PG 31Basil the Great
Sermon 10 (Preliminary Ascetic Instruction) [Doubtful]
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 31:620ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ ΑΣΚΗΤΙΚΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ, Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας, ΑΣΚΗΤΙΚΗ ΠΡΟΔΙΑΤΥΠΩΣΙΣ. Καλὰ μὲν τοῦ βασιλέως τὰ πρὸς τοὺς ὑπηκόους νομοθετήματα· μείζονα δὲ καὶ βασιλικώτερα τὰ πρὸς στρατιώτας παραγγέλματα. Ἅτε οὖν στρατιωτικῶν παραγγελμάτων κηρυσσομένων, προσεχέτω ὁ τῆς ἄνω καὶ μεγάλης ἀξίας ἐπιθυμῶν, ὁ Χριστοῦ διὰ παντὸς παραστάτης εἶναι βουλόμενος, ὁ τῆς μεγάλης ἐκείνης ἀκούων φωνῆς· Ἐάν τις ἐμοὶ διακονῇ, ἐμοὶ ἀκολουθείτω. Καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ διάκονος ὁ ἐμὸς ἔστω. Ποῦ Χριστὸς ὁ βασιλεύς; Ἐν οὐρανῷ δηλαδή. Ἐνταῦθά σε ποεῖσθαι τὸν δρόμον, στρατιῶτα, προσήκει. Ἐπιλάθου τῆς κατὰ γῆν ἀναπαύσεως πάσης. Οὐδεὶς στρατιώτης οἰκίαν κατασκευάζει, οὐδὲ κτήσεις ἀγρῶν περιβάλλεται, οὐδὲ ἐμπορίαις ποικίλαις χρημάτων ποριστικαῖς ἐγκαταμίγνυται. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Τροφὰς στρατιώτης ἔχει βασιλικάς· οὐ δεῖ πορίζειν ἑαυτῷ τροφὰς, οὐδὲ περὶ τοῦτο ἀσχολεῖσθαι.
Οἶκος ἀνέῳγεν αὐτῷ πανταχῆ παρὰ τοῖς ὑπηκόοις ἐκ βασιλέως προςτάγματος. Οὐ δεῖ περὶ οἰκίας αὐτῷ διαπονεῖσθαι· ἐπὶ πλατείαις ἡ σκηνὴ, καὶ πρὸς ἀνάγκην ἡ τροφὴ, καὶ ποτὸν ὕδωρ, καὶ ὑπνοῦν τοσοῦτον, ὅσον ἡ φύσις δέδωκεν. Ὁδοιπορίαι δὲ καὶ ἀγρυπνίαι πολλαί· καρτερίαι πρὸς καύματα, πρὸς ψῦχος· ἀγῶνες πρὸς ἐναντίους· κίνδυνοι μέχρι τῶν ἐσχάτων· θάνατος, ἂν τύχῃ, πολλάκις· ἀλλὰ θάνατος ἔνδοξος, τιμαί τε, καὶ δῶρα βασιλικά. Ἐπίπονος ἐν πολέμοις ὁ βίος, λαμπρὸς ἐν εἰρήνῃ. Γέρας ἀριστείας, καὶ στέφανος καλῶς βεβιωκότι ἐν κατορθώμασιν, ἀρχὴν ἐγχειρισθῆναι, φίλον βασιλέως κληθῆναι, παραστῆναι πλησίον, δεξιώσεως τυχεῖν, ἐκ χειρὸς βασιλέως τετιμῆσθαι, παρὰ τοῖς ὑπηκόοις προί̈στασθαι, καὶ πρεσβεύειν ὑπὲρ τῶν ἔξωθεν φίλων, ὧν ἂν βούλωνται. Ἄγε δὴ, στρατιῶτα Χριστοῦ, μικρὰ ἐξ ἀνθρωπίνων πραγμάτων λαβὼν παραδείγματα, ἐνθύμησιν λάβε τῶν αἰωνίων ἀγαθῶν. Ἄοικός σοι καὶ ἄπολις καὶ ἀκτήμων προκείσθω βίος. Ἄνετος ἔσο, λελυμένος ἀπὸ πασῶν κοσμικῶν φροντίδων· μή σε δεσμεύσῃ γυναικὸς ἐπιθυμία, μή σε φροντὶς παιδός. Ἀδύνατον γὰρ ἐν τῇ θείᾳ στρατείᾳ τοῦτο.
