρώπων τῶν κοιμηθέντων εἶχον μετασχηματίζεσθαι, καὶ ἔμελλον ἐκ νεκρῶν ἐγηγέρθαι αὐτοὺς λέγειν, καὶ πολλὰ ψευδῆ πράγματα καὶ δόγματα περὶ τῶν ἐκεῖ εἶχον ἡμῖν ἐγκατασπεῖραι πρὸς τὴν ἡμῶν πλάνην καὶ ἀπώλειαν. Ἐρώτ. λ. Πολλοὶ λέγουσιν ὅτι συνέφερε τῷ ἀνθρώπῳ προγινώσκειν τὴν ἡμέραν τῆς αὐτοῦ τελευτῆς. Ἀπόκ. Ἐὰν πάντα πρὸς τὸ συμφέρον ὁ Θεὸς ἐν σοφίᾳ ἐποίησεν, οὐδὲ τοῦτο ἀσκόπως ἡμῖν ἀπέκρυψεν.
Εἰ γὰρ προεγίνωσκεν ὁ ἄνθρωπος τὴν ἡμέραν τῆς ἑαυτοῦ τελευτῆς, ὅλον τὸν βίον αὐτοῦ ἔμελλεν ἀδεῶς ἐξαμαρτάνειν, καὶ πρὸ δύο πολλάκις ἢ τριῶν ἡμερῶν τῆς ἑαυτοῦ τελευτῆς ἐπιδοῦναι αὐτὸν εἰς μετάνοιαν, ἀκούσας τοῦ Θεοῦ διὰ τοῦ προφήτου εἰπόντος, ὅτι «Ἐν ᾧ εὕρω σε, ἐν ἐκείνῳ καὶ κρινῶ σε.» Καὶ ποία λοιπὸν, εἰπέ μοι, χάρις, ἵνα ἑκατὸν φόνους ποιήσῃς καταφρονῶν τοῦ Θεοῦ, καὶ δύο ἡμέρας μόνον τῶν κακῶν ἡσυχάσῃς; Ἐρώτ. λζ. Τίνος χάριν οἱ Χριστιανοὶ προσκυνοῦμεν κατὰ ἀνατολὰς, καὶ τί δήποτε οἱ Ἰουδαῖοι κατὰ νότον; Ἀπόκ. Οὐ μία ὁμοία ἡ περὶ τούτου ἀπόδειξις καὶ ἀπόκρισις. Ἑτέρως γὰρ Ἰουδαίοις ἀπολογητέον, καὶ ἑτέρως Ἕλλησιν ἑρμηνευτέον· καὶ ἄλλως πάλιν περὶ τούτου Χριστιανοῖς σαφηνιστέον. Ἰουδαίοις μὲν οὖν εἴπομεν, ὅτι τούτου χάριν οἱ πιστοὶ προσκυνοῦμεν κατὰ ἀνατολὰς, τοῦ ἁγίου Πνεύματος νομοθετήσαντος ἡμῖν διὰ τοῦ προφήτου Δαβὶδ εἰπόντος· «Προσκυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες Κυρίου.» Καὶ ἐὰν λέγῃ ὁ Ἰουδαῖος, ποῦ ἔστησαν οἱ πόδες τοῦ Κυρίου; ὁ προφήτης Ζαχαρίας διδάσκει αὐτοὺς λέγων·
PG 28:620«Καὶ στήσονται οἱ πόδες Κυρίου εἰς τὸ ὄρος τῶν Ἐλαιῶν κατ’ ἀνατολὰς κατέναντι Ἱερουσαλήμ.» Ὅθεν καὶ αὐτοὶ οἱ Ἰουδαῖοι ἐν Ἱερουσαλὴμ προσευχόμενοι κατὰ ἀνατολὰς, προσεύχονται εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. Καὶ αὕτη μὲν ἡ διὰ βραχέων πρὸς Ἰουδαίους ἀπολογία· πρὸς δὲ Ἕλληνας ἐκεῖνό φαμεν, ὅτι οὐχ ὡς ἐν ἀνατολαῖς περιγραφομένου τοῦ Θεοῦ κατὰ ἀνατολὰς προσκυνοῦμεν· ἀλλ’ ἐπειδὴ ὁ Θεὸς φῶς ἀληθινόν ἐστί τε καὶ ὀνομάζεται· τούτου χάριν πρὸς τὸ φῶς τὸ κτιστὸν ἀφορῶντες, οὐκ αὐτὸ, ἀλλὰ τὸν ποιητὴν αὐτοῦ προσκυνοῦμεν, ἐκ τοῦ λαμπροτέρου στοιχείου, τὸν πρὸ πάντων στοιχείων καὶ τῶν αἰώνων ὑπέρλαμπρον Θεὸν γεραίροντες. Οἱ δὲ πιστοὶ ἀκουέτωσαν καὶ μανθανέτωσαν, ὅτιπερ τούτου χάριν οἱ μακαριώτατοι ἀπόστολοι κατὰ ἀνατολὰς τὰς τῶν Χριστιανῶν ἐκκλησίας προσέχειν ἐποίησαν, ἵνα πρὸς τὸν παράδεισον ἀφορῶμεν· ὅθεν καὶ ἐξεπέσαμεν πρὸς τὴν ἀρχαίαν ἡμῶν πατρίδα καὶ χώραν, αἰτούμενοι τὸν Θεὸν καὶ Δεσπότην ἀποκαταστῆσαι ἡμᾶς, ὅθεν ἐξωρίσθημεν. Εἰς νότον δὲ προςέχειν Ἰουδαίοις οἱ προφῆται ἐνομοθέτησαν διὰ τὸν ἐκ νότου τῆς Ἱερουσαλὴμ, ἤγουν ἐκ Βηθλεὲμ, μέλλοντα τίκτεσθαι Κύριον· διὸ καὶ ἔλεγε προφήτης·
«Ὁ Θεὸς ἀπὸ Θαιμᾶν ἥξει,» τουτέστιν, «ἐκ νότου.» Ἐρώτ. λη. Τίνος χάριν τοῦ Χριστοῦ περιτμηθέντος, οὐ περιτεμνόμεθα καὶ ἡμεῖς, ὡς αὐτός; Ἀπόκ. Ὁ μὲν Χριστὸς, Θεοῦ Υἱὸς ὢν, πληρῶσαι ἦλθε τὸν νόμον, ἵνα μὴ νομισθῇ ἀντίθεος εἶναι καὶ ἀντίδικος τοῦ Θεοῦ τοῦ δεδωκότος τὸν νόμον. Τοῦτο γὰρ ἄνω καὶ κάτω ἐνεκάλουν αὐτῷ οἱ Ἰουδαῖοι. Αὐτοῦ δὲ ὑπὲρ ἡμῶν πληρώσαντος τὰ ἐν νόμῳ, οὐκέτι λοιπὸν ἡμεῖς ἐσμεν ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν. Διό φησι πρὸς ἡμᾶς διὰ Παύλου ὁ Χριστός· «Ὅτι, ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.» Ὥστε ἐντεῦθεν σαφῶς γινώσκομεν, ὅτι ἀλλότριοι τοῦ Χριστοῦ εἰσι πάντες οἱ περιτεμνόμενοι, εἴτε πιστοὶ, εἴτε ἄπιστοι, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, ὡς ἐν νόμῳ Μωσαϊκῷ καυχώμενοι, καὶ οὐ τῷ Χριστῷ ἑπόμενοι. Ὥσπερ γὰρ ἅπαντες οἱ τὴν δι’ αἵματος καὶ ἀλόγων θυσίαν Θεῷ προσαγαγεῖν νομίζοντες, τὴν ἀναίμακτον θυσίαν Χριστοῦ ἀνατρέπουσι καὶ βδελύσσονται· οὕτω πάντες οἱ τὴν σάρκα περιτεμνόμενοι τὴν πνευματικὴν περιτομὴν, ἤγουν τὸ ἅγιον βάπτισμα, λοιδοροῦσι καὶ ἀποστρέφονται· καὶ πάλιν ἄλλο ὅμοιον.
PG 28:621Οὐκ ἐν τῷ νόμῳ ὁ Χριστὸς τὸν διάβολον κατήργησε καὶ τοὺς δαίμονας, οὐδὲ ἐν αὐτῷ τὴν σωτηρίαν εἰργάσατο· ἀλλ’ ἐν τῷ σταυρῷ. Ὅθεν νόμον μὲν ὁρῶντες οἱ δαίμονες οὐ τρέμουσιν οὐδὲ φοβοῦνται· σταυρὸν δὲ πολλάκις ὁρῶντες τρέμουσι καὶ φεύγουσι καὶ καταργοῦνται καὶ διώκονται. Ἐρώτ. λθ. Τοῦ Θεοῦ διὰ τῶν προφητῶν ἐπιτρέποντος, μὴ προσκυνεῖν χειροποίητα, διὰ τί προσκυνοῦμεν εἰκόνας καὶ σταυρὸν, ἔργα τεκτόνων ὑπάρχοντα, καθὼς καὶ τὰ εἴδωλα τυγχάνουσιν; Ἀπόκ. Οὐχ ὡς θεοὺς προσκυνοῦμεν τὰς εἰκόνας οἱ πιστοί· μὴ γένοιτο ὡς οἱ Ἕλληνες· ἀλλὰ μόνον τὴν σχέσιν καὶ τὴν ἀγάπην τῆς ψυχῆς ἡμῶν τῆς πρὸς τὸν χαρακτῆρα τῆς εἰκόνος ἐμφανίζομεν· ὅθεν πολλάκις τοῦ χαρακτῆρος λειανθέντος, ὡς ξύλον ἀργὸν λοιπὸν τήν ποτε εἰκόνα καίομεν. Καὶ ὥσπερ Ἰακὼβ μέλλων τελευτᾷν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου, τῷ Ἰωσὴφ προσεκύνησεν, οὐ τὴν ῥάβδον τιμῶν, ἀλλὰ τὸν ταύτην κατέχοντα· οὕτω καὶ οἱ πιστοὶ οὐ δι’ ἕτερόν τινα τρόπον τὰς εἰκόνας ἀσπαζόμεθα, εἰ μὴ διὰ πόθον ὧν ἐμφανίζομεν· τοῦτο ποιοῦντες, ὡς καὶ πατέρας καὶ φίλους ἀσπαζόμεθα·
καθὼς καὶ οἱ Ἰουδαῖοί ποτε τὰς τοῦ νόμου πλάκας, καὶ τὰ δύο χερουβὶμ τὰ χρυσᾶ καὶ τὰ γλυπτὰ προσεκύνουν, οὐ τιμῶντες τὴν τοῦ λίθου καὶ χρυσίου φύσιν, ἀλλὰ τὸν ταῦτα ἐπιτρέψαντα γενέσθαι Κύριον. Οἱ δὲ ἐξ ἀλαζονείας ἀποστρεφόμενοι προσκυνεῖν τὸν σταυρὸν καὶ τὰς εἰκόνας, λεγέτωσαν οἱ ἀνόητοι πῶς μῦρα πολλάκις ἔβλυσαν αἱ ἅγιαι εἰκόνες, δυνάμει Κυρίου; πῶς βέλος δεξαμένη ἄψυχος στήλη, ὡς ἐνσώματος φύσις αἷμα παραδόξως ἐξήγαγεν; πῶς ἐκ σωρῶν καὶ λειψάνων καὶ εἰκόνων πολλάκις δαίμονες βοῶντες ἀπελαύνονται; ἵνα δὲ τοὺς ἄφρονας ἐντρέψωμεν ἐπὶ πλεῖον, ἄκουσον λόγον ἐκ πατέρων ἡμῶν διηγηθέντα περὶ εἰκόνος. Ὅτι ἐν Ἱεροσολύμοις τινὶ τῶν ἀσκητῶν ἐπετίθετο καὶ διηνώχλει ὁ πονηρὸς δαίμων. Ἐν μιᾷ οὖν φαίνεται αὐτῷ αὐταῖς ὄψεσι τὸ πνεῦμα, λέγων, ὅτι, ἐὰν θέλῃς ἵνα μή σε πολεμῶ, μὴ προσκυνήσῃς τὴν εἰκόνα ταύτην, καὶ ἀφίσταμαι ἀπὸ σοῦ. Ἦν δὲ ἡ εἰκὼν τῆς ἁγίας Θεοτόκου. Εἶτα τί φασι πρὸς ταῦτα οἱ ἐπιτρέποντες μὴ προσκυνεῖν τοὺς χαρακτῆρας τῶν ἁγίων, οὕσπερ δι’ ὑπόμνησιν καὶ μόνον ἐκτυποῦμεν, καὶ οὐ δι’ ἕτερον τρόπον; καὶ οὕτω μὲν περὶ εἰκόνων διὰ βραχέων λόγος.
Τὸν δὲ σταυρὸν πρόδηλον, ὅτι διὰ τὸν σταυρωθέντα ἐν αὐτῷ Χριστὸν προσκυνοῦμεν οἱ πιστοὶ καὶ ἀσπαζόμεθα. Ἐρώτ. μ. Οὐκοῦν, ἐπειδὴ καὶ εἰς ὄνον ὁ Χριστὸς ἐπεκάθισεν, ὀφείλομεν λοιπὸν καὶ τοὺς ὄνους ἀσπάζεσθαι; Τοῦτο γὰρ πρὸς ἡμᾶς λέγουσιν οἱ Ἰουδαίων καὶ Ἑλλήνων παῖδες. Ἀπόκ. Οὐκ ἐν τῷ ὄνῳ τὸν διάβολον ὁ Χριστὸς κατήργησε καὶ τοὺς δαίμονας, οὐδὲ ἐν αὐτῷ τὴν σωτηρίαν εἰργάσατο, ἀλλ’ ἐν τῷ σταυρῷ. Ὅθεν ὄνους μὲν ὁρῶντες οἱ δαίμονες οὐ τρέμουσιν, οὐδὲ φοβοῦνται· σταυρὸν δὲ πολλάκις ὁρῶντες τρέμουσι καὶ φρίττουσι, καὶ καταργοῦνται καὶ διώκονται. Ἐρώτ. μα. Τίνος δὲ χάριν οἱ πιστοὶ ἅπαντες σταυροὺς μὲν ἀντιτύπους τοῦ σταυροῦ τοῦ Χριστοῦ ποιοῦμεν, τῆς δὲ ἁγίας αὐτοῦ λόγχης, ἢ τοῦ καλάμου, ἢ τοῦ σπόγγου, ἀντίτυπα οὐ κατασκευάζομεν; Ἅγια γάρ εἰσι καὶ ταῦτα καθὰ καὶ ὁ σταυρός. Ἀπόκ. Τὸν μὲν τοῦ σταυροῦ τύπον ἐκ δύο ξύλων συνάπτοντες προσκυνοῦμεν.
PG 28:624Ἡνίκα δέ τις ἡμῖν τῶν ἀπίστων ἐγκαλέσειεν, ὡς ξύλον προσκυνοῦντας, δυνάμεθα τὰ δύο ξύλα χωρίσαντες, καὶ τὸν τύπον τοῦ σταυροῦ διαλύσαντες, ὡς ἀργὰ ταῦτα ἡγεῖσθαι ξύλα, καὶ τὸν ἄπιστον πεῖσαι, ὅτι οὐ τὸ ξύλον σεβόμεθα, ἀλλὰ τὸν τοῦ σταυροῦ τύπον. Ἐπὶ δὲ λόγχης ἢ καλάμου, ἢ σπόγγου, τοῦτο ποιῆσαι ἢ δεῖξαι οὐ δυνάμεθα. Ἐρώτ. μβ. Πόθεν δῆλον, ὅτι κρεῖττον πάσης τῆς ὑπ’ οὐρανὸν πίστεως οἱ Χριστιανοὶ πιστεύομεν; Πᾶσα γὰρ πίστις εὐσεβεστέραν ἑαυτὴν εἶναι νομίζει τῶν λοιπῶν πίστεων. Ἀπόκ. Πολὺς ὁ περὶ τούτου λόγος, καὶ μακρὰ ἡ Χριστιανῶν πίστεως ἀπόδοσις. Ὅμως δὲ δύο τινὰ ὁρῶντες σημεῖα παρ’ ἡμῖν, τὴν ἡμῶν εὐσέβειαν καὶ τὴν τοῦ Θεοῦ πρὸς ἡμᾶς ἀγάπην καὶ σκέπην ἐμφανίζοντα· πρῶτον μὲν, ὅτι οὐχ εὑρίσκομεν ἀπ’ ἀρχῆς αἰῶνος ἔθνος ὑπὸ πάντων ἐθνῶν πολεμηθὲν ἐπὶ χρόνους τοσούτους καὶ μὴ ἐξαλειφθὲν, εἰ μὴ μόνον τὴν τοῦ Χριστοῦ πίστιν, ἥτις οὐκ ἂν ἔμεινεν ἀνεξάλειπτος, οὕτως ὑπὸ πάντων τῶν ἐθνῶν πολεμηθεῖσα, εἰ μὴ χεὶρ Κυρίου διεφύλαττε καὶ φυλάττει αὐτὴν ἀνεξάλειπτον·
δεύτερον δὲ, ὅτιπερ οὐδεὶς βασιλεὺς Χριστιανῶν βαρβάροις ποτὲ παρεδόθη εἰς θάνατον, καίτοι τοσούτων ἐθνῶν τὸ βασίλειον πολεμησάντων. Οὐ μόνον δὲ τὸν βασιλέα, ἀλλὰ οὐδὲ τὴν ἑαυτοῦ εἰκόνα ἐκ τοῦ νομίσματος καταργῆσαι σὺν τῷ σταυρῷ ἴσχυσαν, καίπερ τινῶν τυράννων τοῦτο δοκιμασάντων. Μὴ γὰρ ψιλόν τε καὶ εὐτελές σοι πρᾶγμα τοῦτο εἶναι νομισθῇ. Εἰ μὴ γὰρ ὑπὲρ πάσας τὰς πίστεις τὴν ἡμετέραν ὁ Θεὸς ἐξελέξατο καὶ ἠγάπησεν, οὐκ ἂν αὐτὴν ἀνὰ μέσον τῶν ἐθνῶν ὡς λύκων ὄντων ἐφύλαττεν ἀβλαβῆ τε καὶ ἄτρωτον. Πλὴν οὐδὲ ἔμελλε συγχωρεῖν ὁ Θεὸς πεπλανημένην πίστιν κατακυριεύειν μετὰ τὴν σάρκωσιν τοῦ Υἱοῦ αὐτοῦ καὶ Θεοῦ ἡμῶν, τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἐπὶ πάντα τὰ πέρατα τῆς γῆς. Ὅθεν καὶ αὐτὸ τοῦτο, τὸ ἐν πᾶσι τοῖς ἔθνεσι πιστευθῆναι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, μαρτυρία ἐστὶν ἀψευδὴς, ὅτι οὐκ ἔστιν ἄλλη πίστις εὐσεβὴς ἐν τῇ ὑπ’ οὐρανόν. Ἐρώτ. μγ. Καὶ εἰ ταῦτα οὕτως ἔχει, πῶς ὁ Σατανᾶς οὐ διεῖλεν ἄλλην πίστιν ἐπὶ γῆς εἰς τοσαύτας αἱρέσεις, εἰ μὴ τὴν τῶν Χριστιανῶν; Ἀπόκ. Ὡς ἀντικειμένην αὐτῷ δηλονότι καὶ καταργοῦσαν αὐτόν.
PG 28:625Ποία γὰρ, εἰπέ μοι, φροντὶς ἢ μέριμνα τῷ Σατανᾷ, Ἰουδαίους, ἢ Σαμαρείτας, ἢ Ἕλληνας πολεμῆσαι, ἢ μερίσαι εἰς αἱρέσεις καὶ πίστεις διαφόρους; Πᾶσαι γὰρ αὗται αὐτοῦ εἰσι, καὶ οὐδαμῶς ὁ Σατανᾶς τὸ ἑαυτοῦ πολεμεῖ, ἀλλὰ τὰ τοῦ Θεοῦ. Ὥστε τῷ βουλομένῳ καὶ ἐντεῦθέν ἐστι μαθεῖν, ὅτι οὐκ ἔστιν ἑτέρα πίστις εὐσεβὴς ἐπὶ τῆς γῆς ἄλλη, εἰ μὴ μόνη ἡ εἰς Χριστόν. Ἐρώτ. μδ. Ποίῳ δὲ τρόπῳ πείσομεν τὸν ἰδιώτην καὶ βάρβαρον, ὅτι ὑπὲρ πάσας τὰς αἱρέσεις ἡ καθολικὴ Ἐκκλησία τὴν ὀρθὴν πίστιν ἔχει, καὶ οὐ σφάλλεται; Ἀπόκ. Οἱ μὴ δυνάμενοι Γραφῶν τε καὶ δογμάτων ἀκρίβειαν καὶ βάθος ἀκοῦσαι ἐντεῦθεν τὸ μόνον καὶ εὐσεβὲς τῆς καθολικῆς Χριστοῦ Ἐκκλησίας πιστωθῆναι ὀφείλουσι· λέγω δὴ ἐκ τοῦ πάντα τοὺς σωτηρίους καὶ τιμίους τῶν Χριστοῦ παθημάτων τόπους τῇ καθολικῇ καὶ ὀρθοδόξῳ ἡμῶν πίστει καὶ Ἐκκλησίᾳ ὑπὸ Θεοῦ δωρηθῆναι καὶ πιστευθῆναι· λέγω δὴ τὴν Ναζαρὲθ, ἔνθα ὁ Χριστὸς ἐν ἡμῖν ἐσκήνωσε· τὴν Βηθλεὲμ, ἔνθα κατὰ σάρκα ἐτέχθη· τὴν Σιὼν, ἔνθα τὴν σωτηρίαν τῷ κόσμῳ εἰργάσατο· τὸν Ἰορδάνην, ἔνθα τὸν Ἀδὰμ ἀνεκαίνισε· τὸ Θαβὼρ, ἔνθα τὴν τῶν οὐρανῶν βασιλείαν προετύπωσε·
τὸ τῶν Ἐλαιῶν ὄρος, ὅθεν πρὸς τὸν Πατέρα ἐν οὐρανοῖς ἀφ’ ἡμῶν ἀνελήλυθεν. Οὕσπερ ἅπαντας τοὺς αὐτοῦ ἁγίους καὶ σεβασμίους τόπους οὐκ εἰκῆ οὐδὲ μάτην τῇ καθολικῇ Ἐκκλησίᾳ ἐνεπίστευσεν· ἀλλ’ ὡς εὐσεβεστέρᾳ δηλονότι καὶ τιμιωτέρᾳ πάντων ἐπὶ τῶν ἁγίων παρὰ Χριστιανοῖς ὀνομαζομένων πίστεων καὶ ἐκκλησιῶν. Καὶ ὥσπερ βασιλεὺς τοὺς τιμίους αὐτοῦ τοῦ παλατίου κοιτῶνας καὶ θησαυροὺς τοῖς πιστοτέροις πάντων τῶν ὑπουργῶν αὐτοῦ ἐγχειρίζει τε καὶ πιστεύει· οὕτω καὶ ὁ Χριστὸς ἀπ’ ἀρχῆς τῆς παρουσίας αὐτοῦ τῇ καθολικῇ Ἐκκλησίᾳ τοὺς σεβασμίους αὐτοῦ τόπους ἐπίστευσεν. Εἰ δὲ λέγει ὁ δι’ ἐναντίας, ὅτι βασιλικῇ τυραννίδι τούτους κατέχομεν, μανθανέτω ὁ τοιοῦτος, ὅτιπερ, καὶ βαρβάρων πολλάκις τὴν Παλαιστίνην παραλαβόντων, οὐ συνεχώρησε Χριστὸς τοὺς ἑαυτοῦ τόπους αἱρετικοῖς παραδοθῆναι. Ἀλλὰ, κἂν πρὸς βραχὺ τοῦτο ἐπεχείρησαν, συντόμως πάλιν ἡ καθολικὴ Ἐκκλησία τούτους ἀπεδίωξεν, ὡς χοίρους τῶν ἁγίων Χριστοῦ τοῦ Θεοῦ ἡμῶν αὐλῶν καὶ τόπων. Ἐρώτ. με. Ποῦ ἐπέτρεψεν ὁ Θεὸς τοῖς ἀποστόλοις Χριστιανοὺς ὀνομάζειν τοὺς πιστεύοντας τῷ Χριστῷ; Ἀπόκ.
Ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἀκούομεν, ὅτι ἐν Ἀντιοχείᾳ γέγονε πρῶτος χρηματισμὸς ἤγουν ἀποκάλυψις Θεοῦ, τοῖς ἀποστόλοις ἐπιτρέπουσα καλεῖσθαι ἡμᾶς Χριστιανούς. Διὸ ἀκριβῶς γινωσκέτω ὁ τῷ Χριστῷ προσελθεῖν βουλόμενος, ὅτι πᾶσα πίστις ἐπὶ γῆς εἰς ὄνομα ἀνθρώπου ὀνομαζομένη· λέγω δὴ ἀπὸ Σίμωνος Σιμωνιανοὶ, καὶ ἀπὸ Μαρκίωνος Μαρκιωνιταὶ, καὶ ἀπὸ Ἀρείου Ἀρειανοὶ, καὶ δι’ Εὐνόμιον Εὐνομιανοί· αὗται πᾶσαι καὶ αἱ λοιπαὶ, αἵ εἰσιν ἀνθρώπων ὀνόματα, καὶ δι’ αὐτοὺς οὕτως ὀνομαζόμεναι πίστεις, οὐκ εἰσὶ τοῦ Θεοῦ, οὐδὲ ὁ Θεὸς ἐν αὐταῖς. Εἰ γὰρ τοῦ Θεοῦ εἰσι, τίνος χάριν ἀνθρώπων ὀνόμασιν ὀνομάζονταί τε καὶ σεμνύνονται; Καύχημα τοίνυν ἡμῖν ἐστι καυχημάτων ἡ καθολικὴ Ἐκκλησία, καὶ τὸ κηρύττεσθαι καὶ ὀνομάζεσθαι Χριστιανοὶ, ὡς μὴ παρὰ ἀνθρώπου ὀνομασθέντες, ἀλλ’ ὑπὸ τοῦ Θεοῦ φωτισθέντες. Ἐρώτ. μ. Τίς πρὸ πάντων ὠνόμασε Θεὸν τὸν Θεὸν ἐπὶ γῆς; Ἀπόκ. Πρόδηλον, ὅτι ὁ διάβολος, ὅτε πρὸς τὴν Εὔαν ἔλεγε· «Τί ὅτι εἶπεν ὑμῖν ὁ Θεὸς, ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φαγεῖν,» καὶ μὴ θαυμάσῃς τοῦτο· ἄγγελος γὰρ ὤν ποτε ὁ διάβολος, εἶχε γνῶσιν ὑπὲρ τὸν ἄνθρωπον τότε Ἐρώτ. μζ.
