Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 31:871ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ. Ὁ ἄνθρωπος κατ’ εἰκόνα Θεοῦ ἐγένετο καὶ ὁμοίωσιν· ἡ δὲ ἁμαρτία τὸ κάλλος τῆς εἰκόνος ἠχρείωσεν, εἰς τὰς ἐμπαθεῖς ἐπιθυμίας τὴν ψυχὴν καθέλκουσα. Ὁ δὲ Θεὸς, ὁ ποιήσας τὸν ἄνθρωπον, ἡ ἀληθινή ἐστι ζωή. Ὁ οὖν ἀπολέσας τὴν πρὸς τὸν Θεὸν ὁμοιότητα ἀπώλεσε τὴν πρὸς τὴν ζωὴν οἰκειότητα· τὸν δὲ ἐκτὸς τοῦ Θεοῦ ὄντα, ἐν τῇ μακαρίᾳ ζωῇ γενέσθαι ἀμήχανον. Οὐκοῦν ἐπανέλθωμεν εἰς τὴν ἐξ ἀρχῆς χάριν, ἧς διὰ τῆς ἁμαρτίας ἠλλοτριώθημεν. Καὶ πάλιν κατὰ τὴν τοῦ Θεοῦ εἰκόνα ἑαυτοὺς καλλωπίσωμεν, διὰ τῆς ἀπαθείας ὁμοιωθέντες τῷ κτίσαντι. Ὁ γὰρ τὸ ἀπαθὲς τῆς θείας φύσεως, καθώς ἐστι δυνατὸν, ἐφ’ ἑαυτοῦ μιμησάμενος, οὗτος ἐπανέλαβεν ἐπὶ τῆς ἰδίας ψυχῆς τοῦ Θεοῦ τὴν εἰκόνα. Ὁ δὲ ὁμοιωθεὶς τῷ Θεῷ κατὰ τὸν ῥηθέντα τρόπον, καὶ τῆς θείας ζωῆς ἐκτήσατο πάντως τὴν ὁμοιότητα, εἰς τὸ διηνεκὲς παραμένων τῇ ἀϊδίῳ μακαριότητι.
Εἰ οὖν διὰ τῆς ἀπαθείας τὴν εἰκόνα τοῦ Θεοῦ πάλιν ἀναλαμβάνομεν, ἡ δὲ πρὸς τὸν Θεὸν ὁμοιότης τὸ διηνεκὲς τῆς ζωῆς ἡμῖν χαρίζεται, πάντων ἀμελήσαντες τῶν ἄλλων, ταύτης γενώμεθα τῆς σπουδῆς, ὥστε μηδενὶ πάθει μηδέποτε καταδυναστευθῆναι ἡμῶν τὴν ψυχὴν, ἀλλ’ ἀκλινῆ καὶ ἀκατάβλητον ἐν ταῖς τῶν πειρασμῶν προσβολαῖς τὴν διάνοιαν ἡμῶν διαμένειν, ἵνα γενώμεθα τῆς θείας μακαριότητος μέτοχοι. Τῆς δὲ τοιαύτης σπουδῆς συνεργός ἐστιν ἡ παρθενία, τοῖς κατὰ λόγον μετιοῦσι τοῦτο τὸ χάρισμα. Οὐ γὰρ ἐν μόνῳ τῷ φείσασθαι τῆς παιδοποιίας κατορθοῦται τὸ χάρισμα τῆς παρθενίας, ἀλλ’ ἅπας ὁ βίος καὶ ἡ ζωὴ καὶ τὸ ἦθος παρθενεύειν ὀφείλει, διὰ παντὸς ἐπιτηδεύματος τοῦ ἀγάμου τὴν ἀφθορίαν ἐπιδεικνύμενος. Ἔστι γὰρ καὶ λόγῳ πορνεῦσαι, καὶ ὀφθαλμῷ μοιχεῦσαι, καὶ δι’ ἀκοῆς μολυνθῆναι, καὶ τῇ καρδίᾳ μίασμα δέξασθαι, καὶ τῇ περὶ τὴν βρῶσιν καὶ πόσιν ἀμετρίᾳ ἐκπεσεῖν τῶν ὅρων τῆς σωφροσύνης. Ὁ γὰρ ἐν τούτοις πᾶσιν ὑπὸ τὸν κανόνα τῆς παρθενίας ἑαυτὸν ἐγκρατεία φυλάσσων ἀληθῶς δείκνυσι τελείαν ἐν ἑαυτῷ διὰ πάντων ἀπηρτισμένην τῆς παρθενίας τὴν χάριν.
