PG 31Basil the Great
Sermon 11 (Ascetical Sermon and Exhortation on Renunciation of the World)
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 31:625ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ, καὶ παραίνεσις περὶ ἀποταγῆς βίου, καὶ τελειώσεως πνευματικῆς. Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς, φησὶν ἡ θεία φωνὴ, εἴτε τὴν ἐκεῖ ἀνάπαυσιν, εἴτε τὴν ἐντεῦθεν αἰνιττομένη. Πλήν γε προσκαλεῖται ἡμᾶς, τοῦτο μὲν τὸν φόρτον τῆς πολυκτησίας διὰ τῆς εἰς τοὺς δεομένους ἀποθέσεως προτρέπουσα ἀποβάλλεσθαι· τοῦτο δὲ, τὸν ἐκ τούτου προσγινόμενον ἡμῖν ἐσμὸν τῶν ἁμαρτημάτων διὰ τῆς εὐποιίας καὶ ἐξαγορεύσεως ἀποῤῥίψαντας, προσδραμεῖν τῷ σταυροφόρῳ βίῳ τῶν μοναχῶν. Ὁ τοίνυν ὑπακοῦσαι Χριστῷ προῃρημένος, καὶ πρὸς τὸν πτωχὸν καὶ ἀπερίσπαστον βίον ἐπειγόμενος, θαυμαστὸς ὡς ἀληθῶς καὶ μακαριστός. Ἀλλὰ, παρακαλῶ, μὴ ἀδοκιμάστως τοῦτο ποιείτω, μηδὲ ὑπογραφέτω ἑαυτῷ ἀνεκτότητα βίου, καὶ σωτηρίαν ἄμαχον·
ἀλλὰ μᾶλλον προγυμναζέτω ἑαυτὸν πρὸς εὐδοκίμησιν ὑπομονῆς θλίψεων σωματικῶν τε καὶ πνευματικῶν, ἵνα μὴ, ἀπροσδοκήτοις ἑαυτὸν ἐμβαλὼν παλαίσμασιν, εἶτα ἀδυνατῶν πρὸς τὴν ἀντίστασιν τῶν ἐπερχομένων αὐτῷ δοκιμιῶν, εὑρεθῇ παλινδρομῶν πρὸς τὰ ἀφ’ ὧν ἐξελήλυθε, σὺν αἰσχύνῃ καὶ γέλωτι, μετὰ κατακρίσεως ψυχῆς ἐπανερχόμενος τῷ βίῳ, καὶ πολλοῖς σκάνδαλον γινόμενος, ἀδυναμίας ὑπολήψεις πᾶσιν ἐμποιῶν τῆς ἐν Χριστῷ πολιτείας, οὗ τὸν κίνδυνον ἴστε πάντες οἱ τὰ Εὐαγγέλια ἀναγινώσκοντες, ἐν οἷς λέγει ἡ θεία φωνή· Συμφέρει αὐτῷ ἵνα μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. Οὐ γὰρ μόνον ὑπεύθυνος ἔσται τῇ καταδίκῃ τοῦ λειποταξίου, ἀλλὰ καὶ τῆς τῶν ἀνατρεπομένων ὑπ’ αὐτοῦ ἀπωλείας, κἂν δόξῃ φρενοβλαβέσι λογισμοῖς πείθειν ἑαυτὸν ἐν τῷ βίῳ διάγοντα ἀγαθοεργίαις ἐξευμενίζειν τὸ θεῖον· ὅπερ ἐστὶν αὐτῷ ἀδύνατον. Ὁ γὰρ μὴ ἰσχύσας ἐν τῷ δυσαμαρτήτῳ βίῳ διὰ τὸ ἀπερίσπαστον ἐνεγκεῖν τὰ παλαίσματα τοῦ ἐχθροῦ, πῶς ἐν τῷ πολυαμαρτήτῳ καὶ ὑπ’ αὐτοῦ ἀρχομένῳ βίῳ δυνήσεται κατορθῶσαί τι τῶν ἐναρέτων;
PG 31:628Ἵνα δὲ καὶ δοίη τις διορθοῦν ἑαυτοῦ τὸν οἰκεῖον βίον, τὸ ἔγκλημα τῆς τοῦ Χριστοῦ ἐγκαταλείψεως οὐκ ἐκφεύξεται, καθὰ καὶ οἱ ἐν τῷ Εὐαγγελίῳ δηλούμενοι μαθηταὶ, περὶ ὧν φησιν ὁ θεῖος εὐαγγελιστής· Πολλοὶ δὲ τῶν μαθητῶν ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι περιεπάτουν μετὰ Ἰησοῦ, λέγοντες· Σκληρός ἐστιν ὁ λόγος αὐτοῦ, τίς δύναται αὐτοῦ ἀκούειν; Διὰ γὰρ τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς, κηδόμενος τῆς ἡμῶν σωτηρίας, εἰς δύο διεῖλε βίους τὴν τῶν ἀνθρώπων διαγωγὴν, συζυγίαν λέγω καὶ παρθενίαν, ἵνα ὁ μὴ δυνάμενος ὑπενεγκεῖν τὸν τῆς παρθενίας ἆθλον ἔλθοι ἐπὶ συνοίκησιν γυναικὸς, ἐκεῖνο εἰδὼς, ὡς ἀπαιτηθήσεται λόγον σωφροσύνης καὶ ἁγιασμοῦ, καὶ τῆς πρὸς τοὺς ἐν συζυγίαις καὶ τεκνοτροφίαις ἁγίους ὁμοιώσεως. Οἷος ἦν ἐν μὲν τῇ Παλαιᾷ Διαθήκῃ Ἀβραὰμ, ὃς, τῇ τοῦ Θεοῦ προτιμήσει τὸν μονογενῆ θυσιάζων ἀσυμπαθῶς, ἐμεγαλαύχει, καὶ τὰς τῆς σκηνῆς αὐτοῦ θύρας διαπεπετασμένας εἶχε, πρὸς ὑποδοχὴν τῶν ἐπιξενοῦσθαι μελλόντων ἑτοιμαζόμενος. Οὐ γὰρ ἤκουσε· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. Καὶ τὰ μείζονα τούτων ἐπεδείξατο Ἰὼβ, καὶ ἕτεροι πλεῖστοι, Δαβίδ τε καὶ Σαμουήλ.
