PG 31Basil the Great
Penalties for Delinquent Monks (24 Penances) [Doubtful]
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 31:1305ΕΠΙΤΙΜΙΑ. α Εἴ τις ὑγιαίνων τῷ σώματι ἀμελοίη τῶν προςευχῶν, ἢ τῆς ἐκμαθήσεως τῶν ψαλμῶν, προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις, οὗτος ἀφοριζέσθω, ἢ νηστευέτω ἑβδομάδα μίαν. β Εἴ τις ἐλέγχοιτο ἐπὶ πταίσματι μετὰ ἀγάπης, καὶ μὴ καταδέχοιτο τὸν ἔλεγχον, μετὰ πάσης εὐλαβείας παρακαλῶν, καὶ αἰτῶν συγγνώμην ἐφ’ οἷς ἐπλημμέλησε, καὶ αὐτὸς ἀφοριζέσθω ἑβδομάδα μίαν. γ Εἴ τις συγγνῷ τινι ἁμάρτημα, καὶ μὴ διορθώσεται αὐτὸν, ἢ ἐλέγξει ἐν εἰρήνῃ μετὰ ἀγάπης τῆς ἐν Χριστῷ, ἀλλ’ ἐν λύπῃ, ὡς θριαμβεύων μᾶλλον τὸν ἀδελφὸν, ἢ θεραπεύων τὸν αἴτιον τῆς ἁμαρτίας, καὶ αὐτὸς συναφοριζέσθω τῷ ἐλεγχομένῳ ἐπὶ τῷ ἁμαρτήματι ἑβδομάδας δύο, ἐπειδὴ ὡς ἐχθρὸς, καὶ οὐχ ὡς ἀδελφὸς ἤλεγξεν. δ Εἴ τις ὑβρίζει ἢ ἀντιλέγει, ἐπιτασσόμενος παρὰ ἀδελφοῦ τὰ κατὰ δύναμιν, καὶ μὴ ὑπακούει μετὰ πάσης τῆς ἐν Χριστῷ χαρᾶς, ὡς πληροφορῶν αὐτὸν, ὁμοίως ἀφοριζέσθω ἑβδομάδα μίαν. ε Εἴ τις ἀργολογοίη ἢ εὐτραπελεύοιτο, μὴ φυλάςσων μετὰ φόβου καὶ τρόμου τὴν διδασκαλίαν τοῦ μακαρίου Ἀποστόλου καὶ τῶν Εὐαγγελίων, καὶ αὐτὸς ἀφοριζέσθω ἑβδομάδα μίαν.
2 Εἴ τις πλὴν τοῦ ναὶ καὶ τοῦ οὒ, ἄλλον ὀμνύει ὅρκον, καὶ αὐτὸς ἀφοριζέσθω ἑβδομάδα μίαν. ζ Εἴ τις συγγνῷ τινι ἀδελφῷ πταίσαντι, καὶ μετὰ τὸ παρελθεῖν ὀνειδίζοι, ὡς παραδειγματίζων, καὶ αὐτὸς ὡς ἀσυμπαθὴς καὶ ἐπιχαιρέκακος ἀφοριζέσθω ἑβδομάδα μίαν. η Εἴ τις συγγνῷ τινι ἁμάρτημα, καὶ ὁρᾷ αὐτὸν ἀδιαφόρως φέροντα, καὶ μὴ μετὰ συντριμμοῦ καρδίας καὶ πολλῶν δακρύων ἐξιλεούμενον τὸν Κύριον, παρακαλείτω καὶ ὑπομιμνησκέτω αὐτὸν μετανοεῖν, καὶ ἐπιδείκνυσθαι ἔργα μετανοίας. Εἰ δὲ τούτων γινομένων ἀμελοίη τῆς ἑαυτοῦ σωτηρίας, χωριζέσθω ὁ τοιοῦτος τῆς συνοδίας παντελῶς. Μικρὰ γὰρ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ, κατὰ τὸν εἰπόντα ἅγιον. θ Εἴ τις προέρχοιτο παρὰ τὰς ἀναγκαίας χρείας, περιάγων ἀκαίρως, ἀφοριζέσθω ὁ τοιοῦτος, ἵνα ἡσυχάζωσιν ἐν οἴκῳ οἱ πόδες αὐτοῦ, καθὼς γέγραπται. ι Εἴ τις ὀργισθῇ εἰκῆ, καὶ μὴ παραχρῆμα παρακαλέσῃ τὸν ἀδελφὸν ὃν ἐλύπησεν, ὅπως ἀφῇ αὐτῷ τὴν ἁμαρτίαν ἣν ἥμαρτεν εἰς αὐτὸν, ἀφοριζέσθω καὶ αὐτὸς ἑβδομάδα μίαν. ια Εἴ τις ὑβρισθείη παρὰ ἀδελφοῦ, καὶ παρακληθεὶς ὑπὸ τῆς συνοδίας, μὴ συγχωρήσῃ τὸ ἁμάρτημα, μνημονεύσας τοῦ λέγοντος· Ἐάν τις πρός τινα ἔχῃ μομφήν·
PG 31:1307καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο· καὶ αὐτὸς ὁμοίως ἀφοριζέσθω ἑβδομάδα μίαν.
Page scan enlarged

Notebook

Full View