Οὐκοῦν εἴπερ ἐπιθυμοῦμεν καθ’ ὁμοιότητα τοῦ Θεοῦ τὸν χαρακτῆρα τῆς ψυχῆς ἡμῶν διὰ τῆς ἀπαθείας καλλωπισθῆναι, ἵνα διὰ τούτου καὶ ἡ τῆς ζωῆς ἡμῖν ἀϊδιότης προσγένηται, προσέχωμεν ἑαυτοῖς, μήπου τι τῆς ἐπαγγελίας ἀνάξιον ποιοῦντες, ὑπὸ τὸ κρῖμα τοῦ Ἀνανίου γενώμεθα. Ἐξῆν γὰρ τῷ Ἀνανίᾳ τὴν ἀρχὴν μὴ ἐπαγγείλασθαι τῷ Θεῷ τὴν κτῆσιν· ἀλλ’ ἐπειδὴ, πρὸς τὴν ἀνθρωπίνην ἀπιδὼν δόξαν, τὸ μὲν κτῆμα διὰ τῆς ἐπαγγελίας τῷ Θεῷ ἀφιέρωσεν, ὡς ἂν θαυμασθείη παρὰ τῶν ἀνθρώπων ἐπὶ τῇ φιλοτιμίᾳ, τοῦ τιμήματος δὲ ἐνοσφίσατο, τοιαύτην ἐκίνησε καθ’ ἑαυτοῦ τοῦ Κυρίου τὴν ἀγανάκτησιν, ἧς ὑπηρέτης ὁ Πέτρος ἦν, ὡς μηδὲ μετανοίας προθεσμίαν εὑρεῖν. Οὐκοῦν πρὸ τῆς ἐπαγγελίας τοῦ σεμνοῦ βίου ἔξεστι τῷ βουλομένῳ, κατὰ τὸ συγκεχωρημένον καὶ ἔννομον, εἰς ἀκολουθίαν βίου ἐλθεῖν, καὶ ἑαυτὸν ἐπιδοῦναι τῇ συζυγίᾳ τοῦ γάμου· προληφθέντα δὲ διὰ τῆς οἰκείας ὁμολογίας, φυλάσσειν προσήκει ἑαυτὸν τῷ Θεῷ, καθάπερ τι τῶν ἱερῶν ἀναθημάτων, ὡς ἂν μὴ τῷ τῆς ἱεροσυλίας ἐνέχοιτο κρίματι, τὸ ἀφιερωμένον διὰ τῆς ἐπαγγελίας τῷ Θεῷ σῶμα πάλιν τῇ τοῦ κοινοῦ βίου ὑπηρεσίᾳ καταῤῥυπώσας.