Ἐν δὲ τῇ Νέᾳ Διαθήκῃ, οἷος Πέτρος ἦν, καὶ οἱ λοιποὶ τῶν ἀποστόλων. Ἀπαιτηθήσεται γὰρ πᾶς ἄνθρωπος τοὺς καρποὺς τῆς πρὸς Θεὸν ἀγάπης καὶ τὸν πλησίον, καὶ τῆς παρατροπῆς τῶν ἐντολῶν τούτων καὶ πασῶν τίσει δίκας. Καθὼς καὶ ὁ Κύριος ἐντοῖς Εὐαγγελίοις δηλοῖ λέγων· Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ, Ὃς οὐ μισεῖ τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα αὐτοῦ, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής. Ἆρά σοι δοκεῖ καὶ τοῖς ὑπογυναίοις τεθεῖσθαι τὰ Εὐαγγέλια; Ἰδοὺ, σεσαφήνισταί σοι, ὡς πάντες ἄνθρωποι ἀπαιτηθησόμεθα τὴν πρὸς τὸ Εὐαγγέλιον ὑπακοὴν, μοναχοί τε καὶ οἱ ἐν συζυγίαις. Ἀρκέσει γὰρ τῷ ἐπὶ γάμον ἐλθόντι ἡ συγγνώμη τῆς ἀκρασίας καὶ τῆς πρὸς τὸ θῆλυ ἐπιθυμίας τε καὶ συνουσίας· τὰ δὲ λοιπὰ τῶν ἐντολῶν πᾶσιν ὁμοίως νενομοθετημένα οὐκ ἀκίνδυνα τοῖς παραβαίνουσι. Καὶ γὰρ εὐαγγελιζόμενος ὁ Χριστὸς τὰ τοῦ Πατρὸς ἐντάλματα, τοῖς ἐν τῷ κόσμῳ διελέγετο· εἰ δέ που συνέβη καὶ κατ’ ἰδίαν ἐπερωτηθέντα αὐτὸν ἀποκρίνασθαι τοῖς αὑτοῦ μαθηταῖς, διεμαρτύρατο λέγων· Ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω.
PG 31:629Μὴ τοίνυν ἀναπέσῃς, ὦ οὗτος, ὁ πρὸς κοινωνίαν γυναικὸς προῃρημένος, ὡς ἐπ’ ἐξουσίας ἔχων τὸν κόσμον περιβαλέσθαι. Πλειόνων γάρ σοι πόνων καὶ φυλακῆς χρεία πρὸς τὴν τῆς σωτηρίας ἐπιτυχίαν· ἅτε δὴ καὶ ἐν μέσῳ τῶν παγίδων καὶ τοῦ κράτους τῶν ἀποστατικῶν δυνάμεων οἰκεῖν ἐκλεξαμένῳ, καὶ τοὺς ἐρεθισμοὺς τῶν ἁμαρτιῶν ἐν ὄψεσιν ἔχοντι, καὶ πρὸς τὴν αὐτῶν ἐπιθυμίαν νύκτωρ τε καὶ μεθ’ ἡμέραν ἐκμοχλευομένῳ πάσας σου τὰς αἰσθήσεις. Γίνωσκε τοίνυν, ὡς οὐ διαδράσεις τὴν πρὸς τὸν ἀποστάτην παλαίστραν, οὐδὲ τῆς τούτου νίκης καθάψῃ ἄνευ πόνων πολλῶν τῶν ἐπὶ φυλακῇ τῶν εὐαγγελικῶν δογμάτων. Πῶς γὰρ δυνήσῃ ἀρνήσασθαι τὴν πρὸς τὸν ἐχθρὸν μάχην, ἐν τῷ σκάμματι τῆς μάχης διάγων; Ὅπερ ἐστὶ πᾶσα ἡ ὑπ’ οὐρανὸν γῆ, ἐν ᾗ ἐμπεριάγειν τοῦτον καὶ ἐμπεριπατεῖν, ὡς κύνα λυττῶντα, ζητοῦντα τίνα καταπίῃ, ὑπὸ τῆς τοῦ Ἰὼβ γραφῆς διδασκόμεθα. Εἰ τοίνυν ἀρνῇ τὴν πρὸς τὸν ἀνταγωνιστὴν μάχην, μέτελθε εἰς ἕτερον κόσμον, ἐν ᾧ αὐτὸς οὐκ ἔστι· καὶ ὑπάρξει σοι ἡ τῆς πρὸς αὐτὸν πάλης ἄρνησις, καὶ τῶν εὐαγγελικῶν δογμάτων ἀκίνδυνος ἀργία.
Εἰ δὲ τοῦτο ἀδύνατον, σπεῦδε πρὸς τὴν μάθησιν τῆς κατ’ αὐτοῦ ἀθλήσεως, διδασκόμενος ὑπὸ τῶν Γραφῶν παλαισμάτων τέχνην· ἵνα μὴ, ἐξ ἀγνοίας ἡττηθεὶς ὑπ’ αὐτοῦ, τῷ αἰωνίῳ πυρὶ παραδοθῇς. Καὶ ταῦτα μὲν ὅμως ἐν παραδρομῇ πρὸς τοὺς ἐν συζυγίαις ἀκινδύνως τῆς τῶν ἐντολῶν τοῦ Χριστοῦ φυλακῆς καταμελοῦντας εἰρήσθω. Σὺ δὲ, ὁ τῶν οὐρανίων πολιτευμάτων ἐραστὴς, καὶ τῆς ἀγγελικῆς διαγωγῆς πραγματευτὴς, καὶ τῶν ἁγίων μαθητῶν τοῦ Χριστοῦ συστρατιώτης γενέσθαι ἐπιθυμῶν, τόνωσον σεαυτὸν πρὸς τὴν ὑπομονὴν τῶν θλίψεων, καὶ ἀνδρείως πρόσελθε τῇ συγκλήτῳ τῶν μοναχῶν· καὶ ἐν μὲν τῇ ἀρχῇ τῆς ἀποταγῆς σου ἀνδρίζου, μὴ καθελκυσθῆναι ὑπὸ τῆς προσπαθείας τῶν κατὰ σάρκα συγγενῶν, τῇ ἀνταλλαγῇ τῶν θνητῶν πρὸς τὰ ἀθάνατα ἐνισχυόμενος· ἡνίκα δὲ τῶν προσόντων σοι πραγμάτων ποιῇ τὴν ἀπόθεσιν, ἔσο ἀκαμπὴς, προπέμπειν αὐτὰ εἰς οὐρανοὺς πληροφορούμενος, τοῖς μὲν κόλποις τῶν πτωχῶν ἐναποκρύπτων αὐτὰ, παρὰ δὲ Θεῷ εὑρίσκων σὺν πολλῇ τῇ προσθήκῃ. Φίλων δὲ καὶ συνήθων διασπώμενος, μὴ γενοῦ περιθλιβὴς, Χριστῷ συναπτόμενος τῷ ὑπὲρ σοῦ σταυρωθέντι· οὗ τί ἂν λογιστέον ἡμῖν φιλικώτερον;
