PG 31Basil the Great
Prologue 8 (On the Faith)
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 31:676ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΠΙΣΤΕΩΣ. Θεοῦ τοῦ ἀγαθοῦ χάριτι τὸ ἐπίταγμα τῆς ὑμετέρας εὐλαβείας καταμαθὼν ἄξιον τῆς ἐν Χριστῷ πρὸς τὸν Θεὸν ἀγάπης, ἐν ᾧ τῆς εὐσεβοῦς πίστεως ἔγγραφον ἐπεζητήσατε παρ’ ἡμῶν ὁμολογίαν, τὰ μὲν πρῶτα ἐπαισθανόμενος τῆς ἑαυτοῦ ταπεινώσεως καὶ ἀσθενείας, ὤκνουν πρὸς τὴν ἀπόκρισιν· ὡς δὲ ἐμνημόνευσα τοῦ Ἀποστόλου εἰπόντος, Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ· καὶ πάλιν, Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· οὐκ ἀκίνδυνον ἡγησάμην τὸ ἀντειπεῖν μὲν ὑμῖν, σιωπῆσαι δὲ τὴν σωτήριον ὁμολογίαν, πεποίθησιν ἔχων διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεὸν, ὡς γέγραπται· Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν λογίσασθαί τι, ὡς ἐξ ἑαυτῶν· ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, τοῦ τότε μὲν ἐκείνους, νῦν δὲ καὶ ἡμᾶς, καὶ τοῦτο δι’ ὑμᾶς, ἱκανώσαντος γενέσθαι διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος. Διακόνου δὲ πιστοῦ ἴδιον ἴστε πάντως καὶ αὐτοὶ τὸ, ἅπερ ἂν εἰς τοὺς συνδούλους οἰκονομῆσαι παρὰ τοῦ ἀγαθοῦ Δεσπότου πιστευθῇ, ταῦτα διασῶσαι τούτοις ἀνοθεύτως καὶ ἀκαπηλεύτως.
PG 31:677Ὥστε κἀγὼ, ἅπερ ἔμαθον ἐκ τῆς θεοπνεύστου Γραφῆς, ταῦτα ὑμῖν παραθέσθαι κατὰ τὸ ἀρέσκον Θεῷ, πρὸς τὸ κοινῇ συμφέρον ὀφειλέτης εἰμί. Εἰ γὰρ αὐτὸς ὁ Κύριος, ἐν ᾧ εὐδόκησεν ὁ Πατὴρ, Ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι, ὁ πᾶσαν μὲν τὴν ἐξουσίαν, πᾶσαν δὲ τὴν κρίσιν λαβὼν παρὰ τοῦ Πατρὸς, Ἐντολὴν ἔδωκέ μοι, φησὶ, τί εἴπω, καὶ τί λαλήσω· καὶ πάλιν· Ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέ μοι ὁ Πατὴρ, οὕτω λαλῶ· καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀφ’ ἑαυτοῦ οὐ λαλεῖ, ἀλλ’ ὅσα ἂν ἀκούσῃ παρ’ αὐτοῦ, ταῦτα λαλεῖ· πόσῳ μᾶλλον ἡμῖν εὐσεβές τε ὁμοῦ καὶ ἀσφαλὲς τοῦτο φρονεῖν καὶ ποιεῖν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ἕως μὲν οὖν ἀγωνίζεσθαι πρὸς τὰς ἐπανισταμένας κατὰ καιρὸν αἱρέσεις ἐχρῆν, ἑπόμενος τοῖς προειληφόσιν, ἀκόλουθον ἡγούμην τῇ διαφορᾷ τῆς ἐπισπειρομένης ὑπὸ τοῦ διαβόλου ἀσεβείας, ταῖς ἀντιθέτοις φωναῖς κωλύειν, ἢ καὶ ἀνατρέπειν τὰς ἐπαγομένας βλασφημίας, καὶ ἄλλοτε ἄλλαις, ὡς ἂν ἡ χρεία τῶν νοσούντων κατηνάγκασε, καὶ ταύταις πολλάκις ἀγράφοις μὲν, ὅμως δ’ οὖν οὐκ ἀπεξενωμέναις τῆς κατὰ τὴν Γραφὴν εὐσεβοῦς διανοίας·