PG 31:873Λέγω δὲ τοῦτο, οὐ μόνον πρὸς τὸ ἓν εἶδος τοῦ πάθους βλέπων, καθώς τινες οἴονται, ἐν μόνῃ τῇ τοῦ σώματος φυλακῇ τὸ κατόρθωμα τῆς παρθενίας περισώζοντες, ἀλλὰ τὸ κατὰ πάντα τρόπον παθητικῆς διαθέσεως, τὸν μέλλοντα φυλάσσειν ἑαυτὸν τῷ Θεῷ μηδενὶ τῶν κοσμικῶν παθημάτων ἐμμολυνθῆναι. Ὀργὴ καὶ φθόνος, καὶ μνησικακία, ψεῦδος καὶ ὑπερηφανία, μετεωρισμὸς καὶ ἀκαιρολογία, προσευχῶν ἀργία, καὶ ἡ περὶ τὰ μὴ ὄντα ἐπιθυμία, ἐντολῶν ἀμέλεια, καὶ καλλωπισμὸς ἱματίων, προσώπων ὡραϊσμὸς, καὶ συντυχίαι καὶ ὁμιλίαι, ἔξωθεν τοῦ πρέποντός τε καὶ ἀναγκαίου γινόμεναι· ταῦτα πάντα τοσαύτης ἄξια παραφυλακῆς ἐστι τῷ διὰ τῆς παρθενίας ἀφιερώσαντι τῷ Θεῷ ἑαυτὸν, ὡς τὸν ἴσον, μικροῦ δεῖν, κίνδυνον εἶναι, ἑνί τε τούτων συνενεχθῆναι, καὶ ἐν τῇ ἀπειρημένῃ ἁμαρτίᾳ γενέσθαι. Πάντα γὰρ τὰ διὰ πάθους γινόμενα λυμαίνεταί πως τῇ τῆς ψυχῆς καθαρότητι, καὶ πρὸς τὴν θείαν ἐμποδίζει ζωήν. Πρὸς ταῦτα τοίνυν χρὴ βλέπειν τὸν ἀποταξάμενον τῷ βίῳ, ὡς μηδενὶ τρόπῳ τὸ τοῦ Θεοῦ σκεῦος ἑαυτὸν τῇ ἐμπαθεῖ χρήσει καταμολύνειν.
Λογίζεσθαι δὲ ἐκεῖνο μάλιστα χρὴ, ὅτι, διαβὰς τὰ μέτρα τῆς ἀνθρωπίνης φύσεως, πρὸς τὴν ἀσώματον πολιτείαν ἑαυτὸν μετέστησεν ὁ τὸν τῶν ἀγγέλων βίον ἑλόμενος. Ἴδιον γὰρ τοῦτο τῆς ἀγγελικῆς ἐστι φύσεως, τὸ ἀπηλλάχθαι τῆς γαμικῆς συζυγίας, μηδὲ πρὸς ἄλλο τι κάλλος μετεωρίζεσθαι, ἀλλ’ εἰς τὸ θεῖον πρόσωπον διηνεκῶς ἀτενίζειν. Ὁ τοίνυν πρὸς τὴν ἀγγελικὴν ἀξίαν μεταταξάμενος, εἰ τοῖς ἀνθρωπίνοις ἐμμολύνοιτο πάθεσιν, ὅμοιός ἐστι δορᾷ παρδάλεως, ἧς οὔτε λευκὴ παντελῶς ἡ θρὶξ οὔτε μέλαινα διόλου, ἀλλὰ τῇ μίξει τῶν ἑτεροχροούντων διεστιγμένη, οὔτε ἐν τοῖς μέλασιν, οὔτε ἐν τοῖς λευκοῖς ἀριθμεῖται. Ταῦτα μὲν οὖν κοινοτέρα τις ἔστω παραγγελία τῶν τὸν ἐγκρατῆ καὶ ἁγνὸν βίον προελομένων. Ἐπειδὴ δὲ χρὴ καὶ περὶ τῶν καθ’ ἕκαστον ἀκριβῶς διελέσθαι, ἀναγκαῖον ἂν εἴη δι’ ὀλίγων καταλιπεῖν καὶ περὶ τούτων ὑπόμνημα. Οἱ χωρισθέντες τοῦ κοινοῦ βίου, καὶ πρὸς τὴν θειοτέραν ζωὴν ἑαυτοὺς ἀσκοῦντες, μὴ ἐφ’ ἑαυτῶν, μηδὲ καταμόνας ἀσκείσθωσαν. Ἐμμάρτυρον γὰρ εἶναι προσήκει τὸν τοιοῦτον βίον, ὡς ἂν ἐκτὸς εἶναι πονηρᾶς ὑποψίας.