PG 31:632Ἡνίκα δὲ συνεργίᾳ Θεοῦ τὴν πρώτην ταύτην πυγμὴν νικήσῃς τὸν σὸν ἐχθρὸν, μὴ ῥίψῃς σεαυτὸν ὥσπερ τι τῶν ἀτίμων σκευῶν. Ἤδη γὰρ τῇ ἀποταγῇ τῶν γηίνων πραγμάτων τετίμηκας σεαυτὸν παρὰ Χριστῷ· ἀλλ’ ἐν πολλῇ φροντίδι καὶ περινοίᾳ ποίησαι εὑρεῖν ἄνδρα πρόοδον τῆς σῆς πολιτείας ἀπλανῆ, καλῶς ἐπιστάμενον ὁδηγεῖν τοὺς πρὸς Θεὸν πορευομένους, κομῶντα ταῖς ἀρεταῖς, ἐκ τῶν οἰκείων ἔργων τὴν μαρτυρίαν ἔχοντα τῆς πρὸς Θεὸν ἀγάπης, γνῶσιν ἔχοντα τῶν θείων Γραφῶν· ἀπερίσπαστον, ἀφιλάργυρον, ἀπράγμονα, ἡσύχιον, θεοφιλῆ, φιλόπτωχον, ἀόργητον, ἀμνησίκακον, πολὺν εἰς οἰκοδομὴν τῶν ἐγγιζόντων αὐτῷ, ἀκενόδοξον, ἀνυπερήφανον, ἀκολάκευτον, ἀπερίτρεπτον, μηδὲν προτιμῶντα τοῦ Θεοῦ. Καὶ εἰ εὕροις τοιοῦτον, ἔκδος σεαυτὸν αὐτῷ, ἅπαν θέλημα σὸν ἀποπτύσας καὶ ἔξω ῥίψας, ἵνα εὑρεθῇς ὡς καθαρὸν ἀγγεῖον, τὰ ἐν σοὶ βαλλόμενα ἀγαθὰ διατηρῶν πρὸς ἔπαινόν σου καὶ δόξαν. Εἰ γάρ τι ἐγκαταλίπῃς ἑαυτῷ τῶν προϋπαρξάντων ἐν σοὶ παθῶν, εἰς ὀξίνην μεταποιήσας τὰ ἐμβεβλημένα ἐν σοὶ ἀγαθὰ, ἔξω βληθήσῃ, ὥσπερ τι τῶν ἀχρήστων σκευῶν. Αὕτη δευτέρα πάλη πρὸς τὸν ἀνταγωνιστὴν τῆς σωτηρίας ἡμῶν.
Ἀγαθῶν γὰρ διδασκάλων ἀγαθὰ τὰ μαθήματα· πάντως που καὶ κακῶν κακά. Ὅταν γὰρ μὴ ἰσχύσῃ ὁ πονηρὸς ἡμῶν ἀντίπαλος πεῖσαι ἡμᾶς ἐναπομεῖναι τῇ τοῦ κόσμου συγχύσει καὶ ἀπωλείᾳ, σπεύδει πεῖσαι μὴ ἀκριβεῖ βίῳ ἑαυτοὺς ἐκδοῦναι, ἢ ἀνδρὶ πάντα ἡμῶν τὰ ἁμαρτήματα ὑπ’ ὄψιν ἄγοντι καὶ διορθουμένῳ, ἀλλά τινι τῶν δοξομανούντων καὶ τὰ οἰκεῖα πάθη προφάσει συγκαταβάσεως τῆς πρὸς τοὺς συζῶντας συνιστῶντι, ἵνα, οὕτως ἀσυμφανῶς πάλιν μυριοπαθεῖς ἡμᾶς ποιήσας, ὑπὸ τὰ οἰκεῖα δεσμὰ τῆς ἁμαρτίας ἡμᾶς καταστήσῃ. Εἰ δὲ ἐκδῷς σεαυτὸν πολυαρέτῳ ἀνδρὶ, γενήσῃ κληρονόμος τῶν ἐν αὐτῷ ἀγαθῶν, μακαριστότατός τε παρὰ Θεῷ καὶ ἀνθρώποις. Εἰ δὲ φειδοῖ τοῦ σώματος ζητοίης πρὸς τὰ ἐν σοὶ πάθη συγκαταβατικὸν διδάσκαλον, ἢ μᾶλλον εἰπεῖν, συγκαταπίπτοντά σοι, μάτην ὑπέστης τὸν τῆς ἀποταξίας ἆθλον, ἐμπαθεῖ βίῳ ἑαυτὸν ἐκδεδωκὼς, τυφλῷ ὁδηγῷ χρησάμενος, καὶ ἐπὶ βόθυνον προβιβαζόμενος. Ἐὰν γὰρ τυφλὸς τυφλὸν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. Ἀρκετὸν γὰρ τῷ μαθητῇ γενέσθαι κατὰ τὸν διδάσκαλον αὐτοῦ. Θεοῦ ἡ φωνὴ, καὶ οὐ διασφαλήσεται.
PG 31:633Ἀθλητικῷ νόμῳ δεῖ σε πολιτεύεσθαι, εἰ δὲ μὴ, οὐ στεφανοῦσθαι, καθὼς εἶπεν ὁ Ἀπόστολος· Καὶ ἐὰν ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Εἰ τοίνυν εὕρῃς Θεοῦ χάριτι (πάντως γὰρ ζητήσας εὑρήσεις) ἀγαθῶν ἔργων διδάσκαλον, τήρησον παρ’ ἑαυτῷ, μηδὲν παρὰ γνώμην αὐτοῦ διαπράττεσθαι. Ἅπαν γὰρ τὸ ἔξωθεν αὐτοῦ γινόμενον κλοπή τίς ἐστι καὶ ἱεροσυλία πρὸς θάνατον ἄγουσα, οὐ πρὸς ὠφέλειαν, κἂν δοκῇ σοι ἀγαθὸν εἶναι. Εἰ γὰρ ἀγαθὸν, τίνος ἕνεκεν λάθρα, καὶ μὴ ἐν τῷ φανερῷ γίνεται; Ἐρώτησον τὸν λογισμόν σου τὸν λῃστεύειν σε διὰ τῶν δεξιῶν μηχανώμενον· διὰ γὰρ τῶν ἀγαθῶν δῆθεν παρακουσμάτων τὰς ἀριστεράς σοι πράξεις παρασκευάζει. Μὴ θέλε διορθοῦν ἐπᾳσμοὺς τῶν θηριοδήκτων, ἄπειρος ὢν τοῦ ἐπᾴδειν, μήπως, ἐπισπασάμενος τοὺς ὄφεις, καὶ περιδραχθεὶς ὑπ’ αὐτῶν, εἶτα ἀδυνάτως ἔχων πρὸς τὴν ἀντίστασιν, ἀσυγγνώστως ἀναλωθῇς ὑπ’ αὐτῶν. Μὴ ἐπερείδου εὐγενείᾳ σαρκὸς, καὶ τιμὴν ἐπιζήτει· Σαρκικὸς γὰρ οὐ δέχεται τὰ τοῦ Πνεύματος.