τοῦ Ἀποστόλου πολλάκις καὶ Ἑλληνικοῖς ῥήμασι χρήσασθαι μὴ παραιτησαμένου πρὸς τὸν ἴδιον σκοπόν. Νῦν δὲ πρὸς τὸν κοινὸν ἡμῶν τε καὶ ὑμῶν σκοπὸν ἁρμόζον ἐλογισάμην ἐν ἁπλότητι τῆς ὑγιαινούσης πίστεως τὸ ἐπίταγμα τῆς ὑμετέρας ἐν Χριστῷ ἀγάπης πληρῶσαι, εἰπὼν ἃ ἐδιδάχθην παρὰ τῆς θεοπνεύστου Γραφῆς· φειδόμενος μὲν καὶ τῶν ὀνομάτων, καὶ ῥημάτων ἐκείνων, ἃ λέξεσι μὲν αὐταῖς οὐκ ἐμφέρεται τῇ θείᾳ Γραφῇ, διάνοιάν γε μὴν τὴν ἐκείνην ἐγκειμένην τῇ Γραφῇ διασώζει· ὅσα δὲ πρὸς τῷ ξένῳ τῆς λέξεως ἔτι καὶ τὸν νοῦν ξένον ἡμῖν ἐπεισάγει, καὶ ἃ οὐκ ἔστιν ὑπὸ τῶν ἁγίων κηρυσσόμενα εὑρεῖν, ταῦτα ὡς ξένα καὶ ἀλλότρια τῆς εὐσεβοῦς πίστεως παντάπασι παραιτούμενος. Πίστις μὲν οὖν ἐστι συγκατάθεσις ἀδιάκριτος τῶν ἀκουσθέντων ἐν πληροφορίᾳ τῆς ἀληθείας τῶν κηρυχθέντων Θεοῦ χάριτι, ἥντινα ἐπεδείξατο μαρτυρηθεὶς Ἀβραὰμ, ὅτι Οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ’ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς ὅτι, ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι.
PG 31:679Εἰ δὲ Πιστὸς μὲν ὁ Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, Πισταὶ δὲ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι, φανερὰ ἔκπτωσις πίστεως καὶ ὑπερηφανίας κατηγορία, ἢ ἀθετεῖν τι τῶν γεγραμμένων, ἢ ἐπεισάγειν τῶν μὴ γεγραμμένων, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει· καὶ πρὸ τούτου δὲ εἰρηκότος· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ· ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν· καὶ τοῦ Ἀποστόλου ἐν ὑποδείγματι ἀνθρωπίνῳ σφοδρότερον ἀπαγορεύοντος τὸ προσθεῖναι ἢ ὑφελεῖν τι ἐν ταῖς θεοπνεύστοις Γραφαῖς, δι’ ὧν φησιν· Ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσσεται. Πᾶσαν μὲν οὖν ἀλλοτρίαν τῆς τοῦ Κυρίου διδασκαλίας φωνὴν καὶ ἔννοιαν οὕτως ἡμεῖς πάντοτε καὶ νῦν ἀποφεύγειν ἐγνώκαμεν, καὶ τοῦ σκοποῦ δὲ, ὡς προεῖπον, τοῦ νῦν ἡμῖν τε καὶ ὑμῖν προκειμένου, καταπολὺ διαφέροντος τῶν ὑποθέσεων ἐκείνων, ὑφ’ ὧν ἄλλοτε ἄλλως ἐπὶ τὸ γράψαι τι ἢ εἰπεῖν προήχθημεν.
