PG 28Athanasius
Teaching of the Three Hundred and Eighteen Fathers of Nicaea
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 28:1637Πίστις τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων θεοφόρων Πατέρων τῶν ἐν Νικαίᾳ· καὶ διδασκαλία πάνυ θαυμαστὴ καὶ σωτήριος περὶ τῆς ἁγίας Τριάδος. Εὐλόγησον. Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, πάντων ὁρατῶν καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ· τοῦτ’ ἔστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι’ οὗ τὰ πάντα ἐγένετο ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα, παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς· καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν. Τοὺς δὲ λέγοντας· Ἦν ποτε ὅτε οὐκ ἦν· ὅτι ἐξ οὐκ ὄντων ἢ ἐξ ἑτέρας οὐσίας ἢ ὑποστάσεως φάσκοντας εἶναι τὸν ἄτρεπτον καὶ ἀναλλοίωτον Υἱὸν τοῦ Θεοῦ·
τούτους ἀναθεματίζει ἡ ἁγία καὶ καθολικὴ Ἐκκλησία ἀπὸ τῆς ἁγίας ταύτης πίστεως τῆς ἐν Νικαίᾳ, τῆς ὑπὸ τῶν ἁγίων Πατέρων ἐκτεθείσης πρὸς φωτισμὸν τῶν ψυχῶν, καὶ εἰς τὸ γνῶναι τίς ἡ αἰτία ἑκάστης ῥήσεως τῶν ἐν αὐτῇ ὁμολογησάντων ἐπισκόπων, τὸν ἀριθμὸν τριακοσίων ὀκτὼ καὶ δέκα, μᾶλλον δὲ οἰκουμενικῆς οὔσης συνόδου. Ἔτι δὲ ἀκολούθως τῇ προγεγραμμένῃ πίστει, ἀναθεματίζομεν τὴν Σαβελλίου πίστιν τὴν λέγουσαν, τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· σφάλλονται γάρ· ἀτελεῖς εἶναι τὸν Υἱὸν καὶ τὸ Πνεῦμα· ὡς ὅτι ὁ Πατὴρ αὐτός ἐστιν ὁ Υἱός· ὁμοίως καὶ τὸ ἅγιον Πνεῦμα· ὡς εἶναί φησιν ἓν πρόσωπον· τρία δὲ ὀνόματα. Ταῦτα γὰρ ἀλλότρια τῆς ὀρθοδόξου πίστεως τυγχάνει· Πατέρα γὰρ οἴδαμεν τέλειον Θεὸν, ὁμοίως καὶ Υἱὸν τέλειον, ὡσαύτως καὶ Πνεῦμα ἅγιον· μίαν βασιλείαν, μίαν οὐσίαν, καὶ μίαν θεότητα. Ἔτι δὲ ἀναθεματίζομεν τὴν Φωτεινοῦ πίστιν, τὴν λέγουσαν, ἀπὸ Μαρίας καὶ ὧδε εἶναι τὸν Υἱόν· καὶ μὴ εἶναι αὐτὸν πρὸ τούτου· ἀλλὰ προωρικῶς λέγεσθαι ἐν ταῖς Γραφαῖς· ἀπὸ δὲ Μαρίας εἶναι αὐτὸν κατὰ τὴν θεότητα. Ταῦτα δὲ ἀλλότρια καθολικῆς πίστεως οἴδαμεν·
ὁ γὰρ Υἱὸς ἀεὶ γεννηθεὶς ὑπῆρχε καὶ ἐν Πατρὶ ἦν, καθὼς γέγραπται· οὐκ ἦν γάρ ποτε ὅτε οὐκ ἦν ὁ Υἱὸς σὺν Πατρί· ἀλλ’ ἦν ὁ Πατὴρ, πάντοτε τὸν Υἱὸν ἔχων· ἀδύνατον γὰρ τὸν Πατέρα καλεῖσθαι κατὰ προκοπὴν, ἀλλὰ ἀεὶ Υἱὸς σὺν Πατρὶ, ὡς προείπαμεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ Θεὸς ἦν ὁ Λόγος· γεννηθεὶς σὺν Πατρὶ, ὡς προγέγραπται. Καὶ ταῦτα μὲν περὶ Πατρὸς καὶ Υἱοῦ. Περὶ δὲ τοῦ ἁγίου Πνεύματος οὕτω πιστεύομεν· Πνεῦμα θεῖον, πνεῦμα ἅγιον, πνεῦμα τέλειον, παράκλητον· λαλῆσαν ἐν νόμῳ καὶ προφήταις, καὶ ἀποστόλοις· καταβὰν ἐπὶ τὸν Ἰορδάνην. Περὶ δὲ τῆς ἐνανθρωπήσεως τοῦ Υἱοῦ οὕτω πιστεύομεν· ὅτι ἀνέλαβεν ἄνθρωπον τέλειον ἐκ τῆς ἁγίας θεοτόκου Μαρίας, διὰ Πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος ἀνδρός· σῶμα δὲ καὶ ψυχὴν ἐν ἀληθείᾳ καὶ εὐδοκήσει· οὕτως γὰρ ἦλθε τέλειος, σῶσαι τὸν ἄνθρωπον· καὶ ὅτι ἔπαθεν, καὶ ὅτι ἐτάφη, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη· καὶ ὅτι εἰς οὐρανοὺς ἀνελήφθη· καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρὸς, ἀποθεώσας τὸν ἄνθρωπον, ὃν ἔλαβεν· καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Εἰ δέ πως προωρικῶς αἱ θεῖαι Γραφαὶ λέγουσιν, αὐτῷ ὥσπερ κτίσματος τὸ κατὰ σάρκα καὶ πληροῦσθαι καταλαμβάνομεν.