PG 31:621Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ. Οὐ νικᾷ σε σώματος φύσις, οὐδὲ ἄγχει σε μὴ βουλόμενον· οὐ δεσμώτην ἀντ’ ἐλευθέρου ποιεῖ. Οὐ ζήτει ἐν γῇ καταλιπεῖν παῖδας, ἀλλ’ ἀναγαγεῖν εἰς τὸν οὐρανόν· οὐ σωματικοῖς προςκολλᾶσθαι γάμοις, ἀλλὰ πνευματικῶν ὀρέγεσθαι, ἄρχειν ψυχῶν, καὶ παιδογονεῖν πνευματικῶς. Τὸν νυμφίον μιμοῦ τὸν οὐράνιον· καθαίρει πολεμίων ἀοράτων ἐπαναστάσεις· ἀρχαῖς καὶ ἐξουσίαις πολέμει, ἐξελαύνων αὐτὰς πρῶτον μὲν τῆς ἑαυτοῦ ψυχῆς, ἵνα μηδένα κλῆρον ἔχωσιν ἐν σοὶ, ἔπειτα τῶν σοι προςφευγόντων καί σε προβαλλομένων ἡγεμόνα καὶ πρόμαχον τῶν διὰ τοῦ σοῦ λόγου φυλαττομένων. Καθαίρει λογισμοὺς ἐπανισταμένους τῇ πίστει τοῦ Χριστοῦ· πολέμει διὰ τοῦ λόγου τῆς εὐσεβείας πρὸς τὸν ἀσεβῆ καὶ πονηρὸν λογισμόν. Λογισμοὺς γὰρ, φησὶ, καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καὶ μάλιστα μὲν θάρσει τῇ τοῦ μεγάλου βασιλέως χειρὶ, φοβούσῃ καὶ τροπουμένῃ τοὺς ὑπεναντίους, ἐπειδὰν μόνον φανῇ·
ἐπὰν δὲ καὶ διὰ κινδύνων ἀγαθὸν θέλῃ σε γενέσθαι, καὶ τὸ στράτευμα τὸ ἑαυτοῦ θελήσῃ συμβαλεῖν τῷ στρατεύματι τῷ ὑπεναντίῳ, ἐνταῦθα σὺ πρὸς πάντα πόνον ἀήττητος ἔσο τῇ παρασκευῇ, καὶ πρὸς κίνδυνον ἄτρεπτος τῇ ψυχῇ, καὶ γῆν ἐκ γῆς μετανίστασο προθύμως, καὶ θάλατταν ἐκ θαλάττης. Ὅταν γὰρ διώκωσιν ὑμᾶς, φησὶ, φεύγετε ἀπὸ πόλεως εἰς πόλιν. Καὶ εἰς δικαστήριον ὅταν δέῃ καλεῖσθαι, καὶ πρὸς ἄρχοντας παραστῆναι, καὶ δήμων ἐπαναστάσεις ὑπενεγκεῖν, καὶ δημίου βλέμμα φοβερὸν ἰδεῖν, καὶ σκληρὰν ἀκοῦσαι φωνὴν, καὶ κολαστηρίων ὄψιν ὑπομεῖναι χαλεπὴν, καὶ πειραθῆναι βασάνων, καὶ μέχρι θανάτου διαγωνίσασθαι, μὴ ἀπειθήσῃς πρὸς ἅπαντα ταῦτα, πρὸ ὀφθαλμῶν ἔχων τὸν ὑπὲρ σοῦ ἐν τούτοις γενόμενον Χριστὸν, εἰδὼς, ὅτι διὰ τὸν Χριστὸν ἐν τούτοις γενέσθαι σε δεῖ, καὶ νικήσεις ἐν τούτοις. Νικητῇ γὰρ ἀκολουθεῖς βασιλεῖ, τῆς νίκης αὐτοῦ βουλομένῳ σε γενέσθαι κοινωνόν. Οὐδὲ γὰρ ἀποθανὼν ἡττήθης, ἀλλὰ τότε δὴ καὶ τελεώτατα ἐνίκησας, ἄχρι τέλους ἄτρεπτον φυλάξας τὴν ἀλήθειαν σεαυτῷ, καὶ τὴν ὑπὲρ τῆς ἀληθείας παῤῥησίαν ἀμετακίνητον σχών.
PG 31:622Καὶ ἀπὸ τοῦ θανάτου μὲν πρὸς αἰώνιον ὁδεύσεις ζωὴν, ἀπὸ δὲ τῆς παρὰ ἀνθρώποις ἀτιμίας ἐπὶ τὴν δόξαν τὴν παρὰ Θεοῦ, καὶ ἀπὸ τῶν ἐν κόσμῳ θλίψεων καὶ κολάσεων ἐπὶ τὰς αἰωνίους ἀναπαύσεις τὰς σὺν ἀγγέλοις. Γῆ σε πολίτην οὐκ ἀπεδέξατο, ἀλλ’ οὐρανὸς ὑποδέξεται, κόσμος ἐδίωξεν, ἀλλὰ βαστάσουσιν ἄγγελοι παραστῆσαί σε Χριστῷ· καὶ φίλος κληθήσῃ, καὶ τὸν ποθεινότατον ἔπαινον ἀκούσεις· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, στρατιῶτα γενναῖε, καὶ μιμητὰ τοῦ Δεσπότου, βασιλέως ἀκόλουθε, ἐγώ σε τοῖς ἐμοῖς ἀμείψομαι δώροις· ἐγὼ τῶν σῶν ἀκούσομαι λόγων, ἐπεὶ καὶ σὺ τῶν ἐμῶν. Αἰτήσεις ἀδελφῶν σωτηρίαν καταπονουμένων, καὶ τοῖς κοινωνοῖς τῆς πίστεως καὶ τοῖς μύσταις τῆς ἱερᾶς ἀγάπης λήψῃ παρὰ τοῦ βασιλέως τὴν τῶν ἀγαθῶν μετουσίαν· χορεύσεις δὲ τὰς αἰωνίους χορείας, καὶ μεταξὺ τῶν ἀγγέλων στεφανηφορήσεις, βασιλεύων κτίσεως ὑπὸ τῷ βασιλεῖ, καὶ συνδιαιωνίζων μακαρίως τῷ τῆς μακαριότητος χορῷ.