Διότι τότε μὲν αἱρέσεως ἔλεγχος καὶ ἀνατροπὴ τῆς τοῦ διαβόλου μεθοδείας ἐσπουδάζετο, νῦν δὲ τῆς ὑγιαινούσης πίστεως ὁμολογία τε καὶ φανέρωσις ἁπλῆ πρόκειται. Οὐκοῦν οὔτε τοῦ λόγου χαρακτὴρ ὁ αὐτὸς ἡμῖν καὶ νῦν ἁρμόζει. Ὡς γὰρ οὐκ ἂν λάβοι μετὰ χεῖρας ἄνθρωπος σκεύη τὰ αὐτὰ πολεμῶν καὶ γεωργῶν (ἄλλα γὰρ σκεύη τῶν ἐν ἀδείᾳ τὰ πρὸς τὸ ζῇν ἑαυτοῖς ἐκπονούντων, ἄλλαι δὲ πανοπλίαι τῶν ἐν πολέμῳ παρατασσομένων), οὕτως οὐκ ἂν εἴποι τὰ αὐτὰ ὁ παρακαλῶν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. καὶ ὁ τοὺς ἀντιλέγοντας ἐλέγχων. Ἄλλο γὰρ εἶδος λόγου ἐλεγκτικοῦ, καὶ ἄλλο εἶδος λόγου παρακλητικοῦ. Ἄλλη ἁπλότης τῶν ἐν εἰρήνῃ τὴν εὐσέβειαν ὁμολογούντων, καὶ ἄλλοι ἱδρῶτες τῶν πρὸς τὰς ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως ἱσταμένων.
Ὥστε ἂν τούτῳ τῷ τρόπῳ καὶ ἡμεῖς οἰκονομοῦντες τοὺς λόγους ἡμῶν ἐν κρίσει, πανταχοῦ τοῖς πρὸς τὴν φυλακὴν ἢ οἰκοδομὴν τῆς πίστεως ἀκολούθως χρησαίμεθα, ποτὲ μὲν τοῖς ἐν μεθοδείᾳ τοῦ διαβόλου καταλύειν πειρωμένοις αὐτὴν ἀγωνιστικώτερον ἀνθιστάμενοι, ποτὲ δὲ τοῖς οἰκοδομεῖσθαι βουλομένοις ἐν αὐτῇ ἁπλοϊκώτερον καὶ οἰκειότερον αὐτὴν ἐξηγούμενοι, καὶ οὐδὲν ἄλλο ποιοῦντες ἢ ἐκεῖνο τὸ παρὰ τοῦ Ἀποστόλου εἰρημένον· Εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκριθῆναι. Πρὶν δὲ ἐλθεῖν ἐπ’ αὐτὴν τὴν τῆς πίστεως ὁμολογίαν, κἀκεῖνο ἐπισημήνασθαι ἄξιον· ὅτι τὴν τοῦ Θεοῦ μεγαλειότητα καὶ δόξαν, καὶ λόγῳ ἀπερίληπτον οὖσαν, καὶ νῷ ἀκατάληπτον, ἑνὶ μὲν ῥήματι ἢ νοήματι οὔτε δηλωθῆναι, οὔτε νοηθῆναι οἷόν τε ἦν· διὰ πλειόνων δὲ τῶν ἐνστρεφομένων τῇ ἡμετέρᾳ χρήσει ἡ θεόπνευστος Γραφὴ μόλις τοῖς καθαροῖς τῇ καρδίᾳ, ὡς δι’ ἐσόπτρου, ᾐνίξατο. Τὸ μὲν γὰρ πρόσωπον πρὸς πρόσωπον, καὶ ἡ τελεία ἐπίγνωσις ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἀξίοις ἀποδοθῆναι ἐπήγγελται·
PG 31:681νῦν δὲ, κἂν Παῦλός τις ᾖ, κἂν Πέτρος, βλέπει μὲν ἀληθῶς ἃ βλέπει, καὶ οὐ πλανᾶται, οὐδὲ φαντάζεται, δι’ ἐσόπτρου δὲ ὅμως βλέπει, καὶ ἐν αἰνίγματι, καὶ τὸ ἐκ μέρους νῦν εὐχαρίστως δεχόμενος, τὸ τέλειον εἰς τὸ μέλλον περιχαρῶς ἀπεκδέχεται. Ὅπερ πιστοῦται μὲν ὁ ἀπόστολος Παῦλος, τῷ τοιούτῳ τινὶ τρόπῳ κατασκευάζων τὸν λόγον, ὅτι Ὥσπερ, Ὅτε μὲν ἤμην νήπιος, ἄρτι τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ ἐκμανθάνων, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ ἐπείγομαι φθάσαι, τὰ τοῦ νηπίου κατήργηκα. Καὶ τοσαύτην ἔσχον ἐν τῇ τῶν θείων καταλήψει τὴν προκοπὴν καὶ βελτίωσιν, ὥστε τὴν μὲν ἐν τῇ Ἰουδαϊκῇ λατρείᾳ ἐπίγνωσιν νηπίας φρενὸς ἐοικέναι κινήμασιν, ἀνδρὶ δὲ ἤδη τὰ πάντα τελείῳ προσήκουσαν τὴν διὰ τοῦ Εὐαγγελίου γνῶσιν.