Ἔτι ἀναθεματίζομεν τοὺς μὴ ὁμολογοῦντας εἶναι ἀνάστασιν νεκρῶν, καὶ πάσας τὰς αἱρέσεις. Ἀνεθεματίσθη δὲ καὶ ἐν τοῖς προγεγραμμένοις ἡ ἄθεος πίστις τῶν Ἀρειανῶν, ἐν τῷ πιστεύειν καὶ λέγειν, γεννηθέντα καὶ οὐ ποιηθέντα· αὐτοὶ γὰρ λέγουσι κτίσμα τὸν Υἱὸν εἶναι. Πρὸς δὲ τὸ ἀναπληρῶσαι πάντα τὰ τῆς πίστεως μέρη ἔτι ὁμολογοῦντες ταῦτα λέγομεν· ὅτι πιστεύομεν εἰς ἒν βάπτισμα, εἰς μίαν Ἐκκλησίαν, εἰς ἀνάστασιν νεκρῶν, εἰς βασιλείαν οὐρανῶν, εἰς κρίσιν αἰώνιον. Τὸν Θεὸν ὁμολογοῦμεν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα· Πατέρα ἀκατάληπτον, ἀπερινόητον, ἀόριστον, καὶ ἀνόητον· πνεῦμα γὰρ ὁ Θεός· θελήματι δὲ αὐτοῦ καὶ ἀληθείᾳ καὶ εὐδοκήσει ὀφθὲν καὶ λαλῆσαν προφήταις, καὶ δικαίοις· τῷ Ἀδὰμ, τῷ Νῶε, τῷ Ἀβραὰμ, τῷ Ἰσαὰκ, τῷ Ἰακὼβ, Σαμουήλ τε καὶ Δαυὶ̈δ, Ἠλίου καὶ Ἐλισσαίῳ· καὶ τοῖς λοιποῖς ἅπαξ προφήταις· Θεὸν αὐτὸν ὄντα τῆς Καινῆς καὶ Παλαιᾶς Διαθήκης. Ὅσα δὲ ἡ Γραφὴ λέγει, ὀφθαλμὸς Κυρίου, ὦτα Κυρίου, καὶ ὅσα τοιαῦτα περὶ Θεοῦ λέγει ἡ Γραφὴ, ἀληθῆ εἰσιν· καὶ οὕτως πιστεύομεν· ἀκαταλήπτως δὲ καὶ ἀπερινοήτως· καὶ πάντα ἄνθρωπον κατ’ εἰκόνα εἶναι Θεοῦ.