PG 28:628Ποῦ θέλομεν λέγειν, ὅτι ἔστιν ὁ παράδεισος; Οἱ μὲν γάρ φασιν, ὅτι ἐν Ἱερουσαλὴμ, οἱ δὲ ἐν οὐρανοῖς. Ἀπόκ. Οὐδὲ εἷς τῶν δύο ἀληθής. Καὶ ὅτι μὲν οὐκ ἐν Ἱερουσαλήμ ἐστιν ὁ παράδεισος μαρτυρεῖ ὁ Ἀδὰμ ὁ ἐν τῷ Κρανίῳ κείμενος. Εὔδηλον δὲ, ὅτι οὐκ ἐν τῷ παραδείσῳ ἐτάφη, ἀλλ’ ἐξεβλήθη, Ὅτι δὲ οὐκ [ἐν] οὐρανοῖς ἐστιν ὁ παράδεισος μαρτυρεῖ ἡ Γραφὴ λέγουσα· «Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς.» Διδάσκει οὖν ἡμᾶς, ὅτι ἐξ ἀνατολῶν πάσης τῆς γῆς ἐστιν ὁ παράδεισος. Ὅθεν φασὶν ἱστορικοί τινες ἀκριβεῖς παῖδες, ὅτι τούτου χάριν πάντα τὰ εὐώδη τῶν ἀρωμάτων περὶ τὰ ἀνατολικώτερα, ἤγουν τὰ Ἰνδικὰ μέρη, ὑπάρχουσιν ὡς πλησιόχωρα τυγχάνοντα τοῦ παραδείσου. Καὶ ὥσπερ φοίνικες ἄρσενες τοὺς πλησιάζοντας φοίνικας θηλυκοὺς τῇ πνοῇ τῶν ἀνέμων συμβιβάζοντες, καρποφόρους ποιοῦσιν· οὕτω δὴ καὶ ἐκ τοῦ παραδείσου τῇ τῶν ἀνέμων πνοῇ εὐωδία ἐξερχομένη τὰ πλησιώτερα τῶν ἐκεῖσε τόπων δένδρα ἀρωματίζειν ποιεῖ. Ἐρώτ. μη. Φθαρτὸν μέν φαμεν τὸν παράδεισον, ἢ ἄφθαρτον; Ἀπόκ. Οὔτε φθαρτὸν αὐτὸν λέγομεν κατὰ τὴν τῶν παρ’ ἡμῶν φυτῶν τε καὶ καρπῶν σῆψιν καὶ σκωλήκων ποιότητα·
οὔτε μὴν πάντη πάλιν ἄφθαρτον κατὰ τὴν τοῦ μέλλοντος αἰῶνος ἀφθαρσίαν, καὶ οὐ γινομένην παλαίωσιν. Ἀλλὰ πρὸς μὲν τοὺς παρ’ ἡμῖν καρπούς τε καὶ παραδείσους πάσης φθορᾶς ἐστιν ὑψηλότερος· πρὸς δὲ τὴν δόξαν τῶν μελλόντων ἀγαθῶν, ὧν ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, πάνυ ἐλαχύς ἐστι καὶ πιστεύεται. Ἐρώτ. μθ. Πόσον χρόνον ἐν παραδείσῳ ἐποίησεν ὁ Ἀδάμ; Ἀπόκ. Ἀμφιβαλλόμενον τοῖς πατράσιν ἠρώτησας πρόβλημα. Οἱ μὲν γάρ φασιν ἑξαμηνιαῖον χρόνον, οἱ δὲ πλείονα· ἄλλοι δὲ τοσαύτας ὥρας καὶ μόνον, ὅσας ὁ Κύριος ἐν τῷ ξύλῳ τοῦ σταυροῦ πεποίηκεν, ὅπερ οἶμαι ἀληθέστερον εἶναι· ἕτεροι δὲ ἐννέα καὶ μόνον ὥρας ποιῆσαι. Ἐρώτ. ν. Τί δὲ ἦν ἄρα τὸ ξύλον, ἐξ οὗ τὸν καρπὸν ἔφαγεν ὁ Ἀδάμ; Ἀπόκ. Οὐδὲ ἐν τούτῳ συμφώνως εἰρήκασιν οἱ Πατέρες· καὶ δικαίως. Ὅπερ γὰρ ἡ θεία Γραφὴ ἑκουσίως ἀπέκρυψεν, οὐδεὶς κατὰ ἀκρίβειαν εἰπεῖν ἴσχυσεν. Ὅθεν οἱ μὲν σῦκον εἶναί φασι τὸν καρπὸν, ἄλλοι δὲ τὴν τῆς Εὔας θεωρίαν. Δοκεῖ δέ τισι μηδαμῶς βεβρωκέναι τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ.
PG 28:629Ἴσως δὲ ὁ πρῶτος ἀληθέστερος ὑπάρχει, ὁ τοῦ σύκου, διὰ τὸ τοῖς φύλλοις αὐτοῦ εἰς σκέπην χρήσασθαι τοὺς προπάτορας, καὶ διὰ τὸ τὴν συκῆν ὕστερον ὑπὸ Χριστοῦ καταραθεῖσαν. [Ὁ δὲ ἐν ἁγίοις Ἰσίδωρος ὁ Πηλουσιώτης ἐν τῇ πεντηκοστῇ αὐτοῦ πρώτῃ ἐπιστολῇ φησιν, ὅτι σῦκον ἦν, ἐξ οὗ οἱ προπάτορες ἔφαγον καρπόν· καὶ ὅτι ἀπὸ ἀρχαίων γερόντων ἐγνώσθη αὐτῷ τοῦτο.] Ἐρώτ. να. Καὶ εἰ μὴ παρέβη ὁ Ἀδὰμ, πῶς ἔμελλεν γενέσθαι ὁ βίος τῶν ἀνθρώπων καὶ τὸ πλῆθος; Ἀπόκ. Ἠδύνατο ὁ λόγῳ συστησάμενος τὸ πλῆθος τῶν ἀγγέλων, τιμίῳ τινὶ καὶ καθαρῷ τρόπῳ συστήσασθαι πλῆθος γένους ἀνθρώπων. Τινὲς δέ φασιν, ὅτι, τοῦ Θεοῦ ἄρσεν καὶ θῆλυ ποιήσαντος, εὔδηλον, ὅτι διὰ σπερμογονίας ἐβουλήθη ὁ Θεὸς τὸ γένος τῶν ἀνθρώπων συστήσασθαι. Ὅμως δὲ οὐκ ἠβούλετο διὰ παρακοῆς, ἀλλὰ μετὰ τιμῆς γενέσθαι τοῦτο. Ἐρώτ. νβ. Διὰ τί δὲ τῇ ἑβδόμῃ ἡμέρᾳ ὁ Θεὸς τὴν κτίσιν ἐτέλεσεν; Ἀπόκ. Ἐν τῷ ἀριθμῷ τὴν δεκάδα εὑρίσκομεν πλήρωμα παντὸς ἀριθμοῦ. Ἐὰν γὰρ εἰς τὴν δεκάδα καταλάβῃς, πάλιν εὐθέως εἰς τὴν μονάδα ὑποστρέφεις. Ἑπτὰ οὖν καὶ τρεῖς ἐστιν ὁ πληρέστατος ἀριθμός. Καὶ τούτου χάριν αἱ ἑπτά εἰσι τῆς κτίσεως·
ἡ δὲ ἁγία Τριὰς ἄκτιστος. Ἐρώτ. νγ. Πολλή τις παρὰ τῶν πολλῶν καθέστηκε ζήτησις, τίνα δεῖ προτάττεσθαι, λέγω δὴ τὴν ἡμέραν πρὸ τῆς νυκτὸς, ἢ τὴν νύκτα πρὸ τῆς ἡμέρας; Ἐὰν γὰρ εἴπωμεν τὴν ἡμέραν προτερεύειν, εὑρίσκεται λοιπὸν ὁ Χριστὸς ἐν σαββάτῳ ἀναστάς. Ἡ γὰρ νὺξ ἐκείνη τοῦ σαββάτου ἦν, κατὰ τὸν λόγον Μωσέως τοῦ συγγραφέως τῆς κοσμοποιίας. Ἀπόκ. Κατὰ μὲν τὸν σκοπὸν καὶ λόγον τὸν λέγοντα, ὅτι εἶπεν ὁ Θεὸς πρὸ πάντων, «Γενηθήτω φῶς,» πρόδηλον, ὅτι ἡ ἡμέρα προτερεύει τῆς νυκτός. Τὸ γὰρ σκότος ἐκεῖνο τὸ ἐπάνω τῆς ἀβύσσου οὔπω ἦν ὀνομασθὲν νὺξ, οὔτε ὑπὸ σελήνης καὶ ἀστέρων, καὶ δώδεκα ὡρῶν μετρούμενον. Ἀναμφιβόλως οὖν τὸ φῶς προτερεύει τοῦ σκότους. Ὅμως ἵνα μὴ εὕρωσι πρὸς ἡμᾶς λέγειν Ἰουδαίων παῖδες, ὅτι ἐν σαββάτῳ ἀνέστη ὁ Χριστὸς, τούτου χάριν προαπεφίμωσεν αὐτοὺς ὁ Θεὸς, νομοθετήσας καὶ αὐτοῖς ἀφ’ ἑσπέρας ἄρχεσθαι τῆς ἡμέρας τοῦ σαββάτου Ἐρώτ. νδ. Τί οὖν τούτου χάριν καὶ ἡμῖν ὁ Θεὸς προσέταξεν ἀφ’ ἑσπέρας τοῦ σαββάτου ἀπάρχεσθαι τῆς Κυριακῆς Ἀπόκ. Οὐ τούτου χάριν·
PG 28:632ἀλλ’ ἐπειδὴ ὁ Θεὸς τὰ ἔθνη ἐκ τοῦ σκότους τῆς ἀγνωσίας, καὶ τῆς σκιᾶς τοῦ νόμου εἰς τὸ φῶς τῆς θεογνωσίας καὶ τοῦ Εὐαγγελίου ἐκάλεσε. Πρεπόντως ἄρα ἡμῖν τὴν ἀναστάσιμον αὐτοῦ ἡμέραν ἀφ’ ἑσπέρας ἄρχεσθαι καὶ εἰς φῶς τελειοῦσθαι προσέταξεν. Ἀπρεπὲς γὰρ ἦν καὶ ἀνάρμοστον ἀπὸ φωτὸς ἄρχεσθαι, καὶ εἰς νύκτα, καὶ εἰς σκότος καταλήγειν τὰς Χριστοῦ τοῦ ἀληθινοῦ φωτὸς ἡμέρας. Ἐρώτ. νε. Τίνος χάριν τῇ εἰκάδι πέμπτῃ τοῦ λεγομένου παρὰ Ῥωμαίων Μαρτίου μηνὸς ὁ Χριστὸς ἐν τῇ μήτρᾳ τῆς Παρθένου ἐπὶ γῆς ἐσκήνωσεν; Ἀπόκ. Ἐπειδὴ ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπ’ ἀρχῆς ὁ Θεὸς τὸν Ἀδὰμ ἔπλασεν. Ὅθεν καὶ τῷ μηνὶ ἐκείνῳ πάντα τὰ δένδρα, καὶ αἱ βοτάναι, καὶ τὰ ζῶα εἰς καρποφορίαν καὶ τεκνογονίαν κινοῦνται, ὡς τῷ καιρῷ ἐκείνῳ ὑπὸ Θεοῦ γενόμενα. Ἐρώτ. ν. Ὁποῖοι ἦσαν οἱ δερμάτινοι χιτῶνες, οὓς ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ πεποίηκεν; Ἀπόκ. Οἱ μέν φασιν ἐκ φύλλων δένδρων· οἱ δὲ πάλιν τὴν σάρκα ἡμῶν τούτους τοὺς χιτῶνας εἶναι εἰρήκασιν· ἔδοξε δὲ ἑτέροις, τοῖς καὶ ἀληθεστέροις, ἐν ἀληθείᾳ χιτῶνας δερματίνους εἶναι τοὺς τῶν προπατόρων χιτῶνας Ἐρώτ. νζ.
Τινὸς οὔπω τότε ἀποθανόντος, πόθεν ἔμαθεν ὁ Κάϊν φονεῦσαι τὸν Ἄβελ; Ἀπόκ. Ὁ διάβολος αὐτῷ κατ’ ὄναρ ὑπέδειξε, ποίῳ τρόπῳ θανατῶσαι τὸν ἀδελφόν. Ἐρώτ. νη. Τίνες ἦσαν οἱ υἱοὶ τοῦ Θεοῦ, οἱ ἰδόντες καὶ λαβόντες τὰς θυγατέρας τῶν ἀνθρώπων; Ἀπόκ. Οἱ υἱοὶ τοῦ Σήθ. Ἐπεὶ ἡ ἀσώματος φύσις οὔτε σωμάτων ἐρᾷ, οὔτε γυναιξὶ συμπλέκεται. Ἐρώτ. νθ. Διὰ τί ἐν βάτω ὤφθη Θεὸς τῷ Μωσῇ, καὶ οὐκ ἐν ἑτέρῳ φυτῷ; Ἀπόκ. Οἱ μέν φασιν, ἵνα μὴ δυνηθῶσιν Ἑβραίων παῖδες εἴδωλον ποιῆσαι ἐκ τοῦ ξύλου αὐτῆς· ἄλλοις δὲ δοκεῖ, ὅτι προδιαγράφων ὁ Θεὸς, ὅτι μέλλει ἐν τῇ ἐξακανθησάσῃ ἡμῶν σαρκοῦσθαι φύσει, τούτου χάριν ἐν τῷ τοιούτῳ φυτῷ ὤφθη τῷ Μωσῇ. Ἐρώτ. ξ. Διὰ τί ἐν γνόφῳ ὁ Θεὸς τὸν νόμον δέδωκεν; Ἀπόκ. Ἐπειδὴ σκοτεινῶς καὶ συγκεκαλυμμένως ἐν αὐτῷ ἐκέκρυπτο τῆς οἰκονομίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τὸ μυστήριον. Ἐρώτ. ξα. Τίνος χάριν αἱ δύο πλάκες αἱ πρῶται συνετρίβησαν; Ἀπόκ. Σημαίνοντος τοῦ Θεοῦ τὴν τοῦ προτέρου νόμου παλαίωσιν καὶ διάβασιν. Ἐρώτ. ξβ. Ἀσωμάτου καὶ ἀσχηματίστου ὄντος τοῦ Θεοῦ, ποῖα ὀπίσθια εἶδε Μωσῆς; Ἀπόκ.
PG 28:633Προαιώνιον καὶ ἐμπρόσθιον πάντων τῶν κτισμάτων πιστεύομεν εἶναι τὸν τῶν ὅλων Θεὸν ἄκτιστον. Ὅθεν πρόδηλον, ὅτι τὰ ὀπίσω Θεοῦ τὰ κτίσματά εἰσι, καὶ οἱ λόγοι αὐτῶν, οὓς ἰδὼν ἐξέθετο τό· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἐρώτ. ξγ. Τίς πρῶτος προετύπωσεν ἐν τῇ Παλαιᾷ τοὺς δύο λαοὺς, λέγω δὴ τὸν ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν; Ἀπόκ. Εὔδηλον, ὅτι ἡ Ῥεβέκκα ἡ γυνὴ τοῦ Ἰσαὰκ, διδύμους γεννήσασα τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. Πλὴν αἱ δύο πλάκες τοῦ νόμου τῶν δύο λαῶν ὑπῆρχον σύμβολον. Ἐρώτ. ξδ. Τίς ἐν τῇ Παλαιᾷ προετύπωσε πρῶτος τὸν τύπον τοῦ ζωοποιοῦ σταυροῦ; Ἀπόκ. Ὁ Ἰακὼβ, εὐλογῶν τοὺς δύο υἱοὺς τοῦ Ἰωσὴφ, ἐναλλάξας τὰς ἑαυτοῦ χεῖρας. Ἐρώτ. ξε. Τίνα λέγουσιν ἐν τῇ Παλαιᾷ ἐν νεκροῖς τρίτον λογισθῆναι; Ἀπόκ. Πρόδηλον, ὅτι τὸν Ἰωνᾶν. Ὡς γὰρ ἀρχαῖος φέρεται λόγος, οὗτος ἦν ὁ υἱὸς τῆς χήρας, ὃν ἤγειρεν Ἠλίας ὁ προφήτης ἐκ νεκρῶν· πάλιν τε ἐν τῷ κήτει παρὰ ἀνθρώποις ἀπέθανε· καὶ τρίτον τὴν τελευταίαν αὐτοῦ κοίμησιν. Ἐρώτ. ξ. Ποῦ ἐστιν ἡ Θαρσὶς ὅπου, Ἰωνᾶς ἔφυγεν; Ἀπόκ. Ἡ Θαρσὶς πόλις ἐστὶ χώρας τῆς Ἰνδικῆς, ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν μανθάνομεν. Ἐρώτ. ξζ.
Ἆρα μέχρι καὶ νῦν ἐπάγονται ἁμαρτίαι πατέρων ἐπὶ τέκνα περὶ τρίτην καὶ τετάρτην γενεάν; Ἀπόκ. Διὰ μὲν Μωσέως τοῦτο εἶπεν ὁ Θεός· διὰ δὲ Ἱερεμίου τοῦ προφήτου πάλιν εἴρηκεν, ὅτι οὐκ ἔσται τοῦ λοιποῦ οὕτως· ἀλλ’ ὅστις φάγῃ τοὺς ὄμφακας, αὐτοῦ οἱ ὀδόντες ὠμοδιάσουσιν. Ἀκούομεν δὲ πάλιν τοῦ Χριστοῦ πρὸς Ἰουδαίους λέγοντος, ὅτι, Ἀμὴν λέγω ὑμῖν, ἐπελεύσονται αἱ ἀνομίαι τῶν πατέρων ὑμῶν ἐφ’ ὑμᾶς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου τοῦ υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ὅθεν στοχάζεσθαι χρὴ, ὅτι ἐπὶ μὲν τῶν ἀπίστων ἐπάγονται ἁμαρτίαι πατέρων ἀσεβῶν ἐπὶ υἱοὺς πονηρούς· οὐ γὰρ ἀγαθούς· ἐπὶ δὲ τῶν πιστῶν τὸ ἅγιον βάπτισμα καθαρίζει ἡμᾶς ἀπὸ πάσης προπατορικῆς ἁμαρτίας. Ἐρώτ. ξη. Τινές φασι πολλάκις τελευτᾷν νήπια διὰ γονέων ἁμαρτίας· ἆρα οὕτως ἐστίν; Ἀπόκ. Μὴ γένοιτο εἶναι τοῦτο οὕτως Ἐρώτ. ξθ. Τίνος χάριν νήπια τελευτῶσιν· ἕτεροι δὲ ὑπεργηρῶσι; καὶ πόθεν τινὲς μὲν δικαιοπραγοῦντες γίνονται ὀλιγόβιοι· τινὲς δὲ κακοπραγοῦντες πολυχρόνιοι τελευτῶσιν· ἄλλοι δὲ ἀγαθοὶ γίνονται ἄτεκνοι καὶ πένητες·
PG 28:636ἕτεροι δὲ ἀσεβεῖς εὐτεκνοῦσί τε καὶ εὐπραγοῦσιν; Ἀπόκ. Πολὺς ὁ περὶ τούτων τῶν τοῦ Θεοῦ κριμάτων λόγος καὶ ἀκατάληπτος. Ὅμως ὡς ἐκ τῶν ἁγίων Γραφῶν καταλαμβανόμεθα, λέγομεν, ὅτιπερ τὰ τῶν πιστῶν νήπια οὐκ ἐξ ἁμαρτιῶν, ἀλλὰ πολλάκις πρὸς σωφρονισμὸν τῶν γονέων τελευτῶσι· δύο ἀγαθὰ τοῦ Θεοῦ ἐν τούτῳ πραγματευομένου, ἓν μὲν, ὅπως, καθαρὰ ἀπελθόντα, σωτηρίας ἐκεῖ ἐντύχωσιν· ἴσως γὰρ ὅτι πάνυ πονηρὸν βίον ζῆσαι μέλλοντα, οἰκονομικῶς ὁ Θεὸς προήρπασεν αὐτά· δεύτερον δὲ, ὅπως καὶ οἱ τούτων γονεῖς σωφρονέστεροι γίνωνται· ἴσως δὲ ἵνα τὰ τοῖς τέκνοις μέλλοντα κατὰ διαθήκας δοθῆναι χρήματα εἰς πτωχοὺς λοιπὸν δαπανηθῶσι. Πάντως δὲ καὶ κατὰ ἄλλο κρῖμα ἡμῖν ὑπάρχον ἄδηλον. Καὶ οὕτω μὲν περὶ πιστῶν νηπίων λόγος. Εὐπραγοῦσι δὲ καὶ εὐθυνοῦσι καὶ εὐτεκνοῦσιν ἄνδρες πονηροὶ, ἴσως τινὰ μικρὰ ἀγαθὰ ἔργα ποιήσαντες, καὶ ἐνταῦθα τὸν μισθὸν αὐτῶν ἀπολαμβάνοντες, ὡς ὁ πλούσιος ἐκεῖνος ὁ ἀκούσας· «Μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου·» τουτέστιν, ἐπληρώθης τὸν μισθὸν τῶν ἀγαθῶν ἔργων, ὧν ἔπραξας.