Μὴ πειρασθῇς τι τῶν ἐν συνηθείᾳ τῆς ἀληθείας παραχαράξαι, καὶ τῇ οἰκείᾳ χαυνότητι ὑποσκελίζειν μὲν τοὺς ἀγωνιζομένους, ἑαυτῷ δὲ φόρτον ἁμαρτημάτων ἐπισωρεύειν, μὴ ἐν στρωμνῇ ἁπαλωτέρᾳ, μὴ ἐν ἐνδύμασιν, ἢ ὑποδήμασιν, ἢ ἑτέρῳ τινὶ σχήματι, ἢ ἐν βρωμάτων παραλλαγῇ, ἢ τραπέζῃ ὑπὲρ τὸν τῆς ἀποταγῆς σου χρόνον, ἢ ἐν στάσει, ἢ ἐν καθέδρᾳ, ἢ ἐν ἐργοχείρῳ ἀναπαυτικωτέρῳ, ἢ καθαριωτέρῳ. Ταῦτα γὰρ πάντα, οὐ μόνον ὑπάρχοντά σοι, ἀλλὰ καὶ ἐπιζητούμενα, οὐκ ἀγαθὴν ἕξουσιν ἔκβασιν. Καὶ γὰρ εἰ μὴ ἐν τάχει ἐπεγνωκὼς διαβολικὴν εἶναι τὴν μεθοδείαν ἐκκόψεις ἐκ τῆς σῆς καρδίας, ἔκπτωσίν σοι τῆς ἐν Χριστῷ πολιτείας κατασκευάζουσιν. Ἀλλὰ θέμενος ἐν σεαυτῷ πάντων ἀνθρώπων εἶναι ἀτιμότερον καὶ ἁμαρτωλότερον, ξένον τε καὶ ἀλήτην, καὶ κατ’ οἶκτον παρειλημμένον ὑπὸ τῶν πρὸ σοῦ ἀποταξαμένων, σπεῦδε πάντων εἶναι ἔσχατος, καὶ πάντων δοῦλος. Ταῦτα γάρ σοι οἴσει τιμὴν καὶ δόξαν ἀληθινὴν, οὐκ ἐκεῖνα. Ὦτα ἔχων ἠνεῳγμένα πρὸς ὑπακοὴν, καὶ χεῖρας ἑτοίμους πρὸς ἐκπλήρωσιν τοῦ ἠκουσμένου, στόμα ἔχε σιγηρὸν, καὶ καρδίαν περίβλεπτον.
PG 31:636Ἔσο ἀργὸς περὶ ἀργολογίαν, συνετὸς δὲ καὶ ἐπιστήμων πρὸς τὰς σωτηριώδεις τῶν θείων Γραφῶν ἀκροάσεις. Ἤτω σοι πικρὰ γεῦσις ἡ τῶν κοσμικῶν διηγημάτων ἀκρόασις, κηρία δὲ μέλιτος τὰ τῶν ὁσίων ἀνδρῶν διηγήματα. Πρὸς τὴν μίμησιν σπεῦδε τῶν προασκησάντων ἐν τοῖς ἤθεσι, καὶ μὴ ἐκδέχου διδάσκεσθαι ἕκαστον. Ταῖς μείζοσι τῶν ἀρετῶν ἐπεκτείνεσθαι ἀγωνίζου, καὶ τῶν ἐλαττόνων μὴ ἀμελεῖν. Σφάλματος μὴ περιφρόνει, κἂν μικρότερον παντὸς σκανδάλου ᾖ τὸ γινόμενον. Ἀλλὰ σπεῦδε μᾶλλον πρὸς τὴν διὰ μετανοίας ἐπανόρθωσιν· κἂν πολλοὶ πολλὰ σφάλλωνται μικρά τε καὶ μείζονα, καὶ μένωσιν ἀμετανόητοι. Μὴ γίνου ἀλλοτρίων πταισμάτων δικαστής. Ἔχουσι γὰρ κριτὴν δίκαιον, Ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Σὺ τὸ σὸν κράτει, καὶ κοῦφον ποίει, ὅση σοι δύναμις, τὸ σεαυτοῦ φορτίον. Ὁ γὰρ βαρύνων τὸν φόρτον αὐτοῦ, αὐτὸς καὶ βαστάσει αὐτόν. Μετάνοια σωτηρία· ἄνοια δὲ, μετανοίας θάνατος. Κρύπτε σεαυτὸν ἀπὸ τῶν εἰκαιοτέρων ἀνθρώπων· φανεροῦ δὲ σεαυτὸν, ὡς τὰ πολλὰ, τῷ Θεῷ. Πᾶσαν προέλευσιν παραιτοῦ, ὅσον ἐστὶν ἐν σοὶ, φεύγων τὰς τῆς καρδίας σου διαχύσεις. Ἐξῆλθες γάρ σου τῆς κέλλης; Ἀπέλιπες τὴν ἐγκράτειαν·
ἐνέκυψας τῷ κόσμῳ· συνέτυχες πόρνῃ γυναικὶ, ἥ σου καταγοητεύσασα, τοῖς μὲν ἐρεθιστικοῖς λόγοις τὰς ἀκοὰς, τῇ δὲ τοῦ προσώπου περικαλλείᾳ τὰς ὄψεις, λίχνοις δὲ τοῖς ἐδέσμασι τὰς γεύσεις, ὥσπερ ἀγκίστρῳ, ἄξει πρὸς ἑαυτήν· εἶτα περιπλακεῖσά σου τοῖς μέλεσι, καὶ ἐνστερνισαμένη ἑαυτῇ, καταμαλάσσει σου τὸ σταθερὸν τῆς πρὸς τὴν ἐγκράτειαν ἐπιθυμίας· οὕτω τε ἠρέμα ὑφελκύσασά σε τῆς κατ’ ἀρετὴν πολιτείας ἐν ἑαυτῇ διαφθείρει. Εἰ δέ που καὶ βοηθούμενος ὑπὸ τοῦ Θεοῦ διαδρᾶναι δυνηθῇς τὰ ταύτης δίκτυα, ἐπανῆκες μὲν τῇ κέλλῃ, ἀλλ’ οὐχ ὁ αὐτός· πάρετος δέ τις καὶ νενοσηκὼς, καὶ πρὸς ἅπαν ἔργον τῶν ἀρετῶν δυσάρεστος, πολλῷ δὲ χρόνῳ ἐπανελθεῖν εἰς τὴν οἰκείαν ἕξιν δυνάμενος. Στενοχωρήσει γάρ σε τοῖς λογισμοῖς ἡ πρὸς ἑκάτερον βίον ἐπιθυμία· καὶ πολλῷ καμάτῳ δυνήσῃ δοῦναι τῇ ψυχῇ τὰ νικητήρια.