PG 28:1638Ἔστι δὲ ὁ βίος τῶν υἱῶν τῆς αὐτῆς καθολικῆς Ἐκκλησίας, καὶ μάλιστα ἐπισκόπων καὶ κληρικῶν καὶ μοναζόντων καὶ τῶν λοιπῶν Χριστιανῶν, καὶ ὡς τοῖς υἱοῖς αὐτῶν ἐντέλλονται· πρῶτον αὐτοὶ οὕτως διάγοντες καὶ διδάσκοντες· οὕτως χάριτί ἐστε σεσωσμένοι. Ἀλλ’ ἡ χάρις βούλεται αὐθαιρέτους εἶναι καὶ παντὸς καλοῦ, καὶ ἀγαθοῦ· καὶ ζηλωτὰς τῆς ὀρθοδόξου πίστεως ἄξιον· καὶ αὐτὸν εὐτρεπίζειν· πρόδηλον καὶ ταῦτα φυλάττειν· καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀγαπήσεις αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν· οὐ φονεύσωμεν· οὐ μοιχεύσωμεν· οὐ παιδοφθορήσωμεν· οὐ φαρμακεύσωμεν· οὐ κλέψωμεν· οὐ ψευδομαρτυρήσωμεν· οὐ διχοστατήσωμεν· ἀπεχώμεθα πνικτοῦ καὶ αἵματος, καὶ πλεονεξίας. Ὅρα, ἄνθρωπε, μήτις σε ἀπατήσει τῆς πίστεως ταύτης· ἐπεὶ παρεκτός σε Θεοῦ διδάσκει. Ταῦτά εἰσι τὰ προφανῆ ἁμαρτήματα· αἱ δὲ ὡς ἐλάχισται φαινόμεναι ἐντολαί· ὧν καὶ αὐτῶν λόγον ἀπολύσωμεν· τοὺς μονάζοντας γυναικῶν ὑπὲρ πάντα κεχωρισμένους εἶναι· μήτε εἰς ὁμιλίαν αὐτῶν ἔρχεσθαι, μήτε ὁρᾷν αὐτὰς, μήτε φιλοτιμεῖσθαι, ἵνα μὴ ᾄδη αὐτῶν· ψυχῆς ζημία γένηται·
ἐὰν μοιχεύῃ ἡ καρδία σου, ἁμαρτάνεις μεγάλως. Φυλάττεσθαι δὲ πάλιν μὴ εἶναι δίγλωσσον ἢ δίγνωμον, μὴ ψεύστην, μὴ κατάλαλον, μὴ ἀκαίρως περιπατοῦντα, μήτε ῥεμβόμενον, μὴ ἀναίσχυντον, μήτε ὀργίλον, μήτε πάροινον, ἢ φιλάργυρον, μὴ ὑπερήφανον, μὴ αὐθάδην, μὴ σαπρὸν λόγον φέροντα, μήτε ὅρκον ὅλως τὸ παράπαν· ἀλλὰ τὸ, ναὶ, ναὶ, καὶ τὸ, οὒ, οὔ· καὶ ἐάν που ἀνάγκη τινὰ λέγειν ἐν ὁμιλίᾳ, γίνωσκε. Ἀλήθειαν λέγω· οὐ ψεύδομαι. Τὸ δὲ σεβάσμιον ὄνομα τοῦ Θεοῦ ἐφ’ ὅρκῳ μὴ λάβε, μήτε τινὰ ὅρκῳ, καθὼς εἶπε τὸ ἅγιον Εὐαγγέλιον· ταῦτα γὰρ πάντα τὰ σφάλματα οὐ προσήκει, οὔτε ἁρμόζει τοῖς μοναχοῖς· ἀλλὰ καὶ ἀπὸ Ἐκκλησίας ἐκβάλλειν τὸν μὴ παραφυλαττόμενον ἐν τούτοις. Ἔτι δὲ αὐτὸν μὴ γυμνοῦν ἐνώπιόν τινος τὸ σύνολον, εἰ μὴ δι’ ἀνάγκην ἀσθενείας, ἐν λουτρῷ, ἢ διὰ πάθος, ἢ ἐν βάθει ὑδάτων. Μηδὲ ὑβρίσῃς ἀδελφὸν ῥακὰ, ἢ μωρόν· ἑορταῖς δὲ ἐθνικαῖς μὴ συγκοινωνεῖν· τὰ σάββατα μὴ φυλάττειν, καθάπερ οἱ Ἰουδαῖοι· μὴ μαγεύειν· μὴ φαρμακεύειν· μηδὲ συμπράττειν ταῦτα ἐπὶ νόσῳ ἢ πάθει ἢ ἐν δείγματι· μὴ ἀπέρχεσθαι πρὸς ἐπαοιδόν· μήτε φυλακτήρια ἑαυτῷ περιτιθέναι·