PG 31:875Καὶ ὥσπερ ὁ πνευματικὸς νόμος οὐκ ἐλάττονας εἶναι τῶν δέκα βούλεται τοὺς τὸ μυστικὸν πάσχα ἐσθίοντας· οὕτως χρὴ ἐνταῦθα πλεονάζειν μᾶλλον ἢ ἐλαττοῦσθαι τὴν δεκάδα τῶν τὴν πνευματικὴν πολιτείαν συνασκουμένων. Ἀρχηγὸς εἷς τῆς εὐσχημοσύνης τοῦ βίου προκαθεζέσθω, ἐν δοκιμασίᾳ βίου καὶ ἤθους καὶ πάσης κοσμίας ἀναστροφῆς τῶν λοιπῶν προκριθεὶς, συμπαραλαμβανομένης καὶ τῆς κατὰ τὸν χρόνον ἡλικίας πρὸς τὴν προτίμησιν. Αἰδεσιμώτερον γάρ πως ἐν τῇ φύσει τῶν ἀνθρώπων τὸ γεραρώτερον. Οὗτος δὲ τοσαύτην ἐξουσίαν ἐχέτω, ἑκουσίως τῆς ἀδελφότητος ἐν εὐπειθείᾳ μόνον καὶ ταπεινοφροσύνῃ ὑπακουούσης, ὥστε μὴ ἐξεῖναι μηδενὶ τῶν κατὰ τὴν συνοδίαν ἀντιβαίνειν τῷ βουλήματι αὐτοῦ, ἐν οἷς ὑφηγεῖταί τι τῶν εἰς εὐσχημοσύνην τε καὶ ἀκρίβειαν βίου συμβαλλομένων. Ἀλλ’ ὥσπερ φησὶν ὁ Ἀπόστολος, ταῖς ὑπὸ τοῦ Θεοῦ τεταγμέναις ἐξουσίαις μὴ ἀντιτάσσεσθαι (κρίνεσθαι γὰρ τοὺς ἀντιτασσομένους τῇ τοῦ Θεοῦ διαταγῇ)·
οὕτω καὶ ἐνταῦθα πεπεῖσθαι προσήκει τὴν λοιπὴν ἀδελφότητα, μὴ κατὰ τὸ αὐτόματον, ἀλλὰ κατὰ τὴν θείαν βούλησιν, τὴν τοιαύτην ἐξουσίαν τῷ ἐπιστατοῦντι δεδόσθαι, ὥστε ἀνεμπόδιστον γίνεσθαι τὴν κατὰ Θεὸν προκοπὴν, τοῦ μὲν ὑποτιθεμένου πᾶν ὅσον ψυχωφελές τε καὶ χρήσιμον, τῶν δὲ ἐν εὐπειθείᾳ τὰς ἀγαθὰς συμβουλίας δεχομένων. Ἐπεὶ οὖν προσήκει παντὶ τρόπῳ τῷ προεστῶτι εὐπειθῆ τε καὶ ὑποχείριον εἶναι τὴν συνοδίαν, πρὸ πάντων ἀναγκαῖόν ἐστι τοιοῦτον ἐκλέγεσθαι τὸν καθηγούμενον τῆς πολιτείας ταύτης, ὡς παντὸς ἀγαθοῦ ὑπόδειγμα τοῖς πρὸς αὐτὸν ἀποβλέπουσι τὸν ἐκείνου γίνεσθαι βίον· καὶ, ὥς φησιν ὁ Ἀπόστολος, νηφάλιον, σώφρονα, κόσμιον, διδακτικόν. Οὕτω μοι δοκεῖ δεῖν καὶ τὸν τούτου ἐξετάζειν βίον, μὴ μόνον εἰ τῷ χρόνῳ τὸ γηραιὸν ἔχοιεν (ἔστι γὰρ καὶ ἐν πολιᾷ καὶ ῥυτίδι νεωτερίζειν κατὰ τὸ ἦθος)· ἀλλὰ προηγουμένως, εἰ τὸ ἦθος καὶ ὁ τρόπος διὰ κοσμιότητος πεπολίωται, ὥστε πᾶν τὸ παρ’ αὐτοῦ λεγόμενόν τε καὶ γινόμενον ἀντὶ νόμου καὶ κανόνος τῇ συνοδίᾳ γίνεσθαι.