Δυσπραγοῦσι δὲ εὐλαβεῖς καὶ ὅσιοι ἐνταῦθα, ὅπως, διὰ τῆς θλίψεως καθαρισθέντες, ὡς ὁ Λάζαρος τῶν ἰδίων ἁμαρτιῶν, ἐκεῖ λοιπὸν τελείως σὺν αὐτῷ παρακληθῶσιν. Εἰ γὰρ ὃν ἀγαπᾷ Κύριος παιδεύει, τί λοιπὸν θορυβεῖς, ὁρῶν ἁγίους ἐν δυσπραγίᾳ, ἀσεβεῖς δὲ ἐν εὐπραγίᾳ ὑπάρχοντας, καὶ ὡς χοίρους εἰς σφαγὴν τῷ αἰωνίῳ πυρὶ σιτιζομένους καὶ ἑτοιμαζομένους; λοιπὸν οὖν μὴ θορυβοῦ· οὐ γὰρ μέχρι τῶν ἐνταῦθα ἵσταται τὰ ἡμέτερα, ἀλλὰ δεῖ πάντως τοὺς σωζομένους διὰ πολλῶν θλίψεων εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Σκοπὸς γὰρ οὗτός ἐστι τῷ Θεῷ, τὸ πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Διόπερ καὶ τοῖς μὲν ἁμαρτωλοῖς πολλάκις μακροχρονίαν χαρίζεται, ἀφορμὴν αὐτοῖς διδοὺς πρὸς μετάνοιαν· ὅπως κἂν ὡς οἱ περὶ τὴν ἑνδεκάτην ἐν βάθει γήρως ἐπιστρέψωσι· τοὺς δὲ δικαίους πολλάκις ὀλιγοχρονίους ἁρπάζει· ἵνα μὴ, ὥς φησιν ὁ Σολομὼν, ἡ κακία ἀλλάξῃ σύνεσιν αὐτῶν, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτῶν, τελειωθέντες ἐν ὀλίγῳ ἐπλήρωσαν χρόνους μακρούς. Ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτῶν. Ἐρώτ. ο. Τί οὖν;
PG 28:637Οὐδεὶς τῶν ἐν τῷδε τῷ βίῳ ταλαιπωρησάντων εἰσέρχεται ἐκεῖ εἰς τὴν γέενναν, οὔτε μὴν πάλιν τις τῶν εὐημερησάντων ὧδε εἰσέρχεται ἐκεῖ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; Ἀπόκ. Ναί. Οἱ μὲν γὰρ τῶν ἀνθρώπων ἥμαρτον μεγάλα, καὶ ἐπαιδεύθησαν ὧδε μικρὰ, καὶ ὑπόκεινται πάντως ἐκεῖ τιμωρηθῆναι, ὡς ἐπὶ τῶν ἐν Σοδόμοις εὑρίσκομεν· οἱ δὲ πάλιν προσήγαγον τῷ Θεῷ καμάτους πολλοὺς, μετέσχον δὲ ἐνταῦθα εὐημερίας μικρᾶς, καὶ ἀπόκειται αὐτοῖς λοιπὸν ἡ βασιλεία τῶν οὐρανῶν, ὡς οἱ περὶ Ἀβραὰμ καὶ Νῶε, καὶ Μελχισεδέκ· ἄλλοι ἥμαρτον πολλὰ, καὶ ἔπαθον οὐδὲν ἐνθάδε πονηρὸν, ὡς ὁ πλούσιος ὁ κατὰ τὸν Λάζαρον, καὶ ὑπόκεινται ἐκεῖ τῇ πάντων χαλεπωτέρᾳ κολάσει· ἕτεροι δὲ ἐξῆλθον διὰ Θεὸν ἐν ὅλῳ τῷ χρόνῳ ἐν μηλωταῖς καὶ αἰγείοις δέρμασι, πάσης ἀπολαύσεως ἐπιγείου ἀποταξάμενοι, οἳ καὶ μειζόνων παρὰ Θεοῦ δωρεῶν ὑπὲρ πάντας ἀξιοῦνται· ἄλλοι δὲ ἥμαρτον τῷ Θεῷ μερικῶς, καὶ ἐπαιδεύθησαν ἀξίως ὑπὲρ ὧν ἥμαρτον, καὶ ἐλυτρώθησαν ἐκεῖ τῆς αἰωνίου κολάσεως, ὡς ὁ πτωχὸς Λάζαρος. Ὥστε διὰ τῶν εἰρημένων ἐμάθομεν, ὅτι οἱ μὲν τῶν ἀνθρώπων κἀκεῖ καὶ ὧδε κολάζονται· οἱ δὲ ὧδε καὶ μόνον·
ἄλλοι δὲ ὧδε μὲν οὐδαμῶς, ἐκεῖ δὲ ὀδυνηρῶς. Ὥσπερ καὶ τὸ ἐναντίον· ὅτι οἱ μὲν καὶ ἐνταῦθα καὶ ἐκεῖ ἀπολαύουσιν· οἱ δὲ ἐνταῦθα μὲν οὐδαμῶς, ἀλλ’ ἐκεῖ. Ἴσως δέ τινες καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἀποπίπτουσιν· ὧδε μὲν δι’ ἀνθρωπαρέσκειαν κακοπαθήσαντες, καὶ διὰ τοῦτο τῶν ἐκεῖ ἀγαθῶν ἐκπεσόντες. Δεῖ τοίνυν πάντας τοὺς εὐσεβεῖς συμπαθεῖς ἐπίστασθαι ἀκριβῶς, ὅτιπερ οὐ μόνον ὑπὲρ ὧν ἔπραξαν ὑπόκεινται συμπάθειαν εἰς τοὺς δεομένους ἐπιδείξασθαι, ἀλλὰ καὶ ὑπὲρ πάντων ὧν αὐτοῖς ὁ Θεὸς ἐδωρήσατο ἀγαθῶν. Οὐ γὰρ δεῖ μετρεῖν τὰ διδόμενα, ἀλλὰ τὰ ὑπὸ τοῦ Θεοῦ ἡμῖν χαριζόμενα· μήπως καὶ ὑπὲρ αὐτῶν τῶν τοῦ Θεοῦ δωρεῶν κρίματι φοβερῷ ὑποπέσωμεν. Πολλάκις γὰρ καὶ ἀναξίοις καὶ ἁμαρτωλοῖς ὁ Θεὸς πλοῦτον χαρίζεται, ἵνα δι’ αὐτοῦ ἐν ἐλεημοσύναις τὰς ἑαυτῶν ἁμαρτίας ἀποπλύνωσι, καὶ ἐξαλείψωσιν. Ἐλεημοσύναις γὰρ, φησὶν ἡ θεία Γραφὴ, ἀποκαθαίρονται ἁμαρτίαι. Ἐρώτ. οα. Τί θέλομεν λέγειν περὶ τῶν ἐξαίφνης τελευτώντων, ἢ κρημνιζομένων, ἢ ὑπὸ ἄλλων τοιούτων θανάτων τέλει τοῦ βίου χρωμένων, Ἀπόκ. Ὅτι μὲν ἄδηλα τὰ τοιαῦτα καὶ Θεῷ μόνῳ γνωστὰ, οὐ δεῖ ἀμφιβάλλειν. Ὅμως τοῦ Κυρίου λέγοντος·
PG 28:640«Τί γὰρ οἱ δέκα καὶ ὀκτὼ, ἐφ’ οὓς ὁ πύργος τοῦ Σιλωὰμ ἔπεσεν, ἁμαρτωλότεροι ἦσαν παρὰ πάντας τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ; Οὐχὶ, λέγω ὑμῖν·» μανθάνομεν, ὅτι οὐ πάντες ὅσοι ἀσεβεῖς ἢ ἄδικοι τυγχάνουσι, πικρῷ θανάτῳ τελευτῶντες ἀποθνήσκουσι. Καὶ γὰρ οἱ παῖδες τοῦ Ἰὼβ, δίκαιοι ὄντες, ἐλεεινὸν ὑπέμειναν θάνατον. Οὐκοῦν δύο ταῦτα ἡμᾶς ἐπὶ τούτων χρὴ στοχάζεσθαι· ὅτι οἱ μὲν εὐλαβεῖς, πικρὸν ἀποθνήσκοντες θάνατον, μικρόν τι ἐλάττωμα ἐκέκτηντο, καὶ τούτῳ ἐλυτρώθησαν ἐκ τῆς τοιαύτης πονηρᾶς τελευτῆς, ἵνα μειζόνων ἀληθῶς τιμῶν ἀξιωθῶσι. Λοιπὸν δὲ ὅπως καὶ ἡμεῖς ὁρῶντες σωφρονισθῶμεν κατὰ τὸν εἰρημένον λόγον· «Εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς, καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;» Ὡσαύτως δὲ καὶ οἱ ἁμαρτωλοὶ, τοιούτοις θανάτοις ἀποθνήσκοντες, πάντως ἐν τούτῳ μερικοῦ ἐλέους τυγχάνουσιν. Ἅμα δὲ πάλιν καὶ οἱ ὁρῶντες ὠφέλειάν τινα κομίζονται, βλέποντες ἄφνω ἁρπαζόμενον, ὡς οὐκ οἶδε, τὸν ἄνθρωπον. Εἰ δὲ καὶ νήπια οὕτω θανατοῦται, μὴ θαμβηθῇς. Αὐτὰ μὲν γὰρ ἐκ τούτου οὐδὲν ἐβλάβησαν, οὔτε δι’ οἰκείαν ἁμαρτίαν τοῦτο πεπόνθασιν·
ἀλλ’ ὅπως καὶ οἱ αὐτῶν γονεῖς σωφρονέστεροι, ἢ καὶ εὐσεβέστεροι γίνωνται· ἐννοούμενοι, ὅτιπερ διὰ τὰς αὐτῶν ἀνομίας οὕτω τὰ αὐτῶν τέθνηκε νήπια. Ὅμως ἐπὶ πᾶσι τούτοις δεῖ ἐννοεῖν τὴν τοῦ Κυρίου φωνὴν τὴν λέγουσαν· ὅτι «Δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τῆς γῆς ἄνευ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς·» καὶ ὅτι ἡμῶν τῶν πιστῶν καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι ὑπάρχουσιν. Ἐρώτ. οβ. Πολλοῖς τῶν ἐπὶ γῆς φοβερὸς ὁ τοῦ Κυρίου λόγος καθέστηκεν, ὅν φησι· «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις·» καὶ, «Ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ ἀφεθήσεται αὐτῷ· ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι.» Ἀπόκ. Διὰ τοῦτο παραινεῖ πᾶσιν ὁ θεῖος Ἀπόστολος λέγων, ὅτι «Τὸ γράμμα ἀποκτείνει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ.» Πολλὰ γὰρ τῶν θείων Γραφῶν ἐὰν κατὰ τὸ γράμμα νοήσωμεν, εἰς ἀθέσμους βλαςφημίας ἐμπίπτομεν·
οἷόν ἐστι καὶ τὸ προκείμενον ἡμῖν νῦν τοῦ Κυρίου λόγιον, ὅπερ, ἐὰν κατὰ ξηροῦ τὰς λέξεις ἐκλάβωμεν, οὐ μόνον εἰς ἀθεμίτους ἐννοίας περιπίπτομεν, ἀλλὰ καὶ αὐτὸν τὸν Κύριον ἐναντιούμενον ἑαυτῷ εὑρίσκομεν. Ἐὰν γὰρ «Ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ ἀφεθήσεται αὐτῷ,» πῶς αὐτὸς ὁ Υἱὸς εἶπεν· «Ὁ ἀπαρνούμενός με ἔμπροσθεν ἀνθρώπων, ἀπαρνήσομαι αὐτὸν ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ;» καὶ πάλιν, ἐὰν πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, πῶς καὶ ὑπὲρ ἀργοῦ λόγου ἀπολογίαν δώσομεν; πῶς ὁ λέγων τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός, πῶς ὁ ἀπόστολος Παῦλός φησι· «Μὴ πλανᾶσθε, οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε μέθυσοι, οὔτε λοίδοροι, βασιλείαν Θεοῦ κληρονομήσουσι;» Καὶ εἰ ταῦτα οὕτως ἔχει, πῶς λοιπὸν, εἰπέ μοι, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις; Καὶ ἐὰν πάλιν τοῦτο ἀληθὲς, διὰ τί λοιπὸν ἐγκαλεῖται ὁ ἄθλιος Ὠριγένης, τέλος κηρύττων τῆς κολάσεως εἶναι καὶ συγχώρησιν πάσης ἁμαρτίας γενέσθαι, καὶ τοῖς δαίμοσι καὶ τοῖς ἀνθρώποις παρὰ Θεοῦ;
PG 28:641Πάλιν δὲ καὶ ἐὰν ἡ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἔχει συγχώρησιν διὰ μετανοίας, τί μέμφεται ἡ Ἐκκλησία Ναύατον ἀποβαλλόμενον τὴν μετάνοιαν; Τὸ δὲ σκοτεινότερον καὶ δυσκατάληπτον ἐκεῖνό ἐστιν· ὅτι ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ ἀφεθήσεται αὐτῷ· ὥστε ἐλάττων ἐστὶν ὁ Υἱὸς παρὰ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὸν Πατέρα. Καὶ τί λοιπὸν ἀποβαλλόμεθα τοὺς μυσαροὺς Ἀρειανοὺς, τοὺς σμικρύνοντας, καὶ καταβιβάζοντας τὸν Υἱὸν παρὰ τὸ Πνεῦμα; Πῶς οὖν ὁ Υἱὸς λέγει· ὅτι, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ, «Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα;» Καὶ πάλιν νῦν φησιν, ὅτι «Ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ;» Ἆρα οὖν, εἰπέ μοι, συνεχωρήθη ἡ εἰς τὸν Υἱὸν βλασφημία Ἀρειανοῖς, καὶ Σιμωνιανοῖς, καὶ Φωτεινιανοῖς, καὶ Σαβελλιανοῖς, καὶ τοῖς λοιποῖς πᾶσι τοῖς εἰς τὴν τοῦ Υἱοῦ σάρκωσιν βλασφημήσασιν; Ἄπαγε τῆς ἀτοπίας εἰ γὰρ ὁ λέγων τὸν ἀδελφὸν αὐτοῦ, Μωρὲ, ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρὸς, εἰς ποίαν λοιπὸν, εἰπέ μοι, γέενναν γεέννης βληθήσεται ὁ λέγων τῷ Θεῷ αὐτοῦ· Κτιστὲ, καὶ οὐχὶ, Υἱὲ τοῦ Θεοῦ, ἀλλὰ δοῦλε, καὶ ὑπουργὲ, καὶ μικρέ;
Καὶ εἰ, ὅστις εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ, πῶς αὐτὸς ὁ Υἱὸς εἶπεν, ὅτι Ὁ μὴ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, οὐκ ἔχει ζωὴν αἰώνιον; πῶς δὲ δύναταί τις ἀτιμάζων τὸν Υἱὸν, τιμᾷν τὸ Πνεῦμα τὸ ἅγιον; ὁ γὰρ ἀτιμάζων τὸν Υἱὸν δῆλον ὅτι ἀπαρνεῖται τὸ βάπτισμα· ὁ δὲ τὸ βάπτισμα ἀπαρνούμενος δῆλον ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἀποδύεται. Καὶ ὥσπερ ἐπὶ τοῦ αἰσθητοῦ ἡλίου, ἐὰν τὴν θερμὴν ἢ τὴν ἀκτῖνα αὐτοῦ καθυβρίσῃς, εἰς ὅλην τὴν φύσιν τοῦ ἡλίου ἡ ὕβρις ἀνατρέχει· οὕτω καὶ ἐπὶ τοῦ τριςηλίου τῆς ἁγίας Τριάδος φωτὸς καὶ φωστῆρος ἡ τῆς μιᾶς ὑποστάσεως ἀτιμία παντὸς τοῦ πληρώματος τῆς θεότητός ἐστι βλασφημία. Τί οὖν ἐστι τὸ ὑπὸ τοῦ Κυρίου πρὸς Ἰουδαίους λεγόμενον, ὅτι πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, καὶ ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ· ὃς δ’ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι; Νουνεχῶς ἀκούσωμεν, καὶ μὴ πλανηθῶμεν. Διττὸν εἶναι τὸν Χριστὸν μετὰ τὴν ἄφραστον ἕνωσιν, φημὶ δὴ ἐκ θεότητος καὶ ἐξ ἀνθρωπότητος, αἱ ἱεραὶ ἡμῖν διαβοῶσι Γραφαί·
PG 28:644«Ὁ» γὰρ «Λόγος σὰρξ ἐγένετο.» Τὴν γοῦν τοῦ Λόγου θεότητα ὁ αὐτὸς Χριστὸς Πνεῦμα ἅγιον ὀνομάζει, καθὰ καὶ πρὸς τὴν Σαμαρεῖτιν ἔλεγεν, ὅτι Πνεῦμα ὁ Θεός· τὴν δὲ ἀνθρωπότητα αὐτοῦ Υἱὸν ἀνθρώπου πάλιν· καθὼς καὶ ἀλλαχοῦ περὶ τῆς ἰδίας αὐτοῦ σαρκός φησι· «Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Οἱ οὖν ἀεὶ τῷ Θεῷ προσκρούοντες καὶ βλασφημοῦντες Ἰουδαῖοι διττὴν πρὸς τὸν Χριστὸν τὴν βλασφημίαν ἐκέκτηντο· οἱ μὲν τῇ σαρκὶ αὐτοῦ, ἤγουν τῷ Υἱῷ τοῦ ἀνθρώπου, προσκόπτοντες προφήτην αὐτὸν, ἀλλ’ οὐ Θεὸν εἶναι νομίζοντες, οἷς καὶ συγγνώμην ἔδωκεν. Ἀρχὴ γὰρ ἦν τοῦ κηρύγματος, καὶ οὔπω ἐχώρει ὁ κόσμος Θεὸν πιστεύειν φαινόμενον ἄνθρωπον. Διὸ καί φησιν ὁ Χριστὸς, ὅτι Ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἤγουν τοῦ σώματος, ἀφεθήσεται αὐτῷ. Τολμῶ γὰρ λέγειν, ὅτι οὐδὲ αὐτοὶ οἱ μακάριοι αὐτοῦ μαθηταὶ τὸ τέλειον περὶ τῆς αὐτοῦ θεότητος εἶχον φρόνημα, ἕως τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῖς τῇ Πεντηκοστῇ ἐπεφοίτησεν. Ἐπεὶ καὶ μετὰ τὴν ἀνάστασιν οἱ μὲν ἰδόντες αὐτὸν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν, ἀλλ’ οὐκ ἐκ τούτου κατεκρίθησαν·
οἱ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ἤγουν εἰς τὴν τοῦ Χριστοῦ θεότητα, βλασφημοῦντες καὶ λέγοντες, ὅτι «Ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμόνων ἐκβάλλει τὰ δαιμόνια,» τούτοις, φησὶν, «Οὐκ ἀφεθήσεται οὐδὲ ἐν τῷ νῦν αἰῶνι οὐδὲ ἐν τῷ μέλλοντι.» Πλὴν σημειώσασθαι χρὴ, ὅτι οὐκ εἶπεν ὁ Χριστὸς τῷ βλασφημήσαντι καὶ μετανοήσαντι, οὐκ ἀφεθήσεται, ἀλλὰ τῷ βλασφημοῦντι, ἤγουν τῷ ἐν τῇ βλασφημίᾳ ἐπιμένοντι. Ἐπειδήπερ οὐκ ἔστιν ἁμαρτία ἀσυγχώρητος παρὰ Θεῶ ἐν τοῖς ὁσίως καὶ κατ’ ἀξίαν μετανοοῦσιν. Ἐρώτησις ογ. Τί οὖν; ἔχει ἄφεσιν διὰ μετανοίας ὁ τὸν Χριστὸν ἀρνούμενος, καὶ βλασφημῶν εἰς τὸ Πνεῦμα τὸ ἅγιον; Ἀπόκρισις. Τρία βαπτίσματα καθαρτικὰ πάσης οἵας δήποτε ἁμαρτίας ὁ Θεὸς τῇ φύσει τῶν ἀνθρώπων ἐδωρήσατο· λέγω δὲ τὸ ὕδατος, καὶ πάλιν τὸ διὰ μαρτυρίου τοῦ ἰδίου αἵματος, καὶ τρίτον τὸ διὰ δακρύων, εἰς ὅπερ καὶ ἡ πόρνη ἐκαθαρίσθη. Πλὴν δὲ καὶ αὐτὸς ὁ κορυφαῖος τῶν ἁγίων ἀποστόλων Πέτρος μετὰ τὴν ἄρνησιν, κλαύσας προσεδέχθη καὶ ἐσώθη. Ἐὰν δὲ ἡ τοῦ Χριστοῦ ἄρνησις ἔχει συγχώρησιν, ἡ δὲ τοῦ ἁγίου Πνεύματος οὐκ ἔχει· εὑρίσκεται λοιπὸν ὁ Υἱὸς ἐλάττων τοῦ ἁγίου Πνεύματος.
Ἄκουσον δὲ καὶ γραφικῆς μαρτυρίας, καὶ πείσθητι μὴ εἶναι τὴν οἵαν δήποτε ἁμαρτίαν νικῶσαν τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Λέγει οὖν ὁ Θεὸς διὰ τοῦ προφήτου Ἰεζεκιὴλ οὕτως· «Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι, ἐάν τις ποιήσῃ ἄνθρωπος πάσας τὰς ἁμαρτίας, καὶ εὕρω δὲ αὐτὸν ἐν δικαιοσύνῃ, οὐ μὴ μνησθῶ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.» «Εὕρω» δὲ αὐτὸν, δῆλον ὅτι τῇ ὥρᾳ τοῦ θανάτου αὐτοῦ. Δεῖ γὰρ εἰδέναι, ὅτι ὁμοίως τοῦ βαπτίσματος ἡ τῶν δακρύων πηγὴ καθαρίζει τὸν ἄνθρωπον· διόπερ πολλοὶ, διὰ πταισμάτων μολύναντες τὸ ἅγιον βάπτισμα, διὰ δακρύων ἐκαθαρίσθησαν καὶ δίκαιοι ἀπεδείχθησαν. Ἐρώτ. οδ. Ποία ἁμαρτία ποιεῖ τὴν προσευχὴν τοῦ ἀνθρώπου ἀπρόσδεκτον παρὰ Θεῷ; Ἀπόκ. Ἡ μνησικακία, κατὰ τὸν λόγον τοῦ Κυρίου τὸν λέγοντα· «Ὅτι ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε· πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου·» ὡς τῆς μνησικακίας δῆλον ὅτι ποιούσης ἀπρόσδεκτον τὸ δῶρον τῆς προσευχῆς. Ἐρώτ. οε. Ποία ἁμαρτία οὐ δύναται μετανοῆσαι τῷ Θεῷ; Ἀπόκ.
PG 28:645Δῆλον, ὅτι ἡ ἀπόγνωσις, ὑφ’ ἧς κρατηθεὶς Ἰούδας ἀπήγξατο. Ἐρώτ. ο. Ποία ἁμαρτία ἐστὶ βαρυτέρα πάντων τῶν πταισμάτων; Ἀπόκ. Ἐὰν, ὥς φησιν ὁ Ἀπόστολος, μεῖζον πάντων τῶν ἀγαθῶν ἡ ἀγάπη, πρόδηλον, ὅτι μεῖζον πάντων τῶν κακῶν ἡ μισαδελφία, καὶ ἡ ἀσπλαγχνία, καὶ ἡ ἀνελεημοσύνη. Ἐρώτ. οζ. Ποία τῶν ἐντολῶν συγχωρεῖ τῷ ἀνθρώπῳ πάσας τὰς ἁμαρτίας; Ἀπόκ. Τοῦ Κυρίου λέγοντος· «Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε·» καὶ πάλιν· «Ἄφες ἡμῖν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν·» πρόδηλον, ὅτι καὶ τὸ μὴ κρίνειν τὸν πλησίον συγχωρεῖ τὰς ἁμαρτίας· ὡσαύτως καὶ τὸ μὴ μνησικακῆσαι ἀνθρώπῳ. «Ἄφετε» γὰρ, φησὶ, «καὶ ἀφεθήσεται ὑμῖν.» Ἐρώτ. οη. Ἐάν τις ποιήσῃ βαρύτατον ἁμάρτημα, καὶ μετανοήσῃ, πόθεν ὀφείλει μαθεῖν εἰ συνεχωρήθη αὐτῷ ἀπὸ τοῦ Θεοῦ, ἢ οὔ; Ἀπόκ. Τοῦτο μὲν ὀλίγοις τῶν ἀνθρώπων ἐπὶ γῆς κατάδηλον γίνεται. Ὅμως ὥσπερ δεσπότης καὶ δοῦλος, οὕτως ὑπάρχει τὸ συνειδὸς τοῦ ἀνθρώπου καὶ ὁ Θεός. Ὥσπερ οὖν ὁ δοῦλος ὁ πταίσας ἐπιγινώσκει ἐκ τῶν σχημάτων καὶ τῶν ῥημάτων τοῦ δεσπότου αὐτοῦ, ὅτι οὐκ ἔστι πρὸς αὐτὸν εὐμενὴς, ὡς ἦν πρὸ τοῦ πταίσματος·
οὕτω καὶ ὁ ἄνθρωπος ἁμαρτάνων ἀπολλύει τὴν παῤῥησίαν, ἣν εἶχε τὸ συνειδὸς αὐτοῦ πρὸς τὸν Θεὸν ἐν τῇ εὐχῇ αὐτοῦ. Μετανοοῦντος οὖν τοῦ ἀνθρώπου κατ’ ἀξίαν, πάλιν χαρίζεται αὐτῷ ὁ Θεὸς τὴν παῤῥησίαν, ἣν εἶχε πρὸς αὐτὸν πρὸ τοῦ πταίσματος· καὶ ἐντεῦθεν δὲ γινώσκει ὁ ἄνθρωπος, ὅτι συνεχώρησεν αὐτῷ ὁ Θεὸς τὸ ἁμάρτημα. Ἐρώτ. οθ. Ἐάν τις, ποιήσας ἁμαρτίαν μεγάλην, εἶτα καταγνῷ ἑαυτοῦ, καὶ ἄρξηται μετανοεῖν, καὶ μετὰ τρεῖς ἡμέρας ἀποθάνῃ, τί χρὴ νομίζειν ἐπ’ αὐτοῦ; Ἀπόκ. Ἐὰν, ἀρξάμενος τῆς μετανοίας, συνέστειλε τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν πονηρῶν βουλευμάτων, καὶ διέθετο πρὸς τὸν Θεὸν συνταγὰς, ὅτι οὐκ ἔτι παρέρχεται διὰ τῶν προτέρων αὐτοῦ ἁμαρτιῶν, ὧν ἔπραξε, καὶ ἐπὶ τὴν αὔριον τελευτήσῃ· ἐδέξατο ὁ Θεὸς τὴν μετάνοιαν αὐτοῦ, ὡς καὶ τοῦ λῃστοῦ. Τὸ μὲν γὰρ ἄρξασθαι τῆς μετανοίας ἐν τῷ ἀνθρώπῳ ἐστί· τὸ δὲ ζῆσαι ἢ τελευτῆσαι ἐν τῷ Θεῷ ἐστι. Πολλοὺς γὰρ ἀρξαμένους μετανοεῖν εὐθέως ἁρπάζει ὁ Θεὸς ὡς ἀγαθὸς πρός τι συμφέρον, προγινώσκων, ὅτι, ἂν πολυχρονήσωσι, πάλιν πεσεῖν καὶ ἀπολέσθαι ἔμελλον. Ἐρώτ. π. Πῶς τινες ἐκ ψιλῆς καὶ μόνης προφάσεως ποταμοὺς σχεδὸν δακρύων καταφέρουσιν·
PG 28:648ἕτεροι δὲ, ἐὰν μυρίαις συμφοραῖς καὶ θλίψεσι περιπέσωσιν, ἢ καὶ ἄλλους περιπεσόντας θεάσωνται, οὐδαμῶς δακρῦσαι δύνανται; Ἀπόκ. Εἰσὶ μὲν καὶ κράσεις τοιαῦται ψυχῶν καὶ σωμάτων, ἐκ φύσεως τὸ δάκρυον ἔχουσαι καὶ μὴ ἔχουσαι. Οἱ μὲν γὰρ, θερμῆς καὶ ἁπαλῆς ἕξεως ὄντες, εὐθέως δακρύουσι συμπαθῶς, οἷόν τι καὶ ἐπὶ πασῶν τῶν γυναικῶν ὁρῶμεν γενόμενον· οἱ δὲ πάλιν καὶ ἐξ ἀγρίας γνώμης καὶ ξηροτάτης φύσεως, καὶ ὑπερηφάνου καρδίας, δακρῦσαι οὐ δύνανται. Ταῦτα μέν φαμεν ἐπὶ τῶν ἐν μέσῳ τοῦ κόσμου διαγόντων. Οἱ γὰρ τὸν μονήρη βίον μετερχόμενοι πολλάκις καὶ ἐκ θείας χάριτος τὸ δῶρον τῶν δακρύων κομίζονται. Πλὴν πολλή τις ἐν τοῖς δακρύοις διαφορὰ καθέστηκε. Τινὲς γὰρ πολλάκις καὶ ἀπὸ μέθης οἴνου δακρύουσι· τινὲς δὲ καὶ δόξαν ἀνθρώπων θηρώμενοι. Διόπερ ἐκεῖνο ἀγαθὸν καθέστηκε δάκρυον, τὸ κρυπτῶς Θεῷ προσαγόμενον, ὥσπερ καὶ ἐπὶ τῆς ἐλεημοσύνης παραγγελλόμεθα. Ἐρώτ. πα. Ἐάν τις ὑπὸ πτωχῶν αἰτούμενος ἐν ὁδῷ, καὶ ἑτέρων πολλῶν ἀνδρῶν παρόντων, τί χρὴ ποιεῖν; Ἢ οὐ δυνατὸν καὶ τὴν ἐλεημοσύνην ποιεῖν; Ἀπόκ. Τὸν λογισμὸν τοῦ ἀνθρώπου κρίνει ὁ Θεός.