PG 28:1639μήτε περικαθαίρειν μήτε ἀφ’ ἑαυτοῦ μήτε ἀπὸ ἄλλου τινός· ἀλλὰ πάντοτε τὸ σῶμα φύλαττε ἀπὸ πάσης αἰσχρότητος καὶ ἀσελγείας· μήτε ἔχειν γυναῖκας συνάκτους [ φ. συνεισάκτους] καθάπερ τινὲς ἀγαπητὰς ὑπέθεντο· τάχα ἐπ’ ἐσχάτων μισηταὶ ἐν αὐτῷ εὑρεθήσονται, καὶ πικρότεραι χολῆς· μὴ ἔχε κατὰ ψυχὴν ἔχθραν κατά τινος, καὶ γένηται ἡ προσευχή σου ἀπρόσδεκτος· μὴ συνεύχου μετὰ αἱρετικῶν ἢ μετὰ ἐθνικῶν, καὶ γένηται ἡ προσευχή σου ἀπρόσδεκτος· μὴ παράβαινε νηστείαν Κυρίου, τοῦτ’ ἔστι τετράδα καὶ παρασκευὴν, εἰ μὴ ἔτι ἐπὶ νόσῳ βεβάρησαι· χωρὶς τῆς ἑβδομάδος τοῦ ἁγίου Πάσχα καὶ τῆς Πεντηκοστῆς, καὶ τῶν δεσποτικῶν ἑορτῶν, τῶν δώδεκα· τὰς δὲ λοιπὰς ἡμέρας ἀκριβῶς φύλαττε. Μὴ λύειν τὴν νηστείαν χωρὶς ἀνάγκης· εἴτε καὶ ἀδελφὸς πρὸς σὲ ἐνδημήσει, μετάδος ἀγάπην διὰ τὸν κόπον τῆς ὁδοῦ· σὺ δὲ μὴ γεύσῃ ἕως ὥρας ἐννάτης. Νηστείαν δὲ λέγω τὴν τεταγμένην, τοῦτ’ ἔστι πρὸ πάντων τὴν ἁγίαν καὶ ἔνδοξον τεσσαρακοστὴν, καὶ τοῦ λοιποῦ χρόνου τετράδα καὶ παρασκευήν· τὰς δὲ λοιπὰς ἡμέρας, ἤγουν δευτέραν, τρίτην, καὶ πέμπτην, ἐὰν δύνασαι ἀπὸ ἰδίας προαιρέσεως νηστεύειν, ἔσται ὁ μισθός σου πολύς·
ἐν ταύταις γὰρ ταῖς ἡμέραις καὶ παρὰ τὴν ὥραν διάκρισις γίνεται εἰς φίλον ἐπίσημον· καὶ οὐκ ἔστι κρῖμα διὰ τὴν ἀγάπην· ἡ δὲ τεταγμένη νηστεία ὑπὸ τῶν ἁγίων ἀποστόλων διάκρισις γίνεται· ὁ δὲ παρακούων αὐτὴν ἀπόλλυται μετὰ τῶν γαστριμάργων· ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα τοῦ κόσμου, καὶ ἡ ἀνθρωπαρέσκεια. Τὸ σάββατον μὴ νήστευε ὅλην τὴν ἡμέραν· ἀπρεπὲς γάρ ἐστιν ὅλην τὴν ἡμέραν τοῦ σαββάτου μέχρι δυσμῶν ἡλίου νηστεύειν· ἔξεστι δὲ ἕως ὥρας ἕκτης ἢ ἑβδόμης· τὸ δὲ περισσὸν Ἰουδαϊκὴ αἵρεσίς ἐστιν· ἅπαξ δέ· μὴ ἐπιδυέτω ὁ ἥλιος ἐν σαββάτῳ, εἰ μὴ μόνον τῷ μεγάλῳ σαββάτῳ ἐν τῇ νυκτὶ τοῦ Πάσχα· ἡ δὲ τῆς τετράδος καὶ τῆς παρασκευῆς καὶ τῆς ἁγίας τεσσαρακοστῆς νηστεία τεταγμένη ἐστὶν ἕως ὥρας ἐννάτης· καὶ εἴ τι περισσὸν ποιήσεις παρὰ τὴν σεαυτοῦ προαίρεσιν, ἕξεις τὸν μισθόν. Νηστεύων δὲ καὶ κοιταζόμενος, βλέπε μὴ φυσιωθῇς ἐν τύφῳ καὶ ὑπερηφανίᾳ· ἡ γὰρ φυσίωσις παγίς ἐστι τοῦ διαβόλου, δι’ ἧς ἀπὸ τοῦ οὐρανοῦ πέπτωκεν· ὁμοίως δὲ δι’ αὐτῆς τοὺς ἀνθρώπους καταβάλλει παγιδεύων. Μηδείς σε πλανήσῃ ἐν κυριακῇ νηστεύειν, ἢ ἐν ἑορτῇ δεσποτικῇ τὸ παράπαν· μηδὲ γονυπετεῖν·