Εἰ δὲ καὶ ἐπὶ κόσμου σε καταλεῖψαι ἔτι μετὰ τοὺς ἀγῶνας θέλοι, ἵνα καὶ πλείονας ἀγῶνας καὶ ποικίλους διαγωνίσῃ, καὶ σώσῃς ἐκ τῶν ἀοράτων καὶ ὁρατῶν πολέμων πολλοὺς, μεγάλη σου καὶ κατὰ γῆν ἡ δόξα, καὶ παρὰ τοῖς φίλοις ἔσῃ τίμιος, προστάτην σε καὶ βοηθὸν καὶ πρεσβευτὴν ἀγαθὸν εὑρηκόσιν. Οὗτοι θρέψουσιν ὡς στρατιώτην ἀγαθόν· οὗτοι τιμήσουσιν ὡς ἀριστέα γενναῖον· οὗτοι δεξιώσονται καὶ μετὰ χαρᾶς ὑποδέξονται ὡς ἄγγελον Θεοῦ δεχόμενοι, καθὰ Παῦλός φησιν, ὡς Χριστὸν Ἰησοῦν. Ταῦτα καὶ τὰ τοιαῦτα τῆς θείας στρατείας τὰ παραδείγματα. Διαλέγεται δὲ οὐκ ἀνδράσι μόνοις ὁ λόγος. Στρατεύεται γὰρ καὶ τὸ θῆλυ παρὰ Χριστῷ, τῇ ψυχικῇ ἀνδρείᾳ καταλεγόμενον εἰς τὴν στρατείαν, καὶ οὐ διὰ τὴν τοῦ σώματος ἀσθένειαν ἀποδοκιμαζόμενον, καὶ πολλαὶ γυναῖκες ἠρίστευσαν ἀνδρῶν οὐκ ἔλαττον. Εἰσὶ δὲ αἳ καὶ μειζόνως εὐδοκίμησαν. Ἐκ τούτων εἰσὶν αἱ τῆς παρθενίας πληροῦσαι τὸν χορόν. Ἐκ τούτων αἳ τοῖς ἀγῶσι τῆς ὁμολογίας καὶ ταῖς νίκαις τῆς μαρτυρίας ἐκλάμπουσιν. Ἠκολούθουν δὲ καὶ αὐτῷ τῷ Κυρίῳ κατὰ τὴν παρουσίαν οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες, καὶ δι’ ἀμφοτέρων ἡ λειτουργία τοῦ Σωτῆρος ἐπετελεῖτο.
PG 31:624Τοιούτων καὶ οὕτως ἐνδόξων ἀποκειμένων τῇ στρατείᾳ τῇ κατὰ Χριστὸν, ἐπιθυμείτωσαν. αὐτῆς καὶ πατέρες παίδων, καὶ μητέρες θυγατέρων. Προσαγέτωσαν τὰ αὑτῶν γεννήματα, χαίροντες ἐπὶ ταῖς αἰωνίοις ἐλπίσιν, ὧν οἱ παῖδες αὐτοῖς μεθέξουσι, προστάτας ἔχειν παρὰ Χριστῷ καὶ πρεσβευτὰς ἀγαθοὺς ἐπιθυμοῦντες. Καὶ μὴ μικρόψυχοι περὶ τοὺς παῖδας γενώμεθα, μηδὲ φοβηθῶμεν εἰ πονήσουσιν, ἀλλ’ εὐφρανθῶμεν, ὅτι δοξασθήσονται. Παραστήσωμεν τῷ Κυρίῳ τὰ δοθέντα παρ’ αὐτοῦ, ἵνα καὶ τῆς εὐδοκιμήσεως τῶν παίδων γενώμεθα κοινωνοὶ, συμπροςάγοντες ἑαυτοὺς καὶ συμπαριστῶντες. Τοῖς δὴ οὕτω προθυμουμένοις καὶ οὕτως ἀγωνιζομένοις καλῶς ἄν τις ἐκ τοῦ Ψαλμῳδοῦ λέγοι· Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ κατὰ τὸν Μωσέα, εὔξεται περὶ αὐτῶν· Εὐλόγει, Κύριε, τὰ ἔργα αὐτῶν· κάταξον ὀφρὺν ἀνθεστηκότων αὐτοῖς. Ἀνδρίζεσθε ὡς γενναῖοι, δράμετε γενναίως τὸν δρόμον ἐπὶ τοῖς αἰωνίοις στεφάνοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Page scan enlarged

Notebook

Full View