PG 31:637Εἰ τοίνυν συμβῇ σε κατὰ περίστασίν τινα ἐκδημῆσαι τῆς κέλλης, περιτεθωρακισμένος τὸν φόβον τοῦ Θεοῦ, καὶ ἐνιδρυσάμενος τῇ χειρὶ τὴν ἀγάπην τοῦ Χριστοῦ, καταπαλαίσας πάσῃ ἐγκρατείᾳ τὰς τῶν ἡδονῶν προσβολὰς, αὐτίκα τῆς χρείας γενομένης, ἀποπήδησον, μὴ ἐγχρονίσας, ἀλλ’ ὀξεῖ τῷ πτερῷ χρησάμενος πρὸς τὴν ἐπάνοδον, ὥσπερ τις ἄκακος περιστερὰ, πρὸς τὴν ἐκπέμψασάν σε κιβωτὸν αὐτομολήσας, ἐν στόματι φέρων τὰ ἐλέη Χριστοῦ· οὕτω τε πείθων τοὺς λογισμοὺς τοὺς ἔνδον ἄβατον εἶναι τὴν ἐπὶ παντὸς ἑτέρου τόπου σωτηριώδη ἀνάπαυσιν. Νέος ὢν εἴτε τὴν σάρκα εἴτε τὸ φρόνημα, φεῦγε τὴν συνδιαγωγὴν τῶν ὁμηλίκων, καὶ ἀποδίδρασκε ἀπ’ αὐτῶν, ὡς ἀπὸ φλογός. Πολλοὺς γὰρ ἐμπρήσας δι’ αὐτῶν ὁ ἐχθρὸς τῷ αἰωνίῳ πυρὶ παρέδωκε, πνευματικῇ δῆθεν ἀγάπῃ εἰς τὸ τῶν πενταπολιτῶν μυσαρὸν βάραθρον ἐγκαταστρέψας αὐτούς. Καὶ τοὺς ἐν τῷ πελάγει καὶ παντὶ ἀνέμῳ καὶ κλύδωνι διασωθέντας, εἴσω τῶν λιμένων ἀμεριμνοῦντας, σὺν αὐτάνδρῳ τῷ σκάφει τῷ βυθῷ παρέδωκεν. Ἐν καθέδρᾳ πρὸ πολλοῦ καθέσθητι ἀπ’ αὐτοῦ. Ἐν ἀνακλίσει ὕπνου μὴ γειτνιαζέτω σου τὰ ἐνδύματα τοῖς ἐκείνου· μᾶλλον δὲ κέχρησο γέροντι μεσίτῃ.
Ἡνίκα δέ σοι διαλέγεται, ἢ ἀντιπρόσωπος ψάλλει, κάτω νεύων ἀντίφθεγξαι αὐτῷ, μήπως, τῇ εἰς τὰ πρόσωπα ἐνατενίσει σπέρμα ἐπιθυμίας ὑπὸ τοῦ ἐπισπορέως ἐχθροῦ δεξάμενος, δράγματα φθορᾶς καὶ ἀπωλείας καρποφορήσῃς. Ἐν οἴκῳ ἢ ἐν τόπῳ, οὗ οὐκ ἔστιν ὁ βλέπων τὰ ἔργα ὑμῶν, μὴ εὑρεθῇς μετ’ αὐτοῦ, προφάσει μελέτης θείων λογίων, ἢ ἑτέρας ὁποιασοῦν καὶ ἀναγκαιοτάτης χρείας. Οὐδὲν γὰρ ἀναγκαιότερον ψυχῆς, ὑπὲρ ἧς Χριστὸς ἀπέθανεν. Μὴ πίστευε δολουργῷ λογισμῷ ὑποτιθεμένῳ σοι τὸ ἀσκανδάλιστον εἶναι· αὐτὸ τοῦτο σκάνδαλον εἶναι πληροφορούμενος πολλῇ τῇ πείρᾳ τῶν πεπτωκότων προφανῆ σοι ταῦτα παρασχόμενον. Πίστευε τοῖς ἐμοῖς λόγοις ἐκ φιλαδέλφου καρδίας προφερομένοις. Πρόστρεχε γέρουσι δυσεντεύκτοις, οἵτινες λόγοις μὲν παροιμιῶν ἀλείφουσι τοὺς νέους πρὸς τὰς ἐναρέτους πράξεις, βλάπτουσι δὲ προσώπῳ οὐδαμῶς. Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν. Ὥσπερ γὰρ χρυσὸς κατασκοπεῖται μὲν ἀδιαλείπτως ὑπὸ τῶν κλεπτῶν ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, ἁρπάζεται δὲ ἀπροςδοκήτως, καὶ οὐ γινώσκεις· ὅρα μή σε πλανήσῃ ὁ ἐχθρὸς τῇ τοῦ προπάτορος ἁμαρτίᾳ, καὶ τὸ τάχος σε ἐκβάλῃ τοῦ παραδείσου τῆς τρυφῆς.
PG 31:640Ὁ γὰρ τὸν Ἀδὰμ τῇ τῆς βρώσεως κλοπῇ ὑφελκύσας τῆς ζωῆς, προσδοκήσας τε καὶ Ἰησοῦν ὑποσκελίζειν, οὐκ ἐντραπήσεται πολλῷ μᾶλλον καὶ σοὶ κεράσαι τὸ πρῶτον αἴτιον τῶν κακῶν, ἰσχυρὸν δηλητήριον τοῦτο γινώσκων. Τὸ γὰρ τῆς γαστριμαργίας πάθος οὐκ ἐν πλήθει βρωμάτων τὴν ἰδίαν ἰσχὺν ἐπιδείκνυσθαι πέφυκεν, ἀλλ’ ἐν ἐπιθυμίᾳ καὶ μικρᾷ γεύσει. Εἰ τοίνυν ἐπιθυμία βραχείας τινὸς γεύσεως ἰσχύσει σε ὑποβάλλειν τῷ τῆς γαστριμαργίας πάθει, ἀκαμάτως σε τῷ θανάτῳ παραδώσει. Ὥσπερ γὰρ φύσις τις ὕδατος πολλοῖς ὁλκοῖς προσδιαιρουμένη πάντα τὸν περὶ τοὺς ὁλκοὺς τόπον θάλλειν παρασκευάζει· οὕτω καὶ τὸ τῆς γαστριμαργίας πάθος, εἰ ἀναδοθῇ σου τῇ καρδίᾳ, πάσας σου τὰς αἰσθήσεις ποτίζον, ὕλην κακίας ἐν σοὶ καταφυτεῦσαν, θηρίων κατοικητήριον τὴν σὴν ψυχὴν καταστήσει. Πολλοὺς γὰρ ἐγὼ πάθεσι κρατηθέντας εἶδον ἐν ὑγείᾳ γενομένους, ἕνα δὲ ἐκ πάντων λαθροφάγον, ἢ γαστρίμαργον οὐκ εἶδον, ἀλλ’ ἢ ἀποῤῥαγέντας τοῦ ἐγκρατοῦς βίου, καὶ τῷ κόσμῳ διαφθαρέντας, ἢ τοῖς ἐγκρατέσιν ἐναποκρύπτεσθαι πειρωμένους, καὶ τῷ διαβόλῳ τῇ ἡδυπαθείᾳ συνασπιζομένους.