PG 28:1640οὐ γὰρ ἔστιν ἐν θεσμῷ Ἐκκλησίας, καθὼς προείπαμεν. Καὶ βλέπε μὴ σὲ πλανήσωσί τινες Μαρκιανισταὶ ἢ ἑτέρα αἵρεσις νηστεύειν ἐν σαββάτῳ ἢ κυριακῇ. Μόνον δὲ τῶν συνάξεων, τῆς ψαλμῳδίας, καὶ τῆς ἀναγνώσεως, καὶ τῶν ἀχράντων μυστηρίων μὴ ἀμέλει· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός. Ἄξιον σεαυτὸν εὐτρεπίζου τῆς ἀχράντου κοινωνίας τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μὴ εἰς κρῖμα ἐσθίῃς καὶ πίνῃς. Μὴ ἀμέλει πλύνειν πόδας μοναχῶν ἐρχομένων πρὸς σέ· ζητηθήσεται αὕτη ἡ ἐντολὴ παρὰ τῶν ὑπερηφανευσάντων αὐτὴν, εἰ καὶ ἐπίσκοποι ὦσιν· ὁ γὰρ τούτων Κύριος πρῶτος ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, παραγγείλας αὐτοὺς οὕτως ποιεῖν. Μὴ γίνου φιλάργυρος, ἢ αἰσχροκερδής. Μὴ πολὺ χρῆμα, μὴ θέλε κτᾶσθαι ἀργύριον ἢ χρυσίον πολὺ, ἢ μόνον ἐφόδιον χάριν καὶ τροφῶν καὶ ἀμφίων. Τὸ δὲ περίσσευμα δὸς τοῖς πένησιν· κρεῖττον γὰρ ἐν πτωχείᾳ καὶ ἐν ταπεινώσει δουλεύειν Θεῷ ἢ ἐν πλούτῳ καὶ ἀπάτῃ· οἱ γὰρ τοῦ μαμμωνᾶ φίλοι καὶ δοῦλοι Θεῷ ἀρέσαι οὐ δύνανται. Τὸ σύνολον οὖν μὴ πραγματεύου. Πολλαὶ δὲ χωρίαι εἰσὶ μὴ σπείρουσιν·
καὶ οἰκοῦνται ἐν τέχνῃ μὴ ἔχοντες, ἀναγκάζοντες πραγματεύεσθαι· καὶ μένουσι μονάζοντες κοπιῶσιν· πλὴν κἂν τόκους μὴ λάμβανε. Ἀγάπα δὲ πάντα ἄνθρωπον· καὶ εἰρήνευε μετὰ πάντων, χωρὶς αἱρετικῶν· ὁ γὰρ αἱρετικὸς λύκος ἐστὶ τῆς τοῦ Χριστοῦ ποίμνης, καὶ τοῦ Ἀντιχρίστου πρόδρομος. Ἐὰν δὲ ἔχῃς χρήματα ἢ βρώματα, μετάδος τῷ μὴ ἔχοντι· μὴ ἔχων δὲ οὐκ ἐγκληθήσῃ. Ἐὰν ἔλθῃ τις δανείσασθαι ἀπὸ σοῦ τι, καὶ ἔχῃς, δὸς αὐτῷ· καὶ μετὰ μακροθυμίας λάβε παρ’ αὐτοῦ τὸ κεφάλαιον καὶ μόνον· καὶ δίκαιος ἔσῃ. Καὶ μὴ δολιεύου ἐνώπιον Κυρίου· ἐὰν γὰρ ἔχῃς γεννήματα, ἢ ἄλλο τι, καὶ ζητεῖ λειπόμενος δανείσασθαι παρὰ σοῦ ἐξ ἀνάγκης, καὶ διὰ τὸ μὴ λαβεῖν σε τόκον, πωλῇς τιμιωτέρως ἵνα κερδήσῃ διάφορα, τοῦτ’ ἔστιν διπλασιάζων· καταμέμφεταί σε ἡ Γραφὴ λέγουσα· Δράσσεται ὁ Θεὸς τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. Σκέψαι γὰρ καὶ ὅρα, ὅτι δανείζων ἐν ἀνάγκῃ τὸν πλησίον καὶ μὴ λαμβάνων· ἀνθ’ ἑνὸς τόκου τρεῖς καὶ τέσσαρας ἀρχάς· ἀλλὰ δέκα λαμβάνει παρὰ τῷ Θεῷ. Γίνου ταπεινὸς καὶ ἡσύχιος, τρέμων διὰ παντὸς τὰ λόγια τοῦ Θεοῦ. Μὴ γίνου μάχιμος·