Ἐὰν οὖν ἐνώπιον μυριάδων διὰ Θεὸν, καὶ οὐ δι’ ἀνθρωπαρέσκειαν ποιήσει τὸ ἀγαθὸν, οὐ κατακέκριται. Ἐρώτησις πβ. Πόθεν ποτὲ μὲν ἀγαθὴ γίνεται ἡ ψυχὴ πρὸς συμπάθειαν, ποτὲ δὲ πάλιν σκληρὰ καὶ ἄσπλαγχνος; Ἀπόκ. Μόνην ἄτρεπτον καὶ ἀεὶ ὡσαύτως μένουσαν τὴν θείαν φύσιν γινώσκομεν. Ἐπεὶ καὶ ἐξ ἀγγέλων τινὲς ἐτράπησαν. Διὸ οὕτω χρὴ λοιπὸν ἐπὶ τῆς τρεπτῆς φύσεως τῶν ἀνθρώπων νοεῖν· ὅτι ποτὲ μὲν ἀγαθύνεται, ὡς κατ’ εἰκόνα Θεοῦ ὑπάρχουσα· ποτὲ δὲ σκληρύνεται, ὡς πολεμουμένη ὑπὸ τοῦ ἐχθροῦ, καὶ προσκειμένη τοῖς τοῦ βίου πάθεσι. Πλὴν ἐὰν ὁ ἄνθρωπος ἑαυτὸν πρὸς τὴν συμπάθειαν βιάζεται, τοῦ πάντως ποιῆσαι τὸ ἀγαθὸν, προκόπτει λοιπὸν τῇ ἀγαθῇ συνηθείᾳ, εἰς τὸ πάντοτε προθύμως διδόναι. Ἐρώτ. πγ. Τοῦ Ἀποστόλου λέγοντος· «Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός·» οὐ χρὴ λοιπὸν βιάζεσθαι τὸν λογισμὸν ἑαυτοῦ τὸν ἄνθρωπον, καὶ ποιῆσαι ἐλεημοσύνην; Ἀπόκ. Τῶν τελείων ἐστὶ τὸ πάντοτε ἱλαρῶς ποιεῖν τὸ ἀγαθόν· καὶ οἱ βιαζόμενοι δὲ ἑαυτοὺς εἰς τὴν τοῦ πτωχοῦ ἐντολὴν εὐπρόσδεκτοί εἰσι παρὰ Θεῷ τῷ εἰπόντι· «Βιασταὶ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν.» Ἐρώτ. πδ.
PG 28:649Ἐάν τις περὶ τῶν ἑαυτοῦ ἁμαρτιῶν μετανοήσῃ, πρόδηλον ὅτι ἐξαλείφει τὰς ἁμαρτίας αὐτοῦ· ἆρα λοιπὸν καὶ ἐάν τις ποιήσας εὐποιίαν μεταμεληθῇ, ἐξαλείφει τὸν μισθὸν ὃν ἐποίησε διὰ τῆς μεταμελείας; Ἀπόκ. Μὴ γένοιτο ὥσπερ γὰρ ἐπὶ τῆς μετανοίας τῶν ἁμαρτιῶν ὁ Θεός ἐστιν ὁ ταύτης πρόξενος, οὕτως ἐπὶ τῆς μετανοίας τῆς περὶ τὴν ἐλεημοσύνην ὁ διάβολός ἐστι ποιητὴς αὐτῆς, καὶ οὐχ ἡ ψυχὴ τοῦ ἀνθρώπου. Διὸ οὐδὲ ἀναλύεται ὁ γινόμενος μισθός. Ὅμως οὐ καλὸν τὸ μεταγινώσκειν ἐπ’ ἀγαθῷ γινομένῳ. Ὁ γὰρ συνεχῶς μεταμελούμενος ὀκνηρότερος εἰς τὸ ἀγαθὸν γίνεται, Ἐρώτ. πε. Τινές φασιν, ὅτι οὐ δεῖ ἀνεξέταστον παρέχειν ἐλεημοσύνην, ἀλλ’ ἐρωτᾷν μετὰ ἀκριβείας, εἰ ἐν ἀληθείᾳ ἐνδεής ἐστιν ὁ ἡμῖν προσερχόμενος. Λέγει γὰρ, φησὶν ὁ Σολομὼν, ὅτι, «Ἐὰν ποιῇς ἀγαθὸν, βλέπε τίνι ποιεῖς.» Ἀπόκρ. Οὕτω καὶ τὰς λοιπὰς Γραφὰς οἱ κακῶς νοοῦντες διαστρέφουσιν· οὐ γὰρ περὶ τοῦ ἀνθρώπου τοῦ πτωχοῦ τοῦτο εἶπεν ὁ Σολομών· ἀλλὰ «βλέπε, τίνι ποιεῖς,» τουτέστιν, ὅτι τῷ Θεῷ ποιεῖς. Εἰ γὰρ πρὸ τοῦ ἀνακρίνειν τοὺς αἰτοῦντας τοῦτό φησι, πῶς ὁ Κύριος λέγει· «Παντὶ τῷ αἰτοῦντί σε δίδου;» Ἐρώτ. π.
Ἆρα δὲ τὸ ἐν ἐκκλησίαις προσφέρειν ὑπάρχει παρὰ Θεῷ τιμιώτερον, ἢ τὸ τοῖς δεομένοις διανέμειν; Ἀπόκ. Τὸ εἰπεῖν τὸν Κύριον τοῖς ἐκ δεξιῶν ὅτι «Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με,» ἔδειξε προτιμοτέραν εἶναι τὴν εἰς τοὺς κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ κτισθέντας ναοὺς συμπάθειαν. Πλὴν πολλάκις, ἐν καιρῷ διωγμοῦ μέλλοντος ναοῦ Θεοῦ ἀπόλλυσθαι, ἀναγκαία καὶ ἡ ἐν τούτῳ συμπάθεια. Καὶ πάλιν, τινῶν διὰ Χριστοῦ πίστιν βασανιζομένων, τιμιωτέρα πάντων ἡ τούτων ἀνάῤῥυσις. Ἐρώτ. πζ. Ἐάν τις πιστὸς παρὰ ἀπίστῳ χρήματα πιστευθεὶς τούτων παράψηται, ἆρα εὐσύγνωστον παρὰ Θεῷ τοῦτο καθέστηκεν; Ἀπόκ. Τοῦ Κυρίου λέγοντος, «Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι,» δῆλον ὅτι, Ἕλληνος τοῦ τότε Καίσαρος ὄντος, μανθάνομεν, ὅτι οὐκ ἐπαινετὸν τὸ παράψασθαι. Ὅμως, ἐὰν εἰς πένητας τὰ τοιαῦτα ἀναλωθῶσι χρήματα, δύνανται αἱ τῶν πενήτων εὐχαὶ τῷ Θεῷ ἐξευμενίσασθαι τὸν εἰπόντα· «Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας.» Εἰ δὲ εἰς ἡδονάς τινας βιωτικὰς δαπανηθῶσιν, εὔδηλον ὅτι δυσὶ κρίμασιν οἱ τοῦτο ποιοῦντες ὑποπίπτουσι, λέγω δὴ ἡδονῆς καὶ κλοπῆς. Ἐρώτ. πη.
PG 28:652Ἰσχύει ἐλεημοσύνη πᾶσαν ἁμαρτίαν ἀνθρώπου ἐξαλεῖψαι, ἢ οὔ, Ἀπόκρ. Ἔστιν ἁμαρτία καὶ ἁμαρτία· καὶ ἔστιν ἐλεημοσύνη καὶ ἐλεημοσύνη. Οἷόν τι λέγω· ἐὰν μνησικακίαν ἔχωμεν πρὸς τὸν πλησίον, πρόδηλον ὅτι μυρίαι ἐλεημοσύναι οὐ συγχωροῦσιν ἡμῖν, ἐὰν μὴ ἀφίωμεν καὶ ἡμεῖς τῷ ἀδελφῷ ἡμῶν τὰ ὀφειλήματα αὐτοῦ, κατὰ τὸν τοῦ Κυρίου λόγον. Πάλιν τε ἄλλο ἐστὶ, παυσάμενόν τινα πορνείας, ποιεῖν ἐλεημοσύνην, καὶ ἕτερόν ἐστι τῷ ἱσταμένῳ ἐν τῇ ἁμαρτίᾳ οὕτω παρέχειν τοῖς πένησι. Καὶ ἄλλος πάλιν ὁ μισθὸς τοῦ γεωπόνου, ἐξ ἰδίου ἱδρῶτος ποιοῦντος συμπάθειαν, καὶ ἕτερος ὁ τοῦ ἄρχοντος τοῦ ἀπὸ δώρων καὶ προςόδων παρέχοντος. Πρὸς τούτοις ἄλλος ὁ ἐκ τοῦ ὑστερήματος διδοὺς, καὶ ἄλλος ὁ ἐκ τοῦ περισσεύματος· καὶ ἕτερος ὁ χειροχρήστης, ὁ τὰ ἀλλότρια πιστευόμενος ἐπὶ τὸ διαδοῦναι τοῖς πένησιν. Οὐ μόνον δὲ τοῦτο, ἀλλ’ ὅτι ὁ μὲν ἐν μέσῳ τοῦ κόσμου ὑπάρχων μηδὲν ἄλλο δυνάμενος Θεῷ ὑπὲρ τῶν ἑαυτοῦ πταισμάτων προσαγαγεῖν, καθαίρεται δι’ ἐλεημοσύνης. Ὁ δὲ τὸν μονήρη βίον μετερχόμενος ἀπαιτεῖται μειζοτέραν τινὰ πολιτείαν ἐνδείξασθαι.
Ὅμως εἰ τὸν Ναβουχοδονόσορ τὸν τοιοῦτον ἀσεβῆ ἴσχυσεν ἡ ἐλεημοσύνη δικαιῶσαι, μεγάλα ὡς ἀληθῶς καὶ δυσίατα ἁμαρτήματα δι’ ἐλεημοσύνης ἐξαλείφονται. Ἀκούσωμεν γὰρ τοῦ ἁγίου Δανιὴλ πρὸς αὐτὸν λέγοντος· «Βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι· τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων.» Καὶ πάλιν ἡ θεία Γραφή· «Ἐλεημοσύνη καλύψει ἁμαρτίας μεγάλας.» Καὶ πάλιν· «Ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος·» τουτέστι τῆς κρίσεως [πονηρὰ γὰρ ὑπάρχει τοῖς ἁμαρτωλοῖς], λέγω δὴ τῆς αἰωνίου κολάσεως. Ἐρώτ. πθ. Ἐτόλμησάν τινες μακαρίσαι τοὺς τελείους ἐλεήμονας ὑπὲρ τοὺς ποιοῦντας σημεῖα. Ἀπόκ. Οὐκ ἀφ’ ἑαυτῶν τὴν τοιαύτην ψῆφον εἰρήκασιν, ἀλλὰ πάντως τοῦ Σωτῆρος εἰπόντος ἀκούσαντες, ὅτι «Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε,» οὐχ ἵνα σημεῖα ποιεῖτε, ἀλλ’ «ἵνα ἀγαπᾶτε ἀλλήλους.» Εὔδηλον δὲ ὅτι τὸ γνώρισμα τῆς ἀληθοῦς ἀγάπης ἡ ἐλεημοσύνη ἐστί. Καὶ γὰρ στήσας ἐκ δεξιῶν ὁ Χριστὸς τοὺς δικαίους, οὐκ εἶπε·
«Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν,» ὅτι σημεῖα καὶ τέρατα ἐποιήσατε, οὐδὲ ἄλλο τι ἀγαθὸν ἐποιήσατε· ἀλλ’ ὅτι «ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν,» καὶ τὰ ἑξῆς. Ὡσαύτως δὲ καὶ τοὺς ἐξ εὐωνύμων ἐκπέμπων εἰς τὸ σκότος τὸ αἰώνιον, τὴν ἀνελεημοσύνην καὶ τὴν ἀσπλαγχνίαν αὐτῶν ἐνεκάλεσε. Καὶ γὰρ τὸ ποιῆσαι σημεῖα τῆς τοῦ Θεοῦ καὶ μόνης ἐστὶ δυνάμεως· τὸ δὲ ἀγάπην καὶ συμπάθειαν εἰς τὸν πλησίον ἐνδείξασθαι, πρόδηλον ὅτι καὶ τῆς τοῦ ἀνθρώπου ἐστὶ προαιρέσεως. Ἄκουσον δὲ καὶ τρανωτέρας περὶ τῶν τὰ σημεῖα ποιούντων καὶ ἐλεημοσύνας μαρτυρίας καὶ ψήφου· «Ἐὰν,» φησὶν ὁ Παῦλος, «ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν· κἂν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.» Καὶ πάλιν Κύριός φησι· «Γίνεσθε» οὐχὶ σημειοφόροι, ἀλλ’ «οἰκτίρμονες,» καὶ ἀγαθοὶ, «ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς.» Ἐρώτ. 1. Πόσον μέρος τῶν ἑαυτοῦ χρημάτων ἀπαιτεῖται πᾶς ἄνθρωπος παρὰ Θεοῦ δοῦναι εἰς εὐποιίαν; Ἀπόκ.
PG 28:653Οὐ σκοπεῖ ὁ Θεὸς τὰ διδόμενα, ἀλλὰ τὰ ἀποκείμενα τῶν ἀνθρώπων. Λέγοντος οὖν τοῦ Ἀποστόλου, ὅτι Τὸ ὑμῶν περίσσευμα δοθήτω εἰς τὸ τῶν πτωχῶν ὑστέρημα· εὔδηλον ὅτι ὅσα ἐνθάδε ἀποθήσωμεν ὑπὲρ τὴν ἡμετέραν βρῶσιν καὶ πόσιν, καὶ ἔνδυσιν, κρῖμα ὑπὲρ αὐτῶν δύσομεν ἐν ἡμέρᾳ κρίσεως, τοιοῦτον κρῖμα, οἷον οἱ ἀνδροφόνοι παρέχουσι· διότι ἐνθάδε πολλοὺς ἐκ θανάτου διὰ τῶν ἡμετέρων χρημάτων δυνάμενοι σῶσαι, οὐκ ἐσώσαμεν, ἀλλὰ παρείδομεν. Ἐρώτ. α. Αἱ εἰς πτωχοὺς καταλιμπανόμεναι ὑπὸ τῶν τελευτησάντων ἐλεημοσύναι τί λέγονται; Ἀπόκ. Νεκραὶ θυσίαι. Ὅμως ἐὰν καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐλεήμων ἦν ὁ τοιοῦτος, δεκταί εἰσι καὶ ἐν τῷ θανάτῳ αὐτοῦ εὐποιίαι παρὰ τῷ Θεῷ. Ἐρώτ. β. Ἐάν τις, ἐν ἁμαρτίαις καταγηράσας, μήτε νηστεῦσαι δύναται, μήτε χαμευνῆσαι, ἢ ἀγρυπνῆσαι, ἢ ἄλλην τινὰ ἄσκησιν ποιῆσαι, μήτε χρημάτων εὐπορεῖ πρὸς διάδοσιν, μήτε τοῦ βίου ἰσχύει ἀποτάξασθαι, ποίῳ ἄρα τρόπῳ λοιπὸν ὁ τοιοῦτος σωθῆναι δυνήσεται; Ἀπόκ. Οἵῳ τρόπῳ ἐσώθη ὁ τελώνης, κατὰ τὸν εἰπόντα προφήτην· «Ἐταπεινώθην, καὶ ἔσωσέ με ὁ Κύριος.» Ὥσπερ γὰρ ἡ ἀναίμακτος θυσία, καὶ ἡ ἐλεημοσύνη εἰς ἄφεσιν ἁμαρτιῶν ἡμῶν προσφέρονται τῷ Θεῷ·
οὕτω καὶ ἡ ταπεινοφροσύνη τῆς καρδίας. «Θυσία γὰρ,» φησὶ, «τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Καὶ πάλιν· «Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.» Καὶ πάλιν, ὥσπερ μακαρίζονται οἱ ἐλεήμονες, καὶ οἱ καθαροὶ τῇ καρδίᾳ· οὕτω μακαρίζονται πρὸ πάντων οἱ πτωχοὶ τῷ πνεύματι, «ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Ταύτην οὖν τὴν ὁδὸν τῆς σωτηρίας πένης, καὶ ἀσθενὴς, καὶ γέρων, καὶ ἰδιώτης ὁδεῦσαι καὶ κατορθῶσαι δύναται. Ἐρώτ. γ. Τί ἐστι ταπεινοφροσύνη; Ἀπόκ. Ταπεινοφροσύνη ἐστὶ ψυχὴ μὴ προσέχουσα μηδὲ κρίνουσα ἄλλων ἀνθρώπων πταίσματα· ἀλλὰ μόνον τὰ ἑαυτῆς βλέπουσα καὶ ὑπεύθυνον τῆς αἰωνίου κολάσεως ἑαυτὴν ἔχουσα, καὶ τοῦτο πρὸς Θεὸν λέγουσα· Σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, καὶ οὐχ ἕνεκεν τῶν κατορθωμάτων μου. Ὁ δὲ οὕτως ἑαυτὸν ὑπεύθυνον λογιζόμενος οὐδὲ μνησικακήσει ἀνθρώπῳ ποτὲ, οὐδὲ κατακρινεῖ ἄνθρωπον ἁμαρτάνοντα, καὶ λοιπὸν ἐκ τριῶν τρόπων, τὴν τῶν ἁμαρτιῶν ἄφεσιν κομίζεται. Ὡς γὰρ μὴ κρίνων, οὐ κρίνεται· καὶ ὡς ταπεινοφρονῶν, δικαιοῦται· καὶ ὡς συγχωρῶν, συγχωρεῖται.
PG 28:656Ἐρώτ. δ. Ἐάν τις πολλάκις ἁμαρτήσας, πολλάκις μετανοεῖν ἐπεχείρησε, καὶ πάλιν εἰς ἁμαρτίαν ἔπεσε· μέχρι πόσων πταισμάτων πάλιν μετανοοῦντα ὁ Θεὸς προσδέχεται τοῦτον; Ἀπόκ. Ὁ τὸ εὔτρεπτον τῆς ἀνθρωπίνης φύσεως ἐπιστάμενος Κύριος, κἂν μυριάκις ὁ ἄνθρωπος πέσῃ, κἂν μυριάκις μετανοήσῃ, οὐδαμῶς αὐτὸν ἀποβάλλεται. Ὁ γὰρ ἐντειλάμενος τῷ Πέτρῳ ἑβδομηκοντάκις ἑπτὰ τῷ ἀδελφῷ συγχωρεῖν, πολλῷ πλεῖον αὐτὸς συγχωρήσει μυριοντάκις ἑπτὰ τῷ ἀνθρώπῳ, μετανοοῦντι μέντοιγε. Καὶ τοῦτο δεῖ ἀκριβῶς ἐπίστασθαι· ὅτι ψυχὴ εἰς συνήθειαν ἐλθοῦσα τοῦ πολλάκις ἁμαρτάνειν, καὶ πολλάκις μετανοεῖν, καταφρονοῦσα τοῦ Θεοῦ πρὸς τὴν ἁμαρτίαν ὑποστρέφουσα, δυσχερῶς ὄντως ἡ τοιαύτη ψυχὴ τῆς ἁμαρτίας ἀφίσταται, ὥσπερ κύων μακελλικὸς ἐν τῷ βρόμῳ συνεθίσας. Λοιπὸν δὲ, ὅτι τὸ τέλος τῆς ζωῆς ἡμῶν ὑπάρχει ἄδηλον, χρὴ ἡμᾶς ἀσφαλίζεσθαι, μή πως ἐν τῇ ἁμαρτίᾳ φθάσωμεν καὶ εὑρεθῶμεν ἀμετανόητοι, καὶ παραδοθῶμεν εἰς κόλασιν ἀτελεύτητον. Ἐρώτ. ε. Πόσαι μοιχεῖαί εἰσιν; Ἀπόκ. Δύο. Καὶ γὰρ ἡ γυνὴ ἡ ὕπανδρος ὅπου κἂν πορνεύσῃ, μοιχεία ἐστί.
Καὶ πάλιν, ὁ ἀνὴρ ὁ ἔχων γυναῖκα ὅπου κἂν πορνεύσῃ, μοιχεία ἐστὶ τῆς ἰδίας γυναικός. Ἐρώτ. 12. Λέγουσί τινες, ὅτι συγγνώμην ἔχει ἡ σωματικὴ ἁμαρτία ὑπὲρ πάσας τὰς ἁμαρτίας, ὡς φυσικῆς ὑπαρχούσης τῆς κινήσεως ἐν τῷ ἀνθρώπῳ. Ἀπόκ. Τοὐναντίον ὁ Ἀπόστολος βαρυτέραν πασῶν τῶν ἁμαρτιῶν αὐτὴν ὀνομάζει, λέγων· «Πᾶσα ἁμαρτία, ἣν ἂν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει·» ἐπειδὴ ἐξ αὐτῆς τῆς ἰδίας Σαρκὸς, ὥσπερ θυσίαν τινὰ, παρέχει τῷ Σατανᾷ τὴν ἑαυτοῦ σποράν. Καὶ πάλιν τὸ φαγεῖν φυσικόν ἐστι, καὶ ἰδοὺ ὁ Θεὸς τὸν Ἀδὰμ παραβάντα κατεδίκασεν. Ἐρώτ. ζ. Πόσα κρίματα καὶ ἁμαρτήματα πορνικά εἰσιν; Ἀπόκ. Πολλὰ καὶ διάφορα. Μείζονι γὰρ κρίματι ὑπόκειται ὁ γυναῖκα ἔχων καὶ πορνεύων παρὰ τὸν μὴ ἔχοντα· καὶ μείζονι ὁ ἀγαθὴν γυναῖκα ἔχων ὑπὲρ τὸν πονηρὰν ἔχοντα· καὶ μείζονι ὁ ἐν γήρᾳ πορνεύων παρὰ τὸν ἐν νεότητι· καὶ μείζονι ὁ ἀδιαλείπτως ὑπὲρ τὸν διὰ χρόνου· καὶ μείζονι ὁ μὴ θερμῆς ὑπάρχων κράσεως, ἀλλὰ ψυχρᾶς, ἑαυτὸν δὲ διὰ βρωμάτων θερμαίνων, καὶ εἰς ἡδονὴν προτρεπόμενος. Καὶ ἄλλα δὲ πολλά ἐστιν εἰπεῖν καὶ διάφορα περὶ πορνείας παρὰ Θεῷ κρίματα.
PG 28:657Ἄλλο γὰρ κρῖμα τῷ εἰς μίαν γυναῖκα ἁμαρτάνοντι ὑπὲρ τὸν εἰς πολλὰς καὶ διαφόρους κατατρέχοντα, καὶ πολλὰς ψυχὰς μετὰ τῆς ἑαυτοῦ ἀπολλύοντα· καὶ ἄλλο πάλιν κρῖμα τοῦ μετὰ παρατηρήσεως ἁμαρτάνοντος παρὰ τὸν ἀναισχύντως ἑαυτὸν τῇ ἁμαρτίᾳ ἐκδιδόντα, καὶ ἕτερον τοῦ σύμβιον ἔχοντος καὶ εἰς ὕπανδρον πταίοντος· ὅπερ καὶ διπλῆ μοιχεία τῷ ἐργαζομένῳ τὴν ἁμαρτίαν λογίζεται. Φρικτὸν δὲ πάλιν τὸ κρῖμα τὸ κανονικῇ γυναικὶ κατεπέρχεσθαι· καὶ πάλιν τὸ ἀδικουμένῃ γυναικὶ βοηθεῖν καὶ μισθὸν τῆς προστασίας πρὸς ἁμαρτίαν αὐτῇ συγγενέσθαι. Οὐ μόνον δὲ, ἀλλὰ καὶ τόπος πρὸς ἁμαρτίαν ἐστὶ διάφορος. Πολλοὶ γὰρ καὶ ἐν ἐκκλησίᾳ τὴν ἁμαρτίαν ἐργάζονται, καὶ διττὸν κρῖμα ἀποφέρονται. Πολλάκις γὰρ καὶ φίλων γυναῖκας μολύνουσιν ἕτεροι, Ἰουδαϊκὴν ἀγάπην ὑποκρινόμενοι. Ἅπερ ἅπαντα ἀνακρίνει καὶ σκοπεῖ ὁ δίκαιος τοῦ Θεοῦ ὀφθαλμὸς, κατὰ τὸ ἄῤῥητον αὐτοῦ κρῖμα τὸ ἀπροσωπόληπτον, καὶ τὸν ζυγὸν αὐτοῦ τὸν ἀκριβῆ καὶ ἀχλεύαστον. Ἐρώτ. η. Πολλῶν δικαίων δύο γυναῖκας ἐν τῇ Παλαιᾷ καὶ τρεῖς ἐχόντων, πῶς ἡμῖν οὐκ ἐπιτέτραπται δύο γυναῖκας ἔχειν, ἀλλ’ οὐδὲ παλλακὰς κτήσασθαι; Ἀπόκ.