Οὕτως ἐν συγκρίσει τῆς ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἀξίοις ἀποκαλυφθησομένης γνώσεως, καὶ τὸ δοκοῦν νῦν ἐν τῇ γνώσει τέλειον βραχύ τι καὶ ἀμυδρότερον τοσοῦτον, ὡς πλέον ἀπολιμπάνεσθαι τῆς ἐν τῷ μέλλοντι αἰῶνι τρανότητος, ἢ ὅσον ἀπολιμπάνεται τοῦ πρόσωπον πρὸς πρόσωπον τὸ δι’ ἐσόπτρου βλέπειν καὶ ἐν αἰνίγματι. Συνιστῶσι δὲ τοῦτο καὶ οἱ περὶ τὸν μακάριον Πέτρον καὶ Ἰωάννην μαθηταὶ τοῦ Κυρίου, τῇ κατὰ τὸν παρόντα βίον ἀεὶ πρὸς τὸ μεῖζον ἐπιδόσει καὶ προκοπῇ τὸ ὑπερβάλλον τῆς ἐν τῷ μέλλοντι τηρουμένης αἰῶνι γνώσεως οὐκ ἔλαττον καὶ αὐτοὶ πιστούμενοι. Οἵτινες, μετὰ τὸ ἄξιοι φανῆναι τῆς παρὰ τοῦ Κυρίου ἐκλογῆς, τῆς σὺν αὐτῷ διαγωγῆς, τῆς παρ’ αὐτοῦ ἀποστολῆς, τῆς τῶν πνευματικῶν χαρισμάτων διανομῆς, μετὰ τὸ ἀκοῦσαι· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, μετὰ τὴν τοιαύτην γνῶσιν, μετὰ τὴν ἀποκάλυψιν τῶν τοῖς λοιποῖς ἀποῤῥήτων, ὅμως ὕστερόν ποτε, περὶ αὐτὸ λοιπὸν τοῦ Κυρίου τὸ πάθος, ἀκούουσιν· Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι.
PG 31:682Ἐκ τούτων καὶ τῶν τοιούτων μανθάνομεν, ὅτι τοσοῦτον μὲν οἶδεν ἡ θεόπνευστος Γραφὴ τῆς ἐπιγνώσεως τὸ ἀπέραντον, τοσοῦτον δὲ τῆς ἀνθρωπίνης φύσεως τὸ τῶν θείων μυστηρίων ἐν τῷ παρόντι ἀνέφικτον, ἀεὶ μὲν κατὰ προκοπὴν ἑκάστῳ προςτιθεμένου τοῦ πλείονος, ἀεὶ δὲ τοῦ πρὸς ἀξίαν ἀπολιμπανομένου ἁπάντων, ἄχρις ἂν ἔλθῃ τὸ τέλειον, ὅτε τὸ ἐκ μέρους καταργηθήσεται· οὐκοῦν οὔτε ἑνὸς ὀνόματος ἀρκοῦντος πάσας ὁμοῦ δηλῶσαι τὰς τοῦ Θεοῦ δόξας, οὔτε ἑκάστου ἐξ ὁλοκλήρου ἀκινδύνως παραλαμβανομένου. Ἄν τε γὰρ εἴπῃ τις, Θεὸς, οὐκ ἐδήλωσε τὸ, Πατήρ· τῷ δὲ, Πατὴρ, λείπει τὸ, κτίστης. Τούτοις δὲ πάλιν χρεία ἀγαθότητος, σοφίας, δυνάμεως, καὶ τῶν λοιπῶν τῶν φερομένων ἐν τῇ ἁγίᾳ Γραφῇ. Πάλιν δὲ τὸ, Πατὴρ, ὁλόκληρον κατὰ τὴν ἡμετέραν χρῆσιν, ἐὰν ἐκλάβωμεν ἐπὶ Θεοῦ, ἀσεβοῦμεν· πάθος γὰρ καὶ ἀπόῤῥοιαν, καὶ ἄγνοιαν, καὶ ἀσθένειαν, καὶ ὅσα τοιαῦτα ἐπιφημίζει. Ὁμοίως δὲ καὶ τὸ, κτίστης. Ἐφ’ ἡμῶν γὰρ χρεία χρόνου, ὕλης, σκευῶν, βοηθείας· ὧν ἁπάντων καθαρεύειν δεῖ τὴν εὐσεβῆ περὶ Θεοῦ δόξαν, ὡς δυνατὸν ἀνθρώπῳ.