PG 28:1641μηδὲ τύπτε ἄνθρωπον πολλὰ, εἰ μὴ μόνον παιδίον ἐν γράμμασι πρὸς παιδείαν καὶ νουθεσίαν Κυρίου· καὶ αὐτὸ παρατετηρημένως· μόνον διὰ φόβον μετρίως ὀλίγα καὶ ἐλαφρά. Σκόπει μή πως διὰ σοῦ φόνος γίνηται, καὶ ἀπολέσῃς τὴν ψυχήν σου ἐν μιᾷ ὥρᾳ· καὶ ἃ δοκεῖς ἔχειν ἀγαθὰ ἐκ νεότητος, ἀπρόσδεκτα γένωνται παρὰ τῷ Θεῷ, ὡς τοῦ Καὶ̈ν τὰ δῶρα· πολλαὶ γάρ εἰσιν ἀφορμαὶ τοῦ θανάτου. Μὴ μυκτήριζε ἄνθρωπον· μηδὲ βδελύσσου τινὰ πτωχὸν, διὰ σχήματι πενιχρῷ παρατηρούμενος τὴν ἐσθῆτα· μὴ μαλακοῖς χρώμενος ἱματίοις· μὴ ἐσθῆτι τὰ φαινομένου δικαίου· μὴ ἐν ῥυπαροῖς ἱματίοις προσερχόμενος· καὶ σακκοφορῶν ἔμπροσθεν τῶν ἀνθρώπων· καὶ φανεὶς ἀνθρωπάρεσκος. Σάκκον δὲ ἂν ἔχῃς, ἵνα πενθῇς τὰς ἁμαρτίας σου, σκόπει μὴ φανῇς τοῖς ἀνθρώποις· ἀλλ’ ἔσωθεν τοῦ ἱματίου σου ἐν τῇ σαρκί σου ἔστω πρὸς δαμασμὸν τῶν ἀτάκτων παθῶν. Μὴ θέλε δόξαν καὶ ἔπαινον παρὰ ἀνθρώποις ἔχειν. Ὅλως τρίχας μὴ τρέφε· ἔκοψε γὰρ τὸ τοιοῦτον σχῆμα ὁ Ἀπόστολος· μὴ ξηροῦ τὸ γένειον· μηδὲ περικουρείοις χρῶ κειρόμενος. Εἰ δύνασαι καὶ ἑβδομάδος νηστεύειν, μηδενὶ δείκνυε· καὶ ἔσται ὁ μισθός σου πολύς. Κρεῶν δὲ ἀπέχου·
οὐχ ὡς βδελυσσόμενος τὰ κτίσματα τοῦ Θεοῦ, ἀλλὰ ἀποκόπτων τὸ σῶμα τῆς πολλῆς τροφῆς, καὶ ἀνάξιον τὸ αὐτὸ ποιῶν τῶν καλῶν βρωμάτων, ἀντὶ δὲ τῶν ἐπιγείων τῶν οὐρανίων ἀγαθῶν ὀρεγόμενος· πᾶς γὰρ μετριάζων δαψιλείᾳ τροφῶν βοηθεῖ τῷ σώματι· καλὸν δέ ἐστι πάντα ἐγκρατεύεσθαι διὰ τὴν πολυσαρκίαν. Οἴνου μὴ λάμβανε ὅλως· ἢ μόνον τοῦ γεύσασθαι ἐν εὐχαριστίᾳ· καὶ εὐλόγει τὸν Θεὸν τὸν κτίσαντα· ἐὰν γὰρ καὶ σὺ, ὥσπερ ὁ τίμιος Τιμόθεος, διὰ πολλὴν ἐγκράτειαν εἰς νόσον περιπεσεῖν ἔχῃς, ὀλίγῳ οἴνῳ χρῶ· τὸ γὰρ ὀλίγον φάρμακόν ἐστιν ἰάσεως· πολὺ δὲ αὐτῷ χρώμενος ἀμφοτέραις ἀσθενείαις σεαυτὸν περιβαλεῖς· εἰ δ’ ἕως ποτηρίων δύο ἢ τριῶν· περισσὸν δὲ μή. Εἰ δύνασαι ἀνυπόδητος ὁδεύειν, γενναίως ποιήσεις· εἰ δὲ ἀνάγκη ἐστὶν ὑποδήσεως, ψιλὰ ἔσονται τὰ ὑποδήματά σου καὶ μὴ θέλε κατακεκοσμημένοις ὑποδήμασι, κοσμικῷ σχήματι μὴ περιδέεσθαι. Τοῖς παροῦσιν ἀρκοῦ μετρίως. Εἰ δὲ περισσὸν κρέας καὶ οἶνος, δίδου αὐτὰ πτωχοῖς, ὀρφανοῖς, χήραις, ἀδυνάτοις, ξένοις, ἀσθενοῦσι, καὶ τοῖς ἐν φυλακῇ· καὶ ἔσται ὁ μισθός σου πολύς. Ἐὰν ἐπὶ ξένης, μὴ θέλῃς ἑαυτὸν κομπάζειν·