Οὐ μόνον τὸ δύο γυναῖκας ἔχειν τοὺς θεοσεβεῖς ὁ Χριστὸς διεκώλυσεν, ἀλλὰ καὶ αὐτῆς τῆς μιᾶς ἀπέχεσθαι προετρέψατο, λέγων· «Ἀμὴν λέγω ὑμῖν, ὅστις οὐ μισεῖ πατέρα καὶ μητέρα καὶ γυναῖκα, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Εἰ δὲ βούλει τὸ μειζότερον, ἄκουσον· «Ἐῤῥήθη, φησὶ, τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.» Εἰ οὖν τὴν τοῦ ὀφθαλμοῦ ἐπιθυμίαν μοιχείαν ὁ Χριστὸς τοῖς πιστοῖς λογίζεται, ποίαν λοιπὸν φιλοσοφίαν καὶ πολιτείαν οἱ πιστοὶ παρὰ τοὺς ἐν τῇ Παλαιᾷ ἀπαιτούμεθα; Εἰ γὰρ ἐξὸν τὸν ἄνθρωπον δύο γυναῖκας ἔχειν, πρόδηλον ὅτι καὶ τῇ γυναικὶ δύο ἄνδρας. Ἄκουσον γοῦν τοῦ Θεοῦ περὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς λέγοντος, ὅτι «Ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Καὶ οὐκ εἶπεν, «Ἔσονται οἱ τρεῖς εἰς σάρκα μίαν.» Ὅμως μία γυνὴ, δοθεῖσα τῷ ἀνδρὶ, αὐτῷ τε καὶ τῷ κόσμῳ ἐπεβούλευσε· τί ἔμελλεν ὁ κόσμος παθεῖν, εἰ ἐποίησε ὁ Θεὸς δύο γυναῖκας ἀπ’ ἀρχῆς λαβεῖν τὸν ἄνθρωπον;
Εἰ δὲ ζητεῖς τίνος χάριν οἱ ἀρχαῖοι καὶ δύο καὶ τρεῖς γυναῖκας εἶχον, μάνθανε ἀκριβῶς, ὅτι πολλὴ ἦν τότε τοῦ διαβόλου ἡ τυραννὶς, ἣν ὁ Χριστὸς ἐπιδημήσας κατήργησε, πολλοὺς τῶν δαιμόνων ἐκ μέσου ἐξορίσας· τοὺς μὲν ἐν τῇ ἀβύσσῳ, τοὺς δὲ ἐν ἐρήμοις, καὶ ἀοικήτοις καὶ ἀβάτοις τόποις. Ἐρώτ. θ. Πῶς πολλάκις τὰ μὲν τῶν ἐνυπνίων ἀληθεύουσιν; Ἀπόκ. Τοῦτο πολλάκις γίνεται καὶ ἐκ Θεοῦ· πολλάκις δὲ καὶ ἐκ τοῦ συμβεβηκότος. Ἔστι δ’ ὅτε καὶ ὡς νοερὰ οὖσα ἡ ψυχὴ προγινώσκει· τινὰ δὲ καὶ οἱ δαίμονες προδεικνύουσι δι’ ἐνυπνίων. Ἐρώτ. ρ. Τί οὖν; προγνώστης ἐστὶν ὁ διάβολος καὶ οἱ δαίμονες, καὶ δύνανται εἰπεῖν τὰ μέλλοντα γενέσθαι; Ἀπόκ. Προγνώστης καὶ καρδιογνώστης μόνος ὁ Θεὸς ὑπάρχει· ἐπεὶ οὐδὲ αὐτοὶ οἱ ἄγγελοι τὰ ἐν καρδίᾳ, ἢ τὰ μέλλοντα ἐπίστανται. Οἱ δὲ δαίμονες, ὅσα προδεικνύειν νομίζουσιν, ἐκ πανουργίας στοχαζόμενοι ταῦτα λέγουσιν. Οἷόν τι πολλάκις ὡς πνεύματα ὁρῶσι τοὺς ὄμβρους τοὺς Ἰνδικοὺς πολλοὺς γινομένους, καὶ προλαμβάνουσιν ἐν Αἰγύπτῳ, καὶ διὰ φαρμακειῶν ἢ ὀνειράτων, μεγάλην ἀνάβασιν τοῦ Νείλου ποταμοῦ μαντεύονται· καὶ ἄλλα δέ τινα ὅμοια τούτοις διαπράττονται.
PG 28:660Πολλάκις δὲ καὶ ψεύδονται. Καὶ ὁ βουλόμενος τούτους ἐλέγξαι ὁρισάτω ἐν τῇ ἑαυτοῦ ψυχῇ, ὑπόθου πόσα νομίσματα διαδοῦναι εἰς τὴν αὔριον· καὶ προσκαλεσάμενος τὸν φαρμακὸν ἢ τὸν μάντιν, ἐρωτησάτω αὐτὸν, περὶ οὗ ὥρισε· καὶ πάντως εὑρήσεις αὐτὸν μηδὲν ἐπιστάμενον εἰπεῖν Ἐρώτ. ρα. Ἐπειδή τινες καὶ Ἰουδαῖοι, καὶ Ἕλληνες, πολλάκις εὐποιίας ἐργάζονται, ἆρα διὰ τοῦτο εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσέρχονται; ἢ τί χρὴ περὶ αὐτῶν λογίζεσθαι; Ἀπόκ. Τοῦ Κυρίου λέγοντος πρὸς Νικόδημον· «Ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ δι’ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·» εὔδηλον ὅτι οὐδεὶς ἀβάπτιστος εἰς αὐτὴν εἰσελεύσεται. Τοῦτο δὲ χρὴ περὶ ἀπίστων ἀγαθοποιῶν λογίζεσθαι· ἢ ὅτι διὰ τῆς ἐνταῦθα αὐτῶν εὐημερίας τὸν ἴδιον μισθὸν λαμβάνουσιν· ἢ ὅτι ἐν τῷ μέλλοντι αἰῶνι ἐλαφροτέρως κολάζονται παρὰ τοὺς λοιποὺς ἀπίστους, τοὺς μηδὲν ἀγαθὸν ποιήσαντας. Εἰ δὲ καὶ γέγραπται· «Δόξα καὶ τιμὴ, καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι,» μὴ θαυμάσῃς. Περὶ γὰρ τῶν πρὸ τῆς Χριστοῦ παρουσίας ταῦτα εἶπεν ὁ Ἀπόστολος. Ἐρώτ. ρβ.
Ἆρα δὲ ἔχει τέλος τῶν ἁμαρτωλῶν ἡ κόλασις, ἢ οὔ; Ἀπόκ. Τοῦ Κυρίου λέγοντος περὶ τῶν ἐν τῇ γεέννῃ ὅτι «Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται·» καὶ πάλιν· «Οἱ δὲ ἁμαρτωλοὶ εἰς κόλασιν αἰώνιον ἀπελεύσονται·» καὶ πάλιν τοῦ Ἀποστόλου λέγοντος· «Μὴ πλανᾶσθε, οὔτε μοιχοὶ, οὔτε πόρνοι, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν·» εὔδηλον ὅτι αἰώνιος καὶ ἡ τῶν δικαίων ἀπόλαυσις, καὶ ἡ τῶν ἁμαρτωλῶν ὑπάρχει κόλασις. Καὶ πάλιν δέ φησιν ὁ Κύριος περὶ τοῦ Ἰούδα, ὅτι «Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.» Εἰ δὲ τέλος ἔχει ἡ κόλασις, συμφέρει, ὅτι ἐγεννήθη καὶ ὁ Ἰούδας, ἐὰν ὀψέ ποτε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν μέλλει ἀποκατασταθῆναι μετὰ τὴν κόλασιν, ὥσπερ οἱ αἱρετικοὶ πλανώμενοι τοῦτο μυθεύονται. Ἐρώτ. ργ. Πόθεν γίνονται θανατικά; Καὶ διὰ τί ἔν τισι χώραις ἐρημικαῖς ἐθνῶν πολλάκις οὐ γίνονται, ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον ἐν ταῖς οἰκουμέναις καὶ πολυόχλοις πόλεσι καὶ πολυκόπροις; Ἀπόκ. Βαθεῖα ὄντως ἡ τοῦ ἐρωτήματος ἀπόκρισις, καὶ ὀλίγοις τῶν ἐπὶ γῆς χωρητή·
PG 28:661ὅμως, καθώς φησιν ὁ Κύριος, «Ὁ χωρῶν χωρείτω.» Ἐὰν γὰρ εἴπωμεν, ὅτι πολλάκις καὶ ἐξ ἀέρων φθοροποιῶν, καὶ κονιορτῶν, καὶ δυσωδίας θνησιμαίων, καὶ ὄμβρων θερινῶν, καὶ ἀναθυμιάσεων, καὶ ἀποφορῶν γῆς καὶ θαλάσσης, νόσοι σωμάτων καὶ φθοραὶ καὶ θάνατοι γίνονται, εὐθέως ἀμύητοί τινες ἐπιλαμβάνονται ἡμᾶς ὡς ἀπρονόητα τὰ καθ’ ἡμᾶς λέγοντας. Οὕστινας καὶ ἐρωτῆσαι βουλόμεθα· Εἴπατε ἡμῖν, ὦ οὗτοι, πῶς ἐν πόλει τινὶ θανατικὸν γίνεται; ἐκ δὲ τῆς πόλεως ἐκείνης ὑπάρχουσιν ἐν ἑτέραις χώραις δύο ἢ τρεῖς χιλιάδες πραγματευομένων ἀνδρῶν, καὶ οὐδεὶς ἐξ αὐτῶν ἐτελεύτησεν; Εἰ γὰρ θεϊκὴ ὀργὴ κατὰ τῆς πόλεως ἐκείνης ἔφθασεν, ἐχρῆν πάντως καὶ τοὺς πόῤῥωθεν ὄντας τῆς ὀργῆς γεύσασθαι· εἰ δὲ καὶ μὴ πάντας, ἀλλὰ κἄν τινας ἐξ αὐτῶν. Πλὴν ἵνα μὴ δώσωμεν ἀφορμὴν τοῖς ταῦτα ζητοῦσι, φαμὲν ὅτι πολλάκις τὰ μὲν τῶν θανατικῶν καὶ κατὰ Θεοῦ ἀπειλὴν γίνονται· τὰ δὲ καὶ κατὰ ἀέρων καὶ τῶν λοιπῶν αἰτιῶν, ὧν προειρήκαμεν, ἅπερ ὡς ἐπὶ τὸ πλεῖστον καὶ καταφθείρει τὰ νήπια, ὡς ἀσθενέστερα. Πλὴν καὶ τῶν ἀέρων καὶ τῶν ἀναθυμιάσεων ποιητής ἐστιν ὁ Θεὸς ὁ εἰπών·
«Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τῆς γῆς ἄνευ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς; ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί.» Ἐρώτ. ρδ. Ἆρα δὲ ἀφελεῖται, ἢ λυτροῦται ἐκ θανατικοῦ ἀπὸ πόλεως εἰς ἄλλην φεύγων χώραν; Ἀπόκ. Τοῦ Προφήτου πρὸς Θεὸν λέγοντος· «Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ τοῦ προςώπου σου ποῦ φύγω;» εὔδηλον μὲν ὅτι τὸν Θεὸν ἐκφυγεῖν οὐδεὶς δύναται. Εἰ δὲ ἀήρ τις, ἢ ἄλλη κτίσματος αἰτία ἐστὶν ἡ τὸ λοιμικὸν ποιήσασα, ἴσως ἐκφεύγει αὐτὴν, εἰς ἑτέραν χώραν μεταβάς. Ἐρώτ. ρε. Πόθεν ὁρῶμέν τινας μὲν δικαίους ψυχομαχοῦντας ἐπὶ ἡμέρας καὶ κρινομένους· τινὰς δὲ ἁμαρτωλοὺς εἰρηνικῶς καὶ συντόμως ἀποθνήσκοντας; Ἀπόκ. Πάντα τὰ κρίματα τοῦ Θεοῦ γινώσκειν μὲν ἀδύνατόν ἐστι, καὶ διὰ τοῦτο καλὸν ὑπάρχει μὴ πολυπραγμονεῖν ἡμᾶς αὐτά· ὅμως δὲ καὶ στοχαζόμενοι λέγομεν· ὅτι πολλάκις καὶ ἄνδρες εὐσεβεῖς βασανίζονται πρὸ θανάτου ἐν τῷ θανάτῳ· ἵνα ἡμεῖς οἱ ὁρῶντες φοβηθῶμεν καὶ σωφρονισθῶμεν.
PG 28:664Ἴσως δὲ καὶ ὡς ἄνθρωποι οἱ ἅγιοι, μικρόν τε ἐλάττωμα ἔχοντες, διὰ τῆς τοιαύτης βασάνου τῆς ἐν τῷ καιρῷ τοῦ θανάτου τελείως καθαίρονται ἄμωμοι λοιπὸν ἀπερχόμενοι. Ἐρώτ. ρ. Τίνος χάριν οἱ πλείους τῶν ἀνθρώπων ἐν νυκτὶ τίκτονται, καὶ ἐν νυκτὶ τελευτῶσιν; Ἀπόκ. Ἐμοὶ δοκεῖ, ἵνα μάθωμεν διὰ τοῦ τοιούτου ὑποδείγματος, ὅτι σκοτεινὴ ὑπάρχει τοῦ παρόντος βίου καὶ ἡ γέννησις καὶ ἡ κοίμησις, ἤγουν ἡ ἐν αὐτῷ εἴσοδος καὶ ἐξ αὐτοῦ ἔξοδος. Ἐρώτ. ρζ. Πόθεν τινὲς μὲν χαλεπῶς εἰς τὸ πάθος τῆς πορνείας πολεμοῦνται· τινὲς δὲ φυσικῶς σχεδὸν τῆς τοιαύτης ἡδονῆς ἀπέχονται, καίπερ πολλάκις περιπληθὲς σῶμα περικείμενοι; Ἀπόκ. Ἡ τῶν σωμάτων τῶν ἀνθρώπων ἐπιθυμία γίνεται ἢ ἐκ θερμῆς κράσεως τοῦ σώματος, ἢ ἐκ πλειοτέρας τροφῆς καὶ ὕπνου καὶ ἀνέσεως· ἴσως δὲ καὶ ἐξ ἐνεργείας σατανικῆς· τέταρτον δὲ πολλάκις καὶ ἐκ τοῦ κατακρίνειν ἑτέρους· πέμπτον καὶ ἐξ ὑψηλοφροσύνης, ὅταν τις μεγαλοφρονῇ ἐπὶ τῇ ἑαυτοῦ ἁγνείᾳ· ὁ γὰρ τοιοῦτος παραχωρεῖται πεσεῖν, ὅπως διὰ τῆς πορνείας ἀπωθεῖται τὴν ὑπερηφανίαν, καὶ ὁδηγηθεὶς εἰς ταπεινοφροσύνην τεύξηται τῆς σωτηρίας·
ἐν γὰρ συγκρίσει δύο κακῶν κουφότερον ὑπάρχει παρὰ τὴν ὑπερηφανίαν πταῖσμα ἡ κατὰ σῶμα φυσικὴ ἐπιθυμία. Ἁγνεύουσι δέ τινες ἢ ὑπὸ Θεοῦ σκεπόμενοι, ἢ ψυχρᾶς τινος ὑπάρχοντες κράσεως, ἢ διὰ πολλῆς ἀσκήσεως, ἑαυτοὺς βιαζόμενοι, καί τινα μὴ κατακρίνοντες. Εἰ δὲ καί τινες ὑπερηφανίαν ἔχοντες ἁγνεύουσι, χρὴ γινώσκειν τοὺς τοιούτους, ὅτι περ ὑπὸ τοῦ διαβόλου κατεφρονήθησαν, ἱκανῆς οὔσης τῆς ὑπερηφανίας ὑπὲρ ὅλα τὰ πάθη ἐνόχους αὐτοὺς ποιῆσαι τῆς αἰωνίου κολάσεως. Ἐρώτ. ρη. Ποῖον σημεῖον ὀφείλει κρατεῖν ὁ ἄνθρωπος, ἵνα μὴ πλανηθῇ καὶ δέξηται τὸν Ἀντίχριστον, νομίζων ὅτι ὁ Χριστός ἐστιν; Ἀπόκ. Ὅπερ ὁ Κύριος ἡμῖν παρέδωκεν εἰπὼν, ὅτι «ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ δευτέρα παρουσία τοῦ Υἱοῦ τοῦ Θεοῦ.» Ὅθεν μανθάνομεν, ὅτι πᾶς Χριστὸς ἐρχόμενος, καὶ μὴ ἐξαίφνης ἐν ὅλῳ τῷ κόσμῳ ἐν μιᾷ ὥρᾳ εὑρισκόμενος, τοιοῦτος ἀναμφιβόλως Ἀντίχριστός ἐστιν. Ἐπὶ γὰρ τῆς δευτέρας παρουσίας τοῦ Χριστοῦ πᾶσα ἡ ἀνθρωπότης ἐν τῷ ἅμα εὑρίσκεται, καὶ ἐν μέσῳ αὐτῆς ὁ Χριστὸς ὑπὸ πάντων ὁρώμενος. Ἐρώτ. ρθ.
Ἀληθὲς δὲ, ὅτι ἐξ Αἰγύπτου ἐξέρχεται ὁ Ἀντίχριστος, καὶ σημεῖόν τι ἐν τῇ χειρὶ τῇ μιᾷ, καὶ ἐν τῷ ὀφθαλμῷ τῷ ἑνὶ κέκτηται; Ἀπόκ. Πάντα ταῦτα γραώδεις μῦθοί εἰσιν. Ὁ γὰρ Ἀντίχριστος οὐδὲν σημεῖον τοιοῦτον κέκτηται· ἀλλὰ καὶ ἐκ τῆς Γαλιλαίας, ὅθεν ὁ Χριστὸς ἐξῆλθεν, ἐξέρχεται, ὥς φησιν ἡ Γραφή· «Σκύμνος λέοντος Δὰν, καὶ ἐκπηδήσει ἐκ Βασάν.» Αὕτη δέ ἐστιν Σκυθόπολις. Ἐρώτ. ρι. Λέγουσί τινες, ὅτι οὐ δύναται ὁ Ἀντίχριστος νεκρὸν ἄνθρωπον ἀναστῆσαι· ἐπεὶ πάντα τὰ λοιπὰ σημεῖα ποιεῖ. Ἀπόκ. Τὸ εἰπεῖν τὸν Ἀπόστολον περὶ τοῦ Ἀντιχρίστου, ὅτι ἐν πᾶσι σημείοις καὶ δυνάμεσι πλάνης, εὔδηλον ὅτι καὶ νεκρὸν δείκνυσιν ἐγειρόμενον, οὐκ ἐν ἀληθείᾳ, ἀλλ’ ἐν φαντασίᾳ. Ἐρώτ. ρια. Πῶς καί τινες αἱρετικοὶ ποιοῦσι πολλάκις σημεῖα; Ἀπόκ. Τοῦτο ἡμᾶς οὐκ ὀφείλει ξενίζειν. Ἠκούσαμεν γὰρ τοῦ Κυρίου λέγοντος· ὅτι πολλοὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐροῦσι· «Κύριε, οὐκ ἐν τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν;» καὶ ἐρεῖ αὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν, οὐδέποτε ἔγνων ὑμᾶς·
PG 28:665ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, ἐργάται τῆς ἀνομίας.» Πολλάκις γὰρ οὐχ ἡ πολιτεία τοῦ θαυματουργοῦντός ἐστιν ἡ τὴν ἴασιν ἐργαζομένη, ἀλλ’ ἡ πρὸς αὐτὸν πίστις τοῦ προσερχομένου ἀνθρώπου. Γέγραπται γάρ· «Ἡ πίστις σου σέσωκέ σε.» Πλὴν δεῖ καὶ τοῦτο γινώσκειν, ὅτι πολλάκις τινὲς κακόπιστοι καμάτους πολλοὺς δι’ ἀσκήσεως τῷ Θεῷ προσήγαγον, καὶ τὴν ἀντιμισθίαν αὐτῶν ἔλαβον ἐν τῷ νῦν αἰῶνι ἐκ Θεοῦ, τὸ τῶν ἰαμάτων καὶ προῤῥήσεων χάρισμα· ἵνα ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἀκούσωσιν· Ἀπελάβετε τὰ ἀγαθὰ ὑμῶν καὶ τοὺς καμάτους ὑμῶν· νῦν δὲ λοιπὸν οὐδὲν ὑμῖν κεχρεώστηται. Ἐρώτ. ριβ. Ἐὰν ἐν καιρῷ ἑορτῆς καταληφθῇ ἄνθρωπος ἐν χώρᾳ, ἐν ᾗ ἡ κοινωνία τῆς καθολικῆς Ἐκκλησίας οὐχ εὑρίσκεται, τί ὀφείλει διὰ τὴν ἑορτὴν σκέψασθαι, κοινωνῆσαι τοῖς αἱρετικοῖς, ἢ μεῖναι ἀκοινώνητος; Ἀπόκ. Εἰ πολὺς καὶ χαλεπὸς ὁ κίνδυνος, τὸ τὴν ἰδίαν γυναῖκα μοιχεῦσαι, καὶ ἄλλῃ συγγενέσθαι, κἂν ἐν ἀποδημίᾳ τυγχάνῃ ὁ ἀνήρ· πόσῳ γε μᾶλλον τὴν ὀρθὴν πίστιν προδοῦναι διὰ τὸ τοῖς αἱρετικοῖς συγκοινωνῆσαι;
Ὥσπερ οὖν οἱ τὴν ἑαυτῶν πραγματείαν πωλῆσαι βουλόμενοι, ὅσον ἂν χρόνον ἐπὶ ξένης βραδύνωσιν, οὐ καταδέχονται λαβεῖν ἀντὶ τοῦ βασιλικοῦ χαράγματος τὸ ἔξω χάραγον· οὕτω καὶ ἐπὶ τῆς Χριστοῦ κοινωνίας χρὴ λογίζεσθαι. Τὸ γὰρ εἰπεῖν τὸν Ἀπόστολον, ὅτι «Εἶς Κύριος, καὶ μία πίστις, καὶ ἓν βάπτισμα,» ἐσήμανεν ἀκριβῶς, ὅτι μία καὶ μόνη ἐν κόσμῳ ἀψευδὴς ὑπάρχει πίστις, ἣν ἡ ἁγία καὶ μόνη κρατεῖ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία· καὶ ἓν βάπτισμα καθαρτικὸν καὶ ἁμαρτιῶν λυτρωτικόν· καὶ εἷς Κύριος, ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα ὑπάρχει. Καὶ ὁ μὴ οὕτω φρονῶν πεπλάνηται. Ἐρώτ. ριγ. Τὸ μέγα καὶ πολυθρύλλητον, καὶ σχεδὸν παρὰ πάντων ζητούμενον ὅρον θέλομεν λέγειν ἔχειν τὴν τοῦ ἀνθρώπου ζωὴν, ἢ οὔ; Εἰ μὲν γὰρ ὅρος ἐστὶ, πῶς φησιν ὁ Δαβὶδ τῷ Θεῷ· «Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου;» εἰ δὲ οὐκ ἔστιν ὅρος, πῶς πάλιν ὁ αὐτὸς λέγει· «Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου.» Εἰ δὲ πάλιν ὅρος ἐστὶ, πῶς ὁ Σολομών φησι·
PG 28:668«Μὴ γίνου σκληρὸς, μηδὲ ἀσεβὴς ἐπὶ πολὺ, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου.» Εἰ οὖν ἐστιν ἐν οὐ καιρῷ ἀποθανεῖν, πῶς τισιν ἔδοξε λέγειν, ὅτι θάνατοι ἐπάγονται, τῶν ὅρων τῆς ζωῆς πληρωθέντων; Πῶς δὲ καὶ τῷ Ἐζεκίᾳ καὶ τοῖς Νινευί̈ταις ζωὴν ὁ Θεὸς αἰτησαμένοις προσέθηκεν; Ἀπόκ. Ἡ τῆς σοφίας πηγὴ, τὸ μέγα δοχεῖον τῆς γνώσεως, Παῦλος ὁ ἀπόστολος, πρὸς Κορινθίους γράφων φησίν· «Ὁ γὰρ ἀναξίως ἐσθίων τὸν ἄρτον καὶ πίνων τὸ αἷμα τοῦ Κυρίου, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει· καὶ διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι καὶ κοιμῶνται ἱκανοί.» Προσέχετε μετὰ ἀκριβείας. Διὰ τὸ ἀναξίους ὑμᾶς μεταλαμβάνειν, φησὶν, ἀποθνήσκετε οἱ πολλοί. Ὥστε εἰ ἀξίως μετελάμβανον, οὐκ ἂν ἀπέθνησκον τότε. Καὶ ποῦ λοιπὸν ζητοῦμεν τὸν ὅρον τῆς ζωῆς τὸν παρὰ πολλοῖς ἡμῖν προβαλλόμενον; Πάλιν πρὸς τὸν Ἐλιφὰζ τὸν Θεμανίτην φησὶν ὁ Θεός· «Ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου, καὶ εἰ μὴ διὰ Ἰὼβ τὸν θεράποντά μου, ἐξωλόθρευσα ἂν ὑμᾶς.» Ὥστε διὰ τὴν τοῦ Ἰὼβ πρὸς Θεὸν ἀρετὴν οὐκ ἀπέθανον, καὶ οὐ διὰ τὸ μὴ πληρωθῆναι τὸν ὅρον τῆς ζωῆς αὐτῶν.
