PG 28Athanasius
Doctrine to Monks
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 28:1421ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ Διδασκαλία πρὸς μοναχοὺς πραοτέρα, πνευματική. Τὸν πιστεύοντα τῷ Κυρίῳ, καὶ προσιόντα ἑαυτῷ, καὶ ἐπὶ τέλειον εἰς μαθητείαν, μανθάνειν δεῖ πρότερον ἀφίστασθαι παντὸς ἁμαρτήματος· ἔπειτα δὲ καὶ ἀφέλκοντας τοῖς ὀφειλομένοις κατὰ πολλοὺς λόγους εὐπαθεῖν τῷ Κυρίῳ ἡμῶν, κἂν ἀλογοφάνειρος εἶναι δοκῶ σοι. Ἀδύνατον γὰρ τὸν ἁμαρτίαν ποιοῦντα, ἢ ἐμπλεκόμενον ταῖς τοῦ βίου πραγματείαις ἢ φροντίσι, δοῦναι αὐτὸν τῇ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων δουλεύσει, οὐχ ὅτι μαθητευθῆναι τῷ Κυρίῳ· οὐ πρότερον εἰπόντι τῷ νεανίσκῳ, «Δεῦρο ἀκολούθει μοι,» ἕως ἂν ἐντείλασθαι πωλῆσαι τὰ ὑπάρχοντα καὶ δοῦναι πτωχῷ· ἀλλὰ οὐδὲ τὸ τοῦτο προσέταξε, πρὶν ὁμολογῆσαι αὐτὸν, ὅτι «Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου.» Ὁ γὰρ μήποτε λαβὼν τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ καταλυθεὶς ἀπὸ τούτων ἐν τῷ αἵματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δουλεύων δὲ τῷ διαβόλῳ καὶ κρατούμενος ὑπὸ τῆς ἐν αὐτῷ ἁμαρτίας, ἀδυνάτως ἔχει δουλεῦσαι τῷ Κυρίῳ τῷ ἀπαράβατον ἀπόφασιν δεδωκότι τὸ εἰπεῖν· «Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας.
Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα.» Μαρτυρεῖ καὶ ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, ὅτι «ὁ δοῦλος τῆς ἁμαρτίας, ἐλεύθερός ἐστιν ἀπὸ τῆς δικαιοσύνης.» Καὶ πάλιν ὁ Κύριος· «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν,» καὶ τὰ ἑξῆς· δι’ ὧν ἐδίδαξε, καὶ ἔδειξεν ὁριστίζων, καὶ εἰπὼν, ὅτι οὔτε οἱ περὶ τὴν ὄντως ἀναγκαίαν τοῦ ζῇν μέριμναν ἐνεχόμενοι, δουλεύειν δύνανται, οὐχὶ τόδε μαθητεύειν, ὅ τι ἔμαθεν Ἀπόστολος πλατύτερον θεωρήσας· εἶπε γάρ· «Τίς μετοχὴ δικαιοσύνης καὶ ἀνομίας, καὶ τίς κοινωνία φωτὶ πρὸς σκότος, τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαδ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου, τίς δὲ συγκατάθεσις ναῷ μετὰ εἰδώλου;» Καὶ πάλιν ὁριστίζει· «Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκεινται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε ταῦτα ποιῆτε.» Ῥυσθῆναι δεῖ πρότερον τοῦ καταδυναστοῦ τοῦ διαβόλου ἐνάγοντος ἐπὶ τὴν ἁμαρτίαν τὸν ὑπ’ αὐτῆς κρατούμενον. Ἔφαμεν βούλεσθαι δὲ ἄρα καὶ πότε ἀπαρνησάμενον πάντα τὰ παρόντα καὶ ἑαυτὸν, τῆς δὲ προσπαθείας τοῦ ζῇν ἀναχωρήσαντα μαθητευθῆναι τῷ Κυρίῳ, καθὸ αὐτὸς εἴρηκεν·
PG 28:1422«Εἴ τις ἐλεύσεται πρὸς μὲ, ἀπαρνησάσθω αὐτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι,» ὅπερ ἐστὶ μαθητής μου ἐνταῦθα. Οὐ μόνον δὲ τῶν ὑπαρχόντων, καὶ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων καταφρονεῖν προςτασσόμεθα, ἀλλὰ καὶ τῶν πρὸς ἀλλήλους νενομισμένων καὶ κατὰ φύσιν καὶ νόμον δικαίων καθηκόντων ὑπερφρονεῖν παιδευόμεθα, τοῦ Κυρίου λέγοντος· «Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Ὁμοίως καὶ τὸ λοιπὸν ἐγγυτάτω οἰκεῖ, δῆλον δὲ ὅτι πολὺ ποῤῥωτέρω καὶ ξένων τῆς πίστεως. Διὸ παρακαλῶν μεγάλως ἀοργετουμένοις ἐν καρτερίᾳ τοὺς τῆς ἀσκήσεως πόνους, ἐν μηδενὶ δεδιότας τὰς καθ’ ἡμῶν τοῦ ἐχθροῦ μεθόδους. Παράγει τοῦτο σχῆμα τοῦ κόσμου τούτου. Καὶ ταῦτα ἡ ἀπάτη, καὶ θλίψις τοῦ βίου τούτου πρόσκαιρός ἐστι καὶ ὀλιγοχρόνιος, ἡ δὲ τῷ Θεῷ δουλεύειν, ζωὴ αἰώνιος, ἀί̈διος καὶ ἀθάνατος, ποῦ ἀναμένομεν οἱ τῷ Χριστῷ δουλεύοντες· δι’ ἣν καὶ ἀπεταξάμεθα τῷ κόσμῳ, καὶ πάσαις ταῖς ἐπιθυμίαις αὐτοῦ. Καὶ οὐκ ὀφείλομεν μνημονεύειν ἐκεῖνα, ἅπερ διὰ τὴν ἐντολὴν ταύτην κατελείψαμεν, ἵνα μὴ πάλιν τὰ πρόσκαιρα ποθήσαντες, τὴν αἰώνιον ζωὴν ἀποβαλώμεθα.