Ψεῦσται γάρ εἰσιν οὗτοι, πολύορκοι, ἐπίορκοι, ἀντιστάται, ἀντιπλῆκται, ἀνακράκται, ἀρνησίφαγοι, ἀνελεύθεροι, ἁβροδίαιτοι, μεμψίμοιροι, ἐρευνηταὶ, σκοτεινοχαρεῖς, πάσης τῆς ἐναρέτου πολιτείας ἀντεργάται ἑκούσιοι. Ἵνα γὰρ τὸ τῆς γαστριμαργίας πάθος σκεπάσωσι, τῷ ἐσμῷ τῶν κακῶν περιπίπτουσιν· οἵτινες τῷ μὲν σχήματί εἰσιν ἐν τοῖς σωζομένοις, τοῖς δὲ πράγμασιν ἐν τοῖς κατακεκριμένοις. Αὕτη τὸν Ἀδὰμ θανάτῳ παρέδωκε, καὶ τῷ κόσμῳ συντέλειαν ἐπήγαγε διὰ τὴν τῆς γαστρὸς ἡδονήν. Νῶε γελᾶται, Χὰμ κεκατήραται, Ἡσαῦ τῶν πρωτοτοκίων ἐκπίπτει, καὶ τοῖς Χαναναίοις ἐπιγαμβρεύεται, Λὼτ θυγατρόγαμος γίνεται, γαμβρὸς ἑαυτοῦ καὶ πενθερός· ὁ πατὴρ ἀνὴρ, καὶ ὁ πάππος πατὴρ, ἑκατέρωθεν τοὺς ὅρους τῆς φύσεως ἐνυβρίζων. Αὕτη καὶ τὸν Ἰσραὴλ εἰδώλου προσκυνητὴν ἐποίησε, καὶ τούτων τὰ κῶλα ἐν τῇ ἐρήμῳ πεσεῖν παρεσκεύασεν. Αὕτη καί τινα τῶν προφητῶν, ἐπὶ ἐλέγχῳ ἀνοσιουργοῦ βασιλέως ἀπὸ Θεοῦ ἀποσταλέντα, ἀγρίου θηρὸς βορὰν πεποίηκε· καὶ ὃν οὐκ ἴσχυσεν Ἱεροβοὰμ ὁ βασιλεὺς σὺν πάσῃ τῇ βασιλικῇ δυνάμει ἀμύνασθαι, τῇ τῆς γαστρὸς ἀπάτῃ ληφθεὶς, ἐλεεινὸν θάνατον ἀποφέρεται.
PG 31:641Δανιὴλ δὲ ὁ ἐπιθυμιῶν ἀνὴρ, κρατήσας γαστρὸς, βασιλείας Χαλδαίων κατεκυρίευσεν, εἰδώλων καθαιρέτης γενόμενος, καὶ δράκοντος ἀναιρέτης, λεόντων παιδαγωγὸς, ἐνανθρωπήσεως Θεοῦ προαγορευτὴς, καὶ μυστηρίων ἀποκρύφων ἐξηγητής. Γαστρὸς ἡδονῆς ἀνώτεροι φανέντες οἱ τρεῖς ἅγιοι παῖδες, ὀργῆς βασιλικῆς ὑπερεφρόνησαν, καὶ τῆς φοβερᾶς ἐκείνης καμίνου τῆς καιομένης, ἣν ἴσχυσεν ἀνάψαι Ναβουχοδονόσορ ὁ βασιλεὺς, ἀπτοητὶ κατετόλμησαν. Εἰκόνα χρυσῆν θεοποιουμένην ἀργὴν ἀπέδειξαν· καὶ τὴν ἐν πολλῷ χρόνῳ κατασκευασθεῖσαν ὑπὸ τοῦ Σατανᾶ ἐφ’ ὕβρει τῆς τοῦ Θεοῦ δόξης, λάφυρα λαβόντες, τῷ ἰδίῳ Δεσπότῃ προσενηνόχασιν. Αὐτὸν τὸν ἔχθιστον βασιλέα, καὶ ἅπαν τὸ κατὰ τοῦ Θεοῦ στρατόπεδον σὺν πάσῃ τῇ κτίσει ὑμνῳδεῖν τὸν Θεὸν παρεσκεύασαν. Καὶ, ἵνα πάντα συνελὼν εἴπω, εἰ κρατήσεις γαστρὸς, οἰκήσεις τὸν παράδεισον· εἰ δὲ οὐ κρατήσεις, γέγονας θανάτου παρανάλωμα. Γενοῦ πιστὸς θησαυρὸς τῶν ἀρετῶν, καὶ ἔχε κλεῖδα τὴν τοῦ πνευματικοῦ σου πατρὸς γλῶσσαν. Αὕτη σου ἀνοιγέτω τὸ στόμα πρὸς μετάληψιν ἄρτου, καὶ αὕτη ἀποκλειέτω. Μὴ παραδέξῃ σύμβουλον τὸν ὄφιν, ἀντὶ καλῆς συμβουλίας συλαγωγῆσαί σε θέλοντα.
Μέχρι γεύσεως γλώσσης φυλάττου λαθροφαγίας ἁμαρτίαν. Εἰ γάρ σε ἐν μικρῷ τρέψαι ἰσχύσει, ἔβαλέ σε τῇ πάλῃ, καὶ συνέχει σε τοῖς δεσμοῖς. Μὴ ὕπεχε τὰ ὦτά σου παντὶ λαλοῦντι, καὶ μὴ ἀποκρίνου παντὶ ἀδολεσχοῦντι, ἐν ὁμιλίαις τῷ σκοπῷ τῆς ἀσκήσεως μὴ συμβαινούσαις. Ἀγαθῶν διδαγμάτων γίνου ἀκροατὴς, καὶ τῇ τούτων μελέτῃ συντήρει σὴν καρδίαν. Φύλαττέ σου τὰ ὦτα ἀπὸ κοσμικῶν διηγημάτων, μήπως ῥαντίσματι βορβόρου τὴν ψυχήν σου σπιλώσῃς. Μὴ κάμνε ἐνακροᾶσθαι τὰ παρ’ ἑτέρων λαλούμενα, μηδὲ βάλλε κεφαλήν σου ἐν μέσῳ τῶν ὁμιλούντων· ἵνα μὴ καὶ σὺ μυκτηρισθῇς, καὶ αὐτοὺς καταλάλους ποιήσῃς. Μὴ ἔσο περίεργος, μηδὲ πάντα βλέπειν θέλε, ἵνα μὴ ἰχῶρας παθῶν τῇ διανοίᾳ σου κατάσχῃς. Χρειωδῶς ὅρα, χρειωδῶς ἄκουε, χρειωδῶς λάλει, χρειωδῶς ἀποκρίνου. Ἐπὶ μείζονί σου μὴ προπετεύσῃ καθίσαι. Εἰ δὲ καὶ προτραπῇς, μὴ γίνου συγκάθεδρος, ἀλλὰ περιβλεψάμενος ὧδε κἀκεῖσε, σπεῦσον εὑρέσθαι ὑποβαίνουσαν καθέδραν, ἵνα σε δοξάσῃ ὁ Θεὸς τῇ ταπεινώσει. Ἐρωτώμενος, ἀποκρίνου πρεπούσῃ φωνῇ καὶ ταπεινῇ· μὴ ἐρωτώμενος, ἡσυχίαν ἄγε.