PG 31:684Τοῦ γὰρ πρὸς ἀξίαν, ὡς ἔφην, κἂν εἰ πᾶσαι μὲν διάνοιαι πρὸς τὴν ἔρευναν συναφθεῖεν, πᾶσαι δὲ γλῶσσαι πρὸς τὴν ἐπαγγελίαν συνδράμοιεν, οὐδέποτε ἄν τις ἐφίκοιτο. Ταύτην δὲ ἡμῖν τὴν ἔννοιαν σαφῶς παρίστησι καὶ ὁ σοφώτατος Σολομὼν λέγων· Εἶπα· Σοφισθήσομαι· καὶ αὕτη ἐμακρύνθη ἀπ’ ἐμοῦ μακρὰν, ὑπὲρ ὃ ἦν· οὐ τῷ φεύγειν, ἀλλὰ τῷ ἐκείνοις μάλιστα φανεροῦσθαι αὐτῆς τὸ ἀκατάληπτον, οἷς Θεοῦ χάριτι περισσοτέρως προσγέγονεν ἡ γνῶσις. Ἡ μὲν οὖν θεόπνευστος Γραφὴ πλείοσιν ὀνόμασιν ἀναγκαίως χρῆται καὶ ῥήμασιν εἰς μερικήν τινα, καὶ ταύτην αἰνιγματώδη, τῆς θείας δόξης παράστασιν. Ἡμῖν δὲ πάντα μὲν τὰ πανταχοῦ ὑπὸ τῆς θεοπνεύστου Γραφῆς περί τε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος εἰρημένα τὸ παρὸν ἀναλέγειν οὔτε δύναμις, οὔτε σχολὴ, διὰ τὸ κατεπείγειν ὑμᾶς· ὀλίγα δὲ ἐκ πάντων παραθέμενοι, ἀρκεῖν ἡγούμεθα καὶ ταῦτα τῇ ὑμετέρᾳ συνειδήσει, πρός τε τὴν τοῦ ἡμετέρου ἐκ τῶν Γραφῶν φρονήματος φανέρωσιν, καὶ τὴν ὑμῶν αὐτῶν καὶ τῶν βουλομένων ἐφ’ ἡμῖν πληροφορίαν. Ὡς γὰρ τὰ πολλὰ μίαν ἡμῖν τὴν εὐσεβῆ ἔννοιαν ἐξαγγέλλει, οὕτω καὶ ἐκ τῶν ὀλίγων ὁ εὐγνώμων, οἶμαι, τὸ ἐν πᾶσιν εὐσεβὲς ἐπιγινώσκει.