Ἐπίνοια δὲ τροφῆς πρέπει τοῖς ἐν τῷ τοιούτῳ βίῳ διάγουσιν, ἣν ὁ Ἀπόστολος ὑποτίθεται, ἵνα ἐργαζόμενοι ταῖς χερσὶν εὐσχημόνως τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι. Διατίθεσθαι δὲ προσήκει τὴν ἐργασίαν ἐπί τινος πρεσβύτου, ἐπὶ σεμνότητι βίου μαρτυρουμένου, ὃς καταλέξει τὰ ἔργα τῶν χειρῶν αὐτῶν πρὸς τὰς ἐπιζητουμένας χρείας, ὥστε καὶ τὴν ἐντολὴν κατορθοῦσθαι τὴν κελεύουσαν ἐν ἱδρῶτι καὶ πόνῳ τὴν τροφὴν πορίζειν, καὶ εὐσχημοσύνην ἀνεπίληπτον καὶ ἄμωμον μένειν, ἐν τῷ μηδεμίαν αὐτοῖς ἀνάγκην ἐγγίνεσθαι, διὰ τὸ τὴν τοῦ βίου χρείαν δημοσιεύεσθαι. Ἐγκρατείας δὲ ὁ κάλλιστος ὅρος καὶ κανὼν οὗτος ἔστω, τὸ μήτε πρὸς τρυφὴν, μήτε πρὸς κακοπάθειαν τῆς σαρκὸς βλέπειν, ἀλλὰ φεύγειν ἐν ἑκατέρῳ τὴν ἀμετρίαν, ἵνα μήτε πολυσαρκοῦσα ταράσσηται, μήτε, νοσώδης γενομένη, ἀδυνατῇ πρὸς τὴν τῶν ἐντολῶν ἐργασίαν. Ἴση γὰρ ἐξ ἑκατέρων ἡ βλάβη τῇ ψυχῇ προσγίνεται, καὶ τὸ ἀνυπότακτον εἶναι τὴν σάρκα, δι’ εὐεξίας ἀποσκιρτῶσαν εἰς ἀτόπους ὁρμὰς, καὶ ὅταν πάρετός τε καὶ ἐκλελυμένη καὶ ἀκίνητος ὑπὸ ἀλγηδόνων συνέχηται. Οὐ γὰρ ἄγει σχολὴν ἡ ψυχὴ, ἐν τῇ τοιαύτῃ τοῦ σώματος καταστάσει, πρὸς τὰ ἄνω βλέπειν ἐλευθερίως·
PG 31:877ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην πρὸς τὴν τῆς ὀδύνης αἴσθησιν ἀσχολεῖται καὶ ἐπικλίνεται, συνταπεινουμένη τῇ κακοπαθείᾳ τοῦ σώματος. Ἔστω τοίνυν ἡ χρῆσις τῇ χρείᾳ σύμμετρος, καὶ ὁ οἶνος μήτε βδελυκτὸς ἔστω, εἰ πρὸς θεραπείαν παραλαμβάνοιτο, μήτε σπουδαζέσθω χωρὶς ἀνάγκης· καὶ τὰ ἄλλα πάντα ὡσαύτως ταῖς χρείαις, μὴ ταῖς ἐπιθυμίαις ὑπηρετείτω τῶν ἀσκουμένων. Προσευχῆς καιρὸς ἔστω ἅπας ὁ βίος· μάλιστα δὲ ἐπειδὴ χρή τισι διαλείμμασι τὸ σύντονον τῆς ψαλμῳδίας καὶ τῆς γονυκλισίας διαναπαύειν, ἀκολουθητέον ταῖς παρὰ τῶν ἁγίων τετυπωμέναις εἰς προσευχὴν ὥραις. Φησὶ τοίνυν ὁ μέγας Δαβὶδ, ὅτι Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· ᾧ καὶ Παῦλος καὶ Σίλας ἀκολουθοῦντες εὑρίσκονται, κατὰ τὸ μεσονύκτιον ἐν τῷ δεσμωτηρίῳ τὸν Θεὸν αἰνοῦντες. Εἶτά φησιν ὁ αὐτὸς προφήτης· Ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας. Ἀλλὰ καὶ ἡ τοῦ ἁγίου Πνεύματος παρουσίᾳ κατὰ τὴν τρίτην γίνεται ὥραν, καθὼς ἐν ταῖς Πράξεσι μεμαθήκαμεν, ὅτε, διαχλευαζόντων ἐν τῇ ποικίλῃ τῶν γλωσσῶν ἐνεργείᾳ τῶν Φαρισαίων τοὺς μαθητὰς, φησὶν ὁ Πέτρος μὴ μεθύειν τοὺς ταῦτα λαλοῦντας· ὥρα γάρ ἐστι τρίτη.