Εἰ δὲ, ὥς τισι δοκεῖ, πεπηγμέναι εἰσὶ καὶ ὡρισμέναι αἱ ἡμέραι τοῦ ἀνθρώπου, μηδεὶς λοιπὸν ἐν ἀνομίαις μέλλων τελευτᾷν ἁγίοις ἀνδράσι προσδράμῃ ζωὴν καὶ ἐπιστροφὴν αὐτοῦ ἐκ Θεοῦ αἰτήσασθαι· μηδεὶς περὶ ζωῆς τῶν ἑαυτοῦ τέκνων τὸν Θεὸν δυσωπήσῃ. Ὁ γὰρ ὅρος, ὅρος ἐστὶ, καὶ προσθήκην ἀδύνατον κατ’ αὐτοὺς γενέσθαι. Καὶ πῶς φησιν ἡ Γραφὴ, «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ὅπως ἔσῃ πολυχρόνιος;» ὅρος τοίνυν ἐστὶ τῇ ζωῇ τοῦ ἀνθρώπου ἡ βουλὴ τοῦ Θεοῦ, καὶ ᾧτινι βούλεται, προστίθησι, καὶ ἔνθα σκοπήσῃ, ὑφελεῖται, πάντα ποιῶν πρὸς τὸ ἑκάστου συμφέρον. Καὶ ὥσπερ ὁ δεσπότης τῆς ποίμνης, ὅτε βουληθῇ, ἀποστέλλει καὶ φέρει, οἷα βούλεται, πρόβατα· οὕτω καὶ ὁ Θεὸς ἐπὶ τῶν ἀνθρώπων ποιεῖ, καὶ τότε ἐπάγεται ὁ θάνατος τῷ ἀνθρώπῳ, τοῦ ὅρου, ἤγουν τοῦ χρόνου τῆς ζωῆς αὐτοῦ, πληρωθέντος. Ὅρος τοιγαροῦν, ὡς προλέλεκται, τῆς ἑκάστου ζωῆς ἐστιν ἡ κέλευσις καὶ ἡ βουλὴ τοῦ Θεοῦ. Ἐρώτ. ριδ. Ἀμήχανόν τι πρᾶγμα τοῖς πολλοῖς καὶ ἀδύνατον νομίζεται τῶν καταφθαρέντων σωμάτων ἡ ἀνάστασις.
Πῶς γὰρ, φησὶν, ἢ πόθεν ἀναστήσεται ἡ σὰρξ, ἣν πολλάκις ναυαγήσασαν ἔφαγον χίλιοι ἰχθύες καὶ πάλιν τοὺς χιλίους ἰχθύας χίλιοι ἄνδρες, καὶ τοὺς χιλίους ἄνδρας χίλιοι λέοντες; Ἀπόκ. Ὁμολογεῖτε, ὦ ἀνόητοι, παντοδύναμον εἶναι τὴν τοῦ δημιουργοῦ Θεοῦ οὐσίαν; Πάντως ἐρεῖτε, ὅτι ναί. Ὥστε μάθετε ἀκριβῶς, ὦ ἄφρονες, ὅτι περ ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενέγκας Θεὸς τὸν ἄνθρωπον, αὐτὸς ἀῤῥήτῳ τινὶ λόγῳ καὶ ἀναπλάσαι αὐτὸν δύναται. Τί γάρ ἐστιν, εἰπέ μοι, εὐκοπώτερον τῷ κεραμεῖ, τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν τὸ σκεῦος, ἢ τὸ συντριβὲν πάλιν ἀνακαινίσαι; Πρόδηλον ὅτι τὸ ἀναπλάσαι τὸ γενόμενον ἤδη, κἂν εἰς πολλὰ μέρη διεσκορπίσθη. Ἵνα δὲ καὶ φυσικῇ τινι ἀκολουθίᾳ χρήσωμαι, καὶ ὑποδείγματι, ὥσπερ παντὸς τοῦ ἐπὶ γῆς πυρὸς καὶ τῆς θέρμης πηγὴ καὶ ῥίζα ὁ ἥλιος ὑπάρχει, καὶ σβεννυμένης μὲν καμίνου, εὔδηλον ὅτι ἡ θέρμη αὐτῆς πρὸς τὸν ἥλιον ἀοράτως ἀνέδραμε· καὶ πάλιν ἁπτομένης αὐτῆς ἐκ τοῦ ἡλίου, δῆλον ὅτι τὸ πῦρ παραγίνεται, τὸ ἐξ αὐτῆς ἀναχωρῆσαν·
PG 28:669οὕτω καὶ ἐπὶ τῶν καταφθειρομένων σωμάτων ἀνθρωπίνων καὶ διαλυομένων μοι νόησον, ὅτι περ εἰς ὅσας ἂν θηρίων, ἢ ἰχθύων, ἢ ὀρνέων γαστέρας διαμερισθῇ ὁ ἄνθρωπος, εἰς τὰ τέσσαρα πάντως στοιχεῖα ἀναλύεται, καὶ ἀπέρχεται, ἐξ ὧν καὶ συνέστηκε κατὰ τὸ τοῦ ἡλίου ὑπόδειγμα. Καὶ εἰς μὲν τὰ ὕδατα ἀπέρχεται τὸ ὑγρόν· εἰς δὲ τὸν ἀέρα τὸ ψυχρόν· εἰς δὲ τὸ πῦρ πρόδηλον τὸ θερμόν· εἰς δὲ τὴν γῆν λοιπὸν τὸ ξηρόν. Τῷ οὖν καιρῷ τῆς ἀναστάσεως κελεύσει Θεοῦ ἀοράτως ἀποδίδωσιν ἕκαστον τῶν στοιχείων, ὅπερ ἔλαβεν ἀποθανόντος τοῦ ἀνθρώπου, καὶ προστρέχει ἡ ψυχὴ καὶ ἀνίσταται ὁ ἄνθρωπος, ὡς οἶδε μόνος ὁ πλάσας τὸν ἄνθρωπον, σπαρεὶς μὲν εἰς γῆν φθορᾷ, ἐγειρόμενος δὲ ἐν ἀφθαρσίᾳ. Ὅθεν καὶ Σαμαρείτας ἐντεῦθεν δυνάμεθα ἐλέγξαι, ὅτι τοῦτο τὸ σῶμα ἀνίσταται, ἐκ τοῦ καὶ αὐτοὺς ὥσπερ τινὰ κόκκον ἐπὶ γῆς κατακρύπτειν τὰ σώματα. Τούτου γὰρ χάριν ὁ Θεὸς καὶ ἀπ’ ἀρχῆς διὰ τῶν πατέρων ἐνομοθέτησε σκάπτοντας ἡμᾶς κατακρύπτειν τὰ τεθνεῶτα σώματα, ὅπως καὶ ἄκων ὁ ἄνθρωπος ὁμολογῇ τὴν ἀνάστασιν. Πᾶν γὰρ τὸ ἐν τῇ γῇ ὑφ’ ἡμῶν χωννύμενον, εὔδηλον ὅτι ἐπ’ ἐλπίδι ἀναστάσεως κρύπτεται.
Εἰ δὲ οὐκ ἔστι νεκρῶν ἀνάστασις, καθὼς αἱρετικοὶ λέγουσιν, ἄδικος λοιπὸν ὁ Θεὸς εὑρεθήσεται, πολλοὺς μὲν δικαίους ἐνταῦθα ταλαιπωρῆσαι καὶ ἀναιρεθῆναι κακῶς συγχωρήσας, πολλοῖς δὲ ἀσεβέσι καὶ ἁμαρτωλοῖς εὐζωί̈αν καὶ εὐτεκνίαν καὶ εὐπραγίαν δωρησάμενος. Ἀλλὰ μὴ πλανάσθωσαν Σαμαρειτῶν παῖδες· ἔσται γάρ ποτε ἀναστάσεως καὶ κρίσεως καιρὸς, ὅπως καὶ οἱ ἐνταῦθα κακοπαθήσαντες εὐσεβεῖς στεφανωθῶσι, καὶ οἱ πάλιν εὐημερήσαντες ἀσεβεῖς τῷ αἰωνίῳ πυρὶ εἰς αἰῶνας αἰώνων καταδικασθῶσι, κατὰ τὸ δίκαιον κρῖμα τοῦ Θεοῦ. Ἐρώτ. ριε. Ποῦ ὑπάγουσι τὰ τελευτῶντα πιστὰ νήπια; εἰς κόλασιν, ἢ εἰς βασιλείαν; Καὶ ποῦ τὰ τῶν ἀπίστων νήπια; Καὶ ποῦ τὰ τῶν πιστῶν ἀβάπτιστα ἀποθνήσκοντα τάττονται, μετὰ τῶν πιστῶν, ἢ ἀπίστων; Ἀπόκ. Τοῦ Κυρίου λέγοντος· «Ἄφετε τὰ παιδία ἔρχεσθαι πρὸς μέ· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν·» καὶ πάλιν τοῦ Ἀποστόλου φάσκοντος· «Νῦν δὲ τὰ τέκνα ὑμῶν ἅγιά ἐστι·» πρόδηλον ὅτι ὡς ἄσπιλα καὶ πιστὰ εἰς τὴν βασιλείαν εἰσέρχονται τὰ τῶν πιστῶν βεβαπτισμένα νήπια· τὰ δὲ ἀβάπτιστα καὶ τὰ ἐθνικὰ οὔτε εἰς βασιλείαν εἰσέρχονται· ἀλλ’ οὔτε πάλιν εἰς κόλασιν·
PG 28:672ἁμαρτίαν γὰρ οὐκ ἔπραξαν. Ἐρώτ. ρι. Ἆρα πάντες οἱ αἱρετικοὶ εἰς ἀπώλειαν ἀπέρχονται, ἢ οὔ; Ἀπόκ. Ἔστιν αἵρεσις καὶ αἵρεσις· καὶ ἔστι κρῖμα καὶ κρῖμα. Ἄλλη γὰρ ἀπώλεια τῶν Μανιχαίων καὶ τῶν Μοντανῶν, καὶ Σιμωνιανῶν, καὶ Ἀρειανῶν, καὶ Πνευματομάχων, καὶ τῶν τοιούτων θεοκαταράτων αἱρετικῶν· καὶ ἄλλο πάλιν τῶν λεγόντων ἄφθαρτον σῶμα ἀναλαβεῖν ἐκ τῆς ἁγίας Θεοτόκου τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστόν. Πλὴν ὁ ἐν ὀλίγῳ ἄπιστος καὶ ἐν πολλῷ ἄπιστός ἐστιν. Οὐ μόνον δὲ τοῦτο· ἀλλὰ καὶ ἐν αὐτῇ τῇ μιᾷ αἱρέσει πολλὰ καὶ διάφορα ὑπάρχουσι κρίματα. Ἄλλη γὰρ ἡ ἁμαρτία τοῦ ἐπισκόπου τοῦ πλανῶντος τὸν λαὸν, καὶ ἄλλο κρῖμα τοῦ κληρικοῦ τοῦ δυναμένου μαθεῖν τὴν ὀρθόδοξον πίστιν· καὶ ἄλλο πάλιν τοῦ μὴ δυναμένου, καὶ ἄλλο τοῦ ἀναθεματίζοντος τὴν ἀλήθειαν καὶ ἀντιμαχομένου ἡμῖν· καὶ ἄλλο τοῦ ἐν γνώσει σφαλλομένου, καὶ ἄλλο τοῦ ἐν ἀγνοίᾳ· καὶ ἄλλο πάλιν τὸ πάντων κουφότερον τὸ τῆς γυναικός. Ἅπερ ἅπαντα γινώσκει ἀκριβῶς ὁ μέλλων κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Ἐρώτ. ριζ. Εἰ ἐξὸν ἄρα τοῖς ἄρχουσι δῶρα δέχεσθαι, καὶ ταῦτα εἰς πτωχοὺς ἀναλίσκειν; Ἀπόκ.
Εἰ μέν τινες εὐεργετηθέντες ἐν εὐπορίᾳ τυγχάνουσι, καὶ ἑκουσίως αὐτοῖς ταῦτα προσφέρουσι, λέγω δὴ τοῖς εὐεργετήσασιν· ἴσως οὐ πολὺ κρῖμα ἔχουσιν οἱ δεχόμενοι· δῆλον ὅτι, ἐὰν εἰς πτωχοὺς αὐτὰ διανείμωσιν. Ἐπεὶ ὅσα ἐκ γεωπόνων ἢ χειροτεχνῶν δέξονται δῶρα, καταπονουμένων καὶ ἀντίληψιν ζητούντων, πῦρ καὶ κόλασιν ἑαυτοῖς συνάγουσι, κἂν εἰς μυρίας εὐποιίας αὐτὰ διαδώσουσι, καθώς φησιν ἡ Γραφὴ, ὅτι «Πῦρ καταφάγεται οἴκους δωροδεκτῶν.» Ἐρώτ. ριη. Ἐὰν ἀνὴρ ἅγιος ἀποστείλῃ παιδείαν, ἢ τιμωρίαν, ἢ δαίμονα, ἢ θάνατον, ἢ ἄλλην τινὰ παίδευσιν εἰς οἶκον, ἢ οὐσίαν ἀνθρώπου, ἢ εἰς τέκνα· ἆρα δύναται ὁ ἄνθρωπος ἐκεῖνος παρακαλέσας ἕτερον ἅγιον ἐκφυγεῖν τὴν ἀπόφασιν, ἣν ἀπέστειλεν αὐτῷ ὁ δοῦλος τοῦ Θεοῦ; Ἀπόκ. Ἐὰν ἀνὴρ ἅγιός ἐστιν ὁ τὴν τιμωρίαν ἀνθρώπῳ ἀποστείλας, εὔδηλον ὅτι βουλῇ Θεοῦ τοῦτο πεποίηκε. Καὶ τίς ἔσται λοιπὸν ὁ τὴν βουλὴν τοῦ Θεοῦ ἀναλῦσαι δυνάμενος; Πλὴν οὔτε αὐτοὶ οἱ ἅγιοι ἀλλήλοις ποτὲ ἀντιπολεμοῦσι γινώσκοντες τὸν τῆς ἀγάπης τοῦ πνεύματος σύνδεσμον, καὶ ὅτι οὐκ εἰςακούσεται Κύριος ἁγίου, τοῦ δι’ εὐχῆς ἀναλῦσαι βουλομένου ἄλλου ἁγίου εὐχήν.
PG 28:673Οὔτε γὰρ πρέπον Θεῷ τοῦτο, ἕνα μὲν θλίψαι, ἕνα δὲ ἀναπαῦσαι ἑαυτοῦ θεράποντα. Ὅθεν τὸν ἐν Κορίνθῳ πορνεύσαντα Παῦλος ὁ δήσας αὐτὸς καὶ ἔλυσε· καὶ τὸν οὐρανὸν ἐν τῇ Παλαιᾷ πρὸς ἀβροχίαν Ἡλίας ἔδησε, καὶ Ἡλίας πάλιν ἔλυσε, καίπερ ἔχοντος τότε τοῦ Θεοῦ ἑπτακισχιλίους ἁγίους, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Καὶ πάλιν, ὑβρισθέντος τοῦ Ἰὼβ ὑπὸ τῶν ἑαυτοῦ φίλων, αὐτὸν πεποίηκεν ὁ Θεὸς συγχωρῆσαι αὐτοῖς τὸ ἁμάρτημα, λέγων αὐτοῖς, ὅτι «Πορεύεσθε πρὸς τὸν θεράποντά μου Ἰὼβ, καὶ προσεύξεται περὶ ὑμῶν.» Καὶ ὥσπερ ἐπὶ τῶν ἁγίων ἀγγέλων οὐκ ἀντιπράττει ἕτερος ἑτέρῳ, οὕτω καὶ ἐπὶ τῶν ἁγίων νοήσωμεν. Ἐρώτ. ριθ. Πόθεν τινὲς φύσει ἀβιάστως ὑπάρχουσιν ἐλεήμονες· τινὲς δὲ πάλιν φυσικῶς εἰσιν ὠμοί τε καὶ ἄσπλαγχνοι εἰς μετάδοσιν; Ἀπόκ. Οὐδεὶς ὑπὸ Θεοῦ ἄνθρωπος γέγονε φύσει ἀσυμπαθὴς καὶ ἄσπλαγχνος· φύσει δὲ μᾶλλον ὁ Θεὸς τὸ φιλάλληλον εἰς τὴν τοῦ ἀνθρώπου οὐσίαν ἔθηκεν· οὐκ ἐν τῇ τοῦ ἀνθρώπου δὲ μόνον, ἀλλὰ καὶ ἐν τῇ τῶν ἀλόγων καὶ πετεινῶν. Ὅθεν πολλάκις καὶ ἐξ ἀλλήλων χωριζόμενα, στυγνάζουσι, καὶ βοῶσι, καὶ νηστεύουσι· τινὰ δὲ καὶ δακρύουσι.
Κορωνῶν δὲ γένος, καὶ βρῶμα εὑροῦσαι, εὐθέως ἀλλήλας τῇ φωνῇ κράζουσι πρὸς μετάληψιν. Καὶ πῶς λοιπὸν, εἰπέ μοι, οὐ μέλλουσι πολλὰ καὶ τῶν ἀλόγων ἡμᾶς κατακρίνειν, τοὺς κατ’ εἰκόνα Θεοῦ κτισθέντας, οὐ μόνον διὰ τὴν ἀσπλαγχνίαν ἡμῶν, ἀλλὰ καὶ διὰ τὴν ἄγνοιαν καὶ ἀκολασίαν, ἣν ἔχομεν; Ἐκεῖνα γὰρ οὐ μόνον ἄρσεν ἄρσενος εἰς συνουσίαν οὐχ ἅπτεται, ἀλλὰ καὶ αὐτῆς τῆς θηλείας πρὸς ὀλίγας καὶ μόνον ἡμέρας ἐφίεται· τινὰ δὲ καὶ χηρεύουσι. Πλεονεξίαν οὐκ οἶδε, λοιδορίαν οὐ μετέρχεται. Τὸ δὲ χαλεπώτερον, ὅτι περ κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γενόμενοι, καὶ ἄρχειν ἀλόγων τεταγμένοι, παρασυνεβλήθημεν τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθημεν αὐτοῖς. Ἐρώτ. ρκ. Ποῖαι πλεῖστον πάντων ἀρεταὶ τοῖς ἄρχουσι πρέπουσί τε καὶ ἁρμόζουσιν; Ἀπόκ. Προηγουμένως τὸ συμπαθητικὸν καὶ φιλάνθρωπον, τὰ καὶ Θεῷ ὑπάρχοντα· εἶτα τὸ ἀμνησίκακον καὶ ἀόργητον, καὶ ἀπροσωπόληπτον, καὶ ἀδωροδόκητον, καὶ πρὸ πάντων τὸ μὴ εὐχερῶς, μηδὲ ἀνεξετάστως διαβολαῖς καὶ λοιδορίαις πείθεσθαι. Ἀπὸ γὰρ λογοπειθείας πολλοὺς φόνους ἀδίκους ποιοῦσιν·
PG 28:676ὡσαύτως καὶ ἐξ ἀσπλαγχνίας ὁμοίως καὶ ἀπὸ μνησικακίας ἀπέχεσθαι καὶ ἀπὸ δωροδοκίας. Ἐκεῖνος τοίνυν ἐστὶν ἄρχων Θεῷ εὐάρεστος, ὁ μηδὲν τῶν τοιούτων παθῶν κτώμενος. Ἐρώτ. ρκα. Πόθεν ὁρῶμέν τινας πονηροὺς καὶ ἀναξίους εἰς ἀρχιερωσύνην, καὶ εἰς ἐξουσίαν λαοῦ προχειριζομένους, καὶ πολλὰ ἄτοπα κατεργαζομένους; Ἀπόκ. Οὐ διὰ τὸ αὐτοὺς εἶναι ἀξίους τῆς ἐξουσίας Θεὸς αὐτοὺς προχειρίζεται εἰς τὸ ἐξουσιάζειν λαοῦ· ἀλλὰ διὰ τὸ εἶναι τὸν λαὸν πονηρὸν τοιούτους ἀρχιερεῖς καὶ ἄρχοντας παρέχει. «Δώσω γὰρ ὑμῖν,» φησὶν ὁ Θεὸς, «ἄρχοντας κατὰ τὰς καρδίας ὑμῶν.» Ἐρώτ. ρκβ. Πόθεν ὀφείλει γνῶναι ὁ δυσωπῶν τὸν Θεὸν περὶ αἰτήματος, ὅτι προσεδέχθη ἡ δέησις αὐτοῦ; Ἀπόκ. Σπανίοις τισὶ καὶ θεοσεβέσιν ἀνδράσιν τοῦτο κατάδηλον γίνεται, τῆς ἑαυτῶν καρδίας νοερῶς πληροφορουμένης. Ἐρώτ. ρκγ. Ἐκ τεσσάρων περάτων λέγομεν τὸν κόσμον συνίστασθαι· καὶ πάλιν ἐκ τεσσάρων στοιχείων τὸν ἄνθρωπον συγκεῖσθαι. Πρόδηλον οὖν ὅτι τέσσαρα πέρατα, τουτέστιν ἀνατολὴ καὶ δύσις, ἄρκτος τε καὶ μεσημβρία, τὰ τέσσαρα στοιχεῖα γεννῶσιν, ἤγουν τὸ θερμὸν καὶ τὸ ψυχρὸν, καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρόν.
Ζητητέον λοιπὸν ποῖον στοιχεῖον, ἐκ ποίου μέρους τοῦ κόσμου τίκτεται; Ἀπόκ. Ὡς ἡ τῶν πραγμάτων φύσις μαρτυρεῖ καὶ διδάσκει, θεωροῦμεν, ὅτι τὸ μὲν θερμὸν στοιχεῖον ἐκ τῆς ἀνατολῆς τίκτεται· καὶ μαρτυροῦσι τὰ πάσης τῆς γῆς ἀνατολικώτερα Ἰνδικὰ σώματα ὑπὸ τῆς ἄκρας θέρμης μέλανα γινόμενα. Ὁ Θεὸς γὰρ ἀπ’ ἀρχῆς ἄνδρα μέλανα οὐκ ἐποίησε. Διὸ καὶ τὰ νεκρὰ σώματα, ἐν τῷ ἡλίῳ γενόμενα, μελανοῦνται καὶ καίονται. Ὅθεν ἐκ τῆς πολλῆς καὶ ἄκρας θερμότητος πολὺν οἶνον οἱ Αἰθίοπες πιεῖν οὐχ ὑποφέρουσιν· ὑπὸ δὲ τῆς ἄκρας ζέσεως καὶ θυμώδεις εἰσὶ λίαν, καὶ κατάπικροι, ἀλλὰ καὶ πρὸς πορνείαν θερμοτέρως κινούμενοι. Ὥσπερ δὲ ἐπὶ τῆς ἀνατολῆς τοῦ ἡλίου ταῦτα εἰρήκαμεν, οὕτω πάλιν τὰ ἐναντία ἐροῦμεν ἐπὶ τῆς δύσεως. Ψυχρὰ γὰρ αὕτη ὑπάρχει, καὶ τοῦ ψυχροῦ στοιχείου καὶ τῆς νυκτὸς γεννητικὴ καὶ ποιητική· διὸ καὶ λευκότερα πάσης τῆς γῆς τὰ τῆς δύσεως ὑπάρχουσι σώματα, καὶ οἶνον πολὺν πίνειν ὑπομένοντα. Λείπει λοιπὸν ἡμᾶς λέγειν τὴν ἐρημικὴν μεσημβρίαν μητέρα εἶναι τοῦ ξηροῦ στοιχείου, ὡς καὶ τὰ ἐν αὐτῇ τῶν Ἀράβων σώματα ξηρότερα τυγχάνοντα, πλὴν καὶ θερμότερα, ὡς ἐν γῇ ἀνύδρῳ γενόμενα.
Ὁ δὲ βοῤῥᾶς, εὔδηλον ὅτι ψυχροτέρας ἐστὶ κράσεως. Αἱ γὰρ θάλασσαι καὶ οἱ ποταμοὶ καὶ τὰ πλήθη τῶν ὑδάτων τοῦ ὑγροῦ ἐκείνου στοιχείου εἰσὶ ποιητικά. Ταῦτα δὲ εἴπαμεν, οὐκ ἀφορίζοντες τὰ στοιχεῖα ἀπ’ ἀλλήλων· συνδέδενται γὰρ ἐν πάσῃ τῇ κτίσει· ἀλλ’ ὅτι περ ἐν τοῖς τέσσαρσι τόποις, οἷς εἰρήκαμεν, πλεονάζει ἕτερον τοῦ ἑτέρου κατὰ τὴν προκειμένην φυσιολογίαν. Ἐρώτ. ρκδ. Πῶς καὶ φαρμακοί τινες ἐκδιώκουσιν ἐξ ἀνθρώπων δαίμονας; Ἀπόκ. Τοῦ Χριστοῦ ἐν τοῖς ἁγίοις Εὐαγγελίοις λέγοντος, ὅτι «Εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἡ βασιλεία αὐτοῦ οὐχ ἵσταται·» εὔδηλον, ὅτι δαίμονα φαρμακὸς οὐ διώκει, ἀλλ’ ὁ δαίμων ὁ ἐν τῷ δαιμονιζομένῳ ἀνθρώπῳ οἰκῶν ἑκουσίως ὑποχωρεῖ πρὸς τὸ ἀπατηθῆναι τοὺς ἀνθρώπους, καὶ ἀντὶ τοῦ προστρέχειν πρὸς Θεὸν, πείθει πρὸς τοὺς φαρμακοὺς τρέχειν. Ἐρώτ. ρκε. Πῶς ἐπὶ τοσοῦτον ἰσχύει φαρμακὸς, ὥστε καὶ εἰς ἀλόγου φύσιν μετενέγκαι τὸν ἄνθρωπον; Ἀπόκ. Εἰ ἠδύνατο ἐξ ἀνθρώπου ζῶον ἀπεργάσασθαι, πάντως ἴσχυσε καὶ ἐξ ἀλόγου ἄνθρωπον συστήσασθαι λογικόν. Ἀλλ’ οὐκ ἔστι τοῦτο·
PG 28:677μὴ γένοιτο Ἀλλ’ ὥσπερ οἱ λεγόμενοι Ψηφάδες, καὶ πάλιν αὐτὸς ὁ Ἀντίχριστος ἐρχόμενος ἐν φαντασίᾳ πλανᾷ τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων χρυσίον αὐτοῖς πολλάκις ἢ ἄργυρον ὑποδεικνύς· οὕτω καὶ οἱ λέγοντες ἐξ ἀνθρώπου ζῶον ποιεῖν τοὺς ὁρῶντας καὶ μόνον ἀπατῶσιν· ἐπεὶ τὸν κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γενόμενον ἄνθρωπον κτῆνος ποιῆσαι οὐ δύνανται. Ἐρώτ. ρκ. Ἆρα κρῖμα κέκτηνται οἱ κλοπὴν ὑπομένοντες, καὶ εἰς τοὺς λεγομένους μάντεις ὑπάγοντες; Ἀπόκ. Καὶ μέγα· ἐδίδαξεν γὰρ ἡμᾶς ἡ Γραφὴ ἐπὶ πάσης συμφορᾶς ἡμῖν ἐπερχομένης λέγειν τό· «Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον.» Ἐρώτ. ρκζ. Πῶς τινες ἐν τοῖς θανατικοῖς ἀποθνήσκουσι, καὶ θεωροῦσί τινας ὀπτασίας, καὶ μετὰ δύο ἢ τρεῖς ὥρας ἀνίστανται διηγούμενοι; Ἀπόκ. Ἐπὶ τῶν τοιούτων οὐ τελείως τότε ἡ ψυχὴ ἐξῆλθεν ἐκ τοῦ σώματος· ἀλλ’ ἐν ἐκστάσει γίνονται, κἂν ἡμῖν ἐκπνεύσαντες νομίζωνται· ἅπερ δὲ ὁρῶσι καὶ διηγοῦνται φοβερὰ, πρὸς τὸ ἡμῖν συμφέρον ὁ Θεὸς αὐτὰ ὑπέδειξεν· ἵνα φοβηθέντες διορθωσώμεθα ἑαυτοὺς, ἀπεχόμενοι τῶν πονηρῶν πράξεων. Ἐρώτ. ρκη.