Ἀψευδὴς γὰρ ὁ εἰπὼν ὅτι «πᾶς ὃς ἀφῆκεν οἰκίαν,» καὶ τὰ λοιπὰ, «ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει.» Οὐ γὰρ, ὥς τινες ταῦτα ἑρμηνεύειν δοκοῦσιν, ὅτι περὶ τῶν ἐν τῷ καιρῷ τῶν διωγμῶν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ μαρτυρησάντων εἶπεν ὁ Κύριος. Οὐ γὰρ ἔφη ὅτι, Μόνον οἱ ἐν τῷ καιρῷ τῶν διωγμῶν ὑπὲρ τοῦ ὀνόματός μου τὰ ἑαυτῶν σώματα παραδώσοντες, ζωὴν αἰώνιον κληρονομήσονται· ἀλλὰ πάντες οἳ διὰ τὸ ὄνομά μου καὶ κόσμῳ, καὶ πάσαις ταῖς ἐπιθυμίαις αὐτοῦ ἀποταξώμεθα, καὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ ἀποταξώμεθα, ζωὴν αἰώνιον, μετὰ πάντων δηλαδὴ τῶν ὑπὲρ τοῦ ὀνόματός μου μαρτυρησάντων, κληρονομήσουσι. Πάντας τοὺς πτωχοὺς τῷ πνεύματι, καὶ τοὺς καθαροὺς τῇ καρδίᾳ, καὶ τοὺς πραεῖς, καὶ τοὺς φοβουμένους τὸ ὄνομα αὐτοῦ μακαρίζεσθαι Σωτὴρ ἔλεγεν, «Ὅτι ὑμῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Οἱ μὲν γὰρ μάρτυρες πολλάκις, καὶ ἐπὶ μιᾷ καιροῦ ῥοπῇ ἀγωνισάμενοι ἐτελειώθησαν·
PG 28:1423ἡ δὲ τῶν μοναχῶν πολιτεία ἄθλοις καθ’ ἑκάστην δι’ αὐτὸν μαρτυρεῖ, οὐκ ἀπὸ αἵματος, καὶ σαρκὸς παρατασσόμεθα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς ἐξουσίας πρωτοκοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἕως ἐσχάτης ἀναπνοῆς τὴν πάλην ἔχουσα, καὶ ἀθλεῖ, καὶ εἰσφανοῦται τῇ πανοπλίᾳ ... ... τοῦ Θεοῦ περιφραττομένη, καὶ πάντα ἰσχύει διὰ τὸν ἐνδυναμοῦντα, καὶ ἐλεοῦντα Χριστόν. Ἡμῖν γὰρ ἐν παραβολῇ τὸν ἑαυτοῦ πλοῦτον θέλων χαρίσασθαι ὁ Κύριος ἔλεγεν· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας,» καὶ τὰ ἑξῆς. Ταύτην τὴν ἐντολὴν βεβαιῶν οὕτως εὐαγγελιστὴς ἔφη· «Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν κόσμῳ. Ὁ γὰρ τὸν κόσμον ἀγαπῶν, οὐκ ἀγαπᾷ τὸν ἀγαπήσαντα αὐτὸν Κύριον.» Ὁ δὲ τοῦτον τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ σκάνδαλα μισήσας, καὶ τὸ θέλημα τοῦ Θεοῦ ἀγαπήσας εὐμένει εἰς τὸν αἰῶνα. Χωρίσαι γὰρ βουλόμενος ἡμᾶς ὁ Δεσπότης τῆς ἐν κόσμῳ διατριβῆς ἔλεγεν· «Οὐδεὶς βαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ’ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Ὁ δὲ Ἀπόστολός φησι·
«Στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις.» Καὶ πάλιν ὁ Κύριος· «Ὁ ἐν τῷ ἀγρῷ, μὴ ἐπιστραφῇ εἰς τὰ ὀπίσω,» τουτέστι μὴ πάλιν μνημονεύειν ἢ ποθεῖν ἐορκεῖν ἀναστροφὴν, ἣν διὰ τὸν Θεὸν καὶ τὴν ἐντολὴν αὐτοῦ μισήσας, κατέλιπε. Μὴ οὖν φοβεῖσθε τοὺς ἐκ τοῦ διαβόλου ἡμῖν ἐπαγομένους πειρασμοὺς, κἂν ποικίλοι ὦσι, γέγραπται γάρ· «Υἱέ μου, εἰ προσέχῃς δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμούς.» Καὶ περὶ τῆς καρδίας τῆς ὑπομονῆς τὴν τοῦ Θεοῦ βοήθειαν ἀναμένων· μείζων γάρ ἐστι τοῦ πολεμοῦντός σε διαβόλου, καθὼς πολλάκις λέγεται· Μείζων ἐστὶν ὁ ἐν ἡμῖν, ἢ ὁ ἐν τῷ κόσμῳ· καὶ ὁ Ψαλμῳδός· «Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετὰ ἐμοῦ εἶ.» Καί· «Κύριος φωτισμός μου, καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι;» Καὶ, «Ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου.» Καὶ, «Κύριος ἐμοὶ βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου.» Μὴ δεῖ τοίνυν τὸν δουλεύοντα τῷ Κυρίῳ ἀπιστεῖν, ὡς οὐχ ὑπερασπίζεται τοῦτον ὁ Κύριος πάντοτε· αὐτὸς γὰρ εἴρηκεν·
PG 28:1424«Οὐ μή σε ἀναλείπω, οὐδὲ μή σε ἐγκαταλείπω.» Καὶ γοῦν αὐτὸν ἔθου καταφυγήν σου, «οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγίσει τῷ σκηνώματί σου·» καὶ τὰ ἑξῆς. Διὸ παρακαλῶ ὑμᾶς, ὦ ἀδελφοὶ, μὴ ἐνδῶμεν ὅλως τῷ πονηρῷ, μηδὲ θανατώσωμεν ἑαυτοὺς, διὰ οἱασδηποτοῦν ἡδονῆς, ἀλλὰ μεμνημένοι τὰ ἀποκείμενα ἡμῖν ἐν οὐρανοῖς ἀγαθὰ, πάντων τούτων ὑπερίδωμεν. Μὴ οὖν φανῶμεν τῶν πρὸ ἡμῶν αὐχήσαντες παίγνιον. Ἕκαστον γὰρ ἐν τῇ κλήσει, ᾗ ἐκλήθη μένειν ἐν Χριστῷ παραγγέλλει ὁ Ἀπόστολος· ἵνα τὸν τῆς ὑπομονῆς στέφανον παρὰ τοῦ μισθαποδότου Χριστοῦ ἀπολάβωμεν, ὃν ἐπηγγείλατο τῷ ἀγαπῶντι αὐτόν. Γέγραπται γάρ· «Τὴν ἐπιθυμίαν σου διὰ τῆς ὑπομονῆς νίκησον, καὶ ἔσῃ τέλειος ἐν Χριστῷ·» καί· «Τῷ νικῶντι δώσω φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς τοῦ ἐν μέσῳ τοῦ παραδείσου.» Λέγει Κύριος καὶ πάλιν· Ὅστις διὰ τοῦ ξύλου τοῦ σταυροῦ πάντα τὰ τῆς σαρκὸς νικήσει πάθη, τούτῳ δώσω στολὴν λευκήν. Εἰ γὰρ φοβοῦμεν τὸν Κύριον, τὰ ἀνεκδιήγητα ἀγαθὰ, καὶ οἱ τῆς δόξης στέφανοι ἡτοιμάσθησαν.
Οὐ γὰρ ἐπιτάγματι τῶν ἁγίων ὁ πρὸς τὰς μεθοδείας τοῦ ἐχθροῦ πόλεμος, καὶ ἡ κατ’ αὐτοῦ νίκη, διὰ τῆς τοῦ Κυρίου βοηθείας δέδοται, ἀλλὰ τρισὶν ὡς ἐν τῇ τοῦ σπέρματος παραβολῇ, αὐτὸς Κύριος ἔφη· Ἐδίδου γὰρ, φησὶν, ὁ μὲν τριάκοντα, ὁ δὲ ἑξήκοντα ὁ δὲ ἕκατον. Τούτων δὲ τῶν ταγμάτων τὰς ὑποθέσεις, εἰ τὰς Γραφὰς ἐρευνήσεις, πολύτροπον ἂν εὑρήσεις· μάρτυρες μὲν οὖν εἰσιν, ὡς ὁ ἐμὸς λόγος, οἳ τὸν ἕκατον ποιοῦνται καρπὸν, παρθένοι αἳ τὸν ἑξήκοντα· καὶ οἱ λοιποὶ οἳ κατὰ τὰς ἐντολὰς τοῦ Κυρίου, σπουδάζοντες ἀμέμπτους ἐν πάσῃ ἀναστροφῇ ἑαυτοὺς φυλάσσειν, τῷ Κυρίῳ ἀρεσκούσῃ, τριάκοντα. Τῶν σῶν μαθητῶν γένοιτο ἡμᾶς ἐνταγῆναι, Χριστὲ Ἰησοῦ, καὶ τῶν ἁγίων σου ἀγαθῶν ἀπολαύειν, νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Page scan enlarged

Notebook

Full View