Πιστεύομεν τοίνυν καὶ ὁμολογοῦμεν ἕνα μόνον ἀληθινὸν καὶ ἀγαθὸν Θεὸν, καὶ Πατέρα παντοκράτορα, ἐξ οὗ τὰ πάντα· τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ. Καὶ ἕνα τὸν μονογενῆ αὐτοῦ Υἱὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν, μόνον ἀληθινὸν, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ ἐν ᾧ τὰ πάντα συνέστηκεν· ὃς ἐν ἀρχῇ ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν· καὶ μετὰ ταῦτα, κατὰ τὴν Γραφὴν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, καὶ διὰ τῆς ἐκ Παρθένου γεννήσεως μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, πάντα τὰ εἰς αὐτὸν καὶ περὶ αὐτοῦ γεγραμμένα ἐπλήρωσε κατὰ τὴν ἐντολὴν τοῦ Πατρὸς, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθεὶς ἐκ νεκρῶν, κατὰ τὰς Γραφὰς, ὤφθη τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς, καὶ τοῖς λοιποῖς, ὡς γέγραπται· ἀνέβη τε εἰς οὐρανοὺς καὶ κάθηται ἐν δεξιᾷ τοῦ Πατρός· ὅθεν ἔρχεται ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου ἀναστῆσαι πάντας, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ·
PG 31:686ὅτε οἱ μὲν δίκαιοι προσληφθήσονται εἰς ζωὴν αἰώνιον καὶ βασιλείαν οὐρανῶν, οἱ δὲ ἁμαρτωλοὶ κατακριθήσονται εἰς κόλασιν αἰώνιον, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. Καὶ ἓν μόνον Πνεῦμα ἅγιον, τὸ Παράκλητον, ἐν ᾧ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώσεως· τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ Πνεῦμα τῆς υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πατήρ· τὸ διαιροῦν καὶ ἐνεργοῦν τὰ παρὰ τοῦ Θεοῦ χαρίσματα ἑκάστῳ πρὸς τὸ συμφέρον, καθὼς βούλεται· τὸ διδάσκον καὶ ὑπομιμνῆσκον πάντα, ὅσα ἂν ἀκούῃ παρὰ τοῦ Υἱοῦ· τὸ ἀγαθὸν, τὸ ὁδηγοῦν εἰς πᾶσαν τὴν ἀλήθειαν, καὶ στηρίζον πάντας τοὺς πιστεύοντας πρός τε γνῶσιν ἀσφαλῆ, καὶ ὁμολογίαν ἀκριβῆ, καὶ λατρείαν εὐσεβῆ, καὶ προσκύνησιν πνευματικὴν καὶ ἀληθῆ Θεοῦ Πατρὸς καὶ τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἑαυτοῦ· ἑκάστου ὀνόματος τὴν τοῦ ὀνομαζομένου ἰδιότητα σαφῶς ἡμῖν διευκρινοῦντος, καὶ περὶ ἑκάστου τῶν ὀνομαζομένων πάντως τινῶν ἐξαιρέτων ἰδιωμάτων εὐσεβῶς θεωρουμένων, τοῦ μὲν Πατρὸς ἐν τῷ ἰδιώματι τοῦ Πατρὸς, τοῦ δὲ Υἱοῦ ἐν τῷ ἰδιώματι τοῦ Υἱοῦ, τοῦ δὲ ἁγίου Πνεύματος ἐν τῷ οἰκείῳ ἰδιώματι·