PG 31:644Ἑτέρου ἐρωτωμένου, σφίγγε τὸ στόμα σου, μὴ, ἐκ προπετοῦς καρδίας συνωθουμένη ἡ γλῶσσά σου διαδρᾶσα, πλήξῃ τινὰ τῶν ἀκριβούντων τὴν ἄσκησιν, καὶ ὑπὸ τὰ δεσμὰ τῶν ἐγκλημάτων σε καταστήσῃ. Καθεζόμενος δὲ, οὐκ ἐπιτρέψεις τῷ ἑτέρῳ ποδὶ τὸ σκέλος σου· ἀπροςεξίας γὰρ τοῦτο, καὶ μετεωριζομένης ψυχῆς. Διαλεγόμενος τῷ ἐλαχιστοτέρῳ σου, ἢ καὶ ἐρωτώμενός τι παρ’ αὐτοῦ, οὐ ποιήσεις ῥᾳθύμως τὰς ἀποκρίσεις, ὑπερφρονῶν τοῦ ἀδελφοῦ ἐπὶ ὕβρει Θεοῦ. Ὁ γὰρ ἀτιμάζων πένητα παροξύνει τὸν ποιήσαντα αὐτὸν, φησὶν ἡ Παροιμία. Προπηδάτω ὁ τῆς παρακλήσεως λόγος τῶν λοιπῶν σου ῥημάτων, κυρῶν σου τὴν τοῦ πλησίον ἀγάπην. Τιθέσθω καὶ μέσος, καὶ πληρέστατος τῆς διαλέξεως, ἐν φαιδρῷ τῷ προσώπῳ, ἵνα δῷς εὐφροσύνην τῷ σοι διαλεγομένῳ. Ἐν παντὶ κατορθώματι τοῦ πλησίον σου εὐφραίνου, καὶ δόξαζε τὸν Θεόν· σὰ γάρ εἰσι τὰ ἐκείνου κατορθώματα, ὡς καὶ τὰ σὰ ἐκείνου. Τὰς πρωτοκλισίας καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συνελεύσεσι παραιτοῦ· τὸν δὲ ἔσχατον τόπον μεταδίωκε, ἵνα ἀκούσῃς μᾶλλον· Φίλε, προσανάβηθι. Ἐπὶ τραπέζης μὴ ἀτακτείτω ἡ χείρ σου ἡ ἀριστερὰ, μηδὲ καταυθεντείτω τῆς δεξιᾶς. Ἀργείτω δὲ μᾶλλον·
εἰ δὲ μὴ, κἂν ὑπουργείτω τῇ δεξιᾷ. Ἐν πάσῃ προσευχῆς σου προσκλήσει ὑπηχείτω τὸ στόμα σου, καὶ μέχρις ἐσχάτης προςευχῆς παράμενε τῷ κανόνι, μεγάλην ζημίαν ἡγούμενος τὴν ἀπόλειψιν. Εἰ γὰρ σιτούμενος διὰ τὴν τῆς σαρκός σου σύστασιν δυσαποσπάστως ἔχεις πρὸς τὴν τράπεζαν πρὸ τῆς κατὰ χρείαν συμπληρώσεως, καὶ οὐκ ἂν ῥᾳδίως τοῦτο ποιήσεις ἄνευ πολλῆς ἀνάγκης· πόσῳ δεῖ μᾶλλον τῇ πνευματικῇ σε τροφῇ παραμένειν, καὶ τῇ προσευχῇ ἐνισχύειν τὴν σεαυτοῦ ψυχήν; Ὅσον γὰρ διαφέρει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, καὶ τὰ ἐν οὐρανῷ τῶν ἐν γῇ, τοσοῦτον διαφέρει ψυχὴ σώματος. Ψυχὴ οὐρανοῦ μίμημα· ἐν αὐτῇ γὰρ κατοικεῖ ὁ Κύριος· σὰρξ δὲ ἐκ γῆς ὑπάρχει, ἐν ᾗ κατοικοῦσι θνητοὶ ἄνθρωποι καὶ ἄλογα ζῶα. Τοίνυν συμμέτρει πρὸς τὰς ὥρας τῶν προσευχῶν τὰς χρείας τοῦ σώματος, καὶ ἕτοιμος γίνου μὴ ὑπακούειν λογισμῷ ἀποσπῶντί σε τοῦ κανόνος. Ἔθος γὰρ τοῖς δαίμοσι κατὰ τὰς ὥρας τῶν προσευχῶν, προφάσει δῆθεν εὐλόγου αἰτίας, ἐπείγειν ἡμᾶς πρὸς ὑποχώρησιν, ἵνα ἀπαγάγωσιν ἡμᾶς εὐλογοφανῶς τῆς σωτηριώδους εὐχῆς.