Πόθεν ἐπιγινώσκει ἡ ψυχὴ ἀπλανῶς τὸ ἴδιον σῶμα ἐν τῇ ἀναστάσει, καὶ οὐκ εἰς ἀλλότριον εἰσέρχεται; Ἀπόκ. Φυσικῇ ἀκολουθίᾳ. Ὥσπερ γὰρ ἀρνία ἀφ’ ἑσπέρας ἐκ μητέρων χωρισθέντα, εἶτα, πρωί̈ας ἀπολυθέντα, ἀπλανῶς ἕκαστον ὑπὸ τῆς φύσεως πρὸς τὴν ἰδίαν μητέρα ἔρχεται· οὕτω καὶ ἐπὶ τῶν ψυχῶν νοήσωμεν ἐν τῇ ἀναστάσει γενέσθαι. Ἐρώτ. ρκθ. Ἐάν τις λῃστὴς, ἑκατὸν φόνους ποιήσας, κρατηθεὶς ἀποκεφαλισθῇ, τί λέγομεν περὶ αὐτοῦ; Ἆρα ἠλευθερώθη τῶν φόνων, ὧν ἐποίησεν; Ἀπόκ. Ἑνὸς καὶ μόνου φόνου ἔδωκε δίκην· τῶν δὲ λοιπῶν ἐνενήκοντα ἐννέα ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἀπολογήσεται. Γινώσκειν δὲ χρὴ, ὅτι πολλάκις καὶ ἕνα φόνον ποιήσας ἄνθρωπος, κἂν κρατηθεὶς ἀποκεφαλισθῇ, οὐ πάντως ὅτι ὅλου τοῦ κρίματος τοῦ φόνου ἠλευθέρωται. Οἶόν τι λέγομεν ἐπὶ τοῦ ἁγίου Ἰωάννου τοῦ Βαπτιστοῦ καὶ Ἡρώδου· ὅτε γὰρ καὶ ἀπεκεφαλίσθη Ἡρώδης, ὑπὲρ οὗ ἐφόνευσεν τὸν Βαπτιστὴν, ἀλλ’ οὐκ ἔστιν ἴσον πρὸς σωτηρίαν τοῦ κόσμου Ἰωάννης καὶ Ἡρώδης. Ὁ μὲν γὰρ σωτήριος ἄνθρωπος, ὁ δὲ ἐπίβουλος. Ὁμοίως δὲ καὶ ἐπὶ ἄλλων φονέων, καὶ φονευομένων δικαίων ἀνδρῶν, ἐστὶ νοῆσαι, καὶ διακρῖναι, καθὼς προειρήκαμεν. Ἐρώτ. ρλ.
PG 28:680Ἐάν τις ἄρχων ἀπὸ θυμοῦ μεθ’ ὅρκων πολλῶν ὁρίσῃ πρᾶγμα, εἶτα μετὰ τὸν ὅρκον ἐλθὼν εἰς ἑαυτὸν μεταμεληθῇ, γνοὺς ὅτι κακῶς ὥρκισε, τί ὀφείλει ποιῆσαι; Ἀπόκ. Ἐξομολογήσασθαι τῷ Θεῷ καὶ καταγνῶναι τὰς ἑαυτοῦ προπετείας, καὶ ἀναλῦσαι τὸν ὅρκον. Καὶ γὰρ καὶ Πέτρος ὁ ἀπόστολος εἰπὼν, ὅτι «Οὐ μή μου νίψεις τοὺς πόδας εἰς τὸν αἰῶνα·» καὶ ἀναλύσας ὅπερ εἶπεν, ἐπαινεῖται τοῦτο πεποιηκώς. Ἡρώδης δὲ, στήσας τὸν ἑαυτοῦ ὅρκον, διὰ τὴν τοῦ προδρόμου κεφαλὴν εἰς αἰῶνας κολάζεται. Ἐρώτ. ρλα. Ἐάν τις λογίσηταί τι πρᾶγμα ὡς νομίζει ἑαυτῷ συμφέρον, πῶς ὀφείλει περὶ αὐτοῦ αἰτήσασθαι, καὶ Θεῷ προσεύξασθαι; Ἀπόκ. Καθὼς ἡμᾶς ὁ Χριστὸς ἐδίδαξε προσεύχεσθαι, καὶ λέγειν πρὸς Θεόν· «Γενηθήτω τὸ θέλημά σου.» Καὶ γὰρ τοῦτο παιδεύων ἡμᾶς ὁ Κύριος οὕτω καὶ αὐτὸς προσηύχετο λέγων τῷ Πατρί· «Μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σόν.» Ἡμεῖς δὲ πολλάκις οἱ ἄνθρωποι αἰτούμεθά τινα παρὰ Θεοῦ, νομίζοντες ταῦτα ἡμῖν συμφέρειν, καὶ τυγχάνοντες τοῦ αἰτήματος, εὑρίσκομεν τὴν τούτου ἔκβασιν πάνυ ἡμᾶς καταβλάψασαν.
Ὅθεν ὡς προγνώστης ὁ Κύριος, τὰ τέλη τῶν πραγμάτων ἐπιστάμενος, παρακούει πολλάκις τῆς προσευχῆς ἡμῶν ὡς ἀγαθὸς τὸ συμφέρον ἡμῖν πραγματευόμενος. Ὅθεν οὐ καλὸν βιάζεσθαι τὸν Θεὸν ἐν τοῖς αἰτήμασιν ἡμῶν, ἀλλ’ ὡς ἐδιδάχθημεν εὔχεσθαι, καὶ ζητεῖν μὴ τὸ ἡμέτερον, ἀλλὰ τὸ τοῦ Θεοῦ θέλημα γενέσθαι. Θέλει γὰρ πάντως πάντας σωθῆναι, καὶ παρέχει ἡμῖν τὰ εἰς ἡμετέραν σωτηρίαν συντείνοντα. Ἐρώτ. ρλβ. Ἐάν τις βουλεύσηται πρᾶγμα ποιῆσαι, πόθεν ὀφείλει ἐπιγνῶναι, ὅτι θεάρεστόν ἐστιν, ὃ ποιῆσαι ἐσκέψατο; Ἀπόκ. Ὀλίγων ἐστὶ λίαν ἀνδρῶν τὸ ἐν πᾶσιν ἀπλανῶς τοῖς ἑαυτῶν βουλεύμασιν ἐπίστασθαι, εἰ θεάρεστόν ἐστι τὸ γινόμενον. Μέντοιγε ἐκ τῶν ἐν ταῖς θείαις Γραφαῖς εἰρημένων, καὶ τοῖς ἁγίοις πεπραγμένων, τὰ πολλὰ τῶν καθ’ ἡμᾶς στοχαζόμεθα εἰ εἰσὶ θεάρεστα. Καὶ τοῦτο δέ τινες ἐπετήρησαν, ὅτιπερ ὅσα εἰσὶν εὐαπόδεκτα τῷ Θεῷ, οὐ μόνον ὁ Θεὸς, ἀλλὰ καὶ πᾶσα ἡ κτίσις συνεργεῖ, καὶ συνέρχεται εἰς αὐτά· ὥσπερ εἰς τὰ τῷ Θεῷ ἀπαρέσκοντα οὐ δουλεύει, ἀλλὰ ἀντιτάσσεται. Τοῦτο δὲ πάντως ἀπαιτεῖται ὁ ἄνθρωπος, ἵνα πρὸς Θεοῦ εὐαρέστησιν πάντα, ὅσα πράττει, βουλεύσηται. Ἐρώτ. ρλγ.
PG 28:681Προειρήκαμεν ἐν τοῖς ἔμπροσθεν, ὅτιπερ εἰς ὃ καταληφθήσεται ἄνθρωπος ἐν τῷ θανάτῳ αὐτοῦ, εἰς αὐτὸ καὶ ἀπέρχεται, εἴτε ἀγαθῷ εἴτε κακῷ. Ἐὰν οὖν τις καὶ πονηρὰ καὶ ἀγαθὰ ποιήσας τελευτήσῃ, τί χρὴ περὶ αὐτοῦ λογίζεσθαι; Ἀπόκ. Μόνῳ Θεῷ ἔγνωσται τοῦτο· ἐπεὶ οὔτε ἀνθρώπῳ οὔτε ἀγγέλῳ. Εἰσὶ γάρ τινα κακὰ καλύπτοντα μικρὰ ἀγαθά· καί εἰσί τινα ἀγαθὰ καλύπτοντα καὶ ἐξαλείφοντα μεγάλα πονηρά. Τὰ δὲ κρίματα ταῦτα «ἄβυσσος πολλή.» Ἐρώτ. ρλδ. Ἔδοξέ τισι ματαιόφροσι λέγειν ὅτι οὐδὲν διαφέρει τοῦ κτήνους ὁ ἄνθρωπος, ἀλλ’ ὡς ὁ θάνατος τοῦ κτήνους, οὕτως ἐστὶ καὶ ὁ θάνατος τοῦ ἀνθρώπου μὴ ἔχοντός τινα ψυχῆς οὐσίαν ἀθάνατον. Καὶ γὰρ, φησὶν, ὁ ἄνθρωπος καὶ τὸ κτῆνος ὁμοίως θνήσκουσιν, ἐξερχομένου καὶ κενουμένου τοῦ αἵματος αὐτῶν. Ἀπόκ. Τοῦ αἵματος ἡ φύσις παρὰ μὲν τοῖς ἀλόγοις οὐσία τίς ἐστι ζωτικὴ, καὶ τῶν λοιπῶν τριτῶν στοιχείων συστατική· οὗτινος τὸ ζῶον στερούμενον θνήσκει, μηδὲν λοιπὸν ἐκ τῶν τριῶν στοιχείων ὠφελούμενον, παρὰ δὲ τῇ καθ’ ἡμᾶς φύσει τῇ λογικῇ ἡ τοῦ αἵματος φύσις σύνδεσμός ἐστι τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ ἀφαιρουμένου τοῦ συνδέσμου, ἀνάγκη πᾶσα καὶ τὰ συνδεδεμένα χωρίζεσθαι.
Ἐρώτ. ρλε. Καλῶς· φυσικὴ γὰρ ἡ ἀπόδειξις. Ὅμως ἐπειδὴ ζῶα καὶ ἄνθρωποι τελευτῶσι, πολλάκις καὶ ἄνευ κενώσεως αἵματος, τί ἐστι τὸ παρ’ αὐτῶν ἐξερχόμενον καὶ ποιοῦν τὸν θάνατον; Ἀπόκ. Παρὰ μὲν τοῖς ἀλόγοις ἡ ζωτικὴ, καὶ θρεπτικὴ, καὶ θερμαντικὴ, καὶ κινητικὴ, καὶ αὐξητικὴ τοῦ αἵματος, ἡ ἐκ πυρὸς ὑπάρχει ἐνέργεια, ἡ καὶ τὸ ἀναπνεῖν αὐτοῖς παρέχουσα. Ὥσπερ γὰρ ὁ λέβης ὑπὸ πυρὸς καιόμενος τὸ ἐν αὐτῷ ὕδωρ κινεῖ καὶ βράζει· παυομένου δὲ τοῦ πυρὸς, νεκρὸν λοιπὸν καὶ ἀκίνητον, καὶ ψυχρὸν τὸ ὕδωρ γίνεται· οὕτω καὶ ἐπὶ τῆς τῶν ἀλόγων φύσεως καὶ τῆς ζέσεως τοῦ αἵματος γίνεσθαι νόμιζε, καὶ ταύτην εἶναι τὴν αἰτίαν τῆς αὐτῶν ζωῆς καὶ κινήσεως. Ἐξασθενοῦντος οὖν τοῦ αἵματος, νεκρὸν λοιπὸν καὶ ἀκίνητον τὸ κτῆνος ἢ τὸ πετεινὸν, ἢ ὁ ἰχθὺς καθίσταται. Ἐπὶ δὲ τῆς ἀνθρωπίνης φύσεως οὐ μόνον ἡ ζέσις καὶ ἡ θέρμη τοῦ αἵματος τῷ καιρῷ τοῦ θανάτου χωρίζονται, ἀλλὰ σὺν αὐτοῖς καὶ ψυχή τις λογική τε καὶ συστατικὴ, ἀθάνατός τε καὶ νοερά. Ἐρώτ. ρλ.
Τοὺς τῷ Εὐαγγελίῳ μὴ πιστεύοντας Ἕλληνας, καὶ τὰς θείας πάσας Γραφὰς εὐτελίζοντας, πῶς αὐτοὺς πεῖσαι ὀφείλομεν, ὅτι ἔστι θεὸς ἄκτιστος, ποιητὴς οὐρανοῦ καὶ γῆς, εἷς καὶ μόνος, καὶ οὐ πολλοὶ θεοὶ, ὡς αὐτοὶ πλανώμενοι νομίζουσιν; Ἀπόκ. Τοὺς τὰς θείας Γραφὰς μὴ δεχομένους ἐξ αὐτῆς λοιπὸν τῆς τῶν πραγμάτων φύσεως περὶ θεολογίας πεῖσαι ὀφείλομεν. Ὁρῶμεν γάρ τινας οὐσίας ἐν τῇ κτίσει οὐ κατὰ φύσιν, ἀλλ’ ὑπὲρ φύσιν μετ’ ἀλλήλων ὑπαρχούσας. Οἷόν τι λέγω. Φύσει ἡ τῶν ὑδάτων οὐσία ῥευστικὴ καὶ καταφερὴς ὑπάρχει· πῶς οὖν ὁρῶμεν τοὺς λεγομένους σίφωνας ἐκ τῆς θαλάσσης ὕδωρ τὰς νεφέλας ἀνέλκοντας; Τὸ δὲ θαυμαστότερον, ὅτι, ἁλμυρὰ ἀνερχόμενα, γλυκέα λοιπὸν ταῦτα ἐπὶ γῆς διὰ τῶν ὄμβρων κατέρχονται. Πῶς δὲ πάλιν καὶ ἡ τῶν σωμάτων [ὑδάτων] φύσις, βολιστικὴ κατὰ φύσιν ὑπάρχουσα, ὁρᾶται, ἄδυτος καὶ ἀβόλιστος ἐν τοῖς ὕδασι τῆς Μαρμαρικῆς Πενταπόλεως; Οὐ μόνον δὲ, ἀλλὰ γὰρ καὶ ὕδατος καὶ πυρὸς ἐναντία ἡ φύσις ὑπάρχουσα, ἐν τῷ ἅμα ἦν, ὅτε ἐν Λυκίᾳ τῷ ὄρει τῷ λεγομένῳ Ὀλύμπῳ, καθὼς μυριάδες ἀνδρῶν ἑωράκασι;
PG 28:684Καὶ ἄλλα δὲ μυρία τούτοις ὅμοια καὶ παράδοξά ἐστιν ἐν τῇ κτίσει ὁρώμενα καὶ θαυμαζόμενα· ἅπερ ἅπαντα οὐκ ἂν οὕτως ὑπὲρ φύσιν γίνεσθαι ἔμελλον, εἰ μὴ οὐσία τις Θεοῦ ἦν τούτων δεσπόζουσα, καὶ τούτοις ἐπιτρέπουσα ἀλλήλοις μὴ ἀντιτάττεσθαι. Πῶς δὲ πάλιν λέγουσιν ἡμῖν Ἑλλήνων παῖδες, βροντῆς στεῤῥᾶς γινομένης, ἅπασα ἡ φύσις τῶν ἀνθρώπων τρέμει, φρίττει τε καὶ ἐξίσταται, μηνύουσα διὰ τοῦ σχήματος, ὡς ὑπὸ δεσπότην ἐστὶ τὸν τὰς βροντὰς ἐργαζόμενον; Καὶ ταῦτα μὲν πρὸς τοὺς ἀφελεστέρους Ἑλλήνων εἰς θεογνωσίαν φέροντα ὑποδείγματα. Πρὸ γὰρ τῶν παρ’ αὐτοῖς σοφῶν ἐκ φιλοσόφων ἀρχαίων δυνατῶν μαρτύρια πολλὰ περὶ θεοσεβείας τινὲς Ἑλλήνων σοφοὶ ἔφρασαν· ἀλλὰ καὶ τὴν Χριστοῦ οἰκονομίαν ἀμυδρῶς προεμήνυσαν. Καὶ γοῦν τις τῶν παρ’ αὐτοῖς σοφῶν πρὸ πολλῶν τῆς Χριστοῦ ἐπιδημίας χρόνων φησὶν, ὅτι Ἥξει ἡ νεᾶνις ἔχουσα ἡμῖν οὐράνιον γόνον. Καὶ ἄλλος πάλιν ἔφρασεν οὕτως· Ὀψέ ποτε ἐπὶ τὴν πολυσχεδῆ ταύτην κατέρχεται ὁ Θεὸς γῆν, καὶ δίχα πταίσματος σὰρξ γενήσεται· ὡς κατάκριτος ἐν ξύλῳ κρεμασθήσεται, καὶ ἀνίατα πάθη θεραπεύσει. Ἐρώτ. ρλζ.
Χριστιανῶν τε καὶ Ἰουδαίων Χριστὸν ὁμολογούντων, ἀμφιβαλλόντων δὲ τῶν Ἰουδαίων οὔπω αὐτὸν ἐληλυθέναι, ἀλλὰ λεγόντων, ὅτι μέλλει ἔρχεσθαι· πόθεν αὐτοὺς πεῖσαι ὀφείλομεν, ὅτι καὶ Θεός ἐστιν ὁ Χριστὸς, καὶ ὅτι ἀληθής ἐστι, καὶ οὐ πλάνος, ὡς αὐτοὶ νομίζουσιν; Ἀπόκ. Ὅτι μὲν Θεὸς καὶ Κύριος ὁ Χριστός ἐστιν, οἱ προφῆται μαρτυροῦσιν· ὁ μὲν Δαβὶδ λέγων· «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν·» καὶ πάλιν· «Ἔκλινεν οὐρανοὺς καὶ κατέβη·» καὶ πάλιν· «Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ἐμφάνηθι·» ὁ δὲ Ἀμβακοὺμ πάλιν φησίν· «Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει·» ὁ δὲ Βαρούχ· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἔξευρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἰδοὺ πῶς προφανῶς οἱ προφῆται Θεὸν λέγουσι τὸν Χριστόν. Ὅτι δὲ ἐλήλυθεν ἤδη ὁ Χριστὸς, Δανιὴλ ὁ προφήτης τὸν χρόνον τῆς παρουσίας αὐτοῦ σημαίνων οὕτω φησὶ, μᾶλλον δὲ πρὸς αὐτὸν ὁ ἀρχάγγελος Γαβριήλ·
PG 28:685«Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίας, καὶ τοῦ σφραγῖσαι ἁμαρτίας·» καὶ μετὰ βραχύ· «Καὶ τοῦ σφραγῖσαι ὅρασιν καὶ προφητείαν, καὶ τοῦ χρῖσαι Ἅγιον ἁγίων.» Τίς οὖν ἐστιν ἕτερος χρισθεὶς Ἅγιος ἁγίων εἰ μὴ ὁ Χριστὸς μόνος, ὡς τοῦ Θεοῦ τοῦ ζῶντος; Αἱ γὰρ ἑβδομήκοντα ἑβδομάδες τετρακόσια ἐνενήκοντα ἔτη σημαίνουσιν. Ἀπὸ δὲ τοῦ Δανιὴλ ἕως τοῦ νῦν ὑπάρχουσιν ἔτη τῶν ὀκτακοσίων πλείω. Δείξουσιν οὖν ἡμῖν λοιπὸν Ἰουδαῖοι, τίς παρ’ αὐτοῖς ἐχρίσθη Ἅγιος ἁγίων μετὰ τετρακόσια ἐνενήκοντα ἔτη τοῦ Δανιὴλ, καὶ κατήργησε τὴν θυσίαν καὶ τὴν σπονδὴν τὴν νομικήν; Ἀλλ’ οὐκ ἔχουσι δεῖξαι, τίς τοῦτο πεποίηκεν, εἰ μὴ Ἰησοῦς ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Ὅτι δὲ ἀληθής ἐστι, καὶ οὐ πλάνος, ὁ Χριστὸς, ὡς ὑμεῖς νομίζετε, ὦ Ἰουδαῖοι, παραστήσομεν ὑμῖν τοῦτο οὐ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων, μέχρι τοῦ νῦν κραζόντων καὶ μαρτυρούντων ἐν πάσῃ τῇ οἰκουμένῃ· καὶ ὅτι πάντα τὰ ὑπ’ αὐτοῦ λεχθέντα γεγόνασιν. Εἶπε γὰρ, ὅτι «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» Ποῖοι δὲ λόγοι, νουνεχῶς ἀκούσωμεν.