μήτε τοῦ ἁγίου Πνεύματος ἀφ’ ἑαυτοῦ λαλοῦντος, μήτε τοῦ Υἱοῦ ἀφ’ ἑαυτοῦ τι ποιοῦντος· καὶ τοῦ μὲν Πατρὸς πέμποντος τὸν Υἱὸν, τοῦ δὲ Υἱοῦ πέμποντος τὸ ἅγιον Πνεῦμα. Οὕτως φρονοῦμεν, καὶ οὕτως βαπτίζομεν εἰς Τριάδα ὁμοούσιον, κατὰ τὴν ἐντολὴν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Ἅπερ τηροῦντες μὲν, τὴν εἰς αὐτὸν ἀγάπην ἐπιδεικνύμεθα, καὶ ἐν αὐτῇ μένειν καταξιούμεθα, καθὼς γέγραπται· μὴ τηροῦντες δὲ, ἐναντίως ἔχοντες ἐλεγχόμεθα. Ὁ μὴ ἀγαπῶν με, γάρ φησιν ὁ Κύριος, τοὺς λόγους μου οὐ τηρεῖ· καὶ πάλιν· Ὁ ἔχων τὰς ἐντολάς μου, καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. Θαυμάζω δὲ περισσοτέρως, ὅτι, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς· καὶ πάλιν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε μετ’ ἀλλήλων·
PG 31:688ὅθεν ὁ Ἀπόστολος, ἐν πᾶσι τὸ τῆς ἀγάπης ἀναγκαῖον δεικνὺς, διαμαρτύρεται λέγων· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον· κἂν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι· καὶ μετ’ ὀλίγα· Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται, καὶ τὰ ἑξῆς, οἷς ἐπιφέρει· Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη· τούτων καὶ τῶν τοιούτων οὕτως ὑπό τε τοῦ Κυρίου καὶ τοῦ Ἀποστόλου διωρισμένων, θαυμάζων φημὶ, πῶς περὶ μὲν τὰ καταργούμενα καὶ παυόμενα τοσαύτην ἔχουσιν οἱ ἄνθρωποι σπουδὴν καὶ πτόησιν, περὶ δὲ τὰ μένοντα, καὶ μάλιστα τὴν μείζω πάντων ἀγάπην, τὴν χαρακτηρίζουσαν τὸν Χριστιανὸν, οὐ μόνον αὐτοὶ φροντίδα οὐδεμίαν ποιοῦνται, ἀλλὰ καὶ τοῖς ἐσπουδακόσιν ἐναντιοῦνται, καὶ μαχόμενοι πληροῦσι τὸ εἰρημένον· Οὔτε αὐτοὶ εἰσέρχονται, καὶ τοὺς εἰςερχομένους κωλύουσιν εἰσελθεῖν.
PG 31:690Διόπερ παρακαλῶ καὶ δέομαι, παυσαμένους τῆς περιέργου ζητήσεως καὶ ἀπρεποῦς λογομαχίας, ἀρκεῖσθαι τοῖς ὑπὸ τῶν ἁγίων καὶ αὐτοῦ τοῦ Κυρίου εἰρημένοις, ἄξια δὲ τῆς ἐπουρανίου κλήσεως φρονεῖν· καὶ ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθαι, ἐπ’ ἐλπίδι τῆς αἰωνίου ζωῆς, καὶ ἐπουρανίου βασιλείας, τῆς ἡτοιμασμένης πᾶσι τοῖς φυλάσσουσι τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ Πατρὸς, τὰς κατὰ τὸ Εὐαγγέλιον τοῦ μακαρίου Θεοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ἐν Πνεύματι ἁγίῳ καὶ ἀληθείᾳ.
Ταῦτα ὑπομνησθέντες παρὰ τῆς ὑμετέρας εὐλαβείας ὑπαγορεῦσαι ἐν τοῖς τελευταίοις, καὶ τὸ ἑαυτῶν φρόνημα φανερὸν ποιῆσαι ὑμῖν τε καὶ δι’ ὑμῶν τοῖς ἐν Χριστῷ ἀδελφοῖς, εἰς πληροφορίαν ὑμῶν τε καὶ αὐτῶν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀναγκαῖον καὶ ἡμῖν ἐπιβάλλον ἡγησάμεθα πρὸς τὸ μηδαμῶς περιφέρεσθαί τινων τὸν νοῦν ἐν τῇ διαφορᾷ τῶν ἄλλοτε μὲν ἄλλως παρ’ ἡμῶν ἐκτεθέντων, ἀεὶ δὲ πρὸς τὴν ἐπεισαγομένην παρὰ τῶν ἀντιδιατιθεμένων τῇ ἀληθείᾳ ὑπόθεσιν