PG 31:645Μὴ εἴπῃς προφασιζόμενος, Οἴμοι τὴν κεφαλὴν, οἴμοι τὴν κοιλίαν, ὀδύνης ἀνυπάρκτου ἀδήλους μάρτυρας προϊσχόμενος, καὶ ἀναπαύσεως χάριν ἐνδιδοὺς τῇ εὐτονίᾳ τῆς ἀγρυπνίας. Ἀλλὰ μᾶλλον ἔχε κρυπτὰς προσευχὰς, ἃς βλέπει ὁ Θεὸς ἐν τῷ κρυπτῷ, καὶ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Ἔχε παρεμπόρευμα πολιτείας ἀρίστης, ἵνα εὕρῃς πλοῦτον ἀπόκρυφον ἐν ἡμέρᾳ ἀνάγκης. Ἐν ταῖς ἐφημερίαις τῆς διακονίας σου σὺν τῷ κόπῳ τοῦ σώματος ἔχε καὶ παρακλητικὸν λόγον πρὸς ἀγάπησιν τῶν διακονουμένων, ἵνα γένηται εὐπρόσδεκτος ἡ διακονία σου ἅλατι ἠρτυμένη. Μὴ ἐάσῃς τὰ ἐπιβάλλοντά σοι ἔργα ἕτερον ποιῆσαι, ἵνα μὴ καὶ ὁ μισθὸς, ἀρθεὶς ἀπὸ σοῦ, ἑτέρῳ δοθῇ, καὶ ἐν τῷ σῷ πλούτῳ ἄλλος δοξασθῇ, σοῦ ταπεινουμένου. Ποίει τὰ ἔργα τῆς διακονίας σου εὔσχημα καὶ ἐπιμελῆ, ὡς τῷ Χριστῷ διακονῶν. Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς. Φοβοῦ τὴν ἐκ περιττοῦ καὶ περιφρονήσεως παράχρησιν, κἂν εὐτελῆ δοκῇ εἶναι τὰ ἐν χερσί σου διακονήματα, ὡς Θεοῦ ἐποπτεύοντος. Μέγα τὸ τῆς διακονίας ἔργον, καὶ βασιλείας οὐρανῶν πρόξενον. Σαγήνη γάρ ἐστι τῶν ἀρετῶν, πάσας τὰς ἐντολὰς τοῦ Θεοῦ ἐν ἑαυτῇ φέρουσα·
καὶ πρῶτον μὲν πάντων τὴν πανάρετον ταπείνωσιν, ἐπιφερομένην τὸν ἐσμὸν τῶν ἀγαθῶν· ἔπειτα τὸ, Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος, καὶ ἀσθενὴς, καὶ ἐν φυλακῇ, καὶ διηκονήσατέ μοι. Καὶ μάλιστα ὅταν τὸ χρεωστούμενον ἐκτελῆται ἐν ταπεινῷ τῷ φρονήματι, ἐπάρσεως χωρὶς, ὀργῆς τε καὶ γογγυσμοῦ. Γίνου ζηλωτὴς τῶν ὀρθῶς βιούντων, καὶ τούτων τὰς πράξεις ἔγγραφε τῇ σῇ καρδίᾳ. Εὔχου γενέσθαι τῶν ὀλίγων. Σπάνιον γὰρ τὸ ἀγαθόν· διὸ καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Μὴ πάντας λογίζου σώζεσθαι τοὺς ἐν τῇ κέλλῃ, φαύλους τε καὶ χρηστούς. Οὐ γὰρ οὕτως ἔχει. Πολλοὶ γὰρ προσέρχονται τῷ ἐναρέτῳ βίῳ, ὀλίγοι δὲ τὸν ζυγὸν αὐτοῦ καταδέχονται. Βιαστῶν γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Εὐαγγελικὸς ὁ λόγος. Βίαν ἐκάλεσε τὴν τοῦ σώματος καταπόνησιν, ἣν ὑπομένουσιν ἑκουσίως οἱ τοῦ Χριστοῦ μαθηταὶ ἐν τῇ ἀρνήσει τῶν οἰκείων θελημάτων καὶ τῆς ἀναπαύσεως τῆς τοῦ σώματος, φυλακῇ δὲ πασῶν τῶν ἐντολῶν τοῦ Χριστοῦ. Εἰ τοίνυν βούλει ἁρπάσαι τὴν βασιλείαν τοῦ Θεοῦ, γενοῦ βιαστής·
ὑπόζευξόν σου τὸν αὐχένα τῷ ζυγῷ τῆς δουλείας τοῦ Χριστοῦ. Σφίγξον τὴν ζεύγλην περὶ τὸν τράχηλόν σου· θλιβέτω αὐτὸς τὸν σὸν αὐχένα· λέπτυνον αὐτὸν τῷ πόνῳ τῶν ἀρετῶν, ἐν νηστείαις, ἐν ἀγρυπνίαις, ἐν ὑποταγῇ, ἐν ἡσυχίᾳ, ἐν ψαλμῳδίαις, ἐν προσευχαῖς, ἐν δάκρυσιν, ἐν χειρεργίῳ, ἐν ὑπομονῇ πάσης θλίψεως ἐπερχομένης σοι ἔκ τε δαιμόνων καὶ ἀνθρώπων Μή σε πεισάτω τῷ χρόνῳ ἐνδοῦναι τοῖς πόνοις λογισμὸς ὑψηλόφρων, ἵνα μή που, πρὸς ταῖς θύραις τῆς ἐξόδου γυμνὸς ἀρετῶν καταληφθεὶς, ἔξω τῶν πυλῶν τῆς βασιλείας εὑρεθῇς. Μή σε βαθμὸς κλήρου ἐπαιρέτω, ἀλλὰ μᾶλλον ταπεινούτω. Προκοπὴ γὰρ ψυχῆς, προκοπὴ ταπεινώσεως· ὑστέρησις δὲ καὶ ἀτιμία, ἐξ ὑψηλοφροσύνης τίκτεται. Ὅσον ἐγγίζειν σε τῶν ἱερατικῶν βαθμῶν τοῖς μείζοσι συμβαίη, τοσοῦτον ταπείνου σεαυτὸν, δεδοικὼς τὸ ὑπόδειγμα τῶν υἱῶν Ἀαρών. Ἐπίγνωσις θεοσεβείας, ἐπίγνωσις ταπεινώσεως καὶ πραότητος. Ταπείνωσις, Χριστοῦ μίμησις· ἔπαρσις δὲ καὶ παῤῥησία καὶ ἀναίδεια, τοῦ διαβόλου μίμημα. Γίνου μιμητὴς Χριστοῦ, καὶ μὴ ἀντιχρίστου· Θεοῦ, καὶ μὴ ἀντιθέου· Δεσπότου, καὶ μὴ δραπέτου· ἐλεήμονος, καὶ μὴ ἀνηλεοῦς· φιλανθρώπου, καὶ μὴ μισανθρώπου·
PG 31:648τῶν τοῦ νυμφῶνος, καὶ μὴ τῶν τοῦ σκότους. Μὴ σπεύσῃς κελεῦσαι ἀδελφότητι, ἵνα μὴ ἐπιθήσεις ἀλλοτρίους φόρτους ἁμαρτημάτων ἐπὶ σῷ τραχήλῳ. Ἑκάστης ἡμέρας ἐργασίαν ἐπισκεπτόμενος, σύμβαλε τῇ πρὸ αὐτῆς, καὶ σπεῦδε πρὸς τὴν βελτίωσιν. Πρόκοπτε ταῖς ἀρεταῖς, ἵνα ἐγγὺς γένῃ τῶν ἀγγέλων. Ἐγχρόνιζε τῇ κέλλῃ οὐχ ἡμέρας οὐδὲ μῆνας, ἀλλὰ πολλῶν ἐτῶν περιόδους ἀνυμνῶν σου τὸν Δεσπότην ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, μιμούμενος τὰ χερουβίμ. Ἂν οὕτως ἄρξῃ, οὕτω δὲ καὶ τελέσῃς, τὴν τεθλιμμένην ὁδεύσας ὁδὸν ἐν τῷ βραχεῖ σου χρόνῳ τῆς ἀσκήσεως, Θεοῦ χάριτι εἰσελεύσῃ εἰς τὸν παράδεισον ἐν φαιδρότητι λαμπάδος τῆς ψυχῆς, Χριστῷ συναγαλλόμενος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Page scan enlarged

Notebook

Full View