Εἶπε περὶ τοῦ ὑμετέρου ναοῦ, ὅτι «Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ἐπ’ αὐτῷ, ὃς οὐ μὴ καταλυθῇ·» Ἆρα γέγονεν αὐτοῦ ὁ λόγος, ἢ οὐ γέγονεν; Εἶπεν, ὅτι ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ὑμῶν τὸ ἔθνος, καὶ τὴν πόλιν καὶ τὸ βασίλειον· Ἆρα γέγονε τοῦτο ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου, ἢ οὐ γέγονεν; Εἶπεν, ὅτι ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου τοῦ Βαπτιστοῦ, καὶ παύονται· Ἆρα οὐ γέγονε τοῦτο; Τίς προφήτης παρ’ ὑμῖν μετὰ Ἰωάννην τὸν Βαπτιστήν; Εὔδηλον, ὅτι οὐδείς. Εἶπε πάλιν ὁ αὐτὸς Κύριος Ἰησοῦς Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ὅτι κηρυχθήσεται τὸ Εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ· ἆρα γέγονεν τοῦτο, ἢ οὐ γέγονεν; Πάλιν εἶπεν, ὅτι πύλαι ᾅδου οὐ κατισχύσουσι τῆς Ἐκκλησίας· Ἆρα ἐψεύσατο; Μὴ γένοιτο Εἶπεν ἡμῖν τοῖς εἰς αὐτὸν πιστεύουσιν, ὅτι «Ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου·» Ἄρτι εἴπατε ἡμῖν, διὰ τὸ ὄνομα τοῦ Χριστοῦ οὐ πάντα τὰ ἔθνη ἡμᾶς μισεῖ καὶ βδελύττεται;
Κἂν ὑμεῖς σιωπήσητε, ἀλλ’ οἱ λίθοι κράξονται, καὶ αὐτὴ δὲ τῶν πραγμάτων ἡ ἀλήθεια ἱκανῶς ἐντρέψαι καὶ κατασχῦναι ὑμᾶς δύναται, καὶ πεῖσαι καὶ ἄκοντας, ὅτι Χριστὸς ὁ Θεὸς ἐμφανῶς ἦλθε καὶ ἐπὶ τῆς γῆς ὤφθη, καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ πάλιν ἐπέβη ἐπὶ χερουβὶμ, καὶ ἐπετάσθη, καὶ ἀνέβη εἰς οὐρανοὺς ἐν ἀλαλαγμῷ ὡς Θεός. Ἵνα δὲ τελείως τῆς Ἰουδαϊκῆς καταγνῶμεν πωρώσεως, λοιπὸν δὲ καὶ ἡμεῖς οἱ πιστοὶ βεβαιότεροι ἐν τῇ Χριστοῦ πίστει γενώμεθα· φέρε διὰ βραχέων περὶ πάσης τῆς Χριστοῦ οἰκονομίας καὶ περὶ τῆς τοῦ Εὐαγγελίου ἀπολογίας ἐκ τῆς Παλαιᾶς Διαθήκης τὰς μαρτυρίας ποιησώμεθα. Ἔσται γὰρ πᾶσι τοῖς ἐγκύπτουσιν ἐντεῦθεν ὠφέλεια. Ὅτι προαιώνιος ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ἐπ’ ἐσχάτων σαρκωθεὶς ἐκ τοῦ ρθ ψαλμοῦ· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.» Εὔδηλον δὲ, ὅτι οὐδεὶς ἀνθρώπων πρὸ ἑωσφόρου ἐγεννήθη. Ὁ γὰρ ἑωσφόρος τῇ δ ἡμέρᾳ ἐγένετο· ὁ δὲ Ἀδὰμ τῇ 2 ἡμέρᾳ ἐπλάσθη. Ὡσαύτως δὲ καὶ Σολομὼν περὶ τῆς πρὸ αἰώνων ἐκ Θεοῦ καὶ Πατρὸς γεννήσεως τοῦ μονογενοῦς Υἱοῦ καὶ Λόγου Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὕτω φησὶν, ὡς ἐκ προσώπου τοῦ Υἱοῦ αὐτοῦ·
PG 28:688«Πρὸ τοῦ ὄρη γενηθῆναι, πρὸ τοῦ τὰς πηγὰς προελθεῖν, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Ἐρωτητέον οὖν λοιπὸν τὸν Ἰουδαῖον, τίνα ὁ Θεὸς πρὸ πάσης κτίσεως ἐγέννησεν; Ὁμοίως δὲ καὶ τὸ εἰπεῖν τὸν Θεὸν περὶ τοῦ Ἀδὰμ, ὅτι «Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν,» Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον δηλοῖ. Καὶ πάλιν τὸ εἰπεῖν, ὅτι «Ἔβρεξε Κύριος παρὰ Κυρίου πῦρ ἐπὶ Σόδομα,» προφανῶς Πατέρα καὶ Υἱὸν σημαίνει. Ὅτι δὲ ἐνανθρωπῆσαι καὶ σαρκοῦσθαι ἐπ’ ἐςχάτων τῶν ἡμερῶν ἔμελλεν ὁ Θεὸς Λόγος, ἀκούσωμεν τῶν προφητῶν τὰς φωνὰς λεγόντων, τοῦ μέντοι προφήτου Δαβίδ· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν·» καὶ πάλιν· «Ὁ Θεὸς ἐμφανῶς ἥξει·» τοῦ δὲ προφήτου Ἡσαί̈ου· «Οὐκ ἄγγελος οὐδὲ πρέσβυς, ἀλλ’ αὐτὸς ὁ Κύριος ἥξει καὶ σώσει ἡμᾶς. Τότε ὀφθαλμοὶ τυφλῶν ἀνοιχθήσονται, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων τότε ὁ χωλὸς ὡς ἔλαφος ἁλεῖται.» Ὅτι δὲ ἐκ γυναικὸς παρθένου γεννηθῆναι ὁ Χριστὸς ἔμελλεν, Ἡσαί̈ου τοῦ προφήτου πάλιν ἀκούσωμεν λέγοντος· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·» καὶ πάλιν ὁ αὐτός·
«Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος.» Εἶτα ὁ αὐτὸς προφήτης λέγει καὶ τὸ, ποῦ μέλλει ἐπὶ γῆς σαρκοῦσθαι ὁ Χριστὸς, τουτέστιν ἐν Ναζαρέθ. «Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, ὁδὸς θαλάσσης πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα.» Πρόδηλον δὲ, ὅτι τῶν ἐθνῶν λαὸς ἐκάθητο ἐν σκότει τῆς ἀγνωσίας, πλάνης, καὶ εἰδωλολατρείας. Διὸ καὶ ὁ Δαβὶδ, δεικνὺς, ὅτι διὰ τὰ ἔθνη ὁ Θεὸς σαρκοῦσθαι ἔμελλεν, ἔλεγεν· «Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη.» Καὶ πάλιν ὁ αὐτὸς προφήτης ὡς ἐκ προςώπου τοῦ Πατρὸς πρὸς τὸν Υἱόν φησιν· «Αἴτησον παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου·» διὸ καὶ «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας·» καὶ πάλιν· «Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου εἰς τὸν αἰῶνα.
Ὅτι δὲ ἐν Βηθλεὲμ [ἥτις ἑρμηνεύεται Οἶκος τοῦ ἄρτου], ἔμελλε γενέσθαι ὁ ἄρτος τῆς ζωῆς, καὶ ὅτι προαιώνιός ἐστιν ἡ ἐκ τοῦ Πατρὸς αὐτοῦ γέννησις, ἀκούσωμεν τοῦ προφήτου Μιχαίου λέγοντος· «Καὶ σὺ, Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθὰ, μὴ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· Ἐκ σοῦ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ ἔξοδος αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.» Ὅτι δὲ ἐν Σιὼν μέλλει φανεροῦσθαι ὁ Χριστὸς, καὶ ὅτι Ὕψιστός ἐστι, Δαβὶδ ὁ προφήτης ἐν τῷ π ψαλμῷ οὕτω προφητεύει λέγων· «Μήτηρ Σιὼν ἐρεῖ, Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος.» Ὥστε οὖν ὕψιστός ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Ὅτι δὲ τεχθεὶς ὁ Χριστὸς ἔμελλε μετὰ τῆς ἰδίας μητρὸς τῆς πνευματικῆς νεφέλης ἔρχεσθαι εἰς Αἴγυπτον, Ἡσαί̈ου τοῦ προφήτου ἀκούσωμεν λέγοντος· «Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσονται τὰ χειροποίητα Αἰγύπτου.» Ὅτι δὲ βαπτιζομένου τοῦ Χριστοῦ, ἔμελλεν ὁ Πατὴρ ἄνωθεν αὐτῷ μαρτυρεῖν, ἐν τῷ κη ψαλμῷ γέγραπται οὕτω·
PG 28:689«Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησεν, Κύριος ἐπὶ ὑδάτων πολλῶν.» Εἶτα περὶ τῶν θαυμάτων καὶ ἰαμάτων, ὧν ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν ἐποίησεν Ἡσαί̈ας ἡμᾶς διδάσκει λέγων· «Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἦρε, καὶ τὰς νόσους ἐβάστασε, καὶ περὶ ἡμῶν ὀδυνᾶται.» Ὅτι δὲ εἰρηνεῦσαι τὸν κόσμον ἦλθεν ὁ Χριστὸς, ἀκούσωμεν τοῦ οα ψαλμοῦ· «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη, καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.» Κἂν εἴπῃ Ἰουδαῖος, ὅτι περὶ Σολομῶντος λέγει ὁ ψαλμὸς, ψεύδεται. Λέγει γάρ· «Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ· καὶ πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτὸν, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς.» Ταῦτα δὲ οὐ δυνατὸν εἰς Σολομῶντα λέγεσθαι· οὐ γὰρ ἦν αὐτὸς πρὸ ἡλίου. Ὅτι δὲ καὶ διὰ βαπτίσματος ἔμελλεν ὁ Χριστὸς ὁ Θεὸς ἡμῶν καταργεῖν τὸν διάβολον, ὁ ογ ψαλμὸς μαρτυρεῖ λέγων πρὸς Θεὸν οὕτως· «Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος·
σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος.» Ὅτι δὲ ποιητὴς οὐρανοῦ ὁ Χριστός ἐστιν, ὁ ἐν θαλάσσῃ περιπατήσας, τοῦ Ἰὼβ ἀκούσωμεν λέγοντος οὕτως· «Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπ’ ἐδάφους.» Περὶ δὲ τοῦ πώλου καὶ τῆς ὄνου, ἐφ’ ὧν ὁ Χριστὸς ἐπεκάθισεν, ἀκούσωμεν τοῦ προφήτου Ζαχαρίου λέγοντος· «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραὺ̈ς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.» Τί τοίνυν τῶν προφητικῶν τούτων φωνῶν τηλαυγέστερον; Ἀλλ’ ὅμως, καίπερ οὕτως τρανῶς περὶ τοῦ Χριστοῦ προφητευόντων, ἀπετύφλωσεν ὁ Σατανᾶς τὰ τῶν Ἰουδαίων ὄμματα, καὶ ἐπήρωσε τὰς τῆς ψυχῆς αὐτῶν κόρας, ἵνα τὰς τοιαύτας μαρτυρίας παραγράφωνται. Ἀκούσωμεν οὖν καὶ περὶ τῶν παίδων, τῶν τῷ Χριστῷ Ὡσαννὰ βοησάντων, καὶ Κύριον λεγόντων προφανῶς τὸν Χριστὸν ψαλμῷ η· «Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.» Περὶ δὲ τῆς τοῦ Ἰούδα προδόσεως ψαλμὸς μα λέγει·
PG 28:692«Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν.» Τὴν δὲ τῶν ἐθνῶν καὶ Ἰουδαίων ἐπιβουλὴν τὴν κατὰ τοῦ Χριστοῦ ὁ β ψαλμὸς λέγει· «Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ,» ἤγουν Ἄννας καὶ Καϊάφας, καὶ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς· «κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Ὁ γὰρ πολεμῶν τὸν Υἱὸν, ὑβρίζει καὶ τὸν Πατέρα. Περὶ δὲ τῶν δεσμῶν, ὧν ἔδησαν τὸν Χριστὸν, λέγει ταλανίζων τοὺς Ἰουδαίους Ἡσαί̈ας ὁ προφήτης· «Οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ’ ἑαυτῶν λέγοντες· Δήσωμεν τὸν δίκαιον.» Ἐρώτησόν μοι λοιπὸν τὸν Ἰουδαῖον, καὶ εἰπὲ αὐτῷ, ὅτι Τίς ἀνθρώπων ἐπὶ γῆς ἀναμάρτητος; Εὔδηλον, ὅτι οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν μία ἡμέρα τῆς ζωῆς αὐτοῦ ἐπὶ τῆς γῆς. Καὶ πάλιν φησὶν ὁ προφήτης πρὸς Θεόν· «Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.» Ὥστε φανερῶς διδασκόμεθα, ὅτι οὐδεὶς ἀναμάρτητος εἰ μὴ μόνος ὁ Θεός·
Ἴδωμεν οὖν λοιπὸν τί ὁ προφήτης Ἡσαί̈ας διαλέγεται ἡμῖν περὶ τοῦ πάθους τοῦ ἀναμαρτήτου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ Υἱοῦ τοῦ Θεοῦ· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.» Δῆλον δὲ, ὅτι ἐσιώπα ὁ Χριστὸς Πιλάτῳ παριστάμενος ἐπὶ τοῦ πάθους αὐτοῦ. «Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται;» Ἤγουν τὴν τῆς θεότητος οὐδεὶς διηγήσεται· κατὰ σάρκα γὰρ γενεαλογεῖται Χριστὸς ὁ Θεὸς ἡμῶν. «Ἀπὸ» γὰρ «τῶν ἀνομιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον.» Πρόδηλον δὲ, ὅτι ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ κόσμου Χριστὸς ἀπέθανε. «Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ.» Δῆλον, ὅτι τοὺς Ἰουδαίους παρέδωκε τοῖς Ῥωμαίοις. «Καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ.» Διὰ τί, ὦ προφῆτα; Εἰπὲ ἡμῖν προφανῶς, τίνος χάριν; «Ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ.» Τί πρὸς ταῦτα ἐροῦσιν οἱ Ἰουδαῖοι; Τίς ἄνθρωπος ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἁμαρτίαν μὴ ποιήσας; ἀλλ’ οὐκ ἔχουσι δεῖξαι ἄνθρωπον ἀναμάρτητον εἰ μὴ μόνον τὸν Θεὸν γενόμενον ἄνθρωπον.
Ἀκούσωμεν δὲ καὶ περὶ τῶν ψευδομαρτύρων, τῶν κατὰ τοῦ Χριστοῦ ψευδομαρτυρησάντων, ψαλμοῦ λδ· «Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον ἠρώτων μοι· ἀνταποδεδώκασί μοι πονηρὰ ἀντὶ ἀγαθῶν.» Δῆλον, ὅτι ὧν ὁ Χριστὸς ἐν τῷ λαῷ αὐτῷ πεποίηκε· πρῶτον μὲν τὴν ἔξοδον αὐτῶν τὴν ἐξ Αἰγύπτου, καὶ τὰ λοιπὰ μύρια ἀγαθὰ, ἃ εἰς αὐτοὺς εἰργάσατο, ἔπειτα δὲ τοὺς νοσοῦντας αὐτῶν ἰάσατο. Περὶ δὲ τῶν μαστιγωσάντων καὶ ῥαπισάντων τὸν Χριστὸν Ἡσαί̈ας ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ Χριστοῦ οὕτως φησί· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.» Ὁμοίως δὲ καὶ ὁ προφήτης Δαβὶδ ἐκ προσώπου τοῦ Χριστοῦ ἐν λζ ψαλμῷ λέγει· «Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντός.» Περὶ δὲ τῆς πράσεως τοῦ Χριστοῦ λέγει Ἱερεμίας ὁ προφήτης·
PG 28:693«Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραὴλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὼς συνέταξέ μοι Κύριος.» Ἆρα τοῦτο παραγράψασθαι δύνασθε, ὦ Ἰουδαῖοι, ὅπερ πρὸ ὀφθαλμῶν παντὸς τοῦ κόσμου πρόκειται ἔκτοτε καὶ μέχρι τοῦ νῦν; λέγω δὴ ὁ ἀγρὸς τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. Ὡσαύτως δὲ καὶ Ζαχαρίας ὁ προφήτης λέγει περὶ τῶν τριάκοντα ἀργυρίων ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· «Καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργύρια.» Ὅτι δὲ τὴν ἀρχὴν τῆς σωτηρίας ἡμῶν, ἤγουν τὸν τίμιον σταυρὸν, ἐν τοῖς ἰδίοις ὤμοις αὐτοῦ ἐβάστασεν ὁ Χριστὸς ὑψωθεὶς ἐν αὐτῷ, Ἡσαί̈ας ὁ προφήτης ἐκ Πνεύματος ἁγίου προφητεύσας εἶπεν, ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ·» τουτέστιν ὁ ζωοποιὸς σταυρός. Περὶ δὲ τοῦ ἀκανθίνου στεφάνου γέγραπται ἐν τοῖς Ἄσμασι τῶν ᾀσμάτων·
«Θυγατέρες Ἱερουσαλὴμ, ἐξέλθετε, καὶ ἴδετε τὸν στέφανον ὃν ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ·» τουτέστιν ἡ συναγωγὴ τῶν Ἰουδαίων [μήτηρ γὰρ Χριστοῦ αὕτη κατὰ σάρκα νοεῖται], ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ.» Πρόδηλον δὲ, ὅτι ἡ ἡμέρα τοῦ πάθους τοῦ Χριστοῦ ἦν ἡμέρα εὐφροσύνης αὐτοῦ διὰ τὴν σωτηρίαν ἡμῶν. Ὥσπερ γὰρ ἄκανθαί τινες, οὕτως ὑπῆρχον αἱ ἁμαρτίαι τοῦ κόσμου, ἅστινας, ἐλθὼν ὁ Χριστὸς ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἵρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐξήλειψε. Καὶ καθάπερ διὰ τοῦ καρποῦ τοῦ ξύλου ἡ ἁμαρτία, οὕτω διὰ τοῦ ξύλου τοῦ σταυροῦ ἡ σωτηρία. Καὶ διὰ τοῦτο ἐν κήπῳ τὸ πάθος τοῦ Χριστοῦ γέγονεν, ἐπειδὴ ἐν παραδείσῳ παρέβη ὁ Ἀδάμ. Διὰ τοῦτο καὶ λῃστῇ παράδεισος ἀπὸ σταυροῦ ἀνοίγεται· διὰ τοῦτο δὲ καὶ ὥρᾳ ἕκτῃ ὁ Χριστὸς σταυροῦται, ἐπειδὴ τὸ δειλινὸν ὁ Ἀδὰμ ἐξωρίσθη. Χολῆς γεύεται, ἵνα τὴν γλυκύτητα τῆς πικρᾶς ἡδονῆς τοῦ Ἀδὰμ ἰάσηται· ῥαπίζεται, ἵνα ἐμοὶ τὴν ἐλευθερίαν χαρίσηται· ἐμπτύεται, ἵνα τὸ ἐμφύσημα τοῦ ἁγίου Πνεύματος ἡμῖν χαρίσηται· φραγγελοῦται, ἵνα τὸ ἐπὶ τοῦ νώτου ἡμῶν φορτίον τῶν ἁμαρτιῶν σκορπίσῃ·
γυμνοῦται ἐν ξύλῳ, ἵνα τὴν ἐμὴν αἰσχύνην σκεπάσῃ· θανατοῦται, ἵνα ἐμὲ ζωοποιήσῃ· κατακρίνεται, ἵνα ἐμὲ τῆς κατάρας ἀπολύσῃ· καλάμῳ τὴν κεφαλὴν τύπτεται, ἵνα τὴν τοῦ ὄφεως κεφαλὴν συντρίψῃ· λόγχῃ τὴν πλευρὰν νύττεται, ἵνα τὴν ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ κτισθεῖσαν θεραπεύσῃ, καὶ τὴν φλογίνην ῥομφαίαν τὴν καθ’ ἡμῶν στρεφομένην παύσῃ, καὶ τὴν ὁδὸν ἡμῖν τοῦ παραδείσου ἀνοίξῃ. Ὅτι δὲ ἐν μέσῳ τῆς γῆς ἔμελλεν ὁ Χριστὸς σταυροῦσθαι, ἐν ογ ψαλμῷ γέγραπται· «Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.» Καὶ ὅτι μετὰ λῃστῶν ἔμελλεν ὁ Χριστὸς σταυροῦσθαι, Ἡσαί̈ας φησί· «Καὶ μετὰ ἀνόμων ἐλογίσθη.» Περὶ δὲ τῶν ἥλων καὶ τοῦ διαμερισμοῦ τῶν ἱματίων αὐτοῦ, ψαλμὸς κα οὕτω λέγει· «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Ὁμοίως δὲ καὶ Ζαχαρίας ὁ προφήτης περὶ τῶν ἥλων οὕτως ἔφη· «Καὶ ἐροῦσι πρὸς αὐτόν· Τί αἱ πληγαὶ αὗται αἱ ἀνὰ μέσον τῶν χειρῶν σου; Καὶ ἐρεῖ· Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῶν ἀγαπητῶν μου.» Περὶ δὲ τοῦ σκοτασμοῦ ὁ αὐτὸς προφήτης Ζαχαρίας λέγει οὕτω·
PG 28:696«Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκ ἔσται φῶς· καὶ ψῦχος καὶ πάγος ἔσται μία ἡμέρα, καὶ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ· καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.» Ὁμοίως δὲ καὶ Ἀμὼς ὁ προφήτης εἶπε· «Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς.» Καὶ Ἰωὴλ δὲ ὁ προφήτης λέγει· «Ὁ ἥλιος καὶ ἡ σελήνη σκοτάσουσι, καὶ οἱ ἀστέρες δύσουσι τὸ φέγγος αὐτῶν. Ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακράξεται, καὶ ἐξ Ἱερουσαλὴμ δώσει φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ.» Ὅτι δὲ ἔμελλεν ὄξος καὶ χολὴν ποτίζεσθαι Χριστὸς, ψαλμοῦ ξη ἀκούσωμεν· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Διὸ καὶ ἀρᾶται αὐτοὺς λέγων· «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν, τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκυψον. Ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.
Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·» ἤγουν ὁ ἐν Ἱεροσολύμοις ναὸς αὐτῶν, ὃ δὴ καὶ γέγονε. Καὶ τὰ λοιπὰ δὲ τοῦ ψαλμοῦ, ὡς ἐπὶ κατάρας λεγόμενα, τοῖς Ἰουδαίοις ἁρμόζει, οὓς καὶ Μωσῆς ὠνείδισεν εἰπών· «Καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτὸς, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου.» Περὶ δὲ τῆς λόγχης λέγει Ζαχαρίας ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· «Καὶ ἐπιβλέψονται πρὸς μὲ, εἰς ὃν ἐξεκέντησαν.» Περὶ δὲ τοῦ ὕδατος τῆς ἁγίας αὐτοῦ πλευρᾶς ὁ αὐτὸς προφήτης εἶπεν· «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ.» Ἀκούσωμεν δὲ καὶ τοῦ προφήτου Ἡσαί̈ου περὶ τῆς ταφῆς τοῦ Κυρίου λέγοντος, καὶ ὅπως διαγελᾷ τοὺς Ἰουδαίους· «Ἴδετε ὡς δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ.» Εἶπεν οὖν καὶ τὴν αὐτοῦ ἀνάστασιν· καὶ πάλιν· «Ἀπὸ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος, καὶ ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ.» «Ἐν εἰρήνῃ» δὲ λέγει, ὅτι ὁ Πιλᾶτος μετ’ εἰρήνης ἀπέδωκε τὸ σῶμα τοῦ Ἰησοῦ τῷ Ἰωσήφ. Ὁμοίως δὲ καὶ Δαβὶδ περὶ τῆς ταφῆς αὐτοῦ ἐν πζ ψαλμῷ λέγει ὡς ἐκ προσώπου τοῦ Χριστοῦ·
PG 28:697«Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου·» καὶ πρὸ τούτων· «Καὶ ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος,» ἤγουν ἀναμάρτητος. Γέγραπται δὲ καὶ ἐν τῷ Ἰὼβ οὕτως· «Ἀνοίγονταί σοι φόβῳ πύλαι θανάτου· πυλωροὶ δὲ ᾅδου ἰδόντες ἔπτηξαν·» πρόδηλον δὲ, ὅτι αἱ ἐναντίαι τῶν δαιμόνων δυνάμεις. Ὁμοίως δὲ καὶ ἐν τῷ ξζ ψαλμῷ· «Ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις.» Ὅτι δὲ ὁ Χριστὸς ἐν τῷ ᾅδῃ ἀπομένειν οὐκ ἔμελλεν, ἀλλὰ τριήμερος ἀνίστασθαι, ψαλμοῦ ιε ἀκούσωμεν· «Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·» καὶ πάλιν ν ψαλμοῦ· «Ἐξεγερθήσομαι ὄρθρου.» Καὶ ὁ προφήτης δὲ Ὠσηὲ οὕτως ἔφη· «Πορευθῶμεν, καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς πεποίηκεν ἡμᾶς, καὶ ἰάσεται ἡμᾶς· ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καὶ ζησόμεθα.» Περὶ δὲ τῶν μυροφόρων γυναικῶν Ἡσαί̈ας ὁ προφήτης εἶπε· «Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γάρ ἐστι λαὸς ἔχων σύνεσιν.» Περὶ δὲ τῆς ἀναλήψεως τοῦ Χριστοῦ ἐν ζ καὶ ι ψαλμῷ γέγραπται·
«Καὶ ἐπέβη ἐπὶ χερουβὶμ, καὶ ἐπετάσθη· ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.» Καὶ πάλιν ἐν μ ψαλμῷ· «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος·» καὶ ἐν Ζαχαρίᾳ τῷ προφήτῃ· «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ στήσονται οἱ πόδες Κυρίου εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν.» Περὶ δὲ τῆς ἐνδόξου δευτέρας παρουσίας τοῦ Υἱοῦ τοῦ Θεοῦ λέγει Δανιὴλ ὁ προφήτης· «Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. Καὶ προσηνέχθη αὐτῷ. Καὶ αὐτῷ ἐδόθη ἀρχὴ καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι δουλεύσουσιν αὐτῷ. Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.» Ἰδοὺ σαφῶς διὰ τῶν εἰρημένων ἐμάθομεν, ὅτι αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ σαρκωθεὶς καὶ παθὼν δι’ ἡμᾶς, καὶ ἀναστὰς ἐκ νεκρῶν, καὶ ἀναληφθεὶς ἐν δόξῃ πρὸς τὸν ἑαυτοῦ Πατέρα καὶ πάλιν μέλλων ἔρχεσθαι μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, μετὰ δόξης αἰωνίου κρῖναι ζῶντας καὶ νεκρούς. Προεῖπε γὰρ περὶ τούτου ὁ αὐτὸς προφήτης Δανιήλ·
PG 28:700«Ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθητο· καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν. Ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρείστηκαν αὐτῷ. Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Ἐθεώρουν τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, ἕως ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός.» Πρόδηλον δὲ, ὅτι τὸ θηρίον ὁ Ἀντίχριστός ἐστιν. Ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ ἐρχόμενος, ἀνελεῖ αὐτὸν τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ταῦτα δὲ ἐκ πολλῶν ὀλίγα ἐκ τῶν ἁγίων Γραφῶν παρεθέμεθα πρὸς μὲν ἡμετέραν τῶν Χριστιανῶν μείζονα πίστιν, πρὸς ἔλεγχον δὲ τῆς Ἰουδαϊκῆς σκληροκαρδίας καὶ φρενοβλαβείας.
Ὅτι ὁ εἷς τῆς ἁγίας ζωοποιοῦ Τριάδος, Θεὸς Λόγος καὶ Θεοῦ Υἱὸς, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, αὐτὸς διὰ τὴν ἡμετέραν σωτηρίαν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐνηνθρώπησεν ἐκ τῆς παναγίας ἀχράντου δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀεὶ παρθένου Μαρίας. Καὶ πάντα θεοπρεπῶς ἀπεργασάμενος, καὶ παθὼν, καθὼς οἱ ἅγιοι προεῖπον προφῆται, ἔσωσεν ἐκ τῆς τοῦ ἐχθροῦ πλάνης καὶ δουλείας τὸ γένος ἡμῶν. Ὑπὲρ τῶν τοσούτων οὖν εὐεργεσιῶν, ὧν τυχεῖν παρὰ τῆς αὐτοῦ ἀγαθότητος ἠξιώθημεν, σπουδάσωμεν εὐάρεστοι αὐτῷ ἀναδειχθῆναι διὰ τῆς τῶν ἁγίων αὐτοῦ ἐντολῶν ἐκπληρώσεως, ὅπως καὶ τῶν αἰωνίων καὶ ἀτελευτήτων ἀγαθῶν ἐπιτύχωμεν ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παντοκράτορι Πατρὶ αὐτοῦ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Page scan enlarged

Notebook

Full View