Ἡ δὲ ἐνάτη τοῦ Δεσποτικοῦ πάθους ἐστὶ μνημόσυνον, τοῦ ὑπὲρ τῆς ἡμετέρας ζωῆς γενομένου. Ἀλλ’ ἐπειδή φησιν ὁ Δαβὶδ, ὅτι Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου, οἱ δὲ μνημονευθέντες τῆς προσευχῆς καιροὶ οὐ πληροῦσι τὴν ἑβδομάδα τῶν προσευχῶν, τὴν μεσημβρινὴν προσευχὴν διατμητέον· καὶ τὴν μὲν πρὸ τοῦ προσενέγκασθαι τὴν τροφὴν, τὴν δὲ μετὰ τὸ προσενέγκασθαι· ὥστε γενέσθαι καὶ ἡμῖν ἐν τύπῳ τὸ ἑπτάκις τῆς ἡμέρας αἰνεῖν τὸν Θεὸν κατὰ πᾶσαν τῆς ἡμέρας περίοδον. Αἱ εἴσοδοι τῶν ἀσκητηρίων ταῖς μὲν γυναιξὶν ἀποκεκλείσθωσαν· ἄνδρες δὲ μὴ πάντες εἰσίτωσαν, ἀλλ’ ὅσοι ἂν ὑπὸ τοῦ καθηγουμένου καταπιστευθῶσι τὴν εἴςοδον. Πολλάκις γὰρ ἡ ἀδιαφορία τοῦ εἰσιόντος ἀκαίρων λόγων καὶ ἀνωφελῶν διηγημάτων ἀκολουθίαν ταῖς καρδίαις ἐντίθησιν, εἰς ματαίας τε καὶ ἀνωφελεῖς διανοίας ἐκ τῶν ματαίων λόγων ἐμβάλλει. Καὶ διὰ τοῦτο νόμος ἔστω κοινὸς, μόνον ἐρωτᾶσθαι τὸν καθηγούμενον καὶ ἀποκρίνεσθαι ὑπὲρ ὧν προσήκει γενέσθαι τινὰ κατὰ ἀνάγκην λόγον·
PG 31:879τοὺς δὲ λοιποὺς μὴ ἀποκρίνεσθαι τοῖς ἀδολεσχοῦσιν ἐν ὁμιλίαις ματαίαις, ἵνα μὴ συγκαθελκυσθῇ πρὸς τὴν ἀργῶν ῥημάτων ἀκολουθίαν Ἀποθήκη δὲ τοῖς πᾶσιν ἔστω μία κοινὴ, καὶ μηδὲν ἴδιον ἑκάστῳ ὀνομαζέσθω· μὴ ἱμάτιον, μὴ ὑπόδημα, μὴ ἄλλο τι τῶν πρὸς τὴν ἀναγκαίαν χρείαν τοῦ σώματος. Ἀλλ’ ἐν τῇ ἐξουσίᾳ τοῦ καθηγουμένου ἡ χρῆσις. ἔστω, ἐκ τῶν κοινῶν τὸ κατάλληλον ἑκάστου χρησιμεύειν, κατὰ τὴν τοῦ προηγουμένου ὑφήγησιν. Ἐν δὲ τῇ κοινῇ ταύτῃ συσκηνίᾳ μερικὰς φιλίας καὶ ἑταιρείας ὁ τῆς ἀγάπης θεσμὸς οὐ συγχωρεῖ. Ἀνάγκη γὰρ πᾶσα τὰς ἐν μέρει γινομένας προσπαθείας εἰς