ἀναγκαζομένων ἡμῶν ἐνίστασθαι, μήτε μὴν διασαλεύεσθαί τινας ἐν τῇ ἐναντιότητι τῶν ἐν ἡμῖν τὰ ἀλλότρια ἐπιφημίζειν θελόντων, ἢ καὶ τὰ ἴδια πάθη πολλάκις ἐπὶ τὸ συναρπάσαι τοὺς ἁπλουστέρους τοῦ ἡμετέρου φρονήματος καταψευδομένων· οὓς καὶ ὑμῖν φυλάξασθαι, ὡς ἀλλοτρίους τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς πίστεώς τε καὶ ἀγάπης, ἀναγκαῖον· μεμνῆσθαι δὲ τοῦ Ἀποστόλου εἰπόντος· Ἀλλὰ καὶ ἐὰν ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω· ἵνα τηροῦντες κἀκεῖνο τὸ, Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν·
καὶ τὸ, Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ’ ἡμῶν, στοιχῶμεν τῷ κανόνι τῶν ἁγίων, ὡς Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ. Ὁ δὲ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Πιστὸς ὁ Θεὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρήσωμεν, χάριτι τοῦ Χριστοῦ ἐν Πνεύματι ἁγίῳ. Τὰ περὶ τῆς ὑγιαινούσης πίστεως ἐν τοῖς πρὸ τούτων αὐτάρκως εἰρῆσθαι πρὸς τὸ παρὸν λογιζόμενοι, ἐντεῦθεν τὴν περὶ τῶν ἠθικῶν ἐπαγγελίαν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πληρῶσαι σπουδάσωμεν. Ὅσα τοίνυν εὑρίσκομεν κατὰ τὴν Καινὴν τέως Διαθήκην σποράδην ἀπηγορευμένα ἢ ἐγκεκριμένα, ταῦτα, κατὰ τὸ δυνατὸν ἡμῖν, εἰς ὅρους κεφαλαιώδεις πρὸς τὸ εὔληπτον τοῖς βουλομένοις ἐσπουδάσαμεν συναγαγεῖν·
παραθέντες ἑκάστῳ ὅρῳ καὶ τὸν ἀριθμὸν τῶν ἐμπεριειλημμένων αὐτῷ γραφικῶν κεφαλαίων, εἴτε ἐκ τοῦ Εὐαγγελίου, εἴτε ἐκ τοῦ Ἀποστόλου, ἢ τῶν Πράξεων· ἵνα ὁ ἀναγνοὺς τὸν ὅρον, καὶ ἰδὼν παρακείμενον αὐτῷ τὸν πρῶτον, εἰ τύχοι, ἢ τὸν δεύτερον ἀριθμὸν, εἶτα ἀναλαβὼν αὐτὴν τὴν Γραφὴν, καὶ ἀναζητήσας τὸ κεφάλαιον τοῦ προειρημένου ἀριθμοῦ, οὕτως εὕρῃ τὴν μαρτυρίαν πρὸς ἣν ὁ ὅρος πεποίηται. Ἐβουλόμην μὲν οὖν τὰ πρῶτα καὶ ἐκ τῆς Παλαιᾶς Διαθήκης τὰ πρὸς ἕκαστον τῶν ἐν τῇ Καινῇ συμφώνως εἰρημένα παραθεῖναι τοῖς ὅροις· ἐπειδὴ δὲ κατήπειγεν ἡ χρεία, τῶν ἐν Χριστῷ ἀδελφῶν νῦν μάλιστα σπουδαιότερον ἀπαιτησάντων ἡμᾶς τὰ πάλαι ἐπηγγελμένα, ἐμνημόνευσα τοῦ εἰπόντος· Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Ὥστε ἔξεστι τῷ βουλομένῳ ἀφορμὴν αὐτάρκη ἐκ τῶν παρακειμένων εἰληφότι ἀναλαβεῖν τὴν Παλαιὰν Διαθήκην, καὶ γνωρίσαι ἀφ’ ἑαυτοῦ τὴν ἐν πάσαις ταῖς θεοπνεύστοις Γραφαῖς συμφωνίαν, ἄλλως τε καὶ μιᾶς φωνῆς ἀρκούσης τοῖς πιστοῖς καὶ πεπληροφορημένοις τὴν ἀλήθειαν τῶν τοῦ Κυρίου ῥημάτων. Διὸ καὶ τὰ ἐν τῇ Καινῇ Διαθήκῃ οὐ πάντα, ὀλίγα δὲ ἐκ πάντων παραθέσθαι αὔταρκες ἐλογισάμην.
Page scan enlarged

Notebook

Full View