PG 28:1642ἀλλ’ ἴσος γίνου τοῖς ἀδελφοῖς σου ἐν λαχάνοις χρώμενος, καὶ ἑτέροις βρώμασιν. Ἐὰν δὲ χρεία ἐστὶ, χρὴ καὶ ἰχθύος μεταλαμβάνειν. Πάλιν δὲ λέγω· ἐὰν ἀῤῥωστήσῃς καὶ λάβης, οὐκ ἔστιν ἁμαρτία· εἰ δὲ ἡττηθῇς ἐν τῇ νόσῳ βαρέως, καὶ φάγῃς ἐπιθυμῇ τὸν ὀλίγον· διὰ τὴν ἀσθένειαν τῆς σαρκός σου οὐκ ἔστι κρῖμα· ἥττημα μέν σοί ἐστιν· μὴ λόγισαι δὲ αὐτὸ ἁμαρτίαν· λυπήθητι δὲ, ὅτι ἀνεκόπης τῆς πολιτείας σου, καὶ ὑπεχαλάσθης τοῦ στερεοῦ λογισμοῦ. Εἰ δὲ καὶ λουτρῷ χρήσασθαι ἀναγκασθῇς διὰ τὴν νόσον καὶ ἅπαξ καὶ δὶς, οὐκ ἔστιν ἔγκλημα· ὑγιαίνων δὲ οὐ χρείαν ἔχεις λούσασθαι· κἂν ἱερεὺς εἶ· ἀλλὰ μᾶλλον ὑγιαίνοντος τοῦ σώματος χαμεύνην θέλε καὶ βιάζεσθαι εἰς πάντα. Πρὸ πάντων δὲ τέχνην γίνωσκε· ἢ ἐν ἀγρῷ ἐργάζου· ἵνα μὴ ἀργὸς ἐσθίῃς τὸν ἄρτον· μᾶλλον δὲ ἐργάζου ἐν τοῖς ἐργοχείροις σου, ἵνα ἔχῃς δοῦναι πτωχοῖς καὶ ξένοις, ὀρφανοῖς τε καὶ χήραις· καὶ ἢν μεταξὺ ἀδελφῶν οἰκῇς, καὶ ἔχῃς γονικὸν χωρίον, δικαίως συνάγων καρποὺς, καὶ μὴ ἐξ ἀδικίας καὶ πλεονεξίας· πρῶτον τὰς ἀπαρχάς σου τοῖς ἱερεῦσιν ἐν τῇ Ἐκκλησίᾳ πρόσφερε· ἔπειτα χήρας καὶ ὀρφανοὺς ἀνάπαυε, καὶ τοὺς λοιποὺς ἀδυνάτους, ἀπὸ σῶν δικαίων πόνων·
μὴ ἀπὸ τόκων καὶ πλεονεξίας. Εἰ δὲ καὶ μόνος καθέζῃ, μὴ ὑβρίζῃς τὴν ἄσκησιν τῆς ἡσυχίας· εἰ ἐν μοναστηρίῳ ἡσυχάζεις, καὶ κτήσῃ χωρίον καὶ πραγματεύου καὶ ἡσυχάζῃς· ἀλλ’ ἐμπαίζεις καὶ ἐμπαίζεσαι. Καθήμενος ἐν μοναστηρίῳ, μὴ θέλε ἀργὸς εἶναι, καὶ ὑπὸ ἄλλων τρέφεσθαι· ἵνα τὴν ἐφήμερον ἔχῃς τροφήν. Καὶ εἰ ἑτέρους νέους ἔχεις περὶ σεαυτὸν, πρῶτον μὲν ταπεινοφροσύνην δίδασκε· καὶ μὴ θέλε αὐτοὺς εἶναι διδασκάλους. Ἐὰν ἴδῃς ψυχὰς σωζομένας διὰ σοῦ, σπούδασον τελειῶσαι τῶν πέντε ταλάντων, ὧν εἴληφας ἀπολαβεῖν τὰ διπλάσια. Μερίμνα ἐπιμελῶς τὰς περὶ σεαυτὸν ψυχάς· καὶ ἐπίστυφε πάντοτε τοὺς νεωτέρους ἰδιάζειν ἕκαστον τούτων, ἐν τῇ ὁμιλίᾳ καὶ τῇ συναναστροφῇ τῆς τραπέζης, καὶ συνάξεως τῆς ψαλμῳδίας· ἐν δὲ τῷ ὑπνεῖν αὐτοὺς, ἔχειν ἕκαστον σάκκον κεκρυμμένον, ἵνα ἐν τῇ εὐχῇ τῆς νυκτὸς ἕτοιμος εὑρέθῃ· σπούδαζε ἀγρυπνεῖν ἐν ψαλμοῖς καὶ ὕμνοις, καὶ εὐχαῖς ἐν μέτρῳ· καὶ ἐν ἡμέρᾳ μὲν εὔχεσθαι συμμέτρως, καὶ ἐν νυκτὶ ὡσαύτως· μὴ χρονίζειν δὲ ἐν τῇ προσευχῇ, καὶ βαττολογεῖν· σὺν μέτρῳ δὲ ψάλλειν· ἵνα μὴ περικακῶσιν αἱ ψυχαί. Θέλε δὲ τοὺς παῖδας σιωπητικῶς προβιβάζειν.