πολλὰ βλάπτειν τὴν κοινὴν συμφωνίαν. Νῦν δὲ ἴσῳ τῷ μέτρῳ τῆς διαθέσεως πάντας προσήκει πρὸς ἀλλήλους βλέπειν, καὶ ἓν μέτρον τῆς ἀγάπης ἐπὶ παντὸς κρατεῖν τοῦ πληρώματος. Εἰ δέ τις εὑρεθῇ πλείονι σχέσει ἀγαπητικῶς ἔχων πρὸς μοναχὸν ἀδελφὸν, ἢ συγγενῆ, ἢ πρὸς ἄλλον τινὰ δι’ οἱανδήποτε πρόφασιν, ὡς τὸ κοινὸν ἀδικῶν, σωφρονιζέσθω. Ὁ γὰρ πλεονασμὸς τῆς διαθέσεως ἐπὶ τοῦ ἑνὸς προσώπου κατηγορίαν ἔχει τῆς ἐπὶ τῶν ἄλλων ἐλλείψεως πολλήν. Τὰ δὲ ἐπιτίμια τοῦ ἐπὶ πλημμελείᾳ τινὶ καταγνωσθέντος πρὸς τὸ μέτρον τοῦ ἁμαρτήματος ἔστω·
καὶ τὸ κωλυθῆναι συστῆναι εἰς ψαλμῳδίαν, καὶ τὸ μὴ παραδεχθῆναι εἰς εὐχῆς κοινωνίαν, καὶ τὸ ἀπόβλητον γενέσθαι εἰς τὴν τῆς τροφῆς μετουσίαν· ἐν ᾧ καὶ πρὸς τὴν ποσότητα τοῦ σφάλματος ὁρίσει τὸ ἐπιτίμιον τῷ ἐξαμαρτάνοντι ὁ ἐπιστατεῖν ταχθεὶς τῇ κοινῇ εὐταξίᾳ. Ἡ δὲ ὑπηρεσία γινέσθω τῇ κοινῇ συνοδίᾳ ἐκ περιόδου, δύο κατ’ ἀκολουθίαν ἐν ἑβδομάδι μιᾷ πᾶσαν τὴν ὑπὸ τῆς χρείας ἐπιζητουμένην σπουδὴν ἐκτελούντων, ἵνα καὶ ὁ μισθὸς τῆς ταπεινοφροσύνης κοινὸς ᾖ, καὶ μὴ ἐξῇ τινι μηδὲ ἐν τῷ καλῷ πλεονεκτεῖν τὴν συνοδίαν, καὶ ἡ ἀνάπαυσις ἐν τῷ ἴσῳ πᾶσιν ὑπάρχῃ. Τὸ γὰρ ἐν μέρει κοποῦσθαι, καὶ ἐν μέρει διαναπαύεσθαι, ἀνεπαίσθητον τοῖς κάμνουσι τὸν κόπον ποιεῖ. Ἐξουσίαν ἔχει ὁ προεστὼς τοῦ τάγματος, καὶ ἐπὶ ἀναγκαίας προόδους τοὺς κατὰ γνώμην προσάγειν, καὶ προςτάσσειν οἷς ἂν συμφέρῃ τὸ οἰκουρεῖν, καὶ ἐντὸς τοῦ οἴκου μένειν. Πολλάκις γὰρ τοῖς νέοις σώμασι, κἂν ὅτι μάλιστα ἡ ἐκ τῆς ἐγκρατείας κακοπάθεια σπουδάζηται, ἐπανθεῖ πως ἡ ἐκ τῆς ἡλικίας εὔχροια, καὶ ἀφορμὴ πάθους τοῖς ἐντυγχάνουσι γίνεται.
Εἰ οὖν τις νεάζοι κατὰ τὸ ἄνθος τοῦ σώματος, ἀφανῆ τὴν τοιαύτην ποιείτω εὐσχημοσύνην ὑποκρυπτόμενος, ἕως ἂν εἰς τὴν πρέπουσαν κατάστασιν τὸ φαινόμενον ἔλθῃ. Ὀργῆς, ἢ μνησικακίας, ἢ φθόνου, ἢ φιλονεικίας σημεῖον ἐν αὐτοῖς ἔστω μηδὲν, ἢ σχῆμα, ἢ κίνημα· μὴ ῥῆμα, μὴ βλέμματος ἔνστασις, ἢ προςώπου διάθεσις, ἢ εἴ τι ἄλλο ὑποκινεῖν πέφυκε πρὸς ὀργὴν τὸν συζῶντα. Εἰ δέ τίς τινι τούτων συνενεχθείη, τὸ προπεπονθέναι τι τῶν λυπούντων οὐχ ἱκανόν ἐστιν εἰς ἀπολογίαν τοῦ πλημμελήματος, ἐν ᾧ τις ἐνέχεται. Τὸ γὰρ κακὸν ἐν οἱῳδήποτε χρόνῳ τολμώμενον ἐπίσης ἐστὶ κακόν. Ὅρκος μὲν ἅπας ἐξοριζέσθω τοῦ καταλόγου τῶν ἀσκουμένων. Ἡ δὲ κατάνευσις τῆς κεφαλῆς, καὶ ἡ διὰ τῆς φωνῆς συγκατάθεσις ἀντὶ ὅρκου κρινέσθω, καὶ τῷ λέγοντι καὶ τῷ ἀκούοντι. Εἰ δέ τις ἀπιστήσειε τῇ ψιλῇ διαβεβαιώσει, κατηγορίαν τοῦ ἰδίου συνειδότος παρέχεται ὡς οὐ κατορθώσας ἀψευδὲς ἐν λόγῳ, καὶ διὰ τοῦτο ἐν τοῖς πλημμελοῦσι ταχθήσεται ὑπὸ τοῦ προκαθηγουμένου, καὶ ἐπιτιμίῳ θεραπεύοντι σωφρονισθήσεται.
PG 31:881Τῆς ἡμέρας παρελθούσης, καὶ παντὸς ἔργου εἰς πέρας ἐλθόντος, σωματικοῦ τε καὶ πνευματικοῦ, πρὸ τῆς ἀναπαύσεως ἀνακρίνεσθαι προςήκει τὸ συνειδὸς ἑκάστου ὑπὸ τῆς ἰδίας καρδίας. Καὶ εἴ τι γέγονε παρὰ τὸ δέον, ἢ ἐνθύμημα τῶν ἀπηγορευμένων, ἢ λόγος ἔξω τοῦ καθήκοντος, ἢ περὶ τὴν προςευχὴν ῥᾳθυμία, ἢ ἀκηδιασμὸς τῆς ψαλμῳδίας, ἢ τοῦ κοινοῦ βίου ἐπιθυμία, μὴ ἐπικρυπτέσθω τὸ πλημμέλημα, ἀλλὰ τῷ κοινῷ ἐξαγγελλέτω, ὡς ἂν διὰ κοινῆς προσευχῆς θεραπευθῇ τὸ πάθος τοῦ συνενεχθέντος τῷ τοιούτῳ κακῷ.
Continue reading PG 31: Prologus 5 (sermo asceticus) Dub. →≣ entire volume