PG 28:1643Εἰς καπηλεῖον ὅλως μὴ εἰσέλθῃς· ἀλλ’ ἐὰν ἀνάγκη γένηταί σοι, ἐπὶ ξένης γενομένῳ, καὶ χρείαν ἔχῃς ἐδέσματος· ἀποστείλας ἀγόρασον· καὶ ἐν ἐκκλησίᾳ φάγε καὶ πίνε, ἐν τόπῳ ἀνακεχωρισμένῳ. Ἐὰν δὲ μὴ ᾖ ἐκκλησία ἐν τῷ τόπῳ, ἢ ἐκκλησία ὀρθοδόξων, καὶ ἀνάγκη σοι γένηται εἰσελθεῖν ἐν πανδοχείῳ· μὴ θέλε μεῖναι ὅπου εἰσὶν γυναῖκες, μήτε εἰς καπηλεῖον, μήτε μετὰ τῶν εἰσιόντων εἰς θέατρον, ἢ εἰς κυνήγιον εὑρισκομένων· εἴπερ ἐστί σοι δύναμις, μηδὲ εὔξῃ μετ’ αὐτῶν· εἰ δὲ ἀνάγκη γένηται, καὶ συγχωρηθῇς αὐτοῖς· ὑπὸ τῶν μειζόνων οἱ συγχωρήσαντες ὄψονται· σὺ δὲ τούτων παραφυλάσσων, γυμνάζων σεαυτόν. Αὗται μὲν ἐντολαὶ ἁρμόζουσιν μοναχοῖς καὶ ἱερεῦσι, καὶ πᾶσι τοῖς ἐγκρατευομένοις χήραις τε καὶ Χριστιανοῖς ἀληθινοῖς τοῖς ἐν γάμῳ σεμνῷ πολιτευομένοις· εἰ δέ τις ἱερεὺς τυγχάνει, ὀφείλει τὴν ἱερωσύνην φυλάξαι σὺν τοῖς λοιποῖς κληρικοῖς μετὰ τῶν ἐντολῶν τούτων·
τοιοῦτος γὰρ θέλει εἶναι νηφάλιος, σπουδαῖος ἐν ταῖς προσευχαῖς, ἀνεξίκακος, χρηστὸς, φιλόρφανος, φιλόπτωχος, φιλόξενος, φιλάγαθος, ἤρεμος, στερεὸς τῇ πίστει καὶ λόγῳ καὶ γνώμῃ, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, ἀπεχόμενος γυναικῶν, πρωτότυπος σπουδάζειν τῇ Ἐκκλησίᾳ, τῇ συνάξει τῆς ψαλμῳδίας· μὴ ἀμελεῖν τοῦ ποιμνίου· μὴ βδελύττεσθαί τινα· μὴ πλήκτην, μὴ εἶναι πάροινον, μὴ φιλάργυρον, κατὰ τὸν Ἀπόστολον λέγω· μὴ προσωπολήπτην, τοῦ ἐλέγξαι ἐν παραπτώμασι μικρούς τε καὶ μεγάλους, ἰδίους καὶ ἀλλοτρίους· μὴ ἐᾷν ψωριᾷν τὰ πρόβατα τῆς ποίμνης· ἀλλὰ μᾶλλον καθαρίζειν αὐτὰ, πρῶτον διὰ τῆς μετανοίας, εἶτα πάλιν συναγελάζειν αὐτὰ ἐν τῇ μάνδρᾳ, τουτέστιν ἐν τῇ Ἐκκλησίᾳ· ταῖς χήραις, καὶ πᾶσι τοῖς λαϊκοῖς τοῖς κατηχουμένοις, τοῖς λαϊκοῖς καὶ μονάζουσι, καὶ τοῖς ἐν σεμνῷ γάμῳ πολιτευομένοις παραγγέλλειν μετανοεῖν· καὶ τοῦτο οὐχ ὡς διαφόρου νόμου, καὶ ἑκάστου λόγου διαστελλομένου· ἀλλ’ εἷς ἐστιν· διαστελλόμενος δὲ ἐν πᾶσιν Χριστιανοῖς· ταῖς γυναιξὶ δὲ παραγγέλλειν ὅλως μὴ λαλεῖν, μηδὲ κἂν ἕνα λόγον ἐν ψιθυρισμῷ· μήτε συμψάλλειν μοναχοῖς, μήτε συνυπακούειν·
εἰ μὴ μόνον σιγᾷν καὶ εὔχεσθαι τῷ Θεῷ δι’ ἐντεύξεως καὶ σεμνῆς πολιτείας· μὴ ἔχειν αὐτὰς λαμπρὰν ἐσθῆτα, μηδὲ χρυσόπαστα ἐνδύματα, ἢ κόσμια διὰ μαργαριτῶν· μηδὲ τὰ πρόσωπα αὐτῶν τελείως φαίνεσθαι μήτε ἐν ἀγορᾷ μήτε ἐν ἐκκλησίᾳ. Αὗταί εἰσιν αἱ σωτήριοι διδασκαλίαι τῶν ἁγίων τριακοσίων ὀκτὼ καὶ δέκα θεοφόρων Πατέρων, αἱ ὁδηγοῦσαι εἰς τὴν αἰώνιον ζωὴν τοὺς πιστεύοντας εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα· ᾗ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν.
Page scan enlarged

Notebook

Full View